TLG 0385 013 :: CASSIUS DIO :: Historiae Romanae (Joannis Antiocheni excerpta e Dione derivata)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (Joannis Antiocheni excerpta e Dione derivata)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 3. Berlin: Weidmann, 1901 (repr. 1955): 750–762.

Citation: Page — (line)

750

(t1)

IOANNIS ANTIOCHENI
t2EXCERPTA E DIONE DERIVATA.
1 Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτε‐ μοῦσα τὴν κεφαλήν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτύσαι, τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφα‐
5λὴν κατακεντῆσαι. πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν’ ὅθεν κατ’ αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ’ ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ
10τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. τοιαῦτα μὲν περὶ τὰς σφαγάς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοι ταῖς τε γυναιξὶ τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες 〈τὸ ὅλον〉 ἀφῃροῦντο,
15τῶν δὲ προσόδων τὸ ἥμισυ. καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρε‐ φον προῖκα. δεκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. τάς τε ὁδοὺς οἰκείοις
20δαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμ‐ βανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανού‐
25σης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης 〈οὐσίαν〉 παρ’ αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. ταῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπι‐
δος καὶ Ἀντώνιος. Exc. Val. 20 p. 798 (n. 75 M.).750

751

Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλὰ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λογισμοὺς ποιού‐ μενος πᾶν ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. τοι‐
5οῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβά‐ νοντας εὕρισκεν ἢ καὶ τῷ δημοσίῳ εἰσφέροντας, ἐκόλαζε, λέγων· “Κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι·” οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι,
10πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς γε ἑταίροις ὡς καὶ ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ’ ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον
15κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασεν. τοιοῦτος οὖν τις ὤν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παρα‐
20φρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσανα‐ λίσκων τοὺς ἄνδρας. ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειρα‐
30θέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυ‐ ναῖκας, ἅπαντα δι’ αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνερ‐ γοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν
35ἀνεῖλεν διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. Σεϊανόν τε, ἄνδρα ὑπ’ αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐπεκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς
40ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου αὖθις τὴν ἀνθρωπείαν ἀσθένειαν κατιδεῖν. Σεϊανὸς μὲν δή, μέγιστον τῶν πρὸ αὐτοῦ δυνηθείς, τοιοῦτον ἔσχε τέλος. φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. ὡς τοσοῦτον
45ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ εἰς τὰς κατ’ ἔτος ἀρχαιρεσίας751

752

διαρκεῖν. παρακαλούμενός τέ ποτε ὑπὸ τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατο· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος
5ἀπώλετο καὶ τῆς βασιλείας. οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρη‐ σάμενος. καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπέστρεψεν. Exc. Val. 22 p. 801 sq. (n. 79 M.), unde Suid. s. v. Τιβέριος. Ὅτι ὁ Γάϊος μιαρώτατός τις καὶ ἀνοσιώτατος ἐγένετο. καὶ
10τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀνθρώπων γενό‐ μενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανεν. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου
15κατέστησεν. ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῷ τῶν ἀδελφῶν ἀποκυηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζεν. τοιούτῳ τε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι,
20τοσοῦτον τὰ τοῦ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκείνου πα‐ ρήνεγκαν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε, καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάιος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν πολλάκις καὶ αὐτὸς ἐνδεικνύμενος, καὶ τὴν βουλὴν πρὸς
25ἀνάγκας μετακαλούμενος. εἰκοστὸν γὰρ δὴ καὶ πέμπτον ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνηλίου Ὀρέστου ἥρπασε θυ‐ γατέρα αὐτοῖς τοῖς γάμοις, ἐγγεγυημένην Καλπουρίνῳ. πολλούς τε διὰ ταῦτα συκοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. αὖθις δὲ ταύ‐
30την ἐκποδὼν ποιησάμενος, Λολλίαν Παυλίναν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μεμνόνιον Ῥηγοῦλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκά‐ σας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχει‐ ρωμένος, αὐτοκράτωρ τε πολλάκις καὶ Γερμανικὸς καὶ Βρεττανικὸς
35ἐπεκλήθη. ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο, καὶ τὰς ἐκεί‐ νου στήλας ἐς αὑτὸν μετερρύθμιζεν. ταῖς τε γὰρ βρονταῖς ἐκ μη‐ χανῆς τινος ἀντεβρόντα, καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου δὲ κεραυνὸς κατέπεσε λίθον ἀντηκόντιζεν. Exc. Val. 23 p. 802. 805 (n. 82 M.), unde Suid. s. v. Γάιος (usque ad. v. 15), et ὁρμαθός (v. 2—4).
40Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν τῷ ἱπποδρομίῳ, καὶ τοῦ‐
τον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες752

753

ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε καὶ Χεραίας Κορνήλιός τε καὶ Σα‐ βῖνος, καίτοι χιλιαρχίας παρ’ αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε
5δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. εὐθέως τε τὴν γυναῖκα καὶ τὴν θυγατέρα διεχρήσαντο. καὶ τὰ μὲν Γαΐου τοιαῦτα, τρισὶν ἔτεσι καὶ μησὶ θʹ, ἡμέραις τε ηʹ καὶ κʹ βασιλεύσαντος. καὶ αὐτὸς τοῖς ἔργοις, ὡς οὐκ
10ἦν θεός, ἐξέμαθεν. ὑφ’ ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο· καὶ ὑφ’ ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγρά‐ φετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. οἱ δὲ στρα‐ τιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ
15ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. τούτων δὲ περὶ τὸν Γάϊον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα ἐς τὸ Καπιτώλιον μετεκόμισαν, φύλα‐ κάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν, καὶ στρατιώτας ἱκα‐
20νούς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χεραίαν τὸ πρακτέον ἐσκοποῦντο. Exc. de ins. n. 84 Muell. (p. 22 sq. Cram.). Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει, ἐν παιδείᾳ τε ἤσκητο ὡς καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα
25νοσώδης, καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμων. ἐξ οὗ δὴ καὶ τῷ φρονήματι ἐσφάλλετο. τοιοῦτός τε ὢν ὑπὸ τῶν δούλων καὶ τῶν γυναικῶν, αἷς συνεκάθευδεν, ἐκακύνετο. περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν ἀσφαλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν
30προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησεν. καὶ πολὺν μὲν χρό‐ νον τῇ τηθῇ τῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ τῇ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθείς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. ἐπετίθεντο δὲ αὐτῷ ἐν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσιν. πάνυ
35γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμε‐ νος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ ἐκφοβοῦν‐
τες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. τοιοῦτος οὖν753

754

δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρη‐ μένων παθῶν ἐγίνετο. Exc. Val. 24 p. 805 sq. (n. 85 M.) unde Suid. s. v. φαῦλος (v. 1. 2). Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χεραίαν καὶ
5τοὺς ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθείς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ’ ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. Exc. de ins. n. 86 Muell. (p. 23 Cram.).
10 Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δοριαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπι‐ σήμων τῆς βουλῆς διέφθειρεν. ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ’ αἵματος.
15καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς δια‐ βολὰς δεχομένου, τῆς δὲ ἀφ’ ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύ‐ διον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρ‐ τηκότας. ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποι‐
20εῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ’ αὐτῆς πραττομένων, οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προ‐ κατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ’ αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπὰς πάντα τε ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, ἐς τὸ Ἄρειον
25πεδίον τοῦ πλήθους συνελθόντος, ἀπὸ βήματός τινα διατάξει. οὐ μὴν ἀλλὰ καὶ αὐτή γε εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελ‐ θοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνούς, μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ
30μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπι‐ φανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ’ ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμ‐ βόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυ‐ δίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοὺς κήπους πλα‐
35νωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολω‐ λέκει. μεθ’ ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. Exc. Val. 25 p. 806. 809 (n. 88 M.). Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλου‐
40μένοις μύκησιν ἐνέβαλεν. ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης
διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπεβουλεύθη. καὶ ἐκ μὲν τοῦ754

755

συμποσίου ὡς καὶ ὑπερκορὴς μέθῃ ἐξεκομίσθη, διά τε τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ ἡμέρας ιγʹ, αὐταρχή‐ σας δὲ ἔτη ιʹ καὶ γʹ. ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Ἄρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἐδεδράκει
5τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. καὶ Κλαύ‐ διος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι’ ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη
10κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται. Exc. de ins. n. 89 Muell. (p. 23 sq. Cram.). Ὅτι βασιλεύσαντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴ‐ κουν τὰ πράγματα. sequuntur Christiana
15ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράτ‐ τειν τε τὰ τῆς ἀρχῆς ἐφ’ ἧς ἑαυτὸν ἠξίου, κ.τ.λ. sequuntur Eutropiana τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖ‐ κας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ
20καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ’ ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζεν καὶ θηρία φο‐ νεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς εἰς τὸ θέατρον παρῄει. καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φορίους, τοὺς Ὁρατίους,
25τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο· Δείλαια γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφι‐ γμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι
30τῶν ἐπιφανῶν, οἱ διὰ γῆρας ἢ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστάμενοι. ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνές, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ’ ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαι‐
35δευμένοις ἔγκοτος. τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσόνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖ‐ ναι, τῆς δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ
40καὶ ἄριστοι βίον ἐγενέσθην. συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν,
ἐμιαίνετο τῆς ἡμέρας. τόν τε γὰρ Βρετανικὸν ἀδελφόν οἱ εἶναι755

756

δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ὁρᾶ‐ σθαι, ἀλλὰ καὶ ἀκούεσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλ‐ μοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες.
5καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν τὴν τοῦ Κλαυδίου θυγατέρα δι’ ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινεν. καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν
10ἀλλοτρίαις ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας αἰσχύνων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσιν μετὰ τῶν φίλων χρώμενος. ἡ δὲ Ἀγριππῖνα ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζεν, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασι‐ λεῦσιν ἐπέστελλεν. ἀλλὰ ταῦτα μὲν ἡ Ἀγριππῖνα ἔπραττεν, ἄχρις
15οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. τότε γὰρ καὶ τὴν μητέρα ἐφό‐ νευσεν. αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβίναν γυ‐ ναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλα‐ κίσιν τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκώς,
20τὴν μὲν Ἀγριππῖναν ἀφαιρεῖται τιμήν, Αὐγούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. ἀλλ’ ὅμως καὶ μετὰ τὰς τοι‐
25αύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. οὗ γενομένου, ἔγνω τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, “παῖε” ἔφη “ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκεν.” καὶ τὰς περιττὰς μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας
30Δίωνος, περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. Exc. Val. 26 p. 809 sq. 813 sq. (n. 90 M.). Ὅτι διὰ τὸ μῖσος τὸ πρὸς Νέρωνα πολλοὶ τὰς φλέβας ἀπο‐ τέμνοντες διεφθείροντο. Exc. Val. 27 p. 814 (om. apud Muellerum). Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι,
35πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλ‐ βαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύ‐ νει. ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθείς, στρατηγὸν
τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνα‐756

757

σχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖ τε καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ προσυπακούειν ἔθνη τυγχάνει. τούτων αὐτοῖς
5διομολογηθέντων τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. ἀλλ’ ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκα‐ κώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς
10ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλή‐ ρωσεν, ἑαυτὸν προσκατειργάσατο. ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη. ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοι‐
15ποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ’ ἐβουλεύσατο ἀμφ’ αὑτὸν ἄλλο πρᾶξαι. καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βου‐ λευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, εἰπὼν ὅτι “κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τὸ δὲ τέχνιον ἡμᾶς θρέψει.” οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα πρὸς
20τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μετα‐ ποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκιπουλὸν ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως
25φρουρᾶς. ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ, φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ’ ἵππον οὐδὲν βελτίονα ἀνα‐ βάς, κατακεκαλυμμένος πρὸς χωρίον τι λεγόμενον Καισαρίου μετὰ
30Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. νυκτὸς δ’ ἔτι οὔσης καὶ αὐτοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, εἴς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζη‐
35τοῦσαν ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ’ ἑαυτῷ ἐτρα‐ γῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλη‐ σίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρ‐
40τημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνόν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάτ‐ τεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος
πέτρας. ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ’ αὐ‐757

758

τὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι
5διήμαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· “ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·” καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. καὶ ἡ πόλις
10στεφανώμασι καὶ δᾳδουχίαις ἐκεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τι δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, εἰκόνας τε καὶ ἀνδριάντας κατασπῶντες ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκί‐ ζοντες διετέλουν. Exc. de ins. n. 91 Muell. (p. 24—26 Cram.). Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττηθέντες τοῦ πάθους. καὶ ὁ
15μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνε‐ σκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. Exc. de ins. n. 95 Muell. ex. (p. 26, 29 sq. Cram.). Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον,
20καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. πολλά‐ κις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς ἐσιτοποιεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὰ πολυτελῆ τῶν δημοσίων ἀπετρώγετο. δέκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ πεντακοσίαις ἐς τὰ δεῖπνα δεδαπανηκέναι φασί, συνεχῶς μὲν καὶ
25ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἀπερευγόμενός τε καὶ ἐξεμῶν· ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βέβιος γοῦν Κρίσπος, διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου, μάλα στωμύλως ἔφη· “εἰ μὴ ἐνενοσή‐ κειν, ἀπωλόμην ἄν.” ἐς τόδε τὸ δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον
30γεγονὸς διαμνημονεύεται· καθ’ ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνεις ἐπὶ τὴν θοίνην παρε‐ νεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνος, καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνεν. Exc. Val. 29 p. 814. 817 (n. 97 M.), cf. Suid. s. v. Βιτέλλιος, ᾑρεῖτο, ἀπετρύετο.
35 Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. ὡς οὖν ἐπο‐ λιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες,
ἀναγορεύουσιν αὐτὸν βασιλέα. ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον758

759

τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέ‐ πρησε τῷ ἱερῷ. κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ τοῦ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδρα‐ μόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσάγουσι τοῖς Βεσπα‐
5σιανοῦ στρατιώταις, καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλό‐ μενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνε‐
10βλήθη τῷ Θύβριδι, ἕβδομον καὶ νʹ ἔτος ἄγων. Exc. de ins. n. 98 Muell. (p. 26 sq. Cram.). Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις ὢν τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοικὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, Νέρων τε εἶναι
15ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ’ αὐτὸν σταλέντας στρα‐ τιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσε‐ ποιήσατο. τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς
20ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. Exc. de ins. n. 104 Muell. (p. 27 Cram.). Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς
25τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. γέγονε μὲν οὖν πολ‐ λοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλὴν, τοῦ δὲ ἐρομένου, “ἀποθανοῦμαι δὲ τίνα
30τρόπον”; εἰπεῖν τὸν Ἀπολλώνιον· “ὅν γε Ὀδυσσεὺς λέγεται”· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. φασὶ δὲ αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμβαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸν ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. ὅδ’ οὖν Τίτος ψυχοραγῶν
35ἤδη ἔφη “ἓν μόνον ἐπλημμέλησα·” τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκεν, καὶ περιέμεινεν αὐτὸς ὑπ’ ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. Exc. de ins.
40n. 105 Muell. (p. 27 sq. Cram.).759

760

Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατα‐ κτείνεται, εʹ καὶ λʹ γεγονὼς ἔτη, ἄρξας δὲ ιεʹ. τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἐκφορηθὲν, ἀσήμῳ τε καὶ
5ἀπρεπεῖ παρεδόθη ταφῇ. ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἐντελλὸν τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια· οὔτε τῆς Δομιτίας τῆς τοῦ τυράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοού‐ σης τὴν ἐπιβουλὴν, οὔτε Νορβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων.
10τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ Δομετιανὸς ποιήσασθαι διέγνωκεν, καί τινα καὶ γράμματα περὶ τούτου θεασα‐ μένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ’ ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύ‐ θερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημε‐
15ρινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. ἀναπηδήσαντος γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθέ‐ νιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατερ‐ γάσασθαι. προσημῆναι δὲ τῷ Δομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων
20Λάργινον ἀστρολόγον τινά· τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλο‐
25μένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δι‐ καιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειεν· κἀν τούτῳ ἀναιρεθέντος τοῦ Δομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ’ ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ’ αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς,
30προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, “Καλῶς, ὦ Στέφανε, εὖγε ὦ Στέφανε, παῖε τὸν μιαιφό‐ νον. ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.” Exc. de ins. n. 107 Muell. (p. 28 sq. Cram.). Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς
35ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσ‐ φιλεστάτους οἱ ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ’ οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν ἐπιθεῖναι στίχον, “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι
40βέλεσιν”. Exc. de ins. n. 110 Muell. (p. 29 Cram.).760

761

Ὅτι ὁ Τραϊανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνη‐ τον, ὥστε Σούραν Λικίννιον, ἄνδρα μέγα μὲν παρ’ αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας, μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόντων καὶ ἐπι‐
5βουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίννιον ἀπῆλθεν ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικιννίου καλέσας, ὑπ’ ἐκείνου τοὺς ὀφθαλ‐ μοὺς ἀπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος, ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. ἐπεὶ δ’ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς
10εἰωθότας διαβάλλειν τὸν ἄνδρα, “εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν”. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαι‐ οῦτο. διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσά‐ μενος, κατ’ ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. Exc. de ins. n. 112
15Muell. (p. 29 Cram.). Ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων ἄριστα γλώττῃ χρώμενος· οὐ μὴν ἐπὶ πρᾳότητι τρόπων ἐθαυμάζετο· περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. Exc. Val. 35 p. 818 (n. 113 M.), unde Suid. s. v.
20Ἀδριανός 3. Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξά‐ μενος, ἄλλως δὲ οὖν νεωτεροποιός, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν.
25αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαί τε καὶ ἄλλως νοσώδη ὄντα οἰηθεῖσα, δείσασά τε μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινάς, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα,
30συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. ὅς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ
35κατὰ τῶν ἐπαναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ’ αὐτὸν ἔφθασεν. καθ’ ἡσυχίαν δ’ οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθών, οὔτε δῆμον οὔτε πόλιν, οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι
40γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφα‐
νῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ μηδὲν χαλεπὸν γνῶναι, τούτοις761

762

ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶς ἐνδεικνύμενα. ἦν δ’ οὖν τοιαῦτα· “ἱκετεύω ὑμᾶς, ὦ βουλή, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς αἵματος βου‐ λευτικοῦ φυλάξασθαι. μὴ γένοιτό τινα ἐξ ὑμῶν ἐπ’ ἐμοῦ ἢ τῇ ἐμῇ
5ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι.” καὶ τέλος ἔφη ὅτι “ἂν μὴ τούτου τύχω ἀποίσομαι πρὸς τὸν θάνατον”. καὶ οὐκ ἐπῆρε τὸν Μάρκον οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων οὐχ ἡ ἀπιστία τῶν τολμη‐ σάντων οὐ τὸ ὑπὲρ τῶν ὁμοίων ἐς αὖθις δέος. Exc. de ins. n. 118
10Muell. (p. 29 sq. Cram.). Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσα‐ σθαι, Ἡρακλέα τε καὶ Διὸς υἱὸν ὀνομάζεσθαι, τούς τε μῆνας ἀφ’ ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κό‐
15μοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐ‐ σεβὴς, Εὐτυχὴς, Λούκιος, Αἴλιος, Αὐρήλιος. ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα, λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζό‐
20μενος. ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον συναγαγὼν δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γονάτων ὑφάσματα, ὡς γίγαν‐ τας τῷ ῥοπάλῳ κατειργάσατο. καθεύδων δὲ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς
25ὑπαντώμενος, ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρ‐ κίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν. Exc. Val. 38 p. 822 (n. 120 M.) unde Suid. s. v. Κόμοδος.
30 Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρῶ‐ τον ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων), ὥς ποτε τὰς Στυμ‐
35φαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν γὰρ ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσα‐ σθαι βουλόμενος μονομάχοις. (Quae sequuntur Herodianea sunt.) Exc.
de ins. n. 121 Muell. (p. 34 Cram.). —762