TLG 0385 005 :: CASSIUS DIO :: Historiae Romanae (versio 2 in volumine 1)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (versio 2 in volumine 1)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 1. Berlin: Weidmann, 1895 (repr. 1955): 1–8, 13–14, 28–29, 51–52, 55–57, 72, 74–75, 87–89, 160, 170, 183, 189, 219–220, 223, 232–233, 235, 251–252, 275, 293, 307–308.

Citation: Page — (line)

1

(n)

Tzetzes ad Lyc. Alex. v. 1232.]
1πεντηκοστῷ δὲ πέμπτῳ ἔτει ἀφ’
Ἡρακλέους οὗτος ὁ Αἰνείας, μετὰ1

2

(n)

Tzetz. ad Lyc. v. 1232.]
1τὴν τῆς Τροίας ἅλωσιν, εἰς Ἰτα‐ λίαν, ὡς ἔφημεν, καὶ Λατίνους παραγίνεται. περὶ Λαύρεντον δὲ προσώκειλε τὸ καὶ Τροίαν καλού‐
5μενον, περὶ Νουμίκιον ποταμόν, ἔχων καὶ τὸν ἐκ Κρεούσης υἱὸν αὐτοῦ Ἀσκάνιον ἢ Ἶλον· ὅπου φαγόντων τῶν μετ’ αὐτοῦ τὰς τραπέζας σελινίνας οὔσας, ἢ ἐκ
10τῶν σκληροτέρων μερῶν τῶν ἄρ‐ των (οὐ γὰρ εἶχον τραπέζας), ἔτι δὲ καὶ χοίρου λευκῆς ἀπὸ τοῦ πλοίου αὐτοῦ ἀποσκιρτησάσης ἐπὶ τὸ ἀπ’ αὐτῆς ὠνομασμένον Ἀλβα‐
15νὸν ὄρος καὶ τριάκοντα τετοκυίας, ἅπερ ἐδήλουν ὅτι τριακοστῷ ἔτει οἱ παῖδες αὐτοῦ καὶ γῆν καὶ κρά‐ τος ἄμεινον ἕξουσιν, ἐπαύθη τῆς
ἀλητείας, ἐκ χρησμοῦ τοῦτο2

3

(n)

Tzetz. ad Lyc. v. 1232.]
1προακηκοώς, θύσας δὲ καὶ τὴν χοῖρον παρεσκευά‐ ζετο κτίζειν πόλιν. ὁ δὲ Λατῖνος τοῦτον οὐκ
5εἴα· ἡττηθεὶς δὲ πολέμῳ δίδωσιν Αἰνείᾳ πρὸς γά‐ μον Λαβινίαν τὴν αὑτοῦ θυγατέρα. Αἰνείας δὲ κτί‐ σας πόλιν Λαβινίαν ὠνό‐
10μασε.
17Λατίνου δὲ καὶ Τύρνου τοῦ Ῥουτούλων βασι‐ λέως πολέμῳ ὑπ’ ἀλλή‐
20λων ἀποθανόντων Αἰνείας ἐβασίλευσεν.
ἀνῃρημένου δὲ καὶ3

4

(n)

Tzetz. ad Lyc. v. 1232.]
1Αἰνείου πολέμῳ ἐν Λαυ‐ ρέντῳ ὑπὸ τῶν αὐτῶν Ῥουτούλων καὶ Μα‐ ζεντίου τοῦ Τυρρηνοῦ,
5ἐγκύου οὔσης τῆς Αἰ‐ νείου γυναικὸς Λαβινίας τὸν Σίλβιον, Ἀσκάνιος ὁ ἐκ Κρεούσης παῖς βα‐ σιλεύει,
11ὃς καὶ τὸν Μαζέντιον πολέμῳ συμβαλόντα νικᾷ τελέως, μὴ δεχόμενον τὰς πρεσβείας, ἀλλὰ τὰ τοῦ
15Λατίνου πάντα εἰς ἐτή‐ σιον δασμὸν ζητοῦντα. αὐξηθέντες δὲ οἱ Λατῖνοι, ἐπεὶ καὶ τὸ τριακοστὸν ἔτος ἐνέστη, Λαβινίας μὲν
20ὑπερεφρόνησαν, Ἄλβαν δὲ Λόγγαν ἑτέραν πόλιν ἔκτισαν ἀπὸ τῆς χοίρου,
τουτέστι λευκὴν μακράν,4

5

(n)

Tzetz. ad Lyc. v. 1232.]
1καὶ τὸ ἐκεῖσε ὄρος Ἀλβα‐ νὸν ἐκάλεσαν ὁμοίως· τὰ δὲ ἐκ Τροίας ἀγάλματα μόνα πρὸς τὸ Λαβίνιον
5δεύτερον ὑπεστράφησαν. μετὰ δὲ Ἀσκανίου τελευ‐ τὴν οὐχ ὁ αὐτοῦ παῖς Ἰοῦλος ἐβασίλευσεν, ἀλλ’ ὁ ἐκ Λαβινίας Αἰνείου
10υἱὸς Σίλβιος, ἢ κατά τινας Ἀσκανίου υἱὸς Σίλ‐ βιος. Σιλβίου πάλιν Αἰ‐ νείας, οὗ Λατῖνος, οὗ Κά‐ πης, Κάπητος δὲ παῖς
15Τιβερῖνος.
18οὗ Ἀμύλιος,5

6

(n)

Tzetz. ad Lyc. v. 1232.]
1οὗ Ἀβεντῖνος.
3 Μέχρι τούτου τὰ περὶ Ἄλβης καὶ Ἀλβανῶν. τὰ δὲ περὶ Ῥώμης ἐν‐
5τεῦθεν. Ἀβεντῖνος γεννᾷ Νομή‐ τορα καὶ Ἀμούλιον, ἢ κατά τινας τὸν Πρόκαν. τοῦ Πρόκα δὲ τού‐ του λέγουσι παῖδας τοῦτον τὸν Νομήτορα καὶ Ἀμούλιον. βασι‐
10λεύοντα δὲ τὸν Νομήτορα ὁ Ἀμού‐ λιος ἐξήλασε, καὶ Αἰγέστην τὸν Νομήτορος υἱὸν ἐν κυνηγεσίῳ ἀναι‐ ρεῖ, τὴν δὲ ἀδελφὴν Αἰγέστου, θυγατέρα δὲ τοῦ προρρηθέντος Νο‐
15μήτορος, Σιλουίαν ἢ Ῥέαν Ἰλίαν ἱέρειαν τῆς θεᾶς Ἑστίας ποιεῖ, ὡς ἂν παρθένος διαμείνῃ· ἐδεδίει γάρ τινα χρησμὸν λέγοντα ὑπὸ τῶν Νομήτορος παίδων αὐτὸν ἀναιρε‐
20θῆναι. διά τοι τοῦτο τὸν μὲν Αἰγέστην ἀνεῖλε, τὴν δὲ ἱέρειαν τῆς Ἑστίας ἐποίησεν, ὅπως παρ‐
θένος καὶ ἄπαις διαμείνῃ. ἡ δὲ6

7

(n)

[Tzetz. ad Lyc. v. 1232.]
1ἐν Ἄρεος ἄλσει ὑδρευομένη ἔγκυος γίνεται, καὶ γεννᾷ Ῥωμύλον καὶ Ῥῶμον. καὶ τήνδε μὲν ἐξαιτεῖται μὴ ἀποθανεῖν ἡ τοῦ Ἀμουλίου θυγάτηρ, τὰ δὲ βρέφη Φαιστύλῳ ποιμένι, Λαυρεντίας ἀνδρί, ἔδοντο
5ῥῖψαι περὶ τὸν Τίβεριν ποταμόν. ἃ ἡ τούτου γυνὴ λαβοῦσα ἀνέτρεφεν· ἔτυχε γὰρ αὐτὴν τότε νεκρὸν βρέφος τεκεῖν. αὐξηθέντες δὲ ὁ Ῥωμύλος καὶ ὁ Ῥῶμος ἐποίμαινον κατὰ τοὺς τοῦ Ἀμουλίου ἀγρούς, ἀνελόντες δέ τινας τῶν τοῦ πάππου Νομή‐
10τορος ποιμένων ἐπετηροῦντο. κατασχεθέντος δὲ τοῦ Ῥώμου δραμὼν ὁ Ῥωμύλος τῷ Φαιστύλῳ λέγει, καὶ ὃς δραμὼν τῷ Νομήτορι πάντα διη‐ γεῖται. τέλος ἔγνω Νομήτωρ τῆς θυγατρὸς αὑτοῦ παῖδας ὄντας αὐτούς. οἱ δὲ συναραμένων πολλῶν
15ἀναιροῦσι τὸν Ἀμούλιον, τῷ δὲ Νομήτορι πάππῳ αὑτῶν τὴν βασιλείαν τῆς Ἄλβης παρασχόντες αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρξαντο. Tzetz. in Lycophr.
Alex. 1232.7

8

(6)

(αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρ‐ ξαντο) ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ῥωμύλου ἡλικίας. πρὸ δὲ τῆς μεγάλης ταύτης Ῥώμης, ἣν ἔκτισε
10Ῥωμύλος περὶ τὴν Φαιστύλου οἰκίαν ἐν ὄρει Παλατίῳ, ἑτέρα τετράγω‐ νος ἐκτίσθη Ῥώμη παρὰ Ῥώμου καὶ Ῥωμύλου παλαιοτέρων τούτων.
Tzetz. in Lycophr. 1232.8

13

(4)

καὶ τὰς Ἑστιάδας
5παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν
8αἳ διὰ τοῦ βίου τὴν παρθενίαν ἐφύ‐ λαττον· εἰ δὲ μή, λίθοις κατε‐
10χώννυντο.13

14

Interpositis quibusdam quae ad Dionem non pertinent: οὕτως μὲν οὖν ἐξ ἀμφοτέρων καὶ ἰσχυρὰ ταχέως καὶ εὔκοσμος ἡ πό‐
5λις ἐγένετο, τοῦ μὲν τὰ πολιτικὰ καὶ εἰρηνικὰ ἐκτυπώσαντος, τοῦ δὲ Ῥωμύλου τὰ πολεμικά. Cedre‐ nus I p. 259 18—20 et p. 260
5—7 Bekk.14

28

(27)

περὶ ἧς δὲ Σιβύλλης νῦν ὁ Λυκόφρων λέγει· Κυμαία ἦν, ἥτις τέ‐
30θνηκεν ἐν χρόνοις Ταρ‐ κυνίου τοῦ Ὑπερηφά‐
νου βίβλους προφητι‐28

29

κὰς αὑτῆς τρεῖς ἢ ἐννέα καταλιποῦσα, ὡς τὰς λοιπὰς τῆς ἐκείνης θε‐ ραπαίνης ἀναλωσάσης
5πυρί, ὅτι μὴ ἐδίδουν ἐκείνῃ ὅσον ἐζήτει χρυσίον. ὃ ὕστερον ποιήσαντες ἐξωνήσαν‐ το ἢ μίαν τὴν κατα‐
10λειφθεῖσαν ἢ τρεῖς καὶ ἔδοντο Μάρκῳ Ἀκιλίῳ φυλάσσειν. ζῶντα δὲ τοῦτον εἰς δέρμα βοὸς ἐμβαλόντες ἀνεῖλον,
15ὅτι πρὸς μεταγραφὴν ἔδοτο, τὴν δὲ βίβλον ἢ τὰς βίβλους ὀρύξαν‐ τες ἐν μέσῃ τῇ ἀγορᾷ μετὰ λάρνακος κατέ‐
20χωσαν. Tzetz. in
Lycophr. 1279.29

51

(5n)

[Tzetz. Chil.]
6Ῥωμαῖοι Κοριόλανον τὴν πόλιν πολεμοῦντες, ὡς πρὸς φυγὴν ἐτράπησαν οἱ πάντες ἀνὰ κράτος, αὐτὸς δ’ εἰς τὴν πολέμιον πόλιν στραφεὶς καὶ μόνος ἠνεῳγμένην ἐφευρὼν ἐνέπρησεν ἐκείνην,
10λαμπρῶς δ’ ἀρθείσης τῆς φλογὸς ἐπαναβὰς τὸν ἵππον ῥύμῃ πολλῇ κατόπισθεν ἐμπίπτει τῶν βαρβάρων,
οἳ τοῖς Ῥωμαίοις διωγμὸν τὸν ἄστρεπτον ἐποίουν.51

52

οἵπερ στραφέντες καὶ τὸ πῦρ φλέγον ἰδόντες πόλιν καὶ πορθηθῆναι δόξαντες ἔφευγον ἀλλαχόσε. αὐτὸς Ῥωμαίους σώσας δὲ πορθήσας καὶ τὴν πόλιν, τὴν ἥνπερ Κοριόλανον εἰρήκαμεν καλεῖσθαι,
5πρὸς τῷ καλεῖσθαι πρότερον Μάρκος καὶ Γναῖος ἅμα ἔσχε καὶ Κοριόλανος ἐκ τοῦ τροπαίου κλῆσιν. οἷα δ’ ὁ φθόνος εἴωθεν ποιεῖν τοῖς εὐεργέταις, μετὰ μικρὸν ἐν λογισμοῖς τὸν ἄνδρα ζημιοῦσιν. ὑπερπαθήσας δ’ ὁ ἀνὴρ θυμῷ δικαιοτάτῳ
10ἀφεὶς γυναῖκα τὴν αὐτοῦ, μητέρα καὶ πατρίδα πρὸς Κοριόλους ἔρχεται, καὶ δέχονται τὸν ἄνδρα. Tzetz. Chil. 6, 532—549 (quae sequuntur vide infra p. 55 sqq.). —Ceterum cf. H. Haupt. Herm. 14, 440 et Harder. de Tzetz. hist. font.
15(Kiliae 1886) p. 11. 46.52

55

καὶ δὴ καὶ παρε‐ τάξαντο καὶ κατὰ τῶν Ῥωμαίων. καὶ εἰ μὴ μετὰ συρραγῆς
5ἐκείνου τοῦ πολέμου δραμοῦσαι κατεσχί‐ σαντο τοὺς ἑαυτῶν χιτῶνας, γυμναί τε περιέστησαν ἡ σύζυγος
10καὶ μήτηρ, ἡ Βε‐ τουρνία τε αὐτὴ καὶ
Βολουμνία κλῆσιν,55

56

καὶ τοῦτον μόλις ἔπαυσαν τῆς κατὰ Ῥώμης μάχης, ἡ Ῥώμη ἂν ἐπέγνωκε
5τιμᾶν τοὺς εὐεργέτας. ἀλλὰ λιταῖς ταῖς τῆς μητρὸς παυσθεὶς καὶ τῆς συζύγου πόλεμον μὲν κατέπαυσε τὸν
10κατὰ τῶν Ῥωμαίων, αὐτὸς τοὺς Κοριόλους δὲ ἀφεὶς καὶ τοὺς
Ῥωμαίους πρὸς ἄλ‐56

57

λην γῆν ἀπέδραμε τῇ λύπῃ βεβλημένος. Tzetz. Chil. 6, 550 —560. (cf. 3, 856‐
5861). Vide H. Haupt.
Herm. 14, 440.57

72

(14n)

[Tzetz. Ep.]
15εἰς δίφρον τὸν θριαμβονίκην ἀναβιβάσαντες σινωπιδίῳ ἢ κινναβάρει τὸ πρόσωπον ἀντὶ αἵματος, ὡς μὴ ἐρυ‐ θριᾷ, περιχρίουσι καὶ βρα‐
20χιονιστῆρας ἐμβάλλουσι ταῖς χερσὶ καὶ δάφνινον στέμμα καὶ δάφνης κλῶνα διδοῦσι τῇ δεξιᾷ. περιτιθέ‐ ασι δὲ καὶ τῇ κεφαλῇ στέ‐
25φανον ἐξ ὕλης ὁποίας, ἀνά‐ γραπτα φέροντα ὅσα ἐποί‐
ησεν ἢ ἐπεπόνθει·72

74

(1n)

[Tzetz. Ep.]
9οἰκέτης δὲ δη‐
10μόσιος τοῦ ἅρ‐ ματος ἑστὼς ὄπισθεν ἀνέχει τὸν στέφανον λέγων ἐκείνῳ
15πρὸς οὖς “βλέπε καὶ τὸ κατό‐ πιν”. κώδωνες δὲ καὶ μάστιξ τοῦ ζυγοῦ τοῦ
20ἅρματος ἀπῃώ‐
ρηνται·74

75

(1n)

[Tzetz. Ep.]
14εἶτα τρὶς κυκλῶν τὸν τόπον περιτρέχει
15καὶ τοὺς ἀναβαθμοὺς ἐπὶ γόνασιν ἀνέρπει καὶ τοὺς στεφάνους ἐκεῖ ἀποτίθεται.
18εἶτα μετὰ θυμελικῶν οἴκαδε ἀπέρχεται.
Tzetz. Epist. 107, p. 86.75

87

Δίων δὲ Κάσ‐ σιος Κοκκεια‐ νός, ὁ τὰ Ῥω‐ μαίων συντά‐
5ξας, ἐκ θεομη‐ νίας φησὶ γενέ‐ σθαι χάσμα περὶ τὴν Ῥώμην καὶ μὴ ἐπιμύειν.
10χρησμοῦ δὲ δο‐ θέντος ἐπιμῦσαι τὸ χάσμα ἐὰν ὃ κράτιστον Ῥω‐ μαίοις ἐμβάλω‐
15σιν ἐν αὐτῷ, Κούρτιός τις ἱππεὺς εὐγενής, οὐδενὸς ἄλλου συμβαλεῖν τὸν
20χρησμὸν δυνα‐ μένου, αὐτὸς ἑρ‐ μηνεύσας ἵππον ὁμοῦ καὶ ἄν‐
θρωπον λέγειν,87

88

(12)

εὐθέως ἀνέβη τε τὸν ἵππον καὶ ὡς εἶχεν ἐλάσας ἡρωικῶς κατὰ
15τοῦ φρικώδους ἐκεί‐
νου βόθρου ἐφέρετο.88

89

καὶ εὐθέως κατενεχθέντος τὸ χάσμα ἐπέμυε 〈καὶ〉 οἱ λοιποὶ τῶν Ῥωμαίων ἄνω‐ θεν ἄνθεσιν ἔβαλλον. κἀκ
5τούτου καὶ Κούρτιος ὁ λάκκος ἐκλήθη Io. Tzetz. Schol. ad. Exeg. Iliad.
p. 136, 17. —89

160

Ῥώμης πολεμοῦντος τὴν Καρχη‐ δόνα ἐξαίφνης δράκων ἑρπύσας ἔξω τοῦ χαρακώματος τοῦ Ῥωμαίου στρατοῦ ἔκειτο, ὃν τῇ προστάξει
5αὐτοῦ ἔκτειναν οἱ Ῥωμαῖοι καὶ ἀποδείραντες αὐτὸν ἔστειλε (sic) τὴν δορὰν αὐτοῦ τῇ συγκλήτῳ Ῥώμης, μέγα θαῦμα· καὶ παρὰ τῆς αὐτῆς μετρηθεῖσα συγκλήτου,
10ὡς αὐτὸς ὁ Δίων ἔλεγε, εὑρέθη ἔχουσα μῆκος ποδῶν ἑκατὸν εἴκοσι. πρὸς τὸ μῆκος αὐτοῦ ἦν καὶ τὸ πάχος. Ioannes Damasc. De dra‐
conibus vol. 1 p. 472 AB.160

170

(8)

τὸ ἕτερον μέρος τῆς οἰωνοσκοπικῆς Δίων Κάσ‐ σιος Κοκκηιανὸς παραδίδωσι, λέγων ὅτι κριθο‐
10φάγους ἡμέρους κατέχουσιν ὄρνιθας καὶ τιθέασιν ἔμπροσθεν αὐτῶν κριθάς, ὅτε μαντεύονται. εἰ μὲν οὖν ἐσθίοντες οἱ ὄρνιθες οὐ πλήττουσι τοῖς ῥάμφεσι τὰς κριθὰς καὶ ἀπορρίπτουσιν, ἀγαθὸν τὸ σημεῖον, εἰ δὲ οὕτω ποιοῦσιν, οὐκ ἀγαθόν.
15Io. Tzetz. Exeg. in Hom. Il. p. 108.170

183

(6)

ἐπὶ Φαβίου γὰρ Μαξίμου Βερο‐ κόσσου ἤτοι ἀκροχορδονώδους Ῥω‐ μαῖοι τοῦτο ἐποίησαν, Ἑλληνικὸν καὶ Γαλατικὸν ἀνδρόγυνον κρύψαν‐
10τες ἐν μέσῃ τῇ ἀγορᾷ, ἐκ χρησμοῦ τινὸς δειματωθέντες, λέγοντος Ἕλ‐ ληνα καὶ Γαλάτην καταλήψεσθαι τὸ ἄστυ. Tzetz. in Lycophr. 603.
cf. ad 1056.183

189

(10)

Δίων δὲ Κοκκειανὸς τοὺς Ναρ‐ βωνησίους Βέβρυκας λέγει, γράφων οὕτω “τῶν πάλαι μὲν Βεβρύκων νῦν δὲ Ναρβωνησίων ἐστὶ τὸ Πυ‐ ρήναιον ὄρος. τὸ δὲ ὄρος τοῦτο
15χωρίζει Ἰβηρίαν καὶ Γαλατίαν.”
Tzetz. in Lycophr. Alex. 516.189

219

(6)

αἱ Κάνναι πεδιάδες δέ εἰσι τῆς Ἀρ‐
γυρίππας, οὗ Διομήδης ἔκτισε τὴν219

220

πόλιν Ἀργύριππαν, τουτέστιν Ἄργος Ἵπ‐ πειον τῇ γλώσσῃ τῶν Ἑλλήνων. αἱ πεδιάδες αὗται δὲ τυγχάνουσι Δαυνίων τῶν Ἰαπύγων ὕστερον, ἔπειτα Σαλαντίων,
5τὰ νῦν δὲ πᾶσι Καλαυρῶν τὴν κλῆσιν
λεγομένων. Tzetz. Chil. 1, 759—764.220

223

(8)

τέλος τοσοῦτο πέπτωκε πλῆθος ἀνδρῶν Ῥωμαίων,
10ὡς τὸν Ἀννίβαν στρατηγὸν πέμψαι τῇ Σικελίᾳ τοὺς δακτυλίους στρατηγῶν καὶ τῶν λοιπῶν ἐνδόξων μεδίμνοις τε καὶ χοίνιξι πολλοῖς
15ἐμμετρηθέντας.
Tzetz. Chil. 1, 771—774.223

232

(14)

καὶ τοῦ Μαρκέλλου στρατηγοῦ ποτὲ
15δὲ τῶν Ῥωμαίων τῇ Συρακούσῃ κατὰ
γῆν προσβάλλοντος καὶ πόντον τινὰς232

233

μὲν πρῶτον μηχαναῖς ἀνείλκυσεν ὁλ‐ κάδας καὶ πρὸς τὸ Συρακούσιον τεῖ‐ χος μετεωρίσας αὐτάνδρους πάλιν τῷ βυθῷ κατέπεμπεν ἀθρόως Μαρκέλ‐
5λου δ’ ἀποστήσαντος μικρόν τι τὰς ὁλκάδας ὁ γέρων πάλιν ἅπαντας ποιεῖ Συρακουσίους μετεωρίζειν δύ‐ νασθαι λίθους ἁμαξιαίους καὶ τὸν καθένα πέμποντα βυθίζειν τὰς ὁλκά‐
10δας. ὡς Μάρκελλος δ’ ἀπέστησε βο‐ λὴν ἐκείνας τόξου, ἑξάγωνόν τι κά‐ τοπτρον ἐτέκτηνεν ὁ γέρων, ἀπὸ δὲ διαστήματος συμμέτρου τοῦ κατόπ‐ τρου μικρὰ τοιαῦτα κάτοπτρα θεὶς
15τετραπλᾶ γωνίαις κινούμενα λεπίσι τε καί τισι γιγγλυμίοις μέσον ἐκεῖνο τέθεικεν ἀκτίνων τῶν ἡλίου μεσημ‐ βρινῆς καὶ θερινῆς καὶ χειμεριωτάτης. ἀνακλωμένων δὲ λοιπὸν εἰς τοῦτο τῶν
20ἀκτίνων ἔξαψις ἤρθη φοβερὰ πυρώ‐ δης ταῖς ὁλκάσι, καὶ ταύτας ἀπετέ‐ φρωσεν ἐκ μήκους τοξοβόλου οὕτω νικᾷ τὸν Μάρκελλον ταῖς μηχαναῖς ὁ γέρων.
Tzetz. Chil. 2, 109—128.233

235

(6)

ἦν κεκυφὼς διάγραμμα μηχανικόν τι γράφων,
12τὶς δὲ Ῥωμαῖος ἐπιστὰς εἷλκεν αἰχμαλωτίζων. ὁ δὲ τοῦ διαγράμματος ὅλος ὑπάρχων τότε, τίς ὁ καθέλκων οὐκ εἰδὼς ἔλεγε πρὸς ἐκεῖνον·
15“ἀπόστηθι, ὦ ἄνθρωπε, τοῦ διαγράμματός μου.” ὡς δ’ εἷλκε τοῦτον συστραφεὶς καὶ γνοὺς Ῥω‐ μαῖον εἶναι, ἐβόα· “τί μηχάνημά τις τῶν ἐμῶν μοι δότω.” ὁ δὲ Ῥωμαῖος πτοηθεὶς εὐθὺς ἐκεῖ‐ νον κτείνει, ἄνδρα σαθρὸν καὶ γέροντα, δαιμό‐
20νιον τοῖς ἔργοις. ἐθρήνησε δὲ Μάρκελλος τοῦτο μαθὼν εὐθέως λαμπρῶς τε τοῦτον ἔκρυψεν ἐν τάφοις τοῖς πατρῴοις σὺν τοῖς ἀρίστοις πολιτῶν καὶ τοῖς Ῥωμαίοις πᾶσι, τὸν δὲ φονέα τοῦ ἀν‐ δρὸς οἶμαι πελέκει κτείνει. ὁ Δίων καὶ Διόδω‐
25ρος γράφει τὴν ἱστορίαν.
Tzetz. Chil. 2, 136—149.235

251

(20)

Δίων δὲ ὁ Κοκκηιανὸς ταύτας πλησίον
φησὶ Ἴβηρος εἶναι ποταμοῦ, πλησίον251

252

τῶν Εὐρωπαίων Ἡρακλείων στηλῶν, ἃς νήσους Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῶς Γυμνησίας φασίν, Ἴβηρες δὲ Βαλερίας ἤτοι ὑγιεινάς. Tzetz. ad
5Lycophr. 633.252

275

(8)

ἐγὼ δὲ τοὺς Δαρδανίους ἔθνος εὗρον οἰκοῦντας ὑπέρ τε Ἰλλυριῶν καὶ Μακεδόνων. Tzetz. ad Lycophr.
10Alex. 1128.275

293

(11)

αὐτὸς δὲ (Ἀννίβας) φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν πρός τι χωρίον Λίβυσσαν καλού‐ μενον τῇ κλήσει δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν. ἦν γὰρ Ἀννίβᾳ τις χρη‐
15σμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας. ὁ αὐτοκράτωρ δ’ ὕστερον Ῥωμαίων ὁ Σεβῆρος ἐκ γένους ὢν τοῦ Λιβυκοῦ λευκῆς μαρμάρου τάφῳ τὸν ἄνδρα τοῦτον τέθεικεν, τὸν στρατηγὸν Ἀννί‐
20βαν. Tzetz. Chil. 1, 798—805.293

307

(20)

ὅτι Καρχηδόνιοι πολεμούμενοι παρὰ Ῥωμαίων ὅπλα τε καὶ τριήρεις δι’ ἐλαχίστου ἐποιήσαντο, τοὺς μὲν ἀν‐ δριάντας πρὸς τὴν τοῦ χαλκοῦ χρῆσιν συγχωνεύσαντες, καὶ τὴν ξύλωσιν τῶν
25τε ἰδίων καὶ δημοσίων ἔργων πρὸς τὰς τριήρεις καὶ τὰς μηχανὰς μετε‐ νεγκάμενοι, ἔς τε τὰ σχοινία ταῖς
τῶν γυναικῶν κόμαις ἀποκεκαρμέναις307

308

χρησάμενοι. Excerptum inter Pla‐
nudea receptum (M p. 540).308