TLG 0385 002 :: CASSIUS DIO :: Historiae Romanae (versio 1 in volumine 1) CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus Historiae Romanae (versio 1 in volumine 1) Citation: Page — (line) | ||
1(n) | [Zonaras 7, 1 (p. 3, 1 B. = p. 85, 6 D.) | |
2 | Αἰνείας μετὰ τὸν Τρωικὸν | 1 |
---|---|---|
2(n) | [Zon. 7, 1 (p. 3, 1 sqq. B. = p. 85, 6 sqq. D.) | |
1 | πόλεμον ἀφῖκτο πρὸς Ἀβορρίγινας, οἱ πρῴην τὴν χώραν ᾤκουν καθ’ ἣν ἡ Ῥώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν | |
5 | ἔχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, | |
11 | ἔνθα κατά τι δὴ θεοπρόπιον λέγε‐ ται παρασκευάζεσθαι ποιήσασθαι | |
τὴν κατοίκησιν. | 2 | |
3(n) | [Zon. 7, 1 (p. 3, 6 sqq. B. = p. 85, 12 sqq. D.) | |
2 | ὁ δὲ τῆς χώρας ἄρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμ‐ βαλὼν ἡττᾶται· εἶτα δι’ ὀνειράτων φανέν‐ | |
5 | των ἀμφοῖν καταλλάττονται· καὶ τῆς κα‐ τοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγα‐ τέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ἔνθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαου‐ ίνιον· ἥ τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ | |
10 | ἄνθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. Ῥουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πό‐ λεως Ἀρδέας ὁρμώμενοι, καὶ πρόσθεν δυσμε‐ νῶς ἔχοντες πρὸς Λατίνους, καὶ τότε πόλε‐ μον ἤραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρ‐ | |
15 | νου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ὃς δι’ ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης οὖν γενο‐ μένης πίπτουσιν ὅ τε Τοῦρνος καὶ ὁ Λατῖ‐ | |
20 | νος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ τινα | |
χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ Ῥουτοῦλοι | 3 | |
4(n) | [Zon. 7, 1 (p. 4, 13 sqq. B. = p. 86, 2 sqq. D.) | |
1 | τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ καὶ τὸν πόλεμον νενικήκασιν. ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, οὔτε γὰρ ζῶν ὤφθη ἔτι οὔτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ | |
5 | τοῖς Ῥωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς Ἀσκάνιος διεδέξατο, ὃς οἴκοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας | |
10 | παῖδα ἐγείνατο, ἔγκυον δ’ αὐτὴν καταλέ‐ λοιπε. τὸν δὲ Ἀσκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ’ οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ἔλυσαν καὶ τὸν πόλεμον. | |
17 | Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ’ ἐν ἀμεί‐ | |
20 | νονι χώρῳ ἀντῳκοδόμησαν, ἣν Ἄλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· εἴποιεν ἂν Ἕλληνες λευκὴν καὶ | |
μακράν. | 4 | |
5(n) | [Zon. 7, 1 (p. 5, 4 sqq. B. = p. 86, 19 sqq. D.) | |
6 | Ἀσκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ Ἀσκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναν‐ | |
10 | τες, Σίλουιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰ‐ νείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ’ ἄρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ Ἀλ‐ βούλῳ πεσὼν διεφθάρη· ὃς δὴ ποταμὸς Τίβερις | |
15 | ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς Ῥώμης καὶ ὢν τῇ πόλει πολυαρκέστατος καὶ Ῥω‐ μαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ἔκγονος δὲ τοῦ Τιβερίνου Ἀμούλιος ὃς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε | |
20 | ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀντ‐ αστράπτειν ταῖς ἀστραπαῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ’ ᾗ τὰ αὐτοῦ βασίλεια ἵδρυτο ἐπιρρυείσης αἰφνίδιον | |
καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ | 5 | |
6(n) | [Zon. 7, 1 (p. 5, 17 sqq. B. = 2 p. 87, 4 sqq. D.) | |
1 | βασίλεια. Ἀουεντῖνος δὲ ὁ υἱὸς αὐ‐ τοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ Ἀλβανῶν· τὰ δὲ τῶν Ῥωμαίων | |
5 | ἀρχὴν ἐσχήκασι τὸν Νομίτορά τε καὶ τὸν Ἀμούλιον, οἱ Ἀουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ’ Αἰνείου | |
ἀπόγονοι. | 6 | |
7(19) | Romulus et Remus inter se discordant περί τε τῆς ἀρχῆς καὶ περὶ | |
20 | τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ᾗ ὁ Ῥῶμος ἀπέθανεν Zon. 7, 3 | |
(p. 9, 8—10 B. = p. 90, 8—10 D.). Verba quae praecedunt ὡρμημένοις | 7 | |
8(n) | [Zonaras 7, 3 (2, 9, 14 sqq. B. = 2, 90, 16 sqq. D.)] | |
1 | δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς ex Plut. Rom. 9, 4 expressa sunt. Remus necatur quod murum transsiluisset (hoc Zonaras ex Plut. Rom. 10, 1) ὅθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα | |
5 | διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. Zon. 7, 3 (p. 9, 14. 15 B. = p. 90, 16—18 D.) | |
8 | ὀκτωκαίδεκα δ’ εἶναι ὁ Ῥωμύ‐ λος ἐνιαυτῶν ἀναγέγραπται ὅτε | |
10 | τὴν Ῥώμην συνῴκισεν. ἔκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οἴκησιν· ὠνόμαστο δ’ ὁ χῶρος Παλάτιον Zon. 7, 3 (p. 10, 8—10 B. = p. 91, 7—10 D.) cf. 10 c. 32 | |
16 | Δίων καὶ Διονύσιος γράφουσι τὰ τοῦ Κάκου ἄλλοι πολλοί τε συγγραφεῖς, γράφοντες τὰ τῆς Ῥώμης. Tzetz. Chil. 5, 21 vs. 109 sq. ἐκείνη γὰρ (sc. Ταρπηία) ἐφ’ ὕδωρ κατελθοῦσα συνελήφθη καὶ ἤχθη | |
20 | πρὸς Τάτιον καὶ ἀνεπείσθη προδοῦναι τὸ ἔρυμα. Zon. 7, 3 (p. 12, 21 sq. | |
B. = p. 93, 15—17 D.) cf. Liv. 1, 11, 7. | 8 | |
9 | [τρίβους τριττὺς ἢ τρίτον μέρος.] τρισχίλιοι γὰρ ὄντες ὁπλῖται Ῥω‐ μύλου, ὥς φησι Δίων ἐν τῷ πρώτῳ λόγῳ τῆς ἱστορίας, εἰς τρεῖς ἐνεμή‐ θησαν μοίρας κληθείσας τρίβους, τοῦτ’ ἔστι τριττύας, ἃς καὶ φυλὰς ὠνόμασαν Ἕλληνες. ἑκάστη δὲ τριττὺς εἰς δέκα διῃρέθη κουρίας ἤτοι | |
5 | φροντιστήρια. κοῦρα μὲν γὰρ ἡ φροντὶς λέγεται, καθ’ ἑκάστην δὲ κου‐ | |
ρίαν συνιόντες οἱ εἰς αὐτὴν τεταγμένοι τινὰ τῶν καθηκόντων ἐξεφρόν‐ | 9 | |
10 | τιζον. [λέγονται δὲ καθ’ Ἕλληνας αἱ κουρίαι φρατρίαι καὶ φατρίαι, οἱονεὶ ἑταιρεῖαι ἀδελφότητες συναλλάγματα συστήματα, παρὰ τὸ τοὺς φρατριάζοντας φράζειν ἢ φαίνειν ἀτρέπτως καὶ ἀφόβως ἀλλήλοις τὰ ἴδια βουλήματα· ὅθεν καὶ φράτορες οἱ πατέρες ἢ συγγενεῖς ἢ διδάσκαλοι, οἱ | |
5 | τῆς αὐτῆς φρατρίας μετέχοντες. τάχα δὲ καὶ ἀπὸ τῆς Ῥωμαϊκῆς μετη‐ νέχθη λέξεως τοῦ φράτερ, ὃ δηλοῖ τὸν ἀδελφόν.] Veteres glossae ver‐ borum iuris ed. C. Labbaeus, Paris. 1606, p. 123 = Val. in edit. Exc. Peir. p. 770. τῷ γε μὴν Ῥωμύλῳ καὶ στέφανος ἦν καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπ’ | |
10 | ἄκρου καὶ φαινόλης λευκὸς ποδήρης, ἀπὸ τῶν ὤμων ἔμπροσθεν μέχρι ποδῶν πορφυροῖς ὑφάσμασιν ῥεραβδωμένος (ὄνομα δὲ τῷ φαινόλῃ τόγα οἱονεὶ σκέπασμα ἀπὸ τοῦ τέγερε κατ’ ἀντίστοιχον· οὕτω γὰρ τὸ σκέ‐ πειν Ῥωμαῖοι καλοῦσι) καὶ ὑπόδημα φοινικοῦν (κόθορνος ὄνομα αὐτῷ), κατὰ τὸν Κοκκήιον. Ioann. Laur. Lyd. de magistr. rei publ. Rom. | |
15 | 1, 7 (p. 20. 22. Fuss = 126 B.), cf. c. 21. —καὶ πεδίλοις ἐκέχρητο ἐρυθροῖς Zon. 7, 4 (p. 15, 22 B. = 96, 5 D.) ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν καὶ μάλιστα εἰς τοὺς τῆς | |
βουλῆς ἐξέχοντας. τοῖς μὲν γὰρ στρατευομένοις προσφιλὴς ἦν καὶ χώρας | 10 | |
11 | αὐτοῖς νέμων καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δη‐ μηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ που καὶ ὡς | |
5 | ἐγεννᾶτο γέγονεν. καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοι‐ οῦτον ἔσχε τὸ τέλος. ἀφανισθέντος τε οὕτως αὐτοῦ τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν, αὐτοὶ δ’ ἐν ἀπόρῳ ἦσαν μήτε ἐξει‐ πεῖν τὸ πραχθὲν ἔχοντες μήτε βασιλέα καταστῆσαι δυνάμενοι. ταρασ‐ σομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δρᾶσαι Ἰούλιός τις Πρόκλος, | |
10 | ἀνὴρ ἱππεὺς [τις τῶν ἱππέων Zon. 7, 4 (p. 17, 8 Bk. = 97, 10 D.], στει‐ λάμενος ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ καὶ ἔφη· “μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον· καί μοι ἔφη εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο καὶ ὅτι Κυι‐ ρῖνος ὀνομάζεται καὶ προσπαραινέσαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέ‐ | |
15 | σθαι τινὰ καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι.” λεχθέντων δὲ τούτων ἅπαντες ἐπίστευσαν καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὡμοφρόνουν· οἵ τε γὰρ κατ’ ἀρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου | |
20 | τε ἀναρχία συνέβαινεν. ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν | |
κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βου‐ | 11 | |
12 | λευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. Ioann. Antioch. fr. 32 M. (de insid. p. 5 sq. Cram.). Ad v. 9 cf. Suid. s. v. Κυρῖνος 2 p. 442 B. postrema Suidas s. v. μεσοβασιλεῖς: μετὰ θάνατον Ῥωμύλου ἀναρχίας οὔσης ἐν τῇ Ῥώμῃ ἐνιαυτὸν ὅλον κ.τ.λ. | |
5 | τὴν μαντικὴν ῥάβδον φησίν, ἣν—ὁ Κοκκειανὸς Κάσσιος Δίων καλεῖ λίτουους Io. Tzetz. Exeg. in Hom. Il. p. 76 = Bachmann. Schol. | |
in Hom. Il. 1, 792. Cf. Io. Tzetz. Alleg. Iliad. 1, 28. | 12 | |
13 | .... καὶ τοὺς λεγομένους ποντίφι‐ κας καὶ φλαμινίους τοῖς ἱερεῦσιν ἐπέ‐ στησε· Σαλίους τε τοὺς τὴν ὄρχη‐ σιν ἀσκήσαντας· τάς τε Ἑστιάδας | |
5 | παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν· αἳ τὴν μὲν ἄκραν τιμὴν παρὰ Ῥω‐ μαίοις εἶχον, διὰ βίου δὲ τὴν παρ‐ θενίαν ἐφύλαττον· κἄν τις αὐτῶν | |
10 | ἠνδρώθη κατεχώννυτο· καὶ διὰ | 13 |
14 | τοῦτο οὐ μύρῳ οὐκ ἄνθεσιν οὐχ ἱματίῳ χρῆσθαι συνεχωροῦντο πλὴν λευκοῦ. Suidas s. v. Νουμᾶς Πομ‐ πίλιος. | |
10 | Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει διὰ τὴν τοῦ Κρό‐ νου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπαρχόν‐ των, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ μηνὸς γίνεσθαι. Cedren. 1 p. 295 10 Bekk. | |
15 | Numa moritur βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα Zon. 7, 5 ex. | 14 |
15(n) | [Zonaras 7, 6, 1, 2 (2, 23, 3 sqq. B. = 2, 102, 4 sqq. D.)] | |
1 | Τοῦ δὲ Νομᾶ τελευτήσαντος καὶ μηδένα καταλιπόντος διάδοχον, Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς (τὰ πλεῖστα τῶν τοῦ Νομᾶ χλευάσας ἠθῶν ex Plut. Num. 22, 7) τὸν Ῥωμύλον ἐζήλωσε καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπα‐ | |
5 | γῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ Ἀλβανῶν ὥρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ | |
ἕτερον εἰς ταύτην ἀξιοῦντος μεταναστεῦσαι ἀπέστησαν τοῦ σκοποῦ. εἶτα | 15 | |
16(n) | [Zonaras 7, 6, 2—6 (2, 23, 12 sqq. B. = 2, 102, 14 sqq. D.)] | |
1 | περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. οὔτε δὲ τοῖς στρατο‐ πέδοις ὅλοις ἐδόκει μαχέσασθαι οὔτε μὴν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν δὲ παρ’ ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονότες διδύμων, ἰσή‐ | |
5 | λικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων Πουπλιοράτιοι, οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προε‐ βάλοντο παρ’ οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τῷ μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξά‐ μενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν | |
10 | ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ’ ἕνα ἐμάχοντο. τέλος δὲ τῶν μὲν Ῥωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν ἁπάν‐ των τρωθέντων ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς τρισὶν ἅμα, εἰ καὶ ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπι‐ | |
15 | τιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ὅτι δὲ καὶ τὴν ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέ‐ ροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη. οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων ἐγένοντο, ὕστερον δὲ τὰς συνθήκας ἀθετήσαντες καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, | |
20 | μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες | 16 |
17(n) | [Zonaras 7, 6, 6—7, 2 (2, 24, 13 sqq. B. = 2, 103, 13 sqq. D.)] | |
1 | καὶ συνεπιθέσθαι Ῥωμαίοις, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ ἄλλοι δὲ μετανά‐ στασιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που ἔτη Ῥωμαίοις νομισθεῖσα μητρόπολις. | |
5 | πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ἔδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ’ ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπεκλίνεν (ultima tria verba ex Plut. Num. 22, 7). ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος (καταφλεχθεὶς ὑπὸ κεραυνῶν, ἢ ex Plut. Num. 22, 7) ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγα‐ | |
10 | τριδὴς ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νομᾶ. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη δύο ἐπὶ τριάκοντα. 7. Διεδέξατο δὲ αὐτὸν Μάρκιος παρ’ ἑκόντων τῶν Ῥωμαίων τὴν βασι‐ λείαν λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχηκεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μετα‐ | |
15 | βαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε | 17 |
18(n) | [Zonaras 7, 7, 2—8, 1 (2, 25, 6 sqq. B. = 2, 104, 5 sqq. D.)] | |
1 | τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτοῖς δεδοικότες μή τι πάθωσιν ὅμοιον δι’ ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖ‐ νον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐλῄσαντο. | |
5 | συνεὶς δ’ ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπι‐ θεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν καὶ κατέ‐ σκαψε, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν Ῥώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ῥωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἱ πλησιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς | |
10 | Ῥωμαίοις ἐξεπολέμωσαν· ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτη‐ σαν, Σαβίνους δ’ ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ’ ἐκφοβήσαντες εἰρηνεῖν καὶ ἄκοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν | |
15 | πάππον Νομᾶν ποιουμένῳ τὴν ἐπιμέλειαν. 8. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ ἐς πόλιν Τυρσηνίδα Ταρκυινίαν ἐγκα‐ τοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομα‐ σθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, ὅτι μὴ τῶν πρωτείων παρὰ | |
20 | τῶν Ταρκυινησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν Ῥώμην μεταναστεύει, | |
τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος | 18 | |
19(n) | [Zonaras 7, 8, 1—4 (2, 26, 11 sqq. B. = 2, 105, 4 sqq. D.)] | |
1 | Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς | |
1 | καταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐν‐ τεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ Ῥώμῃ ἐγκατοικῆσαι· ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώ‐ | |
5 | μενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέχων εἴ τις δέοιτο | |
10 | αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ’ ἔπραττεν οὔτ’ ἔλεγεν οὐδενί. καὶ εἴ τι | 19 |
20(n) | [Zonaras 7, 8, 4—7 (2, 27, 3 sqq. B. = 2, 105, 19 sqq. D.)] | |
1 | πρός τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, ἢ οὐδ’ ἐλογίζετο τὸ λυποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τούτοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχειρώσατο, καὶ δόξαν ἀν‐ | |
5 | δρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. Ἀλλ’ οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς τε περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς καὶ τὴν βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε | |
10 | μετῆλθε τὸ δυνατώτατον, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι ὡς ἐς θήραν προπέμψας, οἷς τε εἶπε καὶ οἷς ἔπραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατής τε καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέθετο ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μει‐ | |
15 | ράκια δὲ πρὸς ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου δια‐ κειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευ‐ τάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ’ ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιή‐ | |
20 | σατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλοπρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν | 20 |
21(n) | [Zonaras 7, 8, 7—12 (2, 28, 2 sqq. B. = 2, 106, 15 sqq. D.)] | |
1 | ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυ‐ σοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἷς καὶ οἱ μετὰ ταῦτα οἵ τε ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε. | |
5 | Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος Νάουιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰ‐ ωνιστὴς ἦν οἷος οὐχ ἕτερος γέγονε. τοῦτον ὁ Ταρκύνιος ὀργισθεὶς διὰ τὴν ἐναντίωσιν ὑβρίσαι καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν. λα‐ βὼν οὖν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, | |
10 | ἐν νῷ ἔχων τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰ‐ πών τε ὅσα ἐβούλετο, ἐπεὶ ὁ Ἄττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέ‐ μενος “εἰ μὴ φιλονείκως ἀντιλέγεις” ἔφη “ἀλλ’ ἀληθῆ λέγεις, ἐπὶ πάν‐ των τούτων ἀπόκριναί μοι εἰ ὃ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσεται.” ὁ δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυτίκα “καὶ πάνυ γε” εἶπεν “ὦ | |
15 | βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές.” “οὐκοῦν” ἔθη “τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι.” ὁ δὲ ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ἔτι τῆς πο‐ λιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Ἄττῳ ἐκέχρητο. | |
20 | Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις ἐς τὴν Ῥωμαΐδα ἐμβαλοῦσι, συμμαχουμένοις καὶ ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενό‐ μισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν | |
25 | σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶ‐ σαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ οὕτω τὰς τὴν παρθενίαν μὴ τη‐ ρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ | |
μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. | 21 | |
22(n) | [Zonaras 7, 8, 13—9, 3 (2, 29, 14 sqq. B. = 2, 107, 25 sqq. D.)] | |
1 | Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμα‐ λωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλ‐ | |
5 | μένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευά‐ σαντες. οἳ ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς θύρας τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐς ὄψιν ἐλ‐ θεῖν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστη‐ σαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ἕτερος | |
10 | κατειργάσατο. 9. Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἔσχε 〈τὸ〉 τέλος, τριάκοντα καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς. οὐ μὴν τῆς βασιλείας οἱ τοῦ Μαρκίου παῖδες ἐδρά‐ ξαντο, ἀλλ’ ὁ Τούλλιος ταύτην ἔσχε συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυ‐ ναικὸς Τανακυίλιδος. ὃν γυνή τις Ὀκρισία καλουμένη, Σπουρίου Τουλ‐ | |
15 | λίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν ἢ ἐγκύμων οἴκοθεν οὖσα ἢ συλλαβοῦσα μετὰ τὴν ἅλωσιν· λέγεται γὰρ καὶ ἀμφότερα. οὗτος ἐς παῖδας ἤδη τελῶν ἐπὶ δίφρου μεθ’ ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. ὅπερ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς ἦγε τὸν παῖδα, | |
20 | καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε. Συλληφθέντων οὖν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον ἔθεντο, ἀλλ’ ἀνελόμενοι αὐτὸν ὡς ἔτι ἐμ‐ | |
πνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις ἔδοσαν ὥστε | 22 | |
23(n) | [Zonaras 7, 9, 3—8 (2, 30, 18 sqq. B. = 2, 108, 24 sqq. D.) | |
1 | τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκ‐ στῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυίλις “μὴ φοβεῖσθε” ἔφη· “ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ’ ὀλίγον ὀφθήσεται. ἵνα δὲ αὐτός τε σχολάζων ὑγια‐ | |
5 | σθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς αὐτοῦ ἀσθενείας εἴη ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν.” εἶπεν ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ ἀνὴρ ἐδόκει. Ἐγχειρισθεὶς οὖν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ’ | |
10 | ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ’ ἐν πᾶσιν ἑώρα πειθαρ‐ χοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν παρήγαγε διὰ τὴν ἐπιβουλὴν τάχα· ἔτι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβη‐ θέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ | |
15 | Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, εἶτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον τὸν ὅμιλον ἢ τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδί‐ δου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ | |
20 | φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ’ ἐπὶ τούτοις τῶν δυνατῶν, ἔταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν. ὡς δὲ χαλεπῶς εἶχον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν ἄλλα τε καὶ ὅτι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν ἔχει, συναγαγὼν τὸν δῆμον ἐδη‐ μηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ οὕτω διέθετο ὡς αὐ‐ | |
25 | τίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβό‐ μενος ἄλλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγρα‐ ψεν· οἳ πάλαι μὲν ἐν πλείστοις ἧττον ἔφερον τῶν εὐπατριδῶν, τοῦ | |
χρόνου δὲ προϊόντος, πλὴν τῆς μεσοβασιλείας καί τινων ἱερωσυνῶν, τῶν | 23 | |
24(n) | [Zonaras 7, 9, 8—14 (2, 32, 7 sqq. B. = 2, 110, 1 sqq. D.)] | |
1 | ἴσων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ἄνευ τῶν ὑποδημάτων οὐ‐ δέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ [καὶ] τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ἵν’ ἐκ τούτου δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ’ ἀρχὰς βουλευσάντων κατιέναι. | |
5 | τὸ γράμμα δὲ ῥῶ φασιν εἶναι, ἢ τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀν‐ δρῶν δηλωτικὸν ὂν ἢ ὡς τοῦ τῶν Ῥωμαίων κατάρχον ὀνοματος. Τὸν μὲν οὖν ὅμιλον οὕτως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατω‐ τέροις ἐπέτρεψε· καὶ οὕτως σφίσι τε αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημό‐ | |
10 | σιον διήγαγον ἄριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας καὶ πρὸς ἅπαντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οἷς οὐδὲν ἐπράχθη συγγράμματος ἄξιον. τοὺς Λατίνους δ’ ἐπὶ μᾶλλον Ῥωμαίοις βουλη‐ θεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ Ῥώμῃ κατα‐ σκευάσασθαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ Ἀρτέμιδι. περὶ δὲ τῆς | |
15 | νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ἦγε περι‐ καλλῆ πρὸς τὴν Ῥώμην, ὡς ἔκ τινος χρησμοῦ θύσων αὐτὴν τῇ Ἀρτέ‐ μιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ἔλεγε τὴν πατρίδα ἐπαυξήσειν. τοῦτο δέ τις τῶν Ῥωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον εἶπε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ἔπεισε, καὶ πείσας ἔλαβε τὴν | |
20 | βοῦν ὡς φυλάξων, καὶ λαβὼν ἔθυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς Ῥωμαίοις ἐξέστη‐ σαν καὶ ἐς τἄλλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς. Καὶ ταῦτα μὲν οὕτως· ὁ Τούλλιος δὲ τοῖς Ταρκυνίοις τὰς θυγα‐ τέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγελλόμενος | |
25 | ἄλλοτε ἄλλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρό‐ νουν, ἀλλὰ ἤχθοντο. ὁ δ’ ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς Ῥωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ἔτι δὲ μᾶλλον ἐπὶ τούτοις ἤσχαλλον οἱ Ταρκύνιοι. ἀλλ’ ὁ μὲν νεώτερος, κἂν ἐχαλέ‐ παινεν, ἔφερε, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκέτι τοῦ Τουλλίου ἐδόκει | |
30 | ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν εὕρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, | 24 |
25(n) | [Zonaras 7, 9, 14—10, 2 (2, 33, 18 sqq. B. = 2, 111, 10 sqq. D.)] | |
1 | αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ’ ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπεβούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατρι‐ δῶν αἰτίας ἔχοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἱ, ἐξαπιναίως | |
5 | μετ’ αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης αὐτῷ καὶ τῆς γυ‐ ναικὸς Τουλλίας· καὶ πολλὰ μὲν εἶπε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόν‐ τας ἀναμιμνήσκων, πολλὰ δ’ ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ’ ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρ‐ πασεν αὐτὸν καὶ ἐξάρας ὦσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβα‐ | |
10 | θμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ὅτι οὐδέ τις αὐτῷ ἐπεκούρησεν, οὔτ’ εἶπεν ἔτι οὐδὲν οὔτ’ ἐποίησε· Ταρκύ‐ νιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆς ἔλαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζόμενον οἴκαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τῷ βουλευτηρίῳ τὸν ἄνδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα | |
15 | καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ὄχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς εἶχεν ἐπήλασεν. 10. Οὕτω μὲν οὖν ὁ Τούλλιος ἦρξε καὶ οὕτως ἀπέθανε βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ Ῥωμύλον ἑαυτῷ περιέστησε, καὶ νύκτωρ | |
20 | καὶ μεθ’ ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ὧν γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ αὐτοῦ πρὸς τὸν πατέρα ἐποίη‐ σαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν ἄλλων συλλαμβάνων ἐκτίν‐ νυεν, οἷς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ· | |
25 | ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους | 25 |
26(n) | [Zonaras 7, 10, 2. 3 (2, 35, 3 sqq. B. = 2, 112, 13 sqq. D.)] | |
1 | μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσ‐ απώλλυε, καὶ οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐδὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν κατα‐ | |
5 | λῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα οὔτε τοῖς | |
οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε | 26 | |
27(n) | [Zonaras 7, 10, 3—6 (2, 35, 10 sqq. B. = 2, 112, 21 sqq. D.)] | |
1 | τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ’ ἵνα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστα καθ’ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων ἔπραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννι‐ | |
5 | κώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν Ῥωμαίων τάξεις Λατίνους ἀνέμιξεν, ἵνα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦ‐ θεν ὀφείλωσι, καὶ οἱ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ | |
10 | σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ἵνα δ’ εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν | |
τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν | 27 | |
28(n) | [Zonaras 7, 10, 6—11, 1 (2, 36, 3 sqq. B. = 2, 113, 10 sqq. D.)] | |
1 | υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουί‐ νους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶ‐ | |
5 | σθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι καὶ χρήματα ἰδίᾳ τέ τισι παρ‐ εῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ’ αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ | |
10 | τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε μὲν τῷ πεμφθέντι οὐδέν, ἵνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσα‐ γαγὼν αὐτόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον | |
15 | ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθήκης, καὶ τοὺς ἀξιολογω‐ τέρους τῶν Γαουίνων τοὺς μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαν‐ τίας κατ’ αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. | |
20 | Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τῶν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων καὶ τῶν αὐτο‐ μόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ | |
25 | πατρὶ παραδέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς ἄλλα ἐπολέμησεν ἔθνη. 11. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς Ῥω‐ μαίοις καὶ ἄκων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, ἣν Σίβυλλαν ὠνόμαζον, ἐς τὴν Ῥώ‐ | |
30 | μην ἐλήλυθε βιβλία τρία ἢ ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν | |
τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ | 28 | |
29(n) | [Zonaras 7, 11, 1—5 (2, 38, 5 sqq. B. = 2, 115, 4 sqq. D.)] | |
1 | προσεσχηκότος αὐτῇ, τὸ ἓν ἢ τὰ τρία τῶν βιβλίων κατέκαυσεν. ὡς δ’ αὖθις ὠλιγώρει αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ἔτι λοιπὰ | |
5 | καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα πρίασθαι. καὶ ὠνήσατο ταῦτα ὅσου τὰ πάντα κτήσασθαι ἔμελλε, καὶ δύο βου‐ λευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. ὡς δ’ οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν | |
10 | Ἑλλάδα στείλαντες δύο ἄνδρας ἐκεῖθεν μι‐ σθοῦ ἤγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμηνεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαν‐ τες ὅ, τι ποτὲ τὸ διὰ τῶν βιβλίων εἴη δηλού‐ μενον, τὸν ἕτερον τῶν φυλασσόντων αὐτὰ Μάρ‐ | |
15 | κον Ἀκίλλιον χρήμασιν ἀναπείσαντες μετε‐ γράψαντό τινα. γνωσθέντος δὲ τοῦ ἔργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς κατεποντώθη, ὃ ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ἵνα μήτε | |
20 | ἡ γῆ μήτε τὸ ὕδωρ μήτε ὁ ἥλιος μιανθῇ αὐ‐ τοῦ θνήσκοντος. Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπεΐῳ ὄρει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν | |
ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, | 29 | |
30(n) | Zonaras 7, 11, 5—11 (2, 39, 2 sqq. B. = 2, 115, 24 sqq. D.)] | |
1 | ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη ἔναιμος ἔτι. ἔπεμψαν οὖν οἱ Ῥωμαῖοι πρὸς ἄνδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησά‐ μενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς Ῥώμης | |
5 | θέσιν ἐντείνας καὶ τὸ Ταρπέϊον ὄρος, ἔμελλε τοὺς πρέσβεις ἀνερέσθαι “ἡ Ῥώμη αὕτη ἐστί; τὸ ὄρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑρέθη;” ἵν’ ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ ση‐ μείου εἰς τὸ χωρίον ἐν ᾧ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα, | |
10 | ἐρωτώμενοι “οὐκ ἐνταῦθα” εἶπον “οἰκεῖται ἡ Ῥώμη, ἀλλ’ ἐν τῷ Λατίῳ, καὶ τὸ ὄρος ἐν τῇ Ῥωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ὄρει ἐκείνῳ εὑρέθη.” οὕτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν ἔμαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν ὅτι κράτιστοι ἔσον‐ ται καὶ πλείστων ἄρξουσιν. ἐλπὶς οὖν κἀκ τούτου αὐτοῖς προσεγένετο. | |
15 | κἀντεῦθεν τὸ ὄρος μετωνομάσθη παρ’ αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ Ῥωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται. Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος Ἀρδεάταις ἐπήνεγκε πόλεμον· ὅθεν οὔτε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας ἐξέπεσε. γεγόνασι δ’ αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς | |
20 | ἐκπτώσεως. ἔκ τε γὰρ τοῦ κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ᾧ συνειστιᾶτο φίλοις, ὄφις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς Δελφοὺς Τίτον τε καὶ Ἀρροῦντα τοὺς υἱοὺς ἔπεμψε. τοῦ δὲ Ἀπόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν ὅτε κύων ἀνθρωπίνῃ φωνῇ χρήσαιτο, ἀγα‐ | |
25 | θαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα. | |
Ἦν δὲ Λούκιος Ἰούνιος ἀδελφῆς τοῦ Ταρκυνίου υἱός, οὗ τὸν | 30 | |
31(n) | [Zonaras 7, 11, 11—13 (2, 40, 9 sqq. B. = 2, 117, 1 sqq. D.)] | |
1 | πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος ἔκτεινεν. οὗτος οὖν καὶ περὶ ἑαυτῷ δεδοικὼς μωρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω τοῖς Λατίνοις ἔθος καλεῖν. πλαττόμενος οὖν τὸν μωραίνοντα τοῖς τοῦ Ταρκυνίου παισὶν | |
5 | εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς ἄθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ἔλεγε τῷ θεῷ· τὸ δ’ ἦν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ἔχον χρηστόν, ὅθεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ’ ἦν οἷον εἰκών τις τῆς κατ’ αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι’ αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μω‐ | |
10 | ρίας ἀτίμῳ σῷον καὶ ἔντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρκυνίου | 31 |
32(n) | [Zonaras 7, 11, 13—15 (2, 40, 20 sqq. B. = 2, 117, 15 sqq. D.)] | |
1 | υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, ἔχρησεν ὁ θεὸς τὸν πρῶ‐ τον τὴν μητέρα φιλήσαντα τὸ κράτος ἕξειν. ὃ συνεὶς ὁ Βροῦτος ὡς τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρ‐ χειν κρίνας ὀρθῶς. | |
5 | Οὗτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκριτίαν συμβεβηκὸς προστησάμενος, καὶ ἄλλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκριτία θυγάτηρ μὲν ἦν Λουκριτίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγ‐ | |
10 | χάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι σπούδασμα ἔθετο, οὐχ οὕτω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς ὅσον τῇ ἐπὶ | |
τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας οὖν τὸν Κολλατῖνον τῆς | 32 | |
33(n) | [Zonaras 7, 11, 15. 16 (2, 41, 11 sqq. B. = 2, 118, 1 sqq. D.)] | |
1 | οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγε‐ νοῦς κατέλυσε παρ’ αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, εἶτα καὶ βίαν προσῆγεν· ὡς δ’ οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπεί‐ λησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν | |
5 | αὐτῇ ἐπηπείλησε καὶ ἄμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐ‐ τοὺς συγκαθεύδοντας ἔκτεινε. τοῦτο τὴν Λουκριτίαν ἐτάραξε, καὶ φοβη‐ θεῖσα μὴ πιστευθείη ταῦθ’ οὕτω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον ἔθετο, καὶ μεταπεμψαμένη τόν τε ἄνδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου | |
10 | Οὐαλλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· εἶτα | 33 |
34(n) | [Zonaras 7, 11, 16. 17 (2, 41, 22 sqq. B. = 2, 118, 14 sqq. D.)] | |
1 | ἐπήγαγε “καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ εἴπερ ἄνδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν.” τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν. | |
5 | Ἀκούσαντες δ’ ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς τοὔργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ | |
10 | τὴν πόλιν ἐπιτρέψας τοῖς ἄλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπε‐ ώσθη, καὶ πρὸς τοὺς Ταρκυνησίους μετὰ τῶν παίδων καὶ τῶν ἄλλων | |
ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης. | 34 | |
35(n) | [Zonaras 7, 12, 1 (2, 42, 17 sqq. B. = 2, 119, 4 sqq. D.)] | |
1 | 12. Ὁ μὲν οὖν Ταρκύνιος πέντε καὶ εἴκοσι τυραννήσας ἐνιαυτοὺς οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἱ Ῥωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν | |
καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ | 35 | |
36(n) | [Zonaras 7, 12, 1 (2, 42, 20 sqq. B. = 2, 119, 8 sqq. D.)] | |
1 | συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκριτίας ἐκείνης ἄνδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμενον ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώ‐ | |
μην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ’ οὐδὲν ἤνυον ....... | 36 | |
37(n) | [Zonaras 7, 12 (2, 44, 17 sqq. B. = 2, 120, 28 sqq. D.)] | |
1 | ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι’ οὓς καὶ ὠργί‐ ζετο. ὅθεν ὁ Βροῦτος οὕτω κατ’ αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ’ ἀρχὴν ἠνάγκασαν αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ’ ἐκείνου συνάρ‐ | |
5 | χοντα Πόπλιον Οὐαλλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ’ ἡ | |
κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημοτικώτατον. | 37 | |
39 | Λάρτας Πορσέννας Τυρρηνὸς ἢ Κλάρας γε Πορσέννας κατὰ τῆς Ῥώμης ἦν χωρῶν στρατεύματι μεγάλῳ. Μώκιος δὲ Ῥωμαῖός τις γενναῖος στρατιώτης ὅπλα καὶ σχῆμα Τυρρηνῶν ἠμφιεσμένος τότε | |
5 | χωρεῖ κατόπτης κατ’ αὐτῶν κτεῖναι Πορσένναν θέλων. συγκαθημένου τούτῳ δὲ τότε τοῦ γραμματέως, ὃς ἦν τῇ γλώσσῃ Τυρρηνῶν Κλουσῖνος κεκλημένος, ἀμφιγνοῶν ὁ Μώκιος, τίς βασιλεὺς τυγχάνει, ἀπέκτεινε τὸν Κλουσῖνον ἀντὶ τοῦ βασιλέως. | |
10 | ὡς συσχεθέντα τοῦτον δὲ ἀνέκρινε Πορσέννας· “τί ποτε τοῦτο δέδρακας; τί προπαθὼν ἐκ τούτου;” “οὐ Τυρρηνός,” ἐβόησε, “Ῥωμαῖος δὲ τυγχάνω, ἄλλοι τε τριακόσιοι ὁμοῖοί μοι τὴν γνώμην σὲ νῦν θηρῶσιν ἀνελεῖν.” τοῦτο ψευδῶς δ’ εἰρήκει, | |
15 | τῆς δὲ χειρὸς τῆς δεξιᾶς εἰς πῦρ ἐμβεβλημένης αὐτὸς ὡς ἄλλου πάσχοντος ἔβλεπε πρὸς Πορσένναν, τούτου δ’ εἰπόντος “πρὸς ἡμᾶς τί ἀτενῶς προσβλέπεις;” ἔφη “τὸ πῶς πεπλάνημαι καὶ σὲ μὲν οὐκ ἀνεῖλον, ἀντὶ δὲ σοῦ ἀπέκτεινα, ὃν ἔδοξα Πορσένναν.” | |
20 | εἰπόντος τοῦ Πορσέννα δέ “γενήσῃ νῦν μου φίλος.” ὁ Μώκιος ἀντέλεξεν “εἰ γένῃ σὺ Ῥωμαίων.” θαυμάσας ὁ Πορσέννας δὲ τῆς ἀρετῆς τὸν ἄνδρα φίλος Ῥωμαίοις γίνεται καὶ παύει τὰ τῆς μάχης. Tzetz. Chil. 6, 201—223. Quibus confer: Κλουσῖνος (Κλούσινος | |
25 | Press.) ἐκαλεῖτο 〈ὁ〉 τοῦ Πορσέννα γραμματεύς, καθά φησι Δίων. Schol. | 39 |
40 | Io. Tzetz. Epist. p. 8 ed. Pressel (= Cram. Anecd. Oxon. 3, 360, 30), et quae a Zonara (7, 12), ceteroquin Plutarchum describente, ex Dione desumpta sunt 1) Mucii cognomen Κόρδος (2, 46, 5 B. = 2, 122, 6 D.). | |
5 | 2) Scaevolae nominis significatus Σκαιόλας τὴν ἐπίκλησιν ὃ δηλοῖ τὸν μονόχειρα ἢ μὴ ἀρτιόχειρα (ibid. v. 7 B. = 8 D.). 3) Mucium occidisse τὸν γραμματέα αὐτοῦ (Porsennae) συγκαθή‐ μενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς (ibid. v. 10 B. = 13 D.). καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν | |
10 | βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκα‐ λεῖτο· εἴποι ἄν τις Ἕλλην ἀνήρ, Ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν. Zon. 7, 12 (2, 47, 8 sqq. B. = 2, 123, 5 sqq. D.). | |
15 | καὶ τὴν τῶν χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων ἐγκρατεῖς ὄντες οἱ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἱ ταμίαι γίνεσθαι ἤρξαντο· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἳ πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς | |
ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας τὴν ἐκ τῶν ἀνακρίσεων | 40 | |
41(n) | [Zonaras 7, 13 3. 8—11 (2, 48, 12 sqq. B. = 2, 124, 7 sqq. D.)] | |
1 | ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ἔλαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἦσαν διοικηταί. Zon. 7, 13, 3 (2, 48, 6 sqq. B. = 2, 123, 30 sqq. D.). | |
5 | οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς Ῥώμης ἐπήλασαν. οἷς τοὺς Ῥωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ πάντας ἀπώλεσε. Zon. 7, 13, 8 (2, 49, 14 sqq. B. = 2, 125, 6 sqq. D.). Οἱ μέντοι Σαβῖνοι δι’ ὀργὴν ὧν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, | |
10 | ἀλλὰ τὴν Ῥωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπεί‐ | |
15 | σαντο. Καμέριον δὲ τὸ ἄστυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ κατα‐ | |
λήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν. | 41 | |
42(n) | [Zonaras 7, 13, 11—14 (2, 50, 11 sqq. B. = 2, 125, 28 sqq. D.)] | |
1 | Σέρουιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελ‐ θεῖσαν αὐτοῖς πρός τινων τῶν τῆς ἐπιβουλῆς μετεχόντων. οὓς καὶ συσχόντες περισταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη. | |
5 | Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γε‐ νέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνό‐ μαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασι‐ | |
10 | λέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴ‐ ρηται, ἡ δικτατορία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι | |
15 | ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναντίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ | |
20 | αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἓξ μηνῶν ἡ τῆς δικτατορίας ἀρχὴ παρ‐ ετείνετο, ἵνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρο‐ | |
νίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον | 42 | |
43(n) | [Zonaras 7, 13, 11—14, 1 (2, 51, 13 sqq. B. = 2, 126, 27 sqq. D.)] | |
1 | καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατο‐ ρίας ἠξίωτο. 14. Τότε μὲν οὖν δικτάτορος γενομένου Λαρκίου. οὐδὲν ὁ δῆμος ἐνεωτέ‐ ρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόν‐ | |
5 | των ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συν‐ δραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ | |
μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. | 43 | |
44(n) | [Zonaras 7, 14, 1—5 (2, 52, 1 sqq. B. = 2, 127, 8 sqq. D.]) | |
1 | πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθαρησομένης. διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν | |
5 | εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψηφίσατο καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον. | |
10 | Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατηγοὶ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ’ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλλέριος Μάρκος, ἐκ τῆς τοῦ Ποπλικόλα συγγενείας γενόμενος, καὶ τῷ πλήθει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν | |
15 | συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις ἄλλας τε τῷ Οὐαλλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν· ἐξελ‐ ληνιζόμενον δὲ μέγιστον σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρί‐ σασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου δημηγορήσας τε πρὸς τὸν δῆμόν | |
20 | τινα κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. | |
καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς | 44 | |
45(n) | [Zonaras 7, 14, 5. 6 (2, 53, 1 sqq. B. = 2, 128, 7 sqq. D.]) | |
1 | περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὄφλουσιν ἐνδιδόν‐ τες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις | |
5 | αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέ‐ γονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν | |
ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων συχνοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου | 45 | |
46(n) | [Zonaras 7, 14, 6—9 (2, 53, 11 sqq. B. = 2, 128, 19 sqq. D.)] | |
1 | ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, | |
5 | ὅσα πρὸς βουλῆς ἦσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη πάντα τοῦ σώματος, καὶ φάναι τοὺς ὀφθαλ‐ μοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πόδας πρὸς | |
10 | πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέ‐ ρων λόγοι τῷ νοῒ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργάτιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ’ αὖθις ὅτι ἅπαν ἡμεῖς τὸ σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν | |
15 | ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου | |
πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ συνέθετο καὶ | 46 | |
47(n) | [Zonaras 7, 14, 9—15, 1 (2, 54, 8 sqq. B. = 2, 129, 14 sqq. D.)] | |
1 | αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφη, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι. τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἱ χεῖρες πρὸς ἔργον ἦσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς | |
5 | ἀτονήσασαι, οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἦσαν ἀκίνητα. καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει. | |
10 | Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ὠφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανει‐ σμάτων καὶ τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατε‐ | |
15 | πειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς. | |
15. Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως ἢ τὰς | 47 | |
48(n) | [Zonaras 7, 15, 1—5 (2, 55, 5 sqq. B. = 2, 130, 6 sqq. D.)] | |
1 | συνθήκας οὐκ ἐπιτελεῖς ἕξουσιν ἢ κακωθῶσι διαλυθέντες καὶ ἄλλος κατ’ ἄλλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, ἄν τίς τι ἀδικοῖτο, καὶ ὅρκους ἐπὶ τούτῳ ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίσαντο, εἶτα καὶ πλείους, ἵν’ εἶεν αὐτοῖς κατὰ | |
5 | συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ ἅπαξ ἐποίησαν, ἀλλ’ ἔκτοτε τὸ πρᾶγμα ἀρξάμενον οὕτω προέβαινε, καὶ ἐπ’ ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, (οὕτω γὰρ οἱ χιλίαρχοι κέκληνται,) δημάρχους δὲ προσαγορευομένους τῇ Ἑλληνίδι φωνῇ. ἵνα δὲ διαστέλληται ἡ τῶν | |
10 | τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. οὗτοι δὴ τοῦ πλήθους οἱ τριβοῦνοι ἢ δήμαρχοι μεγάλων κακῶν αἴτιοι τῇ Ῥώμῃ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ὄνομα οὐκ ἔσχον εὐθύς, ἰσχὺν δ’ ὑπὲρ πάντας τοὺς ἄλλους ἐκτήσαντο, ἤμυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον | |
15 | σφᾶς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν ἀρχόν‐ των, πλὴν τῶν δικτατόρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπό τε τοῦ συνέχοντος αὐτὸν ἀπηλλάττετο καὶ ἢ ἐς τὸ πλῆθος ὑπ’ αὐτῶν εἰσήγετο ἢ καὶ ἀπελύετο. ἀλλὰ καὶ εἴ τί που ἔδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κἂν ἰδιώτης ἦν ὁ ποιῶν κἂν ἄρχων· ἂν ὁ δῆμος | |
20 | κἂν ἡ βουλὴ πράττειν ἔμελλέ τι κἂν ψηφίζεσθαι, εἷς δέ τις ἠναντίωτο δήμαρχος, ἄπρακτος καὶ ἡ πρᾶξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ χρόνου δὲ προϊόντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν ἢ ἑαυτοῖς ἐπέτρεψαν. καὶ ὃ γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀνανταγωνίστου | |
25 | πρὸς πᾶν τὸ πραττόμενον ὑφ’ ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους | 48 |
49(n) | [Zonaras 7, 15, 5—8 (2, 56, 10 sqq. B. = 2, 131, 10 sqq. D.)] | |
1 | εἰσήγαγον ἵν’ ὅστις αὐτοῖς ἔργῳ ἢ λόγῳ προσκρούσῃ, κἂν ἰδιώτης εἴη κἂν ἄρχων, ἱερός τε ᾖ καὶ τῷ ἄγει ἐνέχηται. τὸ δὲ ἱερὸν εἶναι ἀπο‐ λωλέναι ἦν· οὕτω γὰρ καὶ πᾶν ὅπερ ἂν ὥσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακρο‐ | |
5 | σάγκτους ὠνόμασαν, οἷον τείχη ἅγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλου‐ μένων τυγχάνοντας. σάκρα γὰρ παρὰ Ῥωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ ἅγια. ἔδρων οὖν πολλὰ ἄτοπα· καὶ γὰρ καὶ ὑπάτους ἔβαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. | |
10 | εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, καὶ οὕτως εἰς δίκην καθί‐ σταντο ἢ παρ’ αὐτοῖς ἐκείνοις ἢ παρά τισι δικασταῖς ἢ καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προϊόντος τοῦ χρόνου οἱ δήμαρχοι κατέστησαν· ὅθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. | |
15 | φύσει γὰρ ὥσπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἱ συνάρχοντες διαφέρονται. καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα ὄντας συμφρονῆσαι. ἅμα δὲ καὶ οἱ ἄλλοι διασπᾶν τὴν αὐτῶν δύναμιν μηχανώμενοι, ὅπως ἀσθενέστε‐ ροι διχογνωμονοῦντες ὦσιν, ἐστασίαζον, καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εἷς σφῶν ἀντεῖπε, τὰς τῶν ἄλλων διαγνώσεις | |
20 | ἀπράκτους ἀπέφαινε. τὸ μὲν οὖν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευ‐ τήριον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ εἴ τι μὴ αὐτοῖς ἤρεσκε, παραχρῆμα ἀνθίσταντο· εἶτα καὶ εἰσεκαλοῦντο | |
ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δημαρχήσαντες, | 49 | |
50(n) | [Zonaras 7, 15, 8—10 (2, 57, 13 sqq. B. = 2, 132, 10 sqq. D.)] | |
1 | καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐ‐ πατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ὅμιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην προ‐ αγαγόντες ἰσχύν, ἐδεδοίκεσαν μή τις αὐτῶν τῇ ἰσχύϊ ἐς τοὐναντίον κατ’ | |
5 | αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμόσατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ἔρωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν. Οὕτω μὲν οὖν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οἷς καὶ ἀγο‐ | |
10 | ρανόμους δύο προσείλοντο, οἷον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τῷ πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ὥστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν οὖν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, ὕστερον δὲ καὶ ἄλλ’ ἄττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, | |
15 | ὅθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν. | 50 |
51(n) | [Zonaras 7, 16, 1 (2, 58, 9 sqq. B. = 2, 133, 1 sqq. D.)] | |
1 | 16. Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ’ αὐτῶν κινηθέν‐ των, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πο‐ λέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. | |
5 | ὅτε καὶ Κοριό‐ λους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μι‐ κροῦ ἐκινδύνευον, εἰ | |
10 | μὴ Γναῖος Μάρ‐ κιος εὐπατρίδης | |
ἀνὴρ ἠρίστευσε καὶ | 51 | |
52(n) | [Zonaras 7, 16, 1. 2 (2, 58, 15 sqq. B. = 2, 133, 8 sqq. D.)] | |
1 | τοὺς ἐπιόντας ἀπώ‐ σατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξά‐ σθη καὶ Κοριολᾶνος | |
5 | ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλή‐ θη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον | |
10 | στρατηγῆσαι σπεύ‐ δων καὶ μὴ τυ‐ χών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου καὶ τοὺς δημάρ‐ | |
15 | χους ἐβαρύνετο. | 52 |
53(n) | [Zonaras 7, 16, 2 (2, 58, 19 sqq. B. = 2, 133, 13 sqq. D.)] | |
1 | οἱ οὖν δήμαρχοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ συμ‐ φορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλα‐ | |
σαν. ἐκπεσὼν οὖν τοῖς Οὐολούσκοις εὐθὺς προσεχώρησεν. | 53 | |
54(n) | [Zonaras 7, 16, 3—7 (2, 59, 2 sqq. B. = 2, 133, 17 sqq. D.)] | |
1 | ὧν οἱ μὲν πρῶτοι καὶ οἱ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλλίου πρὸς τοῦ‐ τον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινῆσαι πρὸς ὅπλων | |
5 | ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούσκους φυλάσσεσθαι, πα‐ ρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἱ δὲ | |
10 | στρατηγοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετήσαντες ὅτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥω‐ | |
15 | μαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλή‐ λους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ὅτι ἐξ αὐτῶν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἱ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκα‐ σιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ | |
20 | γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριο‐ λάνῳ ἐψηφίσατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. | |
25 | ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ’ | |
οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς | 54 | |
55(n) | [Zonaras 7, 16, 7. 8 (2, 60, 7 sqq. B. = 2, 134, 20 sqq. D.)] | |
1 | οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολάνου Οὐο‐ λουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς | |
5 | λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτὸν καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιω‐ πῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα “οὐκ ηὐτο‐ μολήκαμεν” ἔφη “τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς | |
10 | ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυ‐ ναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ | |
καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. | 55 | |
56(n) | [Zonaras 7, 16, 8—10 (2, 60, 16 sqq. B. = 2, 134, 32 sqq. D.)] | |
1 | καταλλάγηθι καὶ μηκέτι ὀργίζου τοῖς πολίταις τοῖς φίλοις τοῖς ἱεροῖς τοῖς τάφοις, μηδὲ ἐκπολιορ‐ κήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου. | |
5 | μή με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ.” ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη “αὕτη σε ἔτεκεν” ἔφη “τέκνον, οὗτοί σε ἐξέθρεψαν.” ἡ μὲν εἶπε ταῦτα, ἡ γαμετὴ δὲ | |
10 | αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συν‐ εθρήνησαν, ὥστε κἀκεῖνον εἰς πένθος κινῆσαι. μόλις δ’ ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ | |
φιλῶν ἅμα “ἴδε” ἔφη “μῆτερ, πείθομαί σοι· σὺ | 56 | |
57(n) | [Zonaras 7, 16, 10—17, 1 (2, 61, 5 sqq. B. = 2, 135, 12 sqq. D.)] | |
1 | γάρ με νικᾷς. καὶ σοὶ ταύτην τὴν χάριν πάν‐ τες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπο‐ μένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς | |
5 | τὴν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσο‐ μαι.” ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο, ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν. | |
10 | 17. Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν Ῥωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ὅθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν | |
πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ ἄλλως κατέχειν | 57 | |
58(n) | [Zonaras 7, 17, 1—3 (2, 61, 16 sqq. B. = 2, 135, 24 sqq. D.)] | |
1 | αὐτοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ἵν’ αὐτοῖς ἀσ‐ χολούμενοι μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσι. χρόνῳ δέ ποτε ὑπο‐ τοπήσαντές τινες τὸ πραττόμενον, οὐκ εἴων καὶ ἄμφω τοὺς ὑπάτους ἢ στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ’ ἤθελον καὶ αὐτοὶ | |
5 | τὸν ἕτερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο, προείλοντο Σπούριον Φούριον, καὶ μετ’ ἐκείνου στρατευσάμενοι πάντα ἐφ’ ὅσα ὥρμησαν προθύμως κατέπραξαν. οἱ δὲ τῷ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τὸ στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ἦλθον καὶ ἐθορύβουν, ἕως οἱ Τυρ‐ | |
10 | σηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολλοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον· ἔπεσε δὲ καὶ ὁ εἷς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ὅμιλος στρατηγὸν τὸ τρίτον τὸν Μάλιον εἵλετο. | |
15 | Καὶ πόλεμος αὖθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν· ἀθυ‐ μοῦσι δὲ Ῥωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ | |
Φάβιοι ἐπεκούρησαν. ἓξ γὰρ ὄντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας εἶδον | 58 | |
59(n) | [Zonaras 7, 17, 3. 4 (2, 62, 14 sqq. B. = 2, 136, 18 sqq. D.)] | |
1 | αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας ἅπαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι’ ἑαυτῶν προθυ‐ μηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐνετειχίσαντο, ὅθεν ὁρμώμενοι πάντα τὰ τῶν | |
5 | πολεμίων ἦγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἱ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιεστοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν ἄν, εἰ μὴ | |
10 | εἷς τις οἴκοι κατελείφθη διὰ νεότητα, ἀφ’ οὗπερ αὖθις εἰσέπειτα ἤνθησαν. | 59 |
60(n) | [Zonaras 7, 17, 5. 6 (2, 63, 5 sqq. B. = 2, 137, 1 sqq. D.)] | |
1 | Τῶν δὲ Φαβίων οὕτω φθαρέντων οἱ Ῥωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. εἶτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς ἐποιήσαντο, τραπόμενοι δ’ ἐπ’ ἀλλήλους ἔπραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ἔπαιον | |
5 | καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ’ εὐθύνην ἦγον ἐπὶ πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Ἄππιον οὖν Κλαύδιον καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν ἐς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο, ὅτι τε αὐτοῖς ἠναντιοῦτο εἰς ἅπαντα καὶ ὅτι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκά‐ | |
10 | τευσις δὲ τοιόνδε τι ἦν. ὅτε τι οἱ στρατιῶται μέγα ἡμάρτησαν, ὁ στρα‐ τηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν, ἕνα λαβὼν ἐξ ἑκάστης δεκάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελθόντα δ’ ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἱ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψη‐ φίσαντο μέν, τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην αὐτὸν αὐτοχειρίας | |
15 | κατέστησαν. καί τινες δὲ τῶν δημάρχων ἄλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ’ ἑαυτὸ συνιέναι καὶ ἄνευ | |
ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ’ ὅσα ἂν ἐθελήσῃ. κἄν τις | 60 | |
61(n) | [Zonaras 7, 17, 6. 7 (2, 64, 1 sqq. B. = 2, 137, 24 sqq. D.)] | |
1 | ἐπ’ αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ, ἔκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ἔταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρ‐ χους ἐπηύξησαν, ἵνα πλείστους τοὺς αὐτῶν προϊσταμένους ἔχωσι. Πραττομένων δὲ τούτων οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέ‐ | |
5 | πραττον πλὴν βραχέων, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν οὔθ’ ὅτι ποτὲ ἐννέα δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρ‐ χοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ | |
τῶν εὐπατριδῶν προήχθη ὁ ὅμιλος. οὔτε γὰρ στρατεύειν ἐπείθοντο | 61 | |
62(n) | [Zonaras 7, 17, 7. 8 (2, 64, 12 sqq. B. = 2, 138, 5 sqq. D.)] | |
1 | πολέμων ἐπικειμένων, εἰ μὴ ὧν ὠρέγοντο ἔτυχον, καὶ εἴ ποτε δ’ ἐξῆλ‐ θον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ’ ὅσα ἐβούλοντο ἤνυσαν. κἀντεῦ‐ θεν πολλοὶ τῶν προσοίκων αὐτοῖς τῇ ἐκείνων διχοστασίᾳ ἢ τῇ ἑαυτῶν θαρροῦντες ἰσχύϊ ἐνεωτέρισαν. | |
5 | ὧν ἦσαν καὶ Αἰκουοί, οἳ Μάρκον Μινούκιον στρατηγοῦντα τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ | |
ἐν τῇ Ῥώμῃ δικτάτορα Λούκιον Κυΐντιον εἵλοντο, πένητα μὲν ἄνδρα | 62 | |
63(n) | [Zonaras 7, 17, 8—18, 2 (2, 64, 19 sqq. B. = 2, 138, 13 sqq. D.)] | |
1 | καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιέντα, ὅθεν καὶ Κιγκινάτος ὠνόμαστο. οὗτος οὖν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμενος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, | |
5 | πλείστους μὲν διέφθειρε, τοὺς δ’ ἄλλους ἐζώγρησεν· οὓς ὑπὸ ζυγὸν δια‐ γαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τοῦ ζυγοῦ τοιάδε τις ἦν. σταυροὺς δύο, ὄρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ἕτερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ὃ τοῖς μὲν δρῶσι λαμπρότητα, πολλὴν δ’ ἀτιμίαν τοῖς | |
10 | πάσχουσιν ἔφερεν, ὥστε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορούινον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι‐ νούκιον διὰ τὴν ἧτταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν. 18. Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων | |
15 | συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς ἐπεξελθόντες ἐξαπιναίως τοῦ Κα‐ πιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγένετο πρίν τι πλέον σχεῖν τῶν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τῶν σφετέρων ἀπέβαλον. διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα σημεῖα εὐλαβηθέντες | |
20 | τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν | 63 |
64(n) | [Zonaras 7, 18, 2—6 (2, 66, 5 sqq. B. = 2, 139, 12 sqq. D.)] | |
1 | ἰσωτέραν ποιήσασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν, καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον | |
5 | τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρατηγοὺς αὐτοκρά‐ τορας. καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν, μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρ‐ χόντων πλὴν τῶν δικτατόρων ἐδέδοτο. ἦρξάν τε οὗτοι ἐφ’ ἡμέραν ἕκαστος, ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους | |
10 | συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνεγράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονη‐ | |
15 | θέντες ἐξώκειλαν. πάντες γὰρ ἅμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεανίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμενοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια· ὀψὲ δέ ποτε ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προσέγραψαν ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον. | |
20 | Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε ἐγένοντο· οἱ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ’ ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες, καὶ μηδὲ τὴν βουλὴν ἢ τὸν δῆμον ἀθροίζοντες, ἵνα μὴ συν‐ ελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομέ‐ | |
25 | νων κατὰ Ῥωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευάσαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. | |
Πάντα μέντοι ἁπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς | 64 | |
65(n) | [Zonaras 7, 18, 7—10 (2, 67, 15 sqq. B. = 2, 140, 22 sqq. D.)] | |
1 | στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἱ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέ‐ ρων ὥς τι χωρίον καταληψόμενον ἔπεμψαν, καὶ διὰ τῶν συνεκπεμφθέντων | |
5 | αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατόπεδον γεγονότος ὡς παρὰ τῶν πολεμίων τοῦ ἀνδρὸς σὺν ἄλλοις ἀνῃρημένου, οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος ἐπιθεμένους αὑτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς | |
10 | αὐτὸν εἶδον, ὑπετόπησαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλαγωγῆσαι | |
15 | αὐτήν· καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιολογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐδεὶς ἐπήμυνεν, ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ διακειμέ‐ | |
20 | νους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμαθον, τό τε τάφρευμα ἐξέλιπον, καὶ συμμίξαντες τοῖς λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο, καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πρᾶξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ | |
25 | αὐτῶν ἐθορύβει. | |
Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Ὄππιος δὲ τήν τε | 65 | |
66(n) | [Zonaras 7, 18, 10—19, 2 (2, 68, 20 sqq. B. = 2, 141, 25 sqq. D.)] | |
1 | βουλὴν ἤθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλλέριον Λούκιον καὶ τὸν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βου‐ λευτῶν αὐτοῖς προσκειμένους, πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκεί‐ νων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα | |
5 | ἀρχόντων, (ἤδη γὰρ πάντες παρῆσαν,) μὴ στρατηγοῖς αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο. φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέτριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συν‐ αλλαγῆς γενομένης τοῖς μὲν θορυβήσασιν ἄδεια τῶν πραχθέντων ἐδόθη | |
10 | καὶ ἡ δεκαρχία κατελύθη, αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἱ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν καὶ πρό‐ τερον. ἀποδειχθέντες δὲ ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον τόν τε Κλαύδιον εἰς δεσμωτήριον ἐνέβαλον, οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο, τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν. | |
15 | 19. Οἱ δ’ ὕπατοι, (τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσ‐ αγορευθῆναι, στρατηγοὺς καλουμένους τὸ πρότερον· ἦσαν δὲ Οὐαλλέριος καὶ Ὁράτιος,) καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλ‐ λον αὐτοὺς ἢ τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττούμενοι οὖν οἱ εὐπατρί‐ δαι οὔτε ῥᾴδιον συνελέγοντο οὔτε τὰ πράγματα ἐπ’ αὐτοῖς ἐποίουν παν‐ | |
20 | τάπασιν, ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις χρῆσθαι δεδώκασιν· ὃ λόγῳ μὲν τιμὴν αὐτοῖς ἔφερε καὶ ἀξίωμα, (μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο,) ἔργῳ δὲ κώλυμα ἦν, ἵνα μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος ὅσα βούλοιντο πράττοιεν, ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας ἔστιν οὗ ἐμποδίζοιντο. ἀχθόμενοι δὲ | |
25 | τοῖς ὑπάτοις οἵ τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρο‐ νοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὔθ’ ἡμέραν ἑκάστῳ ἀπένειμαν, ὥσπερ εἴθιστο. τὸ μέντοι πλῆθος ἐπὶ | |
δύο τε ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψηφίσαντο. | 66 | |
67(n) | [Zonaras 7, 19, 3—7 (2, 70, 8 sqq. B. = 2, 143, 3 sqq. D.)] | |
1 | Οὕτως οὖν ἐς διαφορὰς τῶν Ῥωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. τῷ δ’ ἑξῆς ἔτει Μάρκου Γενουκίου καὶ Γαΐου Κουρτίου ὑπατευόντων ἐπ’ ἀλλήλους ἐτράποντο. οἵ τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν ἤθελον, ἐπείπερ ἐδημάρχουν οἱ εὐπατρίδαι πρὸς | |
5 | αὐτοὺς μεθιστάμενοι, καὶ οἱ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περι‐ είχοντο. καὶ πολλὰ κατ’ ἀλλήλων καὶ βίαια ἔλεγόν τε καὶ ἔπραττον. ἵνα δὲ μὴ πρός τι χεῖρον χωρήσωσι, τοῦ μὲν ἔργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐτοῖς παρεχώρησαν, τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ’ ἀνθ’ ὑπάτων χιλιάρχους ὠνόμασαν, ἵνα μὴ τὸ τῆς κλήσεως ἔντιμον τῷ σύρ‐ | |
10 | φακι ὁμίλῳ καταρρυπαίνοιτο. καὶ τρεῖς ἀφ’ ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ὄνομα, ἀλλὰ ποτὲ μὲν ὕπατοι καθίσταντο, ποτὲ δέ γε χιλίαρχοι. οὕτω μὲν οὖν ταῦτα παραδέδοται γίνεσθαι, καίτοι οὐ μόνον τῶν ὑπάτων δικτάτορας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων, | |
15 | ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ ὅτι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπινίκια ἔπεμψεν. Οἱ μὲν οὖν χιλίαρχοι οὕτω τότε ᾑρέθησαν, οἱ δὲ τιμηταὶ τῷ ἐχο‐ μένῳ ἔτει Βαρβάτου καὶ Μάρκου Μακρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κεχειρο‐ | |
20 | τόνηντο δὲ ὅτι οἱ ὕπατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν ἦσαν· τὰ γὰρ τοῖς τιμηταῖς ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν. δύο τε ἦσαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατριδῶν. | |
ἦρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν, ἐν δὲ τῷ | 67 | |
68(n) | [Zonaras 7, 19, 7—20, 2 (2, 71, 11 sqq. B. = 2, 144, 3 sqq. D.)] | |
1 | μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμήνους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέρος τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσ‐ όδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδο‐ μημάτων ἐπιμελεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατε‐ | |
5 | λεῖν, καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ ἐς τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκάστοις προσήκειν ἐνομίζετο, τοὺς δ’ οὐκ εὖ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ὃ μεῖζον πάντων ἦν τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ’ ἐνόρκους ἐφ’ ἑκάστῳ πεποίηντο ὡς οὔτε | |
10 | πρὸς χάριν οὔτε πρὸς ἔχθραν τι ποιοῦσιν, ἀλλ’ ἐξ ὀρθῆς γνώμης τὰ συμ‐ φέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράττουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς ἄλλοις συνήθροιζον, καὶ τῷ τῶν μειζόνων ἀρ‐ χῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν μέντοι μὴ ἀπογραψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς | |
15 | καὶ ἑαυτούς, τὰς μὲν οὐσίας οἱ τιμηταί, αὐτοὺς δ’ ἐκείνους οἱ ὕπατοι ἐπίπρασκον. χρόνῳ μὲν οὖν τινι ταῦθ’ οὕτως ἐπράχθη, ὕστερον δὲ τὸν ἅπαξ τῇ βουλῇ καταλεχθέντα διὰ βίου βουλεύειν ἔδοξε, μηδ’ ἀπαλείφε‐ σθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο ἢ κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ’ αὐτῶν ἑτέρους ἐνέγραφον. | |
20 | τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδέδοτο τοῖς δικτάτορσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ οὕτω ταῦτα ἐτέτακτο, κἂν ἐν ταῖς ἀρχαῖς ἦσαν κἂν ἀπηλλάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδεεστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα εἶχεν ἀκέραιον. εἷς δέ τις, ὃν πρίγκιπα μὲν τῆς γερουσίας ὠνό‐ | |
25 | μαζον, (λέγοιτο δ’ ἂν καθ’ Ἕλληνας πρόκριτος), συμπάντων προεῖχε τὸν χρόνον ὃν προεκρίνετο, (οὐ γὰρ διὰ βίου τις ἐς τοῦτο προεχειρίζετο), καὶ προέφερε τῶν ἄλλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει ἐχρῆτό τινι. 20. Χρόνον μὲν οὖν τινα εἰρήνην πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους ἤγαγον· εἶτα λιμοῦ ἐπικρατήσαντος, ὥστε τινὰς καὶ ἐς τὸν | |
30 | ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο, οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ | |
τοῦτο Σπούριος Μάλλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, | 68 | |
69(n) | [Zonaras 7, 20, 2—4 (2, 73, 3 sqq. B. = 2, 145, 18 sqq. D.)] | |
1 | καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ὅπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν ἂν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος | |
5 | ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτορα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυΐντιον τὸν Λούκιον τὸν Κικινάτον καὶ ταῦτα παρήλικα ὄντα· ὀγδο‐ ηκοντούτης γὰρ ἦν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ὥς τι δὴ βουλευόμενοι, ἵνα μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ’ ὁ δικ‐ | |
10 | τάτωρ τὸ Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἱππέων προκαταλαβών, ἕωθεν ἐπὶ τὸν Μάλλιον ἔπεμψε Γάιον Σερουίλιον τὸν ἵππαρχον, ὡς δι’ ἄλλο τι ἐκεῖνον μετακαλούμενος. ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ τοῦ πλήθους ἐξαρπασθῇ, (ἤδη γὰρ συνέτρεχον,) ἔκτεινε τὸν ἄνδρα, ἢ αὐτογνωμονήσας ἢ τοῦτο | |
15 | κεκελευσμένος πρὸς τοῦ δικτάτορος. θορυβηθέντος δ’ ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα | |
ἕτερον ἢ κολάσας ἢ ἐπαιτιασάμενος τὸν θόρυβον ἔπαυσε. | 69 | |
70(n) | [Zonaras 7, 20, 5—7, (2, 74, 1, sqq. B. = 2, 146, 12 sqq. D.)] | |
1 | Πολέμων δὲ τοῖς Ῥωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων, τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέ‐ μησαν. Ποστουμίου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν, ὅτι μήτ’ ἐκείνην οἱ στρατιῶται εἰς προνομὴν ἐξεχω‐ | |
5 | ρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ἔλαβον, τόν τε ταμίαν τὸν δια‐ τιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πᾶσαν προσένειμαν ἑαυ‐ τοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κἂν ἐπὶ πλεῖστον ἡ στάσις | |
10 | διήρκεσεν, εἰ μὴ πόλεμος αὖθις Ῥωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν, καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, εἶτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι | |
15 | τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν ἤρξαντο. Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ἕως μὲν κατὰ σφᾶς | |
ἐπολέμουν ἐκεῖνοι, πολλάκις αὐτοὺς οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν | 70 | |
71(n) | [Zonaras 7, 20, 7—21, 3 (2, 74, 20 sqq. B. = 2, 147, 3 sqq. D.)] | |
1 | κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς Ῥωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ὄρει τῷ Ἀλβανῷ οὖσα λίμνη, ὑπὸ τῶν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ἔχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυ‐ | |
5 | ρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναν‐ τες δ’ οἱ Ῥωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, ἔπεμψαν εἰς Δελφοὺς περὶ τούτου χρησόμενοι. ἦν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν οὖν ἥ τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ ἄμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν εἶπον ὅταν | |
10 | τὸ ὕδωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐμπέσῃ, ἀλλ’ ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργίας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ’ ὁ μὲν Πύθιος οὔτε τίσι θεῶν οὔθ’ ὅπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρ‐ σηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ὅθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι Ῥωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά | |
15 | τε ἄλλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ οὕτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίησαν καὶ τὸν λόφον διέτρη‐ σαν καὶ τὸ πλεονάζον ὕδωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ὥσθ’ ἅπαν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν. | |
20 | 21. Ἄρτι μὲν οὖν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη Μάρκος Φού‐ ριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύ‐ ξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευ‐ ασμένου δὲ ἤδη τοῦ ὑπονόμου, ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί, παραλαβὼν κἀκείνους προσέβαλε τῇ πόλει καὶ | |
25 | πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ’ ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ..... (Plutarchea quae sequuntur omissa) τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχὴν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὗ τιμὴ αὐταῖς παραχρῆμα | |
30 | ἐψήφιστο· ἡ δὲ ἦν τὸ ἐπ’ ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν | |
ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν δεκάτην τῶν λαφύρων οὐκ ἐν | 71 | |
72(n) | [Zonaras 7, 21, 3—5 (2, 76, 16 sqq. B. = 2, 148, 23 sqq. D.)] | |
1 | τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ’ ὅτι (τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ) πρῶτος Ῥωμαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις | |
5 | ἐγίνετο. ὅτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον, αὐτοκράτωρ αὐτίκα ὁ στρατηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο, καὶ κλῶνας δάφ‐ νης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγ‐ γέλλουσι τῇ· πόλει κομίζειν ἐδίδου. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνή‐ θροιζε καὶ ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε | |
10 | τῆς βουλῆς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτο‐ κράτορος. καὶ εἰ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ᾗ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο, εἰ δ’ ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς, ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄνομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐν‐ | |
15 | σκευασάμενος δὲ τῇ ἐπινι‐ κίῳ σκευῇ, καὶ περιβρα‐ χιόνια λαβὼν | |
20 | στέφανόν τε δάφνης ἀνα‐ δησάμενος καὶ κλάδον κρατῶν ἐν | |
25 | τῇ δεξιᾷ, τὸν δῆμον | |
συνεκάλει· | 72 | |
73(n) | [Zonaras 7, 21, 5—8 (2, 77, 9 sqq. B. = 2, 149, 14 sqq. D.)] | |
1 | καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐ‐ τῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα, ἐτίμα δὲ καὶ κόσμῳ, περι‐ βραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα παρ‐ | |
5 | εῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξε‐ | |
10 | πολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκό‐ σμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετε‐ τύπωτο. ὁ δὲ πολίτην τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἢ ἐκ πολιορκίας σώσας | |
15 | μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάν‐ των καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα ταῦτα ἐδίδοτο, | |
20 | ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ τῷ δήμῳ διέδοσαν καὶ ἐδα‐ πάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, | |
25 | καὶ εἴ τι περιελέλειπτο, εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον. ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. τὸ δὲ δὴ ἅρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς | |
30 | πύργου περιφεροῦς τρόπον ἐξείργαστο. καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἐάν γε καὶ παῖδας ἢ καὶ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα | |
τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ | 73 | |
74(n) | [Zonaras 7, 21, 8—10 (2, 78, 9 sqq. B. = 2, 150, 10 sqq. D.)] | |
1 | ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο· εἰ δὲ πλείους ἦσαν, ἐπὶ κελήτων | |
5 | τῷ πομπεῖ παριππεύοντες συν‐ επόμπευον. τῶν δ’ ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ’ ἐστεμ‐ μένοι δάφνῃ πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ | |
10 | αὐτοῦ παρωχεῖτο τοῦ ἅρμα‐ τος, τὸν στέφανον τὸν τῶν λίθων τῶν χρυσοδέτων ὑπερ‐ ανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν “ὀπίσω βλέπε,” | |
15 | τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῶν παρόντων ἐπαρ‐ θῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο καὶ μάστιξ | |
20 | τοῦ ἅρματος, ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνα‐ σθαι, ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι | |
25 | καταδικασθέντας θανεῖν νε‐ νόμιστο κωδωνοφορεῖν, ἵνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγ‐ χριμπτόμενος μιάσματος ἀνα‐ πίμπληται. οὕτω δὲ σταλέν‐ | |
30 | τες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμά‐ λωτα φρούρια ἠσκημένα, πό‐ | |
35 | λεις τε καὶ ὄρη καὶ | 74 |
75(n) | [Zonaras 7, 21, 10. 11 (2, 79, 1 sqq. B. = 2, 150, 28 sqq. D.)] | |
1 | ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων | |
5 | πομπήν· εἰ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, | |
10 | καὶ τῶν αἰχμαλώτων τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆ‐ ναι καὶ θανατωθῆναι κελεύ‐ σας, ἀνήλαυνεν εἰς τὸ Καπι‐ τώλιον, καί τινας ἐκεῖ τελε‐ | |
15 | τὰς πληρώσας, καὶ προσαγα‐ γὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐ‐ λῶν καὶ συρίγγων ἀπήρχετο. | |
20 | τοιαῦτα μὲν ἦσαν πάλαι τὰ νικητήρια· αἱ δὲ στάσεις αἵ τε δυναστεῖαι πλεῖστα ἐνεω‐ τέρισαν ἐπ’ αὐτοῖς. Quae habet Zonaras 7, 22 de Faleriorum oppugnatione et de | |
25 | lite Camillo intenta (incipiunt autem sic: εἰ δὲ καί, ὡς ἤδη ἱστόρη‐ ται, ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν, quorum priora Dionea viden‐ tur) longe maximam partem e Plutarcho hausit, quibus tamen ex Dione addita sunt haec: | |
30 | 1) καὶ αὐτοὺς (Faliscos) μὲν ἐνίκησαν (Romani) μαχεσάμενοι (p. 79, 13 B. = p. 151, 12 D.). 2) οὐδὲν ἤνυον (Romani Falerios oppugnantes) (p. 79, 14 sq. B. = | |
p. 151, 14 D.). | 75 | |
76(n) | [Zonaras 7, 22.] | |
1 | 3) κἂν ἀπέστησαν (Romani) τῆς πολιορκίας εἰ μή τι συμβέβηκε (p. 79, 17 sq. B. = p. 151, 18 sq. D.) cf. fr. 24, 2 in. 4) ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι (p. 79, 19 B. = p. 151, 20 D.) 5) πᾶσαν εἶπε (ludi magister) παραδιδόναι τὴν πόλιν διὰ τῶν παί‐ | |
5 | δων (p. 80, 3 sq. B. = p. 151, 25 sq. D.). 6) φέροντες ἑαυτοὺς ἐθελονταὶ τῷ Καμίλλῳ παρέδοσαν (Falisci) (p. 80, 13 sq. B. = p. 152, 11 sq. D.) cf. fr. 24, 3 ex. 7) φθονηθεὶς δ’ ἐπὶ πλέον κατηγορήθη (Camillus) ὡς μηδὲν τὸ | |
δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων | 76 | |
77(n) | [Zonaras 7, 22.] | |
1 | σφετερισάμενος et probabiliter quoque quae sequuntur οὕτω δὲ ὠργί‐ ζοντο κατ’ αὐτοῦ, ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ἕτερος τῶν υἱῶν, quamquam idem tradit Plut. Cam. 11, 2 (p. 80, 18—22 B. = p. 152, 15—20 D.). | |
5 | 8) πρὸς Ῥουτούλους μετέστη (Camillus) (p. 81, 7 B. = p. 152, 28 D.) cf. fr. 24, 6. Ceterum cf. Schmidt, über die Quellen des Zonaras (Zon. ed. | |
Dind. 6 p. XXXV) et Buettner—Wobst, Comm. Fleckeisen. p. 148. | 77 | |
78 | Zonaras Gallorum in Italiam incursionem enarrans 7, 23 sua hausit e Plutarcho et Dione. Dionea haec sunt: 1) οἱ δ’ Εὐρωπαῖοι Γαλάται, ὧν οἱ Ἀσιᾶται νομίζονται ἄποικοι .... (2, 81, 10 sq. B. = 2, 153, 2 sq. D.). | |
5 | 2) ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης | |
πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις (2, 82, 1 sq. B. = 2, 153, 16 sq. D.). | 78 | |
79(n) | [Zonaras 7, 23.] | |
1 | 3) καὶ τοσούτῳ τάχει ἐχρήσατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖ‐ λαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βα‐ δίζων φωνῆς ἤκουσε λεγούσης “Γαλάται ἔρχονται.” εἰρηκότος δὲ τοῦτο | |
5 | Μάρκου τῷ δήμῳ καὶ τῇ βουλῇ, ἐν παιδίᾳ τὸν λόγον ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἱ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ἔθνησκον κατα‐ λαμβανόμενοι, πλεῖστοι δὲ καὶ ἐς τὸν ποταμὸν τὸν Τίβεριν συνώσθησαν | |
10 | καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν Ῥώμην ἐλθεῖν ἠδυνήθησαν, οἱ δὲ ἀλλαχοῦ. οἱ δ’ ἐν τῇ Ῥώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀπογνόντες οὔτε τῶν τειχῶν φυλακὴν ἔθεντο οὔτε τὰς πύλας τῆς πόλεως ἔκλεισαν, ἀλλ’ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. | |
15 | μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί φασιν, οἱ δὲ τοὺς | 79 |
80(n) | [Zonaras 7, 23.] | |
1 | πρώτους Ῥωμαίων καθ’ ἡλικίαν καὶ πλοῦτον καὶ γένος ἐνδύντες ἱερὰς ἢ πολυτελεστάτας στολάς ... (2, 82, 5—83, 1 B. = 2, 153, 22—154, 17 D.). 4) Οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν Ῥώμην, (ἰδόν‐ | |
5 | τες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον Plut.) ἐπέσχον καὶ οὐκ εἰσῄεσαν (ἐνέδραν ὑποτοπήσαντες Plut.). τῇ δὲ τρίτῃ θαρσήσαντες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν (2, 83, 2—6 B. = 2, 154, 19—23 D.). 5) εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχει‐ | |
ροῦντες ἡμέρας οὐδὲν ἤνυον, partim in praesidiis agebant ad Capito‐ | 80 | |
81(n) | [Zonaras 7, 23.] | |
1 | lium, partim agrum vicinum populabantur (hoc ex Plut. Cam. 23, 1), καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. (2, 83, 16—22 B. = 2, 155, 3—10 D.). | |
5 | 6) χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος de Pontio Cominio dictum (2, 84, 21—85, 1 B. = 2, 156, 6 sq. D.). 7) οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες (καὶ καταμαθόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ Plut. Cam. 26, 1), (τοῦτο δ’ ὑπετό‐ πασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας, | |
10 | ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῆς δὲ συμπεπιλημένης), ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ’ ὅμως καὶ ἔλαθον ἄν .. (2, 85, | |
7—13 B. = 2, 156, 15—22 D.). | 81 | |
82(n) | [Zonaras 7, 23. 24.] | |
1 | 8) μικροῦ ἐξέλιπον ἂν (Romani) αὐτήν (urbem a Gallis deva‐ statam). οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γερουσίᾳ πα‐ ρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων | |
5 | ἑκατόνταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως “ἐνταῦθα στῆτε” πρὸς τοὺς αὐτῷ ἑπομένους ἐβόησεν, “ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι”. θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταῦτ’ εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο, πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο. (2, 87, 3—11 B. = 2, 158, 1—11 D.). — | |
10 | In his Zonaram Plutarchum (Cam. 31, 3 et 32) expressisse haud mihi credibile. at quae sequuntur ex eo fluxerunt (C. 32, 3). 9) ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο (2, 88, 2 sq. B. = 2, 158, 27 sq. D.), de Sutrio a Camillo recepto dictum, frustulum Dioneum in mediis Plutarcheis (Cam. 35) videtur. Etiam | |
15 | quae praecedunt καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών et quae sequuntur ἐθριάμβευσεν οὖν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο Dionis fortasse magis quam Plutarchi putanda sunt. 10) παραλαβὸν οὖν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον· καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ τὸ τέταρτον ᾑρέθη ὁ Κάμιλλος. | |
20 | τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν πράξαιεν, δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον σφίσι παραδώσειν ὑπέσχετο. λαβὼν οὖν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον, ὡς αὐτόμολος τῷ Καπι‐ τωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως καὶ βοήθειαν | |
25 | παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων, ὡς δή τι κοινολογούμενος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ὃς καὶ συλλη‐ φθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέ‐ | |
30 | λεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστηκόσιν ἐδείκνυ, ἄποπτον ὂν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσ‐ πεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικα‐ στὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον. (2, 88, 9—89, 4 B. = 2, 159, 5—26 | |
D.). Sequentia e Plutarcho (Cam. 36, 5—7) derivata videntur. | 82 | |
83 | Non liquet utrum Dionis an Plutarchi vel Dionysii narrationem secutus sit Tzetzes, Chil. 3, 843—855: οὗτος ὁ Μάρκος Μάλιος ὁ καὶ Καπιτωλῖνος ποτὲ καὶ αἰτιάματι πεσὼν τῆς τυραννίδος | |
5 | καὶ ψήφῳ μέλλων δικαστῶν ἁπάντων ἀναιρεῖσθαι τὸ Καπιτώλιον εὐθὺς ἐσώζετο βλεπόντων, οὗπερ αὐτὸς ἐποίησε κλεινὰς ἀνδραγαθίας, ἕως ὁ λέγων κατ’ αὐτοῦ νοήσας τὰς αἰτίας πρὸς ἄλλο δικαστήριον τὴν σύγκλητον μετάγει, | |
10 | ὅθεν τὸ Καπιτώλιον οὐδ’ ὅλως ἑωρᾶτο, ὡς γίνεσθαι ὑπόμνησιν ἐκείνου τῶν τροπαίων. τότε δὲ κτείνουσιν αὐτόν. ἀλλὰ καὶ οὕτω πάλιν ὅλον ἐμελαμφόρησε χρόνον ὁ δῆμος Ῥώμης ἀποτιννὺς τὰς χάριτας τὰς τῆς ἀνδραγαθίας | |
15 | καὶ τῆς χρηστότητος αὐτοῦ τοὺς ἀμιμήτους τρόπους. | 83 |
84(n) | [Zonaras 7, 24, 7. 8 (2, 89, 10 sqq. B. = 2, 160, 3 sqq. D.)] | |
1 | Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑπο‐ κειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥω‐ μαῖοι διά τε τοῦ Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, | |
5 | πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης, θυ‐ γατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικιννίῳ τινὶ Στό‐ λωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ῥούφου καὶ | |
ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. | 84 | |
85(n) | [Zonaras 7, 24, 8. 9 (2, 89, 20 sqq. B. = 2, 160, 15 sqq. D.)] | |
1 | ἀφικομένου δ’ ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπει‐ ραμένη· καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ’ ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, | |
5 | καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὁμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος, ἄμφω δημαρχῆσαι κατεβιάσατο, καὶ τὸν κό‐ σμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γε‐ | |
νέσθαι τῷ δήμῳ· τὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. | 85 | |
86(n) | [Zonaras 7, 24, 10—13 (2, 90, 8 sqq. B. = 2, 160, 27 sqq. D.)] | |
1 | καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο (ἐπὶ τὴν Ῥώμην αὖθις ἐλαύνειν Κελτούς). ἅπαν οὖν πρὸς ἀλλήλους ἀφέν‐ τες διάφορον, (δικτάτορα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο) καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή, μονομαχία δὲ γέ‐ | |
5 | γονε πρότερον. Τίτος γάρ τις Μάλλιος ἀνὴρ εὐπατρίδης προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάν‐ | |
10 | των δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἱ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ’ Ἀλβανίδα ἐλεηλάτουν. ἐάσαντες οὖν αὐτοὺς οἱ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρω‐ μάτων καὶ μέθης εὐεπιχειρητότεροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς | |
15 | τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Ἔκτοτε οὖν οἱ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχο‐ λάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλή‐ θους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἱ Ῥωμαῖοι πλεῖστα θανόντος τοῦ | |
20 | ἀνδρὸς ἠνιάθησαν. | 86 |
87(n) | [Zonaras 7, 25, 1—4 (2, 91, 8 sqq. B. = 2, 161, 25 sqq. D.)] | |
1 | 25. Μετὰ δὲ ταῦτα καί τι συμβῆναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ τὸ πεδίον λέ‐ γεται τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτω‐ λίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου | |
5 | τινός, οἷα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοιούτοις πα‐ θήμασι. καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἵως δή ποτε οὔτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμφορούν‐ των πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντοδαπήν. | |
10 | ἀποροῦσιν οὖν τοῖς Ῥωμαίοις χρησμὸς ἐδόθη μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλ‐ λουσιν· οὕτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ | |
15 | ἄπορον ἀπορούμενον, ἀσαφοῦς τυγχάνοντος τοῦ χρη‐ σμοῦ. Μάρκος δὲ Κούρτιος, ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημη‐ | |
20 | γόρησε λέγων “τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν | |
25 | ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ ἔστιν | |
οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον | 87 | |
88(n) | [Zonaras 7, 25, 4—6 (2, 92, 12 sqq. B. = 2, 162, 25 sqq. D.)] | |
1 | ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω | |
5 | τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν | |
10 | ἐπιδίδωμι, ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς, ἐσόμε‐ νον ὑμῖν ἀεὶ προστάτην καὶ σύμμαχον.” ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς | |
15 | ἐγίνοντο καὶ περιχαρεῖς, καὶ κοσμήματά τινα | |
συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς | 88 | |
89(n) | [Zonaras 7, 25, 6—9 (2, 93, 2 sqq. B. = 2, 163, 10 sqq. D.)] | |
1 | ἐκόσμουν ὡς ἥρωα, οἱ δέ τινα καὶ ἐς τὸ χάσμα ἐνέβαλλον. ἄρτι δ’ ἐς αὐτὸ ἐνή‐ λατο ὁ Κούρτιος ἔφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε | |
5 | τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεάσατο. ταῦθ’ οὕτω τοῖς Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη καὶ μὴ πιστά, ἔξε‐ στίν οἱ μὴ προσέχειν αὐτοῖς. Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ’ ἑτέ‐ | |
10 | ρων ἐθνῶν ἐπηνέχθησαν, ἀλλ’ ἀπεκρούσαντο πάντας, τῇ μὲν ὑπάτους, τῇ δὲ δικτάτορας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικ‐ τάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν και‐ ρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους· ῥᾷον γὰρ | |
15 | αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ Γαλάτης τῇ ἰσχύϊ καὶ τῇ τόλμῃ· ἐπὶ πλέον | |
20 | δ’ ἐθαυμαστώθη ὅτι τῷ τοῦ Οὐαλλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετά‐ ρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις οὗ κατειργάσθη. διὸ ἀγανακτή‐ σαντες οἱ Γαλάται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλλέριος ἀπὸ τῆς τοῦ | |
25 | κόρακος συμμαχίας Κορουῖνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πο‐ λέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέν‐ | |
των μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα | 89 | |
90(n) | [Zonaras 7, 25, 9—26, 3 (2, 94, 7 sqq. B. = 2, 164, 14 sqq. D.)] | |
1 | ἑκατονταρχεῖν, καὶ τοὺς ὑπάτους καὶ ἄμφω ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἅμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν. 26. Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες ἀπέστησαν καὶ | |
5 | πόλεμον ἤραντο, ἐν φρονήματι· γεγονότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ | |
10 | τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἱ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥω‐ μαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προ‐ εῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα | |
15 | μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτή‐ ρησαν, ὁ δὲ τοῦ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ | |
πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ | 90 | |
91(n) | [Zonaras 7, 26, 3—5 (2, 95, 3 sqq. B. = 2, 165, 7 sqq. D.)] | |
1 | μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσ‐ ιόντα πρὸς μονομαχίαν προεκαλέσατο, καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν, παρώξυνεν εἰπών “οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώπους φθό‐ | |
5 | ρους ἔρρωσθε καὶ ἀνδρίζεσθε, τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε; τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε;” ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στράτευμα “γενναίως μέν” ἔφη “ὦ παῖ, ἐμαχέσω, καὶ | |
10 | διὰ τοῦτό σε στεφανώσω· ὅτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἱὸς πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος, διὰ τοῦτό σε δικαιώσω, ἵνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκουστίας τί‐ μημα λήψῃ.” ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφανον τῇ κεφαλῇ αὐτοῦ | |
ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν. | 91 | |
92(n) | [Zonaras 7, 26, 6—8 (2, 95, 19 sqq. B. = 2, 165, 27 sqq. D.)] | |
1 | Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ἂν ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν οὖν ἀλλήλοις τὸ ὄναρ διηγησάμενοι συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. ἠμφισβήτησαν δὲ πρὸς ἀλ‐ | |
5 | λήλους, οὐχ ὃς ἂν σωθείη, ἀλλ’ ὃς ἂν μᾶλλον ἑαυτὸν ἐπιδῷ· καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι, καὶ ὁπότερον ἂν ἐκείνων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ’ ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον | |
10 | τῶν ὑπάτων ἡττηθῆναι, ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο, εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε· καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἱ μὲν οὕτω φασὶν ἐφ’ ἵππον ἀνα‐ | |
15 | πηδῆσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ’ ἐκείνων ἀπο‐ | |
θανεῖν, οἱ δὲ ὑπὸ συστρατιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος | 92 | |
93(n) | [Zonaras 7, 26, 8. 9 (2, 96, 14 sqq. B. = 2, 166, 17 sqq. D.)] | |
1 | τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρῶς συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν, οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου· πῶς γὰρ ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι, τὸ δὲ σωθῆναι καὶ νικῆσαι περι‐ | |
5 | φανῶς; οἱ μὲν οὖν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ὅμως τὰ ἐπινίκια. | |
Εἶτ’ αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, | 93 | |
94(n) | [Zonaras 7, 26, 9 (2, 96, 23 sq. B. = 2, 166, 27 sq. D.)] | |
1 | καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ | |
δὲ δικτάτορσιν. | 94 | |
95(n) | [Zonaras 7, 26, 9 (2, 97, 1 sqq. B. = 2, 166, 29 sqq. D.)] | |
1 | Ὧν εἷς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομα‐ ζόμενος διά τε τὴν ἕξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τὴν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος | |
ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου Ῥούλλου ἱππάρχου, | 95 | |
97(n) | [Zonaras 7, 26, 9. 10 (2, 97, 5 sqq. B. = 2, 167, 1 sqq. D.)] | |
1 | καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβού‐ λετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις. ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτορος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους | |
5 | τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥου‐ τούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθά‐ | |
σας ἐκεῖνος διεχειρίσατο ἑαυτόν, διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς | 97 | |
98(n) | [Zonaras 7, 26, 10. 11 (2, 97, 12 sqq. B. = 2, 167, 10 sqq. D.)] | |
1 | εἰρήνης ὡς ἄπιστοι, ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον, καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν οἱ Ῥωμαῖοι καὶ αὐτο‐ βοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἱ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπεί‐ | |
5 | σασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ἔν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώ‐ | |
γρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τὸν ζυγόν, (τί δ’ ἦν τὸ τοῦ | 98 | |
100(n) | [Zonaras 7, 26, 11. 12 (2, 97, 20 sqq. B. = 2, 167, 20 sqq. D.)] | |
1 | ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται), οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τε τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν ἀπὸ τῆς ἴσης εἶναι. ἵνα δὲ τὰ τῆς | |
5 | ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον. Οἱ δ’ ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουῖνος μετὰ τῆς στρατιᾶς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι εἰς τὴν Ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται | |
10 | κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ’ ἐν τῇ πόλει τὰ πεπραγμένα | |
μαθόντες οὔτε ἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ’ ἀχθεσθῆναι | 100 | |
101(n) | [Zonaras 7, 26, 12—15 (2, 98, 11 sqq. B. = 2, 168, 4 sqq. D.)] | |
1 | ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυ‐ νιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πέν‐ | |
5 | θος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ’ αὐτίκα οὔθ’ ὕστερον, ἕως ἀντεπεκράτησαν· τοὺς δ’ ὑπάτους μὲν παρα‐ χρῆμα ἔπαυσαν, ἑτέρους δ’ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδό‐ κει μὲν σφίσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκ‐ | |
10 | νουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ’ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιήσαντο, ὤκνουν δὲ καὶ ἀφεῖ‐ ναι, ἵνα μὴ ἐφ’ ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ’ ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ | |
15 | τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ’ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πρᾶξαι αὐτά, ἀλλ’ ἀνάγκῃ συνε‐ χομένους, ἣν αὐτοῖς ἐπήγαγον οἱ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ’ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ ἂν δύ‐ | |
20 | ναιντο δικαίως ἐγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ | |
τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Ποστουμίου | 101 | |
102(n) | [Zonaras 7, 26, 15. 16 (2, 99, 12 sqq. B. = 2, 169, 1 sqq. D.)] | |
1 | καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ὡμολογημένα ἐκείνους τε ἐκδοθῆναι. ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοιποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυ‐ | |
5 | νῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν | |
μάχην ἐπήγαγον. καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν καὶ ὑπὸ | 102 | |
103(n) | [Zonaras 7, 26, 16 (2, 99, 21 sqq. B. = 2, 169, 11 sqq. D.)] | |
1 | τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαν‐ τες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὓς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, | |
ἀπαθεῖς ἐκομίσαντο. | 103 | |
104(n) | [Zonaras 8, 1, 1. 2 (2, 100, 4 sqq. B. = 2, 169, 16 sqq. D.)] | |
1 | 8, 1. Μετὰ δὲ χρόνους πλείονας αὖθις τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορ‐ θοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ’ | |
5 | ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτο‐ μόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. | |
10 | καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσ‐ λαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν Ῥώμην αὐτὴν ἐλάσοντες | |
ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων | 104 | |
105(n) | [Zonaras 8, 1, 2—5 (2, 100, 17 sqq. B. = 2, 170, 2 sqq. D.)] | |
1 | πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις, μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη | |
5 | κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον, πλέον δ’ ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προ‐ χωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι | |
10 | προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ᾧ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφο‐ ραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, | |
15 | καὶ ἐκ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ’ ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο | |
δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν | 105 | |
106(n) | [Zonaras 8, 1, 5—8 (2, 101, 21 sqq. B. = 2, 170, 29 sqq. D.)] | |
1 | ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ’ αὐτῶν ἀντικατα‐ στῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥοῦλλος ὁ Φάβιος ὁ Μάξι‐ μος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρω‐ | |
5 | μένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς ὅπλοις ποι‐ εῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσ‐ έβαλον οὖν τοῖς πολεμίοις· κἀν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαί‐ | |
10 | νης θρεψαμένης τὸν Ῥωμύλον, καθάπερ ἱστόρηται· ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, | |
15 | ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐ‐ τοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρα‐ τήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικα‐ τέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προσέπεσε | |
20 | καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διε‐ φθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ’ ἑξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγου‐ λος. καὶ μέχρι μέν τινος ἰσορρόπως ἐμάχοντο· εἶτα κρατησάντων τῶν | |
25 | Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐτοὺς ὑπή‐ γαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν. Σαυνῖται δὲ ἐπὶ τοῖς γεγο‐ νόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παν‐ | |
τελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ | 106 | |
107(n) | [Zonaras 8, 1, 8—12 (2, 103, 9 sqq. B. = 2, 172, 4 sqq. D.)] | |
1 | μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ’ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθουν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπά‐ των συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φεύγοντες δεινῶς | |
5 | ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ’ ἕτερος ὕπατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι’ ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ’ αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ’ εἰσή‐ | |
10 | νεγκεν εἰς τοὺς θησαυρούς. Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι κατα‐ φρονήσαντες τῶν Ῥωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ’ ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ’ οἱ Ῥωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Καρουίλιον, Κυίντῳ δὲ Φαβίῳ | |
15 | τὸν πατέρα τὸν Ῥοῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξέπεμψαν. ὁ μὲν οὖν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβιος δὲ τῆς Ῥώμης πρὸ τοῦ πατρὸς ἐξελάσας καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθό‐ μενος ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀπο‐ | |
20 | χωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους ἐκεῖ τυγχάνειν ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν’ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα | |
25 | τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάν‐ τως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα | |
αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν. | 107 | |
108(n) | [Zonaras 8, 1, 13. 14 (2, 104, 20 sqq. B. = 2, 173, 10 sqq. D.)] | |
1 | Πυθόμενοι δὲ ταῦθ’ οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μετα‐ πεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου | |
5 | νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρ‐ έλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατό‐ πεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ῥωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα | |
10 | ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμε‐ νον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φει‐ δόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων, | |
ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε. | 108 | |
110(n) | [Zonaras 8, 2, 1 (2, 105, 11 sqq. B. = 2, 173, 28 sqq. D.)] | |
1 | 2. Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανειστῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος· καὶ οὐ | |
πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. | 110 | |
113(n) | [Zonaras 8, 2, 1. 2 (2, 105, 14 sqq. B. = 2, 174, 3, sqq. D.)] | |
1 | ἦρξαν δὲ τῶν πολέμων οἱ Ταραντῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε | |
ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, | 113 | |
114(n) | [Zonaras 8, 2, 2. 3 (2, 105, 19 sqq. B. = 2, 174, 8 sqq. D.)] | |
1 | ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλλερίου, καὶ τριήρεσι προσορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν | |
5 | ἔδρων, μετ’ ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες | |
αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς | 114 | |
115(n) | [Zonaras 8, 2, 3. 4 (2, 106, 10 sqq. B. = 2, 174, 21 sqq. D.)] | |
1 | ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστου‐ μίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων, ὁ Ποστούμιος “γελᾶτε” ἔφη, “γελᾶτε ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν | |
5 | τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.” Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μα‐ θόντες ἤλγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ | |
10 | ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ | |
εὐπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ’ ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν | 115 | |
116(n) | [Zonaras 8, 2, 5. 6 (2, 107, 2, sqq. B. = 2, 175, 5 sqq. D.)] | |
1 | ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρον τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκα‐ λέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, | |
5 | ἀλλ’ ἐτράπησαν, ὥστε τοὺς Ῥωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορ‐ θῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰ‐ μιλίου πεποιηκότος ἐπιμέλειαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώ‐ σαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς Ῥωμαίοις ἐπιτήδειον ὄντα | |
10 | εἵλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ’ οὗτος κεχειροτόνητο καὶ Κιν‐ | |
νέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. | 116 | |
117(n) | [Zonaras 8, 2, 7. 8 (2, 107, 14 sqq. B. = 2, 175, 20 sqq. D.)] | |
1 | ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεώς τε δεξι‐ ότητι καὶ παιδείας ἰσχύι καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλλη‐ νικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὗτος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν | |
5 | ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρ‐ δοῦς ἐφιέμενος, ὀκνῶν δ’ ὅμως ἔχθρας πρὸς Ῥωμαίους αὐτὸς προκατάρ‐ | |
ξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη | 117 | |
118(n) | [Zonaras 8, 2, 8—12 (2, 107, 22 sqq. B. = 2, 175, 29 sqq. D.)] | |
1 | δι’ ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συν‐ θήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ’ αὐτῶν κατασχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ | |
5 | κατέσχεν, ὀλίγους δ’ ἐξ αὐτῶν καὶ τὸν Κιννέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἆγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν | |
10 | ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα ἔπεμπον. ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, ἐπεὶ δὲ τούς τε | |
15 | Πυρρείους ἥκοντας ἔγνω καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἷός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ’ οἱ Ταραντῖνοι μὴ τοὺς | |
20 | σφετέρους ἀντὶ τῶν Ῥωμαίων ἀπολέσωσιν, ἐπαύσαντο. ὁ δὲ Πύρρος οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ | |
περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, | 118 | |
119(n) | [Zonaras 8, 2, 12—15, (2, 109, 5 sqq. B. = 2, 176, 31 sqq. D.)] | |
1 | οἱ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεδάσθησαν. μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέ‐ ταξεν, ὅπως μὴ καθ’ ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώ‐ | |
5 | σωσί τι, ἀπεῖπε δ’ αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἢ διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τού‐ τοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους | |
10 | εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι. ὁ δὲ διὰ ταῦτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράτ‐ τειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλλυεν. Ἀρί‐ | |
15 | σταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰ‐ πεῖν πιθανώτατον προσηταιρίσατο, ἵν’ ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ’ ἔτι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε | |
μέν, ἐς δὲ τὴν Ῥώμην ἀφίκετο. | 119 | |
120(n) | [Zonaras 8, 3, 1 (2, 110, 5 sq. B. = 2, 177, 26 sq. D.)] | |
1 | 3. Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ’ ἐν τῇ | 120 |
121(n) | [Zonaras 8, 3, 1—4 (2, 110, 6 sqq. B. = 2, 177, 27 sqq. D.)] | |
1 | Ῥώμῃ κατέδεισαν μαθόντες τὸν Πύρρον ἐλθόντα εἰς Τάραντα τῷ τε ἐκπεπο‐ λεμῶσθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλλεῖσθαι ἐκεῖνον εὐπόλε‐ μόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας | |
5 | πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινε‐ στίνων ἐς τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐκπεπλή‐ ρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θη‐ | |
10 | σαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο. Οὐαλλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον | |
15 | καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐ‐ τοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις. καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε, | |
20 | καὶ στρατοπεδευσάμενος τρίβειν ἤθελε τὸν καιρόν, ἀναμένων τοὺς συμ‐ μαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς καταπλήξων | |
αὐτόν· εἶχε δὲ ἡ γραφὴ ὧδε· “βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. | 121 | |
122(n) | [Zonaras 8, 3, 4—6 (2, 111, 10 sqq. B. = 2, 178, 28 sqq. D.)] | |
1 | πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους ἄγειν. τὸ μὲν οὖν ἀπόπεμψον, αὐτὸς δὲ μετ’ ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλή‐ λοις ἐγκαλεῖτε, καὶ ἄκοντας τὰ δίκαια ποιεῖν ἀναγκάσω.” Λαουίνιος δὲ τάδε τῷ Πύρρῳ ἀντέγραψε· “πάνυ μοι δοκεῖς, ὦ Πύρρε, τετυφῶσθαι, | |
5 | δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑπο‐ σχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς τὴν Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντί‐ νων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν καὶ παρὰ τῷ Ἄρει τῷ προπάτορι ἡμῶν κριθῆναι;” τοιαῦτα ἀντεπιστεί‐ | |
10 | λας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιη‐ σάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. ἐπὶ τούτοις ὁ Πύρ‐ ρος καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν, ὅτι καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ, ἐπιλείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπι‐ | |
15 | ζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ἔσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος | |
παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πύρρῳ | 122 | |
123(n) | [Zonaras 8, 3, 6—9 (2, 112, 8 sqq. B. = 2, 179, 21 sqq. D.)] | |
1 | συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατό‐ πεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ | |
5 | τοῦ πεζοῦ ἔμεινε, τοὺς δ’ ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ ἔπεμψεν, ἐν‐ τειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν οὖν τοῖς ἑαυτοῦ ὁ Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ἵππον | |
10 | ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμη‐ σάντων, τῶν δὲ καταφρονησάντων, τὸ ἔργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύ‐ σας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ’ οἰκεῖοι πρὸς θάρσος ἀφίκων‐ | |
15 | ται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν τῶν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς | |
σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως | 123 | |
124(n) | [Zonaras 8, 3, 9—12 (2, 113, 3 sqq. B. = 2, 180, 12 sqq. D.)] | |
1 | ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον ἀπε‐ κτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου παρέσχεν, οἵ τε Ῥωμαῖοι ἐπερ‐ ρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον | |
5 | περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύ‐ οντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολε‐ μίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν· ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου, ὃν οἱ ἐπιβεβηκό‐ | |
10 | τες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ Ῥωμαῖοι ἐξεπλάγη‐ σαν, καὶ οἱ σφῶν ἵπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβά‐ τας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὖν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ’ αὐτῶν τῶν | |
15 | θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν ἢ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ’ ἂν ὑπελείφθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καὶ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, | |
20 | καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς Ἀπουλίδα πόλιν | |
τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν | 124 | |
125(n) | [Zonaras 8, 3, 12—4, 1 (2, 114, 5 sqq. B. = 2, 181, 10 sqq. D)] | |
1 | ἡγεμόνων πεπτώκασιν, ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν “εἰ καὶ αὖθίς ποτε ὁμοίως” ἔφη “κρατήσομεν, ἀπολούμεθα.” τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν ὅτι “τὴν οἰκουμένην ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον.” | |
5 | Ὁ μὲν οὖν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν· οἷς ὀλίγα ἐπι‐ | |
τιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· (4.) οἱ δ’ ἐν τῇ Ῥώμῃ | 125 | |
126(n) | [Zonaras 8, 4, 1. 2 (2, 114, 13 sqq. B. = 2, 181, 20 sqq. D.)] | |
1 | ἤλγησαν μὲν ἐπὶ τῇ ἥττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλα‐ κῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέν‐ | |
5 | τας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενος ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πύρρος ἐπὶ τὴν Νεά‐ πολιν ὥρμησεν. ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσ‐ | |
10 | λάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον, | |
ἐφοβήθη μὴ ὑπ’ αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ | 126 | |
127(n) | [Zonaras 8, 4, 2—4 (2, 115, 6 sqq. B. = 2, 182, 7 sqq. D.)] | |
1 | περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμ‐ πανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν ἦν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀνα‐ φύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν, ὡς | |
5 | καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ’ ἠθέλησε συμμίξαι, ἀλλ’ ὡς δυσιε‐ ρῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων | |
10 | ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως | 127 |
128(n) | [Zonaras 8, 4, 4—6 (2, 115, 19 sqq. B. = 2, 182, 22 sqq. D.)] | |
1 | ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι, διηπο‐ ρήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων | |
5 | ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ’ ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κιννέας τοὐναντίον ἅπαν αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώ‐ | |
10 | τους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα | |
πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὗ τῇ γνώμῃ καὶ οἱ λοιποὶ | 128 | |
129(n) | [Zonaras 8, 4, 6—8 (2, 116, 10 sqq. B. = 2, 183, 4 sqq. D.)] | |
1 | συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας οὖν τοὺς πρέσβεις “οὔτε πρῴην, ὦ Ῥωμαῖοι”, ἔφη “ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ.” | |
5 | Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς “φίλος” εἶπεν “ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην, μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ.” ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δὲ “ἐπαινῶ σε” εἶπεν, | |
10 | “ὦ Πύρρε, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐτήν, ἄν γε συμφέρῃ | 129 |
130(n) | [Zonaras 8, 4, 8 (2, 117, 1 sqq. B. = 2, 183, 18 sqq. D.)] | |
1 | ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὔ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ | |
5 | δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω, τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τὰ ἄλλα ἃ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκεί‐ | |
νοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου.” | 130 | |
131(n) | [Zonaras 8, 4, 9. 10 (2, 117, 12 sqq. B. = 2, 183, 31 sqq. D.)] | |
1 | Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κιννέαν εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι | |
5 | κἀκείνους συνδιαφθείρωσιν. ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κιννέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς “Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμῖν | |
10 | ἧκεν, ἀλλ’ ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ | 131 |
132(n) | [Zonaras 8, 4, 10—12 (2, 118, 1 sqq. B. = 2, 184, 12 sqq. D.)] | |
1 | τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ’ ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς.” | |
5 | Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο, ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ τυφλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον (ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ | |
10 | εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολιτείᾳ, παρῄ‐ νεσε δὲ καὶ αὐτίκα τὸν Κιννέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οἴκαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνε‐ βούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψη‐ | |
15 | φίσαντο αὐθημερὸν τὸν Κιννέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ Πύρρῳ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ’ αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πύρρον αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι | |
ὁμοῦ ὄντες νεωτερίσωσιν, ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν. | 132 | |
133(n) | [Zonaras 8, 5, 1—3 (2, 119, 1 sqq. B. = 2, 185, 7 sqq. D.)] | |
1 | 5. Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν Ἀπουλίαν ἐνέβαλεν, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο, μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέ‐ | |
5 | ρας διέτριψαν ὀκνοῦντες ἀλλήλους· οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικη‐ κότας οὐκ ἐθάρρουν, οἱ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκ‐ φοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε | |
10 | τοὺς στρατιώτας ὁ Πύρρος καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ἕνα ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγα‐ νείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰκεῖον ἐθάρσυνε | |
15 | στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἱ Δέκιοι ἐπι‐ διδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις, ἄν τινα οὕτως ἐσκευασμένον ἴδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχωρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρηθέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς | |
20 | τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. | 133 |
134(n) | [Zonaras 8, 5, 4—8 (2, 120, 2 sqq. B. = 2, 186, 2 sqq. D.)] | |
1 | ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος, ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἵν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. | |
5 | οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ’ ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμα‐ σαν, ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνων‐ | |
10 | ται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας ἐώσαντο δ’ οὖν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τῶν Ἠπειρωτῶν ὡρμηκότες στρατό‐ | |
15 | πεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχο‐ μένων ἐπ’ αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέ‐ δοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον, ὅ τε Πύρρος καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπι‐ | |
20 | τηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τά‐ ραντα πρὶν τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος | |
25 | τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμ‐ ψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης. ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέ‐ | |
30 | σχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖ‐ | |
νος, (ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ | 134 | |
135(n) | [Zonaras 8, 5, 8—11 (2, 121, 13 sqq. B. = 2, 187, 13 sqq. d.)] | |
1 | Κάμιλλος), κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ οὕτως αὐτὸν ἐκ τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ῥωμαίων προῖκα αὖ‐ θις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶραι | |
5 | τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμ‐ μαχίδας αὐτῷ πόλεις κατέτρεχόν τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές (ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες), ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σι‐ | |
10 | κελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν, ἐν φυ‐ λακῇ τόν τε Τάραντα καὶ τὰ ἄλλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο, ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ | |
15 | ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν | |
ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. | 135 | |
136(n) | [Zonaras 8, 5, 11—6, 4 (2, 122, 11 sqq. B. = 2, 188, 8 sqq. D.)] | |
1 | οἱ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρω‐ μένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικε‐ | |
5 | λίαν ἐκλιπεῖν. 6. Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραν‐ τίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ ὑπά‐ των τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου, καὶ τήν τε χώραν ἐπόρθουν καὶ | |
10 | τείχη τινὰ ἐκλειφθέντα ἔλαβον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρα‐ νιτὰ λεγόμενα, ὅτι κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμι‐ ώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ῥωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν. | |
15 | οἱ δ’ ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰ‐ τιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ’ Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνί‐ τιδος, Ῥουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ Κρό‐ τωνα ὥρμησεν ἀποστάντα Ῥωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπι‐ τηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος | |
20 | φρουράν, ἧς ἦρχε Νικόμαχος. ἀγνοήσας τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους ἔπταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἷλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει | |
25 | ἀπαίρειν, τὸν δ’ ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον· καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπεί‐ γεσθαι. ὁ οὖν Νικόμαχος πιστεύσας τούτοις, (καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον), τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι’ ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ | |
30 | Ῥουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσ‐ δόκητον καὶ δι’ ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ Ῥουφίνῳ περιπεσὼν πολ‐ | |
λοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς Ῥωμαίοις προσεχώρησαν. | 136 | |
137(n) | [Zonaras 8, 6, 5—7 (2, 124, 7 sqq. B. = 2, 189, 23 sqq. D.)] | |
1 | Τῷ δ’ ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν ἐς τὸ Σαύνιον καὶ ἐς Λευ‐ κανίδα καὶ Βρεττίοις ἐπολέμησαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς ἐκομί‐ σατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ | |
5 | δὲ τὸ Ῥήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονη‐ σάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τάραντα ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν | |
10 | ἐτράπη. πώλου τρωθέντος γὰρ ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀνα‐ βάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχ‐ θησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτεί‐ ναντες καὶ ὀκτὼ ἑλόντες ἐλεφάντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. | |
15 | ὁ δὲ Πύρρος σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρ‐ ματος τοῦ Νικίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώ‐ | |
20 | ψαντας αὐτὸν τιμωρήσασθαι ἔμελλεν, ἐρωτήσας δ’ αὐτοὺς διὰ τί | 137 |
138(n) | [Zonaras 8, 6, 7—10 (2, 125, 5 sqq. B. = 2, 190, 18 sqq. D.)] | |
1 | ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι “πολὺ πλείω καὶ χαλεπώτερα εἰρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε”, γελάσας ἀφῆκεν αὐτούς. Πύρρος μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ | |
5 | ἐπὶ τὴν Ἑλλάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπι‐ θυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατορεύ‐ | |
10 | σαντα καὶ δὶς ὑπατεύσαντα. αἴτιον δ’ ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα εἶχεν· οὕτως οἱ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκ‐ δημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο. | |
15 | Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ’ οὐδὲν ἤνυσαν, τεῖχός τι τῆς σφε‐ τέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς | |
τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον. | 138 | |
139(n) | [Zonaras 8, 6, 11—14 (2, 126, 6 sqq. B. = 2, 191, 14 sqq. D.)] | |
1 | Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ Ῥωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οἳ μεγαλοπρεπῆ | |
5 | δῶρα παρ’ ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ’ εἴασεν αὐτοὺς ταῦτα ἔχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, καὶ πρὸς | |
10 | τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρ‐ χηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν, τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ἄκραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν περὶ αὐ‐ | |
15 | τὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι τοῖς Ῥωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Πα‐ πειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ τείχη καθ‐ εῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν. Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι ποιησάμενοι | |
20 | ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν | |
τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. τοὺς μὲν | 139 | |
140(n) | [Zonaras 8, 6, 14—7, 3 (2, 127, 7 sqq. B. = 2, 192, 10 sqq. D.)] | |
1 | οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχοντας, οὓς συμμάχους οἱ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορ‐ κοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ | |
5 | τὴν πόλιν συνεῖλεν. ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόθη· οἱ δ’ ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν. Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας ἁπάσης ἦρξε μικροῦ, καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατήσας μετὰ | |
10 | τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε. Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν ἐς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ Ῥώ‐ | |
15 | μῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν. 7. Τῷ δ’ ἑξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ’ ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους | |
20 | τοὺς πλείονας ὄντας συνέσχον, χωρήσαντες δ’ ἐπὶ Καρακήνους, παρ’ οἷς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον. καὶ τέλος νυκτὸς ὑπ’ αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ’ ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου. | |
25 | Πολλὰ δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο, ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι. Εἶτα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ὅτι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ’ ἀλη‐ | |
θείᾳ ὅτι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ | 140 | |
141(n) | [Zonaras 8, 7, 3—5 (2, 128, 18 sqq. B. = 2, 193, 19 sqq. D.)] | |
1 | προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥστε ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό, καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ’ ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμενοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον | |
5 | Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ἐξέδωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ. Ἐπὶ δὲ Κυΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ’ ἐλευθερίᾳ αὐτῶν· ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς. οἳ ἀρ‐ | |
10 | χαιότατοι Τυρσηνῶν ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατε‐ σκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι’ αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ’ ἐχει‐ ρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρατείας δι’ ἐκείνων ὡς τὸ πολὺ | |
15 | ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς | |
οἰκέτας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προϊόντος δὲ | 141 | |
142(n) | [Zonaras 8, 7, 5—8 (2, 129, 17 sqq. B. = 2, 194, 10 sqq. D.)] | |
1 | τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι’ ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγά‐ γοντο καὶ τοὺς δεσπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώ‐ | |
5 | τερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ’ οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ’ ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέ‐ σβεις εἰς τὴν Ῥώμην ἀπέστειλαν. οἳ καὶ δι’ ἀπορρήτων νυκτὸς τὴν γε‐ ρουσίαν εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον. καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης | |
10 | δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας, καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώ‐ τους. δι’ οὖν ταῦθ’ οἱ Ῥωμαῖοι τὸν Φάβιον ἐπ’ αὐτοὺς ἔστειλαν. καὶ | |
15 | ὃς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ’ ἐπὶ τούτῳ ἐπεξῆλθον. καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος | |
20 | τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ εἴ τινες τῶν οἰκετῶν χρη‐ | |
στοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ. | 142 | |
143(n) | [Zonaras 8, 8, 1—3 (2, 130, 22 sqq. B. = 2, 195, 9 sqq. D.)] | |
1 | 8. Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο· θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν, οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, | |
5 | καὶ ἠσκημένοις τὰ ναυτικὰ πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λιβύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώ‐ σασθαι δι’ ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονηματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, (τὸν γὰρ βασιλέα | |
10 | ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ’ οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ προυβάλ‐ λοντο), καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων. σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχη‐ δόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρχηδονίοις δὲ ὅτι φιλίαν Ῥω‐ | |
μαῖοι συνέθεντο τῷ Ἱέρωνι· τὸ δ’ ἀληθές, ὅτι ἀλλήλους ὑφωρῶντο, | 143 | |
144(n) | [Zonaras 8, 8, 3—6 (2, 131, 15 sqq. B. = 2, 195, 28 sqq. D.)] | |
1 | καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ τῶν ἄλλων προσκτή‐ σαιντο. οὕτω διανοουμένοις αὐτοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ’ ἦν τοιοῦτον. Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στει‐ | |
5 | λάμενοι, τότε δ’ ὑπὸ Ἱέρωνος πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἷα σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας ὅλης κρατή‐ σουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αὕτη | |
10 | βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, ἄν γε ταύτην κατά‐ σχωσι, καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν. | |
15 | Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζό‐ μενοι οἱ Μαμερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς Ἱέρωνα, ἵνα μὴ οἱ Ῥω‐ μαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύ‐ | |
20 | λασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν | 144 |
145(n) | [Zonaras 8, 8, 7—9 (2, 132, 18 sqq. B. = 2, 196, 26 sqq. D.)] | |
1 | ναυσὶν ὀλίγαις ὑπὸ Ἀππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ’ ἐμβὰς προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε | |
5 | μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ γνοὺς τοὺς Μαμερ‐ τίνους ἐν στάσει ὄντας, (οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο), ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπα‐ γωγὰ καὶ ὡς ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέ‐ | |
10 | λευσεν ἤ, εἴ τι δίκαιον ἔχοιεν, τοῦτο εἰπεῖν. ὡς δ’ οὔτε τῶν Μαμερ‐ τίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέ‐ χοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, “αὔταρκες” ἔφη “μαρτύριον παρ’ ἀμφο‐ τέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο | |
15 | γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο.” καὶ ἐπηγγέλλετο βοηθήσειν | 145 |
146(n) | [Zonaras 8, 8, 9—9, 1 (2, 133, 13 sqq. B. = 2, 197, 15 sqq. D.)] | |
1 | αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ’ ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα | |
5 | καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη. 9. Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο, ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς | |
10 | ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου | |
καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο, | 146 | |
147(n) | [Zonaras 8, 9, 1—4 (2, 134, 5 sqq. B. = 2, 197, 29 sqq. D.)] | |
1 | ἠπείλησε μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοὺς Ῥωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτω διέπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν οὖν | |
5 | ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, (ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάσσων αὐτήν), ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε· φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτε‐ ρίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ’ ἀμφοῖν μάτην λεχ‐ | |
10 | θέντων συνήρπασέ τις τῶν Ῥωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμω‐ τήριον, συνεπαινούντων τῶν Μαμερτίνων. καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχη‐ δόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς Ῥωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας | |
15 | ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ’ οὐκ ἐπείθοντο οἱ | 147 |
148(n) | [Zonaras 8, 9, 4—7 (2, 134, 22 sqq. B. = 2, 198, 20 sqq. D.)] | |
1 | Ῥωμαῖοι, τούς τε μισθοφοροῦντας παρ’ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, (συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς), καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε | |
5 | συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξη‐ πάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ’ αὐτῶν τὸ μὲν τῶν Ῥωμαίων ἱππικὸν | |
10 | ἠλαττώθη, τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη, ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν. Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι ὄντι οἷον ἐν χερ‐ | |
15 | ρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ’ ἕλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα, δι’ οὗπερ μόνου εἰσῄεσαν στενο‐ τάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες | |
θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθασι | 148 | |
149(n) | [Zonaras 8, 9, 7. 8 (2, 135, 21 sqq. B. = 2, 199, 15 sqq. D.)] | |
1 | τῶν στενῶν· κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέ‐ ψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας | |
5 | καὶ τὸν Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ | |
προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν | 149 | |
150(n) | [Zonaras 8, 9, 8—10, 1 (2, 136, 5 sqq. B. = 2, 199, 22 sqq. D.)] | |
1 | ἐκράτουν, ὅτε δ’ ἐκρατοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόν‐ τος τινὸς πρὸς ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, | |
5 | μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν, καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν | |
10 | ἀπέπλευσεν εἰς τὸ Ῥήγιον. Οἱ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιω‐ θέντες οὖν ὅ τε Μάξιμος Οὐαλλέριος καὶ Ὀτακίλιος Κράσσος, καὶ διὰ | |
15 | τῆς νήσου ὁμοῦ τε καὶ διχῇ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστή‐ σαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισχνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ κατα‐ | |
20 | στρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ’ αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες. | |
25 | 10. Καὶ οἱ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκόμισαν τοῦ στρατοῦ, ἵν’ ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιό‐ | |
30 | μαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ μετὰ | 150 |
151(n) | [Zonaras 8, 10, 1—5 (2, 137, 17 sqq. B. = 2, 201, 1 sqq. D.)] | |
1 | Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἱ ἐν Καρ‐ χηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ | |
5 | μάχαι πλείους, οὐ μεγάλαι δ’ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Ἄννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρή‐ σειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προε‐ | |
10 | θυμοῦντο, ὁ δὲ Ἄννων ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευ‐ θήσεσθαι. διὸ οἵ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμητὶ νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρό‐ τερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν Ἀννίβαν ἐκ | |
15 | τοῦ τείχους κατὰ νώτου τοῖς Ῥωμαίοις προσπεσεῖσθαι. ὃ μαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον | |
20 | πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ῥωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων αὐτάς. ὁ δ’ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκ‐ λιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, | |
25 | συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης | 151 |
152(n) | [Zonaras 8, 10, 9—11, 2 (2, 139, 3 sqq. B. = 2, 202, 3 sqq. D.)] | |
1 | ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἅπαντες. Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν. ὠργίζοντο δ’ οἱ Καρχηδόνιοι κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ | |
5 | τὸν Βαρχίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουρ‐ γήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπισπάσηται. ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παρα‐ | |
10 | λίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέ‐ φθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομέ‐ νους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στεί‐ | |
15 | λας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμη‐ νύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν Ῥωμαίων ἀπέθανον. Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθό‐ | |
20 | μενοι δὲ ταῦτα οἱ Ῥωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουίλιον τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν. ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. | |
25 | ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περι‐ | |
εστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, | 152 | |
153(n) | [Zonaras 8, 10, 9—11, 2 (2, 140, 9 sqq. B. = 2, 203, 7 sqq. D.)] | |
1 | δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνεβίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν ἐς Καρχη‐ δόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον. | |
5 | 11. Εἶτα Ἀννίβας μὲν τὴν Ἰταλίαν ἐπόρθει, Ἀμίλκας δὲ εἰς Ἔγε‐ σταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον τοῦ πεζοῦ τοῖς Ῥωμαίοις ἦν· οἷς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ τὸν μὲν ἀστυ‐ νόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σι‐ | |
10 | κελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν | |
τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα | 153 | |
154(n) | [Zonaras 8, 11, 2—4 (2, 141, 2 sqq. B. = 2, 203, 24 sqq. D.)] | |
1 | κατεσκεύασεν, ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ῥωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ | |
5 | χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ’ οἱ Ῥωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ’ Ἀννίβας ἐπὶ ἑπ‐ τήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε. | |
10 | τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ’ Ἀννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφᾶς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, | |
ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι “οὐδὲν ἄρα ἠδίκηκα | 154 | |
155(n) | [Zonaras 8, 11, 4—8 (2, 141, 18 sqq. B. = 2, 204, 14 sqq. D.)] | |
1 | ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ’ οὐ τῆς τύχης ἐτύγχανον κύριος.” καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸν πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ’ εἰς χεῖρας αὐτῷ τοῦ | |
5 | Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν Ῥώμην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ’ αὐ‐ τοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, (ἔστι δὲ λιμὴν ἐπίκαιρος), ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκί‐ νους ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ἵνα μὴ | |
10 | οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν ἂν κατεστρέ‐ ψατο ἅπασαν. Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτοῦ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον | |
15 | ἐστράτευσε, (κεῖνται δὲ ἐν τῷ Τυρσηνικῷ πελάγει ὀλίγον ἀλλήλων ἀπέ‐ χουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν), καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ’ αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν | |
20 | ἢ συμμίξαι, αὐτὸς δ’ ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ’ οἴκου ἀπῆρεν. Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων, καὶ οἱ Σαυνῖται, (συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρα‐ | |
25 | σκευὴν ἀφίκοντο), συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο | 155 |
156(n) | [Zonaras 8, 11, 8—12, 2 (2, 143, 4 sqq. B. = 2, 205, 15 sqq. D.)] | |
1 | Ἕριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ’ ἦν κατα‐ μηνῦσαι τὸ βούλευμα, (πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται), ἔπει‐ σεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι | |
5 | αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον ἕκαστοι τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ οὕτως ἡ πᾶσα διε‐ λύθη συνωμοσία. | |
10 | Τῷ δ’ ἐπιγενομένῳ θέρει ἔν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ’ Ἀτίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι | |
15 | μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων οὐκ ἀντέσχον. ὑπεξελ‐ θόντων δὲ νυκτὸς τῶν Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ῥωμαῖοι πάντας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λα‐ | |
20 | βόντος εἶναι· ἔκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προ‐ διαρπάσαντες κατέπρησαν. 12. Ἐκεῖθεν δ’ ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προ‐ λελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλ‐ πούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν | |
25 | πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ’ ἐκεῖνον ὥρ‐ μησεν, ἵν’ οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦθεν οἱ λοιποὶ δια‐ | |
φύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, | 156 | |
157(n) | [Zonaras 8, 12, 2—7 (2, 144, 11 sqq. B. = 2, 206, 20 sqq. D.)] | |
1 | ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γε‐ γονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ’ οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περισέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ’ ἐν τοῖς νεκροῖς κεί‐ | |
5 | μενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνηκώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ’ οἱ τριακόσιοι ἐμάχοντο, ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ’ οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελθὼν αἰφνιδίως πολ‐ | |
10 | λοὺς διέφθειρε. Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὥρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδόνιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντιπνεύ‐ σαντος δὲ πνεύματος σφίσιν ἄμφω ὑπέστρεψαν. καὶ μετὰ ταῦτα ἔσφηλε | |
15 | διά τινων ψευδαυτομόλων τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσούμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπιπλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγούσας ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, | |
20 | καταλιπὼν αὐτὰς ἀνεχώρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέ‐ στερον δ’ ἐκ τούτου τὴν χώραν κατατρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἔτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν Ῥώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον· | |
25 | καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λίθους ὁμοίως συνέβη κατενεχθῆναι. | |
Οἱ δ’ ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπάραν ἐστράτευσαν. | 157 | |
158(n) | [Zonaras 8, 12, 7. 8 (2, 145, 19 sqq. B. = 2, 207, 26 sqq. D.)] | |
1 | ἐπεὶ δ’ ὑπὸ τὴν ἄκραν τὴν Τυνδαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρχηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπά‐ των τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι ἐξανήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς | |
5 | φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρθέντες δ’ οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέραν οὖσαν κατέλιπον, τῇ δὲ Λι‐ βύῃ τῇ τε Καρχηδόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς | |
10 | τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς | |
ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. | 158 | |
159(n) | [Zonaras 8, 12, 8—13, 2 (2, 146, 9 sqq. B. = 2, 208, 9 sqq. D.)] | |
1 | καὶ παρὰ τῇ Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον Ῥωμαῖοι· Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· ἤλπιζε γὰρ στράτευμά οἱ | |
5 | πεμφθήσεσθαι οἴκοθεν. Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδόνιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, “ἂν τοῦτο ποιή‐ σητε” εἶπεν, “οὐδὲν ἔτι κρείττους τῶν Λιβύων ἔσεσθε.” ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας αὐτοὺς οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλ‐ | |
10 | κας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμε‐ λέτων. ἀλλ’ ὁ μὲν Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκατα‐ πλεύσας δ’ εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν· ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ’ εἰς τὴν γῆν οἱ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι | |
15 | προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ φόβῳ προσεπεκτῶντο, λείαν τε πολλὴν ἐλάμ‐ βανον καὶ αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομίζοντο. | |
20 | 13. Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ’ ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχη‐ δόνιοι ἐν παντὶ κακῷ γεγόνασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν | |
25 | ποταμὸν στρατοπεδευομένῳ δράκων | 159 |
160(n) | [Zonaras 8, 13, 2—4 (2, 147, 15 sqq. B. = 2, 209, 10 sqq. D.)] | |
1 | ἐπεφάνη ὑπερμεγέθης, οὗ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐ‐ τοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι’ | |
5 | ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον εἶχεν ὄγκον τοῦ σώματος. ὃς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πί‐ νοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. | |
10 | κατειργάσατο δ’ αὐτὸν ὁ Ῥηγοῦ‐ λος πλήθει στρατιωτῶν καὶ μηχα‐ ναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δὲ Ἀμίλκᾳ ἐπὶ με‐ τεώρου καὶ ὑλώδους στρατοπεδευο‐ | |
15 | μένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ’ ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦ‐ σιν ἐμπίπτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ’ οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως | |
20 | ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν | 160 |
161(n) | [Zonaras 8, 13, 4—8 (2, 148, 10 sqq. B. = 2, 209, 28 D.)] | |
1 | ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο καὶ φορτικά, ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο. Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήματος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας | |
5 | ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαί‐ μονος Ξάνθιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰλη‐ φώς (ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ | |
10 | Ἀμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν) τά τε ἄλλα παρεσκεύασεν εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οἷς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ῥωμαίους καταφρονητικῶς αὐλιζομένους, (μέγα τε | |
15 | γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες— οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσ‐ ρήματι κατ’ αὐτῶν χρῶνται—τὰς στρατοπεδείας ἀπερισκέπτως πεποί‐ ηντο), οὕτως οὖν τοῖς Ῥωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς μὲν κατέκοψε, | |
20 | πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ῥηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ἵνα μὴ | |
καὶ οἱ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αὐτῶν αἰχμαλωτισθέντες | 161 | |
162(n) | [Zonaras 8, 13, 8—14, 2 (2, 149, 13 sqq. B. = 2, 210, 30 sqq. D.)] | |
1 | κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, ὅπως ὑπ’ αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν | |
5 | δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο. Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρί‐ σαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς ἃ προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀπο‐ | |
10 | πλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀπο‐ πλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι παλαιὰν μηδὲν στέ‐ γουσαν, νέον καταπιττώσαντας ἔξωθεν, ἵν’ αὐτὴ ἐφ’ ἑαυτῆς καταπον‐ τισθῇ· τὸν δὲ γνόντα τοῦτο ἐς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ’ ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ | |
15 | ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ἔργων δόξαν συναπολέσθαι. 14. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ῥώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπάτους ἔπεμψαν, Μάρκον | |
20 | Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οἳ ἐς Σικελίαν πλεύσαντες, καὶ φρου‐ ρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι ληφθέντες κατη‐ νέχθησαν ἐς Κόρσουραν· πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παρα‐ δόντες ἔπλεον αὖθις. κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς οἰκείας | |
25 | ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ | 162 |
163(n) | [Zonaras 8, 14, 2—6 (2, 150, 19 sqq. B. = 2, 212, 4 sqq. D.)] | |
1 | ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐ‐ τοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ῥωμαῖοι ἐκράτησαν, καὶ εἷλον πολλούς· οὓς διὰ τὸν Ῥηγοῦλον καὶ τοὺς μετ’ | |
5 | αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν. Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ἔλαβον καὶ ἐς Σικελίαν ἐπε‐ ραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον | |
10 | πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν ἂν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ῥωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτί‐ στους ἐπεποιήκεσαν, καὶ οὕτως ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σι‐ κελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ’ ἦν ἔτος ἀφ’ οὗπερ ἡ Ῥώμη συν‐ έστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ | |
15 | δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή· τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρήσαντες εἷλον συχνὰς χρημάτων μεστάς. Εἶτα Σερουίλιός τε Πίων καὶ Γάιος Σεμπρώνιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, | |
20 | καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ’ ἐκομίζοντο οἴκαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ’ ὀλίγαις τὴν | |
Ἰταλίαν φρουρεῖν. | 163 | |
164(n) | [Zonaras 8, 14, 7—10 (2, 152, 4 sqq. B. = 2, 213, 4 sqq. D.)] | |
1 | Τῷ δ’ ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον, καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχη‐ δόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ Ἱέρωνος εἰλη‐ | |
5 | φὼς καὶ ὅσοι τῶν Ῥωμαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Λι‐ πάραν, καὶ ἐν αὐτῇ Κύιντον Κάσσιον χιλίαρχον καταλιπὼν προσεδρεύ‐ σοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς ἔπαυσε. | |
10 | Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μα‐ θόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ἕως μὲν ἄμφω παρῆσαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φού‐ ριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατα‐ | |
15 | σκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, ἤθροισε τοὺς ἐν τῇ πόλει πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέ‐ τελλος δεδιέναι προσεποιεῖτο. τούτου δ’ ἐπὶ πλείους ἡμέρας γινομένου | |
20 | οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ὥστε μηκέτ’ ἀναχωρῆσαι δι’ αὐτοῦ δυνη‐ θῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς | |
25 | ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασ‐ σαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων | |
ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ ὑπὸ τῶν Ῥωμαίων | 164 | |
165(n) | [Zonaras 8, 14, 10—15, 1 (2, 153, 16 sqq. B. = 2, 214, 15 sqq. D.)] | |
1 | ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλ‐ λαβοῦσιν αὐτοὺς διδοῦν· καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳ‐ | |
5 | οτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συν‐ δήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ’ ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ’ αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν | |
10 | ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν οὐδ’ αἰσθανομένους ὅτι πλέοιεν. ὁ μὲν οὖν Μέτελλος οὕτως ἐνίκησεν, ὁ δ’ Ἀσδρούβας ὁ τῶν Καρχηδονίων στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη. | |
15 | 15. Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαίοις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥη‐ | |
γοῦλον συνέπεμψαν, πᾶν δι’ αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὸ ἀξίωμα | 165 | |
166(n) | [Zonaras 8, 15, 1—3 (2, 154, 11 sqq. B. = 2, 215, 7 sqq. D.)] | |
1 | καὶ τὴν ἀρετὴν τοῦ ἀνδρός, ὥρκωσάν τε αὐτὸν ἦ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρχηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλούμενος, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ἔθος ἦν χρηματίζειν τῶν | |
5 | πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν “ἡμᾶς, ὦ πα‐ τέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν· ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα.” ταῦτα εἰπὼν μετέστη μετὰ | |
10 | τῶν πρέσβεων, ὡς ἂν καθ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται. κελευόν‐ των δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν | |
ἐσιώπα· ἐπεὶ δ’ οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον εἶπεν· | 166 | |
167(n) | [Zonaras 8, 15, 4. 5 (2, 155, 5 sqq. B. = 2, 215, 24 sqq. D.)] | |
1 | “εἰμὶ μὲν εἷς ἐξ ὑμῶν, ὦ πατέρες, κἂν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις προσήκω, ἐπεὶ δ’ οὐκ ἐκ | |
5 | κακίας, ἀλλ’ ἐκ προθυμίας ἐδυστύχησα, καὶ Ῥωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ’ ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλλαγὰς νομίζω.” ταῦτα ὁ Ῥηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθηκε δι’ ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς “οἶδα μὲν ὅτι μοι προὖπτος ὄλε‐ | |
10 | θρος πρόκειται. ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ | 167 |
168(n) | [Zonaras 8, 15, 5—8 (2, 155, 16 sqq. B. = 2, 216, 9 sqq. D.)] | |
1 | καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί οὖν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις, ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἂν παραβαίην τοὺς ὅρκους, οὐδ’ εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι’ ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν | |
5 | ἐμπεδορκήσας μὲν μόνος πείσομαι, ἂν δ’ ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀνα‐ πλησθήσεται.” ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποι‐ ήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι’ αὐτὸν καταπρόωνται, ἐπλάσατο | |
10 | πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ’ αὐτοῦ ἀπο‐ λέσθαι. καὶ οὔτε ἡ σύμβασις γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ’ αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ’ ὕπατοι μήτ’ ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκ‐ δώσειν ἔφασαν μήτ’ ἀπιόντα κατασχεῖν. καὶ οὕτω προτιμήσας μὴ παρα‐ | |
15 | βῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ’ αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα παντα‐ χόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν ἥλιον, οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμενόν πῃ κλιθῆναι διὰ τὰ κέντρα | |
20 | διέφθειραν. ἃ πυθόμενοι οἱ Ῥωμαῖοι τοὺς πρώτους τῶν παρ’ αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀντα‐ ποκτεῖναι. Τοὺς δ’ ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε | |
Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγούλου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν | 168 | |
169(n) | [Zonaras 8, 15, 8—12 (2, 156, 22 sqq. B. = 2, 217, 7 sqq. D.)] | |
1 | Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπε‐ χείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ’ ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μηνοειδὲς ᾠκοδόμησαν. | |
5 | καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διά‐ κενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντο‐ ρύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκίας ἀχθόμενοι | |
10 | καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς Ῥωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ Ἀμίλκας τὸ βουλευ‐ όμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς ἄρ‐ χουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ’ ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς | |
15 | τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οἳ πρὸς τοὺς ὑπάτους αὐτο‐ μολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ἕτερ’ ἄττα ἔλαβον. Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμπουσιν Ἀρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτηρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ καταίρειν | |
20 | ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο. Ἕως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγί‐ νοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἀναχωρήσαντος, Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας | |
25 | αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε | 169 |
170(n) | [Zonaras 8, 15, 12—16, 1 (2, 158, 6 sqq. B. = 2, 218, 10 sqq. D.)] | |
1 | ἐπιτήδεια κομίζεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε, καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Λούκιος Ἰούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύ‐ | |
5 | βαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι’ αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύ‐ | |
10 | οντος ἐβαρύνοντο οἱ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρή‐ | |
15 | ματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγ‐ ξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτορα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. | |
20 | ἐν ᾧ δ’ ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ἔρυκα παρε‐ στήσατο ὁ Ἰούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αἰγίθαλον καὶ ἐζώγρησε τὸν Ἰούνιον. 16. Τῷ δ’ ἑξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους | |
25 | τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχον. ὁ οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ’ αὐτῶν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, | |
ἵν’ οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ | 170 | |
171(n) | [Zonaras 8, 16, 1—6 (2, 159, 7 sqq. B. = 2, 219, 8 sqq. D.)] | |
1 | πόλεις αἱρήσῃ. ἀλλ’ οὐδ’ ἐνταῦθά τι αὐτῷ προεχώρησε· τὸν γὰρ στρα‐ τηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέ‐ | |
5 | στειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέ‐ κοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ’ οἱ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο, καὶ προσαφῆκαν ὅσα παρ’ αὐτοῦ ἐπε‐ τείως ἐλάμβανον. | |
10 | Τῷ δ’ ἑξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ’ ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς Ἱππῶνα Λιβυκὴν πόλιν εἰσ‐ πλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέ‐ | |
15 | πρησαν. τῶν δ’ ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἱ ἔμβολοι τῶν νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ’ ἐς τὰς πρῴρας | |
20 | αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ’ ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νου‐ μέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι | |
25 | τῇ Πελιάδι καλουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οἳ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο· οἷς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι’ ἐρημίαν αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ἕν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας | |
30 | ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ | |
οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν τε περιπλέοντες | 171 | |
172(n) | [Zonaras 8, 16, 6—17, 1 (2, 160, 21 sqq. B. = 2, 220, 22 sqq. D.)] | |
1 | καὶ εἰς τὴν Ἰταλίαν περαιούμενοι. τοὺς δ’ αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ’ ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν ἰσοπληθεῖς, ἀρ‐ γυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν | |
5 | ἄξιον· μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ’ ἐνιαυτὸν ἄλλους, εἶθ’ ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι τε τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ἔπαυον, ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ’ οὐκ εἰς χρῆσιν αἱρούμενοι. Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, καὶ μισοῦντες αὐ‐ τοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευ‐ | |
10 | θέντες, τοῖς Ῥωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν συμμάχων τινὰς οἱ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενι‐ κόν. τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἱ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὖθις | |
15 | ναυτικὸν συνεστήσαντο. 17. Καὶ Λουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλλέριος Φλάκκος ἀστυνομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον | |
20 | οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους | |
οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους | 172 | |
173(n) | [Zonaras 8, 17, 1—7 (2, 162, 1 sqq. B. = 2, 221, 18 sqq. D.)] | |
1 | ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερ‐ θεν τῶν Ῥωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατ‐ έσκηψεν. ἐγένετο δ’ ἡ ναυμαχία καὶ ἐπ’ ἀμφοῖν καρτερὰ δι’ ἄλλα τε καὶ ἵνα μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυ‐ | |
5 | τικοῦ καταστήσωσιν, οἱ δ’ ἵνα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμ‐ φοράς. ὅμως δ’ οὖν οἱ Ῥωμαῖοι τὴν νίκην ἤραντο· τὰ γὰρ τῶν Καρ‐ χηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο. Ὁ δ’ Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ | |
10 | Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέ‐ σβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἦν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ’ ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι’ ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, | |
15 | καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν’ ἐς τὴν Ῥώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι Ῥωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς | |
20 | δ’ ἑαυτῶν πρίασθαι. Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρ‐ κους ἐπενεχθῆναι, οἱ δ’ ἐν τῇ Ῥώμῃ τήν τε νίκην διὰ βραχέος ἔμαθον | |
25 | καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόν‐ των οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπη‐ γόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς | |
30 | ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ’ αὐτῶν κεχρῆσθαι. Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς Ῥωμαίοις εἰς | |
τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ’ αὐτῷ ἤγαγεν ὁ | 173 | |
174(n) | [Zonaras 8, 18, 7—18, 2 (2, 163, 14 sqq. B. = 2, 222, 31 sqq. D.)] | |
1 | Κατύλος τὰ ἐπινίκια, Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικελίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥω‐ μαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς | |
5 | Καρχηδονίους φιλία ἦν αὐτοῖς. Ἄμφω δ’ αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ’ ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ πρὸς τὰς συμ‐ φορὰς αὐτῶν συνεπέθεντο. οἵ γε μὴν Ῥωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς | |
10 | τῶν πολεμούντων ἐκείνοις, οὔθ’ ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρ‐ χηδονίων ὅσους εἶχον ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιει‐ κείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν | |
15 | πράγματα ἔσχον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν. 18. Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ Ῥωμαῖοι | |
20 | Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ’ ἱππεῦσιν ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐ‐ τῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυ‐ | |
25 | μένη κατεσκάφη, ἑτέρα δ’ ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέ‐ μησαν αὖθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλη‐ | |
σιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώνιος | 174 | |
175(n) | [Zonaras 8, 18, 2—5 (2, 164, 20 sqq. B. = 2, 224, 6 sqq. D.)] | |
1 | Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν, ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώρησεν, ἵν’ ἢ καθ’ ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὄφλειν | |
5 | προείλετο· καί πως κατὰ τύχην ἐκράτησε. Τότε μὲν οὖν ταῦθ’ οὕτως τοῖς Ῥωμαίοις συνήντησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρ‐ χηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδίεσαν· τῷ δ’ ἑξῆς ἔτει Λούκιος Λέν‐ | |
10 | τουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆγον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατ‐ έστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνε‐ κόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς Ῥωμαίους | |
15 | αὖθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικιννίου Οὐάρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ | |
μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον | 175 | |
176(n) | [Zonaras 8, 18, 5—9 (2, 165, 17 sqq. B. = 2, 224, 29 sqq. D.] | |
1 | ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ’ ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι’ ὀλιγότητα μήτε τι προέσθαι τολ‐ μῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν Ῥώμην πρεσβεύσωνται. οἱ δ’ ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ εἶπον. ὡς δ’ οὐδενὸς οἱ πρέσβεις ὧν ᾔτουν | |
5 | ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο. | |
10 | Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρε‐ στήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε, καὶ ὡς αὐτοκράτωρ τυγχά‐ | |
15 | νων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις, ἕως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ Ῥωμαῖοι τὸ παρασπόνδημα ἀπο‐ προσποιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον· ὡς δ’ οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, | |
ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα | 176 | |
177(n) | [Zonaras 8, 18, 9. 10 (2, 166, 18 sqq. B. = 2, 225, 25 sqq. D.)] | |
1 | δ’ ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ’ ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις | |
5 | ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστησαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν. Τῷ δ’ ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ Ῥωμαῖοι, ἵν’ ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους, | |
10 | ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν. καὶ οἱ | 177 |
178(n) | [Zonaras 8, 18, 10—14 (2, 167, 7 sqq. B. = 2, 226, 6 sqq. D.)] | |
1 | μὲν ὕπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέ‐ πραξαν· τοὺς δὲ Σαρδονίους μή τι μέτριον φρονοῦντας ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ’ οἱ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλ‐ | |
5 | λάγησαν, ἀπέστησαν αὖθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ Πομ‐ πώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέ‐ μων ὄντας πολεμίους ἔκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφε‐ | |
10 | ρουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκειον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρίναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδέτερον, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον κατα‐ λείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ὤκνουν δὲ πολέμου κατάρ‐ | |
15 | ξασθαι. Κινηθέντων δ’ αὖθις τῶν Σαρδονίων ἐπ’ αὐτοὺς οἱ ὕπατοι ἄμφω ἐστράτευσαν Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃ‐ ρέθησαν. διὸ μετὰ ταῦτα ἐπ’ ἀμφοτέρους οἱ Ῥωμαῖοι ἐτράποντο. καὶ | |
20 | Μάρκος μὲν Πομπώνιος Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν | |
ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς | 178 | |
179(n) | [Zonaras 8, 18, 14—19, 3 (2, 168, 7 sqq. B. = 2, 227, 3 sqq. D.)] | |
1 | εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι’ ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζό‐ μενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος | |
5 | ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που ὕδωρ ὀψέ ποτε ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι. 19. Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρχηδονίων στρα‐ τηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων προήγαγον, | |
10 | καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρ‐ χοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπα‐ σθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας οὕτως ἐτελεύτησε, τελευ‐ τήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας | |
15 | πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὡμώνυμον τῇ πα‐ τρίδι ἔκτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν πολλὰ μὲν καὶ ἄλλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ’ αὐτῶν τοῖς χρήμασι χρήσωνται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ | |
20 | μήτ’ ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπάραντας, παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ’ αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήν‐ τησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ’ ἐκείνους | |
25 | ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου | |
τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ’ αὐτοῖς τοῦ πλοῦ ἐγένετο ἥδε. | 179 | |
180(n) | [Zonaras 8, 19, 3. 4 (2, 169, 16 sqq. B. = 2, 228, 9 sqq. D.)] | |
1 | Ἴσσα νῆσός ἐστιν ἐν τῷ Ἰονίῳ κόλπῳ κειμένη. οἱ γοῦν ταύτης κάτοικοι Ἰσσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἀγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους | |
Ἰλλυρικοῦ. πρὸς ὃν πρέσβεις οἱ ὕπατοι ἔπεμψαν. ἐκείνου δὲ τεθνεῶτος | 180 | |
181(n) | [Zonaras 8, 19, 4—5 (2, 169, 20 sqq. B. = 2, 228, 15 sqq. D.)] | |
1 | ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἣ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημά‐ τισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομέ‐ | |
5 | νους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησάντων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα | |
αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη | 181 | |
182(n) | [Zonaras 8, 19, 5—7 (2, 170, 8 sqq. B. = 2, 228, 26 sqq. D.)] | |
1 | πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέν‐ των ἀνεθάρσησεν αὖθις, οἷα γυνὴ κούφην ἔχουσα γνώμην καὶ εὐμετά‐ βολον, καὶ πρὸς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ | |
5 | Ῥωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ῥω‐ μαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτρο‐ | |
10 | πεύσων εἰλήφει, οἱ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας | |
σφῶν τῶν τε μυστηρίων μετέσχον. | 182 | |
183(n) | [Zonaras 8, 19, 8—20, 1 (2, 171, 1 sqq. B. = 2, 229, 12 sqq. D.)] | |
1 | Τὸ δ’ Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπεκέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς τοῦ Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου | |
5 | μέχρι τοῦ Εὐξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται. Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος καὶ Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ | |
10 | ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν’ οὕ‐ τως ἐπιτελὲς τὸ πεπρωμένον γε‐ νέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. | |
15 | Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥω‐ μαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αὖθις δὲ ἐδουλώθησαν. 20. Ἰνσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Ἄλπεις ὁμοφύλων προσειληφότες, ὅπλα τοῖς Ῥωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον | |
20 | χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι | |
αὐτοῖς καὶ ἠθύμησαν, καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι | 183 | |
184(n) | [Zonaras 8, 20, 1—3 (2, 172, 3 sqq. B. = 2, 230, 5 sqq. D.)] | |
1 | ἐπεχείρησαν. καὶ ὁ Ῥηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλα‐ κοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατα‐ σχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ἕτερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν, ἔπειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, αὐχήματι | |
5 | δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ’ οἱ Ῥωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ στρατόπεδον αὐτῶν εἷλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια ἤγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλι‐ | |
10 | σμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι | 184 |
185(n) | [Zonaras 8, 20, 3—5 (2, 172, 14 sqq. B. = 2, 230, 19 sqq. D.)] | |
1 | μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπι‐ τώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων ἅπασαν προσεκτήσαντο καὶ τὸν Ἠριδανὸν τότε πρῶτον ἐπὶ τοὺς Ἰνσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν. | |
5 | Τεράτων δ’ ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ Ῥώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ἔδοξε, καὶ ἐν τῷ Ἀριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ἔλαμψε, καὶ πολλαχόθι τῆς Ἰταλίας τρεῖς σε‐ λῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ’ ἡμέρας πλείονας | |
10 | ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ ὅτι τινὲς παρανόμως ἔλεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμ‐ ματα οἱ ὕπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, ἄρτι πρὸς πόλεμον καθιστά‐ | |
μενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην | 185 | |
186(n) | [Zonaras 8, 20, 5—10 (2, 173, 5 sqq. B. = 2, 231, 5 sqq. D.)] | |
1 | ἀναγνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλα‐ μίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αἵρεσιν αὐτῶν ἀπεδείκνυ δι’ αὐτῆς ὀρθῶς ἔχουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. οὔτ’ οὖν ἀπαναστῆναι πρὶν τὸ πᾶν κατα‐ | |
5 | στήσασθαι ἤθελε καὶ διδάξειν καὶ τοὺς οἴκοι ἔφη μήτ’ ὄρνισι μήτ’ ἄλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ἤθελε καὶ τὸν συνάρχοντα κατέχειν ἐπειρᾶτο, Φούριος δ’ οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέν‐ | |
10 | των ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ἔργου ἥψατο. Φλα‐ μίνιος δὲ περινοστῶν τὴν χώραν ἔτεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ’ οἴκαδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας ἔσχον, (διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φού‐ | |
15 | ριον), τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς. Ἕτεροι δὲ ὕπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαι‐ ρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς Ἰνσούβρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ ἄμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, | |
20 | ἔπειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρ‐ κελλος μὲν ἐπὶ τοὺς ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ’ ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας Ἀκέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν, οὔσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀν‐ | |
25 | τεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ Ἰνσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρή‐ ματα καὶ μέρος τῆς γῆς δόντες. | |
Εἶτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ’ Ἴστρου | 186 | |
187(n) | [Zonaras 8, 20, 10—13 (2, 174, 14 sqq. B. = 2, 232, 11 sqq. D.)] | |
1 | ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολο‐ γίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος ἦλθον μέχρι τῶν Ἄλπεων, ἄνευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο. ὁ μέντοι τῶν Σαρδιαίων ἄρχων Δημήτριος, ὡς ἄνω που εἴρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς | |
5 | ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ Ῥωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ ὕπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος μετεπέμψαντο αὐτόν. ὡς δ’ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ’ αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. καὶ προμαθόντες ὅτι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν | |
10 | νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι ἔπεμψαν. κἀκ τούτου τῶν Ἰλλυριῶν ἐπ’ ἐκείνους ὡς καὶ μόνους ὄντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσ‐ πεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ’ ἐκείνην | |
15 | ἔπλευσαν καὶ τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προ‐ δοσίας εἷλον, τοῦ Δημητρίου διαδράντος. ὃς τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ’ ἐκείνου μὲν οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς Ἰλλυριοὺς ἐπανελθὼν συνελήφθη | |
ὑπὸ Ῥωμαίων καὶ ἐδικαιώθη. | 187 | |
188(n) | [Zonaras 8, 21, 1—4 (2, 175, 13 sqq. B. = 2, 233, 7 sqq. D.)] | |
1 | 21. Τῷ δ’ ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξε‐ πολεμώθησαν, καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ’ ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννίβας στραταρχῶν τῶν | |
5 | Καρχηδονίων. ὁ δ’ Ἀννίβας οὗτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγέ‐ νετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάντας γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ’ αὐτοὺς τρέφειν ἔλεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύσει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐ‐ τοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξε‐ | |
10 | δίδασκε, πεντεκαιδεκέτη ὄντα· ὅθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἓξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στρά‐ τευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ’ αὐτῶν ἀνα‐ δειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν | |
15 | ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους. οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, ἄνω τῆς θα‐ λάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέκειντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. | |
20 | διὰ ταῦτ’ οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρὸς αὐτούς, εἰδὼς ὅτι ἢ | 188 |
189(n) | [Zonaras 8, 21, 4—8 (2, 176, 14 sqq. B. = 2, 234, 4 sqq. D.)] | |
1 | ἐπικουρήσουσιν οἱ Ῥωμαῖοι τοῖς Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρή‐ σουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι’ ἕτερα αἴτια κατὰ Ῥωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο. | |
5 | Ἡ δ’ Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος | |
10 | τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων ὕστερον δὲ Ναρ‐ βωνησίων ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη | |
15 | ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ’ ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν· οἱ μὲν γὰρ Ῥωμαῖοι Ἱσπανούς, οἱ δ’ Ἕλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν. | |
20 | Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς Ῥωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Ἀννίβας ἐκώλυσεν, οἱ δὲ Ῥωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα | |
πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ’ Ἀννίβας ἐκ | 189 | |
190(n) | [Zonaras 8, 21, 8—22, 1 (2, 177, 16 sqq. B. = 2, 234, 32 sqq. D.)] | |
1 | τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦντας τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλα‐ γῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ἵνα μὴ διὰ τὴν | |
5 | ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύ‐ σαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς Ῥωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννίβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ἔλεγον. καὶ τέλος | |
10 | ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες. Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περι‐ βόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζα‐ | |
15 | κύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχη‐ δόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπανέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ’ ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ | |
20 | ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυν‐ θίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμ‐ μένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ἦλθον, εἴ πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισωθεῖεν. ὡς δ’ | |
25 | οὐδὲν ὁ Ἀννίβας προΐσχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ὥς τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυ‐ τούς, οἱ δ’ ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύ‐ | |
30 | μως ἀγωνιζόμενοι κατεκόπησαν. | |
22. Καὶ δι’ αὐτοὺς οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. | 190 | |
191(n) | [Zonaras 8, 22, 1 (2, 179, 7 sq. B. = 2, 236, 10 sq. D.] | |
1 | ὁ γὰρ Ἀννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν Ἰταλίαν ἠπείγετο. | 191 |
194(n) | [Zonaras 8, 22, 1. 2 (2, 179, 8 sqq. B. = 2, 236, 11 sqq. D.)] | |
1 | πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ | |
ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ | 194 | |
195(n) | [Zonaras 8, 22, 2 (2, 179, 10 sqq. B. = 2, 236, 14 sqq. D.)] | |
1 | εἶπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν Ἰβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ἵν’ ὑπὸ τὸν αὐτὸν χρόνον | |
ἥ τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε | 195 | |
196(n) | [Zonaras 8, 22, 2. 3 (2, 179, 15 sqq. B. = 2, 236, 19 sqq. D.)] | |
1 | τῇ Ἰβηρίᾳ βοηθῆσαι δύνωνται μήτ’ ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ οὕτως ἐκ παντὸς τρόπου | |
τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, κἂν | 196 | |
197(n) | [Zonaras 8, 22, 3 (2, 179, 18 sq. B. = 2, 236, 24 sq. D.] | |
1 | μὲν πείσωσιν ὅτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν ἄγειν, ἂν δ’ ἀδικοῦντες ἁλῶσι, | 197 |
198(n) | [Zonaras 8, 22, 3—6 (2, 179, 19 sqq. B. = 2, 236, 25 sqq. D.)] | |
1 | τότε πολεμῆσαι αὐτοῖς, ἵνα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπω‐ σώμεθα. αἱ μὲν οὖν ἀμφοῖν δόξαι τοιαῦται ἦσαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ἔδοξε πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα στεῖλαι καὶ τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν | |
5 | μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ’ εἰς ἐκεῖνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, κἂν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς. Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκό‐ πουν. καί τις Ἀσδρούβας, εἷς τῶν ὑπὸ τοῦ Ἀννίβου προπαρεσκευασμένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ | |
10 | τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ὅτι “κἂν τῷ Ἀννίβᾳ μόνῳ ὅσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσήκοντα ἔσται καὶ οὐδὲν αὐτοὶ πονήσετε.” τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Ἄννων ὁ μέγας ἐναντιού‐ μενος τοῖς τοῦ Ἀσδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε | |
15 | μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ἕνεκα τὸν πόλεμον ἐφ’ ἑαυτοὺς | 198 |
199(n) | [Zonaras 8, 22, 6. 7 (2, 180, 17 sqq. B. = 2, 237, 17 sqq. D.)] | |
1 | ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύ‐ τεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ’ ἐν ἡλικίᾳ καὶ μάλισθ’ ὅσοι τὰ τοῦ Ἀννίβου ἔπραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ’ | |
5 | οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις εἶχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὸ ἱμάτιον ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ἔφη “ἐγὼ μὲν ἐνταῦθ’, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ’ ὁπότερον αὐτῶν βούλεσθε ἕλεσθε.” ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν, | |
10 | ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον. | 199 |
200(n) | [Zonaras 8, 22, 8. 9 (2, 181, 6 sqq. B. = 2, 237, 31 sqq. D.)] | |
1 | Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαιμόνιον τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ Ῥώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ἕτερος ἐν τῇ τῶν Ῥω‐ μαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ἔρριψε καὶ ἐφθάρη, | |
5 | κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αἷμα τὸ μὲν ἐξ ἀγαλμάτων ὤφθη, τὸ δὲ ἐξ ἀσπίδος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρα‐ τοπέδου λύκος ἥρπασε. τῷ δ’ Ἀννίβᾳ θηρία πολλὰ καὶ ἄγνωστα τὸν Ἴβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ ὄψις ὀνείρου ἐφάνη. ἔδοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ | |
10 | στρατεῦσαι ὅτι τάχιστα εἰς τὴν Ἰταλίαν προστάξαι καὶ λαβεῖν παρ’ αὐ‐ τῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ’ αὐτοῦ κελευσθῆναι ἕπεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα εἶεν· καὶ τὸν εἰπεῖν “ὦ Ἀννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν Ἰταλίαν | |
15 | ἔρχεται.” | 200 |
201(n) | [Zonaras 8, 23, 1 (2, 182, 1 sqq. B. = 2, 238, 19 sqq. D.)] | |
1 | 23. Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ Ῥωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν, ἐς δὲ τὴν Ἰβη‐ | |
ρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα | 201 | |
202(n) | [Zonaras 8, 23, 1—3 (2, 182, 7 sqq. B. = 2, 238, 27 sqq. D.)] | |
1 | ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτῷ, ἐκεῖ δ’ ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ τῶν ἐπι‐ | |
5 | χωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε πλοῖα τὰ ἐν τῷ ποταμῷ προ‐ διέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ οὖν Ἀννίβας ἔτριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη ἄλλα τε καὶ μονόξυλα κατασκευάζων, ἔφθη δ’ οὖν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασά‐ | |
10 | μενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι καὶ ψιλοῖς τισιν, ᾗ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον ἔπεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ἵν’ οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν ἄλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ὃ καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν | |
15 | ποταμόν, ὁ δὲ Ἀννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· | |
καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ οὕτως οἵ τε | 202 | |
203(n) | [Zonaras 8, 23, 3—8 (2, 183, 2 sqq. B. = 2, 239, 18 sqq. D.)] | |
1 | ἄλλοι καὶ οἱ ἐλέφαντες ἀκινδύνως ἐπεραιώθησαν. ἄρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες οὖν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ἔσχηκε πόλεμος· οἱ γὰρ Ῥωμαῖοι καὶ ἔλαττον τὴν | |
5 | πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν. ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ὄρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ’ ἀνέμων πληρώσασα καὶ ὁ κρύ‐ | |
10 | σταλλος ἰσχυρότατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οἴκαδε ἀνεχώρησαν. ἔχει δὲ λόγος ὅτι καὶ αὐτὸς ἀνέ‐ στρεψεν ἄν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπο‐ μένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς | |
15 | τῶν Ἄλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς Ῥωμαίοις ἐνέβαλε. Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα. αὐτὸς δ’ ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς | |
20 | τὴν μάχην ὥρμησαν. πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς στρα‐ τιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ | |
μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς | 203 | |
204(n) | [Zonaras 8, 23, 8. 9 (2, 184, 7 sqq. B. = 2, 240, 19 sqq. D.)] | |
1 | τὸ δεύτερον εἵλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ’ ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττη‐ | |
5 | θεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ’ ἄν, εἰ μή | |
περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκέτης ἐπήμυνε, κατέδεισε | 204 | |
205(n) | [Zonaras 8, 23, 9—24, 6 (2, 184, 14 sqq. B. = 2, 240, 27 sqq. D.)] | |
1 | μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπε‐ χώρησεν. 24. Ἀννίβας δὲ μεθ’ ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ μαθὼν πρὸς τὸν Ἠριδανὸν ἦλθε, καὶ μήτε σχεδίας ἢ πλοῖα εὑρών, (ἐνεπέπρηστο γὰρ παρὰ | |
5 | τοῦ Σκιπίωνος), τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς Ῥωμαίους ἐκέλευσεν, αὐτὸς δὲ ἄνω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέ‐ ταξε. καὶ οὕτω τοῦ ὕδατος περὶ τοῖς ὄγκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς οὖν ὁ | |
10 | Σκιπίων κατὰ χώραν ἔμεινε, καὶ ἐμαχέσατ’ ἄν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ’ αὐτοῦ ηὐτομόλησαν. ὁ δ’ οὖν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αὖθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιη‐ | |
15 | σάμενοι ἐστρατοπεδεύσαντο. Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννίβας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ οὔτε τοῦτ’ ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, | |
20 | τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ φιλοτιμίας, καὶ ὅτι τινὰς κατα‐ τρέχοντας τὴν χώραν ἐκράτησεν, εἰς παράταξιν ὥρμησεν. καὶ ἐσφάλη | |
25 | ἐνέδραις περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ’ αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθά‐ ρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ Ἀννίβας οὐκ ἔχαιρεν, ὅτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας | |
30 | πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν. Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκά‐ | |
τεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις | 205 | |
206(n) | [Zonaras 8, 24, 6—8 (2, 186, 8 sqq. B. = 2, 242, 10 sqq. D.) | |
1 | ἄφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ’ Ἀννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ’ ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες οὖν ἐκ τούτου | |
5 | τινὲς τῶν Ῥωμαίων καὶ καθ’ ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ’ αἰχμαλώτων τοὺς μὲν Ῥωμαίους ἀπέκτεινε, τοὺς δ’ ἄλλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ’ ἅπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι’ αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ | |
10 | καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ’ αὐτοῖς ὄντας οἱ μὲν φονεύσαντες, οἱ δὲ ἐκδόντες μετέστησαν. Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας | |
ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, | 206 | |
207(n) | [Zonaras 8, 24, 8 (2, 187, 1 sqq. B. = 2, 242, 30 sqq. D.)] | |
1 | οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, (ᾔδει γὰρ πλείους καὶ τὴν τῶν Λατίνων), καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πολλὰ ἐπεσκόπει ἤκουέ τε πλεῖστα ὡς οὐκ Ἀννίβας καί τινα ὡς ἕτερός | |
5 | τις ἐφθέγγετο. | 207 |
208(n) | [ Zonaras 8, 25, 1—3 (2, 187, 6 sqq. B. = 2, 243, 4 sqq. D.)] | |
1 | 25. Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ’ ἕτερος Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δὲ καὶ ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου | |
5 | ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάν‐ των τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον ὑπάτους αὖθις εἵλοντο. Ἀννίβας δ’ ἄρτι τοῦ ἔαρος ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ τοῦ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ’ αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην | |
10 | αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ’ ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ’ ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρίτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ’ | |
15 | ὕπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ’ ἀφε‐ στηκότας κακώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ἵν’ αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. | |
καὶ τὸ Ἀρίτιον προκατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος | 208 | |
209(n) | [Zonaras 8, 25, 3—8 (2, 188, 6 sqq. B. = 2, 243, 29 sqq. D.)] | |
1 | δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. ὀψὲ δ’ οὖν πρὸς τὸ Ἀρίτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιού‐ | |
5 | μενος ἔκειρε τὴν χώραν. κἀν τούτῳ ἐπεκδραμόντων τῶν Ῥωμαίων ἐπαν‐ ήγαγεν, ἵνα φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπιτήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν ἔμεινε. καὶ τοῦ μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ὄρη λοχᾶν ἔταξε, τὸ δ’ ἱππικὸν σύμπαν ἔξω τῶν στενῶν ἀφανῶς ἐφεδρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ’ ὀλίγων ἐστρατοπεδεύσατο. ὁ | |
10 | δὲ Φλαμίνιος ἐν φρονήματι ὤν, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομφέναι νομίσας, ῥᾳδίως μεμονω‐ μένον αἱρήσειν ἤλπισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀνταῦθα, ὀψὲ γὰρ ἦν, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ | |
15 | πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι τοὺς μὲν εὐναζομένους ἔτι, τοὺς δὲ τὰ ὅπλα λαμβάνοντας ἔκτεινον, αὐτοὶ μή τι δεινὸν ἀντι‐ πάσχοντες. οἱ γὰρ Ῥωμαῖοι, μηδενὸς αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης οὔσης, οὐκ εἶχον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ’ ἐγένετο θόρυβος καὶ τοιαύτη ταραχώδης ἔκπληξις κατέσχεν αὐτοὺς ὡς | |
20 | μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς ἀρχαίας ἐξόδου ἀποκλεισθέντες ἄλλην ἐτράποντο. τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρ‐ σηνίδα κατέσχον, οὐ μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο. | |
25 | αὐτός τε οὖν ὁ Φλαμίνιος καὶ ἄλλοι παμπληθεῖς ἔπεσον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ’ ἡμέρα ἐγένετο, εἰς φυγὴν ὥρμησαν, καὶ καταληφθέντες τά τε ὅπλα καὶ ἑαυτοὺς ἐπ’ ἀδείᾳ παρέδοσαν. ὅ γε μὴν Ἀννίβας βραχὺ τῶν ὁμωμοσμένων ἐφρόντισε, πάντων δὲ τῶν ἐν τῷ στρα‐ | |
τοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν Ῥωμαίων ἀφῆκεν, | 209 | |
210(n) | [Zonaras 8, 25, 9—11 (2, 189, 17 sqq. B. = 2, 245, 8 sqq. D.)] | |
1 | αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν Ῥώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρνίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσ‐ αγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεντήνιον στρα‐ τηγὸν ἐνεδρεύοντα περισχὼν ἔφθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν | |
5 | ἀπεκρούσθη, καὶ τὴν τοῦ Ναείρου γέφυραν καθῃρημένην εἶδε, καὶ περὶ τοὺς ἄλλους ποταμοὺς οὓς ἀναγκαῖον ἦν διελθεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγίστην οὖσαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, καὶ τἄλλα δι’ ὀλίγου προσκτήσασθαι. | |
10 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ πυθόμενοι περὶ τῆς ἥττης ἤλγησαν, καὶ δι’ ἐκεί‐ νους καὶ δι’ ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ἦσαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ | |
ἐπεσκεύαζον. δικτάτορά τε προχειρίσασθαι βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ | 210 | |
211(n) | [Zonaras 8, 25, 11—26, 1 (2, 190, 10 sqq. B. = 2, 245, 26 sqq. D.)] | |
1 | αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ἔστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν Ἀννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι ἔγνωσαν. τῷ δ’ Ἀννίβᾳ τὸν δικ‐ τάτορα τὸν Φάβιον καὶ τὸν ἵππαρχον τὸν Μάρκον τὸν Μινούκιον ἀντι‐ | |
5 | κατέστησαν. οἳ ἐπ’ ἐκεῖνον ἐλθόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ᾔεσαν, παρε‐ πόμενοι δὲ ἐπετήρουν εἴ που καιρὸς μάχης παραπέσοι· ἀποκινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις καὶ ἡττημένοις πρὸς πλείους καὶ νενι‐ κηκότας οὐκ ἤθελε, καὶ ἅμα ὅσῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς ἤλπισε. τοιούτοις χρώμενος λογισμοῖς | |
10 | οὔτ’ ἄλλῃ χώρᾳ ἐπήμυνεν οὔτε τῇ Καμπανίᾳ. κατέκλεισεν οὖν διὰ ταῦτα πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιήσατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τῶν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς ἣν ἔκειρον ὑπάρχοντα ᾔδει. καὶ διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλή‐ | |
15 | σεως οὐκ ἐφρόντιζε. διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν εἶχεν, ὡς καὶ μελ‐ λητὴς ἐπονομασθῆναι. 26. Ὁ δ’ Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους | |
20 | πάντας, ἵνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, | 211 |
212(n) | [Zonaras 8, 26, 1—4 (2, 191, 10 sqq. B. = 2, 246, 23 sqq. D.)] | |
1 | κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ’ ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ | |
5 | τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἐν τῷ πεδίῳ Ῥω‐ μαῖοι καὶ οἱ ἐν τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ οὕτως ὁ Ἀννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη. ὁ οὖν Φάβιος μεθ’ ἡμέραν τὸ γενόμενον γνοὺς κατεδίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἵνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ | |
10 | τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ’ ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι· ὡς δ’ οὐκ ἐμάχετο, δι’ ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ | |
15 | Φάβιος αὐτῷ ἐφεπόμενος δι’ ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε | |
τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτὸς μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ | 212 | |
213(n) | [Zonaras 8, 26, 4. 5 (2, 192, 8 sqq. B. = 2, 247, 16 sqq. D.)] | |
1 | τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ’ οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἱ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτὸν ἐποιοῦντο, γράφοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ’ αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις | |
5 | ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρ‐ | |
κεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ’ οὐ προσαιτεῖν. | 213 | |
214(n) | [Zonaras 8, 26, 6—8 (2, 192, 16 sqq. B. = 2, 247, 26 sqq. D.)] | |
1 | Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγέ‐ νετο, ὡς δ’ ἐκεῖνος εἰς τὴν Ῥώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχ‐ | |
5 | θόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ δικτάτορος ὠλιγώρησεν, ὁρμήσας δ’ εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ἔδοξεν, εἶτα ἡττήθη. κἂν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνι‐ τῶν κατὰ τύχην τοῖς Ῥωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρ‐ χηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων οὖν διὰ τοῦτο | |
10 | κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν Ῥώμην τὸ ἔργον μεγαλύνων καὶ τὸν δικτάτορα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα. οἱ δ’ ἐν τῇ Ῥώμῃ νενικηκέναι τὸν Ῥοῦφον ὄντως ἐνόμισαν, καὶ | |
οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν | 214 | |
215(n) | [Zonaras 8, 26, 8. 9 (2, 193, 9 sqq. B. = 2, 248, 13 sqq. D.)] | |
1 | Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανίᾳ χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέλυσαν. ἀλλ’ ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι οὐκ ἔπαυσαν, τῷ δ’ ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ’ ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάντων δὲ | |
5 | τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχεν ὀργήν, ὁ δὲ Ῥοῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ’ ἡμέραν ἠξίου παρ’ ἡμέραν ἢ καὶ | |
πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ’ ὁ Φάβιος μή τι κακὸν | 215 | |
216(n) | [Zonaras 8, 26, 9—11 (2, 193, 17 sqq. B. = 2, 248, 24 sqq. D.)] | |
1 | ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ’ ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς ὑπάτοις ἐπ’ ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ Ῥοῦφος ἀπεστρατο‐ πεδεύσατο, ἵνα διάδηλος ᾖ ὅτι καθ’ ἑαυτὸν ἄρχει, ἀλλ’ οὐχ ὑπὸ τῷ | |
5 | δικτάτορι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίνδυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε. παθὼν οὖν τοῦτο ὁ Ῥοῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ | |
10 | περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ’ ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ’ ἐθελοντὴς τὴν ἡγεμονίαν, | |
ἣν παρ’ αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ | 216 | |
217(n) | [Zonaras 8, 26, 11—14 (2, 194, 10 sqq. B. = 2, 249, 8 sqq. D.)] | |
1 | πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ’ ὅσα | |
5 | πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ | |
10 | ἐβεβαιώσατο, καὶ ἐς τὴν Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι’ αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαῖς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ’ ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἅτε | |
15 | προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τὸ ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς Ῥωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς | |
ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα | 217 | |
218(n) | [Zonaras 8, 26, 14 = 9, 1, 3 (2, 195, 8 sqq. B. = 2, 250, 1 sqq. D.)] | |
1 | οἱ Ῥωμαῖοι μόνα ἔλαβον, καίπερ ἐν ἀχρηματίᾳ ὄντες, ὥστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον, χαλκῷ προσμίξαι. 9, 1. Ταῦτα ἐν τῇ Ἰταλίᾳ τότε ἐπράχθη· καί τινες δοῦλοι συνωμο‐ σίαν ἐπὶ τῇ Ῥώμῃ πεποιηκότες προκατελήφθησαν· κατάσκοπός τέ τις | |
5 | ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ἵνα τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ Ἰβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ἴβηρος ἐκβολῇ ὁ Σκιπίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, ὅπως ἀπογνόντες προθυμότερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Πουπλίου | |
10 | Σκιπίωνος πόλεις τῶν Ἰβήρων προσεκτήσατο. Ἄβελος γάρ τις Ἴβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν Ῥωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν Ἰβήρων ὁμήρους οἴκαδε αὐτοὺς ἀποπέμψαι, ἵν’ ἐς εὔνοιαν τάχα ὑπ’ αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφᾶς, ἅτε καὶ τῆς ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρό‐ | |
15 | τερον πέμψας καὶ κοινολογησάμενος περὶ ὧν ἠξίου, ἔπειτα νυκτὸς ὑπεκ‐ κομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ οὕτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ Ῥωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οἴκαδε κατε‐ | |
κτήσαντο. | 218 | |
219(n) | [Zonaras 9, 1, 4. 5 (2, 196, 11 sqq. B. = 2, 250, 26 sqq. D.)] | |
1 | Ἐν μὲν οὖν τούτοις εὐτύχουν, συμφορᾷ δ’ αὖ περιέπεσον ἧς οὔτε πρόσθεν οὔθ’ ὕστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, ἥτις πρὸ τοσούτων ἐτῶν τὴν συμ‐ φορὰν αὐτοῖς ἐμαντεύσατο. θαυμαστὸν δὲ καὶ τὸ τοῦ Μάρκου προμάν‐ | |
5 | τευμα· χρησμολόγος γάρ τις καὶ οὗτος γενόμενος ἐν τῷ Διομηδείῳ πεδίῳ πταίσειν αὐτούς, ἅτε καὶ Τρῶας τὸ ἀρχαῖον ὄντας, ἐφοίβασε. τοῦτο δ’ ἐν Ἀπουλίᾳ τῇ Δαυνίων ἐστί, καὶ | |
τὸ ὄνομα ἀπὸ τῆς τοῦ Διομήδους | 219 | |
220(n) | [Zonaras 9, 1, 5. 6 (2, 196, 18 sqq. B. = 2, 251, 6 sqq. D.)] | |
1 | κατοικήσεως, ἣν ἐκεῖ ἀλη‐ τεύσας ἐποιήσατο, ἔσχηκεν. ἐν γὰρ τῷ πεδίῳ ἐκείνῳ καὶ αἱ Κάνναι, ἔνθα τότε ἐδυστύ‐ | |
5 | χησαν, παρά τε τῷ Ἰονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐ‐ φιδίου ἐκβολάς εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι ἔφη οὐδ’ εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς. | |
10 | τοιαῦτα μὲν οὖν ἦσαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς Ῥωμαίοις συμβάντα οὕτως ἐγένετο. ἦρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος | |
Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παιδείᾳ | 220 | |
221(n) | [Zonaras 9, 1, 6—8 (2, 197, 4 sqq. B. = 2, 251, 17 sqq. D.)] | |
1 | κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ | |
5 | τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμ‐ μάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσ‐ | |
10 | πελάσας αὐτῶν τῷ ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρατιώταις ἐπισχόντος τὴν δίωξιν ὁ Ἀννίβας προσεποιήσατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον | |
15 | κομίζεσθαι ἐνετείλατο, ἵνα τῶν Ῥωμαίων ἐφ’ ἁρπαγὴν αὐτῶν τραπομένων | 221 |
222(n) | [Zonaras 9, 1, 8—14 (2, 197, 20 sqq. B. = 2, 252, 5 sqq. D.)] | |
1 | ἐπίθηται σφίσι. καὶ εἰς ἔργον ἂν τὸ βούλευμα ἤγαγεν, εἰ μὴ ὁ Παῦλος καὶ ἄκοντας κατεσχήκει τοὺς στρατιώτας καὶ τὸν Τερέντιον. ὁ οὖν Ἀννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ πρὸς ἐνέδρας καὶ πρὸς παράταξιν | |
5 | ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμ‐ μον ὄντα, ἵνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμη‐ χανήσατο. οἱ δ’ ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, εἶτα μεθ’ ἡμέρας πρὸς τὰς | |
10 | Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς | |
15 | ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ Ῥω‐ μαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπὸ τοὺς ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ | |
20 | δόρατα καὶ τὰ μείζω τῶν ξιφῶν ἀπορρίψαντας, τὰ δ’ ἐγχειρίδια κρύφα φέροντας, ἵνα δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπί‐ θωνται αὐτοῖς ἀπροσδοκήτως. οἱ δὲ δὴ Ῥωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν Ἀννίβαν παρα‐ τεταγμένους ὡπλίζοντό τε καὶ παρετάσσοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφο‐ | |
25 | τέρους ἐξώτρυναν, καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· | |
ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων | 222 | |
223(n) | [Zonaras 9, 1, 14—16 (2, 199, 5 sqq. B. = 2, 253, 10 sqq. D.)] | |
1 | γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἵνα μὴ σφίσιν ἐπιτεθῶσι δῆθεν οἱ Καρχηδόνιοι, τότε καὶ οἱ λόχοι ἑκατέρωθεν ἐπανέστησαν, καὶ ὁ Ἀν‐ νίβας κατὰ πρόσωπον σὺν τοῖς ἱππεῦσι προσέμιξε, καὶ οἵ τε πολέμιοι τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν, καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς | |
5 | τὰς ὄψεις αὐτῶν βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ’ ἀπεστερημένοι μὲν τῆς ὄψεως, ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆθος ὥστε τὸν 15 τέλος τοσοῦτο πέπτωκε πλῆθος Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου | |
10 | μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις, διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον· | |
15 | χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέ‐ στειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυλίοις ἐκέχρηντο. συχνοὶ δ’ οὖν ὅμως καὶ τότε διέφυγον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ’ Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ’ εἰς τὴν Ῥώμην ἠπείχθη. δυνά‐ | |
20 | μενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ ταχέως διαπολεμῆσαι, οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν ἔσχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ’ αὖθις ἠπείχθησαν. διὸ καὶ ὁ Ἀννίβας ὡς ἁμαρτὼν | |
25 | μετεμέλετο, συνεχῶς ἀναβοῶν “ὦ Κάνναι Κάνναι.” | 223 |
224(n) | [Zonaras 9, 2, 1. 2 (2, 200, 5 sqq. B. = 2, 254, 7 sqq. D.)] | |
1 | 2. Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπ‐ εκράτησαν διὰ τοῦ Σκιπίωνος· ὃς υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδοκίμησε. παρ’ ἑκόντων γὰρ τῶν | |
5 | συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατε‐ στήσατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβού‐ λευσέ τε καὶ ἔπραξεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν, οὐ μὴν καὶ ἐπί‐ | |
στευον. πιστεύσαντες δ’ ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι | 224 | |
225(n) | [Zonaras 9, 2, 2—5 (2, 200, 15 sqq. B. = 2, 254, 18 sqq. D.)] | |
1 | πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ’ οὖν ὁ Φάβιος γνώμην ἔδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἵν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ | |
5 | δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον, καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀν‐ εθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος, ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τῶν τε πολιτῶν οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ἤδη κατέλεξαν, καὶ δεσμώ‐ | |
10 | τας ἐπ’ ἀδείᾳ καὶ δούλους ἐπ’ ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες εἴ τί που εὐηργέ‐ τηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ὅπερ οὔπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν Ἑλλάδα πεπόμφασιν ἢ πείσοντές τινας συμμαχῆσαι αὐτοῖς ἢ μισθωσόμενοι. | |
15 | Ἀννίβας δὲ συνεστηκέναι τοὺς Ῥωμαίους καὶ παρασκευάζεσθαι μα‐ θὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρό‐ τερον, τοὺς δὲ Ῥωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν’ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ Ῥωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ | |
20 | μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ’ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρ‐ χηδόνα ἀπέστειλε, τῶν δ’ ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φίλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμ‐ | |
25 | βαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες ἵν’ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς | |
κατεχρήσαντο. | 225 | |
226(n) | [Zonaras 9, 2, 6—10 (2, 202, 1 sqq. B. = 2, 255, 26 sqq. D.)] | |
1 | Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ’ αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον ἐξῆρε δὴ τὸ κατόρθωμα· καὶ ἐψηφίσθη πάντα ὅσα ᾐτήσατο, τῷ γὰρ Ἄννωνι | |
5 | τἀναντία λέγοντι καὶ καταλύσασθαι τὸν πόλεμον ἕως καθυπέρτεροι δο‐ κοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν, οὐ μέντοι τὰ ψηφισθέντα καὶ εἰς ἔργον ἤγαγον, ἀλλ’ ἐμέλλησαν. Ἀννίβας δ’ ἐν τούτῳ ἐς τὴν Καμπανίαν προυχώρησε, καὶ πόλισμά τι εἷλε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ὥρμησε πό‐ λιν, προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς οὓς ὡς μόνους ὄν‐ | |
10 | τας τῶν τῆς πόλεως ἐκδραμόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ εἷλεν, οὔτ’ ἐπὶ πολὺ ταύτῃ προσ‐ ήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ Ῥωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν Ἀννίβαν ἀπέκλιναν. ἐπεὶ δ’ ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ἄνδρες αὐτῶν ἁλόντες ἀφείθησαν, τὸ μὲν | |
15 | πλῆθος ὥρμησε μεταστῆναι πρὸς τὸν Ἀννίβαν, οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, εἶτ’ ἐπ’ αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας ἂν κατεχρήσατο, εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέ‐ γεθος συνιδὼν τοῦ κακοῦ κατηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων, ἔφη δὲ πρότερον ἄλλους ἀντ’ ἐκείνων ἀνθελέσθαι προσ‐ | |
20 | ήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ἕνα ἕκαστον ἐκ τοῦ συνε‐ δρίου ἠρώτα τὸ πλῆθος ὅντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ οὕτω, μὴ δυνη‐ θέντων αὐτῶν ἑτέρους δι’ ὀλίγου ἀνθελέσθαι, πάντας ἐκείνους ὡς ἀναγ‐ καίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ Ἀννίβᾳ. καὶ | |
25 | ὃς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ἦλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς ἄλλα τε πολλὰ εἶπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς Ἰταλίας δώσειν ὑπέσχετο, ἵν’ ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυ‐ τοῖς πονήσοντες προθυμότερον ἀγωνίσωνται. Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμπανία κεκίνητο· καὶ | |
30 | οἱ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὓς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ | |
καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καὶ οἱ λοιποὶ | 226 | |
227(n) | [Zonaras 9, 2, 10—12 (2, 203, 14 sqq. B. = 2, 257, 8 sqq. D.)] | |
1 | μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ’ ἐγκρα‐ τὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέ‐ πνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅποι βούλοιντο, πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ’ οὖν αὐτῶν καὶ περιεγένοντο εἰς ὕλας προ‐ | |
5 | καταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτῷ, ἀλλ’ ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσ‐ χωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ | |
τὸν Μάρκελλον, καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα | 227 | |
228(n) | [Zonaras 9, 2, 12—15 (2, 204, 1 sqq. B. = 2, 257, 18 sqq. D.)] | |
1 | ἀπώσαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἷλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν, ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἳ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς με‐ | |
5 | λετήσαντας ἀπέκτειναν, καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο, καὶ πρὸς λιμὸν γενναίως διεκαρτέρησαν· ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτορα ἔπεμψαν· ὁ δὲ πίθους ἀλεύρων πλήρεις νυκτὸς ἐνέβαλλεν εἰς τὸν ποταμόν, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕ‐ | |
10 | τως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ συντριβέντος ἔγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῷ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθά‐ ρησαν, τὸ ἕτερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. εἶτα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους εἴς | |
15 | τι χωρίον ἔξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ἵνα καταπλή‐ ξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ὅθεν ὁ Ἀννίβας ἄφθονον αὐτοὺς ἔχειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γὰρ | |
αὐτοὺς οἱ ἔξω Ῥωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν. | 228 | |
229(n) | [Zonaras 9, 3, 1—4 (2, 205, 1 sqq. B. = 2, 258, 14 sqq. D.)] | |
1 | 3. Ἐν ᾧ δὲ ταῦτα ἐγένετο καὶ ἐκ Δελφῶν οἱ πεμφθέντες ἀνεκο‐ μίσθησαν, λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν. καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο, ὅπως τὰ πραττόμενα παρ’ αὐτοῦ | |
5 | παρατηρῶσι. καὶ ὅ γε Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγ‐ γελλόμενα καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν, καὶ τἄλλα ἐπ’ ἴσης ἔπραττον. καταμαθὼν οὖν τοῦτο ὁ Ἀννίβας χειμέ‐ ριον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ’ ἑσπέρας | |
10 | ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἵν’ ἐν συνεχεῖ πόνῳ ἐκ τῆς ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ’ ἡμέρα ἐπιλάμψειν ἔμελλε, τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν Ῥωμαίων τὰ ὅπλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλ‐ | |
15 | θεν αὐτοῖς ἄφνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν εἷλε. Τὰ δ’ ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπι‐ στροφῆς τινος παρὰ τῶν Ῥωμαίων ἔτυχον. ὕπατοι δὲ ὅ τε Γράκχος ὁ ἵππαρχος καὶ Ποστούμιος Ἀλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν Ἀλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουίων ἐφθάρη, δι’ ὄρους ὑλώδους πο‐ | |
20 | ρευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέ‐ χρηντο. γεγόνασι δὲ τότε τέρατα· βοῦς τε γὰρ ἵππον ἔτεκε καὶ ἐν θα‐ λάσσῃ ἐξέλαμψε πῦρ. οἱ δ’ ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεδευ‐ σάμενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ τι πράσσει καὶ | |
25 | διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας | 229 |
230(n) | [Zonaras 9, 3, 4—8 (2, 206, 6 sqq. B. = 2, 259, 18 sqq. D.)] | |
1 | οἰκειοῦσθαι ἐπειρῶντο τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ’ Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων, σωφρό‐ νως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν, τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πο‐ | |
5 | νούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν, καὶ τὴν πάτριον ἀμείψαντες δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤδη ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στρά‐ τευμα. οἱ δ’ οὐχ οἷοί τε δι’ ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε. καὶ ἐπὶ | |
10 | τὴν Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορ‐ θοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ’ οὐδὲν ἐπέραινε, τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν ἔκειρε, μέχρις οὗ μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡττήθη, ἐφ’ ᾧ καὶ ἤλγησε. πολλοὶ μὲν γὰρ Ἴβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ πρὸς τοὺς Ῥωμαίους ηὐτομόλησαν, ὃ οὔπω πρῴην | |
15 | ἔπαθε. καταγνοὺς δ’ ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν, πᾶ‐ σαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ ἐς τὴν Καπύην ἀνεχώρησεν· εἶτα κἀ‐ κεῖθεν μετέστη. Οἱ δὲ Σκιπίωνες τόν τε Ἴβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ | |
20 | ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ δὲ Καρχηδόνιοι ταῦτα μαθόντες, καὶ νο‐ μίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννίβαν δεῖσθαι βοηθείας, καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τάχιστα ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν | |
25 | τῆς Ἰβηρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι, τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ’ ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ἴσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρ‐ χηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώ‐ | |
30 | ρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς | |
μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης καὶ ὅτι | 230 | |
231(n) | [Zonaras 9, 3, 8—4, 4 (2, 207, 18 sqq. B. = 2, 260, 28 sqq. D.)] | |
1 | καὶ πόλεις συχναὶ πρὸς τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν πλέον ἢ διενοεῖτο ὁ Ἀσδρούβας κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ ἐν τῇ Ἰβηρίᾳ καθίστων, καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς | |
5 | καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν Ζάκυν‐ θον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πολίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οἴκοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν, αὐτοὶ δὲ ἀστραγάλους | |
10 | τοῖς τέκνοις ἔπεμψαν. ὅθεν ἡ γερουσία, παραιτουμένου τοῦ Γναίου ἵν’ ἀπελθὼν οἴκαδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ οὔσῃ ἀνδρός, ἐψηφί‐ σαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ. 4. Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδὼ ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι’ ὀλίγου κατέστη, καὶ ὁ Ἀσ‐ | |
15 | δρούβας ἐπικουρῶν αὐταῖς ἑάλω, καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακεδονίας βασιλεὺς Φίλιππος φανερώ‐ τατος τῶν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσ‐ επάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, | |
20 | καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν, τὴν δ’ Ἑλλάδα καὶ τὴν Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὖν ὁμολογία ἐπὶ τούτοις ἐγέ‐ νετο, τοῦ δὲ κήρυκος τοῦ ὑπὸ τοῦ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀν‐ νίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον, καὶ παραχρῆμα στρατη‐ γὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς | |
25 | οἴκοι δείσας κατὰ χώραν μείνῃ. καὶ ἔσχεν οὕτως· προῆλθε μὲν γὰρ μέχρι τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν Ἰταλίαν πλευσούμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ἤδη παρόντα οἴκαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος, εἰς τοὺς τῶν Ῥωμαίων συμμάχους ὥρμησε, καὶ εἷλεν Ὤρικον, Ἀπολλωνίαν τ’ ἐπολιόρκει. ἐπι‐ | |
30 | στρατεύσας δ’ αὖθις αὐτῷ Λαουίνιος καὶ Ὤρικον ἀνεκτήσατο καὶ τὴν | 231 |
232(n) | [Zonaras 9, 4, 4—7 (2, 209, 8 sqq. B. = 2, 262, 7 sqq. D.)] | |
1 | Ἀπολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αἷς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ’ οἴκου ἀνεχώρησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελ‐ λον. οἳ τὸν μὲν Ἀννίβαν τὴν νῦν Καλαβρίαν καλουμένην καὶ τὰ περὶ | |
5 | αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο, κἀντεῦθεν προϊὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκό‐ των ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο, ἵν’ αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον | |
10 | ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατέτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρη‐ σάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχει‐ | |
15 | ρώσατο καὶ κατὰ γῆν καὶ κατὰ | |
θάλασσαν ἅμα προσβαλὼν τῷ | 232 | |
233(n) | [Zonaras 9, 4, 7—9 (2, 210, 1 sqq. B. = 2, 262, 27 sqq. D.)] | |
1 | τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μη‐ χαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν | |
5 | ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς τε ναυσὶ καὶ ταῖς πυρ‐ γοφόροις ἑτέρας ἐπιρρίπτων ἀν‐ εῖλκέ τε αὐτὰς καὶ μετεωρίζων | |
10 | ἀθρόως ἠφίει, ὥστε ἐμπιπτού‐ σας εἰς τὸ ὕδωρ ῥύμῃ βαπτί‐ ζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν Ῥωμαίων παρα‐ δόξως κατέπρησε. κάτοπτρον γάρ | |
15 | τι πρὸς τὸν ἥλιον ἀνατείνας τήν τε ἀκτῖνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο καὶ τὸν ἀέρα ἀπ’ αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώ‐ | |
20 | σας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πᾶσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμού‐ σας ἐνέβαλε καὶ πάσας κατέ‐ καυσεν. | |
25 | ἀπογνοὺς οὖν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ τὸ τοῦ Ἀρχιμήδους εὐμήχανον, λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύ‐ τας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ’ ἐπὶ τοὺς συναποστάντας σφί‐ | |
σιν ἐτράπετο· καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ἔνεμε, τοὺς δ’ | 233 | |
234(n) | [Zonaras 9, 4, 9—5, 4 (2, 210, 17 sqq. B. = 2, 263, 14 sqq. D.] | |
1 | ἀνθισταμένους μετεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ, τινὰς δὲ καὶ προδοσίᾳ ᾕρει. ἐν τούτοις δ’ Ἱμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ ἧκε, τὸν Ἀκράγαντά τε κατέσχε καὶ τὴν Ἡράκλειαν, καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου | |
5 | ἐξαπίνης αὐτῷ προσπεσόντος αὖθις ἐνικήθη. 5. Ἐντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ’ Ἀν‐ νίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι Ῥωμαῖοι πολλὰ αὖθις καὶ δυσχερῆ πεπόνθασιν· οἵ τε γὰρ ὕπατοι πρὸς τῇ Καπύῃ ἔπταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις | |
10 | ἀπέστησαν, καὶ ὁ Ἀννίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρ‐ θεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυ‐ νίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπεληλυθέναι πυθόμενος, καὶ φοβη‐ | |
15 | θεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ’ ἐκεῖνον δ’ ἐτράπετο. τῶν Σκιπιώνων δὲ θανόντων πᾶσα ἡ Ἰβηρία τε‐ τάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον, οἱ δὲ καὶ ἀναγκαζόμενοι, εἰ καὶ ὕστερον αὖθις πρὸς τοὺς Ῥωμαίους ἀπένευσαν. Ὁ δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς Συρακούσαις ἐπέραινε, | |
20 | τοιοῦτόν τι ἐπενόησεν. ἦν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ὃ Γαλεάγραν ὠνόμαζον, ὃ πρὶν μὲν ἐλάνθανε τοιοῦτον ὄν, τότε δὲ ἐφω‐ ράθη. τηρήσας οὖν τοὺς Συρακουσίους παννυχίδα τῇ Ἀρτέμιδι ἄγοντας πανδημεί, ἐκέλευσε στρατιώταις τισὶ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ’ αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελ‐ | |
25 | θόντων καὶ ἑτέρων ἅμα πάντες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συν‐ εβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ | |
προσεπήχησαν, ὥστε ἀθρόαν τὴν ἔκπληξιν τοῖς Συρακουσίοις μηδ’ ἄλλως | 234 | |
235(n) | [Zonaras 9, 5, 4—6 (2, 212, 4 sqq. B. = 2, 264, 24 sqq. D.)] | |
1 | εὖ ἔχουσιν ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχρα‐ δίνης καὶ τῆς Νήσου καλουμένης. ὁ οὖν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ’ οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ | |
5 | τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. διάγραμ‐ μα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πο‐ λεμίους ἐφίστασθαι, | |
10 | “πὰρ κεφαλάν” ἔφη “καὶ μὴ παρὰ γραμ‐ μάν.” ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ τε ἐφρόντισε καὶ εἰ‐ | |
15 | πών “ἀπόστηθι, ἄν‐ θρωπε, ἀπὸ τῆς γραμ‐ μῆς” παρώξυνέ τε αὐ‐ τὸν καὶ κατεκόπη. | |
27 | ὁ μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς ἄλλης Σικε‐ λίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀπο‐ δέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάταν, ὅς ποτε τὸν υἱὸν | |
30 | ἀπέκτεινεν· ἐπεὶ δ’ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς “οὔτ’ ἂν ἐγὼ τὰ ὑμέ‐ | |
τερα ἁμαρτήματα οὔτ’ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,” τὸν | 235 | |
236(n) | [Zonaras 9, 5, 6—6, 4 (2, 212, 18 sqq. B. = 2, 265, 9 sqq. D.)] | |
1 | Μάρκελλον καὶ Λαουίνιον τὸν Οὐαλλέριον ἐχειροτόνησαν. 6. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέ‐ στειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν· καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος Δολοβέλλας στρα‐ | |
5 | τηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν. Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος, ἵν’ ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐ‐ τὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλ‐ θόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφο‐ | |
10 | βήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ’ ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέ‐ μεινεν (ἐτέτρωτο γάρ), Φλάκκος δὲ πρὸς τὴν Ῥώμην ἠπείχθη. Τοῦ δ’ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων, εἰ | |
15 | τά γε ἐντὸς τῶν τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις ἅμα προσβαλεῖν ἔμελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκροβολιζομένων ἤδη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπεγένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστρα‐ πῶν, ὥστ’ ἄμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναχωρεῖν ὅθεν ὥρμησαν. | |
20 | ἄρτι τε τὰ ὅπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν Ἀννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συνόδου καιρὸν συνενεχ‐ θῆναι τὰ γεγονότα, ὅμως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αὖθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ὅτι ἐν τηλικούτῳ κινδύνῳ ὄντες οὔτε τῆς | |
25 | Καπύης ἀπέστησαν καὶ ἐς τὴν Ἰβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν | 236 |
237(n) | [Zonaras 9, 6, 4—8 (2, 214, 3 sqq. B. = 2, 266, 16 sqq. D.)] | |
1 | πέμψειν ἔμελλον, καὶ ὅτι χρημάτων δεηθέντες ἐπώλησαν ἄλλα τε καὶ τὸ χωρίον ἐν ᾧ ἐστρατοπεδεύετο δημόσιον ὄν, καὶ ἀπογνούς, ἀπανέστη, πολλάκις ἀναβοήσας “ὦ Κάνναι Κάνναι.” καὶ οὐδὲ τῇ Καπύῃ ἔτ’ ἐπι‐ κουρῆσαι ἠθέλησεν. | |
5 | Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ὅμως ἀπογνόντες ὡς οὐ τευ‐ ξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν, βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου, ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν | |
10 | καὶ ὅ τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὐίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος “μία ἡμῖν ἐστιν” ἔφη “καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολου‐ θήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον παρεσκευασμένον.” καὶ ὁ μὲν παραλαβὼν τοὺς αὐτῷ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἱ | |
15 | λοιποὶ τὰς πύλας τοῖς Ῥωμαίοις ἀνέῳξαν· ὁ δὲ Φλάκκος τά τε ὅπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο, καὶ τῶν ἀνδρῶν τῶν κορυ‐ φαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν Ῥώμην ἔπεμψε, μόνων δ’ ἀπέσχετο τῶν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ ἄρχοντα αὐτοὺς Ῥωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ἔχειν μήτε σύνοδον ποιεῖσθαι. | |
20 | Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον, κατηγορῆσαι τοῦ Φλάκκου | |
τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι, | 237 | |
238(n) | [Zonaras 9, 6, 8—10 (2, 215, 5 sqq. B. = 2, 267, 12 sqq. D.)] | |
1 | καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπε‐ λογήσατο· οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἱ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώ‐ τερον τῇ διαλέξει ἐχρήσαντο, οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ’ | |
5 | εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥω‐ μαίων, καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ | |
10 | Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν, τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἱ μὲν Συρακούσιοι οὕτω συγγνώμης τινὸς ἔτυχον, οἱ δὲ Καμπανοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπε‐ τιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγη‐ κότων αὐτῷ ἀπολογησαμένου. | |
15 | Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πολίσματα τοῖς Ῥω‐ μαίοις προσκεχωρήκασι πλὴν Ἀτελανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥω‐ | |
20 | μαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο. | 238 |
239(n) | [Zonaras 9, 6, 11—7, 1 (2, 216, 6 sqq. B. = 2, 268, 9 sqq. D.)] | |
1 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς, ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε. | |
5 | Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο, καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν. 7. Οἱ δὲ ἐν τῇ Ῥώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς τὴν Ἰβηρίαν μετὰ στρατιωτῶν ἔπεμψαν. καὶ ὃς παρεκομίσθη τῷ ναυτικῷ μέχρι τοῦ | |
10 | Ἴβηρος, ἔνθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ Ἀσδρούβᾳ | |
πρὶν γνωσθῆναι ὅτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. | 239 | |
240(n) | [Zonaras 9, 7, 1—4 (2, 216, 19 sqq. B. = 2, 268, 24 sqq. D.)] | |
1 | ἰδὼν γὰρ ὁ Ἀσδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ὥστε τὴν Ἰβηρίαν πᾶσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ’ ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ἵνα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς ἄλλους ἄλλῃ τῶν ὀρῶν. διεξελθόντων δ’ ἐκείνων, | |
5 | ἅτε μὴ φυλακῆς οὔσης παρὰ τῶν Ῥωμαίων διὰ τὰς τῶν σπονδῶν ἐλ‐ πίδας, ἦλθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πᾶσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ ἄλλους αὖθις τῆς νυκτὸς ὁμοίως ἀπέ‐ πεμψε. τοῦτο δὲ καὶ ἐν ἄλλαις τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφι‐ σβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάντων, | |
10 | τέλος καὶ αὐτὸς σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέφασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αὖθις τῷ Νέρωνι ἐγένετο. Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ τοῦ Νέρωνος μὲν κατέγνων, ἄλλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφίσαντο ἐγχειρίσαι. ἀπορούντων οὖν τίνα ἂν ἀποστείλωσιν, (οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγματα καὶ | |
15 | πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο,) ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρα‐ τείαν ἐπέδωκεν. ἦν δὲ καὶ ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος. | |
καὶ παραχρῆμα μὲν ᾑρέθη· μεταμέλον δὲ οὐ πολλῷ ὕστερον διά τε τὴν | 240 | |
241(n) | [Zonaras 9, 7, 4. 5 (2, 217, 18 sqq. B. = 2, 269, 20 sqq. D.)] | |
1 | ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ἔτος τῆς ζωῆς ἦγε, καὶ ὅτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ὄλεθρον ἐπένθει, ἦλθεν αὖθις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οἷς εἶπε καταιδέσας τοὺς τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ Ἰούνιος ἀνὴρ | |
5 | γηραιὸς προσεπέμφθη αὐτῷ. Τοῖς Ῥωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρκελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπε‐ λύθη, ὥρμησεν ἐπὶ τὸν Ἀννίβαν, καὶ τὰ μὲν πλεῖστα δι’ ἀσφαλείας ἐποι‐ εῖτο, δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦσαι· εἰ δέ ποτε ἠναγκάσθη | |
10 | προσμίξαι, κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγίνετο. ὁ οὖν Ἀννίβας διά τε ταῦτα καὶ ὅτι αἱ πόλεις αἱ συμμαχοῦσαι αὐτῷ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ διενοοῦντο, καὶ δι’ ἕτερ’ ἄττα κακῶσαι τὰ χωρία ἃ μὴ κατέχειν οἷος ἦν ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμήνατο, | |
καὶ πλείους διὰ τοῦτο ἀφίσταντο. | 241 | |
242(n) | [Zonaras 9, 7, 6—9 (2, 218, 11 sqq. B. = 2, 270, 9 sqq. D.)] | |
1 | Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε. δύο ἄνδρες τὰ πράγ‐ ματα αὐτῶν εἶχον διάφοροί τε ἀλλήλοις ἦσαν. καὶ Ἀλίνιος μὲν τὰ τῶν Καρχηδονίων ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν Ῥωμαίων, ὃς καὶ διειλέχθη τῷ Ἀλινίῳ περὶ προδοσίας τῆς εἰς Ῥωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου | |
5 | τῷ Ἀννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Ἀννίβου μετὰ τῶν συνέδρων ὅπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ’ ὄψει αὐτοῦ τῷ Ἀλινίῳ πέλας που ὄντι περὶ προδοσίας αὖθις εἰπεῖν. ἀναβοή‐ σαντος δ’ ἐκείνου “ἴδε ἴδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ,” οὐκ ἐπίστευσεν ὁ Ἀννίβας διὰ τὸ ἄτοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐ‐ | |
10 | τὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν ἄμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων κατέ‐ κοψαν καὶ τὴν πόλιν τοῖς Ῥωμαίοις παρέδοσαν. καὶ οὕτω μὲν ἐν τῇ Ἰταλίᾳ ἔσχον τοῖς Καρχηδονίοις τὰ πράγματα· καὶ οὐδ’ ἡ Σικελία ἦν εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ | |
15 | προσεχώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Ἄννων, συνεστρατεύετο δὲ αὐτῷ καὶ Μουτίνας. ὃς συνὼν τῷ Ἀννίβᾳ πρῴην, καὶ φθονηθεὶς ὅτι μεγάλα ἔργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν ἐπέμ‐ φθη. ὡς οὖν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Ἄννω‐ νος ὦφλε, καὶ διὰ τοῦτο τῆς ἱππαρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ | |
20 | ταῦτα γενόμενος πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε. καὶ πρῶτον μὲν προ‐ δοσίαν Ἀκράγαντος συνέπραξε σφίσιν, εἶτα καὶ τἄλλα συγκατειργά‐ σατο, ὥστε πᾶσαν αὖθις τὴν Σικελίαν ὑπ’ αὐτοὺς ἄνευ μεγάλου πόνου | |
γενέσθαι. | 242 | |
243(n) | [Zonaras 9, 8, 1—4 (2, 219, 17 sqq. B. = 2, 271, 8 sqq. D.)] | |
1 | 8. Ὁ δὲ Φάβιος καὶ ὁ Φλάκκος ἄλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ Ἀννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν, ἵν’ ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος | |
5 | δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἅμα καὶ τῷ πεζῷ προσ‐ βαλών, τῇ τε προσβολῇ καὶ προδοσίᾳ εἷλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε. καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν, ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. | |
10 | καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον, καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο, ἀλλ’ οὐκ ἠπείγετο | |
15 | διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ’ ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι, ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Καρχηδόνα τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν ὁρμὴν αὐτοῦ ἔγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρ‐ χηδόνι γενέσθαι· καὶ ἔλαβε σὺν πόνῳ τὴν πόλιν. ἁλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν | |
20 | ἐγένετο ἄν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος, ὁ δ’ ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ’ ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη, καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν, ὥστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις | |
25 | διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ | 243 |
244(n) | [Zonaras 9, 8, 5, 6 (2, 221, 3 sqq. B. = 2, 272, 13 sqq. D.)] | |
1 | κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι, πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν, καὶ τὸ τῶν Κελτι‐ βήρων ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι | |
5 | τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρ‐ τήσατο. | |
μαθὼν δὲ τὸν Ἀσδρούβαν τὸν τοῦ Ἀννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα | 244 | |
245(n) | [Zonaras 9, 8, 6—8 (2, 221, 13 sqq. B. = 2, 272, 24 sqq. D.)] | |
1 | καὶ ἀγνοοῦντα ἔτι τὴν τῆς πόλεως ἅλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον, προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐ‐ τοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός, ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής, καὶ ἐς μὲν | |
5 | τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας καὶ μάλα φιλάν‐ θρωπος. μάλιστα δ’ ὅτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν· οἱ δ’ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. Ὁ δ’ Ἀσδρούβας ἀπελπίσας τὴν Ἰβηρίαν ἀπᾶραι πρὸς τὴν Ἰταλίαν | |
10 | ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ὥρμητο, οἱ δὲ συ‐ στράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ὥστε μὴ τὸν Ἀσδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας | |
15 | τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι’ αὐτῶν προεκήρυξεν, αὐτὸς δὲ | |
τῶν ἐν χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας, | 245 | |
246(n) | [Zonaras 9, 8, 8—9, 2 (2, 222, 10 sqq. B. = 2, 273, 16 sqq. D.)] | |
1 | ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς ἓν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ’ Ἀσδρούβαν τὸν Γίσγω‐ νος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ | |
5 | τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν Ἀσδρούβαν ἐπακο‐ λουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον. ἐλθόντων οὖν τοῦ τε Μάγωνος πρὸς τὸν Ἀσδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες ἐς τὰ πεδία διεμάχοντο, εἶτα καὶ ὅλῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, οὐ | |
10 | μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο· συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθη‐ σαν, καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ Ῥωμαῖοι ἐχρήσαντο· ὃ πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, | |
15 | προεῖπεν, (ὅθεν δ’ ἠγνόηται), ὡς “κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολε‐ μίων χρησόμεθα.” μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς ἄλλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ Ῥώμην ἀπέστειλε καταγγελοῦντά τε | |
20 | τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ὅπως οἱ ἐν τῇ Ῥώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονήσοντα. 9. Οἱ δ’ ἐν τῇ Ἰταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαι‐ πώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μεῖζον δὲ τῶν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ | |
25 | τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι ἐξ ἐνέδρας περιστοιχισθέντες ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρω‐ θεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπε‐ | |
σφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ’ ἐκείνου στελλόμενα ἔπεμπε, | 246 | |
247(n) | [Zonaras 9, 9, 2—6 (2, 223, 20, sqq. B. = 2, 274, 24 sqq. D.)] | |
1 | καὶ ὅσα ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντι‐ παρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι’ αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος | |
5 | φωνῇ σὺν ἄλλοις ἐπισταμένοις αὐτήν, ἵνα Ῥωμαῖοι δόξωσιν εἶναι. μα‐ θόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν ὄντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τὸν καταρράκτην εἰσήγαγον ὅσους αὐτοῖς ἔδοξεν ἱκανοὺς εἶναι κατεργασθῆναι παρ’ αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ Ἀννίβας ἀπῆρεν αὐτίκα, μαθὼν τοὺς Λο‐ | |
10 | κροὺς πολιορκουμένους ὑπὸ Ῥωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων. Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαΐας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμαχήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥω‐ μαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο | |
15 | ἔσχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε, στάσις τε γέγονεν ἐκεῖ καὶ ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ, καὶ πρὸς Μακε‐ δονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων. Τῷ δ’ ἐπιόντι ἔτει ὡς Ἀσδρούβας ἠγγέλλετο προσιών, οἱ ἐν τῇ | |
20 | Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμ‐ ποντο, ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμ‐ ψαν. ὃς αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν· οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ’ | |
25 | οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀνα‐ μένων. ὁ Νέρων δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν, ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. | |
καὶ ὁ Ἀννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν | 247 | |
248(n) | [Zonaras 9, 9, 6—11 (2, 225, 8 sqq. B. = 2, 275, 32 sqq. D.)] | |
1 | παρετήρει. κρείττων οὖν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ Ἀσδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν Ἀννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ Ἀσδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν εἴργειν τὸν | |
5 | Ἀννίβαν, εἴ πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ἵνα καὶ αὐτὸς νομί‐ ζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ὥρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ’ ᾔδει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν Ἀσδρούβαν, καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνησε. καὶ παρεσκευάζοντο ἄμφω | |
10 | ἵν’ αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ἔλαθον δέ, ἀλλ’ ἐτεκμήρατο τὸ γεγενημένον ὁ Ἀσδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ ἕκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας οὖν ἡττῆσθαι τὸν Ἀννίβαν καὶ ἀπολέσθαι, (περιόντος γὰρ ἐκείνου οὐκ ἂν ἐπ’ αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο,) ἔγνω πρὸς τοὺς Γαλάτας | |
15 | ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ οὕτω κατὰ σχολὴν πολεμῆσαι. καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ’ ὕπατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. ἅμα δ’ ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπι‐ | |
20 | διῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ’ οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γάρ τινες αὐτῶν τραυματι‐ σθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, | |
25 | παρήγγειλεν ὁ Ἀσδρούβας τοῖς ἐπ’ αὐτῶν καθημένοις τοὺς τιτρωσκομέ‐ νους τῶν θηρίων παραυτίκα σφάζειν· ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ οὖς νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων, οἱ ἄν‐ δρες δὲ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο. ἔπεσον δὲ τοσοῦτοι ὥστε τοὺς Ῥωμαίους διακορεῖς τοῦ φόνου γενομένους μὴ θελῆσαι τοὺς ἄλλους ἐπι‐ | |
30 | διῶξαι. φθείραντές τε ἄλλους πολλοὺς καὶ τὸν Ἀσδρούβαν, καὶ λάφυρα | |
πλεῖστα λαβόντες, καὶ Ῥωμαίους αἰχμαλώτους ἐς τετρακισχιλίους ἐν | 248 | |
249(n) | [Zonaras 9, 9, 11—10, 3 (2, 226, 20 sqq. B. = 2, 227, 10 sqq. D.)] | |
1 | τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Καννηίδα συμφορὰν ἀνειληφέναι ἐνόμισαν. πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν Ἀπουλίαν ἐπανελήλυθε, λαθὼν μέχρι τότε ὡς | |
5 | ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδον ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας, καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τε‐ θνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύ‐ ρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς | |
10 | τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων. 10. Ὁ δὲ Σκιπίων μέχρις ἂν πάντα τὰ ἐν τῇ Ἰβηρίᾳ καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεν‐ τήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, (ἔνσπονδος γὰρ τοῖς | |
15 | Καρχηδονίοις ἐγένετο, μέρους τῆς Λιβύης βασιλεύων,) καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ἔχθραν ἔχειν εἶπεν οὔτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ’ ἑαυτὸν καταλύσασθαι. ἐπανῆλθεν οὖν αὖθις· καὶ Ἰλιτεργίταις ἐπολέμησεν, ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς | |
20 | Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότερον. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ | |
25 | προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο· τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῷ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. | |
30 | ὅτε πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ | 249 |
250(n) | [Zonaras 9, 10, 3—7 (2, 228, 9 sqq. B. = 2, 278, 22 sqq. D.)] | |
1 | βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος συναλλάξαι αὐτοὺς σπουδάσαν‐ τος· καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα ἀπέκτεινεν. Ἠρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων, κἀν τούτῳ ἐνεωτέρισαν οἱ Ἴβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, | |
5 | καὶ πρῴην οὐκ εὐπειθὲς ὄν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ’ αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐ‐ τοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν, καὶ τοὺς χιλιάρχους σφῶν ἀπε‐ λάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν· ἦσαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες οὖν ταῦτα οἱ Ἴβηρες ἀφίσταντο προχειρότερον, καὶ τὴν συμμα‐ | |
10 | χίδα τῶν Ῥωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ἤδη τὰ Γάδειρα βουληθεὶς οὔτ’ ἐξέλιπε καὶ εἰς τὴν ἤπειρον διαβαίνων πολλὰ ἐκακούργει. μαθὼν δὲ ταῦθ’ ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρα‐ τόπεδον ἐπέστειλεν αὐτοῖς συγγνωμονῶν δῆθεν ὅτι διὰ ἔνδειαν τῶν ἀναγ‐ καίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ | |
15 | καὶ τοὺς τὴν ἀρχὴν αὐτῶν ἀναδεξαμένους ἵνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατι‐ ῶται μαθόντες ὅτι περιείη καὶ οὐδ’ ὀργίζοιτο σφίσιν, οὐδὲν ἔτι διεκίνη‐ σαν. ὡς δ’ ἀνερρώσθη, τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι | |
20 | ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἱ δέ γε στρατιῶται κατ’ ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ’ ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, (πρὸς ἑσπέραν γὰρ ἦν,) διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσ‐ | |
25 | ελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχὼν ἔδησεν. ἅμα δ’ ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων, πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλεσεν, ἵν’ αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. καὶ οὕτως εἰσελ‐ | |
θόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ | 250 | |
251(n) | [Zonaras 9, 10, 7—10 (2, 229, 21 sqq. B. = 2, 279, 31 sqq. D.)] | |
1 | περισχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ τέλος “πάντες μέν” ἔφη “θανεῖν ἐστε ἄξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ’ ὀλίγους οὓς καὶ ἤδη συνείληφα δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.” ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας | |
5 | καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτή‐ σαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς ἄλλοις δοὺς ἐπὶ τὸν Ἰνδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν. | |
10 | Ὁμολογησάντων δ’ ἐκείνων, καὶ τῆς ἄλλης Ἰβηρίας τὰ πλείω αὖθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς Ῥωμαίοις προσεχώρησεν. οἱ Καρχηδόνιοι γάρ, τελευτήσαντος Ἀσδρούβα τοῦ Ἀννίβου ὁμαίμονος, ἐψηφίσαντο τῆς μὲν Ἰβηρίας ἐκστῆναι, τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτήσασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἵν’ ἐπι‐ | |
15 | κουρικὸν ἀθροίσας στρατεύσηται ἐπ’ αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, (οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ὄντες,) εἰς δὲ τὴν μικρο‐ τέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. | |
20 | αἱ νῆσοι δ’ αὗται τῇ περὶ τὸν | |
Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ | 251 | |
252(n) | [Zonaras 9, 10, 10 (2, 230, 21 sqq. B. = 2, 280, 25 sqq. D.)] | |
1 | δὲ τρεῖς, ἃς Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας κα‐ λοῦσιν, Οὐαλλερίας δὲ καὶ Ὑα‐ σούσας οἱ Ἴβηρες, ἰδίᾳ δ’ ἑκά‐ | |
5 | στην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ | |
οἱ Ῥωμαῖοι κατέσχον. | 252 | |
253(n) | [Zonaras 9, 11, 1, 2 (2, 231, 3 sqq. B. = 2, 280, 31 sqq. D.)] | |
1 | 11. Ὁ δὲ Μασινίσσας ἀνὴρ ἦν ἐν τοῖς κρατίστοις ἐξεταζόμενος· καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν ἄριστος ἐτύγχανε τὰ πολέμια. πρὸς δὲ τοὺς Ῥωμαίους ἐκ τῶν Καρχηδονίων ἐξ αἰτίας τοιᾶσδε μετήνεκτο. ὁ Ἀσδρούβας ὁ τοῦ Γίσγωνος φίλος τε ἦν αὐτῷ καὶ Σοφωνίδα τὴν ἑαυτοῦ | |
5 | θυγατέρα αὐτῷ ἐνηγγύησε. τῷ Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν Ῥωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν, ἀλλὰ θέλων τοῖς Καρχηδονίοις τὸν Σύφακα προσποιήσασθαι, οὐκ ἐλαχίστης δυνάμεως ἄρχοντα, τήν τε ἀρχὴν αὐτῷ συγκατέπραξεν, ἣ τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόν‐ | |
10 | τος, καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό τε κάλλος ἐπιφανὴς ἦν καὶ | 253 |
254(n) | [Zonaras 9, 11, 2. 3 (2, 231, 14 sqq. B. = 2, 281, 12 sqq. D.)] | |
1 | παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο, ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ οὕτως ἐπαφρόδιτος ὡς ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι. ὁ μὲν οὖν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο, καὶ ὁ | |
5 | Μασινίσσας τὰ τῶν Ῥωμαίων ἀνθείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοι‐ | |
μάζετο. οἱ δ’ ἐν τῇ Ῥώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ, | 254 | |
255(n) | [Zonaras 9, 11, 3. 4 (2, 232, 3 sqq. B. = 2, 281, 22 sqq. D.)] | |
1 | τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες. Καὶ ὁ μὲν οὕτω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλπίκιος μετὰ τοῦ | |
Ἀττάλου κατὰ τὸν αὐτὸν χρόνον Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ | 255 | |
256(n) | [Zonaras 9, 11, 4 (2, 232, 8 sqq. B. = 2, 281, 27 sqq. D.)] | |
1 | ἰσχύϊ κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. ὀψὲ δέ ποτε ἐπελ‐ θών, εἰς τὰς ναῦς αὐτοῦ τὸν Ἄτταλον καταφυγεῖν ἐβιάσατο. ὁ μέντοι Φίλιππος σπείσασθαι τοῖς Ῥωμαίοις ἠθέλησε. καί τινων λόγων αὐτοῖς | |
5 | γενομένων τὰ μὲν τῆς εἰρήνης ἀφείθη, τοὺς δ’ Αἰτωλοὺς ἀπὸ τοῦ συμ‐ | |
μαχεῖν τοῖς Ῥωμαίοις μεταθέμενος φίλους ἑαυτοῦ ἐποιήσατο. | 256 | |
257(n) | [Zonaras 9, 11, 5—7 (2, 232, 15 sqq. B. = 2, 282, 7 sqq. D.)] | |
1 | Ὁ δ’ Ἀννίβας τέως ἡσυχίαν ἦγεν, ἀγαπῶν εἰ τὰ ὑπάρχοντά οἱ διασώσαιτο. καὶ οἱ ὕπατοι νομίζοντες αὐτὸν καὶ ἄνευ μάχης ἐκτρυχω‐ θῆναι, ἀνεῖχον. Τῷ δ’ ἐπιόντι ἔτει ὅ τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίννιος Κράσσος | |
5 | ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ Ἰταλίᾳ ἔμεινεν, ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ἵνα εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε Ἀννίβαν τέως ἀπὸ τῆς Ἰταλίας ἀνθελκύσῃ. οὔτε δὲ στράτευμα ἀξιόλογον οὔτε πρὸς τριήρεις ἀνάλωμα ἔλαβε, διὰ τὰς ἀριστείας φθονού‐ μενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν | |
10 | τῷ ναυτικῷ τῶν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῆρεν, | |
ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν ἀπέβη. ὁ | 257 | |
258(n) | [Zonaras 9, 11, 7—11 (2, 233, 6 sqq. B. = 2, 282, 21 sqq. D.)] | |
1 | Κράσσος δ’ ἐν τῇ Βρεττίᾳ τῷ Ἀννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη Ῥωμαίοις· Πούπλιον γὰρ Σεμπρώνιον εἰς Ἀπολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο. Σκιπίων δ’ ὁ ὕπατος εἰς Σικελίαν κατάρας παρεσκευάζετο μὲν ὡς | |
5 | ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον ἔχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ ἄλλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ Ῥηγίου ἧκε τὴν πόλιν τὴν τῶν Λοκρῶν τινας προδώ‐ σειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ | |
10 | τοῦ Ἀννίβου τυχόντες πρὸς τοὺς Ῥωμαίους ἀπέκλιναν. δύναμιν οὖν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυκτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρχηδονίων εἰς τὴν ἄκραν συνειληθέντων καὶ τὸν Ἀννίβαν μετα‐ καλεσαμένων, κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων, καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκδρομῇ ἀπεώσατο. εἶτα λαβὼν τὴν ἀκρόπολιν καὶ | |
15 | ἐπιτρέψας τὴν πᾶσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. οὕτω δ’ οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ ἔδεισαν, ὥστε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ἵν’ εἰς τὴν Ἰταλίαν στρατεύσῃ, καὶ τῷ Ἀννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας, καὶ ναῦς | |
τῷ Μάγωνι καὶ χρήματα, ἵνα τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ | 258 | |
259(n) | [Zonaras 9, 11, 11—12, 3 (2, 234, 6 sqq. B. = 2, 283, 14 sqq. D.)] | |
1 | δὲ σημείων τινῶν νίκην οἱ Ῥωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν ἄλλην ὡς ἂν ἐθελήσῃ κατα‐ λέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Κέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ Ἀννίβᾳ ἀντέταξαν. | |
5 | 12. Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσ‐ θηται, ἔπεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αὖθις αὐτὴν ἀνακτησόμενον. ὁ οὖν Μασινίσσας ὑπώπτευε μὲν τὸ πραττόμενον, κατηλλάγη δὲ δῆθεν, ἵνα πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυ‐ νηθῇ· μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ | |
10 | καὶ τοῖς Ῥωμαίοις προσέκειτο, ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱ‐ ρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσασθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι’ ἀπορρήτων ὁ Σκιπίων, ἵνα μὴ γνῶσιν οἱ στρατιῶται, τόν τε κήρυκα αὐθημερὸν ἀπέπεμψε μηδενὶ ἄλλῳ προσ‐ | |
15 | ομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, ἔτι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων εἶναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονί‐ ζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ἔτι μελλήσας ἐξανήχθη· καὶ πρὸς | |
τὸ ἀκρωτήριον τὸ καλούμενον Ἀπολλώνιον προσορμίσας τὰς ναῦς | 259 | |
260(n) | [Zonaras 9, 12, 3. 4 (2, 235, 5 sqq. B. = 2, 284, 10 sqq. D.)] | |
1 | ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει, προσέμισγέ τε ταῖς πόλεσι καὶ εἷλέ τινας. ἐγκειμένων δὲ τῶν Ῥωμαίων τῇ χώρᾳ, Ἄννων ὁ ἵππαρχος, υἱὸς ὢν τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπι‐ | |
θέσθαι αὐτοῖς. ὁ οὖν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς | 260 | |
261(n) | [Zonaras 9, 12, 4. 5 (2, 235, 10 sqq. B. = 2, 284, 16 sqq. D.)] | |
1 | καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ἵν’ ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώ‐ κοντας. τῶν οὖν Καρχηδονίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν | |
5 | προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν, πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Ἄννων αὐτός. διὸ ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συν‐ έλαβε· καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς Ῥωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνῄρετο. οἱ δὲ Ῥωμαῖοι | |
καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ | 261 | |
262(n) | [Zonaras 9, 12, 5. 6 (2, 235, 20 sqq. B. = 2, 284, 28 sqq. D.)] | |
1 | Ἀννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν. Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαΐου Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ Ἀννί‐ | |
5 | βας καὶ ὁ Μάγων ἐκ τῆς Ἰταλίας ἐξέπεσον. οἱ μὲν γὰρ ὕπατοι τῷ Ἀννίβᾳ | 262 |
263(n) | [Zonaras 9, 12, 6—9 (2, 236, 3 sqq. B. = 2, 285, 2 sqq. D.)] | |
1 | καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκεν, ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ᾔδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ | |
5 | Σύφακος πράττοντος ἔτι διαλλαγάς, ὥστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκι‐ πίωνα, τὸν δ’ Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ἵνα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν ἄλλοτε ἄλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ παρ’ | |
10 | αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ’ εὐλόγου δή τινος σκήψεως, ἄλλως τε καὶ ὅτι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ’ ἦλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ Ἀσδρούβου πολλαχόθεν ἅμα ὑπέβαλε. καὶ ἐμπρησθέν‐ τος ῥᾷστα αὐτοῦ, ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς | |
15 | αἱ σκηναί, οἵ τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε Ῥωμαίοις τοῖς περιέχουσι περιέ‐ πεσον καὶ αὐτοὶ ἀπόλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ἵπποι καὶ ἄνθρωποι. οἱ Ῥωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ἔπαθον, ἡμέρας δ’ ἐπιφαυσάσης Ἴβηρες | |
20 | ἄρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον αὐτοῖς ἀπροσδό‐ κητοι καὶ πολλοὺς ἀπέκτειναν. εὐθὺς οὖν Ἀσδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οἴκαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάιον | |
ἀντέταξε Λαίλιον, αὐτὸς δ’ ἐπὶ τοὺς Καρχηδονίους ἤλασεν. οἱ δ’ αὖ | 263 | |
264(n) | [Zonaras 9, 12, 9—13, 3 (2, 237, 8 sqq. B. = 2, 286, 3 sqq. D.)] | |
1 | Καρχηδόνιοι πρὸς τὸ ἔρυμα τῶν Ῥωμαίων, ᾧ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ὃ ἀπετίθεντο πάντα, ναῦς ἔπεμψαν, ἵνα ἢ αὐτὸ αἱρήσωσιν ἢ ἀφ’ ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ ἔσχεν οὕτως· μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποι‐ | |
5 | ήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἱ Ῥωμαῖοι, τῇ δ’ ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν Ῥωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ’ ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ’ ἀναπλεύσαντες οἴκαδε τὸν Ἀσδρούβαν ἀπε‐ χειροτόνησαν, Ἄννωνα δέ τινα ἀνθείλοντο. κἀκ τούτου Ἄννων μὲν | |
10 | στρατηγὸς ἦν, ἐκεῖνος δὲ καθ’ ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν Ἰβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπι‐ βουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. κἂν ἐξειργάσατό τι, εἰ μὴ οἵ τε μάν‐ τεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα | |
15 | ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἱ μὲν προκαταληφθέντες ἐκο‐ λάσθησαν, καὶ ὁ Σκιπίων αὖθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν γῆν αὐτῶν ἐδῄου, 13. Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχεν· εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφό‐ νευσαν, πολλοὺς δὲ ἐζώγρησαν, καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν | |
20 | τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον δεδεμένον αὐτὸν ἐπι‐ δείξαντες. ἦν δ’ ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν “ἔχω μὲν Σύφακα” εἶπε “τὸν ἀφαρ‐ πάσαντά σε, ἔχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος | |
25 | γέγονας, ἐμὲ σύμμαχον ἔχουσα.” ταῦτ’ εἰπὼν ἔγημεν αὐτὴν παραχρῆμα προκαταλαβὼν τοὺς Ῥωμαίους, μή πως αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ | |
ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς παρ’ αὐτῷ μνημονεύσας | 264 | |
265(n) | [Zonaras 9, 13, 3—7 (2, 238, 17 sqq. B. = 2, 287, 11 sqq. D.)] | |
1 | ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο “τί σοι δόξαν ἐπολέμησας ἡμῖν;” ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. | |
5 | τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις, ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· “ἀλλ’ ὅτι ὑπὸ γυναικὸς ἠπάτημαι, ἀξίαν ἔδωκα δίκην· ἔχω δ’ οὖν τι ἐν κακοῖς παραμύθιον, ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε· πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει.” ὁ δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε | |
10 | αὐτὸν καὶ ᾐτιάσατο ὅτι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ’ εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι “εἰ μὲν οἷός τ’ ἦν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον, προθύμως ἄν σου ὑπεραπέθανον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, | |
15 | προπέμπω σε ἔνθα κἀγὼ καὶ ἅπαντες ἀφιξόμεθα.” καὶ ταῦτα εἰπὼν φάρμακον αὐτῇ ὤρεξεν. ἡ δὲ οὔτ’ ἀνωλοφύρατο οὔτ’ ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως “εἰ τοῦτό σοι,” ἔφη “ἄνερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς ἄλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται, νεκρὸν αὐτὸ λαβέτω.” καὶ ἡ μὲν οὕτως ἀπέθανε, Σκι‐ | |
20 | πίων δὲ τὸ ἔργον ἐθαύμασεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν ἄλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Ἄλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ἔθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρη‐ | |
25 | θέντας Νομάδας ἐχαρίσαντο. | 265 |
266(n) | [Zonaras 9, 13, 8. 9 (2, 240, 3 sqq. B. = 2, 288, 13 sqq. D.)] | |
1 | Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευσάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπῶν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέ‐ σβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι | |
5 | στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμ‐ βασιν, ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι. | |
10 | Οἱ δ’ ἐν τῇ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρο‐ νοῦντες, καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμαθον, ἀνε‐ θάρσησαν, καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν. κἀκείνου περὶ τούτου αὐτοῖς ἐγκαλέσαντος, οὔτε μέτριόν τι τοῖς πρέ‐ | |
15 | σβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ | 266 |
267(n) | [Zonaras 9, 13, 9—14, 3 (2, 240, 19 sqq. B. = 2, 289, 3 sqq. D.)] | |
1 | πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο ἄν. ὅθεν καὶ ὁ Σκιπίων ἐν τούτῳ τῆς ψήφου τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἱ οὖν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν Ἰταλίαν ἀνέπεμψαν, τὸν δ’ Ἀννίβαν αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν, τὸν Ἄν‐ | |
5 | νωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ’ Ἀσδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. Ἀννίβας μὲν οὖν πᾶσαν τὴν ἡγεμονίαν λαβὼν ἐς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς Ῥωμαίοις μαχέσασθαι ἡτοιμάζετο· ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος. | |
10 | 14. Οἱ δ’ ἐν τῇ Ῥώμῃ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῇ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ’ αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ τὴν τῆς Ἰταλίας φυλα‐ κὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν, | |
15 | ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκι‐ πίων, δείσας μὴ ἐπειχθεὶς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφε‐ τερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅτι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν | |
20 | Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ’ ἡμέρας διέτριψαν, καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν. ὡς δ’ ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἵνα δε‐ | |
25 | διέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως· ὃ καὶ ἐγένετο. ὁ γὰρ | |
Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας | 267 | |
268(n) | [Zonaras 9, 14, 3—9 (2, 242, 7 sqq. B. = 2, 290, 9 sqq. D.)] | |
1 | ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννίβαν ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ | |
5 | τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον, (οἱ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν), κατεπλάγη, καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἵν’ εἰ μὴ τοῦτο συμ‐ βαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας οὖν πρὸς τὸν | |
10 | Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο, ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη, ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προα‐ γάγῃ· ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, | |
15 | μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο· ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπι‐ τηδείῳ πρὸς στρατοπέδευσιν γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνί‐ διον. ὁ δ’ Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ’ ἐκεῖ | |
20 | καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ. Συνέβαλον οὖν οἱ μὲν Ῥωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, Ἀννί‐ βας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ καταπεπληγμένοι καὶ δι’ | |
25 | ἕτερα καὶ ὅτι καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι προμηνύειν σφίσιν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἱ Ῥωμαῖοι μέγα ἐξαίφνης καὶ ἐκπληκτικὸν ἀνεβόησαν, καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρού‐ σαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχ‐ | |
30 | θέντες ἐκεῖνοι οἱ μὲν πλείους οὐκ ἐδέξαντο σφᾶς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον, καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἱ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασι‐ | |
35 | νίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς | 268 |
269(n) | [Zonaras 9, 14, 9. 10 (2, 243, 23 sqq. B. = 2, 291, 24, sqq. D.)] | |
1 | πάντες ἔφυγον. οἱ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω παρελά‐ | |
5 | σαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε· κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. | |
Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, καὶ ἐπολιόρκει | 269 | |
270(n) | [Zonaras 9, 14, 10. 11 (2, 244, 8 sqq. B. = 2, 292, 1 sqq. D.)] | |
1 | αὐτὴν ἐκ γῆς ἅμα καὶ θαλάσσης. οἱ δ’ οὖν Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμο‐ | |
5 | λογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ἐλέφαντας μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων | |
γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τινα ἕτερα. | 270 | |
271(n) | [Zonaras 9, 14, 12 (2, 244, 18 sqq. B. = 2, 292, 13 sqq. D.)] | |
1 | τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἱ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναν‐ τιούμενοι. ὁ δὲ δῆμος τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς | |
5 | ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἄνδρας, ἵνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἱ τριήρεις ἐδό‐ θησαν καὶ ἐκαύθησαν, καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώ‐ | |
μην ἀπήχθησαν, τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι | 271 | |
272(n) | [Zonaras 9, 14, 12. 13 (2, 245, 5 sqq. B. = 2, 292, 24 sqq. D.)] | |
1 | μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ’ Ἰταλίαν οἱ Καρχηδόνιοι. Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολ‐ | |
5 | λοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμα‐ λώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ | |
τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν | 272 | |
273(n) | [Zonaras 9, 14, 13—15, 1 (2, 245, 13 sqq. B. = 2, 293, 2 sqq. D.)] | |
1 | λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη. 15. Εἰς ἑτέρους δ’ αὖθις πολέμους οἱ Ῥωμαῖοι κατέστησαν, γενο‐ | |
μένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν Ἀντίοχον. | 273 | |
274(n) | [Zonaras 9, 15, 1—3 (2, 245, 18 sqq. B. = 2, 293, 8 sqq. D.)] | |
1 | μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ἤκμαζε μάχη, κἂν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις συναροῖτο ἢ ἐς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ’ ἐκείνους ἠρέμησαν, οὐκέτ’ ἐμέλλησαν, ἀλλ’ ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν, πολλὰ ἐγκαλοῦντες | |
5 | αὐτῷ. πρέσβεις οὖν οἱ Ῥωμαῖοι πρὸς αὐτὸν πέμψαντες, ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε, τὸν πόλεμον ἐψηφίσαντο, χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ’ ἀληθὲς ἀγανακτοῦντες ἐφ’ οἷς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρατεύσῃ κατὰ τὸν Πύρρον. ψηφισάμενοι δὲ τὸν πόλε‐ | |
10 | μον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν δύνα‐ μιν πᾶσαν ὅ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος, αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Ἀθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας | |
15 | ἐρρύσατο καὶ Χαλκίδα κατεχομένην ὑπ’ αὐτῶν ἐπόρθησε, κἀν τούτῳ | 274 |
275(n) | [Zonaras 9, 15, 3—5 (2, 246, 13 sqq. B. = 2, 293, 29 sqq. D.)] | |
1 | Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώ‐ σατο καὶ μετὰ τοῦτο αὖθις προσβαλόντα ἀπεκρούσατο, Ἀπούστιος δ’ ἐς τὴν Μακεδονίαν, ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμ‐ βαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιπ‐ | |
5 | πος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν (οἰκοῦσι δ’ οὗτοι ὑπέρ τε Ἰλλυριῶν | |
10 | καὶ ὑπὲρ Μακεδό‐ νων) Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ὤν, σύμμαχοι πρότερον ὄντες αὐτοῦ, πρὸς τοὺς Ῥωμαίους μετέ‐ στησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ἔσπευσε. γνοὺς δὲ τὴν | |
15 | πρόσοδον αὐτοῦ ὁ Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν. Ῥαΐσας δ’ ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ ἅμα ἔαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ’ ἐπλησίασαν ἀλλή‐ | |
λοις, ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ | 275 | |
276(n) | [Zonaras 9, 15, 5—7 (2, 247, 9 sqq. B. = 2, 294, 21 sqq. D.)] | |
1 | τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἔς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μετα‐ στῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατο‐ | |
5 | πέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φί‐ λιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ’ εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Ἀπού‐ στιος δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο. | |
10 | Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις Ἀμίλκας Καρχηδόνιος, τῷ Μά‐ | |
γωνι συστρατεύσας ἐν Ἰταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, | 276 | |
277(n) | [Zonaras 9, 15, 7 (2, 247, 21 sqq. B. = 2, 295, 5 sqq. D.)] | |
1 | ὡς δ’ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας τῶν Ῥωμαίων ἀπέστησε καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσ‐ εποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς | |
5 | ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ’ ἀντεστράτευσεν ἐπ’ αὐτοὺς Αὐρήλιος ὁ | |
ὕπατος, φθονήσας τῆς νίκης τῷ στρατηγῷ. | 277 | |
278(n) | [Zonaras 9, 15, 8—16, 3 (2, 248, 6 sqq. B. = 2, 295, 14 sqq. D.)] | |
1 | Τῷ δ’ ἑξῆς ἔτει πρὸς τοῦ Ἀμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν. | |
5 | 16. Ἐν δὲ τῇ Ἑλλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ, τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι’ ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλα‐ μίνιος ὕπατος, τοῦ Φιλίππου πᾶν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολεμήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ’ ὀλί‐ | |
10 | γων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν· ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ’ ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ’ ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν | |
15 | Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφὸς αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες, καὶ πυθό‐ μενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί· καὶ Ἀθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθη‐ | |
20 | σαν αἱ γνῶμαι τῶν Ἀχαιῶν, τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφι‐ | |
ζομένων, τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ’ οὖν ποτε τὴν βοήθειαν αὐτοῖς | 278 | |
279(n) | [Zonaras 9, 16, 3—9 (2, 249, 8 sqq. B. = 2, 296, 13 sqq. D.)] | |
1 | ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα, πονήσαντες δ’ ἐπεκδρομαῖς ἀπανέστησαν. εἶτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἁλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν ὕπατον ἐπεκηρυκεύσατο. καὶ ὃς ἐδέξατο τοὺς λόγους αὐτοῦ, | |
5 | καὶ συνῆλθον αὐτοὶ καὶ οἱ σύμμαχοι, ἐπράχθη δ’ οὐδὲν ἢ ὅτι πρέσβεις ἐς Ῥώμην πέμψαι τῷ Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς τε Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς, οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφασαν, καὶ ἄπρακτοι ἀπηλλάγησαν. | |
10 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ τῷ Φλαμινίῳ τὴν ἐν τῇ Ἑλλάδι ἡγεμονίαν καὶ ἐς τὸ ἐπιὸν ψηφισάμενοι ἔτος, αὐτῷ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ, ὅτι κατὰ χώραν ἔμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ἐσπείσατό οἱ, καίτοι φίλος ὢν τοῦ Φιλίππου καὶ τὸ Ἄργος λαβὼν παρ’ αὐτοῦ. ἀδυ‐ | |
15 | νατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ, τῷ Νάβιδι αὐτήν, ἵν’ αὖθις ἀποδοίη, παρακατέθετο. Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ’ ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ’ ὅμηροι τῶν Καρχηδονίων οἵ τε δοῦλοι οἱ μετ’ | |
20 | αὐτῶν καὶ οἵ τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες, καὶ πολλοὺς τῶν ἐπιχω‐ ρίων φονεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἱ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρό‐ μενοι καὶ τοὺς Ῥωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρε‐ | |
25 | σκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δείσαντες οὖν οἱ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γαλάτας ἔπεμψαν· οἳ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρθουν χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν, καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλκου συμβαλόντες ἡττήθησαν, οἱ λοιποὶ δὲ τοῦτο γνόντες | |
30 | ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέβαλον, ἀλλ’ ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγῳ πολεμήσαντες σπονδὰς ἐποι‐ ήσαντο, οἱ δ’ ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον. Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ Ἀττάλου τὴν Βοιωτίαν ἅπασαν | |
ὑπηγάγετο. καὶ ὁ μὲν Ἄτταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως | 279 | |
280(n) | [Zonaras 9, 16, 9—12 (2, 251, 2 sqq. B. = 2, 297, 29 sqq. D.)] | |
1 | ἀπέψυξεν, ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππῳ προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν, οἱ μὲν ἔνθεν | |
5 | οἱ δ’ ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσο‐ παλεῖς ἂν ἀπηλλάγησαν, εἰ μὴ οἱ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥω‐ μαίους ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισσαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας, ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο, χρήματά τε τοῦ Φι‐ | |
10 | λίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον, καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, καὶ Ἀνδροσθένης ἐνικήθη ὑπὸ τῶν Ἀχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ὤν, ἐπεὶ μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ | |
15 | Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἷλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστήσατο. Οὕτω μὲν οὖν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ Ῥώμῃ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ | |
τοὺς αὐτομόλους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν | 280 | |
281(n) | [Zonaras 9, 16, 12—17, 5 (2, 252, 2 sqq. B. = 2, 298, 24 sqq. D.)] | |
1 | πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι, καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ’ ἔχειν στρατιώτας τῶν πεντακισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις | |
5 | τάς τε ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευ‐ θέρας ἀφῆκαν. Οἱ δ’ ὕπατοι τοῖς Γαλάταις αὖθις οὐκ ἀταλαιπώρως ἐπολέμησαν, ὅμως μέντοι καὶ τούτους ὑπέταξαν. 17. Πόρκιος δὲ Κάτων ὕπατος αἱρεθεὶς τὴν Ἰβηρίαν μικροῦ πᾶσαν | |
10 | ἀλλοτριωθεῖσαν ἀνεκτήσατο, ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβᾶσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ’ ὅλως ἐσθῆτι κατα‐ στίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον, βουλὴν ἐποι‐ εῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν | |
15 | νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε· “κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι, τοῖς νόμοις τοῖς κειμένοις, τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις.” Λού‐ κιος δὲ Οὐαλλέριος δήμαρχος ἀντιλέγων τῷ Κάτωνι διειλέχθη, ἀποδο‐ | |
20 | θῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών, εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη “σὺ δ’, ὦ Κάτων, εἰ ἄχθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές, ἀπόκειρον αὐτὰς περι‐ τρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ | |
25 | ὅπλισον ἐφ’ ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε, ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν, καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα.” καὶ ὁ μὲν Οὐαλλέριος ταῦτα ἐπισκώπτων εἶπεν, ἀκού‐ σασαι δὲ αἱ γυναῖκες (ἐγγὺς γὰρ τῆς ἀγορᾶς πολλαὶ διέτριβον πολυπραγ‐ μονοῦσαι τὸ γενησόμενον), εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι | |
30 | τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο εὐθὺς ἐκεῖ ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι. Ὁ δὲ Κάτων ἀποπλεύσας εἰς τὴν Ἰβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ’ ἓν αὐτῷ | |
πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας | 281 | |
282(n) | [Zonaras 9, 17, 5—7 (2, 253, 19 sqq. B. = 2, 300, 9 sqq. D.)] | |
1 | αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηθέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι’ αὐτῶν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκα‐ | |
5 | σταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπει‐ λήσας τοῖς ἀπειθήσασιν. ἃ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομί‐ σαντες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη. | |
10 | Ὁ δὲ Κάτων διέβη τὸν Ἴβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχει‐ ρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οἴκαδε, ἔστι δ’ ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου | |
15 | ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι | |
ἐτόλμησαν. | 282 | |
283(n) | [Zonaras 9, 18, 1—4 (2, 254, 14 sqq. B. = 2, 300, 30 sqq. D.)] | |
1 | 18. Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Ἄργος ἐστράτευσε. τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι φοβερὸν ὁρῶντες οἱ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τὰ Ταΰγετά | |
5 | τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντιουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Φλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ’ ὑστεραίᾳ ἐπεξ‐ | |
10 | ῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. κατα‐ λιπὼν οὖν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μηδαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμενὴς ἐπόρθουν αὐτήν. ἀπο‐ γνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Φλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέ‐ | |
15 | στειλε. καὶ ὃς τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατε‐ λύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ’ ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιῆσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώ‐ λυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥωμαίων αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, (καὶ γὰρ ἀτείχι‐ | |
20 | στος ἦν ἐν μέρει,) ἑλόντων οὐκέτ’ ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον | |
σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη. | 283 | |
284(n) | [Zonaras 9, 18, 5—10 (2, 255, 16 sqq. B. = 2, 301, 29 sqq. D.)] | |
1 | Ὁ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ἕλληνας ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ὧν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν τῇ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ. | |
5 | Ἀφικομένου δ’ ἐς Ῥώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν ἅπαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥω‐ μαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ Ῥω‐ | |
10 | μαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ’ ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι’ ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ’ ἔτι μείζων ἐγένετο ὅτι τὸν Πτολεμαῖον τὸν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας | |
15 | κηδεστὴν προσετέθειτο. τοιοῦτον τὸν Ἀντίοχον νομιζόμενον οἱ Ῥωμαῖοι, μέχρι μὲν τῷ Φι‐ λίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· ἐπεὶ δ’ ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσθεν ἐδε‐ δίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρε‐ | |
20 | στήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσ‐ καταστρέψασθαι, καὶ μετ’ αὐτῶν ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν | |
25 | ὁ Ἀντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφικό‐ μενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τὸν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ’ ἐς Κύπρον πλεῦσαι | |
30 | ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντεγκαλοῦντες, ὅπως πρόφασίν τε τοῦ | |
πολέμου λάβωσι καὶ ὅπως τὰ παρ’ ἀλλήλοις προκατασκέψωνται. | 284 | |
285(n) | [Zonaras 9, 18, 11—19, 3 (2, 257, 6 sqq. B. = 2, 303, 10 sqq. D.)] | |
1 | Ἀννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ’ αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ’ αὐτῶν καὶ πρὸς τοὺς Ῥωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτε‐ ρίζων καὶ τῷ Ἀντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς Ῥώμης | |
5 | παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τὸν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν | |
10 | Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφερομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, ἵν’ ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ’ εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀν‐ τίοχον, ἔργῳ δὲ ἵνα κἀκεῖνον καὶ τὸν Ἀννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ | |
15 | πράξῃ τὰ τοῖς Ῥωμαίοις συμφέροντα. ἀφικομένου δ’ αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι’ ἀπορ‐ ρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῷ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρ‐ θωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ | |
20 | Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στράτευμα παρέσχεν αὐτῷ οὔτ’ ἐς τὴν Καρχηδόνα ἔπεμψεν· οὐδ’ ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν εἶναι. 19. Ἡ δὲ περὶ τοῦ Ἀντιόχου φήμη πολλὴ τὴν Ῥώμην κατέσχε καὶ | |
25 | ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πᾶσαν ἤδη κατέχει, τῶν δ’ ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται λογοποιούντων, οἱ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἑλλάδα ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστειλαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, | |
30 | καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν περαιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος, Αὖλον δὲ Ἀτίλιον ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν (ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν), ὁ δὲ Βαίβιος | |
καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς | 285 | |
286(n) | [Zonaras 9, 19, 3—8 (2, 258, 21 sqq. B. = 2, 304, 25 sqq. D.)] | |
1 | Ῥωμαίους ὁμολογίαις ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπάσατο. Ὁ δέ γε Φλαμίνιος περιιὼν τὴν Ἑλλάδα τοὺς μὲν μηδ’ ἀποστῆναι ἔπεισε, τοὺς δὲ καὶ ἀποστάντας ἤδη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων | |
5 | τινῶν. αὐτοί τε γὰρ τῷ Ἀντιόχῳ προσεχώρησαν καὶ ἄλλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ ἄκοντας. καὶ ὁ Ἀντίοχος, καίτοι χειμῶνος ὄντος, ὅμως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ἔσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ’ αὐτῶν ἔλαβε, τήν τε ἄλλην Εὔβοιαν προσεποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις Ῥωμαίους | |
10 | τινὰς εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ὅθεν αὐτός τε καὶ οἱ στρατηγοὶ οἵ τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς ἄλλους ἀπολέμους ἐποίησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ, μαθόντες αὐτὸν ἐς τὴν Ἑλλάδα παρόντα τὴν | |
15 | Χαλκίδα τε ᾑρηκότα, τὸν πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῇ τῆς Ἰταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ἑλλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀν‐ τίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ | |
20 | τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Φιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Φίλιππον ἑλὼν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν ἔδωκεν. Ὁ δ’ Ἀντίοχος ἐν τούτοις ἡσυχίαν ἄγων ἐν τῇ Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας | |
25 | οἱ τοὺς Ῥωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα | 286 |
287(n) | [Zonaras 9, 19, 8—14 (2, 260, 7 sqq. B. = 2, 306, 3 sqq. D.)] | |
1 | σύμμαχον τὴν τοῦ χωρίου φύσιν ἕξειν ἐνόμισε. καὶ ἵνα μή τι καὶ αὐτὸς πάθῃ οἷον οἱ Ἕλληνες οἱ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ ἄκρα τῶν ὀρῶν ἀνεβίβασεν, ὥστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνε‐ | |
5 | βάλετο, ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλλέριον Φλάκκον ὑποστρα‐ τήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς ἄκροις ἀπέστειλεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ ὑπὸ τὴν ἕω συνέμιξε. καὶ ἕως μὲν ἐν τῷ ὁμαλῷ ἐμά‐ χετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ Ἀντιόχου πρὸς τὰ μετέωρα ἠλατ‐ τοῦτο, μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύ‐ | |
10 | δουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε Ἀν‐ τίοχον ἔτρεψαν καὶ τὸ στρατόπεδον αὐτοῦ εἷλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε, μαθὼν δὲ τὸν ὕπατον προσιόντα, ἐς τὴν Ἀσίαν ἀνε‐ κομίσθη λαθών. | |
15 | καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Εὔβοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ’ Ἡρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο· καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ εἷλε, τοὺς δ’ ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δημόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ | |
20 | Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο, καὶ ψήφισμα ἐκείνου αἰτήσαν‐ τος, ἵν’ ἐς τὴν Ῥώμην πέμψῃ, “θάρρει” ἔφη “ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι.” τοῦ Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ’ αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἱ λοιποὶ | |
25 | συναλλαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ Ἀντιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρίνετο μὲν τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν, τὰ δὲ τοῦ Ἀντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν οὖσαν ἐπολιόρκει· οὓς ἐλθὼν ὁ Φλαμίνιος ἔπεισε σπείσασθαι, γνωρίμως | |
30 | αὐτοῖς ἔχων. καὶ πρέσβεις εἰς τὴν Ῥώμην ἐκεῖνοί τε καὶ οἱ Ἠπειρῶται | |
ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ | 287 | |
288(n) | [Zonaras 9, 19, 14—20, 4 (2, 261, 18 sqq. B. = 2, 307, 13 sqq. D.)] | |
1 | πέμψας ἄλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν Ῥώμῃ ὁμη‐ ρεύοντα. τοῖς δ’ Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο. 20. Ἐπὶ δὲ τὸν Ἀντίοχον οἱ Ῥωμαῖοι τοὺς Σκιπίωνας ἔταξαν τόν τε | |
5 | Ἀφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οἳ τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν ἔδοσαν, ἵν’ ἐς τὴν Ῥώμην αὖθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπεί‐ γοντο δ’ ἐπὶ τὸν Ἀντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν Ἑλλήσποντον ἤλασαν. καὶ ἐς τὴν Ἀσίαν περαιωθέντες τὰ πλεῖστα τῶν παραθαλασσίων κατέλαβον προ‐ | |
10 | κατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων Ῥωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμενοῦς καὶ τῶν Ῥοδίων, οἳ καὶ τὸν Ἀννίβαν ναῦς τινας ἐκ Φοινίκης ἀνάγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμενὴς δὲ καὶ Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ Ἀντιόχου, καὶ πόλεις αἱ μὲν βίᾳ, αἱ δ’ ἑκούσιαι πρὸς τοὺς Ῥωμαίους μεθίσταντο, ὥστε ἐκ τούτων ἀναγ‐ | |
15 | κασθῆναι τὸν Ἀντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ὃν ἐπανελθόντα σὺν δυνά‐ μει ἐπὶ τὴν Πέργαμον ἔπεμψεν. ὡς δὲ προσεδρεύσας τῇ πόλει οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον, εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο, προσ‐ δοκήσας τεύξεσθαι τῆς εἰρήνης, ὅτι τὸν Ἀφρικανοῦ υἱὸν συλλαβὼν ἐν | |
20 | θεραπείᾳ εἶχε πολλῇ· καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, ἄνευ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο δὲ ἡ εἰρήνη, τοῦ Ἀντιόχου ἃ οἱ | |
Ῥωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι. | 288 | |
289(n) | [Zonaras 9, 20, 5—10 (2, 262, 20 sqq. B. = 2, 308, 12 sqq. D.)] | |
1 | Τέως μέντοι ἐπὶ πολὺ ἡσύχασαν, εἶτα καὶ ἐπολέμησαν. ὁ δὲ ἀγὼν οὕτως ἐγένετο. πρῶτα τὰ ἅρματα, εἶτα τοὺς ἐλέφαντας ὁ Ἀντίοχος ἔταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν οὖν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ Ῥωμαῖοι καὶ μετὰ κραυ‐ | |
5 | γῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ὥστε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν, (αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέ‐ δασαν), τὴν δὲ τοξείαν καὶ τὴν σφενδόνησιν ὄμβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βαθεῖα συμβᾶσα τοὺς μὲν Ῥω‐ | |
10 | μαίους ἅτε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνε‐ πόδισε, τοὺς δ’ ἐναντίους, οἷα πεφοβημένους ἵππῳ τε καὶ τοξείᾳ τὸ πλεῖ‐ στον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους ἔσφηλεν. ὅμως δ’ οὖν ἴσχυσεν ὁ Ἀντίοχος, τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάντας αὐτῷ τρεψάμενος, | |
15 | μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε εἷλεν ἂν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων τοὺς πρώ‐ τους προσιόντας τῶν Ῥωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ ἔπεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν Ἀντίοχον. | |
20 | ἐν ᾧ δὲ τοῦτ’ ἐγίνετο, Ζεῦξις καθ’ ἕτερον μέρος τῷ ταφρεύματι προσ‐ βαλὼν εἴσω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις οὗ ὁ Λέ‐ πιδος ᾔσθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ Ἀντιόχου εἷλε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ’ ἵππους, ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα ἄλλα τε πολλὰ καὶ | |
25 | πολυτελῆ εὗρε. καὶ ὁ μὲν Ἀντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν, οἱ δ’ Ἕλληνες οἱ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις προσέθεντο. Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου τοῦ Ἀντιόχου ἐσπείσθη. ὅ τε γὰρ Ἀφρικανὸς εὐνοϊκῶς οἱ διὰ τὸν υἱὸν εἶχε, καὶ ὁ ὕπατος οὐκ ἤθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. οὔκουν οὐδὲ | |
30 | ἐπέταξαν τῷ Ἀντιόχῳ πλέον οὐδὲν ἢ ὅσα καὶ πρὸ τῆς μάχης ᾔτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη | |
τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι | 289 | |
290(n) | [Zonaras 9, 20, 10—14 (2, 264, 10 sqq. B. = 2, 309, 27 sqq. D.)] | |
1 | ἐκέλευσεν ἄλλους τε καὶ τὸν υἱὸν Ἀντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οἷς καὶ ὁ Ἀννίβας ἦν. καὶ ὁ Ἀντίοχος καὶ ἄκων πρὸς ἅπαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν Ἀννίβαν ἐκδοῦναι ἠδυ‐ νήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ | |
5 | ὁ μὲν Ἀντίοχος πρέσβεις ἐπὶ τούτοις εἰς τὴν Ῥώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ Ἀσιατικοῦ ἐπω‐ νυμίαν δι’ αὐτὴν ἔσχεν, ὥσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἀφρικανὸς ἐπεκλήθη, τῆς Καρχηδόνος κρατήσας μέγιστον ἐν τῇ Ἀφρικῇ δυνηθείσης. τοιοῦτοι δ’ οὖν ἄνδρες οὗτοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλ‐ | |
10 | θόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ ὕστερον παρεδό‐ θησαν· καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας σφετερισάμενος, Ἀφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος, τὸ δ’ ἀληθὲς διὰ φθόνον. ὅτι δ’ οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ ἄλλοθεν, οὐχ ἥκιστα δὲ ὅτι καὶ τῆς οὐσίας τοῦ Ἀσιατικοῦ | |
15 | δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, ὅτι τε τοῦ Ἀφρικανοῦ ἐς τὸ Λίτερνον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ἔτι κατεψηφίσατο. Ὁ δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς Ἀσιανῆς πολλὰ προσηγάγετο. ἔστι γάρ τι κἀνταῦθα | |
20 | γένος αὐτῶν, ἐκ τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα | |
σφῶν προστησάμενοι τήν τε Ἑλλάδα καὶ τὴν Θρᾴκην ἐπέδραμον, | 290 | |
291(n) | [Zonaras 9, 20, 14—21, 4 (2, 265, 11 sqq. B. = 2, 310, 23 sqq. D.)] | |
1 | κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Πα‐ φλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ Ὀλύμπῳ καὶ Καππαδοκίας ἀπε‐ τέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ἔθνος ἴδιόν εἰσι τὸ ὄνομα τῶν Γαλατῶν φέροντες. οὗτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ | |
5 | καὶ τούτων ἐκράτησε, τὴν μὲν Ἄγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ’ ἄλλας ὁμολογίᾳ παραστησάμενος. πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ Ἀριαράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβὼν ἀπῆρεν οἴκαδε. 21. Οἱ δ’ Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης ἐς τὴν Ῥώμην | |
10 | πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, (ἦν γάρ ποτε τοῦ Πύρρου βασίλειον, τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν), καὶ ἐπο‐ λιόρκει αὐτήν· οἱ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· | |
15 | ὡς δ’ οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥωμαῖοι δι’ ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορ‐ κουμένους, ἐπεὶ δ’ ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνο‐ οῦντες δ’ ὅπῃ ὀρύσσοιτο, χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ | |
20 | ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαντες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν, καὶ εἰς τὸν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ | |
25 | πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέ‐ μενεν. ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πολιορκίαν κατ‐ έλυσαν. ὁμολογησάντων δ’ αὐτῶν καὶ οἱ Αἰτωλοὶ μετεβάλοντο· καὶ | |
30 | διεπράξαντο ἀνοχήν, εἶτα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρή‐ ματα, πολλοὺς δὲ καὶ ὁμήρους δόντες. καὶ ὁ Φουλούιος τὴν Κεφαλληνίαν | |
ὁμολογίᾳ παρεστήσατο καὶ τὴν Πελοπόννησον στασιάζουσαν κατεστήσατο. | 291 | |
292(n) | [Zonaras 9, 21, 5 (2, 267, 4 sqq. B. = 2, 312, 7 sqq. D.)] | |
1 | Γαΐου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ Ἀντίοχος ἔθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαν‐ | |
τος δὲ κἀκείνου πολλῷ ὕστερον ὁ εἰς τὴν Ῥώμην ὁμηρεύων Ἀντίοχος | 292 | |
293(n) | [Zonaras 9, 21, 5—7 (2, 267, 7 sqq. B. = 2, 312, 11 sqq. D.)] | |
1 | ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεών τινων ἐστερήθη ἐν Θεσσαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν | |
5 | κτίσαι ἠθέλησαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ’ ἐν τῇ Ῥώμῃ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν. Τότε δὲ καὶ ὁ Ἀννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ Ῥώμης δι’ ἄλλα τέ τινα | |
10 | καὶ ὅπως καὶ τὸν Ἀννίβαν ἐκδοίη παρ’ αὐτῷ ὄντα, προμαθὼν τοῦτ’ ἐκεῖνος καὶ διαδρᾶναι μὴ οἷός τε ὢν ἑαυτὸν διε‐ χρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ | |
15 | Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ τυγχάνων κα‐ | |
20 | λουμένῳ Λιβύσσῃ. | |
καὶ ὁ Ἀφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε. | 293 | |
294(n) | [Zonaras 9, 22, 1—5 (2, 268, 1 sqq. B. = 2, 313, 1 sqq. D.)] | |
1 | 22. Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτεί‐ νας καὶ τὸν ἕτερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν, ἀπέθανεν. ἐπεὶ γὰρ προσφιλὴς τοῖς Ῥωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δημήτριος, καὶ αὐτός τε καὶ οἱ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον | |
5 | τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ’ αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ | |
10 | Ῥωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνε‐ νεώσαντο. Ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ὥστε καὶ συγγραφῆς νομίζεσθαι ἄξια. ὕστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς Ῥωμαίοις ἐποίησεν. ἵνα δὲ ἀναβολὴν | |
15 | τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευάσηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολογησομένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ’ εἴσω τοῦ τείχους ἐδέξαντο, καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματί‐ σαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχθήσεται. καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες | |
20 | σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς Ἰτα‐ λίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν. Οἱ μὲν οὖν Ῥωμαῖοι μετὰ ταῦτα Γναῖον Λικίννιον στρατηγὸν μετὰ δυνάμεως ὀλίγης ἐξέπεμψαν (οὐ γάρ πω τὴν μείζω παρεσκευάσαντο), καὶ | |
ὁ Περσεὺς εἰς Θεσσαλίαν παρεμβάλλων τά γε πλεῖστα αὐτῆς ᾠκειώσατο· | 294 | |
295(n) | [Zonaras 9, 22, 5—10 (2, 269, 4 sqq. B. = 2, 314, 4 sqq. D.)] | |
1 | ἐπεὶ δὲ τὸ ἔαρ ἐπέστη, πέμπουσιν ἐπ’ αὐτὸν Λικίννιον Κράσσον, καὶ στρα‐ τηγὸν ἐπὶ τοῦ ναυτικοῦ Γάιον Λουκρήτιον. συμμίξας οὖν πρῶτον περὶ Λάρισαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ ἔπταισεν· ὕστερον μέντοι περιεγένετο, ὥστε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ | |
5 | ταῖς πόλεσι ταῖς Ἑλληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις προσ‐ έβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, ἔστι δ’ ἃς ἐχειρώσατο καί τινας κατασκάψας τοὺς ἁλόντας ἀπέδοτο. ἅπερ οἱ ἐν τῇ Ῥώμῃ πυθόμενοι ἠγα‐ νάκτησαν, καὶ τόν τε Κράσσον ὕστερον ἐζημίωσαν χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν καὶ τοὺς πραθέντας ἐξ αὐτῶν καὶ ἐν τῇ | |
10 | Ἰταλίᾳ εὑρεθέντας τότε παρὰ τῶν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο. ταῦτα μὲν οὖν οὕτως ἔπραξαν οἱ Ῥωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν, καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν, καὶ ὁ Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνεκρότησε, καὶ πρὸς τοὺς | |
15 | ἐλέφαντας τῶν Ῥωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα (βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως) πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνε‐ | |
20 | χῶς, μέχρις οὗ καὶ ἐθάρσησαν. ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν, οἱ δ’ ἐν τῇ Ῥώμῃ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ὃς εἰς τὴν Θεσ‐ σαλίαν πρὸς τὸ στρατόπεδον ἀφικόμενος τούς τε Ῥωμαίους καὶ τοὺς | |
25 | συμμάχους ἐξήσκει, ὥστε δείσαντα τὸν Περσέα ἐν τῷ Δίῳ τῷ Μακε‐ δονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν ἄγειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοῦ Περσέως κατέσχε. προϊὼν δ’ ἐπὶ τῆς Πύδνης τῶν ἐπιτηδείων ἐσπά‐ νισε, καὶ ἐς τὴν Θεσσαλίαν ἀνέστρεψε. καὶ αὖθις ὁ Περσεὺς ἀνεθάρσησε | |
30 | καὶ ἃ κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυτικῷ συχνὰ τοὺς | |
Ῥωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς Ῥωμαίους | 295 | |
296(n) | [Zonaras 9, 22, 10. 11 (2, 270, 17 sqq. B. = 2, 315, 14 sqq. D.)] | |
1 | ἐκ τῆς Ἑλλάδος ἤλπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι’ αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ὡς γὰρ τὰ τῶν Ῥωμαίων ὑπεδίδου, τὰ δ’ ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου χρήματα σφίσιν ἃ | |
5 | ἐπηγγείλατο. τῶν μὲν οὖν ἀμβλυνθέντων τὸ πρόθυμον, τῶν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ὥστε καὶ σπονδῶν δεηθῆναι. | |
καὶ κἂν ἔτυχε τούτων διὰ τοῦ Εὐμενοῦς, εἰ μὴ καὶ Ῥόδιοι συνεπρέσβευσαν· | 296 | |
297(n) | [Zonaras 9, 22, 11—23, 4 (2, 271, 4 sqq. B. = 2, 315, 24 sqq. D.)] | |
1 | ὑπερηφάνως γὰρ οὗτοι τοῖς Ῥωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώλυσαν τῶν σπονδῶν. 23. Ἐντεῦθεν ὁ κατ’ αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι. ὃς σπουδῇ κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ | |
5 | τῶν στρατιωτῶν προκαταστησάμενος, βιασάμενος διὰ τῶν Τεμπῶν (ὀλίγοι γὰρ ἐφρούρουν αὐτά), ἐπὶ τὸν Περσέα ὥρμησεν. ἐπεὶ δ’ ἐκεῖνος τὸν Ἔλπιον ποταμὸν προσαπέφραξεν ὄντα ἐν μέσῳ, προκαταλαβὼν δὲ καὶ πᾶν τὸ μεταξὺ τοῦ τε Ὀλύμπου καὶ τῆς θαλάσσης αἱμασιαῖς καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν ἄπορον ἀπειργάσατο, ἐθάρρει δὲ καὶ τῇ | |
10 | ἀνυδρίᾳ τοῦ τόπου, ἐπείρασε μὲν καὶ οὕτως ὁ ὕπατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ Ὀλύμπου ἄμμον ὕδωρ εὗρε δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν Ῥοδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρασύτητος ἀφ’ ἧς καὶ ἐς τὴν Ῥώμην πρὶν ἐπρεσβεύσαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον | |
15 | αὐτοῖς ἢ ὅτι μετ’ ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς. ὡς δὲ προσβάλλων οὐδὲν ἐπέραινεν, ἔμαθε δὲ τὰ ὄρη ὄντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν ἔπεμψε, καταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, (διὰ γὰρ τὸ δυσπρόσιτον καὶ ἐλα‐ χίστην εἶχε φρουράν), αὐτὸς δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσέμιξε | |
20 | τῷ Περσεῖ, ἵνα μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιήσαιτο. καὶ μετὰ τοῦτο καταληφθέντων τῶν ἄκρων νυκτὸς πρὸς τὰ ὄρη ὥρμησε, καὶ πῇ μὲν λαθών, πῇ δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ὃ μαθὼν ὁ Περσεύς, καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ ἢ καὶ τὴν Πύδναν προκατάσχῃ, (καὶ γὰρ τὸ ναυτικὸν ἅμα τὸ τῶν Ῥωμαίων | |
25 | παρέπλει), τό τε ἔρυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν | |
ἐπειχθεὶς πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ ἦλθε μὲν καὶ ὁ Παῦλος | 297 | |
298(n) | [Zonaras 9, 23, 5—10 (2, 272, 13 sqq. B. = 2, 316, 31 sqq. D.)] | |
1 | ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέμιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προμαθὼν δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρὸς ἑσπέραν τὸ στράτευμα, ὅτε τὴν ἔκλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τὸ συμβησόμενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄ‐ | |
5 | νεσεν. οἱ μὲν οὖν Ῥωμαῖοι τὴν ἔκλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν, οἱ δέ γε Μακεδόνες δέος ἔσχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. οὕτω δ’ ἑκατέρων ἐχόντων συμ‐ βάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν Ῥωμαίων | |
10 | εἰς τὸ ὕδωρ εἰσέπεσεν ἐξ οὗπερ ὑδρεύοντο, καὶ οἵ τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο, τὸ μὲν πρῶτον οὗτοι καθ’ ἑαυτοὺς ἐμαχέσαντο, ἔπειτα καὶ οἱ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ’ ὀλίγους ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ’ ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἱ Ῥωμαῖοι | |
15 | ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολ‐ λοὺς μὲν αὐτοὶ ἐφόνευσαν, πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύσαντι ἀπο‐ κτεῖναι παρέδοσαν. οὐδ’ ἄν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοή‐ θησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο. διαφυγὼν οὖν εἰς Ἀμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς | |
20 | ἀναληψόμενος καὶ συστήσων αὖθις τὰ πράγματα, ἐπεὶ οὔτ’ ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖθεν μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ ναυτικοῦ προΐστατο, | |
25 | προσπλέοντα, καὶ τὸν Παῦλον ἐς Ἀμφίπολιν παρόντα, ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ’ ἀποκρίσεως ἔτυχεν. ὕστερον δὲ ἄνευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον, οὐκ ἄλλως μέντοι συμβήσεσθαι ἔφη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς | |
30 | Ῥωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ | |
ἐξαιτηθεὶς παρὰ τῶν Ῥωμαίων Εὔανδρόν τινα Κρῆτα πολλὰ κατ’ αὐτῶν | 298 | |
299(n) | [Zonaras 9, 23, 10—12 (2, 274, 2 sqq. B. = 2, 318, 10 sqq. D.)] | |
1 | ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέδωκε μέν, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχει‐ ρίσασθαι ἐφήμισε. τότε μὲν οὖν οἱ συνόντες αὐτῷ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ (οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον), μεθίστασθαι ἤρξαντο. | |
5 | κἀκεῖνος δείσας μὴ τοῖς Ῥωμαίοις παραδοθῇ, ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ἔλαθεν ἂν πρὸς Κότυν Θρᾷκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον· ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οἴκαδε ἀπῆραν. ὁ δὲ ἡμέρας μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυπτόμενος ἔλαθεν, ἐπεὶ δὲ τοὺς ἄλλους παῖδας καὶ τὴν θεραπείαν | |
10 | ἔγνω κατεσχηκότα τὸν Ὀκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν Ἀμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν, ἀλλὰ καὶ ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει καὶ ἐν θεραπείᾳ ἦγε. | |
μετὰ δὲ ταῦτα εἰς τὴν Ἰταλίαν διὰ τῆς Ἠπείρου ἀνεκομίσθη. | 299 | |
300(n) | [Zonaras 9, 24, 1—4 (2, 275, 8 sqq. B. = 2, 319, 11 sqq. D.)] | |
1 | 24. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺς προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, (ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους | |
5 | πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται), εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπί‐ σας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν. | |
10 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμμάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου, ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι, ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ | |
15 | πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσεμνύνοντο. ἐλθόντι δ’ ἐς Ῥώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη, καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. ἔπεμψε μὲν γὰρ καὶ τἄλλα ὅσα ἑαλώκει πάντα, ἔπεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς ὄντας ἐν τῷ τῶν αἰχμαλώτων | |
20 | σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηὔξατο καὶ οὗτος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ’ ἑαυτῷ, εἴ τι δέοι, γενήσεσθαι· καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν, τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ἦν δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερ‐ | |
25 | όπτης χρημάτων. τεκμήριον δέ· δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ | |
αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. | 300 | |
301(n) | [Zonaras 9, 24, 5. 6 (2, 276, 18 sqq. B. = 2, 320, 18 sqq. D.)] | |
1 | Τῶν δ’ ἁλόντων τῷ πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ θεραπείᾳ κατετέθη· κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διε‐ χειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς | |
5 | μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον, πλείω δὲ θρυλλῶν τὸν Ἀλέξανδρον, καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος | |
10 | περικείμενος. | |
Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, | 301 | |
302(n) | [Zonaras 9, 24, 6—8 (2, 277, 7 sqq. B. = 2, 321, 2 sqq. D.)] | |
1 | τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ προσδεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· καὶ ἔτυχον τῆς σπουδῆς, ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ πολλαῖς χρησαμένοις ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ | |
5 | ὁ Προυσίας δὲ καὶ ὁ Εὐμενής, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐδὸν φιλήσας καὶ προσκυνή‐ σας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμενὴς δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε. Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ | |
10 | ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι | 302 |
303(n) | [Zonaras 9, 24, 8—25, 5 (2, 277, 18 sqq. B. = 2, 321, 15 sqq. D.)] | |
1 | αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιή‐ σατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωρα‐ θεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμενής, Ὀροφέρνῃ δὲ | |
5 | Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις φίλος καὶ σύμ‐ μαχος προσηγόρευτο, πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμενῆ θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην | |
10 | καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν. 25. Ὁ δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἱ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν, Ἀντίοχος ὁ τοῦ Ἀντιόχου τοῦ μεγάλου υἱὸς τὸν νεώτατον ἐκπεσόντα ἐδέξατο, ἵνα προφάσει τοῦ αὐτῷ ἀμύνειν ἐς τὰ τῶν Αἰγυ‐ | |
15 | πτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αἴγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν Ἀλεξάνδρειαν. καταφυγόντων δὲ τῶν ἄλλων πρὸς τοὺς Ῥωμαίους, πεμφθεὶς πρὸς τὸν Ἀντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου ἐκέλευσεν· οἱ γὰρ ἀδελφοὶ συνέντες τὴν τοῦ Ἀντιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ’ ἐκεῖνος ὑπερέθετο τὴν | |
20 | ἀπόκρισιν, κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ Ἀντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ ἔξωθεν φόβου οἱ Πτολεμαῖοι (οὕτω γὰρ ἐκαλοῦντο ἀμφότεροι) αὖθις ἐστασίασαν. εἶτα συνηλλάγησαν αὖθις ὑπὸ τῶν Ῥωμαίων ἐφ’ ᾧ τὸν μὲν πρεσβύτερον | |
25 | τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην ἔχειν τὸν ἕτε‐ ρον· καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων ἦν. ἀγανακτῶν δ’ ὁ νεώτε‐ ρος διὰ τὴν ἐλάττωσιν ἐς τὴν Ῥώμην ἀφίκετο· καὶ εὕρατο παρ’ αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις ἔθετο αὖθις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον | |
30 | ταξάμενος συντελεῖν. | |
Τοῦ δ’ Ἀντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν | 303 | |
304(n) | [Zonaras 9, 25, 5—9 (2, 279, 10 sqq. B. = 2, 322, 28 sqq. D.)] | |
1 | βασιλείαν καταλιπόντος, ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ἄνδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ ἦν, ἔπεμψαν. οἳ παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις, τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς τὸ τῇ Ῥώμῃ συμφέρον διῴκουν. δι’ ἅπερ | |
5 | Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς Ῥωμαίους, τὸν δὲ Γάιον τὸν Ὀκτάβιον καὶ ἀπο‐ κτεῖναι. καὶ τούτων γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν Ῥώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς Ἀντιόχου ὁμηρεύων ἐν τῇ Ῥώμῃ κατὰ τὸν | |
10 | τοῦ πατρὸς θάνατον καὶ ὑπὸ Ἀντιόχου τοῦ θείου τῆς βασιλείας ἐστε‐ ρημένος, ὡς τὸν τοῦ Ἀντιόχου θάνατον ἔγνω, ᾔτει μὲν τὴν πατρῴαν ἀρχήν, οἱ δὲ οὔτε ταύτην αὐτῷ συνέπραξαν οὔτ’ ἀπᾶραι τῆς Ῥώμης ἐπέτρεψαν. καὶ ὃς καὶ δυσχεραίνων ὅμως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ’ ἐμέλλησεν, ἀλλ’ ἀπέδρα· καὶ ἐκ Λυκίας | |
15 | τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τὸν Ἀντίοχον, [οὕτω γὰρ οἱ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν], ἀλλ’ ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ἔχειν, ὥστε τῷ Ὀκταβίῳ τιμωρήσειν. ἐς Τρίπολιν δὲ τῆς Συρίας ἐπειχ‐ θεὶς καὶ ταύτην προσαγαγόμενος ὡς ὑπὸ τῶν Ῥωμαίων ἐπὶ τὴν βασι‐ λείαν σταλείς, (τὴν γὰρ ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει), καὶ Ἀπαμείας | |
20 | κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν Ἀντιόχειαν ἤλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ (δεδιότες γὰρ τοὺς Ῥωμαίους οὐκ ἀντῆραν) διέφθειρε, καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ Ῥώμῃ στέφανον καὶ τοὺς τοῦ Ὀκταβίου αὐθέντας ἀπέστειλεν. οἱ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο. | |
25 | Μετὰ ταῦτα δ’ ἐπὶ Δαλμάτας οἱ Ῥωμαῖοι ἐστράτευσαν. τὸ δ’ ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον, ὧν τινας Ταυλαντίους ὠνόμαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. αἴτιον δὲ τοῦ πολέμου ὅτι τινὰς τῶν προσχώρων αὐτοῖς ἐν φιλίᾳ τοῖς | |
Ῥωμαίοις ὄντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς | 304 | |
305(n) | [Zonaras 9, 25, 9 (2, 280, 18 sqq. B. = 2, 324, 3 sqq. D.)] | |
1 | Ῥωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο, ἀλλὰ καὶ τοὺς τῶν ἄλλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων ὁ Νασικᾶς ὑπέταξεν, ἐπ’ αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν εἷλε καὶ τοὺς αἰχμαλώ‐ τους ἐπίπρασκε. καὶ ἄλλα δὲ κατ’ ἐκείνους συνέβη τοὺς χρόνους, οὐ | |
5 | μνήμης μέντοι οὐδ’ ἱστορίας ἄξια. | 305 |
306(n) | [Zonaras 9, 26, 1—4 (2, 281, 1 sqq. B. = 2, 324, 10 sqq. D.)] | |
1 | 26. Ἐντεῦθεν αὖθις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ἔφερον ἐλαττούμενοι, ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἱ δὲ Ῥωμαῖοι ὡς τὰ ἄλλα κατὰ γνώμην ἔθεντο, οὐχ ἡσύ‐ | |
5 | χασαν, ἀλλὰ πέμψαντες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασι‐ νίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς ἔπραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ἔπεισαν. ὡς δ’ οὐδὲν | |
10 | μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες Ῥωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφᾶς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο, εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ὃ μαθόντες οἱ Καρχηδόνιοι, οὐκ εὖ ὑπὸ τῆς συμ‐ φορᾶς ἔχοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν Ῥώμην διὰ συμμαχίαν ἐστάλκασι, (καὶ ἄλλοι γὰρ τῶν προσχώρων αὐτοῖς ἐπετίθεντο), καὶ ἐς πᾶν | |
15 | τοῖς Ῥωμαίοις ὑπείξειν ἐπλάττοντο. μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλ‐ λοντες, ῥᾷον ἅπαντα ἐπηγγέλλοντο. τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγαγούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Κάτων ὁ Μάρκος μήτε σπείσασθαι τού‐ | |
20 | τοις δεῖν εἶπε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ᾔτησαν. οὓς Λούκιος Μάρκιος καὶ | |
Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ἔλαβον. | 306 | |
307(n) | [Zonaras 9, 26, 5—8 (2, 282, 5 sqq. B. = 2, 325, 12 sqq. D.)] | |
1 | καὶ τοὺς μὲν εἰς τὴν Ῥώμην ἔπεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν Ἀφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πάντα ἅμα σφίσιν ὅσα ᾔτουν ἐξέ‐ φηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν | |
5 | καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ᾔτησαν καὶ ἔλαβον, εἶτα τὰς τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, εἶτα τὰ ὅπλα προσ‐ ῄτησαν. λαβόντες οὖν πάντα, (οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην εἶχον), τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ’ ἐν μεσογείῳ οἰκοδομῆσαι ἀτείχιστον, ὀγδοή‐ | |
10 | κοντα σταδίους τῆς θαλάσσης διέχουσαν. πρὸς τοῦτο δ’ οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ’ οὐδὲν ἤνυον, ἀλλ’ ἢ πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο ἢ ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς Ῥωμαίοις ὡς ἤδη | |
15 | κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρήσαντες τῶν τε σφετέ‐ ρων ἀρχόντων ἐνίους ἀπέκτειναν, ὅτι μὴ κατ’ ἀρχὰς τὸν πόλεμον εἵλοντο, καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας Ῥωμαίους διέφθειραν, καὶ πρὸς τὸν πόλεμον ὥρμησαν. διὸ τούς τε δούλους ἅπαντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας κατήγαγον, καὶ τὸν Ἀσδρούβαν στρατηγὸν αὖθις εἵλοντο, | |
20 | καὶ ὅπλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμάσαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου, καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες, δι’ ἐλαχίστου πάνθ’ ὅσων ἔχρῃζον | |
25 | κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός, ἀλλὰ καὶ τοὺς ἀν‐ δριάντας πρὸς τὴν χρείαν τοῦ | |
χαλκοῦ συνεχώνευσαν καὶ ἐς τὰς | 307 | |
308(n) | [Zonaras 9, 26, 8—27, 2 (2, 283, 8 sqq. B. = 2, 326, 13 sqq. D.)] | |
1 | σχοίνους τῶν γυναικῶν ταῖς κό‐ μαις ἐχρήσαντο. οἱ δ’ ὕπατοι τὸ μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπίσαντες μόνας ἡτοιμάσαντο κλίμακας, ὡς δι’ αὐτῶν εὐθὺς τοῦ τείχους | |
5 | ἐπιβησόμενοι, ἔπειτα προσβαλόντες καὶ ὡπλισμένους σφᾶς καὶ τὰ πρὸς πολιορκίαν ἔχοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτράποντο, καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, (ὁ γὰρ Ἀσδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει), προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπείρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς ἔβλαψε, Μάρκιος δ’ ἐκ θαλάσσης κατὰ τὸ λιμ‐ | |
10 | νῶδες προσπεσὼν κατέσεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελθόντες ἀνθρώπους τε συχνοὺς ἔκτειναν καὶ μηχανήματα πλεῖστα κατέπρησαν. ἀλλ’ οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ Ἀσδρούβου καὶ τῶν ἱππέων εἰῶντο σκεδάννυσθαι, οὔτε μὴν | |
15 | ὁ Μασινίσσας αὐτοῖς ἐπεκούρησεν. οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέ‐ κλητο, καὶ πρὸς τὸν Ἀσδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέ‐ τρεψαν. 27. Οἱ δ’ ὕπατοι διά τε τὰ συμβάντα καὶ ὅτι τὸ ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ | |
20 | Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγί‐ μουρον ἐχειρώσατο· Μανίλιος δὲ ὥρμησε μὲν ἐς τὴν μεσόγειον, κακού‐ μενος δ’ ὑπὸ Ἰμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρού‐ | |
25 | βας, ἔνδοθεν δ’ ἐπεξιόντες οἱ ἐν τῇ πόλει καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν αὐτῶν οἱ Καρχηδόνιοι καὶ μέχρι | |
τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες (ἄοπλοι γὰρ | 308 | |
309(n) | [Zonaras 9, 27, 2. 3 (2, 284, 15 sqq. B. = 2, 327, 17, sqq. D.)] | |
1 | οἱ πλείους ἦσαν,) εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε· πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας, ἔλαθεν εἴσω χώρας τραχείας καὶ στενοπόρου | |
5 | γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ Σκι‐ πίων ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο, ἀνὴρ ἄριστος μὲν | |
νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι· καὶ γὰρ | 309 | |
310(n) | [Zonaras 9, 27, 3—5 (2, 285, 3 sqq. B. = 2, 327, 27 sqq. D.)] | |
1 | τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι’ ἃ καὶ τὸν φθόνον ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ ἀμείνων δὲ τῶν ὁμοτί‐ μων, (ἐχιλιάρχει γάρ), ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου εἶναι. ὁ οὖν Μανίλιος καὶ εἶπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ Ῥώμῃ μή | |
5 | τι ἀποκρυψάμενος καὶ τἄλλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· ἃ ἔσχον οὕτως. Θνήσκων ὁ Μασινίσσας ἠπόρει ὅπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ὃν ὁ | |
10 | ὕπατος ἔστειλεν. ἀλλ’ ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ’ ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτῶν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων | |
15 | ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ | |
Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. | 310 | |
311(n) | [Zonaras 9, 27, 5—28, 1 (2, 285, 20 sqq. B. = 2, 328, 19 sqq. D.)] | |
1 | τῷ μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλοπλούτῳ τὴν διοί‐ κησιν ἐνεχείρισε, τῷ δὲ μετ’ αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ’ ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις τινὰς καὶ χώρας ἔνειμε. καὶ | |
5 | τὸν Γουλούσσαν παραλαβὼν πρὸς τὸν ὕπατον ἤγαγεν. Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῷ Σκιπίωνι | |
10 | ἦλθε, τότε καὶ ἐπὶ τὸν Ἀσδρούβαν ἅπαντες ὥρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς αὖθις τῶν ἀναγ‐ καίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε μὲν γὰρ αὐτοῖς ὁ Φαμέας προσ‐ εδρεύουσιν ἔτι ὡς πολεμήσων καὶ ἐν τῷ ἔργῳ μεθ’ ἱππέων τινῶν ηὐτο‐ μόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, | |
15 | Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν Ῥώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ὥστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ. 28. Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ὃς γέρων ὢν καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν | |
20 | ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ἔπεμψεν εἰς τὴν Ῥώμην αὐτὸν κἀκεῖ διάγειν ἐκέλευσεν. ὡς δὲ κἀν τῇ Ῥώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ἔσπευδε κτεῖναι αὐτόν, Βιθυνοί τινες εἰς Ῥώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη, | |
καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες, τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ’ | 311 | |
312(n) | [Zonaras 9, 28, 1—6 (2, 287, 5 sqq. B. = 2, 329, 22 sqq. D.)] | |
1 | ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς Ῥωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε. Τὴν δὲ Μακεδονίαν Ἀνδρίσκος τις ἐξ Ἀτραμυττίου φύς, τῷ Περσεῖ δ’ ἐμφερὴς τὸ εἶδος γενόμενος καὶ παῖς εἶναι ἐκείνου πλαττόμενος καὶ | |
5 | Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσ‐ εῖχεν αὐτῷ, πρὸς τὸν Δημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκείνου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ’ ἐκείνου καὶ εἰς τὴν Ῥώμην πεμφθείς, ὅτι τε μὴ ὢν τοῦ Περσέως υἱὸς ἠλέγχθη καὶ ὅτι | |
10 | οὐδέ τι ἕτερον εἶχεν ἄξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς δὲ καὶ τῶν δυναστῶν τοῖς Ῥωμαίοις ἀχθομένους παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν | |
15 | κατέσχε, καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσε‐ ποιήσατο. οἱ δὲ Ῥωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ Ἀνδρίσκου, εἶτα τὸν Σκιπίωνα τὸν Νασικᾶν ἔπεμψαν εἰρηνικῶς πως τὰ ἐκεῖ διοικήσοντα. ὃς εἰς τὴν Ἑλλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν Ῥωμαίοις δηλῶν | |
20 | ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ἔργου εἴχετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ’ ἐν τῇ Ῥώμῃ γνόντες τὰ κατὰ τὸν Ἀνδρίσκον, στράτευμα ἔπεμψαν καὶ στρατηγὸν Πούπλιον Ἰουβέντιον. ᾧ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ Ἀνδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς ἄλλους πάντας ἂν κατειργάσατο, εἰ μὴ τῆς νυ‐ | |
25 | κτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίζετο. πάλιν οὖν διὰ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ἔστειλαν. καὶ ὃς εἰς τὴν Μακεδονίαν ἦλθε, καί οἱ ὁ Ἄτταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ Ἀνδρίσκος περὶ τῶν παρα‐ | |
30 | θαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελθεῖν· ὀλίγον δὲ τῆς Πύδνης | |
ἔξω προχωρήσας ἱππομαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζὸν ἀνέστρεψε. | 312 | |
313(n) | [Zonaras 9, 28, 6—29, 2 (2, 288, 15 sqq. B. = 2, 331, 3 sqq. D.)] | |
1 | καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε, τοὺς δὲ πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. κατα‐ φρονήσας οὖν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· | |
5 | ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ Ἀνδρίσκος εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συνέβαλε τῷ Μετέλλῳ προϊόντι οὗ προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου προδοθεὶς ἐδικαιώθη. Καὶ Ἀλέξανδρος δέ τις Περσέως καὶ αὐτὸς λέγων εἶναι υἱὸς καὶ | |
10 | χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μέστον καλούμενον ποταμὸν χώραν· ὃν ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς Δαρδανίας. 29. Ἐπὶ δὲ τοὺς Καρχηδονίους οἱ Ῥωμαῖοι Πείσωνα τὸν ὕπατον ἔστειλαν. ὃς τῇ μὲν Καρχηδόνι καὶ τῷ Ἀσδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παράλους πόλεις ἐτράπετο· καὶ τῆς μὲν Ἀσπίδος ἀπεκρούσθη, τὴν | |
15 | δὲ Νέαν πόλιν ἑλὼν κατέσκαψεν· ἐπὶ δὲ Ἱππῶνα πόλιν ὁρμήσας κατέ‐ τριψε τὸν καιρὸν μηδὲν περάνας. οἱ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἱ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατοπέδῳ καὶ οἱ ἐν τῇ πόλει, ἐπὶ τὸν | |
Σκιπίωνα ὥρμησαν καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλικίας μὴ | 313 | |
314(n) | [Zonaras 9, 29, 2. 3 (2, 289, 14 sqq. B. = 2, 332, 1 sqq. D.)] | |
1 | ἐφιείσης αὐτῷ τὴν ἀρχήν· ἀλλὰ τά τε ἔργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς αὐτοῦ Παύλου καὶ τοῦ πάππου Ἀφρικανοῦ ἐλπίδα παρεῖχον ἅπασι βεβαίαν καὶ τῶν πολεμίων δι’ αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παν‐ τελῶς ἐξαιρήσειν. | |
5 | Ἐν ᾧ δ’ ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παρα‐ πλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ὂν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς ἄλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ἔχον ὡς τῇ φύσει ὂν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν | |
10 | νεῶν ἐπανέβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, | 314 |
315(n) | [Zonaras 9, 29, 4—9 (2, 290, 3 sqq. B. = 2, 332, 14 sqq. D.)] | |
1 | οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ’ ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ’ αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοή‐ | |
5 | θησεν. εἷλον γὰρ ἂν τὸν Μαγκῖνον οἱ Καρχηδόνιοι ἢ καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ’ ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντας ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, ἀλλ’ ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ | |
10 | τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, ὡς ἂν μετ’ αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· | |
15 | καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ἔλυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πεί‐ σωνος ἤδη, ἐκεῖνον μὲν ἔξω τοῦ τείχους αὐλίσασθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ’ ἑαυτῶν ἀπέχουσαν περιέπεμψε, παραγγείλας αὐτοῖς ἅττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ἔνδον τοῦ περι‐ | |
20 | βόλου ἐγένετο, αὐτομόλοις χρησάμενος ἄγουσι, καὶ ὑπὸ τὴν πυλίδα παρα‐ δραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε ἔξωθεν ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ἔφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ’ ἃς ὁ Πεί‐ σων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ’ ἑκάστους ὄντας τρέπων, ὥστε τὸν Ἀσδρούβαν ἅμα τε πυνθάνεσθαι τὰ | |
25 | γενόμενα καὶ ὁρᾶν τὴν τῶν Ῥωμαίων δύναμιν μικροῦ πᾶσαν οὖσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ἔπειτα τὴν μὲν ἄλλην πόλιν ἐξέ‐ λιπον, εἰς δὲ τὸν Κώθωνα τήν τε Βύρσαν κατέφυγον. εἶτα ὁ Ἀσδρούβας πάντας τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους ἀπέκτεινεν, ὅπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολ‐ | |
30 | λοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διεχρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς καὶ ἀπετείχισεν, οὐ μὴν καὶ ταχέως | |
εἷλε. τά τε γὰρ τείχη καρτερὰ ἦν καὶ οἱ ἐντὸς πολλοὶ ὄντες ἰσχυρῶς | 315 | |
316(n) | [Zonaras 9, 29, 9—30, 5 (2, 291, 16 sqq. B. = 2, 333, 27 sqq. D.)] | |
1 | ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως εἶχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ἄνεμον, ὁσάκις σφοδρῶς ἔπνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ὅπερ ὁ Σκιπίων μέγα ἔργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε· τὸν γὰρ εἴσπλουν τοῦ λιμένος | |
5 | στενὸν ὄντα συνέχωσε, χαλεπῶς μὲν καὶ ἐπιπόνως, ὅμως μέντοι ὑπὸ πολυ‐ χειρίας τὸ ἔργον ἐξείργαστο. εἴργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρ‐ χηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν. 30. Οἱ οὖν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ | |
10 | τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἱ μὲν ηὐτομόλουν, οἱ δὲ ἐγκαρ‐ τεροῦντες ἔθνησκον, οἱ δὲ τῶν νεκρῶν ἐγεύοντο. ὅθεν ἀθυμήσας Ἀσδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν ἔπεμψε· καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθε‐ ρίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα | |
15 | κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύ‐ σατο· καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ’ ἐπεκράτουν, καὶ ἀντεμηχανῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ἔχων | |
20 | καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προϊὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διε‐ φοίτα ἄμφω ἐπισκοπῶν. καὶ ἥλω τὸ φρούριον. εἶτ’ αὖθις πάσῃ τῇ | |
25 | στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών. ἀπογνόντες οὖν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ἅτε καὶ ἐρυμνότερον ἀνεσκευ‐ άσαντο, καὶ μετακομίσαντες ὅσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν ἄλλων τὰ πλείω, ἵνα τῆς ἐξ αὐτῶν ὠφελείας τοὺς πολεμίους | |
30 | στερήσωσιν. ὡς δ’ ἔγνων τὸ ἔργον οἱ Ῥωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν, καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἱ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς τοίχους διορύσσοντες κάτωθεν διῄεσαν, ἕως πρὸς αὐτὴν τὴν ἄκραν | |
ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἱ Καρχηδόνιοι, ἀλλ’ | 316 | |
317(n) | [Zonaras 9, 30, 5—31, 1 (2, 293, 8 sqq. B. = 2, 335, 12 sqq. D.)] | |
1 | ἐπεκηρυκεύσαντο, πλὴν τοῦ Ἀσδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομό‐ λων, (ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς), εἰς τὸ Ἀσκληπιεῖον ἀνει‐ λήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοντας, μέχρις οὗ ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ | |
5 | τέγος αὐτοῦ ἀνέβησαν, τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν Σκιπίωνα ἦλθεν ἱκετηρίαν ἔχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξονειδίσασα ὅτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν. | |
10 | ἑλὼν οὖν οὕτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε “Καρχηδὼν ἑάλω· τί οὖν κελεύετε;” ἀναγνωσθέντων οὖν τούτων βουλὴν ἔθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν, ὁ δὲ Νασικᾶς φεί‐ σασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν | |
15 | πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ μὴ δι’ οὐδὲν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἵν’ ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τράπωνται, τῶν δυναμένων αὐτοὺς καταναγκά‐ ζειν εἰς ἄσκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ’ ἀνασκη‐ | |
20 | σίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατασκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ’ αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλήθησαν | |
25 | κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· οὗτοι γὰρ οἵ τε ὅμηροι καὶ ὁ Ἀσδρούβας καὶ ὁ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ’ ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων. | |
30 | 31. Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν Ἑλλή‐ νων κορυφαιότατοι ὑπὸ τοῦ Παύλου τοῦ Αἰμιλίου μετῳκίσθησαν εἰς τὴν | |
Ἰταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς | 317 | |
318(n) | [Zonaras 9, 31, 1. 2 (2, 294, 20 sqq. B. = 2, 336, 24 sqq. D.)] | |
1 | δ’ οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόντες ἐπάνοδον ἑαυ‐ τοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο, τοῖς τε τὰ Ῥωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέ‐ μιόν τι ἐνεδείξαντο, μέχρις οὗ τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκο‐ | |
5 | μίσαντο. τότε δὲ διενεχθέντες ἀλλήλοις οἵ τ’ ἠδικημένοι καὶ οἱ τὰ ἀλλό‐ τρια ἔχοντες ἐπολέμησαν. ἤρξαντο δὲ τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν Ῥωμαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς | |
πόλεμον ὥρμησαν, Κριτόλαον προστησάμενοι. δείσας οὖν ὁ Μέτελλος μὴ | 318 | |
319(n) | [Zonaras 9, 31, 2—8 (2, 295, 9 sqq. B. = 2, 337, 7 sqq. D.)] | |
1 | καὶ τῆς Μακεδονίας ἅψωνται, (ἤδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον), προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο. Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ Ἑλληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ὅπλα κατέθεντο, οἱ δὲ καὶ ἔτι ἐστα‐ | |
5 | σίαζον τῷ Διαίῳ τὰ πράγματα ἐπιτρέψαντες. ἃ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ ἐπ’ αὐτοὺς τὸν Μόμμιον ἔπεμψαν. ὃς τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν | |
10 | ἦλθε χαράκωμα. ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ’ οὐκ ἀντεξώρμησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ ἐς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ’ ὁ Μόμμιος, τῶν ἱππέων τινὰς λάθρᾳ ἔπεμψεν, ἵν’ ἐκ πλαγίου αὐτοῖς ἐπι‐ γένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν, ἐπήγαγε | |
15 | τὴν φάλαγγα κατὰ πρόσωπον, καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέκτεινε, τῶν δ’ ἐκ τῆς μάχης περισωθέν‐ των οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἱ δ’ ἄλλοι οἴκαδε ἔφυγον. ὅθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομί‐ σαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ἔλαβε. | |
20 | καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς ἄλλους Ἕλληνας ἀπόνως προσεποιή‐ σατο. καὶ τότε μὲν τά τε ὅπλα αὐτῶν καὶ ὅσα πρὸς τοῖς ἱεροῖς ἀνέ‐ κειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ εἴ τι ἄλλο πρὸς κόσμον εἶχον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ ἄλλων ἐπὶ κατα‐ στάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας | |
25 | καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ ἄλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αὖθις τινὲς πρὸς αὐτὴν οἷα μεγίστην συστῶσιν. ἵνα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις Ἑλλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, | |
30 | πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πως τοῖς στρατιώταις ἐγκυ‐ κλωσάμενος ἐκήρυξε τήν τε τῶν ἄλλων ἐλευθερίαν καὶ τὴν τῶν Κοριν‐ θίων δούλωσιν. ἔπειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ οὕτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο. καὶ ἡ μὲν Κόρινθος οὕτως ἀνάστατος γέγονε, τὸ δ’ ἄλλο Ἑλλη‐ | |
35 | νικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, ἔπειτα | 319 |
320(n) | [Zonaras 9, 31, 8. 9 (2, 297, 3 sqq. B. = 2, 338, 25 sqq. D.)] | |
1 | ἔν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν, οὐκ ἂν ἐσέσωντο. ἡ μὲν οὖν Καρχηδὼν ἥ τε Κόρινθος αἱ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος ἅμα ἔσχον, χρόνῳ δὲ πολλῷ ὕστερον ἀποικίαν Ῥωμαίων λαβοῦσαι | |
5 | ἤνθησαν αὖθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν. | 320 |
345(15) | ὅτι οἱ Ῥωμαῖοι τοῦ ἐμφυλίου πολέμου ἐνεστηκότος τὸν Μέτελ‐ λον μετεπέμψαντο, κελεύσαντες | |
βοηθεῖν. UG 24 (p. 386). | 345 |