TLG 0385 006 :: CASSIUS DIO :: Historiae Romanae (versio 2 in volumine 2) CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus Historiae Romanae (versio 2 in volumine 2) Citation: Book — chapter — section — (line) | ||
59.255b(2n) | [Exc. Vat.] | |
3 | ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼν Κεριάλιον καὶ τὸν υἱὸν αὐτοῦ | |
---|---|---|
5 | Παπίνιον βουλευτὰς ἐτιμωρήσα‐ το, ὥστε ἐξειπεῖν τὰς κατ’ αὐ‐ τοῦ γινομένας ἐπιβουλάς. καὶ ὁ μὲν Κεριάλιος παντελῶς οὐ‐ δὲν εἶπεν, παραχρῆμα δὲ ἐπ’ | |
10 | ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν. ἐν οἷς ἦν καὶ Βάσσος· καὶ παρε‐ | |
59.25.6 | σκεύασε τὸν πατέρα αὐτοῦ μὴ ψευδῶς κατηγορηθέν‐ | |
τα μηδὲ ἔγκλημα ἔχοντα | 647 | |
4n | [Exc. Vat.] | |
5 | παρεῖναι, ἵνα θεάσηται τὴν ἀναίρεσιν τοῦ παι‐ δός. πυθομένου δὲ τοῦ γέροντος εἰ ἔξεστιν αὐτῷ μύσαι τοὺς ἀφροδισίους, | |
10 | ἐκέλευσε μετὰ τὸ φο‐ νευθῆναι τούτους κἀ‐ | |
59.25.7 | κεῖνον φονευθῆναι. ὁ δὲ προσποιησάμενος ἔλε‐ γεν δικαίαν εἶναι τὴν κρίσιν τοῦ βασιλέως· ὡς ἀληθῶς γὰρ καὶ | |
5 | ἐκείνους καὶ ἑαυτὸν τῶν φονέων εἶναι, καὶ πολλοὺς ἄλλους εἶναι τοὺς συνειδότας ἡμῖν. καὶ ἀπαιτηθεὶς εἰπεῖν εἶπεν πάντας τοὺς πλησίον αὐτοῦ καὶ τοῖς κακοῖς τού‐ τοις ὑπουργοῦντας. καὶ ἔδρασεν ἂν τὰ | |
10 | μέγιστα, εἰ μὴ προαχθεὶς καὶ τοὺς πάνυ γνησίους αὐτοῦ ὠνόμασεν· οὕτω γὰρ ἠπι‐ στήθη καὶ περὶ τῶν ἄλλων. ἐκεῖνος δὲ ἀνῃρέθη. Petr. Patr. exc. Vat. 29 (p. 204 sq. Mai. = p. 187, 7—25 Dind.) | |
59.25.8 | ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρ‐ χους καλέσας καὶ ἄλλους δύο εἰσ‐ ῆλθεν ἐν χιτωνίσκῳ, καὶ λέγει αὐτοῖς “ἰδοὺ ὑμεῖς τρεῖς ἐστε | |
5 | ὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμ‐ νός· ἐὰν μισῆτέ με, φονεύσατέ με.” | |
ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ | 648 | |
8n | [Exc. Vat.] | |
9 | προσέπεσον καὶ παρεκάλουν μηδὲν | |
10 | τοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρη‐ σεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸς ὕποπτος περὶ τὴν φιλίαν αὐτῶν διέκειτο, κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρου‐ εν αὐτοὺς ἀλλήλοις. Petr. Patr. exc. Vat. | |
15 | 30 (p. 205 Mai. = p. 187, 26—188, 2 D.) | 649 |
59.301c(1n) | [Exc. Vat.] | |
2 | ὅτι μετὰ τὴν τε‐ λευτὴν Γαΐου ὁ δῆμος διὰ τὸ εἰπεῖν αὐτὸν | |
5 | ὅτι ἔδει πάντας ἔχειν ἕνα τράχηλον ἐμπαί‐ ζων αὐτῷ ἔλεγεν· “ἡμεῖς ἕνα μὲν αὐχέ‐ να οὐκ ἔχομεν πολ‐ | |
10 | λὰς δὲ χεῖρας. Petr. Patr. Exc. Vat. 35 (p. 206 Mai. = p. 188, 29‐ 32 Dind.) ὅτι πολλοὶ τῶν συν‐ | |
15 | ασελγαινόντων καὶ συν‐ εξημαρτηκότων αὐτῷ ἤχθοντο καὶ ἐταράτ‐ τοντο καὶ τοὺς στρατιώ‐ τας πολλὰ πειραθέντες | |
20 | καταστῆσαι οὐκ ἠδύναν‐ το, Βαλέριος δὲ Ἀσια‐ τικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστόν τινα τρόπον κατέπαυσεν· διατρεχόν‐ | |
25 | των γὰρ αὐτῶν καὶ πυν‐ θανομένων τίς Γάιον ἀπέσφαξεν, ἵνα δίκην παρ’ αὐτοῦ λάβωσιν, ἀνῆλθεν εἰς περιφανὲς | |
30 | χωρίον καὶ ἐβόησεν αὐ‐ τοῖς· “εἴθε [αἴθε cod.] ἐγὼ αὐτὸν ἀπέκτεινα·” καὶ ἐκ τούτου κατα‐ πλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. Petr. Patr. exc. Vat. 36 | |
35 | (p. 206 sq. Mai. = p. 189, 1—10 Dind.) | 660 |