TLG 0385 011 :: CASSIUS DIO :: Historiae Romanae (Petri Patricii excerpta Vaticana sive Maiana)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (Petri Patricii excerpta Vaticana sive Maiana)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 3. Berlin: Weidmann, 1901 (repr. 1955): 731–749.

Citation: Excerpt — (line)

1

...................... ἐπὶ πρεσβείαν πεμφθεὶς πρὸς Πέρσας, ἐφ’ ᾧ συμμαχίαν αἰτῆσαι κατὰ Κασσίου καὶ Βρούτου·
5 ὡς δὲ ὁ χρόνος ἐτρίβετο, τοῦ Περσῶν βα‐ σιλέως ἀμφιβόλου ὄντος καὶ τὴν ἔκβασιν τῶν πραττομένων ἀναμέ‐ νοντος,
12 εἵλετο Λαβιῆνος παρ’ αὐτοῖς καταμένειν, προτιμήσας τὸν μετὰ βαρβάρων
15βίον τοῦ οἰκείου ὀλέθρου. Mai. 78 p. 197 = p. 181, 8—14 Dind.

2

Ὅτι ἰδὼν ὁ Καῖσαρ τὸν τά‐ φον καὶ τὸ σῶμα τοῦ Ἀλεξάνδρου,
5 προτρεπόντων δὲ τῶν Ἀλεξανδρέων ἰδεῖν καὶ τὸ σῶμα Πτολεμαίου, “ἐγώ” ἔφη “βασιλεῖς βούλομαι θεάσασθαι, οὐχὶ νεκρούς. Ὅτι προτρεπομέ‐
10νων αὐτὸν πάλιν ἐντυχεῖν τῷ Ἄπιδι, “ἐγώ” φησι “θεοὺς προσ‐ κυνῶ, οὐχὶ βοῦς.” Mai. 78 p. 198
= p. 181, 15—20 Dind.731

3

Ὅτι Κορνήλιος ὑβριστὴς ἐγέ‐ νετο καὶ ἄδικος τιμηθεὶς ὑπὸ Καί‐ σαρος· ἐν γὰρ τῇ δυναστείᾳ ἅπαν‐ τας διέβαλλεν καὶ ἐκάκου, ὥστε
5καὶ Πρόκουλόν τινα αὐτᾷ ἀπαντήσαντά ποτε τὴν ῥῖνα καὶ τὸ στόμα τὸ οἰκεῖον κατασχεῖν
10αἰνιττόμενον, ὅτι οὐδὲ φθέγξασθαι οὐδὲ ἀναπνεῦσαι ἐπὶ αὐτοῦ ἔξεστιν. ἄλλος δέ τις λαβὼν μάρτυρας προσῆλθε δημο‐ σίᾳ καὶ ἤρετο αὐτὸν εἰ ἐπιγινώ‐
15σκει αὐτόν. τοῦ δὲ εἰπόντος ἀγνο‐ εῖν, στραφεὶς πρὸς τοὺς μάρτυ‐ ρας “ὁρᾶτε” ἔφη “ὅτι ἀγνοεῖ με· μηδὲν οὖν λέγων περὶ ἐμοῦ πι‐ στευθῇ.” Mai. 78 p. 198 = p. 181,
2021—30 Dind.

4

Ὅτι Τιβέριος τὰ καταλειφθέντα ληγᾶτα Καίσαρος οὐκ ἀπεδίδου ἐπὶ χρόνον πολύν· ἐπειδὴ δὲ νεκροῦ διὰ τῆς ἀγορᾶς ἐκφερομένου προσ‐
5ελθών τις ἔδοξε πρὸς τὸ οὖς αὐτῷ ψιθυρίζειν, καὶ ἐρωτηθεὶς παρὰ τῶν συνόντων τί τοῦτο πε‐ ποίηκεν, ἔφη τῷ Αὐγούστῳ δεδη‐ λωκέναι ὅτι τὰ ληγᾶτα μέχρι τοῦ
10νῦν οὐκ ἐδόθη, ἐκεῖνον μὲν αὐτί‐ κα ἀπέκτεινεν, ἵν’ αὐτάγγελος αὐτοῦ, ὥσπερ καὶ ἐπισκώπτων 〈εἶπε〉, γένηται. Mai. 79 p. 198 = p. 182, 9—16 Dind. [25 ἐπὶ addidi e cod.
15—35 〈εἶπε〉 ins. Dind.]

5

Ὅτι ἐψηφίσαντο οἱ βουλευ‐ ταὶ καὶ τὸν Νοέμβριον μῆνα, ἐν ᾧ Τιβέριος ἐγεννήθη, Τιβέ‐ ριον καλεῖσθαι· ὁ δὲ οὐκ ἐδέχετο
5εἰπὼν αὐτοῖς “καὶ ἐὰν δεκατρεῖς Καίσαρας ἔχητε, τί ποιήσετε;” Mai.
79 p. 198 sq. = p. 182, 17—20 Dind.732

6

Ὅτι Τιβέριος τοὺς κατηγορου‐ μένους ἐπί τινι πικρῶς ἐκόλαζεν οὕτως ἐπιλέγων “οὐδεὶς ἑκὼν ἄρ‐ χεται, ἀλλ’ ἄκων εἰς τοῦτο συνε‐
5λαύνεται· μὴ μόνον γὰρ [τοὺς] μὴ πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπιβουλεύειν τοῖς ἄρχου‐ σι”· καὶ προσεδέχετο τοὺς κατη‐ γοροῦντας μὴ διακρίνων εἴτε δοῦ‐
10λος κατὰ δεσπότου εἴτε 〈κατὰ πατρὸσ〉 υἱὸς λέγει. Mai. 79 p. 199 = p. 182, 21—27 Dind. [5 τοὺς del. Dind. —10 〈κατὰ πατρὸσ〉 add. Mai.]

7

Ὅτι Λιβίας ποτὲ προϊούσης γυμνοὶ ἄνδρες ἀνεφάνησαν αὐτῇ καὶ διὰ τοῦτο ἤγοντο πρὸς θάνατον· ἡ δὲ ἐκέ‐
5λευσεν αὐτοὺς ἀφεθῆναι εἰποῦσα ὅτι ταῖς σωφρονούσαις οὗτοι ἀν‐ δριάντες δοκοῦσιν εἶναι. Mai. 80 p. 199 = p. 182, 28—32 Dind.

8

Ὅτι ἡ αὐτὴ ἐρωτηθεῖσα ποί‐ οις τρόποις χρωμένη τοσοῦτον ἐπὶ τοῦ Καίσαρος ἐκράτησεν ἔφη· “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ
5πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μηδὲ αἰσθάνεσθαι προσποιουμένη.” Mai.
1080 p. 199 = p. 183, 1—6 Dind.

9

Ὅτι ὁ Τιβέριος βασανίζων τινὰ σφοδρῶς ἐπὶ ψεύδεσιν αἰτίαις καὶ γνοὺς ὅτι μάτην ἐβασανίσθη, ἐκέλευσεν αὐτὸν σπουδαίως ἀναι‐
5ρεθῆναι· τῷ γὰρ οὕτως ὑβρισθέντι συμφέρειν ἔλεγεν τὴν ἀπαλλαγὴν τοῦ βίου. Mai. 80 p. 199 = p. 183,
7—10 Dind. [37 ὁ addidi e cod.]733

10

Ὅτι Τιβέριος νόσον προσ‐ ποιησάμενος τὸν Σεϊανὸν ὡς καὶ ἐπακολουθήσων εἰς Ῥώμην προέ‐ πεμψε λέγων μέρος τοῦ σώματος
5αὐτοῦ καὶ τῆς ψυχῆς ἀποσπᾶσθαι ἀπ’ αὐτοῦ, καὶ περιέβαλεν αὐτὸν καὶ κατεφίλησεν μετὰ δακρύων ὥστε Σεϊανὸν ἐπὶ πλέον ἐπαίρε‐ σθαι. Mai. 80 p. 199 sq. = p. 183,
1011—16 Dind. [6 αὐτὸν Mai. ἑαυ‐ τὸν cod.]

11

Ὅτι Σεϊανὸν Ῥεγοῦλος καὶ ὁ Λάκων λαβόντες αὐτὸν ἔδησαν καὶ ἤγαγον εἰς τὸ δεσμωτήριον·
5 καὶ ἐντεῦ‐ θεν μᾶλλον ἄν τις τὴν ἀνθρω‐ πίνην ἀσθένειαν ἐλεήσῃ καὶ παι‐ δευθήσεται μήτε ἐπὶ τοῖς ἀγαθοῖς ὀγκοῦσθαι καὶ ἐπὶ τοῖς δοκοῦσιν
10ἐναντίοις μὴ δυσχεραίνειν.
15 οἱ γὰρ πάλαι ὡς δεσπότην τιμῶντες τότε ὡς δραπέτην ἐφύλαττον. Mai. 81 p. 200 = p. 183, 17—23 Dind.

12

Ὅτι ὁ Τιβέριος πολλοὺς φί‐ λους μετὰ θάνατον τοῦ Σεϊανοῦ ἐτίμησεν, πολλοὺς δὲ ἐκόλασεν. ὡς κἀντεῦθεν ταῦτα πάντα εἰς
5τὴν τύχην ἀναφέρει. Mai. 81
p. 200 = p. 183, 24—26 Dind.734

13

Ὅτι Τερέντιος ἐπὶ φιλίᾳ Σεϊανοῦ κρινόμενος παρὰ Τιβερίου εἶπεν·
7“ἐγὼ οὐδὲν ἠδίκησα, εἰ τούτῳ ὡς φίλῳ ἐχρώμην, ὑπὸ σοῦ ὁρῶν αὐτὸν τιμώμενον· εἰ γὰρ ὁ αὐτο‐
10κράτωρ ὁ πάντα ἀκριβῶς εἰδὼς ἐπλανήθης, τί θαυμαστὸν εἰ καὶ ἐγὼ συνεξηπατήθην; καὶ γὰρ προσήκει ἡμῖν πάντας τοὺς τι‐ μωμένους ὑπὸ σοῦ ἀγαπᾶν μὴ
15πολυπραγμονοῦντας ὁποῖοί ποτέ εἰσιν, ἀλλ’ ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους τὸ τῷ αὐτο‐ κράτορι αὐτοὺς ἀρέσκειν.” Mai. 81 p. 200 = p. 183, 27—184, 3 Dind.

14

Ὅτι διαπληκτιζομένου ποτὲ Γαΐου καὶ Τιβερίου τοῦ ἐκγόνου ἔφη πρὸς τὸν Γάιον ὁ πάππος Τιβέριος “τί σπουδάζεις; καὶ σὺ
5τοῦτον φονεύσεις καὶ ἄλλοι σέ.” Mai. 81 p. 200 sq. = p. 184, 4—7 Dind.

15

Ὅτι συνεχῶς ὁ Τιβέριος τοῦτο τὸ ἰαμβίδιον ἐπεφθέγγετο, “ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί”. Mai. 81 p. 201 = p. 184,
58—10 Dind.

16

Ὅτι ὁ αὐτὸς καὶ τὸν Πρία‐ μον ἐμακάριζεν ὅτι μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώ‐ λετο. Mai. 81 p. 201 = p. 184,
511. 12 Dind.

17

(4)

Ὅτι Αἰμίλιος Μαμέρτιος δρᾶμα
5ἐποίησεν ὅπερ Ἀτρέα ἐπέγραψεν, ἐν ᾧ εἰσήγαγέ τινα λέγοντα
κατὰ τὸν Εὐριπίδην ὅτι “τὰς τῶν κρατούν‐ των ἀμαθίας φέρειν χρεών”. καὶ μα‐735
10θὼν τοῦτο Τιβέριος ἐφ’ ἑαυτῷ τὸ ἔπος ἐξέλαβεν, Ἀτρέα ἑαυτὸν διὰ τὰ μύση τῶν φόνων ὧν εἰργάσατο κληθῆναι νομίσας, καὶ ἔλεγεν “οὗ‐ τος ἐμὲ Ἀτρέα ἐποίησεν, κἀγὼ
15αὐτὸν Αἴαντα ποιήσω·” ἀνάγκην οὖν αὐτῷ ἐπήγαγεν ὥστε αὐτὸν ἑαυτὸν ἀνελεῖν. Mai. 82 p. 201 p. 184, 13—21 Dind.

18

Ὅτι ὃ βούλεταί τις καὶ ἐπι‐ θυμεῖ, τοῦτο καὶ θᾶττον πιστεύει. Mai. 82 p. 201 = p. 184, 22 sq. Dind.

19

Ὅτι Λούκιός τις Ἀρούντιος καὶ τῇ ἡλικίᾳ καὶ τῇ παιδείᾳ προή‐ κων ἑωρακὼς τὸν Τιβέριον τὴν ἐπιθάνατον νοσοῦντα καὶ κινδυ‐
5νεύοντα καὶ τὴν βασιλείαν ἐπὶ Γάιον φερομένην ἀνεῖλεν ἑαυτὸν
8εἰπὼν ὅτι “οὐ δύναμαι ἐπὶ γήρως δεσπότῃ καὶ νεωτέρῳ τοιούτῳ δου‐
10λεῦσαι.” Mai. 82 p. 201 = p. 184, 24—29 Dind.

20

Ὅτι ἑωρακώς ποτε ὁ Τιβέ‐ ριος Μάκρωνος καὶ Γαΐου τὴν φιλίαν, “εὖ γε” ἔφη “ποιεῖς τὸν δυόμενον καταλιμπάνων καὶ πρὸς
5τὸν ἀνατέλλοντα τρέχων.” Mai. 82 p. 202 = p. 184, 30—32 Dind.

21

Ὅτι Γάιος Πίσωνα ἐξορί‐ σας δέδωκεν αὐτῷ δέκα δούλους μόνους· ἐπεὶ δὲ ἐκεῖνος ἐδέετο πλείονας αὐτῷ δοθῆναι, ἐκέλευ‐
5σεν αὐτῷ ὅσοις βούλεται χρῆ‐ σθαι, εἰπὼν ὅτι “καὶ στρατιῶται μέντοι τοσοῦτοί σοι συνέσονται.” Mai. 83 p. 202 = p. 185, 9—13
Dind.736

22

Ὅτι μετὰ πολλὰς ἐπινοίας ὁ Γάιος τελευταῖον ἐπὶ τὴν σύγ‐ κλητον ἐτρέπετο καὶ ἐγκλήματα αὐτοῖς ἐπῆγεν, ὅτι τὸν Τιβέ‐
5ριον κακῶς εἰρήκασιν· “ἐμοὶ μὲν γάρ” ἔφασκεν “αὐτοκράτορι ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ οὐ μόνον ἀδικεῖτε, ἀλλὰ καὶ ἀσεβεῖτε πρὸς τὸν ἄρξαντα ὑμῶν
10οὕτω διακείμενοι, καὶ εἴ τι κακὸν ἐποίησεν, ὑφ’ ὑμῶν προτρεπόμε‐ νος ἔπραξεν.”
28 καὶ ὁ Σεϊανὸς ὑφ’ ὑμῶν φυσηθεὶς ἀπώλετο. Mai.
3083 p. 202 = p. 185, 14—21 Dind.

23

Ὅτι ὁ Γάιος Πρίσκον ἀνελὼν διὰ χρήματα καὶ ὀλίγα εὑρὼν ταῦτα θαυ‐ μαστὸν λόγον ἐφθέγξατο “ἠπά‐
5τησέ με καὶ μάτην ἀπώλετο· ἠδύ‐ νατο γὰρ ἐπὶ τούτοις ζῆν.” Mai. 83 p. 202 = p. 185, 22—25 Dind.
[41 ὁ addidi e cod.]737

24

Ὅτι Δομέτιος ῥήτωρ ἄρι‐ στος καὶ δεινότατος, φαῦλος ἀνήρ, ἐπὶ τοῦ Τιβερίου γυναῖκα τῶν ἐπι‐ σήμων ἐσυκοφάντησεν, ὥστε ἐγγὺς
5θανάτου γενέσθαι· καὶ συναντή‐ σας αὐτῇ ποτε ἐξετράπη τῆς ὁδοῦ αἰσχυνόμενος· ἐκείνη δὲ πλησίον παραγενομένη ἔφη “θάρσει, Δομέτιε, ὅτι οὐ σύ μοι ἐπαίτιος ἀλλ’ Ἀγα‐
10μέμνων.” Mai. 84 p. 202 sq. = p. 185, 26—32 Dind.

25

Ὅτι οὗτος ὁ Δομέτιος ἐπίγραμμα ποιήσας εἰς εἰκόνα τοῦ Γαΐου εἶπεν ὅτι εἰκοστὸν ἕβδομον ἔτος ἄγων δεύτερον ὑπά‐
5τευσεν· τούτου λαβόμενος ὁ Γάιος κατηγόρησεν αὐτοῦ ὡς ὀνειδίζον‐ τος τὸ μειρακιῶδες αὐτοῦ καὶ παράνομον καὶ εἰς τὸ
10συνέδριον αὐτὸν ἤγαγεν ὡς τεθνη‐ ξόμενον, καὶ λόγον ποικίλως συγ‐ κείμενον εἶπεν,
15καὶ εἰ ἀπελογήσατο ἐτεθνήκει·
20 ὁ δὲ λέγοντος αὐτοῦ ἐθαύμαζεν καὶ ἐπεκρότει ὡς ἀκροατής τις ἀλλ’ οὐ κατηγορούμενος· πληρώ‐ σαντος δὲ καθ’ ὑπερβολὴν ἐδό‐ κει τὴν δεινότητα τοῦ λόγου
25θαυμάζειν. καὶ δοθέντος και‐ ροῦ ἀπολογίας εἰς ὀλοφυρμὸν ἐτρέπετο, καὶ τέλος εἰς τὴν γῆν κατέπεσεν ἱκετεύων καὶ ὡς ῥήτορα
30μᾶλλον οὐχ ὡς Καίσαρα φοβεῖ‐ σθαι λέγων· ἐκεῖνος δὲ ὁρῶν
ταῦτα καὶ ἀκούων διεχύθη, πι‐ στεύσας ὅτι τῇ τῶν λόγων παρασκευῇ κεκράτηκεν,738
43 καὶ ἀπέλυσεν αὐτὸν εἰπών “μηκέτι νόμιζε σαυ‐
45τὸν δεινὸν ῥήτορα,” ὃν καὶ ὕπα‐ τον ἀπέδειξεν. [cf. mox v. 29B]. Mai. 84 p. 203 = p. 186, 1—17 Dind.

26

(2)

Ὅτι Σενέκας Ἄννεος ἅπαντας τοὺς κατ’ αὐτὸν ἀνθρώπους σοφίᾳ ὑπερβαλλόμενος ἐπειδὴ
5λόγον ἐπ’ αὐτῷ εἶπεν καλῶς συγκείμενον, ὑπὲρ τούτου καὶ μόνου ἔμελλεν ἀπόλλυσθαι·
9ἀλλὰ τοῦτον ἀφῆ‐
10κεν γυναικὶ πεισθείς, ᾗτινι συνε‐ κάθευδεν, εἰπούσῃ ὅτι καὶ φθόην ἔχει καὶ οὐκ εἰς μακρὰν τελευ‐ τήσει· ἀληθὲς δὲ τοῦτο νομίσας εἶναι συνεχώρησεν αὐτῷ [an αὐτῇ?]
15ὅσον οὐδέπω τεθνηξόμενον. Mai. 85 p. 203 = p. 186, 18—25 Dind.

27

Ὅτι Γάιος οὕτως ἦν ἀδιά‐ κριτος περὶ τοὺς φόνους ὥστε ποτὲ προσενεχθέντων αὐτῷ πολ‐ λῶν κατηγορουμένων ἐφ’ ᾧ ἐξε‐
5τάσαι, στῆσαι μὲν αὐτοὺς ἐπὶ στίχον, εἰπεῖν δὲ τὸ ὡς γελοῖον ἐπὶ τοῦ παρόντος λεγόμενον “ἀπὸ τοῦ φαλακροῦ μέχρις ἐκείνου τοῦ κομῶντος πάντας φόνευσον.” Mai.
1085 p. 204 = p. 186, 26—31 Dind.

28

Ὅτι ὁ αὐτὸς κυβεύων ποτὲ ἐν Γαλλίαις καὶ μαθὼν ὅτι οὐκ ἔστιν ἀργύριον, ἀναστὰς ἐζήτησε τῶν εὐπόρων ἀπογραφὴν καὶ ἐκέ‐
5λευσε πολλοὺς ἐξ αὐτῶν φονευ‐
θῆναι καὶ τὰ χρήματα αὐτῶν εἰσε‐ νεχθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν “ἐν ᾧ ὑμεῖς περὶ ὀλίγων φιλονικεῖτε, ἐγὼ πλῆ‐739
10θος χρημάτων συνήγαγον.” Mai. 85 p. 204 = p. 186, 32—187, 6 Dind. 29. 30. 31. 32 vide vol. 2 p. 647—650.

33

Ὅτι τὸν Γάιον Γαλάτης τις θεωρήσας αὐτὸν μέγα ἀνεκάγχα‐ σεν· ὁ δὲ νομίσας αὐτὸν ὑπὸ ἡδο‐ νῆς γελᾶν ἐκέλευσεν αὐτὸν ἀχθῆ‐
5ναι καὶ λέγει “τίνα με νομίζεις εἶναι;” ὁ δέ, ἐρῶ αὐτὸ τὸ ῥῆμα τὸ παρ’ αὐτοῦ λεχθέν, ἔφη ὅτι “μέγα εἰ παραλήρημα”, καὶ οὐδὲν δεινὸν ἔπαθεν· σκυτεὺς γὰρ ἦν καὶ πένης.
10Mai. 88 p. 206 = p. 188, 19—24 Dind.

34

Ὅτι ἡ Μιλωνία μετὰ τριά‐ κοντα ἡμέρας τῶν γάμων τέτοκεν υἱόν, ὃν ἔσχεν ἐκ τοῦ προτέρου ἀνδρός· καὶ τοῦτο ἔλεγεν ὡς θεῷ
5αὐτῷ ἐκγενέσθαι ὅτι ἐν τριάκοντα ἡμέραις καὶ ἀνὴρ καὶ πατὴρ ἐγέ‐ νετο. Mai. 88 p. 206 = p. 188, 25—28 Dind. 35. 36 vide vol. 2 p. 660.

37

Ὅτι ἀπελεύθερος τοῦ Σα‐ βίνου πρὸς ἐξέτασιν ἐξηνέχθη καὶ ἐλευθέρως ἐλάλησεν·
6 ὁ δὲ Νάρκισσος ἐπύθετο αὐτοῦ “τί ἂν ἐποίησας, εἰ ἐμονάρχησε Σαβῖνος;” ἀπεκρίνατο “ἑστήκειν
10ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.” ἐκ τούτου κατακριθεὶς ἀνῃρέθη. καὶ Ἀριάμη τις ἐπειδὴ εἶδεν τὸν ἄνδρα ἐν ἐσχάτῳ κινδύνῳ ὄντα, οὐ μόνον
15οὐκ ἀπεδειλίασεν [ita cod.], ἀλλ’
αὑτὴν [αὐτὴν cod.] ἀπέσφαξεν, καὶ τὸν ἄνδρα εἰς τὸ αὐτὸ προεκαλέσατο· λαβοῦσα γὰρ τὸ ξί‐ φος προστέθεικε τῇ οἰκείᾳ γαστρὶ740
20καὶ ὤθησε λέγουσα “ἰδὲ οὐ πονῶ· τοῦτο οὐδέν ἐστιν· ποίησον καὶ σύ.” ἑωρακὼς οὖν ἀποθνήσκου‐ σαν κἀκεῖνος ἑαυτὸν ἀπέσφαξεν· εἰς τοιαύτην γὰρ τάξιν τὰ πράγμα‐
25τα ἐληλύθει, ὥστε ἀρετὴν νομίζε‐ σθαι τὸ αὐτόχειρα γενέσθαι. Mai. 89 p. 207 = p. 190, 9—22 Dind.

38

Ὅτι Κλαύδιος τούτων γινομένων συνεχῶς τὸ Ὁμηρικὸν ἔλεγεν “ἄνδρ’ ἀπαμύνασθαι ὅτε τις πρότερον χαλεπήνῃ”. Mai.
589 p. 208 = p. 190, 23—25 Dind. [19 τις Dind., τι cod.]

156-191t

PETRI PATRICII EXCERPTA VATICANA SIVE MAIANA de sententiis (περὶ γνωμῶν) n. 156—191, historiam Augustam a fine Dionis continentia.

156

Κοῦφος μὲν γὰρ πᾶς ὄχλος πρὸς τὰ καινοτομούμενα· ὁ δὲ δῆμος τῶν Ῥωμαίων διά τε τὸ πλῆθος καὶ τὴν ποικιλίαν τῶν συγκλύδων ἀνθρώπων τῶν εἰς αὐτὸν συνιόντων ῥᾷον τῶν ἄλλων ἐπαίρεται καὶ μετὰ εὐχερείας πρὸς τὰ ἄτοπα τρέχει. Mai. 117 p. 233 = p. 217,
525—29 Dind.

157

Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς μετὰ Μαριάδνου πρὸ τῆς πόλεως Ἀντιοχείας ὡς εἴκοσι σταδίους στρατοπεδεύεται· καὶ οἱ μὲν φρόνιμοι ἔφυγον τῆς πόλεως, τὸ δὲ πολὺ πλῆθος ἔμεινεν, τοῦτο μὲν φιλοῦντες
τὸν Μαριάδνην, τοῦτο δὲ καὶ τοῖς καινισμοῖς χαίροντες, ὅπερ ὑπὸ741
5ἀνοίας πάσχειν εἰώθασι. Mai. 118 p. 234 = p. 218, 1—6 Dind. = fr. 1 Mueller (F. H. Gr. 4, 192).

158

Ὅτι Αἰμιλιανὸς ἀναγορευθεὶς βασιλεὺς ἔγραφε πρὸς τὴν σύγ‐ κλητον ὅτι τὴν βασιλείαν ὑμῖν καταλιμπάνω, κἀγὼ ὡς στρατηγὸς ὑμέ‐ τερος πανταχοῦ ἀγωνίζομαι. Mai. 118 p. 234 = p. 218, 8—11 Dind. = fr. 2 Mueller (F. H. Gr. 4, 193).

159

Ὅτι Μακρῖνος κόμης τῶν θησαυρῶν καὶ ἐφεστὼς τῇ ἀγορᾷ τοῦ σίτου ἐπειδὴ καὶ τὸν ἕνα πόδα ἐπεπήρωτο, οὐχ εὑρέθη ἐν τῷ πολέμῳ ἀλλ’ ἐν Σαμοσάτοις, καὶ ἀπεδέχετο τοὺς στρατιώτας καὶ ἀνεκτᾶτο· ὁ δὲ Σαπώρης πέμπει Κληδόνιον ἄνδρα τοὺς δικαστὰς εἰσάγοντα τῷ
5βασιλεῖ, ὃς προέτρεπε Μακρῖνον ἐλθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ οὐχ εἵλετο ἀπελθεῖν, λέγων “τίς τοσοῦτον μαίνεται ὥστε ἑκὼν ἀντ’ ἐλευ‐ θέρου δοῦλος καὶ αἰχμάλωτος γενέσθαι; ἄλλως τε καὶ οἱ προστάτ‐ τοντες ἀπελθεῖν οὐκ εἰσί μου κύριοι· ὁ μὲν γὰρ πολέμιός ἐστιν, ὁ δὲ οὐδὲ ἑαυτοῦ δεσπόζει, οὐχ ὅπως ἡμῶν”· καὶ παρῄνει καὶ τῷ Κληδονίῳ
10μένειν καὶ μὴ ἐπανελθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ ἔφη μὴ προδιδόναι τὴν πίστιν τοῦ γενομένου αὐτοῦ δεσπότου· καὶ ἐπανελθὼν κατεσχέθη μετὰ τῶν αἰχμαλώτων. Mai. 118 p. 235 = p. 219, 8—22 Dind. = fr. 3 Mueller (F. H. Gr. 4, 193).

160

Ὅτι Μέμωρ Μαυρούσιος, πεμφθεὶς ἐπὶ συλλογῇ καρπῶν, και‐ νῶν πραγμάτων ἐπεθύμησεν, καὶ σπουδῇ ὑπὸ τῶν στρατιωτῶν ἀναι‐ ρεῖται· οἱ δὲ ἄρχοντες ἐμέμφοντο ὡς ἀδίκως αὐτὸν ἀναιρεθέντα. καὶ Θεόδοτος κελευσθεὶς ἀπολογήσασθαι εἶπεν ὅτι “οὐκ ἦν πολλῆς ἄξιος
5καταγνώσεως Μέμωρ ὡς ἀδυνάτοις ἐπιχειρῶν, ὁ ἔχων τοσούτων ἀρ‐ χόντων περιβολὴν καὶ δύναμιν, ἀλλ’ ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ διὰ τῆς ἐμῆς σπουδῆς καὶ βασιλικῆς προνοίας τοῦ σκοποῦ διήμαρτον”· ἡσθεὶς ὁ βασιλεὺς τῇ ἀπολογίᾳ ἐκέλευσεν ὑπὲρ Μέμορος μηδένα φεύ‐ ξεσθαι. Mai. 119 p. 236 = p. 220, 8—18 Dind. = fr. 4, 1 Mueller
10(F. H. Gr. 4, 193).742

161

Ὅτι οἱ φαύλως ἀναχθέντες ἄνθρωποι οὐκ εἰώθασι βεβαίως τὰς φιλίας φυλάττειν, ἀλλ’ ἐκ μικρῶν προφάσεων μεταβάλλονται. Mai. 119 p. 236 = p. 220, 19—21 Dind. = fr. 4, 2 Mueller (F. H. Gr. 4, 194).

162

Ὅτι ἡ τοῦ Γαλιηνοῦ γαμετὴ τοῦ βασιλέως ἀπηρέσθη τῷ προσώπῳ Ἰνγενούου καὶ μεταπεμψαμένη Βαλεντῖνον εἶπεν αὐτῷ ὅτι “ἐγὼ τὴν σὴν προαίρεσιν οἶδα· τὸν δὲ βασιλέα ἐπὶ μὲν τῇ σῇ ἐπιλογῇ ἐπαινῶ, ἐπὶ δὲ τῇ Ἰνγενούου οὐκ ἐπαινῶ· ἐν πολλῇ γάρ μοι ὑπονοίᾳ
5ἐστίν· ἀλλ’ ἀντιπρᾶξαι τῷ βασιλεῖ οὐ δύναμαι· ἀλλὰ σὺ ἐπιτήρει τὸν ἄνδρα”. ἀποκρίνεται Βαλεντῖνος ὅτι “γένοιτο μὲν καὶ Ἰνγένουον γνήσιον περὶ τὴν δουλείαν ὑμῶν ὀφθῆναι· ἐπεὶ τὸ ἐν ἐμοὶ οὐκ ἂν παραλείψω τι τῶν εἰς εὔνοιαν ὁρώντων τοῦ ὑμετέρου οἴκου. Mai. 120 p. 237 = p. 221, 8—18 Dind. = fr. 5, 1 Mueller (F. H. Gr. 4, 194).

163

Ὅτι ἐν τῷ κατὰ Ἰνγενούου πολέμῳ πολλοὶ καὶ τέκνα καὶ γονεῖς καὶ ἀδελφοὺς ἀνεῖλον ἐπὶ τοσοῦτον ὥστε τινὰ κατασχεῖν ἴδιον ἀδελφὸν παρὰ Γαλιηνῷ καὶ εἰπεῖν “ὦ βασιλεῦ, οὗτος ἀδελφὸς ἐμός ἐστι, καὶ ἐν τῷ πολέμῳ κατέσχον αὐτόν.” ὁ δὲ νομίσας ὅτι παραι‐
5τήσασθαι αὐτὸν βούλεται καὶ ἀπεδέξατο καὶ ἐπῄνεσεν καὶ ὑπέσχετο πολλὰ δώσειν καὶ τὴν ἁμαρτίαν τῆς τυραννίδος συγχωρεῖν· τὸν δὲ εἰπεῖν ὅτι οὐ χρὴ τὸν ἅπαξ ἀντάραντα ὅπλα βασιλεῖ ζῆσαι, καὶ τῷ ξίφει ἀνελεῖν αὐτόν· ὁ δὲ Γαλιηνὸς ἠγανάκτησε μέν, πλὴν διὰ τὸ ἀδόκητον τῶν πραγμάτων συνεχώρησεν. Mai. 120 p. 237 = p. 221,
1019—30 Dind. = fr. 5, 2 Mueller (F. H. Gr. 4, 194).

164

Ὅτι Κλαύδιος ἔτυχεν τρωθεὶς εἰς τὸν ἀστράγαλον καὶ μετὰ πολλῆς σπουδῆς ὁ βασιλεὺς περὶ αὐτοῦ ἐπυνθάνετο· εἷς οὖν τῶν στρατιωτῶν εἶπεν ὅτι “ὡς Ἀχιλλεὺς πολεμήσας γενναίως ἐτρώθη καὶ
5ἐν τῷ καταγωγίῳ τῷ ἑαυτοῦ ἐστι θεραπευόμενος”· ὥστε τὸν βασιλέα εἰπεῖν ὅτι “εἰκότως καὶ εἰς τὸν ἀστράγαλον ἐτρώθη.” Mai. 121 p. 237 = p. 221, 31—222, 5 Dind. = fr. 5, 3 Mueller (Fr. H. Gr. 4, 194).

165

Ὅτι Γαλιηνὸς ὁ βασιλεὺς πρὸς Πόστομον αὐτοκράτορα ἀναγορευθέντα πέμπει πρεσβευτὰς τοὺς ἐπισταμένους τὰ γενόμενα παρ’ αὐτοῦ καὶ ἐροῦντας αὐτῷ ὅτι χρὴ τὰ ὀχυρὰ καταλαβόντας ἡσυχάζειν· “ἀλλὰ παραχώρησόν μοι εἰσελθεῖν, ἵνα διακριθῶμεν πολέμῳ·
5καὶ ὁ κρείττων βασιλεύς”· ὁ δὲ ἀντεδήλωσεν ὅτι “οὔτε παραχωρῶ σοί ποτε ἑκὼν παρελθεῖν τὰς Ἄλπεις οὔτε εἰς τοιαύτην ἀνάγκην εὔχομαι καταστῆναι ἵνα Ῥωμαίοις πολεμήσω.” Γαλιηνὸς δὲ πέμπει πρὸς αὐτόν “οὐκοῦν ἀμφότεροι μονομαχήσωμεν, ἵνα μὴ Ῥωμαῖοι ἀπόλωνται.” ὁ δὲ ἀντεδήλωσεν “ἐγὼ οὔτε μονομάχος εἰμὶ οὔτε γέ‐
10γονά ποτε· ἀλλ’ ἀπολλυμένας τὰς ἐπαρχίας ταύτας ὑπὸ σοῦ ταχθεὶς διασώζειν ἔσωσα· καὶ ὑπὸ τῶν Γάλλων ᾑρέθην βασιλεύς· καὶ ἀρκοῦ‐
μαι τούτων ἄρχειν τῶν ἑκουσίως με ἑλομένων· καὶ εἴ τι δύναμαι, τῇ βουλῇ τῇ ἐμαυτοῦ καὶ τῇ δυνάμει τούτοις βοηθῶ.” Mai. 121 p. 238 = p. 223, 8—24 Dind. = fr. 6 Mueller (F. H. Gr. 4, 194).743

166

Ὅτι τὸν Ὀδέναθον τὸν παλαιὸν Ῥουφῖνος ἀναιρεῖ ὡς νεω‐ τέροις ἐπιχειροῦντα πράγμασιν· κατηγόρει δὲ ὁ νέος Ὀδέναθος Ῥου‐ φίνου, ὡς φονεύσαντος τὸν πατέρα αὐτοῦ· ὁ δὲ βασιλεὺς ἠρώτησε τὸν Ῥουφῖνον διὰ τί ταῦτα ἐποίησεν. ὁ δὲ εἶπεν ὅτι σὺν δίκῃ τοῦτο
5ἐποίησεν· “καινοῖς γὰρ ἐπεχείρει πράγμασιν· καὶ εἴθε ἐπέτρεπές μοι καὶ τοῦτον τὸν Ὀδέναθον τὸν υἱὸν αὐτοῦ ἀνελεῖν, καὶ παραχρῆμα τοῦτο ἐποίουν”· ἦν δὲ ὁ Ῥουφῖνος ποδαλγὸς καὶ χειραλγός, παντε‐ λῶς μὴ κινηθῆναι δυνάμενος· καὶ ἔλεγεν αὐτῷ ὁ βασιλεύς “ποίᾳ δυνάμει ἢ ποίῳ σώματι θαρρῶν ταῦτα λέγεις;” ὁ δὲ ἔλεγεν “οὐδὲ εἰ
10ἔτυχον ὑγιὴς ὢν πλέον τῆς νεότητός μου, ἠδυνάμην διὰ τοῦ σώματός μού τί ποτε εἰς αὐτὸν ποιῆσαι· ἀλλὰ τῇ σῇ δεξιᾷ κελεύων καὶ δια‐ τυπῶν πάντα κατώρθουν· καὶ σὺ γὰρ αὐτός, ὦ βασιλεῦ, οὐ τῷ σώματί σου ἰσχύων ποιεῖς ἃ ποιεῖς, ἀλλὰ τοῖς στρατιώταις σου κελεύων.” καὶ ἐπῄνεσεν τοὺς λόγους αὐτοῦ ὁ Γαλιηνός. Mai. 122
15p. 238 sq. = p. 224, 8—25 Dind. = fr. 7 Mueller (F. H. Gr. 4, 195).

167

Ὅτι Κύντος ὁ Μακριανοῦ υἱὸς τὸ βασίλειον καὶ παραχρῆμα ἐν Ἐμίσῃ ἐκάθητο· καὶ παραγίνεται Ὀδέναθος μετὰ πλήθους βαρβάρων καὶ δηλοῖ αὐτοῖς ὅτι “παράδοτε ἑαυτοὺς ἢ πολεμήσατε”· οἱ δὲ εἶπον ὅτι πᾶν ὁτιοῦν ἠνείχοντο ὑπομένειν ἢ βαρβάρῳ ἑαυτοὺς παραδοῦναι.
5Mai. 122 p. 239 = p. 225, 8—13 Dind. = fr. 8, 1 Mueller (F. H. Gr. 4, 195).

168

Ὅτι Κυρῖνος ἐδυσχέρανεν ὡς ὅτι τῶν Ῥωμαίων τὸν πόλεμον ᾠκειώσατο Ὀδέναθος· ὁ δὲ τοῦτο μαθὼν ἐκέλευσεν αὐτὸν ἀναιρεθῆ‐ ναι· καὶ ἐκ τῶν οἰκείων πολλὰ ἐφιλοτιμήσατο εἰς ταφὴν αὐτοῦ, ἅτινα καὶ ζῶντι αὐτῷ ἐπέδειξεν· ὁ δὲ γελάσας ἔφη πολλῆς ἀμαθίας καὶ
5εὐηθείας πεπληρῶσθαι τὸν ἄνδρα· ἀμαθίας μέν, ὅτι τοὺς ἐχθροὺς ἀναιροῦμεν, τοῖς δὲ φίλοις χαριζόμεθα, ἀγνοεῖν δὲ αὐτὸς πότερον εἰς φίλους ἢ εἰς ἐχθροὺς τάξει αὐτόν· εὐηθείας δέ, ὅτι βούλεται περιόντα αὐτὸν καὶ αἰσθανόμενον λυπῆσαι καὶ φονεῦσαι, τελευτῶντα δὲ καὶ ἀναισθητοῦντα δωρεαῖς τιμᾶν· καὶ ἡ τοσαύτη εὐτυχία ταχεῖαν ἔσχε
10μετάπτωσιν. Mai. 123 p. 239 sq. = p. 225, 14—26 Dind. = fr. 8, 2 Mueller
(F. H. Gr. 4, 195).744

169

Ὅτι τῶν Σκυθῶν ἐπὶ Κλαυδίου τὰς Ἀθήνας ἑλόντων καὶ συναγαγόντων πάντα τὰ βιβλία καὶ βουληθέντων καῦσαι, ἄλλος τις ἐν αὐτοῖς φρόνιμος εἶναι νομιζόμενος ἐκώλυσε λέγων ὅτι “περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες πολέμου ἀμελοῦσι.” τοῦτο δὲ ὡς
5ἄπειρος εἶπεν· εἰ γὰρ ᾔδει τὰς τῶν Ἀθηναίων καὶ Ῥωμαίων ἀρετάς, οἵτινες ἐν λόγοις καὶ ἐν πολέμοις εὐδοκίμουν, οὐκ ἂν τοῦτο εἶπεν. Mai. 123 p. 240 = p. 226, 8—15 Dind. = fr. 9, 1 Mueller (F. H. Gr. 4, 196).

170

Ὅτι οἱ Σκύθαι πρὸς τοὺς ἐν πόλεσιν ἐγκεκλεισμένους ἀπέ‐ σκωπτον, ὅτι οὗτοι οὐκ ἀνθρώπινον βίον ζῶσιν, ἀλλ’ ὀρνίθων ἐν καλιαῖς εἰς τὸ ὕψος καθημένων, καὶ ὅτι καταλιπόντες τὴν γῆν τὴν τρέφουσαν αὐτοὺς ἀκάρπους πόλεις ἐπιλέγονται καὶ ὅτι τοῖς ἀψύχοις
5θαρροῦσι μᾶλλον ἤπερ ἑαυτοῖς. Mai. 123 p. 240 = p. 226, 16—21 Dind. = fr. 9, 2 Mueller (F. H. Gr. 4, 196).

171

Ὅτι Ἀνδοννόβαλλός τις ἦν, ὃς ἀπὸ Ἐρούλων προσέφυγε πρὸς Ῥωμαίους· καὶ ἦλθεν εἰς λόγους Βιβούλῳ τῷ βασιλεῖ τῶν Ῥω‐ μαίων· προέτρεπε γὰρ αὐτὸν δοῦναι ἑαυτὸν τῷ βασιλεῖ· ὁ δὲ ἐκάλει αὐτὸν δοῦλον φιλοδεσπότην καὶ γαστρὸς ἥττονα, καὶ ὅτι τὴν ἐλευ‐
5θερίαν διὰ τὸ φαγεῖν καὶ τὸ φορέσαι ἐπώλησεν· ἐκεῖνος δὲ ἀντέλεγεν αὐτῷ “ἐγὼ ἐλεύθερός εἰμι· καὶ γὰρ φίλος βασιλέως τηλικούτου εἰμὶ καὶ οὐδέν μοι τῶν ἀγαθῶν λείπει· σὺ δὲ οὔτε ἐσθῆτος οὔτε τροφῆς εὐπορεῖς.” Mai. 124 p. 241 = p. 226, 22—31 Dind. = fr. 9, 3 Mueller (F. H. Gr. 4, 196).

172

Ὅτι μετὰ τὴν νίκην τῶν Σκυθῶν εὐφραινομένου τοῦ βασι‐ λέως καὶ ἑστιῶντος εἰσῆλθεν Ἀνδοννόβαλλος ἐπὶ πάντων καὶ λέγει ὅτι “χάριν θέλω τινά ποτε παρὰ σοῦ αἰτῆσαι.” καὶ νομίσας μέγα τί ποτε αἰτεῖσθαι ἐπέτρεψεν αὐτῷ αἰτεῖσθαι· καὶ λέγει Ἀνδοννόβαλλος
5“δός μοι καλὸν οἶνον, ἵνα καλέσω πάντας τοὺς τοῦ οἴκου μου καὶ εὐφρανθῶ μετ’ αὐτῶν.” καὶ γελάσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτῷ δοθῆναι οἶνον· δέδωκεν δὲ αὐτῷ καὶ ἑτέρας πολλὰς δωρεάς. Mai. 124 p. 241 = p. 226, 32—227, 8 Dind. = fr. 9, 4 Mueller (F. H. Gr. 4, 196).

173

Ὅτι Αὐρηλιανὸς βασιλεύσας καὶ συναγαγὼν πάντας τοὺς ἐν λόγῳ ἐν Ῥαβέννῃ βουλὴν ἐποιεῖτο πῶς χρὴ βασιλεύειν αὐτῶν· ἠβούλετο γὰρ μετὰ θάνατον Κλαυδίου ἐξ ὧν ἔπραττεν μείζων ἐκείνου
φαίνεσθαι. εἷς δὲ τῶν ἐκ τῆς συγκλήτου εἶπεν αὐτῷ “ἐὰν θέλῃς745
5καλῶς βασιλεῦσαι, χρυσῷ καὶ σιδήρῳ σαυτὸν ὀχύρωσον, κατὰ μὲν τῶν λυπούντων σε σιδήρῳ, πρὸς δὲ τοὺς θεραπεύοντας χρυσῷ”. καὶ πρῶτος τῆς κακῆς συμβουλῆς ταύτης αὐτὸς ὁ συμβουλεύσας ἀπή‐ λαυσεν. Mai. 125 p. 241 sq. = p. 228, 8—16 Dind. = fr. 10, 1 Mueller (F. H. Gr. 4, 197).

174

Ὅτι Ἀλβῖνος γέρων ὢν ἐνόσει τὴν ἐπιθάνατον· εἰσελθὼν δέ τις ἐπυνθάνετο αὐτὸν πῶς διάκειται; ὁ δὲ εἶπεν “εἰ μὲν σώζεται ἡ πατρίς, κακῶς· πάντως γὰρ ἀποθνήσκω· εἰ δὲ μὴ σώζεται, καλῶς· ἐγὼ γὰρ φθάνω ἀποθανεῖν, πρὶν μάθω τὸν ὄλεθρον τῆς πατρίδος·
5καὶ τούτου μεῖζον ἀγαθὸν οὐ ζητῶ.” Mai. 125 p. 242 = p. 228, 17—22 Dind. = fr. 10, 2 Mueller (F. H. Gr. 4, 197).

175

Ὅτι Αὐρηλιανὸς μαθὼν ἐν Πλακεντίᾳ εἶναι μοῖραν τῶν βαρβάρων ἐδήλωσεν αὐτοῖς ὅτι “εἰ μὲν θέλετε πολεμήσειν, ἰδοὺ ἕτοι‐ μός εἰμι· εἰ δὲ τὰ βελτίονα λογίζεσθε, παραδοῦναι ἑαυτούς, δέχομαι ὑμᾶς ὡς δεσπότης ὑμῶν·” οἱ δὲ ἀντεδήλωσαν ὅτι “ἡμεῖς οὐκ ἔχομεν
5δεσπότην· καὶ αὔριον ἑτοίμασον σαυτὸν καὶ μανθάνεις ὅτι πρὸς ἐλευθέρους πολεμεῖς.” Mai. 125 p. 242 = p. 228, 23—29 Dind. = fr. 10, 3 Mueller (F. H. Gr. 4, 197).

176

Ὅτι Αὐρηλιανὸς ἐν τῷ πολιορκεῖν τὰ Τύανα εἰρήκει τοῖς στρατιώταις ὅτι “ἐὰν εἰσέλθωμεν, μηδὲ κύνα ἐάσητε,” μετὰ δὲ τὴν ἅλωσιν ἀπηγόρευσε τοῖς στρατιώταις μήτε φονεῦσαι μήτε διαρ‐ πάσαι· ἔλεγον οὖν αὐτῷ θυμούμενοι οἱ στρατιῶται ὅτι “ἃ ὑπέσχου,
5ἐπίτρεψον ἡμῖν ποιῆσαι”. ὁ δὲ λέγει αὐτοῖς “ἀληθεύετε ὅτι ἐγὼ εἶπον· ἀπέλθετε, κύων μὴ εὑρεθῇ ἐν τῇ πόλει ταύτῃ, ἀλλὰ πάντας φονεύσατε.” καὶ ἔπεμψε καὶ τοὺς τριβούνους καὶ τοὺς στρατιώτας καὶ πάντας τοὺς κύνας ἐφόνευσεν· ὥστε εἰς γέλωτα λυθῆναι τὸν θυμὸν τοῦ στρατεύματος. καὶ μετὰ ταῦτα συγκαλέσας αὐτοὺς εἶπεν
10ὅτι “ἡμεῖς ὑπὲρ τοῦ ἐλευθερῶσαι τὰς πόλεις ταύτας πολεμοῦμεν·
10καὶ ἐὰν μέλλωμεν πραιδεύειν αὐτάς, οὐκέτι ἡμῖν πιστεύουσιν· ἀλλὰ μᾶλλον τὴν πραῖδαν τῶν βαρβάρων ζητήσωμεν καὶ τούτων ὡς ἡμετέρων φεισώμεθα.” Mai. 126 p. 242 sq. = p. 228, 30—229, 14 Dind. = fr. 10, 4 Mueller (F. H. Gr. 4, 197).

177

Ὅτι Αὐρηλιανὸς ἔπεμψε πρεσβευτὰς πρὸς Ζηνοβίαν προτρέ‐ πων αὐτὴν ἐνδοῦναι τελεῖν ὑπ’ αὐτόν· ἡ δὲ ἀντεδήλωσεν ὅτι “ἐγὼ
οὐδὲν μέγα ἐβλάβην· οἱ γὰρ πεσόντες ἐν τῷ πολέμῳ σχεδὸν πάντες Ῥωμαῖοί εἰσιν.” Mai. 127 p. 243 = p. 229, 15—19 Dind. = fr. 10, 5746
5Mueller (F. H. Gr. 4, 197).

178

Ὅτι Αὐρηλιανὸς πειραθείς ποτε στρατιωτικῆς ἐπαναστάσεως ἔλεγεν ἀπατᾶσθαι τοὺς στρατιώτας, εἰ ἐν ταῖς αὐτῶν χερσὶ τὰς μοίρας εἶναι τῶν βασιλέων ὑπολαμβάνουσιν· ἔφασκε γὰρ τὸν θεὸν δωρησά‐ μενον τὴν πορφύραν (καὶ ταύτην ἐπεδείκνυ τῇ δεξιᾷ) πάντως καὶ
5τὸν χρόνον τῆς βασιλείας ὁρίσαι· καὶ οὐ πρότερον ἀπέστη πρὶν ἂν εἰς τοὺς ἀρχηγοὺς τῆς στάσεως πεντήκοντα ἐξεδίκησεν. Mai. 127 p. 243 = p. 229, 20—27 Dind. = fr. 10, 6 Mueller (F. H. Gr. 4, 197).

179

Ὅτι πρὸς ἀνταρσίαν ἐλθόντος Κάρου ἐβουλεύσατο ὁ Πρόβος τί δεῖ ποιῆσαι αὐτόν· καὶ πάντων σιωπώντων Μαρτινιανός τις χιλίαρχος παρρησιασάμενος πολλὰ ἐνεκάλει αὐτῷ ὡς διὰ τὸν ὄκνον αὐτοῦ τῶν πραγμάτων ἀπολλυμένων, καὶ προέτρεπε αὐτὸν παρα‐
5χρῆμα κινῆσαι καὶ ἐξελθεῖν εἰς πόλεμον καὶ ἀπαντῆσαι τῷ τυράννῳ. Mai. 127 p. 243 = p. 230, 7—13 Dind. = fr. 11 Mueller (F. H. Gr. 4, 198).

180

Ὅτι ἅμα τῇ ἀναγορεύσει λέγουσιν εἰρηκέναι τὸν Κάρον ὅτι ἐπὶ κακῷ Περσῶν εἰς τὴν βασιλείαν ἦλθεν. Mai. 127 p. 244 = p. 230, 20. 21 Dind. = fr. 12 Mueller (F. H. Gr. 4, 198).

181

Ὅτι ἐν αὐτῇ τῇ οἰκείᾳ ἀναγορεύσει ὁ Διοκλητιανὸς τὰ τότε σεβόμενα θεῖα μαρτυρόμενος ἔλεγεν μὴ διὰ 〈τὸ〉 τῆς βασιλείας ἐφίε‐ σθαι Καρῖνον ἀνελεῖν, ἀλλὰ διὰ τὸ ἐλεεῖν τὴν πολιτείαν. Mai. 128 p. 244 = p. 230, 27—30 Dind. = fr. 13, 1 Mueller (F. H. Gr. 4, 198).

182

Ὅτι τὸ πολλὰ πράττειν ἀντικλιμακτήρων καὶ κινδύνων πολλῶν αἴτιον γίνεται. Mai. 128 p. 244 = p. 230, 31. 32 Dind. = fr. 13, 2 Mueller (F. H. Gr. 4, 198).

183

Ὅτι ἡ ἀνθρωπίνη φύσις τἀναντία μᾶλλον ἐπίσταται φέρειν ἢ μέτρον ἐν ταῖς εὐτυχίαις φυλάττειν. Mai. 128 p. 244 = p. 231, 1. 2 Dind. = fr. 13, 3 Mueller (F. H. Gr. 4, 198).

184

Ὅτι καὶ διὰ τὸ τιμῆς αὐτὸν ἀθανάτου τετυχηκότα χρῆναι μεμνῆσθαι ὅτι θνητός ἐστι καὶ τῶν ἀνθρωπίνων συμφορῶν οὐκ ἀλλότριος. Mai. 128 p. 244 = p. 231, 3—5 Dind. = fr. 13, 4 (F. H. Gr. 4, 198).

185

Ὅτι Λούκιος Ὀκτάβιος εἰς δεῖπνον κληθεὶς θριάμβου καὶ ἀποκληθεὶς ἀπήγγειλεν ἑαυτὸν εἰς τὸ συμπόσιον ἥξειν, εἰ μὴ ὡς οἷόν τε κάλλιστα μέρη αὐτῷ πεμφθείη. Mai. 128 p. 244 = p. 231, 8—9
Dind. = fr. 13, 5 Mueller (F. H. Gr. 4, 198).747

186

Ὅτι Διοκλητιανὸς ὄψεώς τινος ἐν ὕπνοις πολλάκις αὐτὸν ἐνοχλούσης, ὥστε ἀρχὴν ἐγχειρίσαι τινὶ ὅν γε ὀνομαστὶ ἡ ὄψις ἐσή‐ μανεν, ὑπονοήσας εἶναι τοῦτο ἐκ γοητείας, ἔν τινι ἡμέρᾳ μετακαλε‐ σάμενος αὐτὸν τοῦτο μόνον ἔφη πρὸς αὐτόν “δέξαι ἀρχὴν ἣν καθ’
5ἑκάστην νύκτα αἰτεῖς παρ’ ἐμοῦ, καὶ μὴ φθονήσῃς τῷ βασιλεῖ τῆς ἐκ τοῦ ἡσυχάζειν θεραπείας.” Mai. 128 p. 245 = p. 231, 10—16 Dind. = fr. 13, 6 Mueller (F. H. Gr. 4, 198).

187

Ὅτι Λικίννιος τὰ χρυσᾶ νομίσματα, ἐν οἷς ὁ Κωνσταντῖνος τὴν κατὰ Σαρματῶν αὐτοῦ νίκην ἐτύπωσεν, οὐ προσεδέχετο, ἀλλ’ ἀναχωνεύων αὐτὰ εἰς ἑτέρας μετέφερε χρήσεις, οὐδὲν ἄλλο τοῖς περὶ τοῦτο μεμφομένοις ἀποκρινόμενος ἢ ὅτι οὐ βούλεται βάρβαρον ἐρ‐
5γασίαν ἐν τοῖς συναλλάγμασι τῆς ἑαυτοῦ βασιλείας ἀναστρέφεσθαι. Mai. 129 p. 245 = p. 231, 22—28 Dind. = fr. 14, 1 Mueller (F. H. Gr. 4, 198).

188

Ὅτι Κρίσπου τοῦ υἱοῦ Κωνσταντίνου μεγάλαι ἐφάνησαν ἀνδραγαθίαι· καὶ πολλάκις Λικίννιος ὑπ’ αὐτοῦ ἡττηθεὶς ἀχθόμενος τὰ Ὁμηρικὰ ταῦτα ἔλεγεν ἔπη Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
5 σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. Mai. 129 p. 245 sq. = p. 231, 29—232, 2 Dind. = fr. 14, 2 Mueller (F. H. Gr. 4, 199).

189

Ὅτι Τιβέριος ἀνήγγελλεν ἐπὶ τὴν σύγκλητον ὥστε τὸν Χριστὸν τρισκαιδέκατον θεὸν εἶναι· ἡ δὲ σύγκλητος οὐκ ἀπεδέξατο, ὥστε καί τινα ἀστειευόμενον εἰπεῖν ὅτι “τρισκαιδέκατον οὐ δέχεσθε, καὶ πρῶτος ἔρχεται”. Mai. 129 p. 246 = p. 232, 3—7 Dind. = fr. 14, 3
5Mueller (F. H. Gr. 4, 199).

190

Ὅτι Κωνσταντῖνος ἐβουλεύσατο πρῶτον ἐν Σαρδικῇ μετα‐ γαγεῖν τὰ δημόσια· φιλῶν τε τὴν πόλιν ἐκείνην συνεχῶς ἔλεγεν “ἡ ἐμὴ Ῥώμη Σαρδική ἐστι.” Mai. 130 p. 246 = p. 232, 13—15 Dind. = fr. 15, 1 Mueller (F. H. Gr. 4, 199).

191

Ὅτι Κωνσταντῖνος τὰ τῶν πρότερον βεβασιλευκότων ἔργα
καλύψαι θέλων, τούτων τὰς ἀρετὰς ἐπωνύμοις τισὶν ἐκφαυλίζειν ἐσπούδαζεν· τὸν μὲν γὰρ Ὀκταβιανὸν Αὔγουστον κόσμον τύχης ἐκάλει, τὸν δὲ Τραιανὸν βοτάνην τοίχου, Ἀδριανὸν δὲ ἐργαλεῖον748
5ζωγραφικόν, Μάρκον δὲ καταγέλαστον, Σεβῆρον ...... Mai. 130
p. 246 = p. 232, 16—21 Dind. = fr. 15, 2 Mueller (F. H. Gr. 4, 199).749