TLG 0385 012 :: CASSIUS DIO :: Historiae Romanae (excerpta Planudea)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (excerpta Planudea)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 3. Berlin: Weidmann, 1901 (repr. 1955): 749–750.

Citation: Excerpt — (line)

t

ADDENDVM: EXCERPTA PLANUDEA.

1

Ὅτι Γάιος ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο τὸ μῖσος· ἔργον δὲ μέγα ἢ βασί‐ λειον οὐδὲν αὐτῷ πεπραγμένον. αἴτιον δὲ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδή. ῥήτωρ δὲ ἦν ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαί‐
5οις πατρίῳ σφόδρα ἠσκημένος.

2

Ὅτι κοινὸν ἔρωτα τὸν Τίτον ὠνόμασαν. Ὅτι καὶ τραγῳδίαν ὁ Τίτος Ἑλλάδι φωνῇ ἐξέθηκεν. Ὅτι τὸ φιλόδωρον αὐτοῦ τοσοῦτον ἦν ὥστε αὐτῷ τινας εὐκο‐ λίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα
5χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. Ὅτι δειπνῶν ποτε καὶ λογισάμενος ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσας καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολω‐ λυίας εἶπεν “οὐκ ἐβασίλευσα τὴν σήμερον ἡμέραν· οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὖ πέπονθε σήμερον.”
10 Ὅτι μόνος ὁ Τίτος θανὼν ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἢ ζῶντες ἕτεροι.

3

Ὅτι πρῶτος Μαξιμιανὸς ἰμπεράτωρ ἐκλήθη, ὃ νῦν μὲν τῶν βασιλέων ὄνομά ἐστι, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν.

4

Ὅτι Κωνσταντῖνος ὁ Χλωρὸς ἔλεγεν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι
χωρίῳ.749

5

Ὅτι γυναικὸς προσελθούσης τῷ Γρατιανῷ καὶ κατειπούσης πρὸς αὐτὸν τοῦ ἀνδρὸς ὡς πληγὰς αὐτῇ συχνὰς ἐντείνοι “οὐδέν” εἶπεν, “ὦ γύναι, πρὸς ἐμὲ τοῦτο·” τῆς δὲ αὖθις ἐπειπούσης “ἀλλὰ καὶ
κατὰ σοῦ βουλεύεται”, “οὐδὲν” εἶπε “τοῦτο πρὸς σέ.”750