TLG 0385 009 :: CASSIUS DIO :: Reliquiae incertae sedis CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus Reliquiae incertae sedis
Citation: Fragment — section — (line) | ||
1t | EX TZETZAE SCHOLIIS IN LYCOPHRONIS ALEXANDRAM. | |
12,1col1 | Αὐσονία δὲ κυρίως, ὡς Δίων γράφει 〈ὁ〉 Κοκκειανός, ἡ τῶν Αὐρούγκων γῆ μόνη λέγεται, μέσον Καμπανῶν καὶ Οὐόλ‐ σκων παρὰ θάλασσαν κειμένη. συχνοὶ | |
5 | δὲ καὶ μέχρι τοῦ Λατίου Αὐσονίαν εἶναι ἐνόμισαν, ὥστε καὶ πᾶσαν τὴν Ἰταλίαν ἀπ’ αὐτῆς ........ Tzetz. | |
---|---|---|
in Lycophr. 44. | Column end | |
12,1col2 | Αὔσονες γὰρ κυρίως, ὥσπερ καὶ περὶ τὰς ἀρχὰς ἔφην, οἱ Αὐροῦγ‐ κοι λέγονται μέσον Καμπανῶν καὶ Οὐόλκων κείμενοι. ἔνιοι δὲ | |
5 | καὶ μέχρι Λατίου Αὐσονίαν ἐνό‐ μισαν εἶναι, ὥστε ἐκ τούτου τινὲς καὶ πᾶσαν τὴν Ἰταλίαν | |
φασίν. Tzetz. in Lycophr. 615. | Column end | |
12,2 | ἔνθα νῦν ἡ Ῥώμη ἐστί, χωρίον ἦν πρῶτον λεγόμενον Οἴνωτρον, ὅπου ὁ Φιλοκτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, καθὰ Διο‐ νύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ Ῥωμαϊκὰ γράψαντες | |
ἱστοροῦσιν. Tzetz. in Lycophr. 912. | 356 | |
2t | EX ANONYMO ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ (BEKK. ANECD.). | |
2.1 | Δίων “εὐεργεσίαν ὑμῖν ὀφειλήσει”. Bekk. Anecd. 160 17. | |
2.2 | παρὰ Δίωνι “οὔκουν οὐδ’ ἄρχοντες πρὶν διανομοθετηθῆναι αὐτῶν ὠνομάζοντο”. Ibid. p. 164 11. | |
2.3 | Δίων “οὐχ ὅπως ἐπείσθησαν αὐτοῦ”. Ibid. p. 164 23. | |
2.4 | Δίωνος ιθʹ βιβλίῳ “καὶ τούς τε ἀντεπεξελθόντας οἱ ἀνέκο‐ ψαν”. Ibid. p. 124 7. | |
2.5 | Δίων ιθʹ βιβλίῳ “Ταραντῖνοι μὲν οὖν οὐδὲν οὐδὲ ἐκείνου προτιμήσαντες”. Ibid. p. 165 21. | |
2.6 | Δίων ιθʹ βιβλίῳ “ῥᾷον καὶ τὰ λοιπὰ προσκατεργάσασθαι”. Ibid. p. 166 11. | |
2.7 | Δίων κβʹ βιβλίῳ “ὧν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ καὶ ὁμολογίᾳ παρίστατο”. Ibid. p. 166 5. | |
2.8 | Δίων νʹ βιβλίῳ “ἐφ’ ᾧ καὶ τήν τε χώραν σφῶν παντελῶς ἐκλίπωσιν”. Ibid. p. 140 17. | |
2.9 | Δίων μϛʹ βιβλίῳ “καὶ οἱ ἵπποι τοῖς στρατιώταις ὑπούρ‐ γησαν”. Ibid. p. 117 32. | |
3t | EX FLORILEGIO. | |
3.1 | ἀδύνατον γάρ ἐστι τἀναντία τινὰ τοῖς [οὐκ] ὀρθῶς ἔχουσι πράτ‐ τοντα καὶ ἀγαθοῦ τινος ἀπ’ αὐτῶν ἀπολαῦσαι. Max. Conf. Flor. | |
f. 7r (M. p. 562 [ex Arsenio]). | 357 | |
3.2 | οὐ γὰρ αἱ ἐπικλήσεις καὶ τοὺς τρόπους τῶν ἀνθρώπων μετα‐ βάλλουσιν, ἀλλ’ ὅπως ἄν τις τὰ πράγματα μεταχειρίζηται, τοιαύτας καὶ ἐκείνας δοκεῖν εἶναι ποιεῖ· καὶ πολλοὶ μὲν μοναρχοῦντες ἀγαθῶν αἴτιοι τοῖς ἀρχομένοις γίγνονται, διὸ καὶ βασιλεία τὸ τοιοῦτον | |
5 | ὀνομάζεται, πολλοὶ δὲ δημοκρατούμενοι μυρία κακὰ αὑτοὺς ἐρ‐ γάζονται. Max. Conf. Flor. f. 50v (M. p. 556). | |
3.3 | πέφυκεν γὰρ ὡς ἀεὶ πρὸς τὰς γνώμας τῶν ἀρχόντων τυποῦ‐ σθαι καὶ τὸ ὑποχείριον. Max. Conf. Flor. f. 51r (M. p. 560 [ex Antonii melissa]). | |
3.4 | οὐδὲν γὰρ καὶ στράτευμα καὶ τἆλλα πάντα ὅσα ἀρχῆς τινος δεῖται 〈οὕτωσ〉 οὔτε ἐπὶ τὸ χεῖρον οὔτε ἐπὶ τὸ κρεῖττον προάγει ὡς ὅ τε τρόπος καὶ ἡ δίαιτα τοῦ ἐπιστατοῦντος αὐτῶν· πρὸς γὰρ τὰς γνώμας τάς τε πράξεις τῶν ἡγουμένων σφίσιν οἱ πολλοὶ | |
5 | ἐξομοιοῦνται, καὶ ὁποῖα ἂν ἐκείνους δρῶντας ἴδωσι, τοιαῦτα καὶ αὐτοὶ οἱ μὲν ὡς ἀληθῶς οἱ δὲ καὶ προσποιούμενοι πράττουσιν. Max. Conf. Flor. f. 51r (M. p. 556). | |
3.5 | φιλεῖ πως λυπεῖν μᾶλλόν τινας τῶν μὴ προσδοκηθέντων ἀρχὴν ὅσα ἂν ἐν ἐλπίδι γενόμενα διαπέσῃ· τὰ μὲν γὰρ πόρρω σφῶν νο‐ μίζοντες εἶναι ἧττον αὐτῶν ὡς καὶ ἀλλοτρίων ἐφίενται, τῶν δὲ ἐγγὺς ἐλθόντες ἄχθονται ὡς καὶ οἰκείων στερόμενοι. Max. Conf. | |
5 | Flor. f. 160r (M. p. 558). | |
3.6 | πολλῷ κρεῖττόν ἐστι κατορθώσαντάς τι ζηλοτυπηθῆναι ἢ | |
πταίσαντας ἐλεηθῆναι. Arsenii Anth. (M. ib.) | 358 |