TLG 0385 001 :: CASSIUS DIO :: Historiae Romanae

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, 3 vols. Berlin: Weidmann, 1:1895; 2:1898; 3:1901 (repr. 1955): 1:1–4, 6–20, 23, 25–27, 30–38, 40–49, 51–65, 69–70, 76–81, 83–88, 90–133, 135, 137–139, 141–149, 153–155, 157–161, 163, 165–168, 172, 174–185, 187, 190–199, 201–204, 206–208, 210–217, 219–224, 227–229, 234, 237–241, 243–245, 251, 253–267, 269–278, 280, 286–288, 290, 292, 295–302, 309–311, 313–314, 318, 321–355, 360–539; 2:1–556, 558–690; 3:1–161, 164–279, 282–476.

Citation: Book — chapter — section — (line)

1

.

1

.

2

... πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα, συνέ‐ γραψα δὲ οὐ πάντα ἀλλ’ ὅσα ἐξέκρινα. μὴ μέντοι μηδ’ ὅτι κεκαλ‐ λιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ ἐπ’ ἄλλων
5τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκρι‐

1

.

1

.

3

βῶσαι ἐσπούδασα. ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν.
M. 1 (p. 135). τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ῥωμαίων ἄστυ πεπόλισται ..
5M. 2 (p. 135).

1

.

2

.

4

ὅτι περὶ Τυρσηνῶν φησιν ὁ Δίων “ταῦτα γὰρ καὶ προσῆκεν
ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· ἑτέρωθι καὶ ἄλλο τι καὶ αὖθις αὖ ἕτερον, ὅτῳ ποτ’ ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ ἀεὶ παρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. τὸ δ’
5αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες· τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ
δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται.” M. 3 (p. 136).

1

.

5

.

1

..... (οὐ γὰρ ἔστιν οὔτε προϊδέσθαι πάντα ἀνθρώπῳ ὄντι
οὔτ’ ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν) τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι. M. 4 (p. 136).

1

.

5

.

3

ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥέμος καὶ Ῥωμύλος ἔκδηλον ἐποίησαν ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν
εὐτυχιῶν συνδιαφέρουσιν. M. 5 (p. 136).

1

.

5

.

4

καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν ὅτι οὔθ’ οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκηνται, οὔθ’ οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβάνουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν. M. 6 (p. 136).

1

.

5

.

5

ὅτι ἡ Ἑρσιλία καὶ αἱ ἄλλαι 〈αἱ〉 ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου
μετὰ τῶν παιδίων (ἤδη γάρ τινα ἐγεγέννητο) καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης ἐσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπον καὶ ἐποίησαν·
5τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαι “τί ταῦτα” ἔφασαν “ποιεῖτε, πατέρες; τί ταῦτα, ἄνδρες; μέχρι ποῦ

1

.

5

.

6

μαχεῖσθε; μέχρι ποῦ μισήσετε ἀλλήλους; καταλλάγητε τοῖς γαμ‐ βροῖς, καταλλάγητε τοῖς πενθεροῖς. φείσασθε πρὸς τοῦ Πανὸς τῶν τέκνων, φείσασθε πρὸς τοῦ Κυρίνου τῶν ἐκγόνων. ἐλεήσατε τὰς θυγατέρας, ἐλεήσατε τὰς γυναῖκας· ὡς εἴγε ἀκαταλλάκτως ἔχετε
5καί τις ὑμᾶς σκηπτὸς μανίας ἐσπεσὼν οἰστρεῖ, ἡμᾶς τε, δι’ ἃς μάχεσθε, προαποκτείνατε, καὶ τὰ παιδία ταῦτα ἃ μισεῖτε προαπο‐ σφάξατε, ἵνα μηδὲν ἔτι μήτ’ ὄνομα μήτε σύνδεσμον συγγενείας πρὸς ἀλλήλους ἔχοντες κερδάνητε τὸ μέγιστον τῶν κακῶν, τὸ τούς τε πάππους τῶν παίδων καὶ τοὺς πατέρας τῶν ἐκγόνων φονεύειν.”

1

.

5

.

7

ταῦτά τε ἔλεγον καὶ τὰ ἱμάτια καταρρηξάμεναι, τούς τε μαστοὺς καὶ τὰς γαστέρας γυμνώσασαι, αἱ μὲν αὐταὶ τοῖς ξίφεσί σφων ἐνε‐ χρίμπτοντο, αἱ δὲ καὶ τὰ παιδία αὐτοῖς προσερρίπτουν, ὥστε ἐκεί‐ νους καὶ ἐξ ὧν ἤκουον καὶ ἐξ ὧν ἑώρων κλαῦσαι καὶ τῆς τε μάχης
5ἐπισχεῖν καὶ ἐς λόγους αὐτοῦ, ὥσπερ εἶχον, ἐν τῷ κομιτίῳ δι’ αὐτὸ τοῦτο κληθέντι συνελθεῖν. M. 7 (p. 137).

1

.

5

.

10

πολὺ γὰρ διαφέρει ἐκ καινῆς τινας κατασταθῆναι ἢ καὶ πρό‐
τερον οὔσας ἐπικληθῆναι. M. 8 (p. 137).

1

.

5

.

11

ὅτι ὁ Ῥωμύλος πρὸς τὴν γερουσίαν τραχύτερον διέκειτο καὶ
τυραννικώτερον αὐτῇ προσεφέρετο, καὶ τοὺς ὁμήρους τοῖς Οὐηιένταις ...... καθ’ ἑαυτὸν καὶ οὐκ ἀπὸ κοινῆς γνώμης, ὥσπερ τὰ πολλὰ ἐγίγνετο· ἀγανακτοῦντάς τε ἐπὶ τούτῳ αἰσθόμενος ἄλλα τε ἐπα‐
5χθῆ καὶ τέλος εἶπεν ὅτι “ἐγὼ ὑμᾶς, ὦ πατέρες, ἐξελεξάμην οὐχ ἵνα ὑμεῖς ἐμοῦ ἄρχητε, ἀλλ’ ἵνα ἐγὼ ὑμῖν ἐπιτάττοιμι.” M. 9 (p. 138).

1

.

5

.

12

Δίων αʹ “οὕτω που φύσει πᾶν τὸ ἀνθρώπινον οὐ φέρει πρός τε τοῦ ὁμοίου καὶ τοῦ συνήθους, τὰ μὲν φθόνῳ τὰ δὲ καταφρο‐
νήσει αὐτοῦ, ἀρχόμενον.” Bekk. Anecd. p. 164 15.

1

.

5

.

13

αʹ βιβλίῳ Δίων “ἐν ᾧ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραβαλ‐ λόμενος ὑπὲρ ὑμῶν ἐκινδύνευσεν.” Bekk. Anecd. p. 165 27.

1

.

6

.

2

ὅτι ὁ Νουμᾶς ᾤκει ἐν κολωνῷ τῷ Κυριναλίῳ ὠνομασμένῳ ἅτε καὶ Σαβῖνος ὤν, τὰ δὲ δὴ ἀρχεῖα ἐν τῇ ἱερᾷ ὁδῷ εἶχε, καὶ τάς τε διατριβὰς πλησίον τοῦ Ἑστιαίου ἐποιεῖτο καὶ ἔστιν ὅτε καὶ κατὰ χώραν ἔμενεν. V. 1 (p. 569).

1

.

1

.

1

ὁ δὲ Δίων φησὶν ὅτι σπουδὴν ἔχω συγγράψαι πάνθ’ ὅσα τοῖς Ῥωμαίοις καὶ εἰρηνοῦσι καὶ πολεμοῦσι ἀξίως μνήμης ἐπράχθη, ὥστε μηδὲν τῶν ἀναγκαίων μήτε ἐκείνων τινὰ μήτε τῶν ἄλλων ποθῆσαι. V. 2 (p. 569).

1

.

6

.

3

ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν ὂν ποιουμένους, τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν ...
5M. 10 (p. 138).

1

.

6

.

4

Δίων αʹ βιβλίῳ “ταῦτά τε οὖν ὁ Νουμᾶς ἐνόμισεν.” Bekk. Anecd. p. 158 23.

1

.

6

.

5

[ἔπειτα καὶ] ὅτι δι’ ἑαυτῶν τότε κατέστησαν, πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγέ‐ νοντο, καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι
5ἔδοξεν. φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες ἐν τῇ

1

.

6

.

6

αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη γεγεννῆσθαι. οὕτω μὲν δὴ δι’ ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος, τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστ’ αὐτὴν ἐν
5ἑκατέρῳ ὁμοίως διαπρέψαι. V. 3 (p. 569).

1

.

6

7b

αʹ βιβλίῳ Δίων “καὶ γὰρ ἐν ἀρχαῖς τισι τελευταίων ὀριγνώμενοι
καὶ τὰς δαπάνας οὐκ ἀκουσίως ὑπομένομεν.” Bekk. Anecd. p. 161 3.

2

.

7

.

1

Δίωνος βʹ βιβλίῳ “δόξαν τὴν ἐκείνων ἐπίπροσθέν σφισι τῆς αὐξήσεως ἔσεσθαι.” Bekk. Anecd. p. 139 12.

2

.

7

.

2

ὅ τε Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετα‐ νάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλ‐ λος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης
5καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν τῶν Ῥω‐

2

.

7

.

3

μαίων ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. δι’ οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγεμονίας διηνέ‐
χθησαν· ἀστασία ... γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναί σφας ... ρωνιον ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον
5φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν. οὐδὲν 〈δ’〉 ἐπέραναν, ἀλλ’ ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο. M. 11 (p. 139).

2

.

7

.

4

Δίωνος βιβλίον βʹ “καὶ μηδὲν ἕτερον δεινὸν προσδεχομένοις
ἐπιθέμενος.” Bekk. Anecd. p. 139 15.

2

.

7

.

5

ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο, τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσας παρημέλει, μέχρις οὗ νόσου λοι‐ μώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε· τότε γὰρ τῶν τε ἄλλων θεῶν δι’ ἀκριβείας ἐπεμελήθη, καὶ τοὺς Σαλίους τοὺς Κολλίνους
5προσκατέστησε. V. 4 (p. 569).

2

.

8

.

1

ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ ἐξαρ‐ κεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δραστηρίου σωτήριον, ἀλλ’ ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος τοῖς πολ‐ λοῖς γίγνεται, μετεβάλετο· οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυχίας ἰσχυρὸν
5πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρασκευῶν ἑώρα ὄν,
καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾐσθάνετο. καὶ διὰ

2

.

8

.

2

ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρασκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθ’ ὅσα παρ’ ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ
ἀκόντων στρατεύσας ἀπέλαβεν. M. 12 (p. 139).

2

.

9

.

1

ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει καὶ εὐτραπελίᾳ πολλῇ παν‐ ταχοῦ κατὰ καιρὸν χρώμενος οὕτω τὸν Μάρκιον διέθηκεν ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ’ αὐτοῦ καταλεχθῆναι, στρατηγός τε πολλάκις ἀποδειχθῆναι, καὶ τὴν ἐπιτροπείαν τῶν
5παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι· καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώ‐

2

.

9

.

2

τευσεν. αἴτιον δὲ ὅτι πάντα ἀφ’ ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλ’ ἐν τοῖς πρῶτος ὢν συνεστέλλετο, καὶ τὰ μὲν ἐπί‐ πονα καὶ ἀνθ’ ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν, τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει καὶ [γὰρ] αὐτὸς ἢ οὐδὲν ἢ
5ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει, τὰ δὲ ἀτοπώτερα οὔτ’ ἀνέφερεν

2

.

9

.

3

ἔς τινα οὔτε ἐκοινοῦτό τινι. πρὸς δὲ τούτοις ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις· τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς
τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο· φαῦλον δέ 〈τι〉 ἐς οὐδένα οὔτε
5ἔλεγεν οὔτε ἔπραττεν, οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. καὶ προσέτι, ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν, ἐπὶ τὸ μεῖζον ἀεὶ ἐλάμ‐ βανεν, τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο ἢ καὶ φαυλίσας παρ’ ἐλάχιστον ἦγε, καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπ’ αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχριπερ καὶ ἐκεῖνον ἐξενίκησεν.
10ἐκ μὲν οὖν τούτων σοφίας τινὰ δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο, ἐκ δὲ δὴ τῶν

2

.

9

.

4

ἔπειτα ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν ὡς ἤτοι δολεροὺς φύσει ὄντας ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας
καὶ τὴν γνώμην ἀλλοιουμένους. V. 5 (p. 570).

2

.

10

.

1

βʹ βιβλίῳ Δίων “ὡς δὲ οὐδὲν ὅ τι οὐκ ἐπειθάρχουν αὐτῷ.”
Bekk. Anecd. p. 164 19.

2

.

11

.

1

Δίωνος βιβλίον βʹ “καὶ τὸν ἀδελφόν, ὅτι μὴ συνῄρετο, λάθρᾳ διὰ τῆς γυναικὸς αὐτοῦ φαρμάκοις ἐξειργάσατο.” Bekk. Anecd. p. 139 17.

2

.

11

.

2

ὁ Ταρκύνιος ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπε‐

2

.

11

.

3

κτίννυε καί τινας ὑπερώριζεν. οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐ‐ τῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδ’ ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ
5τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν, ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρα‐ σύτητος καὶ ὑπὸ τῆς νεωτεροποιίας, ὑφ’ ἧς ἑαυτῷ τὴν ἀρχὴν συγ‐

2

.

11

.

4

κατέπραξαν, κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι. κἀκ τούτου τὸ κράτι‐ στον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν, οὐδ’ ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα· μισεῖσθαί 〈τε〉 γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθε‐
5νέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. καὶ τήν γε γε‐ ρουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν, πᾶν ἄθροισμα ἀν‐ θρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς

2

.

11

.

5

ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι. δείσας δὲ μή πώς οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖ‐ ται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπα‐ ναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ
5δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. οὔτε γὰρ ἀντεσῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου.
συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγό‐ τητός σφων καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν

2

.

11

.

6

ἐξεπίτηδες ἐποίει. τὰ δὲ δὴ πλεῖστα καθ’ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν. δυσπρόσ‐ οδός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι
5τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο ὥστε καὶ Ὑπερήφανος ἀπ’ αὐτῶν ἐπικληθῆναι. τά τε γὰρ ἄλλα καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον, καί ποτε πολιτῶν τινὰς ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσ‐ έδησεν καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. καὶ τοῦθ’ ὑπ’ ἐκείνου
10τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο. V 6 (p. 573).

2

.

11

.

7

Δίων ἐν βʹ βιβλίῳ “τὸν γὰρ πατέρα πολλὰ καὶ ἄτοπα ὡς καὶ τυραννοῦντα καὶ παρασπονδοῦντα φανερῶς ἐκ συνθήκης λοιδορή‐
σας.” Bekk. Anecd. p. 155 1.

2

.

11

.

10

ὅτι Λούκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς ἐπειδὴ
τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας αὐ‐ τῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περιγένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν
5λαμπρότητι γένους ᾖ, δι’ ὑποψίας τοῖς τυραννοῦσι γίγνεται. καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐτὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. τῷ τε Τίτῳ καὶ Ἀρροῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν
10ἔλεγεν, μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν. M. 13 (p. 139).

2

.

11

.

11

ἐν βʹ βιβλίῳ Δίων “ἔπειτα ἐν τοῦ Πυθίου εὑρέθη.” Bekk. Anecd. p. 139 20.

2

.

11

.

12

ὅτι τοῦ Βρούτου τό τε δῶρον, [τοῦτ’ ἔστι τὴν βακτηρίαν] ἔσκωπτον, καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν,
5τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μη‐ τέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι. M. 14 (p. 140).

2

.

11

.

13

ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης
5τῶν γυναικῶν σφῶν, κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν

2

.

11

.

14

ἑκάστου προκρίνοντος, ἦλθον. καὶ (ἐτύγχανον 〈γὰρ〉 πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι) ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. ποιήσαντες δὲ τοῦτο τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρη‐

2

.

11

.

15

τίαν δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον. περι‐ βόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν· τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκαλλοῦς οὔσης, ἐπὶ πλέον
δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. καί
5ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν

2

.

11

.

16

γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως ἔτυχε. καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφ’ οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐ‐
5τὴν ἑκοῦσαν ὑβρισθῆναι. ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρ’ οὐδὲν ἔθετο, καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταχρή‐

2

.

11

.

17

σεσθαι ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν· ἐπεὶ μέντοι παρακατα‐ κλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα καὶ λόγον ὡς καὶ συγκαθεύ‐ δοντάς σφας εὑρὼν ἀποκτείνειε διαδώσειν ἐπηπείλησεν, οὐκέτ’ ἀνεκτὸν ἐποιήσατο, ἀλλὰ φοβηθεῖσα μὴ καὶ πιστευθῇ 〈τοῦθ’〉
5οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα

2

.

11

.

18

ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. διὰ μὲν οὖν ταῦτ’ οὐκ ἄκουσα δὴ ἐμοιχεύθη, παρασκευάσασα δὲ ἐκ τούτου ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα, καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε, καὶ μετὰ
5τοῦτ’ ἀναστενάξασα “πάτερ” εἶπε, ”(τὸν γὰρ ἄνδρα μᾶλλον
ἢ σὲ αἰσχύνομαι) οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται. ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν ὡς καὶ μετ’ αὐτοῦ καθεύδουσαν λαβών. αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρ‐

2

.

11

.

19

τεῖν ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθ’ οὕτω γεγονέναι. καὶ ἐγὼ μέν (γυνὴ γάρ εἰμι) τὰ πρέποντα ἐμαυτῇ ποιήσω· ὑμεῖς δ’ εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προ‐ ορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε
5τοῖς τυράννοις οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν.” τοι‐ αῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλ’ εὐθέως τὸ ξιφίδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν. V. 7 (p. 574).

2

.

11

.

20

Δίων βʹ βιβλίῳ “καὶ ἐκχωρήσας ἐκ τῆς τῶν Ῥωμαίων γῆς πολλαχῇ μὲν τῶν προσοίκων ἐπείρασεν.” Bekk. Anecd. p. 164 25.

2

.

12

3b

Δίων βʹ βιβλίῳ “μαθὼν οὖν τοῦτο ἐκεῖνος ἦλθέ τε τῆς ὑστε‐
ραίας πρὸς αὐτούς.” ib. p. 177 20.

3

.

12

.

1

ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι. M. 15 (p. 140).

3

.

12

.

2

πᾶς γάρ τις τὸ ἀπείρατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιού‐ μενος. M. 16 (ib.).

3

.

12

3a

πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις
βλάπτουσι. διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλ‐ τιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ
5πλανᾶσθαι. M. 17 (p. 140).

3

.

12

.

8

ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ᾖ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν. M. 18 (p. 141).

3

.

12

.

9

ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον ἀλλὰ καὶ ἐπι‐ στήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν
5μετεώρισιν, ἀλλ’ αὐτοί τε καταπεσόντες ὑπ’ ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν. M. 19 (ib.).

3

.

12

.

11

γʹ Δίωνος βιβλίῳ “οὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίγνεται.” Bekk. Anecd. p. 130 23 et 164 32.

3

.

12

.

4

ἐν γʹ βιβλίῳ Δίωνος “οὗ γε καὶ ὁ πατὴρ ἀμέμπτως ὑμῶν ἦρξεν.” ib. p. 120 24.

3

.

12

5a

Δίωνος γʹ βιβλίῳ “ὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε ἢ ὅτι τοῦ τε βίου τοῦ παρ’ ὑμῖν ἐφίεται ... ib. p. 139 26.

3

.

12

5b

γʹ βιβλίῳ Δίων “καὶ πρὸ πολλοῦ κομίσασθαι τὰ προϋπάρξαντά οἱ ποιεῖται” ib. p. 164 28.

3

.

12

.

6

Δίων βιβλίῳ γʹ “πῶς δ’ ἂν καὶ λυσιτελήσειέ τινι τοῦτο πρᾶ‐ ξαι;” ib. p. 155 14.

3

.

12

.

7

Δίωνος γʹ βιβλίον “ὥσπερ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν.”
ib. p. 139 29.

3

.

12

.

10

καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες ἀπατηθῆτε· τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ’ ἄν τις εὐπρε‐ πεῖς συμπλάσειεν· καὶ διὰ τοῦτ’ ἀφ’ ὧν ἐποίησέ τις, ἀλλ’ οὐκ
5ἀφ’ ὧν φησὶ ποιήσειν, κρίνετε. M. 20 (p. 141).

3

.

13

.

1

〈Δίων γʹ βιβλίῳ〉 “πένθος αἱ γυναῖκες ἐνιαυτῷ ὅλῳ ἐποιήσαντο.” Bekk. Anecd. p. 162 26.

3

.

13

.

2

ὅτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτικώτα‐ τον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρή‐ σατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. ἐσελθὼν γὰρ ἐς
5τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε· σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν. M. 21 (p. 141).

3

.

13

2a

τῷ γὰρ Μάρκῳ ἀνελθόντι τε ἐς τὸ Καπιτώλιον καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ ... Bekk. Anecd. p. 162 28.

3

.

13

.

3

ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ’ αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος, ἵν’ ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ’ ἄλλως ὅσιον ἦν ἐν πένθει
5τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱερώσεως.

3

.

13

.

4

ἐκεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι (καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη), οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη, ἀλλ’ ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον, ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ, κελεύσας τισὶν ἐᾶσαι, πάνθ’ οὕτω
5τὰ καθήκοντα διετέλεσεν. V. 8 (p. 577).

4

.

14

.

1

Δίωνος δʹ βιβλίῳ “καὶ τῇ γε κόρῃ καὶ ὅπλα, ὡς φασί τινες, καὶ ἵππον ἐδωρήσατο.” Bekk. Anecd. p. 133 8.

4

15b

1

Δίωνος δʹ βιβλίῳ “καὶ τά τε ἄλλα αὐτοῖς πολὺ διαλλάττοντα
ἀλλήλων καὶ τὰς ἐπικλήσεις διαφόρους παρέθεσαν.” ib. p. 133 16.

4

15a

1

Δίωνος ἐκ τοῦ δʹ βιβλίου “ἀλλὰ τῆς τε χώρας τῆς Ῥωμαϊκῆς κατέδραμον.” Bekk. Anecd. p. 152 3. Δίων δʹ βιβλίῳ “πάντα τὰ μέχρι τείχους ἐκακούργουν.” ib.
p. 152 1.

4

.

16

.

1

ὅτι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων, τό τε ἰδιοβουλεῖν τινα καὶ τὸ μήτ’ ἀναχώρησιν ἐς μηδένα ἄλλον μηδεμίαν ἔχειν καὶ τῶν συμβαινόντων αὐτὸν ἐφ’ ἑκάτερα τὴν αἰ‐ τίαν λαμβάνειν, μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται.
5M. 22 (p. 142).

4

.

17

.

1

πρὸς στάσεις ἐτράποντο. αἴτιον δ’ ὅτι οἵ τε ἰσχύοντες τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς οὐδὲ σμι‐ κρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον, ἀλλ’ οἱ μὲν ἄπλη‐
5στοι τῆς ἐλευθερίας ὄντες καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων, οἱ δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες καὶ τοῖς σώμασι τοῖς τούτων

4

.

17

.

2

ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουργοῦν‐ τες ἀλλήλοις συνεφρόνουν, καταλύσαντες οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας προ‐
5τιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο καὶ πολλὰ καὶ ἄτοπα τὰ μὲν

4

.

17

.

3

ἀμυνόμενοι τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν, ὥστ’ αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύνοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων δι’ αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστα‐ τῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας πολλάκις
5παρεσκεύασαν. καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον. καί μοι καὶ καταμαντεύσασθαι ἐξ αὐ‐ τῶν ἐπέρχεται ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτ’ οὖν τῆς δυνάμεως εἴτ’
οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ δι’ ἀλλήλων σφαλεῖεν. M. 23 (ib.).

4

.

17

.

4

ἄλλως τε γὰρ ἐδυσχέραινον ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλ’ ἐν μὲν τῷ κινδύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο, σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχί‐ στων ἐποίησαν. M. 24 (p. 143).

4

.

17

.

5

ἵνα γὰρ δὴ μὴ καθ’ ἓν μαχόμενοι ἀλλ’ ὑπὲρ τῆς οἰκείας χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατιάν. M. 25 (ib.).

4

.

17

.

6

ὅτι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου τοῦ δικτάτορος χα‐
λεπώτατα ἐστασίασεν, ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι· οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμβόλαια ἀντεχόμενοι καὶ μηδ’ ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρ‐
5τον καὶ ἄλλων πολλῶν ἐστερήθησαν· οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν, ἥ τε ἐξ αὐτῆς ἀπόνοια, ἄλλως

4

.

17

.

7

τε καὶ πλῆθος προσλαβοῦσα, δυσμαχώτατόν ἐστι. καὶ διὰ τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντὶ τὸ ἐπιεικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται· τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παντελῶς καταλύεται,
5ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τοῦ δυνα‐

4

.

17

.

8

τωτέρου ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο· ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο, καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον, κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι. καὶ τοῦτο μὲν εἰ καὶ
5τὰ μάλιστα ἐνενόμιστο, ἀλλ’ οὔτι γε καὶ ἔργῳ ποτὲ ἐγεγόνει· πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπ’ ἀδικήματί τινι 〈ἁλοῦσι〉 διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου ὠσθεῖσι ζῆν, εἰ περι‐ γένοιντο, ἐπιτρέποντες; M. 26 (p. 143).

4

.

17

.

9

ὅτι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, καὶ Γάιόν τινα προστησάμενοι τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πο‐ λεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν. οἱ δὲ βουλευ‐
5ταὶ 〈τούτους τε〉 φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμωθῶσι καὶ τοὺς περιοίκους 〈μὴ〉 πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυ‐ κεύσαντο αὐτοῖς πάνθ’ ὅσα καθ’ ἡδονὴν ἤλπιζον ἔσεσθαι προτεί‐

4

.

17

.

10

νοντες. οἱ δὲ τὸ 〈μὲν〉 πρῶτον ἐθρασύνοντο, θαυμασίῳ 〈δὲ〉 δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἆλλα μέλη τοῦ ἀνθρώπου ἐστα‐
5σίασε, λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαι‐
πωρεῖν ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε

4

.

17

.

11

τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίμπλασθαι. καὶ τέλος ἐψηφίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου καὶ ποτοῦ γενομένη φθαρείη. ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ
5μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε. πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν.

4

.

17

.

12

ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτ’ ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημεριῶν εὑρόμενοι. ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψη‐
5φίσθη. M. 27 (p. 144).

4

.

17

.

14

καὶ ἐδόκει μήτ’ ἀπὸ τοῦ ἀνθρωπείου εἶναι, καὶ πολλοῖς καὶ ἄλλοις, τοῖς μὲν ἑκοῦσι τοῖς δὲ ἄκουσιν ... M. 28 (p. 145). ὅτι ὅταν πολλοὶ καθ’ ἓν γενόμενοι πλεονεκτήσωσι βιασάμενοι, παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται, διαλυθέντες
5δὲ ἄλλος κατ’ ἄλλην πρόφασιν δικαιοῦνται. M. 29 (p. 146).

4

.

17

.

15

κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχοντας διά‐ φορον (χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ συμ‐ φρονῆσαι) πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο· οὐδὲν γὰρ ὄφελος ὧν ἐγίγνωσκον ἦν, εἰ καὶ εἷς σφῶν ἀντεῖπεν· τῷ γὰρ
5τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπ’ ἄλλο τι ἢ 〈τὸ〉 τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν
σπουδαζόντων αὐτὸ ἐγίγνετο. M. 30 (ib.).

5

15c

1

Δίων εʹ βιβλίῳ “ἐπελπίζοντές τινα αὐτοὺς οἱ δυνατοί.” Bekk. Anecd. p. 140 10.

5

15d

1

Δίων εʹ βιβλίῳ “τούτῳ τε οὖν αὐτὸν ἐτίμησεν” Bekk. Anecd.
p. 175 19.

5

.

18

.

2

οὐ γάρ ἐστι ῥᾴδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν οὔτε ἐν ἑκατέ‐ ροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν· οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντ’ οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ
5ἀνθεῖ. δι’ οὖν ταῦτ’ ἐς τὰ πρῶτά ποθ’ ὑπὸ τῶν πολιτῶν ἀρθεὶς ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ μετ’ ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν. M. 31 (p. 146).

5

.

18

.

3

ὅτι ὁ αὐτὸς στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε
τῷ ὁμίλῳ, καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς

5

.

18

.

4

ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο. καὶ λιμοῦ γενομένου ἰσχυροῦ καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης τὸ πλῆθος ἐπ’ ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ δι’ ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπ’
5ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι· ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ τὸ

5

.

18

.

5

στασιωτικὸν λαμβάνουσι. καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος, καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾔτουν. οἱ οὖν δήμαρχοι,
5οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων.

5

.

18

.

6

ἐκπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς ἦλθε, καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας 〈ἧσ〉 ἐπεπεί‐ ραντο καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς τοὺς πολίτας ἀσμένως δέξεσθαι προσεδόκησεν, ἀντίπαλα ἢ καὶ μείζω δι’ αὐτὸν τοὺς Ῥωμαίους ὧν
5ἔπαθον δράσειν ἀντελπίσαντας· ὑφ’ ὧν γὰρ ἄν τις σφόδρα κακο‐ παθῇ, πρὸς τῶν αὐτῶν τούτων καὶ εὖ πείσεσθαι, βουλομένων γε καὶ δυναμένων εὖ ποιῆσαι, οὐκ ἐλάχιστα πιστεύει. M. 32 (p. 147).

5

.

18

.

7

πάνυ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυ‐
νεύοντες μηδ’ ὣς τῶν ἀλλοτρίων ἀφίσταντο. ὡς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν, οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν· οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδ’ ὑπὸ τῶν κινδύνων καταλλαγῆ‐
5ναι· αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρία, παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανε‐ στάτας, ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι, καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ 〈ἀλλὰ〉 μηδὲ ἐπὶ

5

.

18

.

8

τῇ καθόδῳ καταλύσασθαι. προσήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾔσθετο, καὶ λόγου σφίσι μετέδωκεν, ἐπράχθη τε ὧδε· αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Οὐετουρία “τί θαυμάζεις” ἔφη, “τέκνον; τί δὲ ἐκπέπληξαι; οὐκ ηὐτομολήκαμεν,
5ἀλλ’ ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα, ὥστ’ εἰ καὶ νῦν ἔτι ὀργίζῃ,

5

.

18

.

9

πρώτας ἡμᾶς ἀπόκτεινον. τί δακρύεις; τί δ’ ἀποστρέφῃ; ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις τοῖς φίλοις τοῖς ἱεροῖς τοῖς τάφοις, μηδ’ ἐπεσπέσῃς ἐς
5τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολα‐ νὸς ἐγένου. πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς,

5

.

18

.

10

ἵνα μὴ καὶ νεκράν με ὑπ’ αὐτοχειρίας ἴδῃς.” ταῦτ’ εἰποῦσα ἀνέ‐ κλαυσε, καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προ‐ δείξασα τῆς τε γαστρὸς ἁψαμένη “ἰδού” ἔφη, “τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν.” εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γα‐
5μετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν,

5

.

18

.

11

ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν. μόλις τέ ποτε ἀνενεγκὼν
περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα αὐτὴν “ἰδού” ἔφη, “μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς, καὶ σοὶ δὴ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδ’ ἰδεῖν αὐτοὺς ὑπομένω,
5οἵτινες τηλικαῦτα ὑπ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδ’ ἀφίξομαί ποτε ἐς τὴν πόλιν· ἀλλὰ σὺ μὲν καὶ ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἐκποδὼν

5

.

18

.

12

ὑμῖν ἀπαλλαγήσομαι.” ταῦτ’ εἰπὼν ἀπανέστη· τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπ’ αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, ἀλλ’ ἐς τοὺς Οὐόλσκους ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ
5γηράσας ἀπέθανεν. M. 33 (p. 148).

5

.

19

.

1

ὅτι Κάσσιος τοὺς Ῥωμαίους εὐεργετήσας ὑπ’ αὐτῶν ἐκείνων ἐθανατώθη· ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν, ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσκειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι· πρὸς μὲν γὰρ
5τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν, ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται, οὐδὲν ἔτ’ αὐτοὺς οἰκειοτέρους τῶν ἐχθίστων νομίζουσι. τὸν γὰρ Κάσσιον καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπ’ αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν, καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς ἀλλ’ οὐκ ἀδικήσας τι ἀπώλετο. M. 34 (p. 150).

5

.

20

.

1

οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν. M. 35 (p. 150).

5

.

20

.

3

οὕτω γοῦν ὑφ’ ἑκατέρου παρωξύνθησαν ὥστε καὶ τὴν νίκην ἔνορκον τοῖς στρατηγοῖς ὑποσχέσθαι· πρὸς γὰρ τὴν αὐτίκα ὁρμὴν κύριοι καὶ τῆς τύχης εἶναι ἐνόμισαν. M. 36 (ib.).

5

.

20

.

4

ὅτι ἔοικε τὸ πλεῖστον τοῦ ἀνθρωπίνου πρὸς μὲν τὸ ἀνθιστά‐ μενον καὶ παρὰ τὸ συμφέρον φιλονεικεῖν, τοῖς δὲ ὑπείκουσι καὶ παρὰ δύναμιν ἀνθυπουργεῖν. M. 37 (p. 151) = Max. Confessor. flor. f. 189V A (f. 125V B) = Arsen. ap. Mai. fr. 115 (p. 561).

5

.

21

.

1

ὅτι οἱ Φάβιοι ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρί‐
στοις φρονοῦντες ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον· ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν, οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύνων
5ἐξευρεῖν δύνανται, καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπογιγνώσκουσι, κἀκ τούτου ταῖς τε γνώμαις καὶ παρὰ τὸ εἰκὸς ταῖς δόξαις ἀνα‐ πίπτουσι καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονήσοντες προΐ‐ ενται, καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαιμονίου παρα‐ λόγοις ἀναμένουσι πάνθ’ ὅσα ἂν ἡ συντυχία ἐνέγκῃ. M. 38 (p. 151).

5

.

21

.

2

ὅτι οἱ Φάβιοι ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν ἀνῃρέ‐ θησαν· καὶ γάρ πως τὸ δι’ ἀνδρείας πίστιν ὀγκούμενον ὑπ’ αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται, τό τε δι’ εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει. M. 39 (ib.).

5

.

21

.

3

οὓς οἱ Ῥωμαῖοι μειζόνως ἢ κατὰ ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν. ἦν μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός, πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσάν σφων ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον. καὶ διὰ τοῦτο
5τήν τε ἡμέραν ἐν ᾗ διεφθάρησαν ἐς τὰς μιαρὰς ἐνέγραψαν, καὶ τὰς πύλας δι’ ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο, ὥστε μη‐ δένα δι’ αὐτῶν ἄρχοντα διιέναι. καὶ Τίτου Μενηνίου τοῦ στρα‐
τηγοῦ (ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετο) κατηγορηθέντος ὕστερον ἐν τῷ δήμῳ ὅτι μήτ’ ἐκείνοις ἤμυνε καὶ μάχῃ μετὰ τοῦθ’ ἡττήθη,
10κατεψηφίσαντο. V. 9 (p. 578).

5

.

24

.

5

Δίωνος ϛʹ βιβλίῳ ἐπειδὴ διῆρξεν, εἰσήγαγον καὶ χρημάτων ἐζημίωσαν, οὔτε περὶ τοῦ σώματος ἐς κίνδυνον καταστήσαντες ....
Bekk. Anecd. p. 146 21.

5

.

22

.

1

ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπι‐ θειάζοντές τινα ἀντέπραττον, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθη‐ σαν· ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ 〈τε〉 πλείονα
5ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες οὐκ ἠμβλύνοντο,

5

.

22

.

2

ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπ’ αὐτῶν τούτων ἐθρασύνοντο· τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλ‐ λοντο, καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύ‐ νως περιέσεσθαι νομίζειν προσετίθεντο. ὥστε καὶ τῶν εὐπατριδῶν
5τινάς, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι· τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ ...... πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμά‐ των ἀσθενείας ἐνόμιζον εἶναι, καὶ μάλισθ’ ὅτι καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα 〈δὶσ〉 τὴν ἀρ‐
10χὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν. M. 40 (p. 152).

5

.

22

.

3

ὅτι ἐς τοῦτο 〈ὁ〉 ὅμιλος ὑπ’ αὐτῶν τῶν εὐπατριδῶν προήχθη· ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπό γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν
ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο· οὔτε γὰρ
5στρατεύειν, εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέγοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθ’ ὅς’ ἤθελον ἔπραττον. κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυτῶν δυνάμει θαρ‐ σοῦντες, ἐνεωτέριζον. M. 41 (ib.).

5

.

23

.

1

ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες καὶ Μᾶρκον Μι‐ νούκιον νικήσαντες ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοί σφας ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι, δρῦν
5δέ τινα διὰ τοῦ στρατηγοῦ σφων Κοιλίου Γράκχου δείξαντες πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι. UR 1 (p. 373).

5

.

23

.

2

ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι τὸν Μινούκιον ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι, δικτάτορα ἐπ’ αὐτοὺς
Λούκιον Κοΐντιον, καίπερ πένητα ὄντα, τό τε γῄδιον, ὃ μόνον αὐτῷ ὑπῆρχεν, αὐτοχειρίᾳ τότε γεωργοῦντα, προεχειρίσαντο· ἔς τε
5γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν καὶ σωφροσύνῃ διέ‐ πρεπεν, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς, ἀφ’ οὗ δὴ καὶ
Κιγκινᾶτος ἐπωνομάσθη. V. 10 (p. 578).

5

.

23

.

3

ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη·
οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν δυναστείαν ἔχουσι προχωρῆσαι καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθελονταὶ προΐεντο, καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολλυμένοις σφῶν
5ἔχαιρον, ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλή‐ θους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον. κἀκ
τούτου στάσις οὐ σμικρά σφων συνηνέχθη. M. 42 (p. 153).

6

.

24

.

1

ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσάμενοι
καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρ‐ μησαν. φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν
5συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυμάζειν. παρ’ ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομί‐ ζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται, παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπί‐ ζουσιν. M. 43 (p. 153).

6

.

23

.

4

ἐς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλλήλοις ἀφίκοντο, ὥστε μηκέτι καθ’ ἓν πάντας, ὥσπερ εἰώθεσαν, ἀλλ’ ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν, ἀφ’ οὗ οὐδὲν χρηστὸν ἐγίγνετο· τό τε γὰρ οἰκεῖον, οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦν‐
5τος, καὶ βλαβῆναί πῃ τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρχοντα εὐ‐ δοκιμῆσαι ἐθέλοντος, πολλὰ καὶ δυσχερῆ συνέβαινεν. M. 44 (ib.).

6

.

23

.

5

ὅτι δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς τυγχά‐
νειν, ἀλλὰ τὸ 〈τὰ〉 κατ’ ἀξίαν ἕκαστον φέρεσθαι. M. 45 (p. 154).

6

.

24

.

2

ὅτι τὴν τῶν Φαλίσκων πόλιν πολιορκοῦντες οἱ Ῥωμαῖοι ταύτῃ προσκαθήμενοι διετρίβησαν, εἰ μὴ τοιόνδε τι ἐγένετο. γραμματι‐ στής τις ἐν αὐτῇ παῖδας οὔτ’ ὀλίγους οὔτ’ ἀφανεῖς παιδεύων, εἴθ’ ὑπ’ ὀργῆς ἢ καὶ κέρδους ἐλπίδι πάντας σφᾶς ἔξω τε τοῦ
5τείχους ὡς καὶ ἐπ’ ἄλλο τι ἐξήγαγεν (τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν ὥστε καὶ τότε συμφοιτᾶν) καὶ πρὸς τὸν Κάμιλλον ἐκόμισε, πᾶσάν οἱ τὴν πόλιν δι’ αὐτῶν παραδιδόναι λέγων· οὐ

6

.

24

.

3

γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον, τῶν φιλτάτων σφίσι ἐχομένων. οὐ μέντοι καὶ ἐπέρανέ τι· ὁ γὰρ Κάμιλλος τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν, ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐ‐
5πίσω τοῦ προδότου δήσας παρέδωκεν αὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε. γενομένου δὲ τούτου οἱ Φαλίσκοι οὐκέτ’ ἀντέσχον, ἀλλὰ καίτοι καὶ δυσάλωτοι ὄντες καὶ ἐκ περιου‐ σίας τὸν πόλεμον διαφέροντες, ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ, θαυμαστήν τινα φιλίαν παρ’ αὐτοῦ προσδοκήσαντες ἕξειν, οὗγε
10καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο. V. 11 (p. 578).

6

.

24

.

4

ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων τὸ δημόσιον ὠφελήσας, καὶ ἑκουσίως πρὸ
τῆς δίκης ὑπεξέσχεν. V. 12 (ib.). = Suid. s. v. ὑπεξέσχεν.

6

.

24

.

6

οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδ’ ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγ‐ γενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον ὥστε μηδ’ ἀποκρύπτεσθαι· δεο‐ μένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε
5ἀπολύουσαν θέσθαι, ... ἁλόντι δ’ αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ’ ὀργῆς ἐποιήσατο χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς
τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη. M. 46 (p. 154)

7

.

25

.

1

ὅτι τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. οἱ Κλου‐ σῖνοι πολέμῳ ὑπ’ αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυ‐ γον, ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Οὐηιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφελίαν παρ’ αὐτῶν
5εὑρήσεσθαι. ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέ‐ σβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον,

7

.

25

.

2

ταύτην παρὰ μικρόν (ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετό σφισιν) ἐποιήσαντο, συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. οἱ οὖν Γαλάται χα‐ λεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες, τὸ μὲν πρῶτον ἀνταπ‐
5έστειλάν τινας ἐς τὴν Ῥώμην, αἰτιώμενοι τοὺς πρέσβεις· εἶτ’ ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο καὶ χιλίαρχοι πάντες ἀπε‐
δείχθησαν, θυμοῦ τε ἐπληρώθησαν ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ Κλουσίνους ἐν ὀλιγωρίᾳ θέμενοι πρὸς τὴν Ῥώμην ὥρμησαν. UR 2 (p. 373).

7

.

25

.

3

ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον οὐδ’ ἀναπνεῦσαι ὑπῆρξεν, ἀλλ’ αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς πορείας ὥσπερ εἶχον καταστάντες ἔπταισαν· πρός τε γὰρ τὸ ἀδόκητον τῆς ἐπιστρατείας αὐτῶν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων
5τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο καὶ ἐκ τού‐

7

.

25

.

4

του καὶ τὰς ἀρετὰς προήκαντο. πλεῖστον γάρ τοι πρὸς ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς προϋπῆρχεν· ἄπειροι μὲν γὰρ πολλοὶ
5πολλὰ θυμῷ βιαίως κατορθοῦσιν, οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες καὶ τὴν τοῦ φρονήματος ἰσχὺν προσαπολ‐
λύουσιν. ὑφ’ ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν. M. 47 (p. 154).

7

.

25

.

5

ὅτι οἱ Ῥωμαῖοι οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες καὶ πολιορκούμενοι ἐλπίδα σωτηρίας πλὴν παρὰ τοῦ δαιμονίου οὐδεμίαν εἶχον. τὸ γὰρ δὴ θεῖον καίπερ ἐν παντὶ κακοῦ ὄντες ἐθεράπευον οὕτως ὥστε, ἐπειδή τι τῶν ἱερῶν ἐχρῆν ὑπὸ τῶν ποντιφίκων ἄλλοθί που
5τῆς πόλεως γενέσθαι, Καίσων Φάβιος, οὗ ἡ ἱερουργία ἱκνεῖτο, κατέβη τε ἐπ’ αὐτὴν ἐκ τοῦ Καπιτωλίου στειλάμενος ὥσπερ εἰώθει, καὶ διὰ τῶν πολεμίων διεξελθὼν τά τε νομιζόμενα ἐποίησε καὶ

7

.

25

.

6

αὐθημερὸν ἀνεκομίσθη. θαυμάζω μὲν οὖν καὶ τῶν βαρβάρων ὅτι αὐτοῦ, εἴτ’ οὖν διὰ τοὺς θεοὺς εἴτε καὶ διὰ τὴν ἀρετήν, ἐφεί‐ σαντο· πολύ γε μὴν μᾶλλον αὐτὸν ἐκεῖνον ἐν θαύματι ποιοῦμαι καθ’ ἑκάτερον, ὅτι τε ἐς τοὺς πολεμίους μόνος κατελθεῖν ἐτόλ‐
5μησε, καὶ ὅτι δυνηθεὶς ἀναχωρῆσαί ποι ἀσφαλῶς οὐκ ἠθέλησεν, ἀλλ’ ἐς τὸ Καπιτώλιον αὖθις ἑκὼν ἐπὶ προῦπτον κίνδυνον ἀνε‐ χώρησεν, ἐπιστάμενος μὲν ὀκνοῦντας αὐτοὺς τὸ χωρίον, ὃ μόνον ἔτι τῆς πατρίδος εἶχον, ἐκλιπεῖν, ὁρῶν δὲ μηδ’ εἰ πάνυ ἐπεθύ‐ μουν ἐκφυγεῖν δυναμένους ὑπὸ τοῦ πλήθους τῶν πολιορκούντων
10τοῦτο ποιῆσαι. V. 13 (p. 581).

7

.

25

.

7

ὅτι ὁ αὐτὸς παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐ‐ τὴν λήψεσθαι. οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ
5καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα
παρανομίας καταλιπεῖν. V. 14 (p. 582).

7

.

26

.

1

ὅτι τοῦ Καπιτωλίνου κατέγνω ὁ δῆμος, καὶ ἥ τε οἰκία αὐτοῦ κατεσκάφη καὶ τὰ χρήματα ἐδημεύθη, τό τε ὄνομα, καὶ εἰ δή που εἰκὼν ἦν, ἀπηλείφθη καὶ διεφθάρη. καὶ νῦν δὲ πλὴν τῆς κατα‐ σκαφῆς πάντα γίγνεται ἐπὶ τοῖς τῷ κοινῷ ἐπιβουλεύουσιν. ἔκρι‐
5ναν δὲ καὶ μηδένα εὐπατρίδην ἐν τῇ ἄκρᾳ κατοικεῖν, ὅτι καὶ ἐκεῖνος ἐνταυθοῖ οἰκῶν ἐτύγχανεν. ἡ δὲ δὴ συγγένεια ἡ τῶν Μαλλίων ἀπεῖπε μηδένα σφῶν Μᾶρκον, ἐπείπερ οὗτος ὠνομάζετο, προσκα‐ λεῖσθαι.

7

.

26

.

2

Καπιτωλῖνος μὲν οὖν τοσοῦτον τὸ διαλλάσσον κἀν τοῖς τρό‐ ποις κἀν τῇ τύχῃ ἔσχεν· τά τε γὰρ πολέμια ἀκριβώσας εἰρηνεῖν οὐκ ἠπίστατο, καὶ τὸ Καπιτώλιον ὃ ἐσεσώκει κατέλαβεν ἐπὶ τυ‐ ραννίδι, εὐπατρίδης τε ὢν οἰκέτου ἔργον ἐγένετο, καὶ πολεμικὸς
5νομισθεὶς ἐν ἀνδραπόδου τρόπῳ συνελήφθη, κατά τε τῆς πέτρας αὐτῆς ἀφ’ ἧς τοὺς Γαλάτας ἀπεώσατο ἐρρίφη. V. 15 (p. 582).

7

.

26

.

3

ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων. οὕτως οὔτ’ ἄλλο τι κατὰ χώραν ὡς πλήθει τοῖς ἀνθρώποις μένει, καὶ
〈αἱ〉 εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγουσιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων τοῦ τε πλεί‐
5ονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι. M. 48 (p. 155).

7

.

28

.

1

ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος, θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. καθάπερ γὰρ οὔτ’ αὐτοί τι πλημμελήσαντες οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλ’ ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων ἢ καὶ ἐφ’ ἑτέρους τινὰς διὰ
5τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων

7

.

28

.

2

οὔθ’ ὅλως ἐταράχθησαν, ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δη‐ μιουργίαις καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες, εἴσω τε τὸν στρατὸν ἐσεδέξαντο καὶ ξένια αὐτοῖς ἔδο‐ σαν τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι
5οὐχ ὅτι κακόν 〈τι〉 αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτ’ ἐσεγράψαντο. V. 16 (p. 582).

7

.

28

.

3

Δίωνος ζʹ βιβλίῳ “Τουσκουλανοὶ δὲ χεῖρας μὲν οὐκ ἀντήραντο αὐτῷ.” Bekk. Anecd. p. 123 32.

7

.

29

.

1

ὅτι ἡ τοῦ Ῥούφου γυνὴ χιλιαρχοῦντος καὶ πράττοντός 〈τι〉 ἐν
τῇ ἀγορᾷ δημόσιον, ἐπειδὴ ἐκεῖνος ἀφίκετο καὶ τὴν θύραν ὁ ῥαβ‐ δοῦχος κατά τι ἔθος ἀρχαῖον [ὁ ῥαβδοῦχος] ἔκρουσεν, ἐξεταράχθη πρὸς τοῦτο οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διε‐
5πτοήθη. γέλωτος οὖν ἐπ’ αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ

7

.

29

.

2

τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχικῶν πραγμάτων διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξη‐ τάσθαι οὖσα, δεινὸν ἐποιήσατο, οἷά που ἄλλως τε καὶ ταῖς γυναι‐ ξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν, καὶ οὐ πρότερον ἀνῆκε
5δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ. M. 49 (p. 155.).

7

.

29

.

3

ὅτι δεινὸν ἐν κακοῖς προσδοκία σωτηρίας ἀναπεῖσαί τινα πι‐ στεῦσαι καὶ τοῖς παραλόγοις. M. 50 (p. 156).

7

.

29

.

4

ἀεὶ γάρ τι τοῦ τῆς πολιτείας κόσμου στασιάζοντες παρέλυον, ὥσθ’ ὑπὲρ ὧν τοὺς πολέμους πρὶν τοὺς μεγίστους ἀνῃροῦντο, ταῦτ’ ἐν τῷ χρόνῳ σύμπαντα ὡς εἰπεῖν οὐκ ἀστασιάστως μέν, οὐ μέντοι καὶ χαλεπῶς κατακτήσασθαι. M. 51 (ib.).

7

.

29

.

5

ὅτι Πούπλιος, τῶν πολιτῶν Ῥωμαίων στασιαζόντων πρὸς ἀλ‐ λήλους, ὀλίγου τούτους συνήλλαξεν· Λικίννιον γὰρ Στόλωνα προσ‐
είλετο ὄντα ἵππαρχον. ὅπερ καινοτομηθὲν τοὺς μὲν εὐπατρίδας ἐλύπησεν, τοὺς δὲ ἄλλους οὕτως ὑπηγάγετο ὥστε μηκέτι τῆς ὑπα‐
5τείας τῷ ὑστέρῳ ἔτει ἀντιποιήσασθαι, ἀλλ’ ἐᾶσαι τοὺς χιλιάρχους

7

.

29

.

6

αἱρεθῆναι. ἐκ γὰρ τούτου καὶ ἐς τἆλλα ἀνθυπείξαντές γέ τινα ἀλλήλοις ἴσως ἂν κατηλλάγησαν, εἰ μήπερ ὁ Στόλων ὁ δήμαρχος τοιοῦτόν τι εἰπών, ὡς οὐκ ἂν πίοιεν εἰ μὴ φάγοιεν, ἀνέπεισεν αὐ‐ τοὺς μηδενὸς ἀφέσθαι, ἀλλ’ ὡς καὶ ἀναγκαῖα πάντα ὅσα ἐνεχει‐
5ρίσαντο κατεργάσασθαι. V. 17 (p. 585).

7

.

30

.

2

οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὔτ’ ἄμεινον οὔτ’ ἰσχυρότερον
ἀνθρώπου. ἢ οὐχ ὁρᾶτε ὅτι τὰ μὲν ἄλλα πάντα κάτω κέκυφε καὶ ἐς τὴν γῆν ἀεὶ βλέπει, πράττει τε οὐδὲν ὃ μὴ τροφῆς καὶ ἀφρο‐ δισίων ἔχεται, (οὕτω καὶ ὑπ’ αὐτῆς τῆς φύσεως ἐς ταῦτα κατακέκρι‐

7

.

30

.

3

ται), μόνοι δὲ ἡμεῖς ἄνω τε ὁρῶμεν καὶ τῷ οὐρανῷ αὐτῷ ὁμιλοῦ‐ μεν, καὶ τὰ μὲν ἐπὶ τῆς γῆς ὑπερφρονοῦμεν, τοῖς δὲ δὴ θεοῖς αὐτοῖς ὡς καὶ ὁμοίοις οὖσιν ἡμῖν σύνεσμεν, ἅτε καὶ φυτὰ καὶ ποιήματα αὐτῶν οὐ γήινα ἀλλ’ οὐράνια ὄντες; ὑφ’ οὗ καὶ αὐτοὺς
5ἐκείνους πρὸς τὰ ἡμέτερα εἴδη καὶ γράφομεν καὶ πλάττομεν· εἰ γὰρ δεῖ δή τι καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων, οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος

7

.

30

.

4

ἀσώματος καὶ διὰ τοῦτο καὶ ἀθάνατος. ταῦτά τοι καὶ συμπάντων τῶν ἄλλων ζῴων προφέρομεν· καὶ οὔτε τι πεζόν ἐστιν ὃ μὴ τάχει καταληφθὲν ἢ ἰσχύι δαμασθὲν ἢ καὶ τέχναις τισὶ συλληφθὲν δουλού‐ μεθα, οὔτ’ ἔνυδρον οὔτ’ ἀεροπόρον, ἀλλὰ καὶ ἐκεῖνα τὰ μὲν ἐκ
5τοῦ βυθοῦ μηδ’ ὁρῶντες ἀνέλκομεν, τὰ δὲ καὶ ἐκ τοῦ οὐρανοῦ μηδὲ ἐξικνούμενοι κατασύρομεν. Max. Conf. flor. f. 211V A (f. 241 B)
(M. p. 532).

7

.

32

.

1

ὅτι ὁ Δίων φησί “διόπερ που, καίπερ οὐκ εἰωθὼς ἐκβολαῖς τοῦ λόγου χρῆσθαι, ἄλλως τε ἐπεμνήσθην αὐτοῦ καὶ τὴν ὀλυμ‐ πιάδα προσέγραψα, ἵν’ ἐπειδὴ λανθάνει. τοὺς πολλοὺς ὁ χρόνος τῆς μετοικίσεως, ἐκφανέστερος ἐξ ἐκείνου γένηται.” M. 52 (p. 156).

7

.

35

.

1

ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιουτότροπα προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν ἤλπιζον (εὖ γάρ, εἴπερ τινὲς ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντο), ἀλλ’ ὅπως ἀποτυχόντες αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν. M. 53
5(p. 156).

7

.

35

.

2

Δίωνος ζʹ βιβλίῳ “καὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τίμημα ἀπο‐ λάβῃς.” Bekk. Anecd. p. 133 19.

7

.

35

.

4

ἦν μὲν δὴ παντὶ καταφανὲς ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς τύχης πρὸς τὸ κρατοῦν ἔστησαν· οὐ μὴν ἐξήλεγξεν αὐτοὺς ὁ Τορκουᾶτος, μή τι οἰδούντων σφίσιν ἔτι τῶν πρὸς τοὺς Λατίνους πραγμάτων νεωτερίσωσιν· οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδ’ οἷος
5ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν, ἀλλὰ καὶ εὔβουλος καὶ εὐπό‐ λεμος ὡμολόγητο εἶναι, ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐ‐ τοὺς νικῆσαι ἐποίησεν. M. 54 (p. 157). et
10V. 18 (p. 585).

7

.

35

.

9

ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλλιανὰ
ἀπ’ αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπεί‐
5ξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρτην ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἔτ’ αὐτῶν ἠθέλησεν, ἀλλ’ ἐξωμόσατο εἰπὼν ὅτι οὔτ’ ἂν ἐγὼ ὑμῶν ἀνασχοί‐ μην οὔθ’ ὑμεῖς ἐμοῦ. M. 55 (p. 157).

7

.

35

.

7

ὅτι φησὶν ὁ Δίων “θαυμάζω μὲν γὰρ εἰ ὁ θάνατος ὁ τοῦ Δε‐ κίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω δι’ ὃ τοῦτ’ ἐγένετο. ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι (πολλὰ
5γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν), οὐ δύναμαι τοῖς λε‐

7

.

35

.

8

γομένοις ἀπιστῆσαι· ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλογίσωμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι· πῶς γὰρ 〈ἂν〉 καὶ πιστεύσειέ τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆθος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικράτησιν μεταβαλέσθαι;
5καὶ ταῦτα μὲν ὅπῃ ποτὲ καὶ δι’ ἃς αἰτίας οὕτως ἔχει ζητεῖν ἄλ‐ λοις μελήσει. M. 56 (p. 157).

7

.

35

.

10

ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους ἐς εὔνοιαν οἱ Ῥωμαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβά‐
νειν· ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδοσαν καὶ δι’ ἃ το‐ σούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες αὐτῶν αὐτ‐
5επάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμαχίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι. M. 57 (p. 158).

7

.

35

.

11

ὅτι διαγνώμην πρὸς Πριουερνάτας ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρω‐ τήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν· οἳ ἀπεκρίναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπιθυμοῦν‐ τας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτου “καὶ τί ποιήσετε ἂν
5τῆς εἰρήνης τύχητε;” ἔφασαν ὅτι, ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προσταχθῶμεν, πολεμή‐ σομεν. θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς
πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν ... M. 58 (ib.).

8

.

36

18b

Δίωνος ηʹ βιβλίῳ “ἦν γὰρ καὶ πάνυ αὐτὸς ἑαυτῷ πρὸς πάντα τὰ τοιαῦτα ἀρκῶν.” Bekk. Anecd. p. 124 1.

8

.

36

.

1

ἀλλ’ εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέντας ἂν ἀμεί‐ νους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρονίζουσιν· ἡ γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς ἀπειλὰς ἐξί‐

8

.

36

.

2

στασθαι, ἀλλ’ ἢ δέους τινὸς ἀνάγκῃ ἢ θάρσους ὕβρει ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, ἢ καθ’ ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρ’ ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐν‐ θυμουμένους τῶν κολάσεων ἀλλ’ ἀλογίστως αὐτῶν ἐς τὸ προκείμενον
5φερομένους, τοὺς δὲ παρ’ οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγον‐

8

.

36

.

3

ται ποιουμένους ἁμαρτάνειν ἀναπείθει. αἱ δὲ ἐμμελεῖς φιλανθρω‐ πίαι τἀναντία αὐτῶν πάντα διαπράττουσιν· ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μεταβάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι
5ποιήσωσι (δεινὴ γάρ ἐστι καὶ δουλῶσαι καὶ σωφρονίσαι φρόνημα
γενναῖον εὔλογος φιλανθρωπία), καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρρυθμίζουσι· πείθεται γὰρ πᾶς ἥδιον ἢ βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου βούλεται μᾶλλον ἢ ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαίρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ
10δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται. M. 59 (p. 159).

8

.

36

.

4

ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα (τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθε‐ νεστάτων πολλάκις γίγνεται) ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, ὃ μηδεὶς ἄλλος ἡμῶν ἄκοντός γέ σου δύναται.

8

.

36

.

5

βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων· τό τε γὰρ ψυχίδιόν μου κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, καὶ ὁ φόβος τὸ στόμα συνδεῖ. ἀλλ’ οὐκ ἔχω πῶς ἀπαλλαγῶ· τὸ γὰρ πάθος ἄν .. ἄλλο δόξῃ σοι μὴ δο ........ προφαινόμενον
5οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἀλλ’ ὡς καὶ παρὰ τοῦθ’ ὅ τι ποτ’ ἂν τελευταῖον εἴπω τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης, ἀναγ‐ κάζει με πλείω ὥσπερ ἐν εὐχαῖς λαλεῖν. M. 60 (p. 159).

8

.

36

.

6

τό τε γὰρ ὄνομα καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέβλητο ὤκνει καταλῦσαι· καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι (τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρα), ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντισχὼν χαρί‐
σασθαι καὶ τοὺς νέους ἐπιστρέψαι μᾶλλον, ὥστε ἐξ ἀδοκήτου αὐ‐
5τῷ συγγνούς, ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν

8

.

36

.

7

δῆμον δριμὺ ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε—. καὶ σιωπὴ μὲν ἦν, οὐ μέντοι καὶ ἡσύχαζον, ἀλλ’ οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τονθορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ τὸν ἵππαρχον
5ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθ’ ὁ Παπίριος καὶ φοβη‐ θεὶς 〈μὴ〉 καὶ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπαν‐ όρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσεπεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ καὶ προθυμίαν αὖ‐ θις σφᾶς ἀντικατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρί‐
10σασθαι. M. 61 (p. 160).

8

.

36

.

8

ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐ‐ τῶν, πέμψαντές σφισι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ’ αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν
5φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν
προαπεχρήσατο, διαρρίψαντες. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρή‐ νης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντός σφων σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδόν σφισι τὸν πόλεμον παρε‐
10σκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο. UG 1 (p. 374). (ἄπιστοι— παρεσκεύασαν Suid. s. v. παράκρουσιν, οὐχ ὅσον—παρεσκεύασαν Suid. s. v. οὐχ ὅσον, οἱ δὲ Ῥωμαῖοι—ἐψηφίσαντο Suid. s. v. ἀκη‐ ρυκτεί. cf. Suid. s. v. ἀξιουμένου).

8

.

36

.

10

πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυμά‐ σειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα· οἵ τε γὰρ Ῥωμαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπ’ εἰρήνῃ παρὰ τῶν Σαυ‐ νιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ
5πάντας αὐτοὺς αἱρήσειν, παθήματι δεινῷ περιέπεσον καὶ ἐν αἰ‐ σχύνῃ οἵᾳ οὐ πώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερδείσαν‐ τες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι παν‐ συδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ τὸν ζυγὸν ὑπήγαγον· ἐς τοῦτο γὰρ αὐτοῖς ἡ τύχη περιέστη. M. 62
10(p. 161).

8

.

36

.

11

αἱ εὐεργεσίαι ἐν τῇ τῶν ἀνθρώπων μᾶλλον προαιρέσει εἰσί, καὶ οὔθ’ ὑπ’ ἀνάγκης οὔθ’ ὑπ’ ἀγνοίας, οὐκ ὀργῆς, οὐκ ἀπάτης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων γίγνονται, ἀλλ’ αὐθαίρετοι παρ’ ἑκουσίας καὶ προθύμου τῆς ψυχῆς ἐκτελοῦνται· καὶ διὰ ταῦτα χρὴ
5τοὺς μὲν πλημμελήσαντάς τι ἐλεεῖν νουθετεῖν παιδεύειν, τοὺς δὲ εὖ ποιήσαντας θαυμάζειν φιλεῖν ἀμείβεσθαι. καὶ ὅταν γε ὑπὸ τῶν ἀνθρώπων ἑκάτερον γένηται, πολύ που μᾶλλον τοῖς ἤθεσιν ἡμῶν προσήκει τῶν ἀμεινόνων μνημονεύειν ἢ τῶν ἀτοπωτέρων. Max. Conf. Flor. f. 46 (M. p. 535).

8

.

36

.

12

ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται· καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶ‐ ται· ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας ἐς ἔχθραν
5χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποι‐ ηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ κρατι‐ στεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι καὶ διὰ τοῦτο ἐν ἀμ‐ φοτέροις ἠναγκασμένοι τῇ τῆς ψυχῆς γενναιότητι τὸ κρατεῖν
10ἐπικερδαίνουσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθ’ ὑπερ‐ βολὰς ἀμύνεσθαι. M. 63 (p. 161).

8

.

36

.

13

μέγα μὲν γὰρ καὶ ἐπὶ τῷ τοὺς ἀδικήσαντάς τι ἀμύνασθαι δεῖ φρονεῖν, μείζω δὲ δόξαν ἐπὶ τῷ τοὺς εὐεργετήσαντάς τι ἀμείβε‐ σθαι ἔχειν. Max. Conf. Flor. f. 46V (M. p. 536).

8

.

36

.

14

πεφύκασι γὰρ πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμα‐
σθῶσιν ἢ χαίρειν ἐφ’ οἷς ἂν εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρ‐ χονται τοῖς τι λυπήσασί σφας ἢ ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι, τήν τε κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ δι’ εὐνοίας ποιήσασθαι
5παρ’ οὐδὲν πρὸς τὰ συμφέροντα αὑτῶν τιθέμενοι, καὶ τῷ θυμου‐ μένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφῶν χαριζόμενοι. τοιαῦτα αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν παρῄνεσεν. M. 64 (p. 162) et
10Max. Conf. Flor. f. 46V (M. p. 536).

8

.

36

.

15

ὅτι οἱ Καπυηνοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Καπύην ἐλθόντων οὔτ’ εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο· οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπ’ αὐτῶν

8

.

36

.

16

νενικηκέναι, τούτοις κακοτυχήσασιν ἠλέησαν. οἱ δὲ Ῥωμαῖοι ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθ’ ὅπως
ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθ’ ὅπως ἀχθεσθῶσιν ἔχοντες· πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερήλγουν, ἀπα‐
5ξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπονθέναι, καὶ ἐβούλοντο ἂν πάντας αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι δὲ ὅτι, εἴπερ τι τοιοῦτον συνεβεβήκει σφίσι, κἂν περὶ τοῖς λοιποῖς ἅπα‐ σιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον ὅτι ἐσώθησαν. M. 65 (ib.).

8

.

36

.

17

ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγκαῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ καταστῶσι, πᾶν ὁτιοῦν ὥστε σωθῆναι πράττειν. M. 66 (p. 163). ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δίδοται
5τοῖς ἀκούσιόν τι πράξασιν. M. 67 (ib.).

8

.

36

18a

Δίων ηʹ βιβλίῳ “καὶ προσποιοῦμαι τὸ ἀδίκημα καὶ ὁμολογῶ
τὴν ἐπιορκίαν.” Bekk. Anecd. p. 165 13.

8

.

36

.

19

ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρουμένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλ’ ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπεθεί‐ αζόν τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προ‐
5φερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα

8

.

36

.

20

καὶ τῷ ἔργῳ μάθωσι τοῖς ἅπαξ ὁμολογηθεῖσιν ἐμμένειν. καὶ ἀπέ‐ πεμψαν τοὺς ἐκδοθέντας, εἴτ’ οὖν ὅτι οὐκ ἠξίωσάν σφας μηδὲν ἠδικηκότας ἀπολέσαι, ἢ ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ δι’ ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπο‐
5λῦσαι. ταῦτ’ ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρήσε‐ σθαι. M. 68 (p. 163).

8

.

36

.

21

ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, ἀλλ’ ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο, καὶ κρατήσαντες τὰ
αὐτὰ αὐτοὺς ἀντειργάσαντο· τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ
5νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδ’ ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλ’ ὁ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις περιίστησιν. M. 69 (ib.).

8

.

36

.

22

ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφίσι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν ἡ τύχη πρὸς τὰ ἐναντία τοῖς ἀμφοτέροις ἐς βραχύτατον περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπ’ αὐ‐
5τῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη. M. 70 (p. 164).

8

.

36

.

23

ὅτι ὁ Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ καταστή‐ σας αὐτοὺς ἐς πολιορκίαν προσήδρευε σφίσι. κἀν τούτῳ ὀνειδί‐ σαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι τὸ μὲν μὴ εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με
5ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν· διὰ δὲ 〈τὸ〉 τὰ κοινὰ ἀεὶ καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φρον‐ τίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά με παραλαμβάνω. M. 71 (ib.).

8

.

36

.

24

ὅτι ὁ αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μετα‐ πεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προχειρί‐ σασθαι· ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαντος, τῷ
5τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρασεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ ῥαβδούχῳ,
ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν. M. 72 (ib.).

8

.

36

.

25

ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν. M. 73 (p. 165).

8

.

36

.

26

ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δεί‐ σαντες μὴ ὁ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι [οὐ] τὰ κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐ‐
5δὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο (νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαι), εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν. V. 19 (p. 585).

8

.

36

.

27

ὅτι Ἄππιος ὁ τυφλὸς καὶ ὁ Οὐολούμνιος διεφέροντο πρὸς ἀλλήλους· ἀφ’ οὗπερ Οὐολούμνιος τοῦ Ἀππίου προενεγκόντος ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφ’ ἑαυτοῦ γεγονὼς οὐδεμίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμο‐
5λογεῖν τοῦτ’ ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγ‐
ματα ἐπιδεδωκέναι. M. 74 (p. 165).

8

.

36

.

28

ὅτι ὁ ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθ’ ὅπως πιστεύσῃ οὔθ’ ὅπως ἀπιστήσῃ αὐτῷ εἶχεν· οὔτε γὰρ ἐλπίζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι πάντα ἤθελεν, οὔτ’ αὖ ἀπι‐ στεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλ’ οἷα ἐν μέσῳ
5τῆς ταραχῆς καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δ’ αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔρ‐ γων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν 〈τοῦ〉
ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει. M. 75 (ib.).

8

.

36

.

29

ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι καὶ ἀπα‐ ξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπό‐ νοιαν ὡς ἤτοι κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι ὥρμησαν, καὶ
τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε προειπόντες ὅστις
5ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσά‐ μενοι μήτ’ αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπιχειρήσοντα
τοῦτο ποιῆσαι φονεύσειν. M. 76 (p. 165).

8

.

36

.

30

ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὁ ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν καὶ τοῦτον μεταπέμψαντες εὔθυ‐ νον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης (καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετο) ἐκείνῳ
5μὲν οὐδεὶς λόγος ἐδόθη, ὁ δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπε‐ λογήσατο, καταριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα, καὶ προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τε ὀργῆς σφας παρέλυσεν, ἄλλως τε καὶ τὴν ἡλικίαν τοῦ υἱέος

8

.

36

.

31

προβαλόμενος· καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγά‐ λυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι
5ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ, μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων, συνῄρετο· οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα ποι‐ ούμενος, ἀλλ’ ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει
10τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζε καὶ τὴν δόξαν τῶν ἔργων
〈ἐκείνῳ〉 προσετίθει. V. 20 (p. 585).

8

.

36

.

32

ὅτι οἱ τοῦ Ἰουνίου στρατιῶται σὺν Ποστουμίῳ ἐξελθόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλσους τομὴν πο‐ νεῖσθαι. ἐπ’ οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐ‐ τοὺς ἐποιήσατο λέγων οὐχ ἑαυτοῦ τὴν βουλὴν ἀλλ’ ἐκείνης αὑτὸν
5ἄρχειν. M. 77 (p. 166).

8

.

40

.

1

ὅτι Γάιος Φαβρίκιος ἐν μὲν τοῖς ἄλλοις ὅμοιος ἦν Ῥουφίνῳ, ἐν δὲ δὴ τῇ ἀδωροδοκίᾳ πολὺ προέχων· ἦν γὰρ ἀδωρότατος, καὶ διὰ τοῦτο καὶ ἐκείνῳ οὔτ’ ἠρέσκετο καὶ ἀεί ποτε διεφέρετο. ὅμως ἐχειροτονήθη· ἐπιτηδειότατον γὰρ αὐτὸν ἐς τὴν τοῦ πολέμου χρείαν

8

.

40

.

2

ἐνόμισεν εἶναι, καὶ παρ’ ὀλίγον τὴν ἰδίαν ἔχθραν πρὸς τὰ κοινῇ συμφέροντα ἐποιήσατο, καὶ δόξαν γε καὶ ἐκ τούτου ἐκτήσατο, κρείτ‐ των καὶ τοῦ φθόνου γενόμενος, ὅσπερ που καὶ τῶν ἀρίστων ἀν‐ δρῶν πολλοῖς ὑπὸ φιλοτιμίας ἐγγίγνεται. φιλόπολίς τε γὰρ ἀκρι‐
5βῶς ὤν, καὶ οὐκ ἐπὶ προσχήματι ἀρετὴν ἀσκῶν, ἐν τῷ ἴσῳ τό τε ὑφ’ ἑαυτοῦ καὶ 〈τὸ〉 δι’ ἑτέρου τινός, κἂν διάφορός οἱ ᾖ, εὖ τι τὴν πόλιν παθεῖν ἐτίθετο. V. 21 p. 586 et M. 78 p. 166.

8

.

36

.

33

ὅτι ἐρωτηθεὶς Γάιος Φαβρίκιος διὰ τί τῷ ἐχθρῷ τὰ πράγματα ἐπέτρεψε τήν τε ἄλλην ἀρετὴν τ̣ο̣ι̣ς ..... φ̣ε̣τ̣ο̣ καὶ πρὸς εἶπεν ὅτι αἱρετώτερόν ἐστιν ὑπὸ τοῦ πολίτου συληθῆναι ἡ ὑπὸ τῶν πολε‐ μίων πραθῆναι. M. 79 (p. 166).

8

.

37

.

1

ὅτι Κούριος τὰ πεπραγμένα οἱ ἐν τῷ δήμῳ ἀπολογιζόμενος ἔφη ὅτι γῆν μὲν τοσαύτην προσεκτήσατο ὅσην οὐκ ἂν ἄνθρωποι ἐλάτ‐ τους ἐξειργάσαντο καὶ ἀνθρώπους τόσους ἐχειρώσατο(?) ὅσοις οὐκ ἂν ἐλάττων χώρα ἐξήρκεσεν. M. 80 (ib.).

8

.

37

.

2

ὅτι χρεῶν ἀποκοπὴν εἰσηγουμένων τῶν δημάρχων ὁ νόμος κε‐
λεύων τὴν ἄφεσιν τῶν ὑπερημεριῶν πολλάκις .........., τὸ πᾶν ἀπολαβεῖν τῶν δανειστῶν βουλομένων, τῶν δὲ δὴ δημάρχων αἵρεσιν διδόντων τοῖς δυνατοῖς ἢ τοῦτον ἐπιψηφίσαντας τὸν νόμον τὰ ἀρχαῖα
5μόνα λαβεῖν ἢ καὶ ἐκείνους τοὺς .......... ἀποφοραῖς τριέτεσι κο‐

8

.

37

.

3

μίσασθαι. καὶ ἐν μὲν τῷ παραχρῆμα οἵ τ’ ἀσθενέστεροι ὀκνή‐ σαντες μὴ καὶ τοῦ παντὸς ἁμαρτάνοιεν ἀμφότερα προσήκαντο καὶ
οἱ εὐπορώτεροι θαρσήσαντες ὡς οὐδέτερον ἀναγκασθήσονται ἤχθοντο· ἐπειδὴ δὲ ἐπισχεῖν τὸ μεταστάν τι ἔμελλεν, ἐς τοὐναντίον
5ἀμφοτέροις αὐτοῖς περιέστη· τοῖς τε γὰρ ὀφείλουσιν οὐδέτερον ἔτ’ αὐτῶν ἐξήρκεσε, καὶ τοῖς δυνατοῖς ἀγαπητὸν ἐδόκει εἰ μὴ καὶ τῶν ἀρχαίων στερηθεῖεν. οὔτ’ οὖν ἐν τῷ τότε παρόντι ἡ στάσις διεκρίθη, καὶ μετὰ ταῦτα ἐπὶ μακρότερον ἐς τὸ φιλονεικεῖν συν‐ έβαλλον ἀλλήλοις· οὔτ’ ἄλλο οὐδὲν ἐν τῷ καθεστῶτι προσώπῳ

8

.

37

.

4

ἐποίουν. τελευτῶντες οὖν οὐδέ, ἐθελόντων τῶν δυνατῶν πολλῷ πλείω τῶν κατ’ ἀρχὰς ἐλπισθέντων σφίσιν ἀφεῖναι, συνηλλάγησαν, ἀλλ’ ὅσῳ μᾶλλον εἴκοντας αὐτοὺς ἑώρων, ἐπὶ πλεῖον ὡς καὶ δικαι‐ ώματί τινι περιγιγνόμενοι ἐθρασύνοντο, καὶ διὰ τοῦτο τά τε ἀεὶ
5συγχωρούμενα αὐτοῖς ὡς καὶ ἀναγκαῖα παρὰ μικρὸν ἐτίθεντο καὶ ἑτέρων ἐπωρέγοντο, ἐπιβασίαν ἐς αὐτὰ τὸ τινῶν ἤδη τετυχηκέναι ποιούμενοι. M. 81 (p. 166).

8

.

38

.

1

ὅτι ὡς εἶδον οἱ ἐναντίοι καὶ ἕτερον στρατηγὸν ἐλθόντα, τοῦ μὲν κοινοῦ τῆς στρατείας σφῶν ἠμέλησαν, τὴν δὲ ἰδίαν ἕκαστοι σωτηρίαν διεσκόπουν, οἷά που φιλοῦσι ποιεῖν οἱ μήτε ἐξ ὁμοφύ‐ λων συνιόντες μήτ’ ἀπὸ κοινῶν ἐγκλημάτων στρατεύοντες μήτ’
5ἄρχοντα ἕνα [ἔχοντα ἕνα] ἔχοντες· ἐν μὲν γὰρ ταῖς εὐπραγίαις

8

.

38

.

2

συμφρονοῦσιν, ἐν δὲ δὴ ταῖς συμφοραῖς τὸ καθ’ ἑαυτὸν ἕκαστος μόνον προορᾶται. καὶ ὥρμησαν ἐς φυγήν, ἐπειδὴ συνεσκότασε, μηδὲν ἀλλήλοις ἐπικοινωνήσαντες· ἀθρόοι μὲν γὰρ οὔτ’ ἂν βιά‐ σασθαι οὔτ’ ἂν λαθεῖν τὴν ἀπόδρασιν ἐνόμισαν, ἂν δὲ αὐτοὶ ἰδίᾳ
5ἕκαστοι καὶ ὡς ᾤοντο μόνοι ποι ἀπίωσι, ῥᾷόν που διαπεσεῖσθαι. καὶ .. τ̣ . τῷ οἰκείῳ ἕκαστος αὐτῶν δόξωσι .. τ̣η̣ν̣ ... λ̣ ... ο̣ν̣ τὴν
φυγὴν ποιησάμενοι ... M. 82 (p. 167).

9

.

39

.

1

ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι [τε] τινὲς πόλεμον ἀρτύουσι κατ’ αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον ἐς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσι, στειλάν‐ των, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς
5καὶ Ὀμβρικοὺς καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα τοὺς δ’ οὐ πολλῷ ὕστερον, προσαπέστησαν. UR 3 (p. 375).

9

.

39

.

3

ὅτι οἱ Ταραντῖνοι, καίπερ τὸν πόλεμον αὐτοὶ παρασκευάσαν‐ τες, ὅμως ἐν σκέπῃ τοῦ φόβου ἦσαν· οἱ γὰρ Ῥωμαῖοι ᾐσθάνοντο μὲν τὰ πραττόμενα ὑπ’ αὐτῶν, οὐ μέντοι καὶ προσεποιοῦντο διὰ τὰ παρόντα σφίσι. μετὰ δὲ δὴ τοῦτο νομίσαντες γοῦν ἢ δ . α ..
5λειν ἢ πάντως γε λανθάνειν, ὅτι μηδ’ ἔγκλημα ἐλάμβανον, ἐπὶ
πλεῖον ἐξύβρισαν καὶ ἄκοντας αὑτοῖς τοὺς Ῥωμαίους ἐξεπολέμω‐ σαν, ὥστε καὶ ἐπαληθεῦσαι ὅτι καὶ αἱ εὐπραγίαι, ἐπειδὰν ἔξω τοῦ συμμέτρου τισὶ γένωνται, συμφορῶν σφισιν αἴτιαι καθίστανται· προαγαγοῦσαι γὰρ αὐτοὺς ἐς τὸ ἔκφρον (οὐδὲ γὰρ ἐθέλει τὸ σῶφρον
10τῷ χαύνῳ συνεῖναι) τὰ μέγιστα σφάλλουσιν, ὥσπερ που καὶ ἐκεῖνοι ὑπερανθήσαντες ἀντίπαλον τῆς ἀσελγείας κακοπραγίαν ἀντέλαβον. M. 83 (p. 168) et Max. Conf. f. 103a (M. p. 536).

9

.

39

.

4

Δίων θʹ βιβλίῳ “Λούκιος Οὐαλέριος ναυαρχῶν τε Ῥωμαίοις καὶ σταλείς ποι ὑπ’ αὐτῶν.” Bekk. Anecd. p. 158 25.

9

.

39

.

5

ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες, καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι, πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παρα‐ χρῆμα δι’ ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς ἀναπειθούσης, ἀντ‐
5ανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθ’ ὅλως πολέμιόν τι ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλ‐

9

.

39

.

6

λους πολλούς. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ’ αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραν‐
5τῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο, ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀπο‐ κρινάμενοι ἀπέπεμψαν, ἀλλ’ εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι,

9

.

39

.

7

γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατ’ ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι, εἴτ’ οὖν σε‐ μνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν’ ἔκ γε τούτου αἰδεσθῶσιν αὐ‐ τούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώ‐
5θαζον (καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ’ ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον), καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ

9

.

39

.

8

ἐκηλίδωσε. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενο‐ μένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμέ‐ νον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος
5“γελᾶτε” ἔφη, “γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μα‐ κρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.”

9

.

39

.

9

ἀκούσαντες τοῦτ’ ἐκεῖνοι τῶν μὲν σκωμμάτων ἐπέσχον, ἐς δὲ τὴν παραίτησιν τοῦ ὑβρίσματος οὐδὲν ἔπραξαν, ἀλλ’ ὅτι καὶ σῶς αὐτοὺς ἀφῆκαν, ἐν εὐεργεσίας μέρει ἐτίθεντο. UR 4 (p. 375) § 5—8,
et M. 84 (p. 168) § 8. 9.

9

.

39

.

10

ὅτι Μέτων ὡς οὐκ ἔπεισε Ταραντίνους τὸ μὴ Ῥωμαίοις ἐκπο‐ λεμωθῆναι, ἔκ τε τῆς ἐκκλησίας ὑπεξῆλθε καὶ στεφάνους ἀνεδή‐ σατο, συγκωμαστάς τέ τινας καὶ αὐλητρίδα λαβὼν ὑπέστρεψεν. ᾄδοντος δὲ αὐτοῦ καὶ κορδακίζοντος ἐξέστησαν τῶν προκειμένων
5καὶ ἐπεβόων καὶ ἐπεκρότουν, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι. καὶ ὃς σιγάσας αὐτοὺς “νῦν μὲν καὶ μεθύειν” ἔφη “καὶ κωμάζειν ἔξεστιν ἡμῖν· ἂν δ’ ὅσα βουλεύεσθε ἐπιτελέσητε, δουλεύσομεν.” M. 85 (p. 169).

9

.

40

.

5

ὅτι ὑπὸ τοῦ Κινέου ἐλέγετο Πύρρος ὁ βασιλεὺς πλείονας πό‐ λεις ἢ ὑπὸ τοῦ αὑτοῦ ἐξελεῖν δόρατος. καὶ γὰρ ἦν δεινός [εἶναι], φησὶ Πλούταρχος, ἐν τῷ λέγειν, καὶ τῷ Δημοσθένει μόνος ἐν τῇ δεινότητι παρισούμενος. ἀμέλει καὶ τὸ ἄτοπον τῆς ἐκστρατείας
5οἷα ἔμφρων εἰδὼς ἀνήρ, ἐμποδὼν τῷ Πύρρῳ ἐς λόγους ἐλθὼν καθ‐
ίστατο· ὁ μὲν γὰρ ἄρξειν 〈διὰ τὴν〉 ἀνδρείαν πάσης διενοεῖτο τῆς γῆς, ὁ δὲ ἀρκεῖσθαι ἱκανοῖς οὖσι τοῖς οἰκείοις πρὸς εὐδαιμο‐ νίαν προέτρεπεν. ἀλλὰ τὸ φιλοπόλεμον τοῦ ἀνδρὸς καὶ φιλόπρω‐ τον τὴν τοῦ Κινέου νικῆσαν παραίνεσιν, αἰσχρῶς ἀπαλλάξαι αὐτὸν
10καὶ Σικελίας καὶ Ἰταλίας πεποίηκεν, πολλὰς τῶν αὑτοῦ δυνάμεων μυριάδας ἐν ταῖς μάχαις ἁπάσαις ἀποβεβληκότα. V. 22 (p. 586).

9

.

40

.

3

ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς τε Ἠπείρου καλουμένης ἐβασί‐ λευσε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον, τὸ μὲν εὐεργεσίαις τὸ δὲ φόβῳ, προσεπεποίητο. Αἰτωλοί τε πολὺ τότε δυνάμενοι καὶ Φί‐ λιππος ὁ Μακεδὼν καὶ οἱ ἐν τῷ Ἰλλυρικῷ δυνάσται ἐθεράπευον
5αὐτόν. καὶ γὰρ φύσεως λαμπρότητι καὶ παιδείας ἰσχύι καὶ ἐμ‐ πειρίᾳ πραγμάτων πολὺ πάντων προέφερεν, ὥστε καὶ ὑπὲρ τὰς δυνάμεις καὶ τὰς ἑαυτοῦ καὶ 〈τὰσ〉 τῶν συμμάχων καίπερ μεγάλας οὔσας ἀξιοῦσθαι. V. 23 (p. 589).

9

.

40

.

4

ὅτι Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου τό τε φρόνημα πολλῷ μεῖζον ἔσχεν ἅτε καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀντίπαλος τοῖς Ῥω‐ μαίοις εἶναι νομιζόμενος, καὶ ἐν τύχῃ οἱ ἡγήσατο ἔσεσθαι τοῖς τε πρὸς αὐτὸν καταφυγοῦσιν, ἄλλως τε καὶ Ἕλλησιν οὖσιν, ἐπικου‐
5ρῆσαι καὶ ἐκείνους σὺν προφάσει τινὶ εὐπρεπεῖ προκαταλαβεῖν πρίν τι δεινὸν ὑπ’ αὐτῶν παθεῖν. οὕτω γάρ που καὶ τῆς εὐδο‐ ξίας αὐτῷ ἔμελεν ὥστε καὶ ἐκ πολλοῦ χρόνου Σικελίας ἐφιέμενος καὶ τὰ τῶν Ῥωμαίων ὅπῃ χειρώσαιτο διασκοπῶν, ὀκνεῖν τῆς πρὸς αὐτοὺς
ἔχθρας, ἐπειδὴ μηδὲν ἠδίκητο, προκατάρξασθαι. M. 86 (p. 169).

9

.

40

.

6

ὅτι Πύρρος πέμψας ἐς Δωδώνην ἐμαντεύσατο περὶ τῆς στρα‐ τείας· καί οἱ χρησμοῦ ἐλθόντος, ἂν ἐς τὴν Ἰταλίαν περαιωθῇ, Ῥωμαίους νικήσειν, συμβαλὼν αὐτὸν πρὸς τὸ βούλημα (δεινὴ γὰρ ἐξαπατῆσαί τινα ἐπιθυμία ἐστίν) οὐδὲ τὸ ἔαρ ἔμεινεν. M. 87
5(p. 169).

9

.

40

.

7

ὅτι οἱ Ῥηγῖνοι φρουρὰν ᾐτήσαντο παρὰ Ῥωμαίοις, ἡγεῖτο δὲ αὐτῆς Δέκιος. τούτων οὖν οἱ πλείους ἔκ τε τῆς περιουσίας τῶν ἐπιτηδείων καὶ ἐκ τῆς ἄλλης ῥᾳστώνης, ἅτε καὶ ἀνειμένῃ παρὰ πολὺ διαίτῃ πρὸς τὰ οἴκοι χρώμενοι, ἐπεθύμησαν, ἐνάγοντος αὐ‐
5τοὺς τοῦ Δεκίου, τοὺς πρώτους τῶν Ῥηγίνων ἀποκτείναντες τὴν πόλιν κατασχεῖν· ἄδεια γὰρ αὐτοῖς πολλὴ ἐφαίνετο, τῶν Ῥωμαίων περὶ τοὺς Ταραντίνους καὶ περὶ τὸν Πύρρον ἀσχόλων ὄντων, πάνθ’

9

.

40

.

8

ὅσα ἐβούλοντο πρᾶξαι. προσανέπειθε δὲ αὐτοὺς ὅτι καὶ τὴν
Μεσσήνην ὑπὸ τῶν Μαμερτίνων ἐχομένην ἑώρων· οὗτοι γὰρ Καμ‐ πανοί τε ὄντες, καὶ φρουρεῖν αὐτὴν ὑπ’ Ἀγαθοκλέους τοῦ ἐν Σι‐ κελίᾳ δυναστεύοντος ταχθέντες, σφαγάς τε τῶν ἐπιχωρίων ἐποιή‐

9

.

40

.

9

σαντο καὶ τὴν πόλιν κατέσχον. οὐ μέντοι ἐκ τοῦ προφανοῦς τὴν ἐπιχείρησιν ἐποιήσαντο· πολὺ γὰρ ἠλαττοῦντο τῷ πλήθει· ἀλλ’ ἐπιστολὰς ὁ Δέκιος ὡς καὶ τῷ Πύρρῳ ἐπὶ προδοσίᾳ σφῶν ὑπό τινων γεγραμμένας πλάσας ἤθροισε τοὺς στρατιώτας, καὶ ἐκείνας
5τε αὐτοῖς ὡς καὶ ἑαλωκυίας ἀνέγνω, καὶ προσπαρώξυνεν αὐτοὺς εἰπὼν οἷα εἰκὸς ἦν, ἄλλως τε καὶ ἐσαγγείλαντός τινος ἐκ κατα‐ σκευασμοῦ ὅτι ναυτικόν τέ τι τοῦ Πύρρου κατῆρέ που τῆς χώρας

9

.

40

.

10

καὶ ἐς λόγους τοῖς προδόταις ἀφικνεῖται. οἱ δὲ παρεσκευασμένοι ἐμεγάλυνον, καὶ διεβόων προκαταλαβεῖν τοὺς Ῥηγίνους πρίν τι δει‐ νὸν παθεῖν· ἀγνοοῦντας δὲ τὸ πρασσόμενον χαλεπῶς 〈ἂν〉 ἀντισχεῖν. καὶ οἱ μὲν ἐς τὰς καταγωγάς σφων οἱ δὲ ἐς τὰς οἰκίας ἐσπηδή‐
5σαντες ἐφόνευσαν πολλούς, πλὴν ὀλίγων οὓς ὁ Δέκιος καλέσας ἐπὶ δεῖπνον ἔσφαξεν. V. 24 (p. 589).

9

.

40

.

11

ὅτι ὁ Δέκιος ὁ φρούραρχος τοὺς Ῥηγίνους ἀποσφάξας φιλίαν πρὸς Μαμερτίνους ἐσπείσατο, νομίζων αὐτοὺς ἐκ τοῦ ὁμοιοτρόπου τῶν τολμημάτων πιστοτάτους σφίσι συμμάχους ἔσεσθαι, ἅτε καὶ εὖ εἰδὼς ὅτι συχνοὶ τῶν ἀνθρώπων ἰσχυροτέραις δή τισιν ἀνάγκαις
5ὑπὸ τοῦ τῶν ὁμοίων τι παρανομῆσαι τοῦ τε κατὰ νόμους ἑταιρι‐ κοῦ καὶ τοῦ κατὰ γένος οἰκείου συνίστανται. M. 88 (p. 170).

9

.

40

.

12

ὅτι διαβολὴν ἀπ’ αὐτῶν οἱ Ῥωμαῖοι χρόνον τινὰ ἔσχον, μέχρι οὗ ἐπεξῆλθον αὐτοῖς· πρὸς γὰρ τὰ μείζω καὶ πρὸς τὰ μᾶλλον κατεπείγοντα ἀσχολίαν ἄγοντες παρὰ σμικρόν τισιν αὐτὰ ποιεῖ‐
σθαι ἔδοξαν. M. 89 (ib.).

9

.

40

.

13

ὅτι οἱ Ῥωμαῖοι μαθόντες ἥξειν τὸν Πύρρον κατέδεισαν, ἐκεῖνόν τε αὐτὸν εὐπόλεμον εἶναι μαθόντες καὶ δύναμιν πολλὴν καὶ ἀναντ‐ αγώνιστον ἔχειν, οἷά που συμβαίνει περί τε τῶν ἀγνώστων σφίσι καὶ περὶ τῶν διὰ πλείστου ὄντων μάλιστα θρυλεῖσθαι 〈τοῖσ〉 πυν‐
5θανομένοις. M. 90 (p. 170).

9

.

40

.

14

ἀδύνατον γάρ ἐστι μήτε ἐν τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους τινάς, μήτε τῶν αὐτῶν ἐπιθυμοῦντας, μήτε τὰ αὐτὰ καλὰ καὶ αἰσχρὰ νομίζοντας εἶναι, φίλους ποτὲ ἀλλήλοις γενέσθαι. Max. Conf. Flor. f. 34r (M. p. 537).

9

.

40

.

15

ὅτι ἥ τε φιλοτιμία καὶ ἡ ἀπιστία ἀεὶ τοῖς τυράννοις σύν‐
εστιν, ἐξ ὧν ἀνάγκη μηδένα αὐτοὺς ἀκριβῆ φίλον ἔχειν· ἀπιστού‐ μενός τε γὰρ καὶ φθονούμενός τις οὐδένα ἂν καθαρῶς ἀγαπήσειε. πρὸς δ’ ἔτι καὶ ἡ τῶν τρόπων ὁμοιότης ἥ τε τοῦ βίου ἰσότης καὶ
5τὸ τὰ αὐτά τισι καὶ σφαλερὰ καὶ σωτήρια εἶναι καὶ ἀληθεῖς καὶ βεβαίους φιλίας μόνα ποιεῖ. ὅπου δ’ ἂν τούτων τι ἐνδεήσῃ, προσ‐ ποιητὸν μέν τι σχῆμα ἑταιρίας ὁρᾶται, ἕρμα δ’ οὐδὲν αὐτῆς ἐχέγ‐ γυον εὑρίσκεται. M. 91 (p. 170) et Max. Conf. Flor. f. 34r et v (M. p. 537).

9

.

40

.

16

ὅτι στρατηγία ἂν μὲν καὶ δυνάμεις ἀξιόχρεως λάβῃ, πλεῖστον καὶ πρὸς σωτηρίαν σφῶν καὶ πρὸς ἐπικράτησιν φέρει, αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδενὸς ἐν μέρει 〈ἐστίν〉· οὐδὲ γὰρ οὐδ’ ἄλλη τις τέχνη χωρὶς τῶν συμπραξόντων καὶ συνδιοικησόντων αὐτῇ ἰσχύει.
5M. 92 (p. 171).

9

.

40

.

18

ὅτι τοῦ Μεγακλέους τελευτήσαντος καὶ τοῦ Πύρρου τὸν πῖλον ἀπορρίψαντος ἐς τὸ ἐναντίον ἡ μάχη περιέστη· τοῖς μὲν γὰρ ἡ σωτηρία αὐτοῦ πολὺ πλεῖον ἐκ τοῦ παρὰ τὴν ἐλπίδα σφῶν αὐτὸν περιεῖναι, ἢ εἰ μηδ’ ἀρχὴν τεθνηκέναι ἐνενόμιστο, θάρσος ἐνε‐
5ποίησεν, οἱ δὲ ἀπατηθέντες δεύτερον οὐδὲν ἔτι πρόθυμον ἔσχον, κολουσθέντες τε αὖθις τὸ μάτην θαρσῆσαν καὶ ἐκ τῆς δι’ ὀλίγου μεταβολῆς σφων ἐς τὴν τοῦ χείρονος δόκησιν οὐδ’ ὕστερόν ποτε
αὐτὸν φθαρήσεσθαι ἐλπίσαντες. M. 93 (p. 171).

9

.

40

.

19

ὅτι συγχαιρόντων τινῶν τῷ Πύρρῳ τῆς νίκης, τὴν μὲν δόξαν τοῦ ἔργου ἐδέχετο, εἰ δὲ δὴ καὶ αὖθίς ποτε ὁμοίως κρατήσειεν, ἀπολεῖσθαι ἔφη. καὶ τοῦτό τ’ αὐτοῦ φερόμενόν ἐστιν, καὶ ὅτι τοὺς Ῥωμαίους καίτοι νικηθέντας ἐθαύμασε καὶ προέκρινε τῶν
5ἑαυτοῦ στρατιωτῶν, εἰπὼν ὅτι τὴν οἰκουμένην ἂν ἤδη πᾶσαν ἐχει‐ ρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον. M. 94 (ib.).

9

.

40

.

21

ὅτι Πύρρος λαμπρός τε ἐπὶ τῇ νίκῃ ἦν καὶ ὄνομα ἀπ’ αὐτῆς μέγα ἔσχεν, ὥστε πολλοὺς μὲν τῶν ἐκ τοῦ μέσου καθημένων προσ‐ χωρῆσαί οἱ, πάντας δὲ τοὺς περιορωμένους τῶν συμμάχων ἀφι‐ κέσθαι. οὐ μὴν οὔτε ἐμφανῆ ὀργὴν αὐτοῖς ἐποιήσατο, οὔτ’ αὖ
5παντελῶς τὴν ὑποψίαν ἀπεκρύψατο, ἀλλ’ ὀλίγα σφίσιν ἐπὶ τῇ διαμελλήσει ἐπιτιμήσας ............... ἔδεισε μὴ καὶ ἐς φανε‐

9

.

40

.

22

ρὰν αὐτοὺς ἀλλοτρίωσιν προαγάγῃ, καὶ ἐκ τοῦ μηδὲν ἐνδείξασθαι ἐνόμισεν ἤτοι καταγνωσθήσεσθαι ὑπ’ αὐτῶν εὐήθειαν ὡς οὐ συνεὶς ὧν ἔπραξαν, ἢ καὶ ὑποπτευθήσεσθαι ὀργὴν κρυφαίαν ἔχειν, καὶ ἀπ’ αὐτῶν 〈ἢ〉 καταφρόνησιν ἢ μῖσος προεπιβουλήν τε ἐς αὑτόν,
5ὅπως μὴ προπάθωσί τι, ἐγγενήσεσθαί σφισι προσεδόκησε. δι’ οὖν ταῦτα πρᾴως τε αὐτοῖς διελέχθη καὶ τῶν σκύλων τινὰ ἔδωκεν. M. 95 (p. 172).

9

.

40

.

23

ὅτι Πύρρος τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους συχνοὺς ὄντας τὸ μὲν πρῶτον πεῖσαι ἐπεχείρησεν ἐπὶ τὴν Ῥώμην συστρατεῦσαι, ὡς δὲ οὐκ ἠθέλησαν, ἰσχυρῶς ἐθεράπευσε, μήτε δήσας τινὰ μήτ’ ἄλλο τι κακὸν δράσας, ὡς καὶ προῖκα αὐτοὺς ἀποδώσων καὶ ἀμα‐
5χεὶ δι’ αὐτῶν τὸ ἄστυ προσποιησόμενος. V. 25 (p. 590).

9

.

40

.

24

ὅτι οἱ Ῥωμαῖοι ἐν ἀπόρῳ γενόμενοι διὰ τοὺς ἐλέφαντας ἅτε μηπώποτε τοιοῦτο θηρίον ἰδόντες, τὴν μέντοι θνητὴν φύσιν ἐν‐ θυμούμενοι καὶ ὅτι θηρίον οὐδὲν ἀνθρώπου κρεῖττόν ἐστιν, ἀλλὰ πάντα δὴ πάντως, εἰ καὶ μὴ κατ’ ἰσχύν, ταῖς γοῦν σοφίαις σφῶν
5ἐλαττοῦται, ἐθάρσουν. M. 96 (p. 172).

9

.

40

.

25

ὅτι καὶ οἱ στρατιῶται οἱ τοῦ Πύρρου, οἵ τε οἴκοθεν καὶ οἱ σύμμαχοι, δεινῶς πρὸς τὰς ἁρπαγὰς ὡς καὶ ἑτοίμους καὶ ἀκιν‐ δύνους σφίσιν οὔσας ἠπείγοντο. M. 97 (ib.).

9

.

40

.

26

ὅτι οἱ Ἠπειρῶται τὴν φιλίαν, ἀγανακτήσει ὅτι ἐπὶ μεγάλαις δή τισιν ἐλπίσι στρατεύσαντες οὐδὲν ἔξω τῶν πραγμάτων εἶχον, ἐλυμήναντο, καὶ πάνυ γε ἐν καιρῷ τοῦτο τοῖς Ῥωμαίοις ἐγένετο· συνιστάμενοι γὰρ πρὸς αὐτὸν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ἀνεκόπησαν,
5ἐξ ἴσου τὰ τῶν συμμάχων 〈καὶ τὰ〉 τῶν πολεμίων πορθοῦντας αὐτοὺς ὁρῶντες· τὰ γὰρ ἔργα αὐτοῦ μᾶλλον ἢ τὰς ὑποσχέσεις ἐσκό‐ πουν. M. 98 (ib.).

9

.

40

.

27

ὅτι ὁ Πύρρος ἐφοβήθη μὴ καὶ πανταχόθεν ὑπὸ τῶν Ῥωμαίων ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ. χαλεπῶς δ’ ἐπὶ τούτῳ τῶν συμ‐ μάχων αὐτοῦ φερόντων, εἶπέ σφισιν ὅτι σαφῶς ἐξ αὐτῆς τῆς χώρας ὁρῴη ὅσον τῶν Ῥωμαίων διαφέρουσι· τὴν μὲν γὰρ ἐκείνων
5ὑπήκοον καὶ δένδρα παντοδαπὰ καὶ ἀμπελουργίας καὶ γεωργίας κατασκευάς τε τῶν ἀγρῶν πολυτελεῖς ἔχειν, τὰ δὲ δὴ τῶν ἑαυτοῦ φίλων οὕτω πεπορθῆσθαι ὥστε μηδ’ εἰ κατῳκήθη ποτὲ γιγνώ‐ σκεσθαι. M. 99 (p. 173).

9

.

40

.

28

ὅτι ὁ αὐτός, ἐπειδή γε ἀναχωροῦντι αὐτῷ τὸ στράτευμα τοῦ Λαιουίνου πολλῷ πλεῖον τοῦ πρόσθεν εἶδεν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. οὐ μέντοι παρὰ τοῦθ’ ἧττον ἐθάρσησεν, 〈ἀλλ’〉 ἀντιπαρετάξατο μέν, οὐκ
5ἐμαχέσατο δέ. M. 100 (ib.).

9

.

40

.

29

ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος, φρουράν τέ σφισι πρὸς τὰ
μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν
5καὶ ἐξένισε λαμπρῶς καὶ τἆλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν οἵαν ἡττηθέντας εἰκὸς ἦν ποιήσεσθαι. UR 5 (p. 376).

9

.

40

.

30

ὅτι τοῦ Φαβρικίου αὐτὸ τοῦτο μόνον εἰπόντος, ὅτι Ῥωμαῖοι ἡμᾶς ἔπεμψαν τούς τε ἑαλωκότας ἐν τῇ μάχῃ κομιουμένους καὶ λύτρα ἀντ’ αὐτῶν ἀντιδώσοντας, ὅσα ἂν ἀμφοτέροις ἡμῖν συμβῇ, διηπορήθη τε ὅτι μὴ περὶ τῆς εἰρήνης πρεσβεύειν ἔφη, καὶ μετα‐
5στησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν φίλων ὧνπερ εἰώθει, τὸ μέν τι καὶ περὶ τῆς ἀνταποδόσεως τῶν αἰχμαλώτων, τὸ δὲ δὴ πλεῖστον περί τε τοῦ πολέμου καὶ περὶ τῆς διαχειρίσεως αὐτοῦ, εἴτε κατὰ τὸ ἰσχυρὸν εἴτε καὶ ἄλλως πως αὐτὸν ... M. 101 (p. 173).

9

.

40

.

31

... | μεταχειρίσασθαι ἢ μάχας καὶ παρατάξεις ἀσταθμήτους ἀναρρῖψαι· ὥστε πεισθείς, ὦ Μίλων, ἐμοὶ καὶ τῷ παλαιῷ λόγῳ, μηδὲ ἐς ἄλλο τι βίᾳ μᾶλλον ἢ σοφίᾳ, ὅπου γε καὶ ἐνδέχεται, χρήσῃ, ἐπεὶ Πύρρος γε πάντα τὰ πρακτέα οἱ ἀκριβῶς οἶδε καὶ οὐδὲν
5αὐτῶν δεῖται παρ’ ἡμῶν μαθεῖν.” ταῦτ’ εἶπε, καὶ πάντας ὁμο‐ γνώμονες ἐγένοντο, καὶ μάλισθ’ ὅτι ἐκ μὲν τούτων οὔτε ζημιωθή‐
σεσθαί τι οὔτε κινδυνεύσειν, ἐκ δὲ τῶν ἑτέρων ἑκάτερον πείσε‐

9

.

40

.

32

σθαι ἔμελλον. καὶ ὁ Πύρρος οὕτω φρονῶν εἶπε πρὸς τοὺς πρέ‐ σβεις “οὔτε πρότερον ἑκὼν ὑμῖν, ὦ Ῥωμαῖοι, ἐπολέμησα, οὔτ’ ἂν νῦν πολεμήσαιμι· φίλος τε γὰρ ὑμῶν γενέσθαι περὶ παντὸς ποι‐ οῦμαι, καὶ διὰ τοῦτο τούς τε αἰχμαλώτους πάντας ἄνευ λύτρων
5ἀφίημι καὶ τὴν εἰρήνην σπένδομαι.” καὶ ἰδίᾳ τούτους ἐθεράπευεν, ὅπως μάλιστα μὲν τὰ ἑαυτοῦ ἀνθέλωνται, εἰ δὲ μή, τήν γε φιλίαν οἱ πρυτανεύσωσιν. M. 102 (p. 173).

9

.

40

.

33

ὁ δὲ Πύρρος τούς τε ἄλλους προσηταιρίσατο καὶ τῷ Φαβρικίῳ διελέχθη ὧδε· “ἐγὼ, ὦ Φαβρίκιε, πολεμεῖν μὲν ὑμῖν οὐδὲν ἔτι δέομαι, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν τοῖς Ταραντίνοις ἐπείσθην καὶ δεῦρο ἦλθον μεταγιγνώσκω, καίπερ πολὺ ὑμᾶς ἐν τῇ μάχῃ κρατή‐
5σας· φίλος δὲ δὴ καὶ πᾶσι μὲν Ῥωμαίων ἡδέως ἂν ἐγενόμην, μά‐ λιστα δὲ δὴ σοί· πάνυ γάρ σε καὶ ἀγαθὸν καὶ ἐλλόγιμον ἄνδρα ὁρῶ ὄντα. τήν τε οὖν εἰρήνην συμπρᾶξαί σέ μοι ἀξιῶ, καὶ οἴκαδε [καὶ ἐς τὴν Ἤπειρον] ἐπισπέσθαι· ἐπί τε γὰρ τὴν Ἑλλάδα στρατευ‐

9

.

40

.

34

σείω καὶ συμβούλου στρατηγοῦ τέ σου δέομαι.” ὁ οὖν Φαβρίκιος “ἐπαινῶ μέν σε” εἶπεν “ὅτι καὶ ἐπὶ τῇ στρατείᾳ μεταγιγνώσκεις
καὶ τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι πρὸς αὐτήν, εἴγε συμφέρει ἡμῖν, σπουδάσω (οὐ γάρ που καὶ κατὰ τῆς πατρίδος τι πρᾶξαί
5με ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα ἀξιώσεις), σύμβουλον δὲ δὴ καὶ στρατηγὸν μηδένα ποτὲ ἐκ δημοκρατίας παραλάβῃς· [ἐμοὶ] ἔμοιγ’ οὐδ’ ἡτισοῦν ἐστι σχολή. οὐ μέντοι οὐδὲ τούτων τι 〈λάβοιμι〉 ἄν,

9

.

40

.

35

ὅτι οὐ προσήκει τὸ παράπαν πρεσβευτὴν δωροδοκεῖν. πυνθάνομαι γοῦν πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα εἶναι ἢ οὔ· εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; εὖ τοίνυν ἴσθ’ ὅτι ἐγὼ
5μὲν καὶ πάνυ πολλὰ ἔχω καὶ οὐδὲν δέομαι πλειόνων· ἀρκεῖ γάρ μοι τὰ ὄντα, καὶ οὐδενὸς τῶν ἀλλοτρίων ἐπιθυμῶ· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖν νομίζεις, ἐν πενίᾳ μυρίᾳ καθέστηκας· οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τἆλλα ὅσα κέκτησαι καταλιπὼν δεῦρ’ ἐπεραι‐

9

.

40

.

36

ώθης, εἴγε ἐκείνοις τε ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου. ὅταν γάρ τις τοῦτο πάσχῃ καὶ μηδένα ὅρον τῆς ἀπληστίας ποιῆται, πτω‐ χότατός ἐστι. διὰ τί; ὅτι πᾶν τὸ μὴ ὑπάρχον αὐτῷ ὡς καὶ ἀναγ‐ καῖον ποθεῖ, καθάπερ ἄνευ ἐκείνου μὴ δυνάμενος ζῆσαι. ὥστ’
5ἔγωγε ἡδέως ἄν σοι, ἐπειδὴ καὶ φίλος μοι φὴς εἶναι, ἐκ τοῦ ἐμαυ‐ τοῦ τι πλούτου χαρισαίμην· πολλῷ γάρ τοι καὶ ἀσφαλέστερος καὶ
ἀθανατώτερός ἐστι τοῦ σοῦ, καὶ οὔτε τις αὐτῷ φθονεῖ οὔτε τις ἐπιβουλεύει, οὐ δῆμος, οὐ τύραννος· καὶ τὸ μέγιστον, ὅσῳ τις ἂν

9

.

40

.

37

αὐτοῦ πλείοσι μεταδιδῷ, καὶ αὐτὸς ἐπὶ μεῖζον αὔξεται. τίς οὖν οὗτός ἐστιν; τὸ τοῖς ὑπάρχουσί τινι ὡς καὶ παμπληθέσιν οὖσιν ἡδέως χρῆσθαι, τὸ τῶν ἀλλοτρίων ὡς καὶ μέγα τι κακὸν ἐχόντων ἀπέχεσθαι, τὸ μηδένα ἀδικεῖν, τὸ πολλοὺς εὐεργετεῖν, ἄλλα μυρία
5ἃ σχολὴν ἄν τις ἄγων εἴποι. ὡς ἔγωγε βουλοίμην ἄν, εἴπερ που πάντως ἀναγκαῖον εἴη θάτερον αὐτῶν παθεῖν, βιασθεὶς ἂν μᾶλλον ἢ φενακισθεὶς ἀπολέσθαι· τὸ μὲν γὰρ τῆς τύχης ἀξιώσει φιλεῖ τισι συμβαίνειν, τὸ δὲ ἔκ τε ἀνοίας καὶ ἐξ αἰσχροκερδείας πολλῆς,

9

.

40

.

38

ὥσθ’ αἱρετώτερον εἶναι [τι] τῇ τοῦ θείου πλεονεξίᾳ μᾶλλον ἢ τῇ ἑαυτοῦ κακίᾳ σφαλῆναι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ σῶμά τινος ἡττᾶται, ἐν δὲ τούτῳ καὶ ἡ ψυχὴ προσδιαφθείρεται· ..., ἐνταυθοῖ δ’ αὐ‐ τοέντης τρόπον τινὰ αὐτός τις ἑαυτοῦ γίγνεται, ὅτι ὁ τὴν ψυχὴν
5ἅπαξ τὴν ἑαυτοῦ τὸ μὴ τοῖς παροῦσιν ἀρκεῖσθαι διδάξας ἀόριστον τὴν τῆς πλεονεξίας ἐπιθυμίαν λαμβάνει. M. 103 (p. 174) et Max. Conf. Flor. f. 75V (M. p. 538).

9

.

40

.

39

καὶ προθυμότατα ἐς τοὺς καταλόγους ἀπήντησαν, τὸ καθ’ ἑαυτὸν ἕκαστος ἐλλιπὲς ἀνάστασιν τῆς πατρίδος [εἶναι] νομίζοντες
ἔσεσθαι. M. 104 (p. 176).

9

.

40

.

40

τοιαύτη μὲν ἡ τοῦ λόγου φύσις ἐστὶ καὶ τοσαύτην ἰσχὺν ἔχει ὥστε καὶ ἐκείνους ὑπ’ αὐτοῦ τότε μεταβαλεῖν καὶ ἐς ἀντίπαλον καὶ μῖσος καὶ θάρσος τοῦ τε δέους τοῦ Πύρρου καὶ τῆς ἐκ τῶν δώρων αὐτοῦ ἀλλοιώσεως περιστῆναι. M. 105 (p. 176).

9

.

40

.

42

ὅτι πᾶν τὸ τῇ γνώμῃ παρὰ δόξαν ταπεινωθὲν καὶ τῆς ῥώμης
ὑποδίδωσιν. M. 106 (p. 177).

10

.

40

.

43

ὅτι τῷ Δεκίῳ ὁ Πύρρος προσπέμψας οὔτε προχωρήσειν οἱ τοῦτο πρᾶξαι ἐθελήσαντι ἔφη [τοῦτ’ ἔστι τὸ μὴ συλληφθέντα ἀπο‐ κτανθῆναι] καὶ ζωγρηθέντα κακῶς αὐτὸν ἀπολεῖσθαι ἐπηπείλησεν. οἱ δὲ ὕπατοι πρὸς ταῦτα ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς
5δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. M. 107 (p. 177).

10

.

40

.

45

οὔθ’ ὅπως τὸν ἕτερον αὐτῶν πρότερον οὔθ’ ὅπως ἀμφοτέ‐ ρους ἅμα ἀμύναιτο ἔσχεν, καὶ ἐν ἀμηχανίᾳ ἦν· τό τε γὰρ διελεῖν τὸ στράτευμα ἔλαττον ὂν τῶν ἐναντίων ἐδεδίει, καὶ τὸ τῷ ἑτέρῳ τὴν χώραν ἀδεῶς κακοῦν ἀφεῖναι δεινὸν ἐποιεῖτο. M. 108 (p. 177).

10

.

40

.

46

ἐπεὶ μέντοι ἄλλως τε δι’ ἀκριβείας αὐτοὺς ἐποιεῖτο, μεῖζον μέρος ἐς ἀσφάλειαν τοῦ μηδ’ 〈ἂν〉 ἐπιθυμῆσαί τινα κακῶς αὐτὸν δρᾶσαι τῷ μηδ’ ἂν ἐθελήσῃ 〈δύνασθαι〉 νέμων, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τέλει, καὶ τοὺς ἐπικαλεσαμένους αὐτόν, τὸ μέν τι
5βαρυνόμενός σφισιν ὅτι ὑπ’ αὐτῶν ἐν κράτει τῆς πόλεως γεγο‐ νέναι ἐλέγετο, τὸ δὲ καὶ προσυποπτεύων σφᾶς μὴ ὥσπερ αὐτῷ οὕτω καὶ ἄλλῳ τινὶ προσχωρήσωσιν, ἐξήλασε καὶ διέφθειρεν, ...
M. 109 (p. 178).

10

.

40

.

48

ὅτι τῷ Πύρρῳ ὡς οὐδὲν οἱ σύμμαχοι συντελέσαι ἐβούλοντο, ἐτράπετο πρὸς τοὺς θησαυροὺς τῆς Φερρεφάττης, δόξαν πλούτου μεγάλην ἔχοντας, καὶ αὐτοὺς συλήσας ἐς τὸν Τάραντα τὰ σῦλα ἐπὶ νεῶν ἔπεμψε. καὶ οἵ τε ἄνθρωποι ὀλίγου πάντες ὑπὸ χει‐
5μῶνος ἐφθάρησαν καὶ τὰ χρήματα τά τε ἀναθήματα ἐς τὴν γῆν ἐξέπεσεν. V. 26 (p. 590).

10

.

40

.

47

ὅτι τοῦ Πύρρου ἐκεῖνο δὴ πάντες ἐθαύμαζον, ὅτι νεανίσκων τινῶν ἐν συμποσίῳ σκωψάντων αὐτὸν τὰ μὲν πρῶτα ἐξελέγξαι
σφᾶς ἠθέλησεν, ὅπως τιμωρήσηται, ἔπειτ’ εἰπόντων αὐτῶν ὅτι πολὺ πλείω καὶ χαλεπώτερα ἂν εἰρήκειμεν εἰ μήπερ ὁ οἶνος ἡμᾶς
5ἐπελελοίπει, ἐγέλασε καὶ ἀφῆκεν αὐτούς. M. 110 (p. 178).

10

.

33

.

1

ὅτι Ἀγύλλαιοι ἐπειδὴ ᾔσθοντο τοὺς Ῥωμαίους σφίσι πολε‐ μῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς χώρας ἔτυχον.
UG 2 (p. 374).

10

.

41

.

1

καὶ ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ὁ Φιλάδελφος ἐπικληθείς, ὡς τόν τε Πύρρον κακῶς ἀπηλλαχότα καὶ τοὺς Ῥω‐ μαίους αὐξανομένους ἔμαθε, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. οἱ οὖν Ῥωμαῖοι ἡσθέντες ὅτι καίτοι διὰ πλείστου ὢν
5περὶ πολλοῦ σφᾶς ἐπεποίητο, πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν. ἐπειδή τε ἐκεῖνοι δῶρα παρ’ αὐτοῦ μεγαλοπρεπῆ λαβόντες ἐς τὸ
δημόσιόν σφας ἀπέδειξαν, οὐκ ἐδέξαντο αὐτά. UG 3 (p. 374).

10

.

42

.

1

ὅτι τοιαῦτα πράττοντες οἱ Ῥωμαῖοι καὶ ἐπὶ μεῖζον ἀεὶ αἰρό‐ μενοι οὐδέπω ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Κορινθίων ἀποικι‐ σθεῖσιν ἐξέδωκαν, ὅτι τινὰς πρέσβεις αὐτῶν ὕβρισεν. οὐ μέντοι
5καὶ ἐκεῖνοι δεινόν τι ἔδρασαν αὐτόν, ἀλλὰ καὶ ἔπεμψαν οἴκαδε.
V. 27 (p. 590).

10

.

40

46a

Δίων ιʹ βιβλίῳ “οὗτοι δὲ καὶ προσυποπτεύουσιν ὑμᾶς”. Bekk.
Anecd. p. 177 28.

11

.

43

.

1

ὅτι αἰτίαι ἐγένοντο τῆς πρὸς ἀλλήλους διαφορᾶς τοῖς μὲν Ῥω‐ μαίοις ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, τοῖς δὲ Καρ‐ χηδονίοις ὅτι Ῥωμαῖοι φιλίαν τῷ Ἱέρωνι συνέθεντο. ἀλλὰ ταῦτα μέν, οἷά που πεφύκασιν οἱ τῷ μὲν ἔργῳ πλεονεκτεῖν βουλόμενοι
5τὴν δὲ δόξαν αὐτοῦ αἰσχυνόμενοι, σκήψεις ἐποιοῦντο· ἡ δὲ ἀλή‐

11

.

43

.

2

θεια ἄλλως ἔχει. δυνάμενοι 〈μὲν〉 γὰρ ἐκ πολλοῦ οἱ Καρχηδόνιοι, αὐξανόμενοι δὲ ἤδη οἱ Ῥωμαῖοι ἀλλήλους τε ὑφεωρῶντο, καὶ τὰ μὲν ἐπιθυμίᾳ τοῦ ἀεὶ πλείονος κατὰ τὸ 〈τοῖσ〉 πολλοῖς τῶν ἀν‐
θρώπων, καὶ μάλισθ’ ὅταν εὖ πράττωσιν, ἔμφυτον, τὰ δὲ καὶ
5φόβῳ προήχθησαν ἐς τὸν πόλεμον, 〈μίαν〉 καὶ τὴν αὐτὴν ἑκάτεροι τῶν οἰκείων σωτηρίαν ἀσφαλῆ τὸ τὰ τῶν ἑτέρων προσκτήσασθαι

11

.

43

.

3

νομίζοντες εἶναι· τά τε γὰρ ἄλλα καὶ χαλεπώτατον ἀδύνατόν τε ἦν δύο δήμους ἔν τε ἐλευθερίᾳ καὶ ἐν δυνάμει φρονήματί τε ὄντας, καὶ βραχύτατον 〈ὡσ〉 εἰπεῖν ταῖς τῆς ναυτιλίας ὀξύτησι διεστη‐ κότας, ἄλλων μέν τινων ἄρχειν, ἀλλήλων δὲ ἀπέχεσθαι ἐθελῆσαι.
5τοιοῦτον κατὰ τύχην συμπεσὸν τάς τε σπονδάς σφων διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς συνέρρηξεν. M. 111 (p. 178).

11

.

43

.

4

ὅτι τὸ ἀγώνισμα λόγῳ μὲν περὶ Μεσσήνης καὶ Σικελίας, ἔργῳ δὲ καὶ περὶ τῆς οἰκείας ἑκάτεροι ἐκεῖθεν ἤδη κινούμενον ᾐσθά‐ νοντο, καὶ τὴν νῆσον, ἅτε ἐν μέσῳ σφῶν κειμένην, ἐπίβασιν τοῖς κρατήσασιν αὐτῆς ἐπὶ τοὺς ἑτέρους ἀσφαλῆ παρέξειν ἐνόμιζον.
5M. 112 (p. 179).

11

.

43

.

5

ὅτι Γάιος Κλαύδιος ἐλθὼν ἐς ἐκκλησίαν ἄλλα τε ἐπαγωγὰ εἶπε καὶ ὅτι ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, οὐ γὰρ δεῖσθαί γε Ῥωμαίους Μεσσήνης οὐδέν· καὶ ὅτι εὐθύς, ἐπειδὰν τὰ πράγματα αὐτῶν καταστήσῃ, ἀποπλευσεῖται. κἀκ τούτου καὶ τοὺς Καρχη‐
5δονίους ἤτοι καὶ ἀποχωρῆσαι ἐκέλευσεν, ἤ, εἰ δή τι δίκαιον εἰπεῖν

11

.

43

.

6

ἔχουσιν, ἐς κρίσιν καταστῆναι. ὡς δ’ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο καὶ οἱ Καρχηδόνιοι ἅτε καὶ βίᾳ τὴν πόλιν κατέχοντες βραχὺ αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη μαρτύριον τὴν σιωπὴν παρ’ ἀμφοτέρων ἔχειν, τῶν μὲν ὅτι ἀδικοῖεν, δεδικαιολο‐
5γῆσθαι γὰρ ἂν εἴπερ τι ὑγιὲς ἐφρόνουν, τῶν δὲ ὅτι τῆς ἐλευθε‐ ρίας ἐπιθυμοῖεν· παρρησίᾳ γὰρ ἄν, εἴπερ τὰ τῶν Καρχηδονίων ᾑροῦντο, ἄλλως τε καὶ ἰσχύος αὐτῶν παρούσης κεχρῆσθαι. καὶ
προσυπέσχετό σφισι βοηθήσειν καὶ διὰ τὸ γένος αὐτῶν τῆς Ἰτα‐ λίας ὂν καὶ διὰ τὴν αἴτησιν τῆς ἐπικουρίας ἣν ἐπεποίηντο.
10M. 113 (p. 179).

11

.

43

.

7

ὅτι Γάιος Κλαύδιος τῶν τε τριήρων τινὰς ἀπέβαλε καὶ χαλε‐ πῶς ἀπεσώθη· οὐ μέντοι παρὰ τοῦθ’ ἧττον οὔτε ἐκεῖνος οὔτε οἱ ἐν τῷ ἄστει Ῥωμαῖοι ἀντελάβοντο τῆς θαλάσσης, ὅτι πρῶτον πει‐ ρασάμενοι αὐτῆς ἡττήθησαν, ὅπερ που φιλοῦσιν οἱ πρῶτόν τι
5ἐγχειρισάμενοι καὶ σφαλέντες ποιεῖν, πρὸς οἰωνοῦ τὸ πρόσθεν τι‐ θέμενοι καὶ μηδ’ αὖθίς ποτε κατορθώσειν νομίζοντες· ἀλλὰ καὶ προθυμότερον αὐτῆς διά τε τἆλλα καὶ διὰ φιλοτιμίαν, ἵνα μὴ καὶ ὑπὸ τῆς συμφορᾶς ἀποτετράφθαι δόξωσι, μετεποιήσαντο. M. 114 (p. 180).

11

.

43

.

8

ὅτι ὁ Ἄννων οὔτ’ ἄλλως ἐν ἐλαφρῷ τὸν πόλεμον ποιούμενος, εἴ τε καὶ δέοι αὐτὸν γενέσθαι, τὴν γοῦν αἰτίαν τῆς διαλύσεως τῶν σπονδῶν ἐς ἐκεῖνον τρέψαι, μὴ κατάρχειν αὐτὸς νομισθείη, θέλων, ἀπέπεμψε αὐτῷ τὰς ναῦς καὶ τοὺς αἰχμαλώτους, πρός τε τὴν εἰ‐
5ρήνην προυκαλεῖτο, καὶ προσπαρῄνει οἱ μὴ πολυπραγμονεῖν τὴν θάλατταν. M. 115 (ib.).

11

.

43

.

9

ὅτι ἐπεὶ οὐδὲν ἐδέξατο, ἀπειλὴν ὑπέρφρονα καὶ νεμεσητὴν ἠπείλησεν· ἔφη τε γὰρ μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοῖς Ῥωμαίοις ἐπιτρέψειν, καὶ μετὰ ταύτης ἀπέβαλε καὶ τὴν Μεσσήνην οὐ πολλῷ ὕστερον. M. 116 (ib.).

11

.

43

.

10

ὅτι ὁ Κλαύδιος καταλαβὼν τοὺς Μαμερτίνους ἐν τῷ λιμένι συνεστραμμένους ἐκκλησίαν τε αὐτῶν ἐποίησε καὶ εἰπὼν ὅτι “οὐδὲν δέομαι τῶν ὅπλων, ἀλλ’ αὐτοῖς ὑμῖν διαγνῶναι πάντα ἐπιτρέπω,” ἔπεισέ σφας μεταπέμψασθαι τὸν Ἄννωνα· μὴ βουληθέντος τε αὐ‐
5τοῦ καταβῆναι πολὺς ἐνέκειτο κατατρέχων καὶ λέγων ὅτι, εἰ δή τι καὶ τὸ βραχύτατον δικαίωμα εἶχεν, πάντως ἂν ἐς λόγους οἱ ἀφί‐ κετο καὶ οὐκ ἂν βίᾳ τὴν πόλιν κατεῖχεν. M. 117 (ib.).

11

.

43

32c

Δίων ιαʹ βιβλίῳ “σὺ μὲν καὶ τοῖς φίλοις τοῖς τι πλημμελή‐ σασιν ἐπεξέρχῃ, ἐγὼ δὲ καὶ τοῖς ἐχθροῖς συγγιγνώσκω.” Bekk.
Anecd. p. 171 29.

11

.

43

.

11

ὅτι ὁ ὕπατος Κλαύδιος τοῖς στρατιώταις προσπαρῄνεσε θαρ‐ σεῖν μηδὲ ἐπὶ τῇ τοῦ χιλιάρχου ἥττῃ καταπεπλῆχθαι, διδάσκων αὐτοὺς ὅτι τε αἱ νῖκαι τοῖς ἄμεινον παρεσκευασμένοις γίγνοιντο καὶ ὅτι ἡ σφετέρα ἀρετὴ πολὺ τῆς τῶν ἐναντίων τέχνης προέχουσα
5εἴη· ἑαυτοὺς μὲν γὰρ τὴν ἐπιστήμην τῶν ναυτικῶν δι’ ὀλίγου προσ‐ λήψεσθαι, τοῖς δὲ δὴ Καρχηδονίοις μηδέποτε τὴν ἀνδρείαν ἐκ τοῦ ἴσου σφίσιν ὑπάρξειν ἔφη· τὸ μὲν γὰρ κτητὸν διὰ βραχέος τοῖς τὸν νοῦν αὐτῷ προσέχουσι καὶ καθαιρετὸν μελέτῃ εἶναι, τὸ δὲ εἰ μὴ φύσει τῳ προσείη, οὐκ ἂν διδαχῇ πορισθῆναι. M. 118 (p. 181).

11

.

43

.

12

ὅτι θαρσήσαντες οἱ Λίβυες 〈ὡσ〉 οὐ τῇ φύσει τοῦ χωρίου ἀλλὰ τῇ σφετέρᾳ ἀρετῇ κεκρατηκότες ἐπέξοδον ἐποιήσαντο· ὁ δὲ Κλαύδιος οὕτως αὐτοὺς δεδιέναι ἐποίησεν ὡς μηδ’ ἔξω τοῦ στρα‐ τοπέδου παρακῦψαι. M. 119 (ib.).

11

.

43

.

13

ὅτι συμβαίνει γὰρ ὡς [ἐπὶ] πλήθει τοῖς μὲν ἐκ λογισμοῦ τι δε‐ διόσιν ὀρθοῦσθαι διὰ προφυλακὴν αὐτοῦ, τοῖς δ’ ἀπρονοήτως θρα‐ συνομένοις φθείρεσθαι δι’ ἀφυλαξίαν. Max. Conf. Flor. f. 165V (M. p. 539).

11

.

43

.

14

τὸ μὲν σωφρονοῦν καὶ κτᾶται τὰς νίκας καὶ γενομένας φυλάσ‐ σει, τὸ δ’ ἀσελγαῖνον οὔτε περιγίγνεταί τινος, κἂν ἄρα εὐτυχήσῃ ποτὲ ἔν τινι, ῥᾷστα αὐτὸ ἀπόλλυσι· κἂν μὲν διασώσῃ τι, χεῖρον ὑπ’ αὐτοῦ τοῦ παρὰ λόγον εὐπραγῆσαι γενόμενον, οὐχ ὅσον οὐκ

11

.

43

.

15

ἐκείνου τι ὀνίναται, ἀλλὰ καὶ αὐτῷ προσδιαφθείρεται. καὶ γάρ πως πᾶν τὸ παρὰ λόγον θρασυνόμενον καὶ δεδιέναι ἀλόγως πέ‐ φυκεν· ὁ μὲν γὰρ λογισμὸς τήν τε γνώμην τῇ προνοίᾳ βεβαίαν καὶ τὴν ἐλπίδα πιστὴν ἐκ τοῦ ἐχεγγύου αὐτῆς ἔχων, οὔτε καταπτήσ‐
5σειν τινὰ οὔθ’ ὑπερφρονεῖν ἐᾷ· ἡ δ’ ἀλόγιστος ἐμπληξία πολλοὺς ἔν τε ταῖς εὐπραγίαις ἐξαίρει κἀν ταῖς συμφοραῖς ταπεινοῖ, οἷα μηδὲν ἕρμα ἔχουσα, ἀλλ’ ἀεὶ τῷ συμπίπτοντι ἐξομοιουμένη. Max. Conf. Flor. f. 165V (M. p. 539) M. 120
(p. 181).

11

.

43

.

16

ὅτι Ῥωμαῖοι καὶ Καρχηδόνιοι πρὸς ναυμαχίαν ἐλθόντες τῷ μὲν ἀριθμῷ τῶν νεῶν καὶ ταῖς προθυμίαις ἀντίρροποι ἦσαν, ὕστε‐ ρον δὲ πρῶτόν τ’ ἐς ναυμαχίαν ἀπ’ ἀντιπάλου παρασκευῆς καθι‐ στάμενοι, καὶ ἐλπίζοντες καὶ τὸν πάντα πόλεμον ὑπ’ αὐτῆς κρι‐
5θήσεσθαι, τό τε ἆθλον τὴν Σικελίαν ἐν τοῖς ὀφθαλμοῖς ἔχοντες, καὶ περὶ δουλείας καὶ περὶ ἀρχῆς, τῆς μὲν μὴ πειραθῆναι νικηθέν‐

11

.

43

.

17

τες τὴν δὲ προσκτήσασθαι κρατήσαντες, ἀγωνιζόμενοι. προέφερον
δὲ οἱ μὲν τῇ ἐμπειρίᾳ τῶν τριηριτῶν ἅτε ἀπὸ παλαιοῦ ναυκρα‐ τοῦντες, οἱ δὲ τῇ τε ῥώμῃ τῶν ἐπιβατῶν καὶ ταῖς τόλμαις· ὅσῳ γὰρ ἀπειρότεροι τῶν ναυτικῶν ἦσαν, τόσῳ καὶ προπετέστερον καὶ
5θρασύτερον ἐμάχοντο. τὸ μὲν γὰρ ἐν πείρᾳ σφίσιν ὂν ἀκριβῶς πάντες ὡς εἰπεῖν ἐκλογίζονται, καὶ ὀκνοῦσιν ἄν γε καὶ ταύτῃ σφᾶς ἡ γνώμη φέρῃ, τὸ δὲ ἀπείρατον ἀλογίστως τε θαρσοῦσι καὶ ἐς χεῖρας ἐξ ἀπροβουλίας ἄγονται. M. 121 (p. 181).

11

.

43

.

18

ὅτι ἡττηθέντων Καρχηδονίων κατὰ τὴν ναυμαχίαν ὑπὸ Ῥω‐ μαίων ὀλίγου καὶ τὸν Ἀννίβαν ἀπέκτειναν (πᾶσί τε γὰρ ὡς εἰπεῖν τοῖς στρατεύματά ποι πέμπουσι πρόσεστι φύσει τῶν μὲν πλεονε‐ ξιῶν προσποιεῖσθαι, τὰς δὲ ἐλαττώσεις ἐς τοὺς στρατηγήσαντας
5ἀνωθεῖν, καὶ οἱ Καρχηδόνιοι προχειρότατα τοὺς πταίσαντάς τι ἐκόλαζον), εἰ μὴ φοβηθεὶς εὐθὺς μετὰ τὴν ἧτταν ἐπερωτῶν αὐτούς, ὡς καὶ ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, πότερον ναυμαχῆσαί οἱ κελεύουσιν ἢ μή, συνεπαινεσάντων αὐτῶν ὥσπερ που καὶ προσ‐
εδόκα, ἅτε καὶ τοσοῦτον τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπε
10διὰ τῶν αὐτῶν ἀγγέλων ὅτι “οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ’ οὐ τῆς τύχης ἦν κύριος.”
M. 122 (p. 182).

11

.

43

32b

Δίωνος ιαʹ βιβλίῳ “ἐπειδὴ δὲ ὅ τε χειμὼν ἐπέμενε καὶ ὁμίχλη προσεγένετο, ἔσφηλε δι’ αὐτομόλων δή τινων τὸν Ἀννίβαν”. Bekk.
Anecd. p. 171 26.

11

.

43

.

19

ἀλλ’ ἐν τῷ ἴσῳ 〈τὸ〉 τὴν οἰκείαν μὴ προέσθαι καὶ τὸ τὴν ἀλλο‐ τρίαν προσκτήσασθαι τιθέμενοι θυμῷ καὶ ῥώμῃ ἠγωνίζοντο· τῶν γὰρ πολλῶν τὰ μὲν σφέτερα καὶ παρὰ δύναμιν περιστελλόντων, τῶν δὲ ἀλλοτρίων οὐκ ἐθελόντων μετὰ κινδύνων ἀντιποιεῖσθαι,
5ἐκεῖνοι ἐν τῷ ὁμοίῳ τό τε κεχειρωμένον καὶ τὸ προσδοκώμενον ποιούμενοι πρὸς ἀμφότερα ὁμοίως ἔρρωντο. οἱ δὲ δὴ Ῥωμαῖοι ἄμεινον εἶναι νομίσαντες μηκέτι πόρρω τὸν πόλεμον ποιεῖσθαι, μηδὲ ἐν ταῖς νήσοις προκινδυνεύειν, ἀλλ’ ἐν τῇ οἰκείᾳ τῇ τῶν Καρχηδονίων ἀγωνίζεσθαι (πταίσαντες γὰρ οὐδενὸς στερήσεσθαι
10καὶ κρατήσαντες οὐκ ἐν ἐλπίσιν ἔσεσθαι), καὶ διὰ τοῦτ’ ἀκόλουθον τῇ διανοίᾳ σφῶν 〈τὴν〉 παρασκευὴν ποιησάμενοι ἐξεστράτευσαν ἐπὶ Καρχήδονα.

11

.

43

.

20

ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥήγουλος καὶ Λούκιος, ἀπ’ ἀρετῆς προ‐ κριθέντες· ὁ γὰρ Ῥήγουλος ἐν τοσαύτῃ πενίᾳ ἦν ὥστε μήτε τὴν ἀρχὴν ῥᾳδίως ἐθελῆσαι δι’ αὐτὴν ὑποστῆναι, καὶ τῇ γυναικὶ τοῖς τε παισὶν αὐτοῦ τὴν τροφὴν ἐκ τοῦ δημοσίου δίδοσθαι ψηφισθῆ‐
5ναι. M. 123 (p. 183) et V. 28
(p. 593).

11

.

43

.

21

ὅτι Ἄννωνα πρὸς Ῥωμαίους λόγῳ μὲν ὑπὲρ εἰρήνης ἔργῳ δὲ τριβῆς ἕνεκα ἔπεμψεν Ἀμίλκας· καὶ ὃς ἐπιβοώντων τινῶν συλλα‐ βεῖν αὐτόν, ὅτι Καρχηδόνιοι τὸν Κορνήλιον ἀπάτῃ | .......
M. 124 (p. 183).

11

.

43

.

22

ὅτι οἱ Καρχηδόνιοι φοβηθέντες μὴ ἁλῶσι, προεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐ‐ τὸν τὸ παραχρῆμα δεινὸν ὑπεκφύγωσιν. ἐπειδή τε οὐκ ἠθέλησαν Σικελίας τε πάσης καὶ Σαρδοῦς ἀποστῆναι, καὶ τοὺς μὲν τῶν
5Ῥωμαίων αἰχμαλώτους προῖκα ἀφεῖναι τοὺς δὲ σφετέρους λύσα‐ σθαι, τά τε δαπανηθέντα τοῖς Ῥωμαίοις ἐς τὸν πόλεμον πάντα
διαλῦσαι καὶ χωρὶς ἄλλα καθ’ ἕκαστον ἔτος συντελεῖν, οὐδὲν ἤνυ‐

11

.

43

.

23

σαν. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις καὶ ἐκεῖνα αὐτοὺς ἐλύπει, ὅτι μήτε πολεμεῖν [τὸ] μήτε συμβαίνειν ἄνευ τῶν Ῥωμαίων, καὶ αὐτοὶ μὲν μὴ πλείοσι μιᾶς ναυσὶ μακραῖς χρῆσθαι, ἐκείνοις δὲ πεντήκοντα τριήρεσιν ἐπικουρεῖν ὁσάκις ἂν ἐπαγγελθῇ σφίσιν, ἄλλα τέ τινα
5οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. ἐξ οὖν τούτων ἅλωσίν σφων ἀκριβῆ τὰς σπονδὰς νομίσαντες ἔσεσθαι, πολεμεῖν αὐτοῖς μᾶλλον
εἵλοντο. UG 4 (p. 376).

11

.

43

29a

Δίωνος ιαʹ βιβλίῳ “οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν ἀνα‐ πλεούσας οἴκαδε τηρήσαντες, συχνὰς χρημάτων γεμούσας εἷλον.”
Bekk. Anecd. p. 131 12.

11

.

43

29b

Δίωνος ιαʹ βιβλίῳ “τὸν δῆμον ἐδείπνισεν.” Bekk. Anecd. p. 133 24.

11

.

43

.

26

ὅτι φασὶ Καρχηδονίους ἐπικηρυκεύσασθαι τοῖς Ῥωμαίοις διά τε τἆλλα καὶ διὰ τὸ πλῆθος τῶν αἰχμαλώτων, μάλιστα μὲν εἴ πως καὶ τὴν εἰρήνην ἐπὶ μετρίοις τισὶ ποιήσαιντο, εἰ δὲ μή, ἵνα τούς γε ἑαλωκότας κομίσαιντο. φασὶ δὲ καὶ τὸν Ῥήγουλον ἐν
5τοῖς πρέσβεσι πεμφθῆναι διά τε τὸ ἀξίωμα αὐτοῦ καὶ τὴν ἀρετήν· ὑπέλαβον γὰρ πᾶν ὁτιοῦν τοὺς Ῥωμαίους ἐπὶ τῷ κομίσασθαι αὐ‐
τὸν ἐλπίσαι σφᾶς πρᾶξαι, ὥστε καὶ μόνον ἀντὶ τῆς εἰρήνης ἢ πάν‐

11

.

43

.

27

τως γε ἀντὶ τῶν αἰχμαλώτων ἀνταποδοθῆναι. ὥρκωσάν τε οὖν αὐτὸν πίστεσι [τε] μεγάλαις, ἦ μὴν ἐπανήξειν, ἂν [δὲ] μηδέτερον αὐτῶν διαπράξηται, καὶ πρεσβευτὴν μεθ’ ἑτέρων ἔστειλαν. καὶ ὃς τά τ’ ἄλλα καθάπερ τις Καρχηδόνιος ἀλλ’ οὐ Ῥωμαῖος ὢν
5ἔπραττε, καὶ οὔτε τὴν γυναῖκα ἐς λόγους ἐδέξατο, οὔτε ἐς τὴν πόλιν καίπερ ἐσκληθεὶς ἐσῆλθεν, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροι‐ σθείσης, ὥσπερ τοῖς τῶν πολεμίων πρέσβεσιν ἔθος εἶχον χρημα‐ τίζειν, τήν τε πρόσοδον μετὰ τῶν ἄλλων, ὥς γε καὶ ὁ λόγος ἔχει, ᾐτήσατο, ... UG 5 (p. 377).

11

.

43

.

30

Δίων ιαʹ βιβλίῳ “οὐ πρότερον αὐτοῖς ἐπείσθη ὁ Ῥήγουλος πρὶν Καρχηδονίους οἱ ἐπιτρέψαι”. Bekk. Anecd. p. 140 20.

11

.

43

32a

ιαʹ βιβλίῳ “ἄλλος ἄν τις, παραμυθήσασθαι τὴν καθ’ ἑαυτὸν
συμφορὰν ἐθελήσας, ἐξῆρεν ἂν τὰ τῶν πολεμίων”. ib. 165. 30.

12

.

43

32d

Δίωνος ιβʹ βιβλίῳ “ἐκεῖνο μὲν γὰρ ἀπαλλοτριωθῆναι ὑμῶν τρόπον τινὰ ἠδυνήθη”. Bekk. Anecd. p. 124 4.

12

.

43

32e

Δίωνος ιβʹ βιβλίῳ “τεθνᾶσι δὲ οἱ μέν, οἱ δὲ ἑαλώκασιν οἵ
γε καὶ λόγου τινὸς ἄξιοι”. ibid. p. 133 25.

12

.

43

.

31

Δίων ιαʹ βιβλίῳ “οὔτε γὰρ πρὸς ἐμοῦ οὔτε πρὸς ἄλλου ἀν‐ δρὸς ἀγαθοῦ οὐδενός ἐστι προέσθαι τι τῶν κοινῇ συμφερόντων”.
Bekk. Anecd. p. 165 23.

12

.

43

.

25

καὶ γὰρ ἡγεῖτο δεῖν τόν τι δι’ ἀπορρήτων πρᾶξαι βουλόμενον μηδενὶ αὐτὸ τὸ παράπαν ἐμφαίνειν· οὐδένα γὰρ οὕτως ἰσχυρό‐ φρονα εἶναι ὡς ἀκούσαντά τι καρτερῆσαι καὶ σιωπῆσαι αὐτὸ ἐθε‐ λῆσαι, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὅσῳ ἂν ἀπορρηθῇ τινὶ μὴ εἰπεῖν
5τι, τόσῳ μᾶλλον αὐτὸν ἐπιθυμεῖν αὐτὸ ἐκλαλῆσαι, καὶ οὕτως ἕτε‐ ρον παρ’ ἑτέρου τὸ ἀπόρρητον ὡς καὶ μόνον μανθάνοντα φημίζειν.
Max. Conf. Flor. f. 116V (M. p. 540).

12

.

2

.

5

οἱ δὲ Λίγυες τὴν παραλίαν ἀπὸ Τυρσηνίδος μέχρι τῶν Ἄλ‐ πεων καὶ ἄχρι Γαλατῶν νέμονται, ὥς φησι Δίων. Tzetz. ad
Lycophr. 1312.

12

.

45

.

1

ὅτι οἱ Ῥωμαῖοι τὸν Κλαύδιον, ἐπειδὴ πρὸς τοὺς Λίγυας συν‐ θήκας ἐποιήσατο, πόλεμον ἀράμενοι καὶ αὐτοὺς χειρωσάμενοι τὸ μὲν πρῶτον, ὡς καὶ ἐκείνου τὸ παρασπονδηθὲν ἀλλ’ οὐχ ἑαυτῶν 〈τὸ〉 αἰτίαμα ὄν, ἔπεμψαν ἐκδιδόντες αὐτοῖς, μὴ προσδεξαμένων
5δέ σφων αὐτὸν ἐξήλασαν. V. 29 (p. 593).

12

.

46

.

1

ὅτι οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι τὰς σπονδὰς ἀνενεώσαντο, καὶ τὸ μὲν πρῶτον πρεσβείας αὐτῶν ἐλθούσης, ὅτι τε τῆς σφετέρας παρασκευῆς ᾔσθοντο καὶ ὅτι αὐτοὶ
τῷ πρὸς τοὺς ὁμόρους πολέμῳ ἔτι καὶ τότε κατείχοντο, μέτριον
5οὐδὲν ἀπεκρίναντο, μετὰ δὲ τοῦτο Ἄννωνός τινος νέου τῇ ἡλικίᾳ καὶ δεινοῦ 〈τῇ〉 παρρησίᾳ πεμφθέντος, καὶ ἄλλα τε πολλὰ ἀπα‐ ρακαλύπτως καὶ τέλος ὅτι, “εἰ μὴ βούλεσθε εἰρηνεῖν, ἀπόδοτε ἡμῖν καὶ Σαρδὼ καὶ Σικελίαν· οὐ γὰρ πρόσκαιρόν τινα ἀνοχὴν ἀλλ’ ἀίδιον φιλίαν ἀπ’ αὐτῶν ἐπριάμεθα” εἰπόντος, ἠπιώτεροί τε αἰ‐
10σχυνθέντες ἐγένοντο .. UG 6 (p. 378).

12

.

46

.

2

... | οἱ δὲ μὴ τὰ αὐτὰ ἀντιπάθωσιν, ὥστε καὶ πάνυ ἀσμένως οἱ μὲν τὴν ἐκ τοῦ πρόσθεν εὐτυχίαν διασώσασθαι, οἱ δ’ ἐπὶ γοῦν τῶν ὑπαρχόντων σφίσι μεῖναι αἱρούμενοι διεμέλλησαν, καὶ ταῖς ἀπειλαῖς μηκέτι τὴν εἰρήνην ἄγοντες, τοῖς ἔργοις ἔτι διασκοποῦν‐
5τες περὶ τῆς αὐτῆς ἀνέσχον, ὥσθ’ ἅπασι δῆλον γενέσθαι ὅτι ὁπο‐ τέροις ἂν αὐτῶν προτέροις παρακινῆσαί τι συνενέγκῃ, καὶ τοῦ πολέμου προκατάρξουσιν. ἐς γὰρ τοσοῦτον οἱ πολλοὶ ταῖς ὁμο‐ λογίαις ἐμμένουσιν ἐς ὅσον αὐτοῖς καὶ καθήκῃ· πρὸς δὲ δὴ τὸ μᾶλλόν σφισι συμφέρον ἀσφαλὲς καὶ τὸ [μὴ] παρασπονδῆσαί τι
10νομίζουσιν εἶναι. M. 125 (p. 184).

12

.

48

.

1

ὅτι πρέσβεις ποτὲ ἐπὶ κατασκοπῇ .......... Γαΐου Παπι‐ ρίου, καίπερ μηδὲν μηδέπω τῶν Ἰβηρικῶν σφίσι προσηκόντων, ἀπέ‐ στειλαν, καὶ αὐτοὺς ἐκεῖνος τά τε ἄλλα ἐδεξιώσατο καὶ λόγοις ἐπι‐
τηδείοις διήγαγεν, εἰπὼν ἄλλα τε καὶ ὅτι ἀναγκαίως τοῖς Ἴβηρσι
5πολεμεῖ, ἵνα τὰ χρήματα ἃ τοῖς Ῥωμαίοις ἔτι πρὸς τῶν Καρχη‐ δονίων ἐπωφείλετο ἀποδοθῇ, διὰ τὸ μὴ δύνασθαι ἄλλοθέν ποθεν αὐτὰ ἀπαλλαγῆναι, ὥστε τοὺς πρέσβεις ἀπορῆσαι ὅ τι οἱ ἐπιτιμή‐
σωσιν. M. 126 (p. 184).

12

.

49

.

1

ὅτι Ἴσσα ἡ νῆσος ἑκουσία ἑαυτὴν Ῥωμαίοις παρέδωκεν. ἐπειδὴ γὰρ τότε πρῶτον πειρᾶσθαί σφων ἔμελλον, καὶ προσφιλεστέρους αὐτοὺς καὶ πιστοτέρους τῶν ἤδη φοβερῶν ἐνόμιζον εἶναι, κρείττους ἐς τὸ ἀφανὲς τοῦ προδήλου τῷ λογισμῷ γιγνόμενοι, ὅτι τὸ μὲν
5ἐκ τοῦ ἤδη προσκεῖσθαί σφισιν ἀχθηδόνα, τὸ δὲ ἐκ τοῦ προσδο‐ κᾶσθαι ἐλπίδα χρηστὴν ἔφερεν. M. 127 (p. 184).

12

.

49

.

2

ὅτι οἱ Ῥωμαῖοι τοὺς Ἰσσαίους προσχωρήσαντας αὐτοῖς, ἀνθυπ‐ ουργεῖν τι εὐθὺς τούτοις προθύμως, 〈ὡσ〉 τοῖς πρὸς ἑαυτοὺς ἐσπουδακόσι βοηθεῖν δοκεῖν, καὶ τοὺς Ἀρδιαίους ἀμύνεσθαι διότι τοὺς ἐκ τοῦ Βρεντεσίου ἐκπλέοντας ἐκακούργουν ἐθελήσαντες, ἔπεμ‐
5ψαν πρὸς Ἄγρωνα τοὺς μὲν παραιτούμενοι, τὸν δὲ ὅτι μηδὲν προ‐

12

.

49

.

3

παθὼν ἀδικοίη σφᾶς αἰτιώμενοι. καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα
εὗρον, ἀλλά τι παιδίον, Πίννην ὄνομα, καταλιπὼν ἐτεθνήκει· Τεύτα δὲ ἡ γυνὴ αὐτοῦ, μητρυιὰ δὲ τοῦ Πίννου, ἐκράτει τῶν Ἀρ‐ διαίων .... ὑπὸ θρασύτητος οὖσα οὐδὲν μέτριον αὐτοῖς ἀπεκρίνατο,
5ἀλλ’ οἷα γυνὴ πρὸς τῇ ἐμφύτῳ προπετείᾳ καὶ ὑπὸ τῆς δυνά‐ μεως ἧς εἶχε χαυνουμένη, τοὺς μὲν ἔδησε τῶν πρέσβεων, τοὺς δὲ

12

.

49

.

4

καὶ ἀπέκτεινεν, ὅτι ἐπαρρησιάσαντο. καὶ τότε μὲν ταῦτ’ ἔπραξε, καὶ φρόνημα ἀπ’ αὐτῶν, ὥσπερ τινὰ ἰσχὺν ἐν τῷ προχείρῳ τῆς ὠμότητος ἐπιδεδειγμένη, ἔλαβε· διήλεγξε δὲ δι’ ἐλαχίστου τὴν τοῦ γυναικείου γένους ἀσθένειαν ταχὺ μὲν ὑπὸ βραχύτητος γνώμης

12

.

49

.

5

ὀργιζομένην, ταχὺ δὲ καὶ ὑπὸ δειλίας φοβουμένην. ἐπειδὴ 〈γὰρ〉 τάχιστα τὸν πόλεμον τοὺς Ῥωμαίους ἐψηφίσθαι οἱ ἐπύθετο, κατέ‐ πτηξε, καὶ τούς τε ἄνδρας οὓς εἶχεν αὐτῶν ἀποδώσειν ὑπέσχετο καὶ ἐπὶ τοῖς τετελευτηκόσιν ἀπελογεῖτο λέγουσα ὑπὸ λῃστῶν τινων
5αὐτοὺς πεφονεῦσθαι. τῶν τε Ῥωμαίων τὰ τῆς στρατείας διὰ τοῦτο ἐπισχόντων τοὺς δὲ αὐτόχειρας ἐξαιτησάντων κατεφρόνησέ τε αὖ‐ θις, ὅτι μηδέπω τὰ δεινὰ αὐτῇ παρῆν, καὶ οὔτε τινὰ ἐκδώσειν

12

.

49

.

6

ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν στράτευμα ἀπέστειλεν. ἐπειδὴ δὲ τοὺς
ὑπάτους παρόντας ᾔσθετο, κατέδεισεν αὖ καὶ τοῦ θυμοῦ ὑφῆκε καὶ ἐς πᾶν ὁτιοῦν ἐπακοῦσαί σφων ἑτοίμη ἐγένετο. οὐ μέντοι καὶ παντάπασιν ἐσωφρονίσθη· τῶν γὰρ ὑπάτων πρὸς Κέρκυραν περαι‐
5ωθέντων ἀνεθάρσησε, καὶ ἀποστᾶσα ἐπ’ Ἐπίδαμνον 〈καὶ Ἀπολ‐ λωνίαν〉 στράτευμα ἀπέστειλε. τῶν δὲ Ῥωμαίων τὰς πόλεις ῥυσα‐ μένων καὶ πλοῖα αὐτῆς μετὰ χρημάτων λαμβανόντων ἐμέλλησεν

12

.

49

.

7

αὖθις πειθαρχῆσαί σφισιν· ἐπεὶ δὲ ἀναβάντες ὑπὲρ τῆς θαλάσσης κακῶς περὶ τὸν Ἀτύριον λόφον ἀπήλλαξαν, ἐπέσχεν ἐλπίσασα αὐ‐ τούς (ἤδη γὰρ καὶ χειμὼν ἦν) ἀπαναστήσεσθαι. αἰσθομένη δὲ τὸν Ἀλβῖνον κατὰ χώραν μένειν, καὶ τὸν Δημήτριον ἔκ τε τῆς ἐμπλη‐
5ξίας ἐκείνης καὶ ἐκ τοῦ τῶν Ῥωμαίων φόβου μεθεστηκότα καί τινας ἄλλους αὐτομολῆσαι πεπεικότα, παντελῶς κατέδεισε καὶ τὴν ἀρχὴν
ἀφῆκεν. UR 6 (p. 378).

12

.

50

.

1

ὅτι χρησμός τις τῆς Σιβύλλης τοὺς Ῥωμαίους ἐδειμάτου, φυ‐ λάξασθαι τοὺς Γαλάτας δεῖν κελεύων ὅταν κεραυνὸς ἐς τὸ Καπι‐ τώλιον πλησίον Ἀπολλωνίου κατασκήψῃ. M. 128 (p. 185).

12

.

50

.

2

ὅτι οἱ Γαλάται τοὺς Ῥωμαίους ἰδόντες τὰ ἐπιτηδειότατα τῶν
χωρῶν προκατειληφότας ἠθύμησαν· πάντες μὲν γὰρ ἄνθρωποι καὶ ἐπιτυχόντες ὧν ἂν ὀριγνηθῶσι πρῶτον ἑτοιμότερον πρὸς τὰ λοιπὰ χωροῦσιν, καὶ διαμαρτόντες ἐς πάντα ἀπαμβλύνονται, τὸ
5δὲ δὴ Γαλατικὸν πλέον τι ἢ κατὰ τοὺς ἄλλους ὀξύτατα μὲν ὧν ἂν ἐπιθυμήσωσιν ἀντιλαμβάνονται καὶ ἐρρωμενέστατα τῶν προ‐ χωρούντων αὐτοῖς ἀντέχονται, ἂν δ’ ἄρα τι καὶ βραχύτατον ἐπι‐ συγκρούσωσιν, οὐδὲν οὐδ’ ἐς τὰ λοιπὰ ἐλπίζουσι, πρόχειροι μὲν ὑπ’ ἀνοίας πᾶν ὃ βούλονται προσδοκῆσαι, πρόχειροι δὲ ὑπὸ θυμοῦ

12

.

50

.

3

πᾶν ὃ ἂν ἐγχειρίσωνται ἐπεξελθεῖν ὄντες. καὶ ὀργῇ ἀκράτῳ καὶ ὁρμῇ ἀπλήστῳ χρῶνται, καὶ δι’ αὐτὰ οὔτε τι διαρκὲς ἐν αὐταῖς ἔχου‐ σιν (ἀδύνατον γάρ ἐστιν ἐπὶ πολὺ τὸ προπετῶς θρασυνόμενον ἀνταρκέσαι), κἂν ἅπαξ ἀλλοιωθῶσιν, οὔτ’ ἀναλαβεῖν ἑαυτοὺς ἄλλως
5τε καὶ δέους τινὸς προσγενομένου δύνανται, καὶ ἐς ἀντίπαλον ἔκ‐ πληξιν τῆς πρόσθεν ἀδεοῦς τόλμης καθίστανται· δι’ ὀλίγου γὰρ πρὸς τὰ ἐναντιώτατα ὀξυρρόπως, ἅτε μηδὲν ἐκ τοῦ λογισμοῦ ἐχέγ‐ γυον ἐς μηδέτερον αὐτῶν παρεχόμενοι, φέρονται. M. 129 (p. 185).

12

.

50

.

4

ὅτι Αἰμίλιος τοὺς Ἰνσούμβρους νικήσας τὰ ἐπινίκια ἤγαγε, καὶ
ἐν αὐτοῖς τοὺς πρώτους τῶν ἁλόντων ἐς τὸ Καπιτώλιον ὡπλισμέ‐ νους ἀνεκόμισεν ἐπισκώπτων σφίσιν, ὅτι ὀμωμοκότας αὐτοὺς ᾔσθετο μὴ πρότερον τοὺς θώρακας ἀποδύσεσθαι πρὶν ἐς τὸ Καπιτώλιον
5ἀναβῆναι. M. 130 (p. 186).

12

.

51

.

1

ὅτι εἴ τι τῶν ἐν ταῖς πανηγύρεσι νομιζομένων καὶ τὸ βραχύ‐ τατον ἡμαρτήθη, πάντως που καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, μέχρι περ καὶ ἀμέμπτως πάντα γεγονέναι σφίσιν ἔδοξεν,
μιᾷ γέ τινι ἡμέρᾳ ἀνεωρτάζετο. M. 131 (ib.).

12

.

53

.

1

ὅτι Δημήτριος ἔκ τε τῆς τοῦ Πίννου ἐπιτροπεύσεως καὶ ἐκ τοῦ τὴν μητέρα αὐτοῦ Τριτεύταν τῆς Τεύτας ἀποθανούσης γῆμαι ἐπαρθεὶς τοῖς τε ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει. καὶ ἐδόκει γὰρ τῇ τῶν Ῥωμαίων φιλίᾳ ἀποχρώμενος
5ἀδικεῖν αὐτούς, αἰσθόμενοι τοῦτο μετεπέμψαντο αὐτόν. ὡς δὲ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν
ἐπ’ αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. V. 30 (p. 593).

13

.

52

.

1

ὅτι οἱ Ῥωμαῖοι τὰ τοῦ πολέμου ἤκμαζον καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ ἀκριβῶς ἐχρῶντο, ὥσθ’ ἅπερ τοῖς πολλοῖς ἐκ μὲν ἀκράτου εὐπραγίας ἐς θάρσος, ἐκ δὲ ἰσχυροῦ δέους ἐς ἐπιείκειαν φέρει, ταῦτά τε αὐτοῖς τότε διαλλαγῆναι· ὅσῳ γὰρ ἐπὶ πλεῖον εὐτύχησαν,
5ἐπὶ μᾶλλον ἐσωφρόνησαν, τὸ μὲν θράσος, οὗ τὸ ἀνδρεῖον μετέχει, πρὸς τοὺς ἀντιπάλους ἐνδεικνύμενοι, τὸ δὲ ἐπιεικὲς οὗ κο〈ι〉ν〈ωνεῖ

13

.

52

.

2

ἡ〉 εὐψυχία, κατ’ ἀλλήλους παρεχόμενοι· τήν τε γὰρ ἰσχὺν πρὸς μετριότητος ἀκινδύνου ἐξουσίαν καὶ τὸ κόσμιον πρὸς ἀνδρείας ἀληθοῦς κτῆσιν ἐλάμβανον, μήτε τὴν εὐπραγίαν ἐς ὕβριν μήτε τὴν ἐπιείκειαν ἐς δειλίαν ἐξάγοντες. οὕτω μὲν γὰρ τό τε σωφρονοῦν
5ἐξ ἀνδρείας καὶ τὸ θαρσοῦν ἐκ θάρσους φθείρεσθαι, ἐκείνως δὲ τὸ μέτριον ὑπ’ ἀνδρείας ἀσφαλέστερον καὶ τὸ εὐτυχοῦν ὑπ’ εὐτα‐ ξίας βεβαιότερον γίγνεσθαι ἐνόμιζον. καὶ διὰ τοῦτο καὶ τὰ μάλιστα τούς τε προσπεσόντας σφίσι πολέμους κράτιστα διήνεγκαν καὶ τὰ σφέτερα τά τε τῶν συμμάχων ἄριστα ἐπολίτευσαν. M. 132
10(p. 186) Max. Conf. Flor. (cod. Paris. 1169 f. 26r).

13

.

54

.

1

ὅτι ὅσοι ἐντὸς τῶν Ἄλπεων ἐνέμοντο τοῖς Καρχηδονίοις συν‐
επανέστησαν, οὐχ ὅτι τοὺς Καρχηδονίους ἀντὶ τῶν Ῥωμαίων ἡγε‐ μόνας ἀνθῃροῦντο, ἀλλ’ ὅτι τὸ μὲν ἄρχον σφῶν ἐμίσουν, τὸ δὲ ἀπείρατον ἠγάπων. ἐκ πάντων μὲν δὴ 〈τῶν〉 τότε ἐθνῶν σύμμαχοι
5τοῖς Καρχηδονίοις ἐπὶ τοὺς Ῥωμαίους ὑπῆρξαν· πρὸς ἅπαντας δ’ ὡς εἰπεῖν αὐτοὺς ἰσοστάσιος ὁ Ἀννίβας ἐγένετο· συνεῖναί τε γὰρ ὀξύ‐ τατα καὶ ἐκφροντίσαι πάνθ’ ὅσα ἐνεθυμεῖτο τάχιστα ἐδύνατο· καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος τὸ δὲ

13

.

54

.

2

ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. κ ... ωτατος τε γὰρ ἐκ τοῦ ὑπογυωτάτου καὶ διαρκέστατος ἐς τὸ φερεγγυώτατον ἦν· τό τε ἀεὶ παρὸν ἀσφαλῶς διετίθετο καὶ τὸ μέλλον ἰσχυρῶς προενόει, βουλευτής τε τοῦ συνήθους ἱκανώτατος καὶ εἰκαστὴς τοῦ παρα‐
5δόξου ἀκριβέστατος γενόμενος, ἀφ’ ὧν τό τε ἤδη προσπῖπτόν οἱ ἑτοιμότατα καὶ δι’ ἐλαχίστου καθίστατο, καὶ τὸ μέλλον ἐκ πολλοῦ

13

.

54

.

3

τοῖς λογισμοῖς προλαμβάνων ὡς καὶ παρὸν διεσκόπει. κἀκ τούτου καὶ τοῖς καιροῖς ἐπὶ πλεῖστον ἀνθρώπων καὶ τοὺς λόγους καὶ τὰς πράξεις ἐφήρμοζεν, ἅτε καὶ ἐν τῷ ὁμοίῳ τό τε ὑπάρχον καὶ τὸ ἐλπιζόμενον ποιούμενος. ἐδύνατο δὲ ταῦθ’ οὕτω πράττειν, ὅτι
5πρὸς τῇ τῆς φύσεως ἀρετῇ καὶ παιδείᾳ πολλῇ μὲν Φοινικικῇ κατὰ τὸ πάτριον πολλῇ δὲ καὶ Ἑλληνικῇ ἤσκητο, καὶ προσέτι καὶ μαν‐
τικῆς τῆς διὰ σπλάχνων ἠπίστατο. M. 133 (p. 187) Val. 31 (p. 593).

13

.

54

.

4

τοιοῦτος οὖν δή τις τὴν ψυχὴν γενόμενος ἀντίρροπον καὶ τὸ σῶμα, τὰ μὲν φύσει τὰ δὲ καὶ διαίτῃ, παρεσκεύαστο, ὥσθ’ ὅσα ἐνεχειρίζετο ῥᾳδίως κατεργάζεσθαι. κοῦφόν τε γὰρ καὶ ἐμβριθὲς ὅτι μάλιστα αὐτὸ εἶχε, καὶ διὰ τοῦτο καὶ θεῖν καὶ συνίστασθαι
5ἱππεύειν τε ἀνὰ κράτος ἀσφαλῶς ἐδύνατο. καὶ οὔτε πλήθει ποτὲ τροφῆς ἐβαρύνετο οὔτε ἐνδείᾳ ἔκαμνεν, ἀλλ’ ἐν ἴσῳ καὶ τὸ πλέον καὶ τὸ ἔλαττον, ὡς καὶ αὔταρκες ἑκάτερον, ἐλάμβανεν. ταῖς 〈τε〉 ταλαιπωρίαις ἰσχυρίζετο, καὶ ταῖς ἀγρυπνίαις ἐρρώννυτο.

13

.

54

.

5

οὕτως οὖν δὴ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔχων τοιᾷδε τῇ τῶν πραγμάτων διαχειρίσει ἐπίπαν ἐχρῆτο. τούς τε γὰρ πολλοὺς ἐς μόνον τὸ συμφέρον σφίσι πιστοὺς ὁρῶν ὄντας, αὐτός τε τοῦτον τὸν τρόπον αὐτοῖς προσεφέρετο καὶ ἐς ἐκείνους ταὐτὸν ὑπώπτευεν,
5ὥστε πλεῖστα μὲν ἀπατήσας τινὰς κατορθῶσαι, ἐλάχιστα δὲ ἐπι‐

13

.

54

.

6

βουλευθεὶς σφαλῆναι. καὶ πολέμιον πᾶν τὸ πλεονεκτεῖν δυνά‐ μενον καὶ ἐν τοῖς ὀθνείοις καὶ ἐν τοῖς ὁμοφύλοις ὁμοίως ἡγούμε‐ νος, οὐκ ἀνέμενε τοῖς ἔργοις τὴν διάνοιαν αὐτῶν ἐκμανθάνειν, ἀλλ’ ὡς καὶ βουλομένους σφᾶς ἀδικεῖν ὅτι ἐδύναντο τραχύτατα μετε‐
5χειρίζετο, προποιῆσαί τέ τι μᾶλλον ἢ προπαθεῖν ἄμεινον ἡγεῖτο, καὶ ἐφ’ ἑαυτῷ τοὺς ἄλλους, ἀλλ’ οὐκ ἐφ’ ἑτέροις ἑαυτὸν εἶναι

13

.

54

.

7

ἠξίου. τό τε σύμπαν εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων, ἀλλ’ οὐ τοῖς ἐς φήμην αὐτῶν εὐδοκιμοῦσιν, ὁσάκις γε μὴ κατ’ αὐτὸ καὶ ἄμφω συνέπιπτε, προσέκειτο. καὶ μέντοι καὶ ἐτίμα καθ’ ὑπερ‐ βολὴν ὅτου δέοιτο· δούλους τε γὰρ τοῦ τοιούτου τοὺς πλείστους
5ἡγεῖτο εἶναι, καὶ κινδυνεύειν ἐπ’ αὐτῷ καὶ παρὰ τὸ συμφέρον

13

.

54

.

8

σφίσιν ἐθέλοντας ἑώρα. καὶ διὰ ταῦτα καὶ τῶν κερδῶν καὶ τῶν ἄλλων τῶν ἡδίστων αὐτὸς μὲν πολλάκις ἀπείχετο, ἐκείνοις δὲ ἀφθό‐ νως μετεδίδου, καὶ ἀπ’ αὐτοῦ κοινωνούς σφας καὶ τῶν πόνων οὐκ ἀκουσίους ἐκτᾶτο. καὶ τούτοις μὲν οὐχ ὅπως ἰσοδίαιτος ἀλλὰ
5καὶ ἰσοκίνδυνος ἐγίγνετο, πάνθ’ ὅσα ἀπῄτει παρ’ αὐτῶν πρῶτος
ἐκπονούμενος· οὕτω γὰρ καὶ ἐκείνους ἀπροφασίστως καὶ προθύμως; ἅτε μήτε τοῖς λόγοις αὐτοῦ προσέχοντας, σύμπαντά οἱ συμπράξειν ἐπίστευεν· πρὸς δὲ δὴ τοὺς ἄλλους πολλῷ τῷ φρονήματι ἀεὶ

13

.

54

.

9

ἐχρῆτο· ὥστε τοὺς μὲν εὔνοιαν αὐτοῦ τοὺς δὲ δέος ἔκ τε τοῦ ὁμο‐ διαίτου καὶ ἐκ τοῦ ὑπέρφρονος παμπληθεῖς ἔχειν. ἐξ οὗπερ καὶ τὰ μάλιστα τό τε ὑπερέχον κολούειν καὶ τὸ ταπεινούμενον ἐξαίρειν, καὶ τῷ μὲν ὄκνον τῷ δὲ θάρσος, ἐλπίδα 〈τε καὶ〉 ἀπόγνωσιν ὑπὲρ
5τῶν μεγίστων δι’ ἐλαχίστου πᾶσιν οἷς ἐβούλετο ἐμποιεῖν ἐδύνατο.

13

.

54

.

10

καὶ ὅτι ταῦτ’ οὐκ ἄλλως περὶ αὐτοῦ λέγεται ἀλλ’ ἀληθῆ παρα‐ δέδοται, τεκμηριοῖ τὰ ἔργα. τῆς τε γὰρ Ἰβηρίας πολλὰ διὰ βραχέος προσεκτήσατο, καὶ τὸν πόλεμον ἐκεῖθεν διὰ τῶν Γαλατῶν, οὐχ ὅτι ἀσπόνδων ἀλλὰ καὶ ἀγνώστων οἱ τῶν πλείστων ὄντων, ἐς τὴν
5Ἰταλίαν ἐσήγαγε. τάς τε Ἄλπεις πρῶτος ἀνθρώπων τῶν οὐκ Εὐρω‐ παίων, ὅσα γε ἡμεῖς ἴσμεν, σὺν στρατῷ διέβη. καὶ ἐπ’ αὐτὴν τὴν Ῥώμην ἐπεστράτευσε, τά τε συμμαχικὰ αὐτῆς ὀλίγου πάντα,

13

.

54

.

11

τὰ μὲν βίᾳ τὰ δὲ καὶ πείθων, ἀπέρρηξεν. καὶ ταῦτα μέντοι αὐτὸς καθ’ ἑαυτὸν ἄνευ τοῦ κοινοῦ τῶν Καρχηδονίων κατέπραξεν. οὔτε γὰρ τὴν ἀρχὴν ὑπὸ τῶν οἴκοι τελῶν ἐξεπέμφθη, οὔθ’ ὕστερον μεγάλης τινὸς βοηθείας παρ’ αὐτῶν ἔτυχε· τῆς γάρ τοι δόξης τῆς
5τε ὠφελίας οὐκ ἐλάχιστα ἀπολαύσειν ἀπ’ αὐτοῦ μέλλοντες, μὴ ἐγκαταλιπεῖν αὐτὸν δόξαι μᾶλλον ἢ συναίρεσθαι ἔν τινι ἰσχυρῶς ἠθέλησαν. V. 31 (p. 593).

13

.

55

.

1

ὅτι ἡ μὲν εἰρήνη καὶ πορίζει χρήματα καὶ φυλάσσει, ὁ δὲ δὴ
πόλεμος καὶ ἀναλίσκει καὶ διαφθείρει. M. 134 (p. 188). ὅτι πέφυκε πᾶν τὸ ἀνθρώπειον δεσπόζειν τε ἐπιθυμεῖν τῶν ὑπεικόντων καὶ τῇ παρὰ τῆς τύχης ῥοπῇ κατὰ τῶν ἐθελοδουλούν‐
5των χρῆσθαι. M. 135 (ib.).

13

.

55

.

2

ἀλλὰ μὴν συνειδότες αὐτὸ καὶ πεπειραμένοι αὐτῶν ἐξαρκεῖν ὑμῖν πρὸς ἀσφάλειαν τήν τε ἐπιείκειαν καὶ τὴν φιλανθρωπίαν νομίζετε; καὶ ὅσα ἂν ἢ λαθόντες ἢ ἐξαπατήσαντες ἡμᾶς ἢ καὶ βια‐ σάμενοι ἀδικήσωσιν ἐν ἀμελείᾳ τίθεσθε μήτε παρορμᾶσθε μήτε
5προφυλάττεσθε μήτε ἀμύνεσθε; καὶ μέντοι καὶ ὅτι οὐδέποτε ἐλογί‐ σασθε τοῦθ’ ὅτι τὰ τοιαῦτα πρὸς μὲν ἀλλήλους ὀρθῶς ὑμῖν ἔχει ποιεῖν, πρὸς δὲ δὴ Καρχηδονίους αἰσχρῶς καὶ κακῶς· τοῖς μὲν γὰρ πολίταις καὶ πράως καὶ πολιτικῶς χρῆσθαι δεῖ, κἂν γὰρ ἀλόγως τις σωθῇ, ἡμέτερόν ἐστιν, τοῖς δὲ δὴ πολεμίοις ἀφειδῶς· οὐ γὰρ
10ἐξ ὧν ἂν σφαλῶμεν φεισάμενοι αὐτῶν, ἀλλ’ ἐξ ὧν ἂν κρατήσωμεν κολούσαντες αὐτοὺς σωθησόμεθα. M. 136 (p. 188).

13

.

55

.

3

ὅτι ὁ μὲν πόλεμος καὶ τὰ οἰκεῖά τισι σώζει καὶ τὰ ἀλλότρια
προσκτᾶται, ἡ δὲ εἰρήνη οὐχ ὅπως τὰ πορισθέντα δι’ ἐκεῖνον ἀλλὰ καὶ ἑαυτὴν προσαπόλλυσιν. M. 137 (p. 188) et Max. Conf. Flor. f. 157V (M. p. 541).

13

.

55

3a

αἰσχρὸν ἄρ’ ἐστιν ἤτοι τὸ κατ’ ἀρχὰς μὴ ὀρθῶς δόξαι τι πεποιηκέναι ἢ αὖθις μὴ δεόντως μετεγνωκέναι· τό τε γὰρ ἀπ’ ἀρχῆς προπετῶς ἃ μὴ χρὴ πράττειν δεινόν ἐστι καὶ τὸ τὰ ἀρέ‐ σαντα ἅπαξ ἐμπλήκτως λύειν δεινότερον. Max. Conf. Flor. in cod.
5Paris. 1169 f. 18r.

13

.

55

3b

δεῖ γὰρ τοὺς ὀρθῶς καὶ καλῶς βιοῦντας καὶ τοῖς πράγμασι χρωμένους προδιασκοπεῖν πρότερον ἃ δεῖ ποιεῖν, εἶθ’ οὕτως τοῖς

13

.

55

.

4

ἀρέσασι χρῆσθαι· αἰσχρὸν γάρ ἐστι πρὸς τὰ ἔργα πρὸ τῶν λόγων τῶν περὶ αὐτῶν χωρεῖν, ἐν ᾧ κατορθώσαντες μὲν εὐτυχηκέναι μᾶλλον ἢ καλῶς βεβουλεῦσθαι δόξετε, σφαλέντες δὲ τὴν σκέψιν ἀπρονο‐ ήτως ὅτε οὐδὲν ὄφελος ἔτι ποιεῖσθαι. καὶ μέντοι καὶ ἐκεῖνο τίς
5οὐκ οἶδεν, ὅτι τὸ μὲν ἐπιτιμῆσαί τι καὶ κατηγορῆσαί τινων προσπο‐ λεμησάντων ποτὲ ἡμῖν ῥᾷστόν που καὶ παντός ἐστι, τὸ δ’ αὖ τῇ πόλει συμφέρον οὐ πρὸς ὀργὴν ὧν πεποιήκασί τινες, ἀλλὰ πρὸς

13

.

55

.

5

τὸ χρήσιμον αὐτῆς εἰπεῖν τῇ τοῦ συμβούλου τάξει προσήκει; μὴ παρόξυνε πρότερον ἡμᾶς, ὦ Λέντουλε, μηδ’ ἀνάπειθε πολεμῆσαι πρὶν ὅτι καὶ συνοίσει τοῦθ’ ἡμῖν ἐπιδεῖξαι, σκοπῶν τά τε ἄλλα καὶ μάλισθ’ ὅτι οὐχ ὁμοίως ἐνταυθοῖ τε περὶ τῶν τοῦ πολέμου
5πραγμάτων λέγεται καὶ ἐν αὐτοῖς τοῖς ἔργοις πράττεται. Max. Conf. Flor. in cod. Paris. 1169 f. 18r (δεῖ γὰρ τοὺς—ὅτ’ οὐδὲν ὄφελός ἐστι ποιήσασθαι) et M. 138 (p. 189) (ὅτι αἰσχρόν ἐστι
πρὸς τὰ ἔργα—πράττεται).

13

.

55

.

6

συχνοὺς γὰρ αἱ συμφοραὶ διορθοῦσι, καὶ πολλοὶ καλῶς αὐταῖς χρησάμενοι κρεῖττον ἀπαλλάσσουσι τῶν εὖ καὶ τελείως πραττόν‐ των καὶ δι’ αὐτὸ καὶ ὑβριζόντων· δοκεῖ γάρ πως ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν ὠφελίας, ὅτι μήτε ἐκφρονεῖν τοὺς ἀν‐
5θρώπους μήτε ἐξυβρίζειν ἐᾷ. κράτιστον μὲν γάρ ἐστι φύσει πρὸς πάντα τὰ ἀμείνονα τετράφθαι, καὶ τῆς ἐπιθυμίας μέτρον μὴ τὴν ἐξουσίαν ἀλλὰ τὸν λογισμὸν ποιεῖσθαι· ἂν δέ τις ἀδυνατῇ στέργειν τὸ κρεῖττον, λυσιτελεῖ αὐτῷ καὶ ἄκοντι σωφρονεῖν, ὥστε ἐν εὐδαι‐ μονίᾳ καὶ τὸ μὴ πάντα εὖ πράττειν τίθεσθαι. Max. Conf. Flor.
10f. 103r (M. p. 542).

13

.

57

.

12

πῶς μὲν γὰρ οὐκ ἄτοπον τά τε ἔξω καὶ τὰ πόρρω πραττό‐ μενα προθυμεῖσθαι ἡμᾶς κατορθῶσαι πρὸ τοῦ τὴν πόλιν αὐτὴν ἐπανορθῶσαι; πῶς δ’ οὐ σχέτλιον τῶν πολεμίων σπουδάζειν κρα‐ τῆσαι πρὸ τοῦ τὰ σφέτερα εὖ θέσθαι; Max. Conf. Flor. f. 157V
5(M. p. 543).

13

.

55

.

7

φυλάξασθαι χρὴ μὴ καὶ αὖθίς τι τῶν ὁμοίων παθεῖν· ὅπερ που καὶ μόνον ἄν τις ἐκ τῶν συμφορῶν ὠφεληθείη· αἱ μὲν γὰρ εὐπραγίαι σφάλλουσιν ἔστιν ὅτε τοὺς ἀπερισκέπτως τι δι’ αὐτὰς
ἐλπίσαντας ὡς καὶ αὖθις κρατήσοντας, τὰ δὲ δὴ πταίσματα ἀναγ‐
5κάζει πάντα τινὰ ἐξ αὐτῶν ὧν πεπείραται, καὶ τοῦ μέλλοντος ἀσφαλῶς προορᾶσθαι. Max. Conf. Flor. f. 103r (M. p. 542) et M. 139 (p. 189)

13

.

55

.

8

ὅτι οὐκ ἔστι σμικρὸν οὔτε πρὸς τὴν παρὰ τῶν θεῶν εὔνοιαν οὔτε πρὸς τὴν παρὰ τῶν ἀνθρώπων εὐδοξίαν τὸ μὴ δοκεῖν πολε‐ μοποιεῖν, ἀλλ’ ἀναγκάζεσθαι τοὺς ὑπάρξαντας ἀμύνασθαι. M. 140 (p. 189).

13

.

55

.

9

τοιούτων δή τινων ἐπ’ ἀμφότερα λεχθέντων ἔδοξέ σφισι παρα‐ σκευάζεσθαι μὲν ὡς καὶ πολεμήσουσι, μὴ μέντοι καὶ τοῦτο ψηφί‐ σασθαι, ἀλλὰ πρέσβεις ἐς τὴν Καρχηδόνα πέμψασι τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα ὑπ’ αὐτοῦ,
5δικάσαι, εἰ δ’ ἐς ἐκεῖνον ἀναφέροιεν αὐτά, ἐξαίτησιν αὐτοῦ ποιή‐ σασθαι, κἂν μὲν ἐκδῶσιν αὐτόν, εἰ δὲ μή, τὸν πόλεμόν σφισιν
ἐπαγγεῖλαι. M. 141 (p. 190).

13

.

55

.

10

ὅτι ὡς οὐδὲν σαφὲς οἱ Καρχηδόνιοι τοῖς πρέσβεσιν ἀπεκρί‐ ναντο, ἀλλὰ καὶ ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιοῦντο, ὁ Φάβιος ὁ Μᾶρκος τάς τε χεῖρας ὑπὸ τὸ ἱμάτιον ὑπέβαλε καὶ ὑπτιάσας αὐτὰς ἔφη “ἐγὼ μὲν ἐνταῦθ’, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην
5φέρω, ὑμεῖς δ’ ὁπότερον αὐτῶν βούλεσθε, ἄντικρυς ἕλεσθε.” ἀποκρι‐ ναμένων δὲ πρὸς τοῦτο καὶ τότε αὐτῶν αἱρεῖσθαι μὲν μηδέτερον, δέχεσθαι δὲ ἑτοίμως ὁπότερον ἄν σφισι καταλίπωσι, τὸν πόλεμον αὐτοῖς ἐπήγγειλεν. M. 142 (ib.).

13

.

56

.

1

ὅτι οἱ Ῥωμαῖοι Ναρβωνησίους πρὸς συμμαχίαν ἐκάλουν· οἱ δὲ οὔτε τι πρὸς τῶν Καρχηδονίων κακὸν οὔτ’ αὖ πρὸς τῶν Ῥω‐ μαίων ἀγαθόν, ὥστε τοῖς μὲν πολεμῆσαι τοῖς δὲ ἀμῦναι, πεπον‐ θέναι πώποτε ἔφασαν, καὶ πάνυ δι’ ὀργῆς αὐτοὺς ἔσχον, ἐπικα‐
5λοῦντές σφισιν ὅτι πολλὰ καὶ δεινὰ τοὺς ὁμοφύλους αὐτῶν ἐδε‐
δράκεσαν. M. 143 (ib.).

14

.

57

.

1

ὅτι ἀπὸ τοιαύτης φησὶν ὁ Δίων ἐκεῖθεν ἤδη προσδοκίας Ῥω‐ μαίους καὶ Καρχηδονίους καθίστασθαι μέγιστον τῇ γνώμῃ τὸ διά‐ φορον ἐς τὴν τοῦ πολέμου διαχείρισιν εἰληφότας. τό τε γὰρ εὔελπι πρὸς εὐθυμίαν πάντας ἀνθρώπους ἄγον προθυμοτέρους τε αὐτοὺς
5καὶ ἐχεγγυωτέρους πρὸς πίστιν τοῦ κρατήσειν παρέχεται, καὶ τὸ δύσελπι ἔς τε ἀθυμίαν καὶ ἐς ἀπόγνωσιν ἐμβαλὸν καὶ τὴν ῥώμην τῆς εὐψυχίας ἀφαιρεῖται. M. 144 (p. 191).

14

.

57

.

2

οἷά που οὖν φιλεῖ τά τε διὰ πλείστου καὶ τὰ ἐν ἀγνωσίᾳ ὄντα πολλοὺς ἐκταράσσειν, δέος τοῖς Ἴβηρσιν οὐκ ἐλάχιστον ἐνε‐ ποίει. τὸ γάρ τοι πολὺ τοῦ ὁμίλου, τὸ μὴ ἀπ’ οἰκείας τινὸς αἰτίας ἀλλ’ ἐν συμμαχίας λόγῳ στρατευόμενον, ἐπὶ τοσοῦτον ἔρρωται ἐφ’
5ὅσον ἂν ὠφελήσεσθαί τι ἀκινδύνως ἐλπίσωσιν· ὅταν δὲ δὴ ἐγγὺς τῶν ἀγώνων γένωνται, τάς τε ἐλπίδας τῶν κερδῶν ἐξίστανται καὶ τὰς πίστεις τῶν ὑποσχέσεων ἐγκαταλείπουσι. καὶ τὸ μὲν πλεῖ‐
στον ταῖς γνώμαις, ὡς καὶ πάντῃ πάντως κατορθώσοντας, λαβεῖν· εἰ δ’ οὖν τι καὶ σφαλεῖεν, ἐλάχιστον αὐτὸ πρὸς ἃ ἀντήλπιζον
10νομίζειν. M. 145 (p. 191).

14

.

57

.

3

ὅτι ἐπεὶ τῷ πλήθει τοῦ στρατοῦ τοῦ Ἀννίβου οὐδὲν τῶν παρα‐ σκευαζομένων ἐξήρκει, καί τινος αὐτῷ διὰ τοῦτο γνώμην δόντος ταῖς τῶν ἐναντίων σαρξὶ τοὺς στρατιώτας σιτίζειν, τὸ μὲν πρᾶγμα οὐκ ἐδυσχέραινε, φοβεῖσθαι δὲ ἔφη μήποτε τοιούτων σωμάτων
5ἀπορήσαντες ἐπ’ ἀλληλοφαγίαν τράπωνται. M. 146 (ib.).

14

.

57

.

4

ὅτι Ἀννίβας πρὶν ἔργου ἔχεσθαι συγκαλέσας τοὺς στρατιώτας παρήγαγε τοὺς αἰχμαλώτους οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἐπύ‐ θετο αὐτῶν πότερα δεδέσθαι τε ἐν πέδαις καὶ δουλεύειν κακῶς
ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας,
5ἐθέλοιεν. ἐπειδή τε τοῦθ’ εἵλοντο, συνέβαλεν αὐτούς, καὶ μαχεσα‐ μένων σφῶν εἶπεν “εἶτ’ οὐκ αἰσχρόν, ὦ ἄνδρες στρατιῶται, τού‐ τους μὲν τοὺς ὑφ’ ἡμῶν ἑαλωκότας οὕτω πρὸς τὴν ἀνδρείαν ἔχειν ὥστε καὶ ἀποθανεῖν ἀντὶ τοῦ δουλεῦσαι ἐπιθυμῆσαι, ἡμᾶς δ’ ὀκνῆσαι πόνον τινὰ καὶ κίνδυνον ὑπὲρ τοῦ μὴ ἀκούειν ἑτέρων καὶ
10προσέτι καὶ ἄρχειν ἄλλων ὑποστῆναι;” M. 147 (p. 192).

14

.

57

.

5

ὅσα ἐλαττωθέντες ποτὲ ὑπὸ τῶν πολεμίων ἐπάθομεν, ταῦτα νικήσαντες αὐτοὺς ἀντιδράσομεν· εὖ γὰρ ἴστε, κρατήσαντες μὲν πάντων ὧν λέγω τευξόμεθα, κρατηθέντες δὲ οὐδὲ τὴν διαφυγὴν ἀσφαλῆ σχήσομεν· τοῦ τε γὰρ κρατήσαντος τὸ πᾶν παραχρῆμα
5φίλιόν ἐστι, κἂν μισοῦν αὐτὸ τυγχάνῃ, καὶ τὸ νικηθὲν οὐδεὶς οὐδὲ τῶν οἰκείων ἔτι θεραπεύει. Max. Conf. Flor. f. 157r (M. p. 543) et M. 148 (p. 192)

14

.

57

6a

ὅτι τὸ ἅπαξ προσπταῖσαν πρός τινας ἀεί τε δυσωπεῖταί
σφας καὶ θαρσεῖν οὐκέτι τολμᾷ. M. 149 (p. 192).

14

.

57

6b

..... γάρ τι καὶ δειλὸν καὶ ἄπιστον φύσει πᾶν τὸ Γαλατικὸν γένος ἐστίν· ὥσπερ γὰρ ἑτοίμως θρασύνεται πρὸς τὰς ἐλπίδας, οὕτως ἑτοιμότερον φοβηθὲν ἐκπλήττεται· πιστότερόν τ’ οὐδὲν τοῖς .... ....... τοὺς ἄλλους ἀνθρώπους ἐκδιδάξει τε μηδέποτε ἐς τὴν
5Ἰταλίαν ἐμβάλλειν τολμῆσαι ... M. 150 (p. 192).

14

.

57

.

7

ὅτι πολλὰ τέρατα τὰ μὲν ὡς ἀληθῶς συμβάντα, τὰ δὲ καὶ μάτην θρυλούμενα ἐλογοποιήθη· ὅταν γάρ τινες ἰσχυρῶς φοβη‐ θῶσιν καί σφισι καὶ ἐκεῖνα ὡς ὄντως γενόμενα ἀποδειχθῇ, πολλά‐ κις ἕτερα προςφαντάζεται· κἂν ἅπαξ τι καὶ ἐκείνων πιστευθῇ, προ‐
5πετῶς ἤδη καὶ τἆλλα πίστιν λαμβάνει. ἐθύοντο οὖν αἱ θυσίαι καὶ
τἆλλα ὅσα οἱ ἄνθρωποι πρός τε τὴν τοῦ παρόντος δεινοῦ σφισιν ἄκεσιν καὶ πρὸς τὴν τοῦ ὑποπτευομένου διάφευξιν εἰώθασι ποιεῖν, ἐγίγνετο. ἀλλά, καὶ γὰρ φιλοῦσιν οἱ πολλοὶ τοῖς τοιούτοις παρὰ τὸ κρεῖττον ἐλπίζοντες πιστεῦσαι, καὶ τότε, εἰ καὶ μᾶλλον διὰ τὸ τοῦ
10προσδοκωμένου κινδύνου μέγεθος ἐνόμιζον ὅτι καὶ τὸ τραχύτατον
αὑτοῖς συμπέσοι, ὅμως ἤλπιζον 〈μὴ〉 ἡττηθήσεσθαι. M. 151 (p. 192).

14

.

57

.

8

ὅτι οἱ 〈Ῥωμαῖοι〉 δικτάτορα τὸν Φάβιον ἀνεῖπον, ἀγαπῶντες εἰ αὐτοί γε περιγένοιντο οὐδὲ τοῖς συμμάχοις βοήθειαν ἀπέστειλαν οὐ‐ δεμίαν οὐδὲ εστη ......., πυθόμενοι δὲ τὸν Ἀννίβαν τῆς τε ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀποτετράφθαι καὶ ἐς Καμπανίαν ὡρμῆσθαι τότε
5δὴ καὶ ἐκείνους, μή πως εἴτε ἑκούσιοι εἴτε βιασθέντες μετα‐
στῶσιν, ἐς ἀσφάλειαν ἐποιήσαντο. M. 152 (p. 193).

14

.

57

.

9

ὅτι ὁ Φάβιος δι’ ἀσφαλείας μᾶλλον ἢ διὰ κινδύνων προσ‐ εδρεύων οὔτε πεῖραν λαβεῖν ἀνδρῶν χειροτεχνῶν τοῦ πολέμου ὄντων ἐτόλμα, καὶ ἐν πολλῇ περιωπῇ τὴν τῶν στρατιωτῶν σωτηρίαν, ἄλλως τε 〈καὶ〉 διὰ τὴν τῶν πολιτῶν ὀλιγανθρωπίαν, ἐποιεῖτο,
5συμφορὰν οὐ τὸ μὴ φθεῖραι τὰ τῶν ἐναντίων ἀλλὰ τὸ τῶν οἰ‐

14

.

57

.

10

κείων ἀποβαλεῖν μεγάλην εἶναι νομίζων· ἐκείνους μὲν γὰρ τῇ περι‐ ουσίᾳ τοῦ πλήθους κἂν ἀνακινδυνεῦσαί ποτε σφαλέντας ἡγεῖτο, αὐ‐ τὸς δ’ εἰ καὶ τὸ βραχύτατον πταίσειεν, 〈ἐν〉 παντὶ κακοῦ, οὐ πρὸς τὸν ἀριθμὸν τῶν τότε ἀποθανόντων ἀλλὰ πρὸς τὸ μέγεθος τῶν πρὶν
5παθημάτων, γενήσεσθαι ἐλογίζετο· τοῖς μὲν γὰρ ἀκεραίοις πράγ‐ μασι καὶ τὰ δεινότατα ῥᾳδίως πολλάκις τοὺς ἀνθρώπους ὑφί‐ στασθαι, τοὺς δὲ προκεκμηκότας καὶ τὰ βραχύτατα κακοῦν ἔλεγεν. καὶ διὰ τοῦτο καὶ τοῦ υἱέος συμβουλεύοντός ποτε αὐτῷ ἀποκιν‐ δυνεῦσαι, καί τι τοιοῦτον εἰπόντος ὅτι οὐκ ἂν πλείους ἑκατὸν ἀν‐
10δρῶν ἀπόλοιντο, οὔτε ἐπείσθη, καὶ προσανήρετο αὐτὸν εἰ καὶ αὐτὸς ἂν ἐθελήσειε τῶν ἑκατὸν ἀνδρῶν γενέσθαι. M. 153 (p. 193).

14

.

57

.

14

ὅτι οἱ Καρχηδόνιοι οὐχ ὅπως αὐτεπάγγελτοί τι τῷ Ἀννίβᾳ ἔπεμψαν, ἀλλ’ ἐν γέλωτί τε αὐτὸν ἐποιοῦντο ὅτι τε εὖ πράττειν καὶ ὅτι πολλὰ κατορθοῦν ἀεί ποτε γράφων σφίσι καὶ χρήματα καὶ στρατιώτας παρ’ αὐτῶν ᾔτει, λέγοντες μηδὲν ὁμολογεῖν τὰς αἰ‐
5τήσεις αὐτοῦ ταῖς κατορθώσεσι· τοὺς γὰρ κρατοῦντας προσήκειν καὶ τῷ παρόντι στρατεύματι ἀρκεῖσθαι καὶ χρήματα οἴκαδε πέμ‐
πειν, ἀλλ’ οὐχ ἕτερα πρὸς ἑαυτῶν προσεπαιτεῖν. M. 154 (p. 194).

14

.

57

.

11

ἔγκλημα γοῦν ἔχω οὐχ ὅτι προπετῶς ἐς τὰς μάχας χωρῶ, οὐδ’ ὅτι διὰ κινδύνων στρατηγῶ, ἵνα πολλοὺς μὲν τῶν στρατιωτῶν ἀπο‐ βαλὼν πολλοὺς δὲ καὶ τῶν πολεμίων ἀποκτείνας αὐτοκράτωρ τε ὀνομασθῶ καὶ τὰ ἐπινίκια πέμψω, ἀλλ’ ὅτι βραδύνω καὶ ὅτι μέλλω
5καὶ ὅτι τῆς σωτηρίας ὑμῶν ἰσχυρῶς ἀεὶ προορῶμαι. Max. Conf. Flor. f. 157V (M. p. 542).

14

.

57

.

18

ὅτι τοῖς πολλοῖς σύνηθες τοῖς ἀρχομένοις εὖ φέρεσθαι ῥᾳδίως, ἄλλως τε καὶ ἐπὶ διαβολῇ τῶν εὐδοκιμούντων, προστίθεσθαι, διότι
τὸ μὲν ἄρτι προφαινόμενον συναύξειν τὸ δ’ ὑπερέχον ἔτι καθαιρεῖν πεφύκασι· τοῖς μὲν γὰρ ἐκ πλείονος σφῶν προφέρουσιν οὐκ ἄν
5τις ἐξαίφνης παρισωθείη, τὸ δ’ ἀδόκητον αὐξηθὲν ἐλπίδα καὶ ἐκείνοις ἐς τὴν ὁμοίαν εὐτυχίαν φέρει. M. 155 (p. 194).

14

.

57

.

15

ὅτι Ἀννίβας ἤτοι χαριζόμενος τῷ Φαβίῳ ὡς καὶ ἐπιτηδείῳ σφίσιν ὄντι, ἢ καὶ ἐπὶ διαβολῇ αὐτοῦ, οὐδὲν τῶν προσηκόντων οἱ κατέδραμεν. καὶ διὰ τοῦτ’ ἀντιδόσεως τῶν αἰχμαλώτων τοῖς Ῥω‐ μαίοις πρὸς τοὺς Καρχηδονίους, ὥσθ’ ὁποτέρων 〈ἂν〉 πλείους εὑ‐
5ρεθῶσιν ἀπολυτρωθῆναί σφας, γενομένης, καὶ τῶν Ῥωμαίων μὴ βουληθέντων αὐτοὺς ἐκ τοῦ δημοσίου λυτρώσασθαι, τὰ χωρία ὁ

14

.

57

.

16

Φάβιος ἀποδόμενος τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. καὶ διὰ τοῦτο αὐτὸν 〈μὲν〉 οὐκ ἔπαυσαν, τῷ δὲ ἱππάρχῳ τὴν αὐτήν οἱ ἐξουσίαν ἔδωκαν, ὥστ’ ἀμφοτέρους ἅμα ἀπὸ τῆς ἴσης ἄρχειν. καὶ ὁ 〈μὲν〉 Φάβιος οὐδεμίαν ὀργὴν οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχε·
5τῶν τε γὰρ ἀνθρωπίνων πραγμάτων συνεγίγνωσκεν αὐτοῖς, καὶ ἀγαπητὸν ἐποιεῖτο εἰ καὶ ὁπωσοῦν περιγένοιντο. τὸ γὰρ κοινὸν σώζεσθαι καὶ κρατεῖν, ἀλλ’ οὐκ αὐτὸς εὐδοξεῖν ἤθελεν, τήν τε ἀρε‐ τὴν οὐκ ἐν τοῖς ψηφίσμασιν ἀλλ’ ἐν τῇ ἑκάστου ψυχῇ εἶναι, καὶ τὸ κρεῖττον τό τε χεῖρον οὐ〈κ ἀπὸ〉 δόγματός τινι ἀλλ’ ἐκ τῆς αὐτοῦ

14

.

57

.

17

ἐκείνου ἐπιστήμης ἢ ἀμαθίας ὑπάρχειν νομίζων. ὁ δὲ δὴ Ῥοῦφος οὐδὲ ἐν τῷ πρὶν ὀρθῶς φρονῶν τότε δὴ καὶ μᾶλλον ἐπεφύσητο, καὶ κατέχειν ἑαυτόν, ἅτε καὶ τῆς ἀπειθαρχίας ἆθλον τὴν πρὸς τὸν δικτάτορα ἰσομοιρίαν προσλαβών, οὐκ ἐδύνατο, ἀλλ’ ἡμέραν ἠξίου
5παρ’ ἡμέραν ἢ καὶ πλείους ἐναλλὰξ μόνος ἄρχειν. ὁ δὲ Φάβιος φοβηθεὶς μή τι κακόν σφας, εἰ πάσης τῆς δυνάμεως ἐγκρατὴς γένοιτο, ἐξεργάσαιτο, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ’ ἐνεί‐ ματο τὸ στράτευμα, ὥστε ἐν ὁμοίῳ τοῖς ὑπάτοις καὶ ἐκείνους ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα 〈ὁ Ῥοῦφοσ〉 ἀπεστρατοπε‐
10δεύσατο, ἵνα καὶ τῷ ἔργῳ διάδηλος, ὅτι αὐτὸς καθ’ ἑαυτὸν ἀλλ’ οὐχ ὑπὸ τῷ δικτάτορι ἄρχοι, γένοιτο. V. 32 (p. 597).

14

.

57

.

19

ὅτι ὁ Ῥοῦφος ἰσομοιρίαν λαχὼν τῷ δικτάτορι καὶ ἡττηθεὶς ὑπὸ Καρχηδονίων μετεβάλετο (σωφρονίζουσι γάρ πως τοὺς μὴ πάνυ ἀνοήτους αἱ συμφοραί) καὶ ἐθελοντὴς τὴν ἡγεμονίαν ἀφῆκε. καὶ αὐτὸν ἰσχυρῶς ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν· οὐ γὰρ ὅτι μὴ κατ’
5ἀρχὰς τὸ δέον ἔγνω, μεμπτὸς ἐνομίζετο, ἀλλ’ ὅτι μὴ κατώκνησε

14

.

57

.

20

μετανοῆσαι, καλῶς ἤκουε. τὸ μὲν γὰρ ἀπὸ πρώτης εὐθὺς τὰ προσ‐ ήκοντά τινα ἑλέσθαι καὶ εὐτυχίας ἔργον ἡγοῦντο εἶναι, τὸ δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων τὰ βελτίω μαθόντα μὴ αἰσχυνθῆναι μεταθέσθαι μεγάλως ἐπῄνουν. 〈ὥστε〉 καὶ ἐκ τούτου δειχθῆναι
5σαφῶς ὅσον ἀνὴρ ἀνδρὸς ἀρετή τε ἀληθὴς δοκήσεως διαφέρει· ἃ γοῦν φθόνῳ καὶ διαβολῇ πρὸς τῶν πολιτῶν ὁ Φάβιος ἀφῃρέθη, ταῦτα παρ’ ἑκόντος τοῦ συνάρχοντος καὶ δεομένου γε ἀνεκτήσατο. M. 156 (p. 194).

14

.

57

.

21

ὅτι ὁ αὐτὸς μέλλων ἐκ τῆς ἀρχῆς ἀπαλλαγήσεσθαι τοὺς ὑπά‐ τους μετεπέμψατο καὶ ἐκεῖνό τε αὐτοῖς παρέδωκε καὶ προσπαρῄ‐ νεσε πάνθ’ ὅσα πραχθῆναι ἐχρῆν ἀφθονώτατα· τήν τε γὰρ σωτη‐ ρίαν τῆς πόλεως προετίμα τοῦ μόνος γε δοκεῖν καλῶς ἄρχειν, καὶ
5οὐκ ἐξ ὧν ἂν ἔπταισαν ἰδιογνωμονήσαντες, ἀλλ’ ἐξ ὧν κατώρθω‐ σαν πεισθέντες αὐτῷ μᾶλλον ἐπαινεθήσεσθαι προσεδόκησε. καὶ οἱ ὕπατοι δὲ οὐδὲν θρασέως κατὰ τὴν τοῦ Φαβίου ὑποθήκην ἔπρα‐ ξαν, ἀλλ’ ἐν ἀμείνονι τὸ μή τι καταπρᾶξαι τοῦ καὶ σφαλῆναι τιθέμενοι κατὰ χώραν πάντα τὸν τῆς ἡγεμονίας χρόνον ἔμειναν.
10M. 157 (p. 195).

15

.

2

.

3

Οἱ γὰρ Ἰάπυγες καὶ Ἄπουλοι περὶ τὸν Ἰόνιον κόλπον οἰκοῦσιν. Ἀπούλων δὲ ἔθνη κατὰ τὸν Δίωνα Πευκέτιοι Πεδίκουλοι καὶ Δαύ‐ νιοι καὶ Ταραντῖνοι. καὶ Κάνναι Διομήδους πεδίον ἔστι περὶ τὴν
Ἀπουλίαν τῶν Δαυνίων. ἡ δὲ Μεσσαπία καὶ Ἰαπυγία ὕστερον
5Σαλεντία, εἶτα Καλαβρία ἐκλήθη. ἡ δὲ Ἀργύριππα πόλις τοῦ Διομήδους μετεκλήθη Ἀπούλοις Ἄρποι. Tzetz. ad Lycophr. v. 603.

15

.

57

.

22

ὅτι περὶ μαντικῆς καὶ ἀστρονομίας φησὶν ὁ Δίων “ἐγὼ μέντοι οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῶν ἐκ μαντικῆς προλε‐ γομένων τισὶ συμβαλεῖν ἔχω· τί γάρ που καὶ βούλεται 〈τὸ〉 προ‐ σημαίνειν, εἴ γε πάντως τέ τι ἔσται καὶ μηδεμία ἂν αὐτοῦ ἀπο‐
5τροπὴ μήτ’ ἀνθρωπίνῃ περιτεχνήσει μήτ’ αὖ θείᾳ προνοίᾳ γένοιτο; ταῦτα μὲν οὖν ὅπῃ ποτὲ ἑκάστῳ δοκεῖ νομιζέσθω.” M. 158 (p. 195).

15

.

57

.

23

ὅτι ἦρχον Παῦλος καὶ Τερέντιος ἄνδρες οὐχ ὁμοιότροποι, ἀλλ’ ἐξ ἴσου τῷ διαφόρῳ τοῦ γένους καὶ τὰ ἤθη διαλλάττοντες. ὁ μὲν 〈γὰρ〉 εὐπατρίδης τε ἦν καὶ παιδείᾳ ἐκεκόσμητο, τό τε ἀσφαλὲς
πρὸ τοῦ προπετοῦς προετίμα, καί πῃ καὶ ἐκ τῆς αἰτίας, ἣν ἐπὶ
5τῇ προτέρᾳ ἀρχῇ εἰλήφει, κεκολουσμένος οὐκ ἐθρασύνετο, ἀλλ’ ὅπως μὴ καὶ αὖθίς τι δεινὸν πάθοι μᾶλλον ἢ ὅπως ἀποτολμήσας

15

.

57

.

24

τι κατορθώσῃ ... Τερέντιος δὲ ἔν τε τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν θρασύτητι βαναυσικῇ ἤσκητο, καὶ διὰ ταῦτ’ ἔς τε τἆλλ’ ἐξεφρόνει καὶ τὸ κράτος ἑαυτῷ τοῦ πολέμου προυπισχνεῖτο, τοῖς τε εὐπα‐ τρίδαις πολὺς ἐνέκειτο, καὶ τὴν ἡγεμονίαν μόνος πρὸς τὴν τοῦ
5συνάρχοντος ἐπιείκειαν ἔχειν ἡγεῖτο. M. 159 (p. 196).

15

.

57

.

25

ὅτι τὸ τοῦ Τερεντίου ἀπερίσκεπτον καὶ τὸ τοῦ Παύλου ἐπι‐ εικές, βουλομένου μὲν ἀεὶ τὰ προσήκοντα, συγχωροῦντος δὲ τὰ πολλὰ τῷ συνάρχοντι (δεινὴ γάρ ἐστιν ἐλαττωθῆναι θράσους πρᾳ‐
ότης), ἥττησεν αὐτούς. M. 160 (ib.).

15

.

57

.

26

ὅτι ἐν τῇ συμπλοκῇ τοῦ πολέμου οὐδ’ οἱ πάνυ θαρσοῦντες ἐλαφροτέραν τὴν ἐλπίδα τοῦ φόβου πρὸς τὸ ἄδηλον αὐτῆς εἶχον,
ἀλλὰ καὶ ὅσῳ μᾶλλον ἡγοῦντο νικήσειν, τόσῳ μᾶλλον ἐδέδισαν μή πῃ καὶ σφαλῶσι· τοῖς μὲν γὰρ ἀγνοοῦσί τι οὐδέν ἐστι φοβερὸν ἐκ
5τῆς ἀπονοίας ὑπομένειν, τὸ δὲ ἐκ λογισμοῦ θαρσοῦν ... M. 161 (p. 196).

15

.

57

.

28

ὅτι ὁ Σκιπίων πυθόμενός τινας παρασκευάζεσθαι τῶν Ῥω‐ μαίων τήν τε Ῥώμην ἐγκαταλιπεῖν καὶ τὴν Ἰταλίαν ὅλην ὡς τῶν Καρχηδονίων ἐσομένην, ἐπέσχεν αὐτοὺς ξιφήρης ἐς τὴν κατάλυσιν ἐν ᾗ ἐκοινολογοῦντο ἐξαίφνης ἐσπηδήσας, καὶ αὐτός τε ὀμόσας
5πάντα τὰ προσήκοντα καὶ λόγῳ καὶ ἔργῳ πράξειν, καὶ ἐκείνους ὁρκώσας ὡς παραχρῆμα ἀπολουμένους, ἂν μὴ τὰ πιστὰ αὐτῷ παρά‐

15

.

57

.

29

σχωνται. καὶ οἱ μὲν ἐκ τούτου συμφρονήσαντες πρὸς τὸν ὕπατον ἔγραψαν ὅτι σώζοιντο· ἐκεῖνος δὲ ἐς μὲν τὴν Ῥώμην οὔτ’ ἔγραψε παραχρῆμα οὔτ’ ἄγγελον ἀπέστειλεν, ἐς δὲ τὸ Κανύσιον ἐλθὼν τά τε ἐνταῦθα κατεστήσατο, καὶ τοῖς πλησιοχώροις φρουρὰς ὡς ἐκ
5τῶν παρόντων ἔπεμψε, προσβάλλοντάς τε τῇ πόλει ἱππέας ἀπε‐ κρούσατο. τό τε σύνολον οὔτ’ ἀθυμήσας οὔτε καταπτήξας, ἀλλ’ ἀπ’ ὀρθῆς τῆς διανοίας, ὥσπερ μηδενός σφισι δεινοῦ συμβεβηκό‐ τος, πάντα τὰ πρόσφορα τοῖς παροῦσι καὶ ἐβούλευσε καὶ ἔπραξεν.
V. 33 (p. 598).

15

.

57

.

30

ὅτι τοὺς Νουκερίνους καθ’ ὁμολογίαν ὥστε μεθ’ ἑνὸς ἱματίου ἕκαστον ἐκ τῆς πόλεως ἐκχωρῆσαι λαβὼν Ἀννίβας, ἐπειδὴ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέ‐ πνιξεν, τοῖς δὲ ἄλλοις ἀπελθεῖν δῆθεν ὅποι βούλοιντο δοὺς πολ‐
5λοὺς καὶ ἐκείνων ἐν τῇ ὁδῷ ἐφόνευσεν. οὐ μέντοι αὐτῷ ἐλυσιτέ‐ λησε· φοβηθέντες γὰρ καὶ οἱ λοιποὶ μὴ τὰ ὅμοια πάθωσιν, οὐ συνέβαινον αὐτῷ, καὶ ἀντεῖχον ἐφ’ ὅσον ἐξήρκουν. V. 34 (p. 598).

15

.

57

.

31

ὅτι ὁ Μάρκελλος καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ τῇ τε δικαιο‐ σύνῃ πολλῇ ἐχρήσατο, παρὰ δὲ δὴ τῶν ἀρχομένων οὐ πάντα ἀκρι‐ βῶς οὐδὲ χαλεπῶς ἀπῄτει, οὐδὲ ἐπιμέλειαν ὅπως καὶ ἐκεῖνοι τὰ δέοντα πράττωσιν ἐποιεῖτο, τοῖς τε ἁμαρτάνουσί τι αὐτῶν συγ‐
5γνώμην κατὰ τὸ ἀνθρώπινον ἔνεμε, καὶ οὐκ ὠργίζετο ἔτι εἰ μὴ ὅμοιοι αὐτῷ εἶεν. V. 35 (p. 601).

15

.

57

.

32

ὅτι ἐν τῇ Νώλῃ πολλῶν τοὺς ἁλόντας τε ἐν ταῖς Κάνναις καὶ ἀφεθέντας ὑπὸ τοῦ Ἀννίβου διὰ φόβου τε ἐχόντων ὡς καὶ τὰ ἐκεί‐ νου φρονοῦντας καὶ θανατῶσαι βουλομένων, ἀντέστη. καὶ μετὰ τοῦτο τὴν ὑποψίαν ἣν ἐς αὐτοὺς εἶχεν ἀποκρυψάμενος, οὕτω σφᾶς
5μετεχειρίσατο ὥστε τά τε ἑαυτοῦ ἀνθελέσθαι καὶ χρησιμωτάτους
καὶ τῇ πατρίδι καὶ τοῖς Ῥωμαίοις γενέσθαι. V. 36 (ib.).

15

.

57

.

33

ὅτι ὁ αὐτὸς Μάρκελλος τῶν ἱππέων τινὰ τῶν Λευκανῶν αἰ‐ σθόμενος ἐν ἔρωτι γυναικὸς ὄντα, συνεχώρησεν αὐτῷ καὶ ἐν τῷ στρατοπέδῳ αὐτὴν ἔχειν, ὅτι κράτιστα ἐμάχετο, καίπερ ἀπαγορεύ‐ σας μηδεμίαν ἐς τὸ τάφρευμα γυναῖκα ἐσιέναι. V. 37 (p. 601).

15

.

57

.

34

ὅτι τὰ αὐτὰ ἐποίησε καὶ τοῖς Νουκερίνοις, πλὴν καθ’ ὅσον ἐς
φρέατα τοὺς βουλευτὰς καὶ οὐκ ἐς βαλανεῖα ἐνέβαλεν. V. 38 (ib.).

15

.

57

.

35

ὅτι ὁ Φάβιος τοὺς πολίτας 〈τοὺσ〉 ἐν ταῖς πρὶν μάχαις ζωγρη‐ θέντας τοὺς μὲν ἄνδρα ἀντ’ ἀνδρὸς ἐκομίσατο, τοὺς δὲ καὶ χρη‐ μάτων ἀπολύσασθαι συνέθετο. μὴ δεξαμένης δὲ τῆς βουλῆς τὸ ἀνάλωμα, ὅτι μηδὲ τὴν λύσιν αὐτῶν συνεπῄνεσε, τά τε ἑαυτοῦ
5χωρία, ὥσπερ εἶπον, ἀπεκήρυξεν, καὶ ἐκ τῆς τιμῆς σφων τὰ λύτρα
αὐτοῖς ἐχαρίσατο. V. 39 (p. 601).

15

.

57

46b

Δίων ἐν ιεʹ βιβλίῳ “μὴ οἱ Συρακούσιοι νεωτερίσωσί τι, τὴν
βοήθειαν ἀπογνόντες.” Bekk. Anecd. p. 119 21.

15

.

57

46a

Δίων ἐν Ῥωμαϊκῶν ειʹ “ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ
ἤνεγκαν δικαιωθέντες ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκ‐ κου καὶ οἱ Συρακόσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι. καὶ ἐδικαι‐
5ώθησαν ἐν τῷ συνεδρίῳ. Suidas v. ἐδικαιώθησαν, Lex. Seguer. ed. Bachm. Anecd. Gr. 1, 206, Cram. Anecd. Par. 4, 168 (e cod. Coisl. 347 optimo), et Etym. Magn.
p. 316, 9 Gaisf.

16

.

57

.

36

ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ, ἀνταπόδοσιν τῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καί‐ περ καὶ ἐκείνου Καρθάλωνα ἐπ’ αὐτὸ τοῦτο ἀντιπέμψαντος· ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ
5ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλ’ εὐθὺς δι’ ὀργῆς ἀνέστρε‐
ψεν. URm (p. 379).

16

.

57

.

38

ὅτι ὁ Σκιπίων ὁ τὸν πατέρα τρωθέντα σώσας, ὁ στρατηγός, ἦν καὶ φύσεως ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος, τό τε φρόνημα καὶ τὸ τῆς γνώμης καὶ τὸ τῶν λόγων, ὁπότε γε καὶ τού‐ του ἔδει, μέγιστον εἶχε, καὶ αὐτὸ καὶ ἐν τοῖς ἔργοις οὐχ ἥκιστα
5ἐβεβαίου, ὥστε καὶ μεγαλόφρων καὶ μεγαλοπράγμων, οὐκ ἐκ κενοῦ

16

.

57

.

39

αὐχήματος ἀλλ’ ἐξ ἐχεγγύου διανοίας, δοκεῖν εἶναι. διά τε οὖν ταῦτα, καὶ διότι καὶ τὸ θεῖον ἀκριβῶς ἤγαλλεν, ἐχειροτονήθη. οὐδὲν γὰρ οὔτ’ οὖν δημόσιον οὔτ’ ἴδιον πρὶν ἔς τε τὸ Καπιτώλιον ἀναβῆναι καὶ χρόνον τινὰ ἐνδιατρῖψαι ἐνεχειρίζετο. καὶ διὰ τοῦτο
5φήμην ἔλαβεν ἐκ τοῦ Διὸς ἐς δράκοντα ἐν τῇ 〈πρὸς τὴν〉 μητέρα αὐ‐
τοῦ συνουσίᾳ μεταβαλόντος γεγεννῆσθαι. καί τινας καὶ ἐκ τούτου πολλοῖς ἐλπίδας ἐς αὑτὸν ἐνεποίει. V. 40 (p. 601) et Phot. lex. (= Suid. et Etym. Magn. et Bachm. Anecd. Gr. 1, 248) s. v. ἤγαλλεν

16

.

57

.

40

ὅτι ὁ Σκιπίων καὶ μὴ ἐννόμου ἡγεμονίας λαβὼν ὄνομα ἐξ ὧν ἐχειροτονήθη, τὸ στρατόπεδον προσφιλὲς ἐποιήσατο, καὶ ἤσκησεν ἐξηργηκότας ἐκ τῆς ἀναρχίας καὶ ἀνεκτήσατο κατεπτηχότας ἐκ τῶν συμφορῶν. τόν τε Μάρκιον οὐχ, οἷά που φιλοῦσιν οἱ πολλοί, ἀνε‐
5πιτήδειον ἡγήσατο ὅτι εὐδοκιμηκὼς ἦν, ἀλλὰ καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις ἀεὶ ἐσέμνυνεν· καὶ γὰρ ἦν οἷος οὐκ ἐκ τῆς τοῦ πέλας διαβολῆς καὶ καθαιρέσεως ἀλλ’ ἐκ τῆς οἰκείας ἀρετῆς αὔ‐ ξεσθαι θέλειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τοὺς στρατιώτας
ᾠκειώσατο. V. 41 (p. 602).

16

.

57

.

42

ὅτι στάσεως γενομένης τῶν στρατιωτῶν ὁ Σκιπίων συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ ἐς τὸ δημόσιον ἀπέδειξε.
τῶν τε αἰχμαλώτων ἐς τὸ ναυτικὸν κατέταξεν, καὶ τοὺς ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκε. καὶ αὐτῷ διὰ τοῦτο πολλοὶ
5μὲν δῆμοι πολλοὶ δὲ καὶ δυνάσται, ἄλλοι τε καὶ Ἰνδίβολις καὶ Μαν‐

16

.

57

.

43

δόνιος Ἰλεργετανοί, προσεχώρησαν. τό τε τῶν Κελτιβήρων ἔθνος πλεῖστόν τε καὶ ἰσχυρότατον τῶν περιχώρων ὂν ὧδε προσέθετο. παρθένον ἐν τοῖς αἰχμαλώτοις ἐπιφανῆ κάλλει λαβὼν ὑπωπτεύθη μὲν ἄλλως ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι Ἀλλουκίῳ τινὶ
5τῶν ἐν τέλει Κελτιβήρων ἠγγύηται, μετεπέμψατό τε αὐτὸν αὐτεπ‐ άγγελτος, καὶ τὴν παῖδα αὐτῷ παρέδωκε μετὰ τῶν λύτρων ἅπερ οἱ προσήκοντες αὐτῆς ἐκεκομίκεσαν. κἀκ τοῦ ἔργου τούτου καὶ
ἐκείνους καὶ τοὺς ἄλλους ἀνηρτήσατο. V. 42 (p. 602).

16

.

57

.

48

ὅτι ὁ Σκιπίων δεινὸς μὲν ἦν ἐν ταῖς στρατηγίαις, ἐπιεικὴς δὲ ἐν ταῖς ὁμιλίαις, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους αὐτῷ φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας φιλάνθρωπος. καὶ προσέτι καὶ ἐκ τῆς τοῦ πατρὸς τοῦ τε θείου δόξης πλεῖστον ἐς πίστιν ὧν ἐποίει, τῷ
5δοκεῖν ἀπ’ ἀρετῆς ἐκ γένους ἀλλ’ οὐκ ἐκ τοῦ προστυχόντος εὐδο‐ κιμεῖν, ἴσχυε. τότε δὲ καὶ μᾶλλον ἐπί τε τῷ τάχει τῆς νίκης, καὶ ὅτι καὶ ὁ Ἀσδρούβας ἐς τὴν μεσόγειαν ἀνεχώρησεν, μάλιστα δὲ ὅτι καὶ ἐθείασεν, εἴτ’ οὖν παρὰ δαιμονίου τινὸς μαθὼν εἴτε κατὰ τύχην, ὅτι ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, ὃ καὶ ἐγένετο,
10πάντες μὲν αὐτὸν ὡς καὶ κρείττω σφῶν ὄντα ἐτίμων, οἱ δὲ Ἴβηρες
καὶ βασιλέα μέγαν ὠνόμαζον. V. 43 (p. 605).

16

.

57

.

47

Δίων ἐν τῷ ιϛʹ “πάντες ἀποθανεῖν ἐστε ἄξιοι, οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ’ ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.” Suidas v. ἐδικαιώθησαν, Etym. Magn. p. 316, 9, Lex. Seguer. (Bachm. Anecd. Gr. 1, 206)
5Cram. Anecd. Par. 4, 168.

17

.

57

.

50

ὅτι ὁ Μασινίσσας ἄλλως μὲν ἐν τοῖς κράτιστος ἀνὴρ ἦν, τά τε πολέμια καὶ τοῖς βουλεύμασι καὶ τῇ χειρὶ ἄριστα ἐξειργάζετο, καὶ ἐς πίστιν οὐχ ὅτι τῶν ὁμοφύλων (ἄπιστοι [τε] γὰρ οὗτοί γε ὡς πλήθει εἰσί) ἀλλὰ καὶ τῶν πάνυ μέγα ἐπ’ αὐτῇ φρονούντων
5προέφερεν. V. 44 (p. 605).

17

.

57

.

51

ὅτι τῆς Σοφωνίδος ἰσχυρῶς ἤρα Μασινίσσας, ἣ τό 〈τε〉 κάλλος ἐπιφανὲς εἶχε (καὶ γὰρ τῇ συμμετρίᾳ τοῦ σώματος καὶ τῷ ἄνθει τῆς ὥρας ἤκμαζεν) καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσι‐ κῆς ἤσκητο· ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ τὸ σύμπαν οὕτως ἐπα‐
5φρόδιτος ὥστε καὶ ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον πάντα τινά, καὶ τὸν πάνυ δυσέρωτα, κατεργάσασθαι. V. 45 (p. 605.).

17

.

57

.

53

... | μέντοι καὶ ἠθέλησε τοῦτον τίσασθαι· προϋποπτευθεὶς γὰρ ἔφυγε, καὶ ἐς τὴν Λιβύην ἐλθὼν πολλὰ μὲν καθ’ ἑαυτὸν πολλὰ δὲ καὶ μετὰ τῶν Ῥωμαίων καὶ τὸν Σύφακα καὶ τοὺς Καρχηδονίους ἐλύπησεν. Σκιπίων δὲ ἐπειδὴ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ
5μὲν βίᾳ τὰ δὲ καὶ ὁμολογίᾳ προσεποιήσατο, τὸν στόλον τὸν ἐς τὴν Λιβύην ἡτοιμάζετο, οὗπερ ἀεὶ ἐφίετο· καὶ γὰρ τοῦτο καίτοι πολ‐ λῶν ἀντιλεγόντων ἐπετράπη τότε, καὶ τῷ Σύφακι συγγενέσθαι ἐκε‐

17

.

57

.

54

λεύσθη. κἂν ἐξείργαστό τι τοῦ φρονήματος τοῦ ἑαυτοῦ ἄξιον· ἢ γὰρ Καρχηδόνα εἷλεν ἂν τὸν πόλεμον αὐτῇ περιστήσας, ἢ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἐξήγαγεν, ὅπερ ὕστερον ἔπραξεν, εἰ μὴ οἱ ἐν οἴκῳ Ῥωμαῖοι τὰ μὲν φθόνῳ αὐτοῦ τὰ δὲ καὶ φόβῳ ἐμποδὼν
5ἐγένοντο· τό τε γὰρ νέον πᾶν μειζόνων ἀεὶ ἐπορέγεσθαι καὶ τὸ κατορ‐ θοῦν πολλάκις ἄπληστον τῆς εὐπραγίας εἶναι νομίζοντες χαλεπώ‐ τατα ἂν ἡγοῦντο νεανίσκου ψυχὴν αὐχήματι προ ....... | ... ........................... | ........... .................. | ....................
10........ | ..............................

17

.

57

.

55

| ........ χ..ρ οὐκ ἐκείνῳ πρός τε δυναστείαν καὶ δόξαν ἀλλ’ ἑαυτοῖς πρός τε ἐλευθερίαν καὶ σωτηρίαν συμφέρῃ χρῆσθαι, κατέλυον αὐτόν, καὶ ὃν αὐτοὶ προῆγον ἐς τὰ πράγματα ἐν χρείᾳ αὐτοῦ γενόμενοι, τοῦτον ἐθελονταὶ καθῄρουν, ὅτι μείζων τῆς κοινῆς
5ἀσφαλείας ἐγεγόνει· καὶ τοῦτο οὐκέτι ὅπως Καρχηδονίους παντε‐ λῶς δι’ αὐτοῦ καταπολεμήσωσιν, ἀλλ’ ὅπως μὴ ἑαυτοῖς τύραννον

17

.

57

.

56

αὐθαίρετον ἐπασκήσωσιν ἐσκόπουν. τῶν οὖν στρατηγῶν δύο αὐτῷ διαδόχους πέμψαντες ἀνεκάλεσαν αὐτόν. καὶ τὰ μὲν ἐπινίκια οὐκ ἐψηφίσαντό οἱ, ὅτι ἰδιώτης τε ὢν ἐστράτευτο καὶ ἐπ’ οὐδεμιᾶς ἐννόμου ἡγεμονίας ἐξήταστο, βοῦς μέντοι ἑκατὸν λευκοὺς ἐν τῷ
5Καπιτωλίῳ θῦσαι καὶ πανήγυρίν τινα ἐπιτελέσαι τήν τε ὑπατείαν ἐς τὸ τρίτον ἔτος αἰτῆσαι ἐπέτρεψαν· αἱ γὰρ ἐς νέωτα ἀρχαι‐ ρεσίαι νεωστὶ ἐγεγόνεσαν.

17

.

57

.

57

ἐν δὲ τοῖς αὐτοῖς τούτοις χρόνοις καὶ ὁ Σουλπίκιος μετὰ τοῦ
Ἀττάλου Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ κατὰ τὸ ἰσχυρὸν ἔλαβεν· ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη σφίσι διὰ τάχεων καίπερ ἐν Δημη‐ τριάδι ὢν ἐπαμῦναι, ἐπειδὴ οἱ Αἰτωλοὶ τὰς διόδους προκατέσχον.

17

.

57

.

58

ὀψὲ δ’ οὖν ποτε ἐπελθὼν καὶ καταλαβὼν τὸν Ἄτταλον τὴν λείαν τὴν ἐκ τοῦ Ὀποῦντος διατιθέμενον (ἐκείνῳ μὲν γὰρ αὕτη, τοῖς δὲ δὴ Ῥωμαίοις ἡ ἐκ τοῦ Ὠρεοῦ ἐγένετο) ἐς τὰς ναῦς αὐτὸν κατήραξεν, ὥστε τὸν Ἄτταλον διά τε τοῦτο καὶ διὰ Προυσίαν τὸν Βιθυνῶν
5βασιλέα, ἐσβαλόντα τε ἐς τὴν χώραν αὐτοῦ καὶ πορθοῦντα αὐτήν, ἀποπλεῦσαι κατὰ τάχος οἴκαδε. ὁ μέντοι Φίλιππος οὐχ ὅσον οὐκ ἐπήρθη τούτῳ, ἀλλὰ καὶ σπείσασθαι τοῖς Ῥωμαίοις ἠθέλησε, καὶ μάλισθ’ ὅτι καὶ ὁ Πτολεμαῖος πρέσβεις ἐκ τῆς Αἰγύπτου πέμπων

17

.

57

.

59

συνήλλαττεν αὐτούς. καί τινων λόγων σφίσι γενομένων | ..... ......................... | ............. ................ | ...................... .......... | ............................
5... εἰ|ρήνην οὐκέτι ᾔτησεν ἀλλὰ .................. τοὺς δὲ Αἰτωλοὺς ἀπὸ τῆς συμμαχίας τῆς τῶν Ῥωμαίων ρ .... τινι ἀποσπάσας φίλους ἐποιήσατο. οὐ μέντοι καὶ ἐπράχθη τι μνήμης ἄξιον οὔθ’ ὑπ’ ἐκείνων οὔτε ὑπ’ ἄλλων τινῶν, οὔτε τότε οὔτε ἐν τῷ ὑστέρῳ ἔτει ἐν ᾧ Λούκιός τε Οὐετούριος καὶ Καικίλιος Μέτελ‐
10λος ὑπάτευσαν, καίπερ σημείων πολλῶν καὶ δυσχερῶν τοῖς Ῥω‐

17

.

57

.

60

μαίοις γενομένων· ἀρνίον τε γὰρ ἀρρενόθηλυ ἐγεννήθη, καὶ σμῆνος ὑ ................ ον ὤφθη, κατά τε τῶν θυρῶν τοῦ ναοῦ τοῦ Διὸς τοῦ Καπιτωλίου ὄφεις δύο κατώλισθον, καὶ ἱδρῶτι πολλῷ αἵ τε θύραι τοῦ Ποσειδωνίου καὶ ὁ βωμὸς ἐρρύη, ἔν τε Ἀντίῳ στάχυες
5αἱματώδεις θερίζουσί τισιν ὤφθησαν, καὶ ἑτέρωθι γυνὴ κέρατα ἔχουσα ἀνεφάνη, κεραυνοί τε ἐς ναοὺς πολλοὶ | ... P. 1 (p. 458 sq.).

17

.

57

.

52

ὅτι Λικίννιος Κράσσος ὑπό τε ἐπιεικείας καὶ κάλλους πλούτου τε, ἀφ’ οὗπερ καὶ πλούσιος ἐπωνομάσθη, ὅτι τε ἀρχιερεὺς ἦν,
ἔμελλεν ἐν τῇ Ἰταλίᾳ ἀκλήρωτος μένειν. V. 46 (p. 605).

17

.

57

.

61

ὅτι τοῦ Πυθίου κελεύσαντος τοῖς Ῥωμαίοις τῷ ἀρίστῳ τῶν πολιτῶν ἐπιτρέψαι τὴν θεὸν τὴν ἐκ Πεσινοῦντος κομιζομένην ἐς τὸ ἄστυ, Πούπλιον Σκιπίωνα, παῖδα τοῦ Γναίου τοῦ ἐν τῇ Ἰβηρίᾳ τελευτήσαντος ὄντα, ἁπάντων προέκριναν καὶ προετίμησαν. αἴτιον
5δὲ ὅτι ἄλλως τε ... καὶ εὐσεβὴς καὶ δίκαιος ἐνομίζετο. ὃς ταύτην τότε ἐς τὴν πόλιν καὶ ἐς τὸ Παλάτιον μετὰ τῶν ἐπιφανεστάτων γυναικῶν ἀνήγαγεν. V. 47 (p. 606).

17

.

57

.

62

ὅτι πυθόμενοι τὰ τῶν Λοκρῶν οἱ Ῥωμαῖοι, καὶ νομίσαντες
αὐτὰ ὀλιγωρίᾳ τοῦ Σκιπίωνος συμβεβηκέναι, χαλεπῶς τε ἔφερον, καὶ ἐβουλεύσαντο εὐθὺς ὑπὸ ὀργῆς τῆς τε ἡγεμονίας αὐτὸν παῦσαι καὶ ἐπὶ δίκην ἀνακαλέσαι, προσπαροξυνθέντες ὅτι τῇ τε Ἑλληνικῇ
5διαίτῃ ἐχρῆτο καὶ ὅτι ἱμάτιον ἀνεβάλλετο, ὅτι τε ἐς παλαίστραν παρέβαλλεν. ὅτι τε τοῖς στρατιώταις ἁρπάζειν τὰ τῶν συμμάχων ἐπιτρέπειν ἐλέγετο, τόν τε πλοῦν τὸν ἐπὶ Καρχηδόνα διατρίβειν ἐπίτηδες, ὅπως ἐπὶ πλεῖον ἄρξειεν, ὑπωπτεύετο, μέγιστον δέ, ἐν‐ αγόντων τῶν ἀπ’ ἀρχῆς οἱ φθονούντων, μεταπέμψασθαι αὐτὸν
10ἤθελον. καὶ τοῦτο μὲν διὰ τὸ πλῆθος μεγάλην εὔνοιαν αὐτοῦ πρὸς τὰς ἐλπίδας ἔχον οὐκ ἐγένετο. V. 48 (p. 606).

17

.

57

.

63

... | σχόντες στρατόπεδόν τε ἐν ἐπιτηδείῳ ἐποιήσαντο, καὶ πᾶν αὐτὸ σταυρώμασι περιέφραξαν, χάρακας ἐπ’ αὐτὸ τοῦτ’ ἐνεγ‐ κάμενοι. ἄρτι τε κατεσκεύαστο, καὶ δράκων παρ’ αὐτὸ μέγας διὰ τῆς ἐπὶ τὴν Καρχηδόνα φερούσης ὁδοῦ παρείρπυσεν, ὥστε καὶ ἐκ
5τούτου τὸν Σκιπίωνα κατὰ τὴν περὶ τοῦ γονέως αὐτοῦ φήμην ἐπι‐ θαρσήσαντα προθυμότερον τήν τε χώραν πορθῆσαι καὶ ταῖς πόλεσι

17

.

57

.

64

προσμῖξαι. καί τινας καὶ εἷλεν αὐτῶν· οἵ τε Καρχηδόνιοι μηδέπω .φ.... παρεσκευασμένοι ἡσύχαζον, καὶ ὁ Σύφαξ ὀνόματι μὲν φίλος αὐτῶν ἦν, τῷ δὲ ἔργῳ ἐκ μέσου εἱστήκει· καὶ γὰρ πρὸς τὸν Σκι‐ πίωνα καταλλαγὰς αὐτοῖς πρυτανεύειν ἐβούλετο, κρατήσαντας τοὺς
5ἑτέρους τῶν τε ἑτέρων ἂν ἅμα καὶ ἑαυτοῦ δεσπότας γενέσθαι νομίζων

17

.

57

.

65

καὶ ἀντιπάλους ὅτι μάλιστα ἀλλήλοις ὄντας ἐθέλων διαλλάξαι. ἐγ‐ κειμένου δ’ οὖν τῇ χώρᾳ τοῦ Σκιπίωνος ὁ Ἄννων ὁ ἵππαρχος (ἦν δὲ υἱὸς τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος) φ . ξ .. εινος μὲν τὸν ......... ..........διεστ.... ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ........χω
5..... Καρχηδονίοις .............................. ν πολεμι‐ κῶν ομ...ριας ἐν π......νε...ε.φ...σιν ἐπιστεύετο· κἀκ
τούτου προπέμψας ὁ Σκιπίων ἱππέας τινὰς ἐκ τῆς συμβουλίας τῆς τοῦ Μασινίσσου ἐνήδρευσεν ἐς χωρία ἐπιτήδεια ἐς λείαν ὄντα, ἵνα καταδρομὴν ποιούμενοι ὑποφεύγωσι καὶ ἐπισπῶνται τοὺς ἐπι‐

17

.

57

.

66

διῶξαί σφας ἐθελήσοντας. γενομένου δὲ τούτου καὶ τῶν Καρχη‐ δονίων ἐπεξελθόντων τε ἐκείνοις καὶ δι’ ὀλίγου κατὰ τὸ συγκείμενον τραπομένοις ἀνὰ κράτος ἐπισπομένων ὅ τε Μασινίσσας μετὰ τῶν ἀμφ’ αὐτὸν ἱππέων ὑπολειφθεὶς κατὰ νώτου τοῖς διώκουσιν ἐγέ‐
5νετο, καὶ ὁ Σκιπίων ἐξαναστὰς ἐκ τοῦ λόχου ἐπιὼν ἀπήντησεν αὐ‐ τοῖς, ὥστ’ ἀμφιβόλους δίχα ἀποληφθέντας καὶ ἀποθανεῖν πολλοὺς

17

.

57

.

67

καὶ ἁλῶναι ....... δ . ε . καὶ τὸν Ἄννωνα. πυθόμενος δὲ τοῦτο ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε. καὶ ἐκεῖνοι μὲν ἀνταπεδόθησαν· ὁ δὲ δὴ Σύφαξ εὖ τε εἰδὼς ὅτι ὁ Μασινίσ‐ σας οὐ Καρχηδονίοις μᾶλλόν τι ἢ καὶ αὐτῷ πολεμήσει, καὶ φοβη‐
5θεὶς μὴ ἐν ἐρημίᾳ συμμάχων, ἄν τι ἐκεῖνοι ἐγκαταλειφθέντες ὑπ’ αὐτοῦ πάθωσι, γένηται, τήν τε προσποίητον πρὸς τοὺς Ῥωμαίους

17

.

57

.

68

φιλίαν ἀπεῖπε καὶ τοῖς Καρχηδονίοις φανερῶς συνῄρετο· οὐ μέντοι γε καθαρῶς, ὥστε καὶ ἀνθίστασθαί σφισιν, ἀλλὰ ἀδεῶς ἐκεῖνοι
καταθέοντες λείαν τε πολλὴν ἦγον καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρότερον ἐς τὴν Λιβύην πεμφθέντων ἐκομίσαντο,
5καταφρονήσαντές τε αὐτῶν διὰ ταῦτα καὶ ἐπὶ τὴν Οὐτίκην ἐπε‐

17

.

57

.

69

στράτευσαν. ἰδόντες οὖν τοῦτο ὅ τε Σύφαξ καὶ ὁ Ἀσδρούβας καὶ δείσαντες περὶ αὐτῇ οὐκέτ’ ἐκαρτέρησαν ἀλλ’ ἀντεπελθόντες ἔλυ‐ σαν τὴν πολιορκίαν, μὴ τολμησάντων αὐτῶν καὶ πρὸς ἀμφοτέρους ἅμα ἀγωνίσασθαι. καὶ οἱ μὲν ἐκ τούτου κατὰ χώραν ἐχείμασαν,
5τὰ ἐπιτήδεια τὰ μὲν αὐτόθεν λαμβάνοντες τὰ δὲ ἐκ τῆς Σικελίας τῆς τε Σαρδοῦς μεταπεμπόμενοι· αἱ γὰρ νῆές σφισιν αἱ τὰ λάφυρα ἐς τὴν Σικελίαν ἄγουσαι καὶ τροφὴν ἂν ἐπῆγον.

17

.

57

.

70

ἐν δὲ τῇ Ἰταλίᾳ κατὰ μὲν τὸν πρὸς Ἀννίβαν πόλεμον οὐδὲν μέγα ἐπράχθη, Πούπλιος γὰρ Σεμπρώνιος μάχῃ τινὶ βραχείᾳ νικη‐ θεὶς ὑπὸ τοῦ Ἀννίβου ἀντεπεκράτησεν αὐτοῦ, ὁ δὲ δὴ Λίουιος καὶ ὁ Νέρων τιμητεύσαντες τοῖς τε Λατίνοις τοῖς προλιποῦσι τὴν συ‐
5στρατείαν καὶ διπλοῦν ἀποδιδόναι πλῆθος τῶν στρατιωτῶν προ‐ σταχθεῖσι διδόναι ἀπογραφὰς ἐπήγγειλαν, ὅπως καὶ ἄλλοι χρήματά σφισι συνεσφέρωσι, καὶ τοὺς ἅλας ἀτελεῖς μέχρι τότε ὄντας ὑπο‐

17

.

57

.

71

τελεῖς ἐποίησαν· τοῦτο δὲ οὐκ ἄλλως ἔλεξα, ἀλλ’ ὅτι ὁ Λίουιος ἔπραξέ τε αὐτὸ ἀμυνόμενος τοὺς πολίτας ἐπὶ τῇ καταψηφίσει καὶ ἐπίκλησιν ἀπ’ αὐτοῦ ἔλαβε· Σαλινάτωρ γὰρ ἐπωνομάσθη. διά τε οὖν τοῦτο περιβόητοι οἱ τιμηταὶ οὗτοι ἐγένοντο, καὶ ὅτι τε ἀλλή‐
5λους τῶν τε ἵππων παρείλοντο καὶ αἰραρίους ἐποίησαν ..... όντες
κατὰ τὴν | ... P. 2 (p. 460 sq.).

17

.

57

.

72

ὅτι ὁ Σκιπίων ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκε μηδὲν ἀδική‐ σας, ἐπειδὴ ἐπὶ πρεσβείᾳ πρὸς αὐτὸν ἀφικνεῖσθαι ἐπλάσαντο· ᾔδει μὲν γὰρ ὅτι ἐπὶ τῇ τῶν ἑαλωκότων σωτηρίᾳ προεφασίσθη, προετίμησε δὲ τῆς καθέξεως αὐτῶν τὸ μηδ’ ὁτιοῦν διαβληθῆναί
5πως δυνάμενον ποιῆσαι. τοῦ τε Σύφακος καὶ τότε ἔτι συναλλάτ‐ τοντος αὐτοὺς ὡς τὸν Σκιπίωνα ἐκ τῆς Λιβύης καὶ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὅτι καὶ ἐπίστευέν
οἱ, ἀλλ’ ἵνα αὐτὸν σφήλῃ. V. 49 (p. 606).

17

.

57

.

73

ὅτι ἦλθον οἱ Ῥωμαῖοι πρὸς τὸν Σκιπίωνα τά τε ἄλλα πολλὰ ἄγοντες καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγ‐
κεν, ἀλλὰ τῆς τε παρ’ αὐτῷ ξενίσεως μνημονεύσας, καὶ τὰ ἀνθρώ‐ πεια παθήματα ἀναλογισάμενος, ὅτι τε βασιλέα δυνάμεως οὐ σμι‐
5κρᾶς καὶ ὅτι ἀξιοσπούδαστον καὶ ἑαυτῷ γενόμενον ἑώρα τότε οἰκ‐ τρῶς οὕτως ἔχοντα, ἀνεπήδησε μὲν ἐκ τοῦ δίφρου, καὶ ἔλυσέ τε
αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε. V. 50 (p. 606).

17

.

57

.

74

ὅτι ἐπικηρυκευσάμενοι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι, τῶν τε ἐπιταχθέντων σφίσιν ὑπ’ αὐτοῦ οὐδὲν ὅτι οὐχ ὑποσχόμενοι, οἷα μηδὲν αὐτῶν πράξειν μέλλοντες, χρήματα μὲν αὐτῷ εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν, ὑπὲρ δὲ τῶν ἄλλων ἐς
5τὴν Ῥώμην ἐπρεσβεύσαντο. καὶ αὐτοὺς ἐκεῖνοι τότε οὐ προσεδέ‐ ξαντο, λέγοντες οὐκ εἶναί σφισι πάτριον στρατοπέδων τισὶν ἐν τῇ Ἰταλίᾳ ὄντων ὑπὲρ εἰρήνης χρηματίζειν. ὕστερον δὲ ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος λόγον αὐτοῖς ἔδοσαν, καὶ ἦλθον μὲν ἐς ἀμφισβήτησιν πρὸς ἀλλήλους, ἐπ’ ἀμφότερα ταῖς γνώμαις
10γενόμενοι, τέλος δὲ ἐψηφίσαντο τὰς σπονδὰς ἐφ’ οἷς ὁ Σκιπίων συνετέθειτο. UG 7 (p. 380).

17

.

57

.

75

ὅτι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι ἐπέθεντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοῦ δὲ Σκιπίωνος ἀγανακτήσαντος ἐπὶ τούτῳ καὶ ἔγκλημα ποιησαμένου οὔτε τι μέτριον τοῖς πρέσβεσιν ἀπεκρίναντο,
καὶ προσέτι καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασιν· καὶ εἴγε μὴ
5ἄνεμός σφισι κατὰ τύχην ἐπιγενόμενος ἐβοήθησεν, ἑάλωσαν ἂν ἢ ἀπώλοντο. καὶ διὰ τοῦτο ὁ Σκιπίων, καίπερ ἐπελθόντων ἐν τούτῳ τῶν τὴν εἰρήνην αὐτοῖς φερόντων, οὐκέτ’ αὐτὴν ἐποιήσατο. UG 8
(p. 380).

17

.

57

.

78

Δίων βιβλίῳ ιζʹ “ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.” Bekk. Anecd. p. 140 23.

17

.

57

.

79

Δίων ἐν Ῥωμαϊκῶν ιζʹ “πέφυκε γὰρ καὶ ἄλλως ὡς πλήθει τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν, κἀκ τούτου τὸ μὲν δεδιὸς σωφρονεῖν, τὸ δὲ θαρσοῦν ἀκολασταίνειν. ἐπὶ πλέον δὲ ἐν ἐκείνῳ τοῦτ’ ἐφωράθη.” Suidas s. v. ὡς ἐπίπαν,
5Lex. Seguer. (Bachm. Anecd. Graec. 1, 422).

17

.

57

.

80

Δίων ἐν Ῥωμαϊκῶν ιζʹ “καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδη‐ μώθη.” Suidas et Etym. M. et Lex. Seguer. (Bachm. Anecd. Graec.
1, 206, Cram. Anecd. Par. 4, 168) s. v. ἐδημώθη.

17

.

57

80b

ἐνθυμιζόμενοι, λογιζόμενοι. οὕτω Δίων ἐν ιζʹ Ῥωμαϊκῶν. Suidas et Lex. Seguer. (Bachm. Anecd. Gr. 1, 222. Cram. Anecd. Par. 4, 169) et Zon. lex. s. v. ἐνθυμιζόμενοι.

17

.

57

.

82

ὅτι διεκηρυκεύσαντο οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι. ἦν δὲ τὰ διωμολογημένα ὁμήρους τέ σφας δοῦναι, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους οὓς ἤτοι τῶν Ῥωμαίων ἢ τῶν συμμάχων σφῶν εἶχον ἀποδοῦναι, καὶ τοὺς ἐλέφαντας πάντας καὶ τὰς τριήρεις
5πλὴν δέκα παραδοῦναι, καὶ τὸ λοιπὸν μὴ κεκτῆσθαι μήτε ἐλέφαν‐ τας μήτε ναῦς, καὶ τῷ Μασινίσσᾳ πάντων ὧν εἶχον αὐτοῦ ἀπο‐ στῆναι καὶ ἐκείνῳ δοῦναι, τήν τε χώραν καὶ τὰς πόλεις τὰς ἐν τῇ ἐπικρατείᾳ αὐτοῦ οὔσας ἀφεῖναι, καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν
10τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. UG 9 (p. 380) et partim Suidas
s. v. ἀναιρεθείς.

17

.

59

.

1

ὅτι ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίων ἐξαιρετέα ἐδόκει εἶναι, καὶ Κορνηλίῳ ὑπάτῳ, καὶ ἔλεγεν ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι. UG 10 (p. 381) = Suid. s. v. ἐξαιρετέα.

17

.

57

.

83

... ἐν μέντοι τῷ δήμῷ ........................... πάν‐ τες τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσαντο. ἃ γὰρ ἐπεπόνθεσαν λογι‐ σάμενοι .................. αὐτῶν ἤμελλον π............. .............. κινδύνων τε ταλ........................
5... τῶν πραγμάτων ............................ ἐδικαίωσαν· ὁ ............................. τες καὶ ἐκεῖνα ......... ....................τ.. ἐκ μεγάλων ................... .......... α.α ε.ν οι δὲ ὃ .......................... .....ντες ἐπτ...

17

.

57

.

84

καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους ἐς τὴν Ῥώμην ἀπήχθησαν, οἱ
δὲ λοιποὶ τῷ Μασινίσσᾳ ἐδωρήθησαν .....................

17

.

57

.

85

Καρχηδονίων .............................. τε τὴν Λιβύην ............................. δὲ δὴ πρεσβεύ ............ ................. συμβαλεῖν τοῖς ...................... ...... ἐπέτρεψαν· καὶ ὡ ............................ λησαν
5τῷ Σκιπίωνι ......................... μετὰ τὴν σύμβασιν .. ....................... τήν τε φιλίαν κ ................ ............βαίωσαν· καὶ τ........................... ..νην ἐχαρίσαντο .............................

17

.

57

.

86

... αἰχμαλώτους ........................... ε Τερέν‐ τιος εἷς .......................... βουλῆς ὢν πιλίον ..... .......................... καὶ ὥς τινα ............... ........ ἀκολουθῆσαι. Σκιπίων μὲν οὖν μέγας ἐκ τούτων ᾔρετο,
5Ἀννίβας δὲ καὶ ἐς δίκην παρὰ τοῖς οἰκείοις ἤχθη, καὶ ὡς τήν τε Ῥώμην
δυνηθεὶς λαβεῖν καὶ μὴ ἐθελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος κατηγορήθη. οὐ μέντοι καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγί‐ στην τῶν Καρχηδονίων ἀρχὴν οὐκ ἐς μακρὰν ἐπετράπη ........ τα μὲν ἐπί τε .............................. ν ὑπάτων γε ..
10........................... τῇ Σικελίᾳ βε ..

17

.

57

.

76

.... νῳ Μᾶρκος ............................. πον πεμφθεὶς ............................ ὑπὸ τῶν στρατηγῶν .............. .............. παρ’ αὐτῶν ἠ .............................. ώρ‐ θωσε πρες ........................ ην τοῦ Φιλίππου καὶ .....
5...................... τέ τινα ὃν αὐτὸς ................... Καρχηδονίοις ἐπεπόμφει ........................... υτος οὐδὲν εἰρη ........................... ν κεκρατηκότες ............. .............. πολέμους τῷ μὲν ......................... ε δὴ δόξῃ οὐδὲν σμι ..................... κροτέρους κατέστησαν. P. 3
10(p. 462 sq.).

18

.

57

.

77

πλεῖστοι ὅσοι ἐστρατεύσαντο, ὥς που πολλὰ ἑκουσίως πολλοὶ ὧν οὐδὲν 〈ἂν〉 ἀναγκαζόμενοι δράσειαν ποιοῦσι. τὸ μὲν γὰρ προσ‐ ταττόμενόν σφισι ὡς καὶ βίαιον δυσχεραίνουσιν, τὸ δ’ αὐθαίρετον
ὡς καὶ αὐτοκράτορες ἀγαπῶσιν. V. 51 (p. 609).

18

.

58

.

1

| ... καὶ διέτριψαν συχνὰς ἡμέρας, ἐς μὲν παράταξιν μὴ συν‐ ιόντες, ἀκροβολισμοῖς δέ τισι καὶ πείραις τῶν τε ψιλῶν καὶ τῶν ἱππέων χρώμενοι. οἱ μὲν γὰρ Ῥωμαῖοι ἠπείγοντο ὅτι τάχιστα συμ‐ βαλεῖν· τῇ τε γὰρ δυνάμει ἔρρωντο καὶ τροφὴν οὐ πολλὴν εἶχον,
5καὶ διὰ ταῦτα πολλάκις καὶ πρὸς τὸ χαράκωμά σφων προσέμισγον·

18

.

58

.

2

ὁ δὲ δὴ Φίλιππος τοῖς μὲν ὅπλοις ἀσθενέστερος ὤν, τῇ δὲ παρα‐ σκευῇ τῶν ἐπιτηδείων διὰ τὸ τὴν οἰκείαν οἱ ἐγγὺς εἶναι προφέρων
ἀνεῖχεν, ἐκτρυχώσειν αὐτοὺς ἀμαχεὶ προσδοκήσας. καὶ εἴπερ ἐκε‐ κρατήκει τῆς γνώμης, πάντως ἄν τι ἐξείργαστο· νῦν δὲ καταφρο‐
5νήσας τῶν Ῥωμαίων ὡς φοβουμένων αὐτόν, ὅτι πρὸς χωρίον τι ὅθεν ἐπισιτίσασθαί σφισι λῷον ἦν μετέστησαν, ἐπῆλθέ τε αὐτοῖς

18

.

58

.

3

ἁρπαγὰς ποιουμένοις ἀπροσδόκητος, καί τινας καὶ διέφθειρεν. αἰσ‐ θόμενος δὲ τοῦτο ὁ Γάλβας ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου, καὶ προςπεσὼν αὐτῷ μὴ προσδεχομένῳ πολλῷ πλείους ἀνταπέκτεινεν. ἡττηθείς τε καὶ προσέτι καὶ τρωθεὶς οὐκέτι κατὰ χώραν ἔμεινεν,
5ἀλλ’ ἡμέρας τινὰς πρὸς ἀναίρεσιν καὶ ταφὴν δὴ τῶν νεκρῶν σπει‐

18

.

58

.

4

σάμενος ἔπειτα ὑπὸ τὴν πρώτην νύκτα ἀπανέστη. οὐ μέντοι ὁ Γάλβας ἐπεδίωξεν αὐτόν· τῇ τε γὰρ ἀπορίᾳ τῶν τροφῶν καὶ τῇ ἀπειρίᾳ τῶν χωρίων, τὸ δὲ δὴ πλεῖστον καὶ τῇ ἀγνωσίᾳ τῆς παρα‐ σκευῆς αὐτοῦ καὶ δέει μὴ ἀπερισκέπτως ποι προχωρῶν σφαλῇ,
5οὐκ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλ’ ἐς τὴν Ἀπολλωνίαν ἀνε‐ κομίσθησαν. κἀν τούτῳ καὶ ὁ Ἀπούστιος μετὰ τῶν Ῥοδίων καὶ μετὰ τοῦ Ἀττάλου περιπλέων συχνὰς μὲν νήσους ἐχειρώσατο ... ........................................ ........................................
10........................................

18

.

58

.

5

.... | οἱ Ἴνσουμβροι ἐταράχθησαν· Ἀμίλκας γάρ τις Καρχηδό‐
νιος τῷ τε Μάγωνι συστρατεύσας καὶ ἐν τοῖς χωρίοις ἐκείνοις ὑπο‐ μείνας τέως μὲν ἡσυχίαν εἶχεν, ἀγαπῶν εἰ διαλάθοι, ἐπεὶ δ’ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας ἀπέστησε τῶν Ῥω‐
5μαίων καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας καὶ ἐκείνων τινὰς

18

.

58

.

6

προσεποιήσατο. μάχης δέ σφισι μετὰ ταῦτα πρὸς τὸν Λούκιον Φούριον στρατηγὸν γενομένης ἡττήθησαν καὶ ἐπρεσβεύσαντο σπον‐ δῶν δεόμενοι. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν· τότε δ’ ἄλλοι ... ................χ.. εν ἄλλους Γαλάτας ..................
5........... αιρεσιν ......κ.ς.......... δεινὸν μὲν ...η. συνε.ημ.δ.μ ..ν.......................... ἐκυρίευεν ε. .............................. ταις ἐπε.φακ εστ..δ.γεω .........ν........... οὐκ ..ε......ε...υ.ες τὴν μν.

18

.

57

.

81

μην· ..ιχθείο.................διη.η.......... τῶν ἐπινι‐ κίων τυχεῖν ἠξίου· λόγων τε ἐπ’ ἀμφότερα πολλῶν γενομένων (οἱ μὲν γὰρ ἄλλως τε καὶ πρὸς τὴν τοῦ Αὐρηλίου κακοήθειαν συνε‐ σπούδαζον αὐτῷ, καὶ τήν τε νίκην ἐμεγάλυνον καὶ παραδείγμασι
5πολλοῖς ἐχρῶντο· οἱ δὲ τῇ τε τοῦ ὑπάτου ἰσχύϊ ἠγωνίσθαι αὐτὸν ἔλεγον, μηδεμίαν ἰδίαν αὐτοκράτορα ἀρχὴν ἔχοντα, καὶ προσέτι καὶ
λόγον παρ’ αὐτοῦ ἀπῄτουν ὅτι τὰ προσταχθέντα οὐκ ἐπεποιήκει) ὅμως ἔλαβεν αὐτά. καὶ ὁ μὲν ἐκεῖνα πρὶν τὸν Αὐρήλιον ε ... θες ... ν ἑώρτασεν.
10ὁ δὲ δὴ Οὐερμίνα ................εστ..ε μὲν παρὰ τῶν
.χ.. P. 4 (p. 464 sq.).

18

.

60

.

1

ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ Φλαμινίνῳ· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρ‐ ούσῃ οἱ εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν ἐπεθύμει, ὅμως ἐσπείσατο. αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες ὑπεξαιρεθέντος αὐτοῦ
5τό τε φρόνημα τὸ παλαιὸν ἀναλάβωσι καὶ σφᾶς οὐκέτι θεραπεύσωσι, καὶ οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες ἐπαχθέστεροί σφισι γένωνται, ὅ τε Ἀν‐ τίοχος ἔς τε τὴν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ καὶ τῷ Φιλίππῳ
συμμαχήσῃ. UG 11 (p. 381).

19

.

62

.

1

ὅτι ὁ Ἀντίοχος καὶ οἱ στρατηγοὶ αὐτοῦ προδιεφθάρησαν· τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἔς τε τὸ ἁβροδίαιτον
ἐξώκειλε καὶ ἀπολέμους καὶ τοὺς ἄλλους ἐποίησεν. V. 52 (p. 609).

19

.

62

1a

Δίων ιθʹ βιβλίῳ “περὶ .... τὰ δὲ ὑμέτερα ἐγώ τε ἀεὶ προ‐
στατῶ.” Bekk. Anecd. 166 1.

19

.

62

.

2

ὅτι Σέλευκος ὁ τοῦ Ἀντιόχου τὸν τοῦ Ἀφρικανοῦ υἱὸν δια‐ πλέοντα ἐκ τῆς Ἑλλάδος λαβὼν ἐν θεραπείᾳ πολλῇ ἐπεποίητο. ἀπολυτρῶσαι μὲν γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ πολλὰ δεηθέντος, οὐκ ἠθέλησεν, οὐ μέντοι καὶ κακόν τι εἰργάσατο, ἀλλὰ καὶ τοὐναν‐
5τίον ἰσχυρῶς περιεῖπε, καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών,
ἀφῆκεν ἄνευ λύτρων. V. 53 (p. 609).

19

.

63

.

1

ὅτι ἐφθόνουν τοῖς Σκιπίωσι πολλοί, ὅτι δύο ἀδελφοὶ γένους τε καὶ ἀρετῆς 〈εὖ〉 ἥκοντες τά τε ἄλλα κατέπραξαν ὥσπερ εἴρηται, καὶ ἐπικλήσεις τοιαύτας ἔλαβον, ἐπεὶ ὅτι γε οὐδὲν ἠδίκουν δη‐ λοῦται μὲν καὶ τοῖς εἰρημένοις, ἀπεδείχθη δὲ ἔτι μᾶλλον τῇ τε
5τοῦ Ἀσιατικοῦ δημεύσει τῆς οὐσίας, ἐν ᾗ μηδὲν πλέον τῶν προϋπ‐ αρχόντων οἱ εὑρέθη, καὶ τῇ τοῦ Ἀφρικανοῦ ἐς Λίτερνον ἀναχω‐ ρήσει κἀνταῦθα μέχρι τῆς τοῦ βίου τελευτῆς ἀδείᾳ. τὴν μὲν γὰρ πρώτην ἀπήντησε, νομίζων τῇ τῆς ἀρετῆς ἀληθείᾳ περιέσεσθαι.
V. 54 (p. 609).

19

.

61

.

1

ὅτι νεανίσκοι τινὲς Καρχηδονίων πρέσβεις ἐς τὴν Ῥώμην ἐλ‐ θόντας ὑβρίσαντες ἐπέμφθησαν μὲν ἐς τὴν Καρχηδόνα καὶ ἐξε‐ δόθησάν σφισιν, οὐκ ἔπαθον δὲ ὑπ’ αὐτῶν δεινὸν οὐδέν, ἀλλ’ ἀφείθησαν. UG 12 (p. 381).

19

.

64

.

1

ὅτι οἱ Ῥωμαῖοι τῆς τρυφῆς τῆς Ἀσιανῆς γευσάμενοι, καὶ μετὰ τῆς τῶν λαφύρων περιουσίας τῆς τε παρὰ τῶν ὅπλων ἐξουσίας ἐν τοῖς τῶν ἡττηθέντων κτήμασιν ἐγχρονίσαντες, [καὶ] τήν τε ἀσω‐ τίαν αὐτῶν διὰ βραχέος ἐζήλωσαν, καὶ τὰ πάτρια ἔθη οὐ διὰ
5μακροῦ κατεπάτησαν. οὕτω τὸ δεινὸν τοῦτ’ ἐκεῖθεν ἀρξάμενον καὶ ἐς τὸ ἄστυ ἐνέπεσε. V. 55 (p. 609).

19

.

65

.

1

ὅτι ὁ Γράκχος ἄλλως μὲν ἔκ τε τοῦ πλήθους ἦν καὶ ἐδημη‐ γόρει δεινότατα, οὐ μέντοι καὶ ὡμοιώθη Κάτωνι, ἀλλὰ καίπερ παλαιάν τινα πρὸς τοὺς Σκιπίωνας ἔχθραν ἔχων οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ’ ὑπὲρ τοῦ Ἀφρικανοῦ καὶ ἀπελογήσατο ἐρήμην κατη‐
5γορηθέντος, ὅπως τε μηδεμίαν κηλῖδα λάβῃ διεσπούδαστο, τόν τε Ἀσιατικὸν ἐκώλυσεν ἐς τὸ οἴκημα ἐμβληθῆναι. καὶ διὰ ταῦτα αὐτῷ οἱ Σκιπίωνες τήν τε ἔχθραν κατέλυσαν καὶ κῆδος συνῆψαν· τὴν γὰρ θυγατέρα τὴν ἑαυτοῦ ὁ Ἀφρικανὸς συνῴκισεν. V. 56 (p. 610).

19

.

65

.

2

Δίων ιθʹ βιβλίῳ “ἐπειδὴ δὲ καὶ ὣς περιῆν αὐτοῖς τῆς σχολῆς,
τὰς ὁδοὺς δι’ αὐτῶν κατεσκευάσαντο.” Bekk. Anecd. 166 14 et 3.

20

.

66

.

1

ὅτι ὁ Περσεὺς παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος ἐκ‐ βαλεῖν ἤλπισεν, τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι’ αὐ‐ τὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ἐπειδὴ γὰρ τά τε τῶν Ῥωμαίων ὑπεδίδου καὶ τὰ ἐκείνου ἐπηύξετο, κατεφρό‐
5νησεν ὡς οὐδὲν ἔτι τῶν συμμαχικῶν δεόμενος, ἀλλ’ ἤτοι καὶ προῖκά οἱ αὐτῶν βοηθησόντων, ἢ καὶ καθ’ ἑαυτὸν κρατήσων, καὶ οὔτε τῷ Εὐμενεῖ οὔτε τῷ Γεντίῳ τὰ χρήματα ἃ ὑπέσχητο ἀπέδωκε, νομίσας οἰκείαν αὐτοὺς αἰτίαν ἔχθρας πρὸς Ῥωμαίους ἔχειν. τούτων τε οὖν καὶ τῶν Θρᾳκῶν (οὐδὲ γὰρ οὐδ’ ἐκεῖνοι ἐντελῆ τὸν μισθὸν
10ἐλάμβανον) ἀπροθύμων γενομένων ἐς τοσοῦτο αὖθις ἀπογνώσεως ἀφίκετο ὥστε καὶ σπονδῶν δεηθῆναι. V. 57 (p. 610).

20

.

66

.

2

ὅτι ὁ Περσεὺς σπονδῶν ἐδεήθη παρὰ Ῥωμαίοις, κἂν ἔτυχεν αὐτῶν, εἰ μὴ οἱ Ῥόδιοι συνεπρέσβευσαν αὐτῷ δέει τοῦ μὴ Ῥωμαίοις τὸν ἀντίπαλον ὑπεξαιρεθῆναι. μέτριον μὲν γὰρ οὐδέν, οἷα δεομέ‐ νους εἰκὸς ἦν εἰπεῖν, ἔλεξαν· καὶ τῆς εἰρήνης οὐκ αἰτηταὶ μᾶλλον
5τῷ Περσεῖ ἢ δόται ὄντες, ἄλλα τε πολλὰ ὑπερήφανα διελέχθησαν,
καὶ τέλος ἠπείλησαν τοῖς αἰτίοις τοῦ μὴ συμβῆναί σφας γενομέ‐ νοις μετὰ τῶν ἑτέρων πολεμήσειν. κἀκ τούτου οὐδὲ τὸ πρὶν ἀνύπ‐ οπτοι τοῖς Ῥωμαίοις ὄντες μᾶλλον διεβλήθησαν, καὶ τὸν Περσέα τῶν σπονδῶν τυχεῖν ἐκώλυσαν. UG 13 (p. 382) et v. 14. 15 Suid.
10s. v. αἰτηταί.

20

.

66

.

3

ὅτι ὁ Περσεὺς ἐν Σαμοθρᾴκῃ ὢν ἐν τῷ ἱερῷ, καὶ ἐξαιτηθεὶς Εὔανδρόν τινα, γένος μὲν Κρῆτα, πιστότατον δὲ ὄντα καὶ ἄλλα τε πολλὰ ἑαυτῷ κατὰ τῶν Ῥωμαίων ὑπουργηκότα καὶ τὴν τοῦ Εὐ‐ μενοῦς ἐπιβουλὴν τὴν ἐν τοῖς Δελφοῖς γενομένην συνεσκευακότα,
5οὐκ ἐξέδωκε 〈μέν〉, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ ἀποκτείνας διέδωκε λόγον ὅτι ἑαυτὸν προαπεχρήσατο. οἱ δὲ συν‐ όντες οἱ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ καὶ τὴν μιαιφονίαν μεθί‐ στασθαι ἤρξαντο. V. 58 (p. 610).

20

.

66

.

4

ὅτι ὁ Περσεὺς ἐθελοντὴς εὑρέθη, καὶ αὐτὸν ἐς τὴν Ἀμφίπολιν ἀχθέντα ὁ Παῦλος οὐδὲν οὔτε ἔργῳ οὔτε λόγῳ δεινὸν ἔδρασεν, ἀλλὰ καὶ προσιόντι οἱ ὑπαναστὰς τά τε ἄλλα ἐδεξιώσατο καὶ ὁμό‐ σιτον ἐποιήσατο, ἔν τε [ἐν] φυλακῇ ἀδέσμῳ καὶ ἐν θεραπείᾳ πολλῇ
5ἦγε. V. 59 (p. 613).

20

.

67

.

1

ὅτι ὁ Παῦλος οὐ στρατηγῆσαι μόνον ἦν ἀγαθὸς ἀλλὰ καὶ χρη‐ μάτων ἀδωρότατος. τεκμήριον δέ· δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλε‐
πῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. τοι‐

20

.

67

.

2

οῦτος μὲν οὖν ἦν καὶ τοιαῦτα ἔπραξεν· τοῦτο δὲ μόνον ὥσπερ τινὰ κηλῖδα [ἐν] τῷ τούτου βίῳ προστετρῖφθαι νομίζουσι, τὸ διαρ‐ πάσαι τοῖς στρατιώταις τὰ χρήματα 〈ἐπιτρέψαι〉, τἆλλα οὐκ ἄμοι‐ ρον χαρίτων ἄνδρα γενόμενον, καὶ μέτριον μὲν ἐν ταῖς εὐπραγίαις,
5εὐτυχέστατον δὲ ἅμα καὶ εὐβουλότατον ἐν τοῖς πολεμίοις ὀφθέντα. μαρτύριον δὲ τὸ μήτε πρὸς τὸν Περσέα ὑπέρογκον καὶ ἀλαζόνα δειχθῆναι, μήτε τὸν πρὸς αὐτὸν πόλεμον κακῶς καὶ ἀπροβούλως ἀγωνίσασθαι. V. 60 (p. 613).

20

.

68

.

1

ὅτι οἱ Ῥόδιοι φρόνημα πολὺ πρότερον σχόντες ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέους ἀφίκοντο ὥστε καὶ πρεσβευτὴν πρὸς τὸν Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα σταλέντα Ποπίλιον μετα‐
5πέμψασθαι, καὶ παρόντος αὐτοῦ καταψηφίσασθαι πάντων τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων, τούς τε συλληφθέντας αὐ‐ τῶν ἐπὶ τιμωρίαν πέμψαι. UG 14 (p. 382) = Suid. s. v. φρόνημα,

20

.

68

.

2

ὅτι οἱ αὐτοὶ πρεσβευσάμενοι πρὸς αὐτοὺς πολλάκις, ὥς που καὶ ἐδέοντό τινος, οὐδὲν ἔτ’ αὐτοῖς προσέφερον ὧνπερ καὶ πρότε‐
ρον, ἀλλ’ ὅσα ἐς τὸ παραιτήσασθαι μὴ μνησικακεῖν σφισιν αὐτοὺς χρήσιμα ἐξ ὧν ὑπούργησάν ποτε αὐτοῖς λαβεῖν ἐδύναντο, μόνα

20

.

68

.

3

ἔλεγον, καὶ τήν γε πρόσρησιν τῆς συμμαχίας τῆς πρὸς αὐτοὺς μὴ προσδεχόμενοι πρόσθεν, ἵνα ὡς καὶ μετατάξασθαί ποτε ἀπ’ αὐτῶν ἐκ τοῦ μηδεμίαν ἔνορκον ἀνάγκην φιλίας ἔχειν δυνάμενοι φοβεροί τε αὐτοῖς ὦσι καὶ πρὸς τῶν ἀεὶ πολεμούντων σφίσιν ἐπιθερα‐
5πεύωνται, τότε καὶ πάνυ προσθέσθαι ἐσπούδαζον, τήν τε παρὰ τῶν Ῥωμαίων εὔνοιαν ἅμα βεβαιούμενοι, καὶ τιμὴν ἐκ τούτου καὶ παρὰ τῶν ἄλλων θηρώμενοι. UG 15 (p. 382).

20

.

69

.

1

ὅτι ὁ Προυσίας αὐτὸς ἔς τε τὴν Ῥώμην καὶ ἐς τὸ βουλευτή‐ ριον ἐσελθὼν τόν τε οὐδὸν αὐτοῦ κατεφίλησε καὶ τοὺς βουλευτὰς θεοὺς ἐπωνόμασε καὶ προσεκύνησεν. ἐξ οὗπερ καὶ ἠλεήθη ὅτι μάλιστα, καίτοι καὶ τῷ Ἀττάλῳ παρὰ τὴν τῶν Ῥωμαίων γνώμην
5πολεμήσας. ἐλέγετο γὰρ καὶ οἴκοι τοὺς πρέσβεις αὐτῶν, ὁσάκις ἀφίκοιντό τινες, προσκυνεῖν, ἀπελεύθερόν τε ἑαυτὸν τοῦ δήμου
ἐπεκάλει, καὶ πιλίον πολλάκις ἐπετίθετο. UG 16 (p. 383).

21

.

70

.

4

ὅτι οὗτος ἄριστος μὲν ἦν ἐκ πλείονος τὸ δέον ἐκφροντίσαι, ἄρι‐ στος δὲ καὶ ἐκ τοῦ παραχρῆμα τὸ κατεπεῖγον ἐρευνῆσαι, ἔν τε τῷ προσ‐ ήκοντι καιρῷ ἑκατέρῳ αὐτῶν χρήσασθαι ἦν τά τε πρακτέα ἐν τῷ θαρ‐ σοῦντι διεσκόπει, καὶ τὴν διαχείρισιν αὐτῶν ὡς καὶ δεδιὼς ἐποιεῖτο.
5ὅθενπερ τῇ τοῦ λογισμοῦ ἀδεεῖ διασκέψει πάντα ἀκριβῶς τὰ καθή‐ κοντα ἐνενόει, καὶ τῇ περὶ τοῦ ἀσταθμήτου φροντίδι ἀσφαλῶς

21

.

70

.

5

αὐτὰ ἔπραττε. καὶ διὰ τοῦτ’ εἴ ποτε καὶ ἐς ἀπροβουλίας ἀνάγκην, οἷα ἔν τε τοῖς τοῦ πολέμου παραλόγοις καὶ ἐν ταῖς τῆς τύχης ῥοπαῖς συμβαίνειν εἴωθε, προήχθη, οὐδὲ τότε τῶν προσηκόντων ἡμάρτανεν. ὑπὸ γὰρ τοῦ ἔθους, τοῦ τε τῇ τύχῃ πρὸς μηδὲν ἀλο‐
5γίστως χρῆσθαι, οὐδὲ ἐς τὴν τοῦ ἐξαπιναίου προσβολὴν ἀπαρά‐ σκευος ἦν, ἀλλὰ καὶ τοῖς αἰφνιδίοις ὑπὸ τοῦ μηδέποτε ἀτρεμίζειν

21

.

70

.

6

ὡς καὶ ἐκ πολλοῦ αὐτὰ προνενοηκὼς ἐχρῆτο. τολμητής τε ἐκ τού‐ των, ἐν οἷς ἐπεπιστεύκει ὀρθῶς ἔχειν, καὶ κινδυνευτὴς ἐν οἷς ἐθάρσει ἰσχυρῶς ἐγίγνετο· καὶ γὰρ τὸ σῶμα ἴσα τοῖς πάνυ τῶν στρατιωτῶν ἔρρωτο. καὶ διὰ τοῦτο, 〈ὃ〉 καὶ τὰ μάλιστα ἄν τις
5αὐτοῦ θαυμάσειεν, προεβούλευέ τε τὰ κράτιστα ὡς καὶ ἑτέροις ἐπι‐ τάξων, καὶ ἐν τῷ ἔργῳ αὐτὰ ὡς καὶ ὑφ’ ἑτέρων κεκελευσμένα ἐχει‐

21

.

70

.

7

ρούργει. τῇ τε οὖν ἄλλῃ ἀρετῇ ἀσφαλὴς ἦν, καὶ τὴν πιστότητα οὐχ ὅπως πρὸς τοὺς πολίτας τούς τε χρωμένους οἱ, ἀλλὰ καὶ πρὸς τὸ ὀθνεῖον τό τε πολεμιώτατον ἀκριβῆ ἐκέκτητο. καὶ αὐτῷ κατὰ τοῦτο πολλοὶ μὲν ἰδιῶται πολλαὶ δὲ καὶ πόλεις προσεχώρησαν.

21

.

70

.

8

ἅτε γὰρ μηδὲν ἀλογίστως μηδὲ ἐξ ὀργῆς ἢ καὶ δέους ποιῶν ἢ καὶ λέγων, ἀλλ’ ἐκ τοῦ βεβαίου τῶν λογισμῶν πρὸς πάντα τὰ καίρια ἕτοιμος ὤν, καὶ τὰ ἀνθρώπινα ἱκανῶς ἐκλογιζόμενος, καὶ μήτε τι ἀνέλπιστον ποιούμενος καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων φύσιν
5προδιασκοπῶν, ῥᾷστά τε τὰ πρακτέα πρὶν καὶ δεηθῆναι αὐτῶν

21

.

70

.

9

ἐπενόει, καὶ ἐς βεβαιότητα αὐτοῖς ἐχρῆτο. τοιγαροῦν μόνος ἀν‐ θρώπων ἢ καὶ μάλιστα διά τε ταῦτα καὶ διὰ τὴν μετριότητα τήν τε ἐπιείκειαν οὔτε ὑπὸ τῶν ὁμοτίμων οὔθ’ ὑπό τινος ἐφθονήθη. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ ἀμείνων δὲ τῶν ὁμοίων,
5ἀσθενέστερος δὲ τῶν μειζόνων ἀξιῶν εἶναι, κρείττων καὶ τοῦ φθό‐ νου τοῦ μόνου τοὺς ἀρίστους ἄνδρας λυμαινομένου ἐγένετο. V. 61
(p. 613).

21

.

71

.

2

Δίωνας καʹ βιβλίῳ “ὅ τε Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδο‐
νίων πράγματα.” Bekk. Anecd. p. 124 9.

21

.

70

.

2

τίς γάρ ποτε καὶ ὅρος ἡλικίας τοῖς γε ἅπαξ ἐκ μειρακίων ἐξελ‐
θοῦσι πρὸς τὸ τὰ δέοντα φρονεῖν ἔπεστι; τίς ἀριθμὸς ἐτῶν πρὸς τὸ τὰ προσήκοντα πράττειν ἀποδέδεικται; οὐχ ὅσοι μὲν ἂν τῇ τε φύσει καὶ τῇ τύχῃ χρηστῇ χρήσωνται, πάντα ἀπ’ ἀρχῆς εὐθὺς ἃ
5δεῖ καὶ φρονοῦσι καὶ πράττουσιν, οἱ δὲ ἐν τῇδε τῇ ἡλικίᾳ βραχὺν νοῦν ἔχοντες οὐδ’ ἂν αὖθίς ποτε, οὐδ’ εἰ πολλὰ ἔτη διέλθοι, φρο‐ νιμώτεροι γένοιντο; ἀμείνων μὲν γὰρ ἄν τις αὐτὸς ἑαυτοῦ προϊού‐ σης τῆς ἡλικίας ὑπάρξειεν, ἔννους δ’ ἐξ ἀνοήτου καὶ ἔμφρων ἐξ ἄφρονος οὐδ’ ἂν εἷς ἐκβαίη.

21

.

70

.

3

μὴ μέντοι τοὺς νέους ἐς ἀθυμίαν, ὡς καὶ κατεγνωσμένους τὸ μηδὲν τῶν δεόντων πράττειν δύνασθαι, ἐμβάλητε· πᾶν γὰρ τοὐ‐ ναντίον προτρέπεσθαι αὐτοὺς ὀφείλετε πάντα τὰ προσήκοντα αὐ‐ τοῖς προθύμως ποιεῖν ἀσκεῖν, ὡς καὶ τιμὰς καὶ ἀρχὰς καὶ πρὸ
5τοῦ γήρως ληψομένους· ἐκ γὰρ τούτου καὶ τοὺς πρεσβυτέρους βελ‐ τίους ποιήσετε, πρῶτον μὲν ἀνταγωνιστὰς πολλοὺς ἀποδείξαντες, ἔπειτ’ ἐνδειξάμενοι ὡς καὶ τἆλλα πάντα καὶ τὰς ἡγεμονίας μάλιστα οὐκ ἐξ ἀριθμοῦ ἐτῶν ἀλλ’ ἐξ ἀρετῆς ἐμφύτου πᾶσι τοῖς πολίταις δώσετε. Max. Conf. Flor. f. 168V (M. p. 546) et Ioann. Damasc. Sacr.
10Parall. cod. Med. 8, 22 f. 75 (2, 688 sq. Gaisf., 4, 148 sq. Mein.).

21

.

72

.

1

ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκα‐ λοῦντες (διηνέχθησαν γὰρ ἀλλήλοις) ὡς τῶν συμβεβηκότων σφίσιν αἰτίοις γεγονόσι, Διαίου ὅτι μάλιστα τοῦ στρατηγοῦ αὐτοὺς ἐνά‐ γοντος. καὶ τῶν γε Ῥωμαίων καταλλακτὰς αὐτοῖς πολλάκις πεμ‐
5ψάντων οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις, οὓς ἐκεῖνοι δια‐ σπάσαι πῃ τὸ Ἑλληνικόν, ὅπως ἀσθενέστεροι ὦσιν, ἐθελήσαντες ἔπεμψαν, πρόφασιν τὸ μὴ δεῖν τὰς πόλεις τὰς τοῦ Φιλίππου γενο‐ μένας, ὧν καὶ Κόρινθος ἦν ἔς τε τὰ ἄλλα ἀνθοῦσα καὶ ἐν τῷ συνεδρίῳ κρατιστεύουσα, μετέχειν αὐτοῦ ποιησάμενοι, παρ’ ὀλίγον

21

.

72

.

2

ἦλθον ἀποκτεῖναι. φυγῇ δ’ οὖν αὐτῶν ἐκ τοῦ Ἀκροκορίνθου, ἐν ᾧ ἦσαν, προαποχωρησάντων ἐπρεσβεύσαντο μὲν ἐς τὴν Ῥώμην, ἀπο‐ λογούμενοι ὑπὲρ τοῦ γεγονότος· οὐ γὰρ ἐπ’ ἐκείνους ἀλλ’ ἐπὶ τοὺς Λακεδαιμονίους τοὺς μετ’ αὐτῶν ὄντας ὁρμῆσαι ἔφασκον. τῶν δὲ
5Ῥωμαίων τὴν μὲν σκῆψιν αὐτῶν οὐκ ἐλεγξάντων (τοῖς τε γὰρ Καρ‐ χηδονίοις ἔτι ἐπολέμουν, καὶ τὰ τῶν Μακεδόνων οὐδέπω καλῶς βέβαια εἶχον), ἄνδρας δὲ στειλάντων, καὶ τὴν ἄδειαν αὐτοῖς, ἂν μηδὲν ἔτι νεωτερίσωσι, δώσειν ὑποσχομένων, τὸ συνέδριον αὐτοῖς οὐ παρέσχον, ἀλλ’ ἐς ἕτερόν σφας σύλλογον, ὃς μεθ’ ἕκμηνον
10ἔμελλεν ἔσεσθαι, ἀνεβάλοντο. UR 8 (p. 384).

22

.

73

.

1

ὅτι Οὐιρίαθος ἀνὴρ Λυσιτανὸς ἀφανέστατος μὲν γένος ὥς γέ τισι δοκεῖ ὤν, περιβοητότατα δὲ ταῖς πράξεσι χρησάμενος, λῃστής τε γὰρ ἐκ ποιμένος, καὶ μετὰ τοῦτο καὶ στρατηγός. ἐπεφύκει γὰρ καὶ ἤσκητο τάχιστος μὲν διῶξαί τε καὶ φυγεῖν, ἰσχυρότατος δὲ ἐν

22

.

73

.

2

σταδίᾳ μάχῃ εἶναι· καὶ τήν τε τροφὴν τὴν ἀεὶ παροῦσαν καὶ τὸ ποτὸν τὸ προστυχὸν ἥδιστα ἐλάμβανεν, ὑπαίθριός τε τὸν πλείω τοῦ βίου χρόνον διῃτᾶτο, καὶ ταῖς αὐτοφυέσι στρωμναῖς ἠρκεῖτο. καὶ διὰ ταῦτα παντὸς μὲν καύματος παντὸς δὲ ψύχους κρείσσων
5ἦν, καὶ οὔθ’ ὑπὸ λιμοῦ ποτε ἐπόνησεν οὔθ’ ὑπὸ ἄλλης τινὸς ἀκη‐ δίας ἐταλαιπώρησεν, ἅτε καὶ πάντων τῶν ἀναγκαίων ἐκ τῶν ἀεὶ

22

.

73

.

3

παρόντων ὡς καὶ ἀρίστων ἀπολαύων ἱκανώτατα. τοιούτου δ’ αὐτῷ τοῦ σώματος καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἀσκήσεως ὄντος, πολὺ ταῖς τῆς ψυχῆς ἀρεταῖς ὑπερέφερε. ταχὺς μὲν γὰρ πᾶν τὸ δέον
ἐπινοῆσαι καὶ ποιῆσαι ἦν (τό τε γὰρ πρακτέον ἅμα ἐγίγνωσκε, καὶ
5τὸν καιρὸν αὐτοῦ ἠπίστατο), δεινὸς δὲ τά τε ἐμφανέστατα ἀγνοεῖν

22

.

73

.

4

καὶ τὰ ἀφανέστατα εἰδέναι προσποιήσασθαι. πρὸς δ’ ἔτι καὶ στρα‐ τηγὸς καὶ ὑπηρέτης αὐτὸς ἑαυτοῦ ἐς πάντα ὁμοίως γιγνόμενος οὔτε ταπεινὸς οὔτε ἐπαχθὴς ἑωρᾶτο, ἀλλ’ οὕτω πρός τε τὴν τοῦ γένους ἀσθένειαν καὶ πρὸς τὴν τῆς ἰσχύος ἀξίωσιν ἐκέκρατο ὥστε μήτε
5χείρων τινὸς μήτε κρείσσων δοκεῖν εἶναι. τό τε σύμπαν εἰπεῖν, οὔτε πλεονεξίας οὔτε δυναστείας ἢ καὶ ὀργῆς ἕνεκα τὸν πόλεμον, ἀλλὰ δι’ αὐτὰ τὰ ἔργα αὐτοῦ ἐποιεῖτο, κἀκ τούτου τὰ μάλιστα καὶ φιλοπόλεμος καὶ εὐπόλεμος ἐλογίσθη. V. 62 (p. 614).

22

.

74

.

1

ὅτι ὁ Κλαύδιος ὁ συνάρχων Μετέλλου, πρός τε τὸ γένος ὠγ‐ κωμένος καὶ τῷ Μετέλλῳ φθονῶν, ἔτυχεν ἐν τῇ Ἰταλίᾳ λαχὼν ἄρ‐ χειν, καὶ πολέμιον οὐδὲν ἀποδεδειγμένον εἶχε, καὶ ἐπεθύμησε πάντως τινὰ ἐπινικίων πρόφασιν λαβεῖν, καὶ Σαλάσσους Γαλάτας μὴ ἐγ‐
5καλουμένους τι ἐξεπολέμωσε τοῖς Ῥωμαίοις. ἐπέμφθη γὰρ ὡς συμβιβάσων αὐτοὺς τοῖς ὁμοχώροις περὶ τοῦ ὕδατος τοῦ ἐς τὰ χρυσεῖα ἀναγκαίου διαφερομένοις αὐτοῖς, καὶ τήν τε χώραν αὐτῶν πᾶσαν κατέδραμεν ... ἔπεμψαν δὲ αὐτῷ οἱ Ῥωμαῖοι ἐκ τῶν δέκα ἱερέων δύο. V. 63 (p. 617).

22

.

74

.

2

ὅτι Κλαύδιος, εἰ καὶ τὰ μάλιστα ἀκριβῶς ἠπίστατο ὅτι οὐκ ἐνενικήκει, ἀλλ’ οὖν καὶ τότε τοσαύτῃ ὑπερηφανίᾳ ἐχρήσατο ὥσθ’ ὑπὲρ μὲν τῶν ἐπινικίων μηδένα λόγον μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ ποιήσασθαι, καθάπερ δὲ ὑπαρχόντων οἱ πάντως αὐτῶν
5κἂν μηδεὶς ψηφίσηται, τὰ ἐς αὐτὰ [αὐτὰ] ἀναλώματα αἰτῆσαι. V. 64 (ib.).

22

.

76

.

1

ὅτι Μόμμιος καὶ ὁ Ἀφρικανὸς παμπληθὲς ἀλλήλων τοῖς τρό‐ ποις ἐς πάντα διέφερον. ὁ μὲν γὰρ ἐπί τε τὸ σωφρονέστατον καὶ μετὰ ἀκριβείας, μηδενὸς μηδὲν προτιμῶν, ἦρξεν, καὶ πολλοὺς μὲν ἐκ τῆς βουλῆς πολλοὺς δὲ καὶ ἐκ τῶν ἱππέων τῶν τε ἄλλων ὡς
5ἑκάστους εὔθυνεν· ὁ δὲ δὴ Μόμμιος πρός τε τὸ δημοτικώτερον καὶ πρὸς τὸ ἀνθρωπινώτερον οὔτ’ αὐτός τινι κηλῖδα προσέθηκε, καὶ συχνὰ τῶν ὑπ’ ἐκείνου πραχθέντων, ὅσα γε καὶ ἐνεδέχετο, κατέ‐

22

.

76

.

2

λυσεν. ἐς τοσοῦτον γὰρ ἐπιεικείας φύσει προήκων ἦν ὥστε καὶ τῷ Λουκούλλῳ χρῆσαί τε ἀγάλματα πρὸς τὴν τοῦ Τυχαίου, ὃ ἐκ τοῦ Ἰβηρικοῦ πολέμου κατεσκεύασε, καθιέρωσιν, καὶ μὴ βουληθέν‐ τος αὐτὰ ὡς καὶ ἱερὰ ἐκ τῆς ἀναθέσεως γεγονότα ἀποδοῦναι μη‐
5δεμίαν ὀργὴν ποιήσασθαι, ἀλλ’ ἐπὶ τῷ ἐκείνου ὀνόματι τὰ ἑαυτοῦ λάφυρα περιιδεῖν ἀνακείμενα. V. 65 (p. 618).

22

.

77

.

1

ὅτι πολλὰ καὶ ἐσφάλη καὶ αἰσχύνην δεινὴν ὦφλεν· ποταμὸν γάρ τινα διὰ τῆς τῶν Νουμαντίνων χώρας ῥέοντα βουληθεὶς ἐκ τῆς ἀρχαίας διεξόδου παρατρέψαι, ἐπὶ δὲ τοὺς ἀγροὺς αὐτῶν ἐφεῖναι, τοῦτο μὲν ἰσχυρῶς πονηθεὶς ἐξειργάσατο, πολλοὺς δὲ στρα‐
5τιώτας ἀποβαλὼν οὔτε τοῖς Ῥωμαίοις ὄφελος ἐκ τῆς παρεκτροπῆς γενέσθαι οὔτε ἐκείνοις βλάβος ... V. 66 (ib.).

22

.

78

.

1

ὅτι Καιπίων τοὺς μὲν πολεμίους οὐδὲν ὅ τι καὶ ἄξιον εἰπεῖν, τοὺς δὲ οἰκείους πολλὰ καὶ δεινὰ ἔδρασεν, ὥστε καὶ κινδυνεῦσαι ὑπ’ αὐτῶν ἀπολέσθαι. χαλεπῶς τε γὰρ αὐτοῦ καὶ τραχέως τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἱππεῦσι χρωμένου, πολλοὶ πολλὰ καὶ
5ἄτοπα ταῖς νυξὶν ὅτι μάλιστα διέσκωπτον καὶ διεθρόουν, καὶ ἐφ’ ὅσον γε ἐκεῖνος διὰ τοῦτ’ ἠγανάκτει, ἐπὶ πλεῖον ἐτώθαζον, ὅπως

22

.

78

.

2

ἐξοργίζοιτο. ὡς οὖν τὸ πραττόμενον ἔνδηλον ἦν, ὑπεύθυνος δὲ οὐδεὶς εὑρίσκετο, ὑποτοπήσας ὑπὸ τῶν ἱππέων αὐτὸ γίγνεσθαι, καὶ ἐς οὐδένα τρέψαι δυνηθεὶς τὴν αἰτίαν, πᾶσιν αὐτοῖς τὴν ὀργὴν ἔφερεν, καὶ ἐκέλευσεν αὐτοὺς ἑξακοσίους ὄντας τὸν ποταμόν, παρ’
5ᾧ ἐστρατοπεδένοντο, μετὰ μόνων ἱπποκόμων διαβῆναι, καὶ ἐκ τοῦ ὄρους ἐφ’ ᾧ ὁ Οὐιρίαθος ηὐλίζετο ξυλίσασθαι. προύπτου δὲ δὴ τοῦ κινδύνου πᾶσιν ὄντος, οἱ χιλίαρχοι καὶ οἱ ὑποστράτηγοι ἐδέοντο

22

.

78

.

3

αὐτοῦ μὴ ἀπολέσαι σφᾶς. οἱ δὲ ἱππῆς ὀλίγον ἐπισχόντες ὡς καὶ ἐκείνων αὐτοῦ ἀκούσοντος, ἐπειδὴ μηδὲν ἐνεδίδου, ἱκετεῦσαι μὲν
αὐτὸν ἀπηξίωσαν, οὗπερ που καὶ τὰ μάλιστα ἐγλίχετο, διολέσθαι δὲ μᾶλλον ἤ τι ἐπιεικὲς φθέγξασθαι πρὸς αὐτὸν ἑλόμενοι ὥρμησαν
5ἐπὶ τὸ τεταγμένον· καὶ αὐτοῖς τό τε τῶν συμμάχων ἱππικὸν καὶ ἄλλοι ἐθελονταὶ συνεξῆλθον. καὶ τόν τε ποταμὸν διέβησαν, καὶ τὴν ὕλην τεμόντες περὶ τὸ στρατήγιον αὐτοῦ παρενέβαλον ὡς καὶ κατα‐ πρήσοντες αὐτόν. κἂν κατεκαύθη, εἰ μὴ προεξέφυγεν. V. 67 (p. 618).

22

.

75

.

1

ὅτι Ποπίλιος οὕτω κατεφόβησε τὸν Οὐιρίαθον ὥστε καὶ ὑπὲρ σπονδῶν οἱ εὐθύς, πρὶν καὶ μάχης τινὸς πειραθῆναι, προσπέμψαι, τούς τε κορυφαίους τῶν ἀποστάντων ἀπὸ τῶν Ῥωμαίων ἐξαιτη‐ θέντα τοὺς μὲν ἀποκτεῖναι, ἐν οἷς καὶ ὁ κηδεστὴς [ἦν] αὐτοῦ, καί‐
5περ ἰδίαν δύναμιν ἔχων, ἐφονεύθη, τοὺς δὲ καὶ ἐκδοῦναι, ὧν πάν‐ των ὁ ὕπατος τὰς χεῖρας ἀπέκοψε. κἂν παντελῶς κατελύσατο, εἰ μὴ καὶ τὰ ὅπλα ᾐτήθη· τοῦτο γὰρ οὔτ’ αὐτὸς οὔτε τὸ λοιπὸν
πλῆθος ὑπομεῖναι ἐποίησεν. UG 17 (p. 383).

23

.

79

.

1

ὅτι ἐλθόντων Νουμαντίνων πρέσβεων οἱ Ῥωμαῖοι ἔξω τοῦ τεί‐ χους ἐδέξαντο αὐτούς, ἵνα μὴ καὶ βεβαιοῦν ἐκ τούτου τὰς σπονδὰς δόξωσι. ξένια μέντοι σφίσι καὶ ὣς ἐξέπεμψαν, μὴ βουληθέντες

23

.

79

.

2

πω τὴν ἐλπίδα αὐτῶν ὡς καὶ συναλλαγησομένων ἀφελέσθαι. ἔλεγον δὲ οἱ μὲν περὶ τὸν Μαγκῖνον τήν τε ἀνάγκην τῶν ὡμολογημένων καὶ τὸ πλῆθος τῶν σεσωσμένων, ὅτι τε πάνθ’ ὅσα καὶ πρότερον ἐν τῇ Ἰβηρίᾳ ἐκέκτηντο εἶχον· ἠξίουν τ’ αὐτοὺς μὴ πρὸς τὴν παροῦ‐
5σάν σφων ἄδειαν ἀλλὰ πρὸς τὸν τότε περιστάντα τοὺς στρατιώτας κίνδυνον ἐκλογίζεσθαι οὐχ ὅσα ἔδει γεγονέναι, ἀλλ’ ὅσα ἐνεδέχετο

23

.

79

.

3

πραχθῆναι. οἱ δὲ Νουμαντῖνοι πολλὰ μὲν περὶ τῆς προτέρας σφῶν ἐς αὐτοὺς εὐνοίας, πολλὰ δὲ καὶ περὶ τῆς ἐκείνων μετὰ ταῦτα ἀδι‐ κίας, ὑφ’ ἧς ἐς τὸν πόλεμον κατέστησαν, τήν τε τοῦ Πομπηίου ψευδορκίαν προέφερον, καὶ τῆς τοῦ Μαγκίνου καὶ τῶν ἄλλων σω‐
5τηρίας εὐεργεσίαν ἀπῄτουν. καὶ τὰς σπονδὰς ἔλυσαν καὶ τὸν Μαγ‐ κῖνον ἐκδοθῆναι τοῖς Νουμαντίνοις ἔγνωσαν. UG 18 (p. 383) et Suid. s. v. ἔγνω et Μάγκινος.

23

.

81

.

1

ὅτι ὁ Κλαύδιος πολλὰ ἂν καὶ ἄτοπα ὑπὸ τραχύτητος εἰργά‐
σατο, εἰ μήπερ ὁ συνάρχων αὐτοῦ Κύιντος ἐκώλυσεν. ἐπιεικὴς γὰρ ὢν καὶ ἐναντιωτάτην αὐτῷ φύσιν ἔχων ὀργῇ μὲν οὐδέν οἱ ἀντέ‐ πραξεν, ἐνδιδοὺς δέ πῃ καὶ πράως πως αὐτῷ χρώμενος οὕτως
5αὐτὸν μετεχειρίσατο ὥστε ἐλάχιστα πικράνασθαι. V. 68 (p. 621).

23

.

82

.

1

ὅτι ὁ Φούριος ἐξήγαγεν ἐν τοῖς ὑποστρατήγοις τὸν Πομπήιον καὶ τὸν Μέτελλον, καίπερ καὶ ἑαυτῷ καὶ ἀλλήλοις ἐχθροὺς ὄντας, ὅπως ὡς καὶ μέγα τι πράξων τόν τε ἔλεγχον τῶν ἔργων ἀκριβῆ δι’ αὐτῶν ποιήσηται, καὶ τὴν μαρτυρίαν τῆς ἀρετῆς καὶ παρὰ
5ἀκόντων σφῶν λάβῃ. V. 69 (ib.).

24

.

83

.

1

ὅτι ὁ Γράκχος ὁ Τιβέριος ἐτάραξε τὰ τῶν Ῥωμαίων, καίπερ καὶ γένους ἐς τὰ πρῶτα πρὸς τὸν πάππον τὸν Ἀφρικανὸν ἀνήκων, καὶ φύσει ἀξίᾳ αὐτοῦ χρώμενος, τά τε τῆς παιδείας ἔργα ἐν τοῖς μάλιστα ἀσκήσας, καὶ φρόνημα μέγα ἔχων. ὅσῳ γὰρ πλείω καὶ
5ἰσχυρότερα ταῦτα ἐκέκτητο, μᾶλλον ἔς τε φιλοτιμίαν ἀπ’ αὐτῶν προήχθη, καὶ ἐπειδὴ ἅπαξ ἔξω τοῦ βελτίστου παρετράπη, καὶ

24

.

83

.

2

ἄκων ἐς τὸ κάκιστον ἐξώκειλε. ἐπειδὴ γὰρ αὐτῷ τὰ τῶν Νουμαν‐ τίνων ἐπινίκια ἀπεψηφίσθη, καὶ αὐτός, τιμηθήσεσθαι πρότερον ἅτε καὶ πρυτανεύσας αὐτὰ ἐλπίσας, οὐχ ὅπως τοιούτου τινὸς ἔτυχεν, ἀλλὰ καὶ προσεκινδύνευσεν ἐκδοθῆναι, ἔγνω καὶ τὰ πράγματα οὐκ
5ἀπ’ ἀρετῆς οὐδὲ ἐπ’ ἀληθείας, ἀλλ’ ὥς που καὶ ἔτυχεν, ἐξεταζό‐

24

.

83

.

3

μενα. ταύτην μὲν τὴν ὁδὸν τῆς δόξης ὡς οὐκ ἀσφαλῆ ἀφῆκε, τρόπον δέ τινα πρωτεῦσαι πάντως ἐπιθυμήσας, καὶ τοῦτο διὰ τοῦ ὁμίλου μᾶλλον ἢ τῆς βουλῆς ἐξεργάσεσθαι προσδοκήσας, ἐκείνῳ προσέθετο. V. 70 (p. 621).

24

.

83

.

4

ὅτι Μᾶρκος Ὀκτάουιος τῷ Γράκχῳ διὰ φιλονεικίαν συγγενικὴν
ἑκὼν ἀντηγωνίζετο. καὶ ἐκ τούτου οὐδὲν μέτριον ἐπράττετο, ἀλλ’ ἀντιφιλονεικοῦντες περιγενέσθαι μᾶλλον ἀλλήλων ἢ τὸ κοινὸν ὠφε‐ λῆσαι, πολλὰ μὲν καὶ βίαια, ὥσπερ ἐν δυναστείᾳ τινὶ ἀλλ’ οὐ δη‐
5μοκρατίᾳ, ἔπραξαν, πολλὰ δὲ καὶ ἄτοπα, ὥσπερ ἐν πολέμῳ τινὶ

24

.

83

.

5

ἀλλ’ οὐκ εἰρήνῃ, ἔπαθον. τοῦτο μὲν γὰρ εἷς πρὸς ἕνα, τοῦτο δὲ πολλοὶ κατὰ συστάσεις λοιδορίας τε ἐπαχθεῖς καὶ μάχας, οὐχ ὅτι κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ τῇ τε ἐκκλησίᾳ ἐποιοῦντο. τῇ μὲν γὰρ προφάσει τῇ τοῦ νόμου χρώμενοι,
5τῷ δὲ ἔργῳ καὶ ἐς τὰ ἄλλα πάντα διασπευδόμενοι, ὥστε ἐν μηδενὶ

24

.

83

.

6

ἀλλήλων ἐλαττοῦσθαι. κἀκ τούτου οὔτ’ ἄλλο τι τῶν εἰθισμένων ἐν κόσμῳ συνέβαινεν οὔθ’ αἱ ἀρχαὶ τὰ νενομισμένα ἔπρασσον, τὰ δὲ δικαστήρια ἐπέπαυτο καὶ συμβόλαιον οὐδὲν ἐγίγνετο, ἄλλη τε ταραχὴ καὶ [ἡ] ἀκρισία πανταχοῦ πολλὴ ἦν· καὶ ὄνομα πόλεως ἔφε‐
5ρον, στρατοπέδου δὲ οὐδὲν ἀπεῖχον. V. 71 (p. 622).

24

.

83

.

7

ὅτι ὁ Γράκχος τοῖς στρατευομένοις ἐκ τοῦ ὁμίλου νόμους τινὰς ἐπικουροῦντας ἔγραφε, καὶ τὰ δικαστήρια ἀπὸ τῆς βουλῆς ἐπὶ τοὺς ἱππέας μετῆγε, φύρων καὶ ταράσσων πάντα τὰ καθεστηκότα, ὅπως

24

.

83

.

8

ἔκ γε τούτου ἀσφαλείας τινὸς ἐπιλάβηται. καὶ ὡς οὐδὲν οὐδὲ ἐν‐ ταῦθα αὐτῷ προεχώρει, ἀλλὰ καὶ ἐπ’ ἐξόδῳ τῆς ἀρχῆς ἦν καὶ ἔμελ‐ λεν ἀπαλλαγεὶς αὐτῆς αὐτίκα τοῖς ἐχθροῖς ὑποβληθήσεσθαι, ἐπε‐ χείρησε καὶ ἐς τὸ ἐπιὸν ἔτος μετὰ τοῦ ἀδελφοῦ δημαρχῆσαι καὶ
5τὸν πενθερὸν ὕπατον ἀποδεῖξαι, μηδὲν μήτ’ εἰπεῖν μήθ’ ὑποσχέ‐ σθαι τισὶν ὀκνῶν. καὶ πενθίμην ἐσθῆτα πολλάκις ἐνεδύετο, τήν τε μητέρα καὶ τὰ παιδία ἐς τὸ πλῆθος παρῆγε συνδεόμενα. V. 72 (ib.).

24

.

84

.

1

ὅτι Σκιπίων ὁ Ἀφρικανὸς φιλοτιμίᾳ πλείονι παρὰ τὸ προσῆκον τό τε ἁρμόζον τῇ ἄλλῃ αὐτοῦ ἀρετῇ ἐχρῆτο. οὐκοῦν οὐδὲ τῶν ἀν‐ τιστασιωτῶν τις αὐτῷ θανόντι ἐφήσθη, ἀλλὰ καὶ ἐκεῖνοι, καίπερ βαρύτατον αὐτόν σφισι νομίζοντες εἶναι, ἐπόθησαν· χρήσιμόν τε
5γὰρ πρὸς τὰ κοινὰ ἑώρων, καὶ δεινὸν οὐδὲν οὐδ’ ἂν σφεῖς παθεῖν

24

.

84

.

2

ἀπ’ αὐτοῦ προσεδόκων. ὑπεξαιρεθέντος δὲ τούτου πάντα αὖθις τὰ τῶν δυνατῶν ἠλαττώθη, ὥστε ἐπ’ ἀδείας τοὺς γεωνόμους πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν πορθῆσαι. καί μοι ἐς τοῦτο ὅτι μάλιστα ἀποσκῆψαι 〈δοκεῖ〉 τό τε πλῆθος τῶν λίθων τῶν ἐκ τοῦ οὐρανοῦ
5κατενεχθέντων καὶ ἐς ναούς τέ τινας ἐμπεσόντων καὶ ἀνθρώπους ἀποκτεινάντων, καὶ τὰ δάκρυα τοῦ Ἀπόλλωνος. ἔκλαυσεν γάρ, ἔκλαυσεν ἐπὶ τρεῖς ἡμέρας, ὥστε τοὺς Ῥωμαίους κατακόψαι τε τὸ βρέτας καὶ καταποντῶσαι ἐκ συμβουλῆς μάντεων ψηφίσασθαι.
V. 73 (p. 625).

25

.

85

.

1

ὅτι ὁ Γράκχος τὴν μὲν γνώμην ὁμοίαν τῷ ἀδελφῷ εἶχεν, πλὴν καθ’ ὅσον ἐκεῖνος 〈μὲν〉 ἀπ’ ἀρετῆς ἐς φιλοτιμίαν καὶ ἐξ αὐτῆς ἐς κακίαν ἐξώκειλεν, οὗτος δὲ ταραχώδης τε φύσει ἦν καὶ ἑκὼν ἐπο‐ νηρεύετο, τῇ δὲ δὴ παρασκευῇ τῶν λόγων πολὺ αὐτοῦ προέφερε.
5καὶ διὰ ταῦτα ταῖς τε ἐπινοίαις κακοτροπωτέραις καὶ ταῖς τόλμαις προχειροτέραις τῇ τε αὐθαδείᾳ πλείονι πρὸς πάντας ὁμοίως

25

.

85

.

2

ἐχρῆτο. πρῶτός τε ἐν τοῖς συλλόγοις μεταξὺ δημηγορῶν ἐβάδιζε, καὶ τὸν βραχίονα πρῶτος ἀπεγύμνωσεν, ὥστε μηδέτερον αὐτῶν κακὸν ἐξ ἐκείνου νομισθῆναι. καὶ ἐπειδή γε πολλῇ μὲν πυκνότητι ἐνθυμημάτων πολλῇ δὲ καὶ σφοδρότητι ὀνομάτων ἐπίπαν ἐδημη‐
5γόρει, καὶ ἐκ τούτου οὔτε κατέχειν ῥᾳδίως ἑαυτὸν ἐδύνατο καὶ [ἐπειδὴ] πολλάκις ἐς ἃ οὐκ ἤθελεν εἰπεῖν ἐξεφέρετο, αὐλητὴν ἐπή‐ γετο, καὶ παρ’ ἐκείνου ὑπαυλοῦντός οἱ ἐρρυθμίζετο καὶ ἐμετρίαζεν,

25

.

85

.

3

ἢ καὶ εἴ πῃ καὶ ὣς ἐξέπιπτεν καθίστατο. τοιοῦτος οὖν δή τις ὢν τῇ τε πολιτείᾳ ἐπέθετο, καὶ οὐδὲν ἀπώμοτον οὔτ’ εἰπεῖν οὔτε πρᾶξαι ποιούμενος μέγιστος δι’ ἐλαχίστου παρά τε τῷ ὁμίλῳ καὶ τοῖς ἱππεῦσιν ἐγένετο. τό τε γενναῖον καὶ τὸ βουλεῦον πᾶν,
5εἰ ἐπὶ πλεῖον ἐβεβιώκει, ... νῦν δ’ ὑπὸ τῆς πολλῆς δυναστείας ἐπίφθονος καὶ τοῖς στασιώταις γενόμενος ταῖς ἑαυτοῦ τέχναις
ἐσφάλη. V. 74 (p. 625).

26

.

87

.

1

ὅτι αἱ ἱέρειαι τὸ πλεῖστον αὐταὶ τοῦ τε ὀλέθρου καὶ τῆς αἰ‐ σχύνης ὦφλον, συχνοῖς δὲ δὴ καὶ ἄλλοις μεγάλων κακῶν αἴτιαι ἐγένοντο, ἥ τε πόλις ἅπασα ἀπ’ αὐτῶν ἐταράχθη. ἐκλογιζόμενοι γὰρ ὅτι τὰ ὑπὸ τοῦ νόμου ἄχραντα καὶ τὰ ὑπὸ τῆς θρησκείας
5ἅγια ἔκ τε τοῦ φόβου τῆς τιμωρίας κόσμια ἐλυμάνθη, οὐδὲν ὅ τι οὐχ ὑπετόπουν τῶν αἰσχίστων καὶ ἀνοσιωτάτων δύνασθαι γενέσθαι.

26

.

87

.

2

καὶ διὰ τοῦτο καὶ τὰς κολάσεις οὐ μόνων τῶν ἐλεγχθέντων ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν αἰτιαθέντων μίσει τοῦ συμβεβηκότος ἐποιήσαντο. ὅθεν οὐκ ἐκ γυναικείας ἔτι ἀσελγείας, ἀλλ’ ἐκ δαιμο‐ νίας τινὸς ὀργῆς σύμπαντα 〈τὰ〉 κατ’ αὐτὰς συμβῆναι ἔδοξεν.
5V. 75 (p. 626).

26

.

87

.

3

ὅτι τρεῖς ἅμα ἠνδρώθησαν, καὶ αὐτῶν Μαρκία μὲν αὐτή τε καθ’ αὑτὴν καὶ πρὸς ἕνα τινὰ ἱππέα ᾐσχύνθη, κἂν διέλαθεν, εἰ μήπερ ἡ ζήτησις ἐπὶ τῶν ἄλλων ἐπὶ πλεῖον ἀρθεῖσα καὶ ἐκείνην προσκατέλαβεν· Αἰμιλία δὲ καὶ Λικιννία πλῆθος ἐραστῶν ἔσχον
5καὶ δι’ ἀλλήλων ὑβρίζοντο. τὸ μὲν γὰρ πρῶτον ὀλίγοις τισὶν ἰδίᾳ

26

.

87

.

4

καὶ δι’ ἀπορρήτων ὡς καὶ μόνῳ ἑκάστῳ συνεγίγνοντο· ἔπειτα αὐταί τε πάντα τὸν καὶ ὑποπτεῦσαι μηνῦσαί τέ τι δυνάμενον ἐς σιωπὴν ἀναγκαίαν μισθῷ τῆς ὁμιλίας προκατελάμβανον, καὶ οἱ προδιει‐
λεγμένοι σφίσι ταῦθ’ ὁρῶντες ἔφερον, ἵνα μὴ κατάφωροι τῇ ἀγα‐
5νακτήσει γένωνται. ὥστε καὶ καθ’ ἕνα καὶ κατὰ πολλούς, τοῦτο μὲν ἰδίᾳ τοῦτο δὲ καὶ κοινῇ, τοῖς τε ἄλλοις ὁμιλεῖν, καὶ τῷ μὲν τῆς Αἰ‐ μιλίας ἀδελφῷ τὴν Λικιννίαν τῷ δὲ ταύτης τὴν Αἰμιλίαν συνεῖναι.

26

.

87

.

5

καὶ ταῦτα μὲν οὕτω γιγνόμενα ἐπὶ πλεῖστον ἔλαθεν, καὶ πολλῶν μὲν ἀνδρῶν πολλῶν δὲ καὶ γυναικῶν, καὶ ἐλευθέρων καὶ δούλων, συγγιγνωσκόντων ὅμως [ὅπως] ἐπὶ μακρότατον ἔλαθε, πρὶν δὴ Μάνιός τις, ὅσπερ που καὶ τοῦ παντὸς κακοῦ πρῶτος καὶ ὑπη‐
5ρέτης καὶ συνεργὸς ἐγεγόνει, κατεμήνυσεν αὐτό, ὅτι μήτε ἐλευθερίας μήτ’ ἄλλου μηδενὸς ὧν ἤλπισεν ἔτυχεν. καὶ ἦν γὰρ οὐ προαγω‐ γεῦσαι μόνον ἀλλὰ καὶ διαβαλεῖν συγκροῦσαί τέ τινας δεινότατος .. .... V. 76 (p. 626).

26

.

88

.

1

ὅτι τῷ Μάρκῳ Δρούσῳ ἦν μέν που καθ’ αὑτὰ ταῦτα δόξαν αὐτῷ φέροντα, πρὸς δὲ δὴ τὴν τοῦ Κάτωνος συμφοράν, καὶ ὅτι καὶ ἐπιεικείᾳ πολλῇ πρὸς τοὺς στρατιώτας ἐχρήσατο, τήν τε κατόρ‐ θωσιν ἐπὶ πλεῖον τῆς ἀληθείας πεποιῆσθαι ἔδοξε, καὶ εὔκλειαν
5μείζω τῶν ἔργων ἐκτήσατο. V. 77 (p. 629).

26

.

89

.

1

ὅτι τῷ Ἰουγούρθᾳ ὁ Μέτελλος προσπέμψαντί οἱ ὑπὲρ τῆς εἰ‐ ρήνης πολλὰ καθ’ ἓν ἕκαστον ὡς καὶ μόνον ἐπέταξε, καὶ οὕτως ὁμήρους τε παρ’ αὐτοῦ καὶ ὅπλα τούς τε ἐλέφαντας καὶ τοὺς αἰχ‐ μαλώτους τούς τε αὐτομόλους ἔλαβε. καὶ τούτους μὲν πάντας ἀπέ‐
5κτεινεν, οὐ κατελύσατο δέ, ὅτι 〈ὁ〉 Ἰουγούρθας οὐκ ἠβουλήθη πρὸς αὐτόν, μὴ συλληφθῇ, ἐλθεῖν, καὶ ὁ Μάριος ὅ τε Γναῖος ἐνεπό‐ δισαν. UG 19 (p. 385).

26

.

89

.

2

ὅτι ὁ Μάριος ἦν μὲν γὰρ καὶ τὴν ἄλλως καὶ στασιώδης καὶ ταραχώδης, καὶ παντὸς μὲν τοῦ συρφετώδους, ἀφ’ οὗπερ καὶ ἐπε‐ φύκει, φίλος, παντὸς δὲ τοῦ γενναίου καθαιρέτης. καὶ γὰρ εἰπεῖν τι καὶ ὑποσχέσθαι καὶ ψεύσασθαι καὶ ἐπιορκῆσαι, ἐν ᾧ πλεο‐
5νεκτήσειν ἤλπιζεν, ἑτοιμότατα ἐτόλμα, τό τε συκοφαντῆσαί τινα τῶν ἀρίστων καὶ τὸ ἐπαινέσαι αὖ τῶν κακίστων ἐν παιδιᾷ ἐτίθετο. καί μοι μηδεὶς θαυμάσῃ εἰ τοιοῦτός τις ὢν ἐπὶ πλεῖστον ἔλαθεν ἐν οἷς ἐκακούργει· ἔκ τε γὰρ τῆς περιτεχνήσεως καὶ ἐκ τῆς τύχης, ᾗ παράπαν τὰ πρῶτα ἀγαθῇ ἐχρήσατο, καὶ ἀρετῆς δόξαν ἐκτή‐
10σατο. V. 78 (p. 629).

26

.

89

.

3

ὅτι τὸν Μέτελλον καὶ δι’ ἐκεῖνο ῥᾷον διαβαλεῖν ὁ Μάριος ἠδυ‐ νήθη, ὅτι ὁ μὲν ἔν τε τοῖς εὐπατρίδαις ἐξητάζετο καὶ τὰ τοῦ πολέμου ἄριστα διεχείριζεν, αὐτὸς δὲ ἐξ ἀφανεστάτου καὶ ἀδηλο‐ τάτου ἐς τὸ μέσον παριέναι ἤρχετο (οἱ γὰρ πολλοὶ ἑτοίμως τὸν
5μὲν ὑπὸ τοῦ φθόνου καθῄρουν, τὸν δὲ πρὸς τὰς ἐπαγγελίας ηὖξον), καὶ μάλισθ’ ὅτι ἐλογοποιήθη τὸν Μέτελλον παριεμένῳ τότε πρὸς τὰς ἀρχαιρεσίας τῷ Μαρίῳ εἰπεῖν ὅτι “ἀγαπᾶν ὀφείλεις ἂν μετὰ τοῦ υἱέος μου” (μειράκιον δὲ ἐκεῖνος ἦν) “ὑπατεύσῃς”. V. 79 (p. 630).

26

.

89

.

4

ὅτι τῷ Μετέλλῳ ἤχθετο ὁ Γαύδας, ὅτι μήτε τοὺς αὐτομόλους μήτε φρουρὰν στρατιωτῶν Ῥωμαίων αἰτήσας παρ’ αὐτοῦ ἔλαβεν, ἢ καὶ ὅτι ἐγγὺς αὐτοῦ οὐκ ἐκαθέζετο, ὅπερ ὡς πλήθει τοῖς τε βα‐ σιλεῦσι καὶ τοῖς δυνάσταις παρὰ τῶν ὑπάτων ἐδίδοτο. V. 80 (ib.).

26

.

89

.

5

ὅτι τῆς Κίρτας καθ’ ὁμολογίαν ἁλούσης ὁ Βόκχος ἐπεκηρυ‐ κεύσατο τῷ Μαρίῳ, καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Ἰουγούρθου ἀρχὴν μισθὸν τῆς μεταστάσεως ᾔτει, ἔπειτα μὴ τυχὼν αὐτῆς ἁπλῶς ἠξίωσε συμβῆναι. καὶ ὁ μὲν πρέσβεις ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ
5δὲ Ἰουγούρθας τούτων [οὐ] γιγνομένων ἀπεχώρησεν ἐς τὰ ἐρημό‐ τατα τῆς ἑαυτοῦ γῆς. UG 20 (p. 385).

26

.

89

.

6

ὅτι ὁ Μάριος πρέσβεις τοῦ Βόκχου κομισάμενος οὐκ ἔφη αὐτῷ συνθήσεσθαι, εἰ μὴ τὸν Ἰουγούρθαν ἔκδοτον παρ’ αὐτοῦ λάβοι· ὃ
καὶ γέγονεν. UG 21 (p. 386).

27

.

90

.

1

ὅτι Τόλοσσαν πρότερον μὲν ἔνσπονδον οὖσαν τοῖς Ῥωμαίοις, στασιάσασαν δὲ πρὸς τὰς τῶν Κίμβρων ἐλπίδας ὡς καὶ τοὺς φρου‐ ροὺς δεθῆναι, προκατέσχον νυκτὸς ἐξαπίνης ὑπὸ τῶν ἐπιτηδείων ἐσαχθέντες, καὶ τὰ ἱερὰ διήρπασαν, καὶ ἄλλα χωρὶς χρήματα πολλὰ
5ἔλαβον· τὸ γὰρ χωρίον ἄλλως τε παλαιόπλουτον ἦν, καὶ τὰ ἀνα‐ θήματα ἅ ποτε οἱ Γαλάται οἱ μετὰ Βρέννου στρατεύσαντες ἐκ τῶν Δελφῶν ἐσύλησαν εἶχεν. οὐ μέντοι καὶ ἀξιόλογόν τι ἀπ’ αὐτῶν τοῖς οἴκοι Ῥωμαίοις περιεγένετο, ἀλλ’ αὐτοὶ ἐκεῖνοι τὰ πλείω ἐσφετερίσαντο. καὶ ἐπὶ τούτῳ συχνοὶ εὐθύνθησαν. V. 81 (p. 630).

27

.

91

.

1

ὅτι ὁ Σερουίλιος ὑπὸ τοῦ πρὸς τὸν συνάρχοντα φθόνου (τὰ μὲν 〈γὰρ〉 ἄλλα ἐξ ἴσου οἱ ἐπετέτραπτο, τῷ δὲ δὴ ἀξιώματι οἷα ὑπατεύοντος αὐτοῦ ἠλαττοῦτο) πολλῶν καὶ κακῶν αἴτιος τῷ στρα‐ τεύματι ἐγένετο. καὶ ....... μετὰ θάνατον Σκαύρου τὸν Σερου‐
5ίλιον μετεπέμψατο· ὁ δὲ ἀπεκρίνατο τὴν ἑαυτοῦ ἑκάτερον δεῖν φυ‐
λάττειν. εἶτα ἐλπίσας τὸν Μάλλιον καθ’ ἑαυτόν τι κατορθώσειν, ἐφθόνησεν αὐτῷ μὴ μόνος εὐδοκιμήσῃ, καὶ ἦλθε μὲν πρὸς αὐτόν, οὔτε δὲ ἐν τῷ αὐτῷ χωρίῳ ηὐλίσατο οὔτε τι βούλευμα κοινὸν ἐποι‐ ήσατο, ἀλλ’ ὡς καὶ πρότερος αὐτοῦ τοῖς Κίμβροις συμμίξων, τήν

27

.

91

.

3

τε δόξαν τοῦ πολέμου πᾶσαν ἀποισόμενος, ἐν μέσῳ ἱδρύθη. καὶ τὸ 〈μὲν〉 πρῶτον φοβεροὶ καὶ ὣς τοῖς πολεμίοις, μέχρι οὗ ἡ δια‐ φορὰ αὐτῶν ἐλάνθανεν, ἐγίγνοντο, ὡς καὶ ἐς ἐπιθυμίαν σπονδῶν αὐτοὺς προαγαγεῖν· ὡς δὲ πρὸς Μάλλιον ὑπατεύοντα διεκηρυκεύ‐
5σαντο, ὁ Σερουίλιος ἠγανάκτησεν ὅτι μὴ πρὸς ἑαυτὸν ἐπρεσβεύ‐ σαντο, καὶ οὔτε τι συμβατικὸν ἀπεκρίνατο, ὀλίγου τε καὶ τοὺς πρεσβευτὰς διέφθειρεν. V. 82 (p. 630).

27

.

91

.

4

ὅτι οἱ στρατιῶται τὸν Σερουίλιον ἠνάγκασαν πρὸς Μάλλιον ἐλθεῖν καὶ μετ’ αὐτοῦ βουλεύσασθαι περὶ τῶν παρόντων. τοσού‐ του δὲ ὁμοφρονῆσαι ἐδέησαν ὥστε καὶ ἐχθίους ἢ πρόσθεν ἦσαν ἐκ τῆς συνουσίας ἐγένοντο· ἔς τε γὰρ φιλονεικίαν καὶ λοιδορίας
5προαχθέντες αἰσχρῶς διελύθησαν. V. 83 (p. 633).

27

.

92

.

1

ὅτι Γναῖος Δομίτιος δίκην τῷ Σκαύρῳ λαχών, ἔπειτα ἐπειδὴ τῶν οἰκετῶν τις προσελθὼν αὐτῷ πολλὰ καὶ χαλεπὰ κατὰ τοῦ δεσπότου μηνύσειν ὑπέσχετο, οὐκ ἐπολυπραγμόνησεν, καὶ προσέτι συλλαβὼν αὐτὸν παρέδωκε τῷ Σκαύρῳ. V. 84 (ib.).

27

.

93

.

1

ὅτι Πούπλιος Λικίννιος Νέρουας στρατηγῶν ἐν τῇ νήσῳ, καὶ μαθὼν ὅτι οὐκ ἐν δίκῃ τινὰ περὶ τοὺς δούλους γίγνοιτο, ἢ καὶ λημμάτων ἀφορμὰς ζητῶν (καὶ γὰρ ἦν οὐκ ἄδωρος), περιήγγειλεν ἀφικνεῖσθαι πρὸς ἑαυτὸν πάντας τοὺς αἰτιωμένους τι τοὺς δεσπό‐

27

.

93

.

2

τας σφῶν, ὡς καὶ βοηθήσων αὐτοῖς. ἐξ οὖν τούτου [καὶ] ἐκείνων
τε πολλοὶ συνιστάμενοι οἱ μὲν ἀδικεῖσθαί τι ἔλεγον, οἱ δὲ καὶ ἄλλο τι τοῖς δεσπόταις ἐνεκάλουν, νομίζοντες 〈καιρὸν〉 εἰληφέναι τοῦ πάντα ὅσα ἐβούλοντο 〈πρὸσ〉 αὐτοὺς ἀναιμωτὶ διαπράξασθαι·
5καὶ οἱ ἐλεύθεροι συμφρονήσαντες ἀνθίσταντό σφισι καὶ οὐδαμῇ

27

.

93

.

3

ὑφίεντο. φοβηθεὶς οὖν ὁ Λικίννιος τὴν σύστασιν αὐτῶν ἑκατέρων, μὴ καὶ μέγα τι δεινὸν ὑπὸ τῶν ἐλαττωθέντων γένηται, οὐδένα τῶν δούλων προσεδέξατο, ἀλλ’ ἀπέπεμψεν αὐτοὺς ὡς μηδὲν κακὸν πει‐ σομένους ἢ μηδέν γε ἔτι ταράξαι τῷ διασκεδασθῆναι δυνησομένους.
5οἱ δὲ δείσαντες τοὺς δεσπότας, ὅτι καὶ τὴν ἀρχὴν ἐπικαλέσαι τι αὐτοῖς ἐτόλμησαν, συνεστράφησαν καὶ κοινολογησάμενοι πρὸς λῃ‐ στείας ἐτράποντο. V. 85 (p. 633).

27

.

94

.

1

ὅτι τῶν βαρβάρων ἡττημένων, καὶ συχνῶν ἐν τῇ μάχῃ πεσόν‐ των, ὀλίγοι διεσώθησαν. ἐφ’ ᾧπερ ὁ Μάριος τούτους παραμυ‐ θούμενος τε ἅμα καὶ ἀμειβόμενος, πᾶσαν αὐτοῖς τὴν λείαν ἐπευω‐ νίσας ἀπέδοτο, ὅπως μηδὲν δόξῃ προῖκά τινι κεχαρίσθαι.
5 καὶ ἀπ’ αὐτῶν ὁ Μάριος, καίπερ ἐν τῷ πλήθει μόνῳ πρότερον, ὅτι ἐξ αὐτοῦ γεγονὼς ἦν καὶ ὅτι ὑπ’ αὐτοῦ ηὔξητο, εὖ φερόμενος, τότε καὶ τοὺς εὐπατρίδας ὑφ’ ὧν ἐμισεῖτο ἐξενίκησεν, ὥστε πρὸς πάντων ὁμοίως καὶ ἐπαινεῖσθαι. τήν τε ἀρχὴν καὶ ἐς τὸ ἐπιὸν ἔτος, ὅπως καὶ τὰ λοιπὰ προσκατεργάσηται, παρ’ ἑκόντων καὶ
10ὁμογνωμονούντων αὐτῶν ἔλαβεν. V. 86 (ib.).

27

.

94

.

2

ὅτι ὡς ἅπαξ ἐπέσχον, πολὺ τοῦ θυμοῦ οἱ Κίμβροι παρελύθη‐ σαν, κἀκ τούτου καὶ ἀμβλύτεροι καὶ ἀσθενέστεροι καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἐγένοντο. αἴτιον δὲ ὅτι ἔν τε οἰκίαις ἐκ τῆς πρόσθεν ὑπαιθρίου διαίτης κατέλυον, καὶ λουτροῖς θερμοῖς ἀντὶ
5τῆς πρόσθεν ψυχρολουσίας ἐχρῶντο, καρυκείας τε καὶ ἡδυσμάτων ἐπιχωρίων διεπίμπλαντο, κρέα πρότερον ὠμὰ σιτούμενοι, καὶ τῷ οἴνῳ τῇ τε μέθῃ κατακορεῖς παρὰ τὸ ἔθος ἐγίγνοντο. ταῦτα γὰρ τό τε θυμοειδὲς αὐτῶν πᾶν ἐξέκοψε καὶ τὰ σώματα ἐθήλυνεν, ὥστε μήτε τοὺς πόνους ἔτι μήτε τὰς ταλαιπωρίας, μὴ καῦμα μὴ ψῦχος
10μὴ ἀγρυπνίαν, φέρειν. V. 87 (ib.).

27

.

93

.

4

ὅτι οἱ Μεσσήνιοι νομίσαντες μηδὲν δεινὸν πείσεσθαι, πάντα τὰ πλείστου ἄξια καὶ τιμιώτατα ἐκεῖσε ὑπεξέθεντο. μαθὼν δὲ τοῦτο Ἀθηνίων, ὅσπερ που τὸ μέγιστον κράτος τῶν λῃστευόντων Κίλιξ ὢν εἶχεν, ἐπέθετο αὐτοῖς δημοτελῆ τινα ἑορτὴν ἐν τῷ προ‐
5αστείῳ ἄγουσι, καὶ ἐκείνων τε πολλοὺς σκεδασθέντας ἀπέκτεινε καὶ τὴν πόλιν ὀλίγου κατὰ κράτος εἷλεν. χωρίον δέ τι Μάκελλαν
εὐερκὲς τειχισάμενος ἰσχυρῶς τὴν γῆν ἐκακούργει. V. 88 (p. 634).

28

.

95

.

1

ὅτι ὁ υἱὸς ὁ τοῦ Μετέλλου οὕτω καὶ ἰδίᾳ καὶ δημοσίᾳ πάντας ὑπὲρ τοῦ τὸν πατέρα κατελθεῖν ἱκέτευεν ὥστε καὶ Πίος, τοῦτ’ ἔστιν Εὐσεβής, ἐπονομασθῆναι. V. 92 (p. 638).

28

.

95

.

2

ὅτι ὁ Φούριος ἔχθραν τῷ Μετέλλῳ οὕτως ἔσχεν ὅτι τὸν ἵππον αὐτοῦ τιμητεύων ἀφείλετο. V. 93 (ib.).

28

.

95

.

3

ὅτι Πούπλιον Φούριον γραφέντα ἐφ’ οἷς δημαρχήσας ἐπε‐ ποιήκει, ἀπέκτειναν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ οἱ Ῥωμαῖοι, ἀξιώτατον μέν που ἀπολέσθαι ὄντα (καὶ γὰρ ταραχώδης ἦν, καὶ τῷ Σατουρ‐ νίνῳ τῷ τε Γλαυκίᾳ πρῶτον συστὰς μετεβάλετο, καὶ πρὸς τοὺς
5ἀντιστασιώτας αὐτῶν αὐτομολήσας σφίσι συνεπέθετο), οὐ μέντοι καὶ προσήκοντα τούτῳ τῷ τρόπῳ φθαρῆναι. καὶ τοῦτο μὲν ἐν δίκῃ δή τινι γεγονέναι ἔδοξεν. V. 89 (p. 637).

28

.

97

.

1

ὅτι τοῦ Ῥουτιλίου ἀγαθοῦ ὄντος ἀνδρὸς ἀδικώτατα κατεψη‐ φίσαντο· ἐσήχθη γὰρ ἐς δικαστήριον ἐκ κατασκευασμοῦ τῶν ἱππέων
ὡς δωροδοκή ............ Κυίντῳ Μουκίῳ, καὶ ἐζημιώθη ὑπ’ αὐτῶν χρήμασι. ταῦτα ἐποίησαν θυμῷ φέροντες ὅτι πολλὰ περὶ
5τὰς τελωνίας πλημμελοῦντας ἐπέσχεν. V. 90 (p. 637).

28

.

97

.

2

ὅτι ὁ Ῥουτίλιος ἀπελογήσατο μὲν γενναιότατα, καὶ οὐδὲν ὅ τι οὐκ εἶπεν ὧν 〈ἂν〉 ἀνὴρ ἀγαθὸς συκοφαντούμενος καὶ πολὺ πλεῖον τὰ τῶν κοινῶν ἢ τὰ ἑαυτοῦ ὀδυρόμενος φθέγξαιτο, ἑάλω δέ, καὶ τῆς γε οὐσίας εὐθὺς ἐξέστη. ἐξ οὗπερ οὐχ ἥκιστα ἐφωράθη μηδέν
5οἱ προσήκουσαν καταδίκην ὀφλήσας· πολλῷ τε γὰρ σμικρότερα κεκτημένος εὑρέθη ἢ οἱ κατήγοροι ἐκ τῆς Ἀσίας αὐτὸν ἐσφετερί‐ σθαι ἐπεκάλουν, καὶ πάντα ἐκεῖνα ἐς δικαίας καὶ νομίμους ἀρχὰς

28

.

97

.

3

τῆς κτήσεως ἀνήγαγεν. οὕτω μὲν ἐπηρεάσθη, καί τινα ὁ Μάριος αἰτίαν τῆς ἁλώσεως αὐτοῦ ἔσχεν· ἀρίστῳ γὰρ καὶ εὐδοκιμωτάτῳ αὐτῷ ὄντι ἐβαρύνετο. διόπερ καὶ ἐκεῖνος τῶν τε πραττομένων ἐν τῇ πόλει καταγνούς, καὶ ἀπαξιώσας τοιούτῳ ἔτι ἀνθρώπῳ συζῆσαι,
5ἐξεχώρησε μηδενὸς ἀναγκάζοντος, καὶ ἐς αὐτήν γε τὴν Ἀσίαν ἐλθὼν

28

.

97

.

4

τέως μὲν ἐν Μυτιλήνῃ διῆγεν, ἔπειτα ἐκείνης ἐν τῷ Μιθριδατικῷ πολέμῳ κακωθείσης ἐς Σμύρναν μετῳκίσθη, κἀνταῦθα κατεβίω, οὐδὲ ἠθέλησεν ἐπανελθεῖν οἴκαδε. καὶ οὐδέν γε παρὰ τοῦτο ἧττον οὔτε ἐν εὐκλείᾳ οὔτε ἐν περιουσίᾳ ἐγένετο· πολλὰ μὲν γὰρ αὐτῷ
5καὶ ὁ Μούκιος, πλεῖστα δὲ καὶ δῆμοι καὶ βασιλῆς ὅσοι ποτὲ ἐπε‐ πείραντο αὐτοῦ ἐχαρίσαντο, ὥστε πολὺ πλείω αὐτὸν τῆς ἀρχαίας οὐσίας ἔχειν. V. 91 (p. 637).

28

.

96

.

1

ἦσαν γὰρ καὶ ἄλλοι τινὲς στασίαρχοι, τὸ δὲ δὴ πλεῖστον κρά‐ τος τῶν μὲν Μᾶρκος τῶν δὲ Κόιντος εἶχον, δυναστείας τε ἐπιθυ‐ μηταὶ καὶ φιλοτιμίας ἄπληστοι καὶ ἀπ’ αὐτῶν καὶ ἐς τὸ φιλόνει‐

28

.

96

.

2

κον προπετέστατοι ὄντες. καὶ ταῦτα μὲν ἐκ τοῦ ὁμοίου ἐκέκτηντο, προέφερον δὲ Δροῦσος μὲν τῷ γένει καὶ τῷ πλούτῳ, τῇ τε ἐς τοὺς ἀεὶ δεομένους αὐτοῦ ἀφειδῶς ἀναλώσει, ὁ δὲ τῷ τε θράσει πολλῷ
καὶ τῇ τόλμῃ, ταῖς τε προεπιβουλαῖς καὶ ταῖς ὑπ’ αὐτὰ τὰ πράγ‐
5ματα κακοηθείαις. ὅθεν οὐκ ἀπεικότως τὰ μὲν ἐκ τῶν ὁμοίων τὰ δὲ ἐκ τῶν διαφόρων ἀντίρροποι τρόπον τινὰ ἀλλήλοις ὄντες τὴν στάσιν ἐπὶ πλεῖστον ἤγειραν, ὥστε αὐτὴν καὶ ἀποθανόντων αὐτῶν μεῖναι. V. 94 (p. 638).

28

.

96

.

3

ὅτι ὁ Δροῦσος καὶ ὁ Καιπίων ἰδίαν ἀλλήλοις ἔχθραν ἐκ φι‐ λίας πολλῆς καὶ γάμων ἐπαλλαγῆς ποιησάμενοι καὶ ἐς τὰ πολιτικὰ αὐτὴν προήγαγον. V. 95 (ib.).

28

.

96

.

4

Δίων κηʹ βιβλίῳ “καὶ τοῖς ὑπάτοις ἐπιβουλεύοντα.” Bekk. Anecd. 136 30.

28

.

96

.

5

κηʹ βιβλίῳ Δίων “οὐχ ὅπως οὐκ ἔπεισέ τινας καίπερ τινὰ
ἀληθῆ λέγων.” Bekk. Anecd. 166 8.

29

.

98

.

1

ὅτι ὁ Λοῦπος τοὺς εὐπατρίδας τοὺς συστρατευομένους οἱ ὡς καὶ τὰ βουλεύματα αὐτοῦ τοῖς ἐναντίοις ἐξαγγέλλοντας ὑποπτεύ‐ σας, ἐπέστειλε περὶ αὐτῶν τῇ βουλῇ πρίν τι α ... κἀκ τούτου οὐδ’ ἄλλως σφᾶς ............ ὑπὸ τῆς στάσεως ἔχοντας ἔτι καὶ
5μᾶλλον συνέβαλεν. κἂν ἐπὶ πλεῖον ἐταράχθησαν, εἰ μή τινες τῶν Μαρσῶν ἐφωράθησαν ἀναμιγνύμενοί τε τοῖς προνομεύουσι τῶν Ῥωμαίων, καὶ ἐς τὸ τάφρευμα ὡς καὶ σύμμαχοί σφων συνεσιόντες, καὶ πολυπραγμονοῦντες τὰ ἐν αὐτῷ καὶ λεγόμενα καὶ δρώμενα, καὶ τοῖς σφετέροις ἐξαγγέλλοντες. καὶ οὕτως ὀργιζόμενοι τοῖς εὐπα‐
10τρίδαις ἐπαύσαντο. V. 96 (p. 641).

29

.

98

.

2

ὅτι ὁ Μάριος ὑποπτεύσας τὸν Λοῦπον καίπερ συγγενῆ ὄντα, φθόνῳ τε καὶ ἐλπίδι τοῦ καὶ ὕπατον τὸ ἕβδομον, ὡς καὶ μόνον ἂν τὰ παρόντα κατορθώσαντα, ἀποδειχθῆναι, τρίβειν ἐκέλευεν· σφᾶς μὲν γὰρ καὶ ..... τὰ ἐπιτήδεια ἕξειν ἔλεγεν, ἐκείνους δὲ οὐ
5δυνήσεσθαι ἐπὶ πλεῖον, ἅτε τοῦ πολέμου ἐν τῇ χώρᾳ αὐτῶν ὄντος, ἀνταρκέσαι. V. 97 (ib.).

29

.

98

.

3

ὅτι οἱ Πικένται τοὺς μὴ συναποστάντας σφίσι ἐχειρώσαντο, καὶ τούτοις ἐν ἐπόψει τῶν φίλων ἐνύβριζον, καὶ τῶν γυναικῶν τὰς
κόμας σὺν τῷ δέρματι ἐκ τῶν κεφαλῶν ἀπέσπασαν. V. 98 (p. 641).

30-35

99

.

1

ὅτι ὁ Μιθριδάτης πρέσβεων ἡκόντων Ῥωμαίων οὐδὲν ἐκίνησεν, ἀλλ’ ἀνταιτιασάμενός τινα, καὶ προσαποδείξας τοῖς πρέσβεσι τὸ πλῆθος τῶν χρημάτων ὧν τῷ τε κοινῷ καὶ ἰδίᾳ τισὶν ἀναλώκει, ἡσυχίαν ἔσχεν. ὁ δὲ Νικομήδης τῇ συμμαχίᾳ αὐτῶν ἐπαρθεὶς καὶ
5χρημάτων δεηθεὶς ἐσέβαλεν ἐς τὴν χώραν αὐτοῦ. UG 22 (p. 386).

30-35

99

1a

Δίωνος λαʹ βιβλίῳ “καὶ τῷ Μιθραδάτῃ αὐτὸς πρός τε τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς προστετάχθαι.” Bekk. Anecd. 166 18.

30-35

99

.

2

ὅτι ὁ Μιθριδάτης πρέσβεις ἀπέστειλεν ἐς τὴν Ῥώμην, ἀξιῶν, εἰ μὲν φίλον τὸν Νικομήδην νομίζουσι, πεῖσαι αὐτὸν ἢ 〈καὶ〉 κατα‐ ναγκάσαι τὰ δίκαιά οἱ ποιῆσαι, εἰ δὲ μή, αὐτῷ γε ἐπιτρέψαι τὸν ἐχθρὸν ἀμύνασθαι. οἱ δὲ οὐχ ὅτι τι ἔπραξαν ὧν ἤθελεν, ἀλλὰ καὶ
5ἐπηπείλησαν αὐτῷ, ἂν μὴ τῷ Ἀριοβαρζάνῃ τὴν Καππαδοκίαν ἀποδῷ καὶ πρὸς τὸν Νικομήδην εἰρήνην ἄγῃ. τούς τε πρέσβεις αὐτοῦ αὐθημερὸν ἀπέπεμψαν, καὶ προσαπηγόρευσαν αὐτῷ μηκέτι μηδένα
ἄλλον, ἂν μὴ πειθαρχῇ σφίσι, πέμψαι. UG 23 (ib.).

30-35

99

2a

Δίωνος λαʹ βιβλίῳ “τῶν δὲ ἄλλων ὡς καὶ ἐπικουρίας τινὸς παρ’ ἑαυτοῦ δεομένων ἐπιμνησθείς.” Bekk. Anecd. 137 20.

30-35

100

.

1

ὅτι Κάτων ἀστικὸν καὶ ἀφηλικέστερον τὸ [τε] πλεῖον τοῦ στρα‐ τοῦ ἔχων ἐς τὰ ἄλλα ἧττον ἔρρωτο, καί ποτε ἐπιτιμῆσαί σφισιν, ὅτι μήτε πονεῖν μήτε τὰ παραγγελλόμενα προθύμως ... ἤθελον, ἐπιτολμήσας ὀλίγου κατεχώσθη βληθεὶς ὑπ’ αὐτῶν. καὶ ἐτεθνήκει
5γ’ ἂν εἰ λίθων εὐπορήκεσαν· ἐπεὶ δὲ τὸ χωρίον ἐν ᾧ συνειλέχατο ἐγεωργεῖτο καὶ δίυγρον κατὰ τύχην ἦν, οὐδὲν ὑπὸ βώλων ἔπαθεν. συνελήφθη δὲ ὁ τῆς στάσεως ἄρξας Γάιος Τίτιος, ἀνὴρ ἀγοραῖος καὶ ἐκ δικαστηρίων τὸν βίον ποιούμενος, τῇ τε παρρησίᾳ μετὰ ἀναισχυντίας κατακορεῖ χρώμενος, καὶ ἐς τὸ ἄστυ ἐς τοὺς δημάρ‐
10χους ἐπέμφθη, οὐκ ἐκολάσθη δέ. V. 99 (p. 641).

30-35

101

.

1

ὅτι πάντες τοὺς Ῥωμαίους ἐφόνευον κελεύσαντος Μιθριδάτου οἱ Ἀσιανοί, πλὴν καθ’ ὅσον Τραλλιανοὶ οὐδένα ἀπέκτειναν, Θεό‐ φιλον δέ τινα Παφλαγόνα ἐμισθώσαντο, ὥσπερ που ἧττόν σφων ἀπόλλυσθαι μελλόντων, ἢ καὶ διαφέρον αὐτοῖς ὑφ’ ὅτου σφαγή‐
5σοιντο. V. 100 (p. 642).

30-35

101

.

2

ὅτι οἱ Θρᾷκες ἀναπεισθέντες ὑπὸ τοῦ Μιθριδάτου τήν τε Ἤπειρον καὶ τἆλλα τὰ μέχρι τῆς Δωδώνης κατέδραμον, ὥστε καὶ τὸ τοῦ Διὸς ἱερὸν συλῆσαι. V. 101 (ib.).

30-35

102

.

1

ὅτι ὁ Κίννας ἐπειδὴ τάχιστα τὴν ἀρχὴν παρέλαβεν, οὐδὲν οὕτω τῶν πάντων ἐσπούδασεν ὡς καὶ τὸν Σύλλαν ἐκ τῆς Ἰταλίας ἐκβα‐ λεῖν, πρόφασιν μὲν τὸν Μιθραδάτην ποιησάμενος, ἔργῳ δὲ ἐπιθυ‐ μήσας αὐτὸν ἀπαρτῆσαί οἱ, ὅπως μὴ ἐγγύθεν ἐφεδρεύων ἐμποδὼν
5πρὸς ἃ ἔπραττε γένηται. καίτοι 〈τῇ〉 τοῦ Σύλλου σπουδῇ ἀπεδέ‐

30-35

102

.

2

δεικτο, καὶ οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ πράξειν ὑπέσχητο. ὁ γὰρ Σύλλας τήν τε ἀνάγκην τοῦ πολέμου ὁρῶν καὶ τῆς δόξης αὐτοῦ γλιχόμενος, τά τε ἄλλα τὰ οἴκοι πρὸς τὸ ἐπιτηδειότατον ἑαυτῷ πρὶν ἐξορμηθῆναι κατεστήσατο, καὶ τὸν Κίνναν Γναῖον τέ τινα
5Ὀκτάουιον διαδόχους ἀπέφηνεν, ἐλπίσας μάλιστα ἂν οὕτω καὶ ἀπὼν

30-35

102

.

3

ἰσχῦσαι. τοῦτον μὲν γὰρ ἐπί τε ἐπιεικείᾳ ἐπαινούμενον ἠπίστατο καὶ οὐδὲν παρακινήσειν ἐνόμιζεν, ἐκεῖνον δὲ εὖ μὲν ᾔδει κακὸν ἄν‐ δρα ὄντα, οὐκ ἠθέλησε δὲ ἐκπολεμῶσαι δυνάμενόν τέ τι καὶ αὐτὸν ἤδη, καὶ ἑτοίμως, ὥς γε καὶ ἔλεγε καὶ ὤμνυεν, ἔχοντα πᾶν 〈οἱ〉

30-35

102

.

4

ὁτιοῦν ὑπουργῆσαι. αὐτός τε οὖν, καίτοι δεινότατος ὢν τάς τε γνώμας τῶν ἀνθρώπων συνιδεῖν καὶ τὰς φύσεις τῶν πραγμάτων συλλογίσασθαι, πάνυ ἐν τούτῳ διεσφάλη, καὶ πόλεμον τῇ πόλει μέγαν κατέλιπεν. V. 102 (p. 642).

30-35

102

.

5

ὅτι Ὀκτάουιος φύσει βραδὺς ἦν πρὸς τὰ πολιτικά. V. 103 (ib.).

30-35

102

.

7

ὅτι οἱ Ῥωμαῖοι στασιά‐ σαντες πρὸς ἀλλήλους τὸν Μέτελλον μετεπέμψαντο, κελεύσαντες αὐτῷ πρὸς
5τοὺς Σαυνίτας, ὅπως ποτ’ ἂν δύνηται, συμβῆναι· οὗτοι γὰρ ἔτι τότε μόνοι τὴν Καμπανίαν καὶ τὴν ἐπέκεινα αὐτῆς ἐκακούργουν. ὁ δὲ τούτοις οὐκ ἐσπείσατο· τήν τε γὰρ πολιτείαν ἠξίουν οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ηὐτομοληκόσι πρὸς σφᾶς δοθῆναι, καὶ οὔτε τι τῆς λείας ἣν εἶχον ἀποδοῦναι ἤθελον, καὶ τοὺς αἰχμα‐
10λώτους τούς τε αὐτομόλους σφῶν πάντας ἀπῄτουν, ὥστε μηδὲ τοὺς βουλευτὰς τὴν εἰρήνην ἔτι τὴν πρὸς αὐτοὺς ἐπὶ τούτοις ἑλέσθαι. UR 9 (p. 385).

30-35

102

.

8

ὅτι ἐπειδὴ ὁ Κίννας τὸν νόμον τὸν περὶ τῆς καθόδου τῶν φυ‐
γάδων ἀνενεώσατο, ὁ Μάριος οἵ τε ἄλλοι οἱ σὺν αὐτῷ ἐκπεσόντες ἐσεπήδησαν ἐς τὴν πόλιν μετὰ τοῦ λοιποῦ στρατοῦ κατὰ πάσας ἅμα τὰς πύλας, καὶ ἐκείνας τε ἔκλεισαν ὥστε μηδένα διαδρᾶναι,
5καὶ πάντας τοὺς ἐντυγχάνοντάς σφισι ἐξειργάσαντο, μηδένα αὐτῶν ἀποκρίνοντες, ἀλλὰ πᾶσιν αὐτοῖς ὁμοίως ὡς πολεμίοις χρώμενοι.

30-35

102

.

9

μάλιστα δὲ τούς τι ἔχοντας ἐπιθυμίᾳ χρημάτων ἔφθειρον, καὶ τούς τε παῖδας καὶ τὰς γυναῖκάς σφων ὕβριζον, ὥσπερ τινὰ ἀλλο‐ τρίαν πόλιν ἠνδραποδισμένοι. καὶ τὰς κεφαλὰς τῶν ἐλλογιμωτά‐ των ἐπὶ τὸ βῆμα ἀνετίθεσαν. καὶ ἦν τό [τε] θέαμα οὐδέν τι τοῦ
5ὀλέθρου αὐτῶν πρᾳότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσ‐ παρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπε‐ κοσμεῖτο.

30-35

102

.

10

τοσαύτη γὰρ ἑνὶ λόγῳ ἥ τε ἐπιθυμία καὶ ἡ ἀπληστία τῶν φό‐ νων τὸν Μάριον κατέσχεν ὥστε, ἐπειδὴ τὸ πλεῖστον τῶν ἐχθρῶν ἀπεκτόνει καὶ οὐκέτ’ οὐδεὶς ὧν ἐξολέσαι ἐγλίχετο ἐπὶ τὸν νοῦν ἅτε ἐν τοσαύτῃ ταραχῇ ἐπῄει, σύνθημα τοῖς στρατιώταις δοῦναι σφάτ‐
5τειν πάντας ἑξῆς οἷς ἂν τῶν προσιόντων μὴ ὀρέξῃ τὴν χεῖρα. πρὸς γὰρ τοῦτο τὰ τῶν Ῥωμαίων πράγματα ἀφίκετο ὥστε μὴ μόνον ἀκρίτως μηδ’ ἀπ’ ἔχθρας, ἀλλὰ καὶ πρὸς τὴν οὐκ ἔκτασιν τῆς ἐκεί‐

30-35

102

.

11

νου χειρὸς ἀπόλλυσθαι. καὶ (ἦν γάρ, ὥσπερ εἰκός, ἔν τε ὄχλῳ καὶ ἐν θορύβῳ τοσούτῳ οὐδ’ αὐτῷ τῷ Μαρίῳ ἐπιμελές, ἀλλ’ οὐδὲ δυνα‐ τὸν οὐδ’ εἰ πάνυ ἐβούλετο, κατὰ γνώμην τῇ χειρὶ χρῆσθαι) πολλοὶ κἀκ τούτου μάτην ἀπέθανον, οὓς οὐδαμῇ οὐδαμῶς ἀποκτεῖναι
5ἐδεῖτο. τὸ μὲν οὖν σύμπαν τῶν τε γὰρ ἀποθανόντων ἀνεξεύρετόν ἐστι· πέντε γὰρ ὅλαις ἡμέραις καὶ νυξὶν ἴσαις αἱ σφαγαὶ ἐγένοντο. V. 104 (p. 642).

30-35

102

11a

Δίων λαʹ βιβλίῳ “κἀνταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρ‐
κέσειν ἑαυτὸν διεχρήσατο”. Bekk. Anecd. 140 25.

30-35

102

.

12

ὅτι θυόντων τῶν Ῥωμαίων ἱσταμένου τοῦ ἔτους τὰ ἐσιτήρια, καὶ τῇ ἡγεμονίᾳ τὰς εὐχὰς κατὰ τὰ πάτρια ποιουμένων, ὁ υἱὸς Μαρίου δήμαρχόν τινα αὐθεντίᾳ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ τοῖς ὑπάτοις ἔπεμψε, καὶ ἄλλον ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισεν,
5ὅπερ οὐδεὶς ἄλλος ἐπεπόνθει, καὶ δύο στρατηγοὺς καὶ πυρὸς καὶ ὕδατος εἶρξεν. V. 105 (p. 645).

30-35

104

.

1

ὅτι ὁ ὑποστράτηγος Φλάκκου Φιμβρίας ἐς Βυζάντιον ἐλθόντι αὐτῷ ἐστασίασεν. ἦν γὰρ ἐς πάντα δὴ τολμηρότατος καὶ προπε‐ τέστατος, δόξης τε ὁποιασοῦν ἐραστὴς καὶ παντὸς τοῦ ἀμείνονος ὀλίγωρος. ἐξ ὧν που καὶ τότε, ἀφ’ οὗπερ ἀπῆρεν ἀπὸ τῆς Ῥώμης,
5ἀρετήν τε ἐς χρήματα καὶ σπουδὴν περὶ τοὺς στρατιώτας προσ‐ ποιησάμενος ἀνηρτήσατό τε αὐτοὺς καὶ τῷ Φλάκκῳ συνέκρουσεν.

30-35

104

.

2

ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι ἐκεῖνος χρημάτων τε ἄπληστος ἦν
καὶ οὐκ ἠγάπα τὰ περιγιγνόμενα σφετεριζόμενος, ἀλλὰ καὶ ἐξ αὐ‐ τῆς τῆς τῶν στρατιωτῶν τροφῆς, ἔκ τε τῆς λείας, ἣν ἰδίαν ἑκά‐ στοτε ἐνόμιζεν εἶναι, ἐχρηματίζετο. V. 112 (p. 650).

30-35

104

.

3

ὅτι ἐπεὶ πρὸς τὸ Βυζάντιον ἀφίκοντο Φλάκκος καὶ Φιμβρίας, καὶ ὁ Φλάκκος ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι κελεύσας ἐς τὴν πόλιν ἐσῆλθε, παραλαβὼν δὲ τοῦτο ὁ Φιμβρίας χρήματά τε αὐτὸν εἰληφέναι κατῃτιᾶτο, καὶ διέβαλλε λέγων ὡς ἐκεῖνος μὲν
5ἔνδον τρυφῴη, σφεῖς δὲ ὑπὸ σκηναῖς ἐν χειμῶνι ταλαιπωροῖντο. οἱ δὲ στρατιῶται ἔς τε τὸ ἄστυ θυμῷ ἔπεσον, καί τινας τῶν ἐμπεσόντων σφίσιν ἀποκτείναντες ἐς τὰς οἰκίας ἐσκεδάσθησαν. V. 113 (ib.).

30-35

104

.

4

ὅτι διαφορᾶς τινὸς τῷ Φιμβρίᾳ πρὸς τὸν ταμίαν γενομένης ἠπείλησεν αὐτῷ ὁ Φλάκκος ἄκοντα ἐς Ῥώμην ἀποπέμψειν, λοιδο‐ ρησάμενόν τέ τι διὰ τοῦτο αὐτῷ τὴν ἡγεμονίαν ἀφείλετο. ὁ δὲ Φιμβρίας ἐς τὴν ἀποπορείαν δῆθεν ἐπαχθέστατα στειλάμενος πρὸς
5τοὺς στρατιώτας τοὺς ἐν Βυζαντίῳ ἀφίκετο, καὶ ὡς ἐπὶ τῇ ἀφόδῳ αὐτοὺς ἠσπάζετο, γράμματά τε ᾔτει, καὶ ἑαυτὸν ὡς καὶ ἀνάξια πε‐

30-35

104

.

5

πονθὼς ὠδύρετο· μεμνῆσθαί τέ σφισι ὧν ὑπουργήκει, καὶ φυλα‐ κήν σφων ποιεῖσθαι, αἰνιττόμενος ἐς τὸν Φλάκκον ὡς καὶ ἐπιβου‐ λεύσοντα αὐτοῖς, παρῄνει. καὶ μαθὼν τὰ λεγόμενα δεχομένους καὶ ἑαυτῷ εὔνοιαν ἔχοντας καὶ ἐς ἐκεῖνον ὑποπτεύοντας, ἀνέβη ἐπὶ
5μετέωρον καὶ προσπαρώξυνέ σφας, ἄλλα τέ τινα τοῦ Φλάκκου κατηγορήσας, καὶ ὅτι προδώσει αὐτοὺς ὑπὸ χρημάτων· ὥστε τοὺς στρατιώτας Θέρμον τὸν ἐπιτεταγμένον σφίσιν ἀπελάσαι. V. 11 (ib.).

30-35

104

.

6

ὅτι ὁ Φιμβρίας ἄνδρας πολλοὺς οὐ πρὸς τὸ δικαιότατον οὐδὲ πρὸς τὸ τῇ Ῥώμῃ συμφορώτατον, ἀλλ’ ὀργῇ καὶ ἐπιθυμίᾳ φόνων ἀπώλλυεν. τεκμήριον δέ, σταυρούς ποτε πολλούς, οἷς προσδέων αὐτοὺς καὶ αἰκιζόμενος διεχρῆτο, γενέσθαι προστάξας, ἔπειτ’ ἐπειδὴ
5πολὺ πλείους τῶν θανατωθησομένων εὑρέθησαν ὄντες, ἐκέλευσεν ἐκ τῶν περιεστηκότων τινὰς συλληφθῆναι καὶ πρὸς τοὺς λοιποὺς προσδεθῆναι, ἵνα μὴ μάτην δόξωσι γεγονέναι. V. 115 (p. 653).

30-35

104

.

7

ὅτι ὁ αὐτὸς τὸ Ἴλιον λαβὼν τοὺς ἀνθρώπους ὅσους ἠδυνήθη
μηδενὸς φεισάμενος κατεχρήσατο, καὶ τὴν πόλιν πᾶσαν ὀλίγου κατ‐ έπρησεν. εἷλε δὲ αὐτοὺς οὐ κατὰ τὸ ἰσχυρόν, ἀλλ’ ἀπατήσας· ἔπαινον γάρ τινα αὐτῶν ἐπὶ τῇ πρεσβείᾳ τῇ πρὸς τὸν Σύλλαν πεμ‐
5φθείσῃ ποιησάμενος, καὶ διαφέρειν μηδὲν [εἰ] ὁποτέρῳ σπείσονται (ἀμφοτέρους γάρ σφας Ῥωμαίους εἶναι) εἰπών, ἔπειτα ὡς παρὰ φίλους αὐτοὺς ἐσῆλθε καὶ ἐξειργάσατο ταῦτα. V. 116 (p. 653).

30-35

104

.

8

ἐν δὲ λγʹ βιβλίῳ (Δίων) “δι’ οὖν ταῦτα ἐκεῖνος τὸν μὲν ἄλλον χρόνον οὔτε τι προσεποιεῖτο αὐτῶν ....” Bekk. Anecd. 165 15.

30-35

106

.

1

ὅτι ὁ Μέτελλος ὑπὸ Κίννου ἡττηθεὶς ἐς τὸν Σύλλαν ἧκε καὶ πλεῖστα αὐτῷ συνήρατο· πρὸς γάρ τοι τὴν δόξαν τῆς τε δικαιοσύ‐ νης αὐτοῦ καὶ τῆς εὐσεβείας οὐκ ὀλίγοι καὶ τῶν τἀναντία τῷ Σύλλᾳ πραττόντων, νομίσαντες αὐτὸν οὐκ ἀκρίτως οἱ συνεῖναι ἀλλὰ τά
5τε δικαιότερα καὶ τὰ τῇ πατρίδι συμφορώτερα ὄντως αἱρεῖσθαι, προσεχώρησαν σφίσι. V. 117 (p. 653).

30-35

107

.

1

ὅτι ὁ Πομπήιος υἱὸς ἦν τοῦ Στράβωνος, συνεκρίθη δὲ ὑπὸ Πλουτάρχου Ἀγησιλάῳ τῷ Λακεδαιμονίῳ. ἀχθόμενος δὲ τοῖς τὴν πόλιν ἔχουσι ἐξωρμήθη ἐς τὸ Πικηνὸν αὐτὸς ἐφ’ ἑαυτοῦ, οὐδὲ ἐς ἄνδρας πω πάνυ τελῶν, καὶ παρ’ ἐκείνων χεῖρά τινα διὰ τὴν
5τοῦ πατρὸς ἡγεμονίαν ἀθροίσας δυναστείαν ἰδίαν συνίστη, καὶ ᾠήθη ἐλλόγιμόν τι πρᾶξαι καθ’ ἑαυτόν· καὶ τῷ Σύλλᾳ προσεχώ‐ ρησε. καὶ ὁ μὲν τούτων ἀρξάμενος οὐδὲν μείων ἐκείνου ἐγένετο, ἀλλ’ ὥσπερ που καὶ ἡ ἐπίκλησις αὐτῷ προσετέθη, μέγας ηὐξήθη. V. 118 (p. 653).

30-35

107

.

2

Δίων λγʹ βιβλίῳ “καὶ γὰρ γελοῖόν ἐστιν, ἐν Καμπανίᾳ τε αὐτοῦ ὄντος καὶ δυναμένου διὰ ταχέων ὧν αἰτίαν ἔχει λόγον ὑποσχεῖν,
ἐμὲ ὑπερδικεῖν”. Bekk. Anecd. 177 30.

30-35

107

.

3

Δίων λγʹ βιβλίῳ “πῶς δ’ ἄν τις πιστεύσειεν αὐτῷ;” Bekk. Anecd. 162 19.

30-35

108

.

1

ὅτι ὁ Σύλλας τὸ στράτευμα παρέδωκεν ἀνδρὶ μήτ’ ἄλλως ἐπαι‐ νουμένῳ, καίπερ πολλοὺς ἐκ τῶν ἀπ’ ἀρχῆς συγγενομένων οἱ ἔχων καὶ ἐμπειρίᾳ καὶ πράξει προφέροντας, οἷς που καὶ ἐς ἐκεῖνο τοῦ χρόνου πρὸς πάντα τὰ ἀναγκαῖα ὡς καὶ πιστοτάτοις ἐκέχρητο. καὶ
5πρὶν μὲν νικῆσαι ἐδεῖτό τε αὐτῶν καὶ ταῖς ἀπ’ αὐτῶν ὠφελίαις ἀπεχρῆτο· ἐπεὶ δὲ ἐγγυτέρω τῆς ἐλπίδος τοῦ παντελῶς κρατήσειν ἐγένετο, οὐδένα αὐτῶν ἔτι λόγον ἐποιεῖτο, τοῖς δὲ κακίστοις καὶ μήτε ἐν περιφανείᾳ γένους μήτε ἐν δόξῃ ἀρετῆς οὖσι μᾶλλον ἐπί‐

30-35

108

.

2

στευσεν. αἴτιον δὲ ὅτι τοὺς μὲν τοιούτους πρὸς πάντα αὐτῷ καὶ τὰ χείριστα ἑτοίμους ὄντας ὑπουργεῖν ἑώρα, καὶ χάριν τε ἑαυτῷ πλείστην κἂν ἐλαχίστου τινὸς τύχωσιν ὀφειλήσειν, καὶ μήθ’ ὑπερ‐ φρονήσειν ποτὲ μήτε τῶν ἔργων ἢ τῶν βουλευμάτων ἀντιποιήσε‐
5σθαι ἐνόμιζεν, τὸ δ’ ἀρετὴν ἔχον οὔτε συγκακουργεῖν οἱ ἐθελήσειν, ἀλλὰ καὶ ἑαυτῷ ἐπιτιμήσειν, καὶ τὰ γέρα τῶν εὐεργετημάτων κατ’ ἀξίαν ἀπαιτήσειν, καὶ μηδεμίαν χάριν ἐπ’ αὐτοῖς ἅτε καὶ ὀφειλό‐ μενά σφισι ἀπολαμβάνοντας ἕξειν, τάς τε πράξεις καὶ τὰς συμ‐ βουλίας ὡς καὶ ἑαυτῶν οὔσας προσποιήσεσθαι. V. 119 (p. 654).

30-35

109

.

1

ὅτι ὁ Σύλλας νικήσας τοὺς Σαυνίτας μέχρι μὲν δὴ οὖν τῆς ἡμέρας ἐκείνης διαπρεπὴς ἦν, καὶ ὄνομα ἀπό τε τῶν στρατηγημά‐ των καὶ ἀπὸ τῶν βουλευμάτων μέγιστον ἔσχε, φιλανθρωπίᾳ τε καὶ εὐσεβείᾳ πολὺ προέχειν ἐνομίζετο, ὥστε καὶ τὴν τύχην σύμμαχον

30-35

109

.

2

ἀπὸ τῆς ἀρετῆς πάντας ἔχειν αὐτὸν ἡγεῖσθαι· μετὰ δὲ δὴ τοῦτο τοσαύτην μεταβολὴν ἐποιήσατο ὥστε μηδ’ 〈ἂν〉 τοῦ αὐτοῦ τινα φά‐ ναι ταῦτά τε καὶ τὰ ἔπειτα εἶναι. οὕτως, 〈ὡσ〉 ἔοικεν, οὐκ ἤνεγκεν εὐτυχήσας. καὶ γὰρ ἐκεῖνα ἃ ἕως ἀσθενὴς ἦν ἄλλοις ἐπεκάλει, καὶ
5ἕτερα πλείω καὶ ἀτοπώτερα ἔπραξε, βουλόμενος μέν που καὶ ἀεὶ
αὐτά, ἐλεγχθεὶς δὲ ἐν τῇ ἐξουσίᾳ. ἀφ’ οὗπερ καὶ τὰ μάλιστα ἔδοξέ

30-35

109

.

3

τισιν ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν. ὁ γὰρ Σύλλας ὡς τάχιστα τῶν Σαυνιτῶν ἐκράτησε καὶ τέλος τῷ πολέμῳ ἐπιτεθει‐ κέναι ἐνόμισε (τὰ γὰρ δὴ λοιπὰ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο), μετεβά‐ λετο, καὶ ἑαυτὸν μὲν ἔξω τε τῶν τειχῶν τρόπον τινὰ καὶ ἐν τῇ
5μάχῃ κατέλιπεν, τὸν δὲ δὴ Κίνναν καὶ τὸν Μάριον 〈τούς τε〉 ἄλλους τοὺς μετ’ αὐτὸν γενομένους πάντας ἅμα ὑπερέβαλεν. ὅσα γὰρ μη‐ δένα τῶν δήμων τῶν ὀθνείων ἀντιπολεμησάντων οἱ ἔδρασε, ταῦτα

30-35

109

.

4

τότε τὴν πατρίδα καθάπερ καὶ ἐκείνην νικήσας ἐξειργάσατο. τοῦτο μὲν γὰρ αὐθημερὸν τὰς κεφαλὰς τοῦ τε Δαμασίππου καὶ τῶν συνεξετασθέντων αὐτῷ πρὸς τὸ Πραινέστε πέμψας ἀνεσκολόπισε, καὶ τῶν παραδόντων σφᾶς ἐθελοντὰς συχνοὺς ὡς καὶ ἄκοντας ἑλὼν

30-35

109

.

5

ἀπέκτεινεν. καὶ τῇ ὑστεραίᾳ τοῖς τε βουλευταῖς ἐς τὸ Ἐνυεῖον, ὡς καὶ ἀπολογιούμενός τι αὐτοῖς, καὶ τοῖς ζωγρηθεῖσι ἐς τὸν ἀγρὸν τὸν δημόσιον καλούμενον ὡς καὶ ἐς τὸν κατάλογον αὐτοὺς ἐσγράψων συνελθεῖν κελεύσας, τούτους ἅμα δι’ ἑτέρων ἐφόνευσε (καὶ πολλοὶ
5τῶν ἐκ τῆς πόλεως ἀνθρώπων ἀναμιχθέντες σφίσι παραπώλοντο), καὶ ἐκείνοις αὐτὸς πικρότατα διελέξατο. V. 120 (p. 654).

30-35

109

.

6

ὅτι ὁ φόνος τῶν ἑαλωκότων καὶ τότε οὐδὲν ἧττον ὑπὸ τοῦ Σύλλου ἐγίγνετο, καὶ αὐτῶν ἅτε ἐγγὺς τοῦ ναοῦ θνησκόντων πολὺς μὲν θόρυβος πολὺς δὲ καὶ θρῆνος οἰμωγαί τε καὶ ὀδυρμοὶ ἐς τὸ συνέδριον ἐσέπιπτον, ὥστε τὴν γερουσίαν ἀμφοτέρωθεν ἐκταράττε‐

30-35

109

.

7

σθαι. καὶ γὰρ οὐδὲ πόρρω ἔτι τοῦ τι καὶ αὐτοὶ δεινὸν πείσεσθαι
προσδοκᾶν ἦσαν, οὕτως ἀνόσια αὐτοῦ καὶ λέγοντος ἅμα καὶ πράτ‐ τοντος· καὶ διὰ τοῦτο πολλοί, ἅτε ἐπ’ ἀμφοτέροις ἐν ταὐτῷ περι‐ αλγοῦντες, ἐπεθύμουν τῶν ἔξω καὶ αὐτοὶ τῶν ἤδη ἀπολλυμένων

30-35

109

.

8

εἶναι, ἵνα παύσωνταί ποτε φοβούμενοι. ἀλλ’ αὐτοὶ μὲν ἀνεβέβληντο, οἱ δ’ ἄλλοι κατεσφάγησαν καὶ ἐς τὸν ποταμὸν ἐρρίφησαν, ὥστε τὸ τοῦ Μιθριδάτου πολὺ δεινὸν νομισθέν, ὅτι ποτὲ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ Ῥωμαίους ἐν μιᾷ ἡμέρᾳ ἀπέκτεινεν, ἐν βραχεῖ πρός τε 〈τὸ〉 πλῆ‐

30-35

109

.

9

θος καὶ πρὸς τὸν τρόπον τῶν τότε φονευθέντων νομισθῆναι. οὐδὲ ἐνταῦθα τὸ δεινὸν ἔστη, ἀλλ’ ὥσπερ ἀπὸ φρυκτωρίας τινὸς ἐκεῖθεν αἱ σφαγαὶ ἀρξάμεναι καὶ ἐν τῷ ἄστει καὶ ἐν τῇ χώρᾳ ταῖς τε πόλεσι ταῖς ἐν τῇ Ἰταλίᾳ πάσαις ἐγένοντο. πολλοὺς μὲν γὰρ αὐτὸς ὁ Σύλλας
5πολλοὺς δὲ καὶ οἱ ἑταῖροι αὐτοῦ, οἱ μὲν ἐπ’ ἀληθείας οἱ δὲ καὶ προσποιούμενοι, ἐμίσουν, ὅπως ἐκ τῆς τῶν ἔργων ὁμοιότητος τό τε ὁμόηθές οἱ ἐνδεικνύοντες καὶ τὴν φιλίαν βεβαιοῦντες, 〈μὴ〉 ἐκ τοῦ διαφόρου αὐτῷ ὑποπτευθῶσί τε [καὶ] καταγιγνώσκειν τι αὐτοῦ καὶ

30-35

109

.

10

διὰ τοῦτο κινδυνεύσωσιν. ἔσφαζον δὲ καὶ ὅσους πλουτοῦντας ἢ καὶ ἄλλως πως ὑπερέχοντάς σφων ἑώρων, τοὺς μὲν φθόνῳ τοὺς δὲ διὰ τὰ χρήματα· πλεῖστοι γὰρ ἐν τῷ τοιούτῳ καὶ τῶν μέσων, κἂν μη‐ δετέρᾳ στάσει συναίρωνται ......, ἴδιόν τι ἔγκλημα τὸ κατ’ ἀρε‐
5τὴν ἢ καὶ γένει πλούτῳ τέ τινος προέχειν λαμβάνοντες. καὶ ἀσφά‐ λεια οὐδεμία οὐδενὶ πρὸς τοὺς ἐν κράτει τινὶ ἀδικεῖν βουλομένους εὑρίσκετο. V. 121 (p. 657).

30-35

109

.

11

ὅτι τοιαῦται συμφοραὶ τὴν Ῥώμην περιέσχον. τί γὰρ ἄν τις τὰς τῶν ζώντων ὕβρεις λέγοι, αἳ πολλαὶ μὲν περὶ τὰς γυναῖκας πολλαὶ δὲ περὶ τοὺς παῖδας τοὺς εὐγενεστάτους καὶ ἐλλογιμωτάτους καθάπερ αἰχμαλώτους ἐγίγνοντο; οὐ μὴν ἀλλὰ ἐκεῖνα, καίπερ χαλε‐
5πώτατα ὄντα, τῷ γοῦν ὁμοιοτρόπῳ τῶν ἤδη σφίσι συμβεβηκότων

30-35

109

.

12

οἰστὰ τοῖς γε ἐκτὸς τούτων οὖσιν ἐδόκει εἶναι. ὡς δὲ οὐκ ἐξήρκει τῷ Σύλλᾳ, οὐδ’ ἠγάπα τὰ αὐτὰ ἑτέροις δρῶν, ἀλλά τις αὐτῷ πόθος ἐσῄει καὶ ἐν τῇ πολυτροπίᾳ τῶν φόνων πολὺ πάντων περιεῖναι, ὥσπερ τινὰ ἀρετὴν οὖσαν τὸ μηδὲ ἐν ταῖς μιαιφονίαις τινὸς ἡττᾶ‐
5σθαι, τινὰ καινότητα ἐξέθηκε λελευκωμένον πίνακα, ἐς ὃν ἐνέγραφε

30-35

109

.

13

τὰ ὀνόματα. οὐ μέντοι γε ἧττον πάντα ὅσα καὶ πρὶν ἐγίγνετο, οὐδὲ ἐν τῷ ἀσφαλεῖ οἱ μὴ ἐς τὰ λευκώματα ἐγγεγραμμένοι ἦσαν. πολλοὶ μὲν γὰρ οἱ μὲν ζῶντες οἱ δὲ καὶ τεθνηκότες ἐπ’ ἀδείᾳ τῶν ἀποκτεινάντων σφᾶς προσενεγράφοντο, ὥστε ἐν τούτῳ μηδὲν διε‐
5νεγκεῖν τὸ πρᾶγμα, τῇ τε δεινότητι τῇ τε ἀτοπίᾳ αὐτοῦ πάνυ πάν‐

30-35

109

.

14

τας χαλεπανθῆναι. τά τε γὰρ πινάκια ὥσπερ τις ἀναγραφὴ βου‐ λευτῶν ἢ κατάλογος στρατιωτῶν νομιζομένων ἐξετίθετο, καὶ συν‐ έθεον ἐπ’ αὐτὰ πάντες οἱ ἀεὶ παριόντες σπουδῇ, καθάπερ τινὰ χρηστὴν ἐπαγγελίαν ἔχοντα· καὶ πολλοὶ μὲν συγγενεῖς, ἤδη δέ τινες
5καὶ ἑαυτοὺς εὕρισκον ἐγγεγραμμένους κτείνεσθαι, κἀκ τούτου τὸ πάθος οἷα ἐξαπιναίῳ κακῷ φοβερόν σφας κατελάμβανεν· καὶ συ‐

30-35

109

.

15

χνοὶ καὶ ἀπ’ αὐτοῦ τούτου γνωριζόμενοι διώλλυντο. καὶ ἦν οὐδενὶ ἔξω τῶν ἐκ τῆς ἑταιρείας ἀσφαλὲς οὐδέν. εἴτε γὰρ προσίοι τις 〈τοῖσ〉 λευκώμασιν, αἰτίαν ὡς καὶ πολυπραγμονῶν τι εἶχεν, εἴτε μὴ προσίοι, δυσχεραίνειν ἐδόκει. καὶ ὅ τε ἀναλεγόμενος ἢ καὶ
5ἐπερωτῶν τινα τὰ ἐγγεγραμμένα ὕποπτος, ὡς καὶ περὶ ἑαυτοῦ τι τῶν τε ἑταίρων ζητῶν, ἐγίγνετο, καὶ ὁ μὴ ἀναγιγνώσκων μηδὲ πυνθανόμενος ἄχθεσθαί τε αὐτοῖς ὑπωπτεύετο καὶ διὰ τοῦτο καὶ

30-35

109

.

16

ἐμισεῖτο. τό τε δακρῦσαι ἢ καὶ γελάσαι θανάσιμον τὸ παραχρῆμα ἐγίγνετο· καὶ διὰ τοῦτο καὶ πολλοί, οὐχ ὅτι καὶ εἶπόν τι ἢ καὶ ἔπραξαν ὧν ἀπείρητο, ἀλλ’ ὅτι καὶ ἐσκυθρώπασαν ἢ καὶ ἐμειδία‐ σαν, ἐφθείροντο. οὕτω καὶ τὰ σχήματα αὐτῶν ἀκριβῶς ἐτηρεῖτο, καὶ
5οὐκ ἐξῆν οὐδενὶ οὔτε ἐπὶ φίλῳ ὀδύρασθαι οὔτε ἐπ’ ἐχθρῷ ἐφησθῆναι,

30-35

109

.

17

ἀλλὰ καὶ ἐκεῖνοι ὡς καὶ χλευάζοντές τινα ἐσφάζοντο. καὶ προσέτι καὶ 〈αἱ〉 ἐπικλήσεις συχνοῖς πράγματα παρεῖχον· ἀγνοοῦντες γάρ τινες τοὺς ἐπικεκηρυγμένους ἐπὶ πάντας οὓς ἐβούλοντο τὰς ἐπω‐ νυμίας αὐτῶν ἦγον, καὶ πολλοὶ διὰ τοῦτ’ ἀνθ’ ἑτέρων ἀπέθανον.
5ὥστε καὶ ἐν τούτῳ ταραχήν, τῶν μὲν ὅπως ποτὲ ἐβούλοντο τὸν προστυχόντα ὀνομαζόντων, τῶν δὲ ἀρνουμένων μὴ οὕτω καλεῖσθαι,

30-35

109

.

18

γίγνεσθαι. ἐφονεύοντο δὲ οἱ μὲν ἀγνοοῦντες ὅτι τελευτήσουσιν,
οἱ δὲ καὶ προειδότες, πανταχοῦ ὅπουπερ ἐτύγχανον ὄντες· καὶ οὐδὲν ἦν αὐτοῖς χωρίον, οὐχ ὅσιον, οὐχ ἱερόν, οὔτ’ ἀσφαλὲς οὔτ’ ἄσυλον. οὐ μὴν ἀλλ’ οἱ μὲν ἐξαίφνης, πρὶν μαθεῖν τὴν ἐπικρε‐
5μαμένην συμφοράν, ἢ καὶ ἅμα τῇ πύστει αὐτῆς, διαφθειρόμενοι

30-35

109

.

19

τῇ γοῦν εὐτυχίᾳ τῆς μὴ προεκφοβήσεως ἐπεκουφίζοντο· οἱ δὲ δὴ προαισθόμενοι τοῦ δεινοῦ καὶ κατακρυπτόμενοι χαλεπώτατα ἀπήλλασσον· οὐ γὰρ ἀποχωρῆσαι μὴ φωραθεῖεν ἐτόλμων, οὔτ’ αὖ κατὰ χώραν μένειν μὴ καὶ προδοθεῖεν ὑπέμενον. πλεῖστοι δὲ καὶ
5ὑπὸ τῶν συνόντων καὶ φιλτάτων σφίσι προεδόθησαν καὶ ἀπώλοντο.

30-35

109

.

20

κἀκ τούτου τῇ προσδοκίᾳ τοῦ ἀεὶ τὸν θάνατον προσδέχεσθαι οὐχ ὅτι οἱ ἐς τὰ πινάκια ἐγγεγραμμένοι μόνον, ἀλλὰ καὶ οἱ λοιποὶ ὁμοίως ἔπασχον. V. 122 (p. 658).

30-35

109

.

21

ὅτι πάντων τῶν σφαζομένων ὁπουδὰν αἱ κεφαλαὶ ἐς τὴν τῶν Ῥωμαίων ἀγορὰν ἐκομίζοντο καὶ ἐπὶ τοῦ βήματος ἐξετίθεντο, ὥσθ’ ὅσα περὶ τὰς προγραφὰς συνέβαινεν, ταῦτα καὶ περὶ ἐκείνας γίγνε‐ σθαι. V. 123 (p. 662).

30-35

111

.

1

ὅτι τῶν Κρητῶν πρεσβευσαμένων πρὸς τοὺς Ῥωμαίους, καὶ ἐλπιζόντων τάς τε παλαιὰς σπονδὰς ἀνανεώσεσθαι καὶ προσέτι καὶ εὐεργεσίαν τῆς τοῦ ταμίου τῶν τε συστρατιωτῶν αὐτῶν σω‐ τηρίας εὑρήσεσθαι, οὗτοι ὀργὴν μᾶλλον ὅτι μὴ ἑάλωσαν λαβόντες
5ἢ χάριν αὐτοῖς ὅτι μὴ ἐκείνους ἔφθειραν γνόντες, οὔτ’ ἄλλως μέτριόν τι ἀπεκρίναντο, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους

30-35

111

.

2

ἅπαντας παρ’ αὐτῶν ἀπῄτησαν. καὶ ὁμήρους χρήματά τε πολλὰ αἰτήσαντες, τάς τε ναῦς τὰς μείζους καὶ τοὺς ἄνδρας τοὺς κορυ‐ φαίους ἐξαιτήσαντες, οὐκ ἀνέμειναν τὴν οἴκοθεν αὐτῶν ἀπόκρισιν,
ἀλλὰ τῶν ὑπάτων αὐτίκα τὸν ἕτερον ταῦτά τε ληψόμενον καὶ
5πολεμήσοντά σφισιν, ἂν μὴ διδῶσιν, ὥσπερ οὐκ ἔμελλον, ἐξέπεμ‐

30-35

111

.

3

ψαν· οἱ γὰρ ἀπ’ ἀρχῆς, πρὶν αἰτηθῆναί τι τοιοῦτο καὶ κρατῆσαι, μὴ θελήσαντες ὁμολογῆσαι πῶς ἂν μετὰ τὴν νίκην τοσαῦτά τε ἅμα καὶ τοιαῦτα προσταττόμενοι ἤνεγκαν; τοῦτό τε οὖν σαφῶς εἰδότες, καὶ προσυποπτεύσαντες τοὺς πρέσβεις ἐπιχειρήσειν τινάς,
5ὡς καὶ κωλύσοντας τὴν στρατείαν, διαφθεῖραι χρήμασιν, ἐψηφί‐ σαντο ἐν τῇ βουλῇ μηδένα αὐτοῖς μηδὲν δανεῖσαι. UG 29 (p. 388).

30-35

111

3b

ἐν λεʹ βιβλίῳ (Δίων) “ἢ τοῖς πολεμίοις ἡμῶν προσποιῆσαι”.
Bekk. Anecd. 165 18.

36

1a

1

Κληρουμένων δὴ τῶν ὑπάτων Ὁρτήσιος τὸν πρὸς Κρῆτας ἔλαχε πόλεμον. ἀλλ’ ἐκεῖνος μὲν ὑπό τε τῆς ἐν τῷ ἄστει φιλοχωρίας καὶ ὑπὸ τῶν δικαστηρίων, ἐν οἷς πλεῖστον τῶν κατ’ αὐτὸν ἀνθρώπων μετά γε τὸν Κικέρωνα ἠδυνήθη, τῷ τε συνάρχοντι τῆς στρατείας ἐθελοντὴς ἐξέστη
5καὶ αὐτὸς κατὰ χώραν ἔμεινεν· ὁ δὲ δὴ Μέτελλος ἐστείλατό τε ἐς Κρήτην κ.τ.λ. Xiphil. p. 3, 1—10 R. St. = p. 1, 5—12 Dind.

36

1b

1

Λούκουλλος δὲ Λούκιος κατὰ τοὺς καιροὺς τούτους τοὺς τῆς Ἀσίας δυνάστας Μιθριδάτην τε καὶ Τιγράνην τὸν Ἀρμένιον πολέμῳ νικήσας καὶ φυγομαχεῖν ἀναγκάσας τὰ Τιγρανόκερτα ἐπολιόρκει. καὶ αὐτὸν οἱ βάρ‐ βαροι τῇ τε τοξείᾳ καὶ τῇ νάφθᾳ κατὰ τῶν μηχανῶν χεομένῃ δεινῶς

36

1b

2

ἐκάκωσαν. ἀσφαλτῶδες δὲ τὸ φάρμακον τοῦτο, καὶ διάπυρον οὕτως ὥσθ’ ὅσοις ἂν προσμίξῃ, πάντως αὐτὰ κατακαίειν, οὐδ’ ἀποσβέννυται ὑπ’ οὐθενὸς ὑγροῦ ῥᾳδίως. ἐκ τούτου δὲ ὁ Τιγράνης ἀναθαρρήσας τοσαύτῃ χειρὶ στρατοῦ ἤλασεν ὥστε καὶ τῶν Ῥωμαίων τῶν ἐκεῖσε παρόντων κατα‐
5γελάσαι· λέγεται δ’ οὖν εἰπεῖν 〈ὡσ〉 εἰ μὲν πολεμήσοντες ἥκοιεν, ὀλίγοι,

36

1b

3

εἰ δὲ πρεσβεύσοντες, πολλοὶ παρεῖεν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθη, ἀλλ’ εὐθὺς ἐξέμαθεν ὅσον ἥ τε ἀρετὴ καὶ ἡ τέχνη παντὸς ὁμίλου κρατεῖ. φυγόντος δὲ αὐτοῦ τὴν τιάραν τό τε ἀνάδημα τὸ περὶ αὐτὴν εὑρόντες
οἱ στρατιῶται τῷ Λουκούλλῳ ἔδωκαν· δείσας γὰρ μὴ γνωσθεὶς ἀπ’
5αὐτῶν ἁλῷ, περιεσπάσατο αὐτὰ καὶ ἀπέρριψεν. Xiphil. p. 3, 24—4, 7 R. St. = p. 1, 20—2, 15 D.

36

.

1

.

1

... καὶ ὅτι ἰσχυρᾷ τῇ τύχῃ ἐπ’ ἀμφότερα ἐκέχρητο, ἐπέτρεψεν· ἡττηθείς τε γὰρ πολλὰ καὶ κρατήσας οὐκ ἐλάττω καὶ στρατηγικώ‐ τερος ἀπ’ αὐτῶν ἐπεπίστευτο γεγονέναι. αὐτοί τε οὖν ὡς καὶ τότε πρῶτον ἀρχόμενοι τοῦ πολέμου παρεσκευάζοντο, καὶ πρὸς τοὺς
5περιχώρους, τούς τε ἄλλους καὶ Ἀρσάκην τὸν Πάρθον, καίπερ ἐχθρὸν τῷ Τιγράνῃ διὰ χώραν τινὰ ἀμφισβητήσιμον ὄντα, ἐπρεσβεύοντο,

36

.

1

.

2

καὶ ταύτης τε αὐτῷ ἀφίσταντο, καὶ τοὺς Ῥωμαίους διέβαλλον λέ‐ γοντες ὅτι, ἂν μονωθέντων σφῶν κρατήσωσι, καὶ ἐπ’ ἐκεῖνον εὐθὺς ἐπιστρατεύσουσι· φύσει τε γὰρ πᾶν τὸ νικῶν ἄπληστον τῆς εὐπρα‐ γίας εἶναι καὶ μηδένα ὅρον τῆς πλεονεξίας ποιεῖσθαι, καὶ τούτους,
5ἅτε καὶ ἐν κράτει πολλῶν δὴ γεγονότας, οὐκ ἐθελήσειν αὐτοῦ ἀποσχέσθαι.

36

.

2

.

1

καὶ οἱ μὲν ταῦτ’ ἔπραττον, Λούκουλλος δὲ Τιγράνην μὲν οὐκ ἐπεδίωξεν ἀλλὰ καὶ πάνυ κατὰ σχολὴν σωθῆναι εἴασε, καὶ ἀπ’ αὐτοῦ καὶ αἰτίαν ὡς οὐκ ἐθελήσας τὸν πόλεμον, ὅπως ἐπὶ πλεῖον ἄρχῃ, καταλῦσαι παρά τε τοῖς ἄλλοις καὶ παρὰ τοῖς πολίταις ἔσχε·

36

.

2

.

2

καὶ διὰ τοῦτο τότε 〈τε〉 ἐς τοὺς στρατηγοὺς τὴν ἀρχὴν τῆς Ἀσίας ἐπανήγαγον, καὶ μετὰ ταῦθ’, ὡς καὶ αὖθις τὸ αὐτὸ τοῦτο πεποιηκέναι ἔδοξε, τὸν ὕπατον αὐτῷ τὸν κατ’ ἐκεῖνον τὸν χρόνον ὄντα διάδοχον

36

.

2

.

3

ἔπεμψαν. τὰ δὲ δὴ Τιγρανόκερτα στασιασάντων πρὸς τοὺς Ἀρμε‐ νίους τῶν ξένων τῶν συνοικούντων αὐτοῖς εἷλε. Κίλικές τε γὰρ οἱ πλείους αὐτῶν ἦσαν ἀνάσπαστοί ποτε γεγονότες, καὶ ἐσήγαγον

36

.

2

.

4

εἴσω νυκτὸς τοὺς Ῥωμαίους. καὶ ἐκ τούτου τὰ μὲν ἄλλα διηρπάσθη πλὴν τῶν ἐκείνοις ὑπαρχόντων, τὰς δὲ δὴ γυναῖκας τῶν δυνατωτά‐ των πολλὰς ἁλούσας ἄνευ ὑβρισμοῦ ὁ Λούκουλλος ἐφύλαξε, καὶ

36

.

2

.

5

ἀπ’ αὐτοῦ καὶ τοὺς ἄνδρας σφῶν προσεποιήσατο. τόν τε τῆς
Κομμαγηνῆς βασιλέα Ἀντίοχον (ἡ δὲ δὴ χώρα αὕτη τῆς Συρίας πρός τε τῷ Εὐφράτῃ καὶ πρὸς τῷ Ταύρῳ ἐστί) καί τινα Ἀράβιον δυνάστην Ἀλχαυδόνιον ἄλλους τε ἐπικηρυκευσαμένους οἱ ἐδέξατο.

36

.

3

.

1

καὶ μαθὼν παρ’ αὐτῶν τὴν πρεσβείαν τὴν ὑπό τε τοῦ Τιγράνου καὶ τοῦ Μιθριδάτου πρὸς τὸν Ἀρσάκην πεμφθεῖσαν, ἀνταπέστειλέ τινας ἐκ τῶν συμμάχων ἀπειλάς τε ἅμα αὐτῷ, ἂν ἐκείνοις ἐπικου‐

36

.

3

.

2

ρήσῃ, καὶ ὑποσχέσεις, ἂν τὰ σφέτερα ἀνθέληται, φέροντας. ὁ οὖν Ἀρσάκης τότε μέν (ἔτι γὰρ τῷ τε Τιγράνῃ ὀργὴν εἶχε καὶ ἐς τοὺς Ῥωμαίους οὐδὲν ὑπώπτευε) πρέσβεις τέ οἱ ἀντέπεμψε καὶ φιλίαν τε καὶ συμμαχίαν ἐσπείσατο· ὕστερον δὲ τὸν Σηκίλιον ἐλθόντα
5πρὸς ἑαυτὸν ἰδὼν ὑπετόπησε κατάσκοπον τῆς χώρας καὶ τῆς δυνά‐

36

.

3

.

3

μεως αὐτοῦ παρεῖναι (τούτου γὰρ ἕνεκα, ἀλλ’ οὐ τῆς ὁμολογίας ἤδη γεγενημένης, ἄνδρα ἐπιφανῆ τὰ πολεμικὰ πεμφθῆναι), καὶ οὐδεμίαν ἔτ’ αὐτῷ βοήθειαν ἐποιήσατο. οὐ μὴν οὐδ’ ἠναντιώθη τι, ἀλλ’ ἐκ μέσου ἀμφοῖν ἔστη, μηδετέρους, ὥσπερ εἰκός, ἐθελήσας
5αὐξῆσαι· τὸν γὰρ πόλεμον αὐτῶν ἰσοπαλῆ ὄντα ἀσφάλειάν οἱ μεγίστην οἴσειν ἐνόμιζεν. τούτῳ μὲν δὴ τῷ ἔτει ταῦθ’ ὁ Λούκουλλος ἔπραξε, καὶ τῆς

36

.

4

.

1

Ἀρμενίας συχνὰ προσηγάγετο· ἐπὶ δὲ δὴ Κυΐντου Μαρκίου (οὗτος γάρ, καίπερ οὐ μόνος ἀποδειχθείς, μόνος ὑπάτευσεν· ὅ τε γὰρ σὺν αὐτῷ χειροτονηθεὶς Λούκιος Μέτελλος ἐν ἀρχῇ τοῦ ἔτους ἀπέθανε, καὶ ὁ ἐφαιρεθεὶς πρὶν ἐπιβῆναι τῆς ἀρχῆς μετήλλαξε, καὶ διὰ τοῦτ’

36

.

4

.

2

οὐδεὶς ἄλλος ἀπεδείχθη)—ἐν οὖν τῷ ἔτει τούτῳ ὁ Λούκουλλος μεσοῦντος ἤδη τοῦ θέρους (ὑπὸ γὰρ τοῦ ψύχους ἀδύνατος ἦν ἦρι ἐς τὴν πολεμίαν γῆν ἐσβαλεῖν) στρατεύσας τινά τε τῆς γῆς ἐπόρ‐ θησεν, ὅπως ἀμύνοντας αὐτῇ τοὺς βαρβάρους ἐς μάχην ὑπαγάγηται,

36

.

5

.

1

καὶ ὡς οὐδὲν μᾶλλον ἐκινοῦντο, ἐπ’ αὐτοὺς ὥρμησε. κἀν τούτῳ
τοῖς μὲν ἱππεῦσι τῶν Ῥωμαίων χαλεποὶ οἱ τῶν ἐναντίων ἱππῆς ἐγίγνοντο, τῷ δὲ πεζῷ οὐδεὶς αὐτῶν ἐς χεῖρας ᾔει, ἀλλ’ ὁπότε ἡ ἀσπὶς τοῦ Λουκούλλου τῇ ἵππῳ προσβοηθήσειεν, ἐτρέποντο. οὐ
5μέντοι καὶ δεινόν τι ἔπασχον, ἀλλὰ καὶ τοὺς ἐπιδιώκοντάς σφας ἐς τοὐπίσω τοξεύοντες πολλοὺς μὲν παραχρῆμα ἀπεκτίννυσαν,

36

.

5

.

2

παμπληθεῖς δὲ ἐτίτρωσκον. καὶ ἦν τὰ τραύματα χαλεπὰ καὶ δυσίατα· ταῖς τε γὰρ ἀκίσι διπλαῖς ἐχρῶντο, καὶ προσέτι καὶ ἐφήρμοττον αὐτάς, ὥστε τὰ βέλη, εἴτε ἐμμένοι πῃ τοῖς σώμασιν εἴτε καὶ ἐξέλ‐ κοιτο, τάχιστα αὐτὰ διολλύναι· τὸ γὰρ ἕτερον τὸ δεύτερον σιδήριον
5ἔνδον, ἅτε μηδεμίαν ἀνθολκὴν ἔχον, ἐγκατελείπετο.

36

.

6

.

1

ὁ οὖν Λούκουλλος, ἐπειδή τε πολλοὶ ἐτραυματίζοντο, καὶ οἱ μὲν ἔθνησκον οἱ δ’ ἀνάπηροι γοῦν ἐγίγνοντο, καὶ ἅμα καὶ τὰ ἐπι‐ τήδεια αὐτοὺς ἐπέλιπεν, ἐκεῖθέν τε ἀπεχώρησε καὶ ἐπὶ Νίσιβιν

36

.

6

.

2

ὥρμησεν. ἡ δὲ δὴ πόλις αὕτη ἐν τῇ Μεσοποταμίᾳ καλουμένῃ πεπόλισται (οὕτω γὰρ πᾶν τὸ μεταξὺ τοῦ τε Τίγριδος καὶ τοῦ Εὐφράτου ὀνομάζεται) καὶ νῦν μὲν ἡμετέρα ἐστὶ καὶ ἄποικος ἡμῶν νομίζεται, τότε δὲ ὁ Τιγράνης τῶν Πάρθων αὐτὴν ἀφελόμενος
5τούς τε θησαυροὺς ἐν αὐτῇ καὶ τὰ ἄλλα τὰ πλεῖστα τῶν λοιπῶν

36

.

6

.

3

ἀπετέθειτο, φύλακά οἱ τὸν ἀδελφὸν προστάξας. πρὸς οὖν ταύτην ὁ Λούκουλλος ἐλθὼν ἐν μὲν τῷ θέρει, καίπερ μὴ παρέργως τὰς προσβολὰς ποιησάμενος, οὐδὲν ἐπέρανε· τὰ γὰρ τείχη καὶ διπλᾶ καὶ πλίνθινα ὄντα, τήν τε παχύτητα πολλὴν ἔχοντα καὶ τάφρῳ
5βαθείᾳ διειλημμένα, οὔτε κατασεισθῆναί πῃ οὔτε διορυχθῆναι

36

.

7

.

1

ἠδυνήθη, διόπερ οὐδ’ ὁ Τιγράνης ἐπήμυνέ σφισιν· ὡς δ’ ὅ τε χειμὼν ἐνέστη καὶ οἱ βάρβαροι ῥᾳθυμότερον, ἅτε ἐπικρατοῦντες τούς τε Ῥωμαίους ὅσον οὐκ ἀπαναστήσεσθαι προσδοκῶντες, διῆγον, ἐτήρησε νύκτα ἀσέληνον καὶ ὑετῷ λάβρῳ βρονταῖς τε χειμέριον,

36

.

7

.

2

ὥστε μήτε τι προϊδέσθαι μήτε τι ἐπακοῦσαι αὐτοὺς ἔχοντας τόν τε ἔξω περίβολον πλὴν ὀλίγων καὶ τὴν ἐν τῷ μέσῳ τάφρον ἐκλι‐ πεῖν, καὶ προσέμιξε πολλαχῇ τῷ τείχει, καὶ ἐκείνου τε οὐ χαλεπῶς ἀπὸ τῶν χωμάτων ἐπέβη, καὶ τοὺς φρουροὺς τοὺς ἐγκαταληφθέντας

36

.

7

.

3

ἐν αὐτῷ ῥᾳδίως ἅτε μὴ πολλοὺς ὄντας ἀπέκτεινε. καὶ οὕτω τῆς τε τάφρου μέρος τι (τὰς γὰρ γεφύρας οἱ βάρβαροι προκατέρρηξαν) συνέχωσεν (οὔτε γὰρ τῇ τοξείᾳ οὔτ’ αὖ τῷ πυρὶ λυπεῖσθαι ἐν τῷ πολλῷ ὑετῷ ἐδύνατο), καὶ διαβὰς αὐτὴν τὰ μὲν ἄλλα, οὐ πάνυ
5ἰσχυροῦ τοῦ ἔνδον κύκλου πίστει τῶν ἔξωθεν αὐτοῦ προβεβλημένων

36

.

7

.

4

ὄντος, εὐθὺς εἷλε, τοὺς δὲ ἐς τὴν ἄκραν ἀναφυγόντας, ἄλλους τε καὶ τὸν ἀδελφὸν τοῦ Τιγράνου, μετὰ τοῦτο καθ’ ὁμολογίαν παρε‐ στήσατο, καὶ χρήματά τε πολλὰ ἔλαβε καὶ ἐκεῖ διεχείμασε.

36

.

8

.

1

τὴν μὲν οὖν Νίσιβιν οὕτως ἐχειρώσατο, τῆς δὲ Ἀρμενίας τῶν τε ἄλλων τῶν περὶ τὸν Πόντον συχνὰ ἀπέβαλεν. ὁ γὰρ Τιγράνης ἐκείνῃ μὲν ὡς οὐκ ἂν ἁλούσῃ οὐκ ἐπεκούρησε, πρὸς δὲ τὰ προει‐ ρημένα ὥρμησεν, εἴ πως ἀσχόλου περὶ τὴν Νίσιβιν αὐτοῦ ὄντος

36

.

8

.

2

φθάσειεν αὐτὰ κομισάμενος. καὶ Μιθριδάτην μὲν πρὸς τὴν οἰ‐ κείαν ἀπέστειλεν, αὐτὸς δὲ ἐς τὴν ἑαυτοῦ Ἀρμενίαν ἦλθε, κἀνταῦθα Λούκιον Φάννιον ἀντιστάντα οἱ ἀπολαβὼν ἐπολιόρκει, μέχρις οὗ

36

.

9

.

1

ὁ Λούκουλλος αἰσθόμενος τοῦτο ἐπεβοήθησεν αὐτῷ. ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, Μιθριδάτης ἔς τε τὴν ἑτέραν Ἀρμενίαν καὶ ἐς τὰ ἄλλα ἐσβαλὼν πολλοὺς τῶν Ῥωμαίων τοὺς μὲν ἀνὰ τὴν χώραν πλανω‐ μένους ἀπροσδόκητός σφισι προσπεσὼν ἔφθειρε, τοὺς δὲ καὶ ἐκ
5μάχης κατέκοψε, κἀν τούτῳ καὶ τῶν χωρίων τὰ πλείω διὰ ταχέων

36

.

9

.

2

ἀνεκτήσατο. οἱ γὰρ ἄνθρωποι ἐκείνου τε εὔνοιαν ἔκ τε τοῦ ὁμο‐ φύλου καὶ ἐκ τῆς πατρίου βασιλείας καὶ τῶν Ῥωμαίων μῖσος διά τε τὸ ὀθνεῖον καὶ διὰ τὸ ὑπὸ τῶν ἐφεστηκότων σφίσι κακου‐ χεῖσθαι ἔχοντες, προσεχώρησάν τε αὐτῷ, καὶ μετὰ τοῦτο τὸν ἄρ‐

36

.

9

.

3

χοντα τῶν ἐκεῖ Ῥωμαίων Μᾶρκον Φάβιον ἐνίκησαν. οἵ τε γὰρ Θρᾷκες οἱ πρότερον μὲν τῷ Μιθριδάτῃ μισθοφορήσαντες τότε δὲ τῷ Φαβίῳ συνόντες, καὶ οἱ δοῦλοι οἱ ἐν τῷ Ῥωμαϊκῷ στρατοπέδῳ ὄντες ἰσχυρῶς αὐτοῖς ἐβοήθησαν. οἵ τε γὰρ Θρᾷκες ὑπὸ τοῦ
5Φαβίου ἐς προσκοπὴν πεμφθέντες οὔτε τι ὑγιὲς ἀνήγγειλαν αὐτῷ,

36

.

9

.

4

καὶ μετὰ τοῦτ’ ἐκείνου τε ἀφυλακτότερον προϊόντος καὶ τοῦ Μιθρι‐
δάτου ἐξαίφνης οἱ προσπεσόντος συνεπέθεντο τοῖς Ῥωμαίοις, καὶ ἐν τούτῳ 〈καὶ οἱ δοῦλοι〉 ἐλευθερίαν σφίσι τοῦ βαρβάρου κηρύξαντος

36

.

9

.

5

συνεπελάβοντο τοῦ ἔργου. καὶ ............... ἀνάλωσαν ἄν, εἰ μὴ ὁ Μιθριδάτης ........... τοῖς πολεμίοις ἀναστρεφόμενος (καὶ γὰρ ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονὼς ἐμάχετο) λίθῳ τε ἐπλήγη καὶ δέος τοῖς βαρβάροις μὴ καὶ ἀποθάνῃ παρέσχεν· ἐπισχόντων
5γάρ σφων διὰ τοῦτο τὴν μάχην ἠδυνήθησαν ἄλλοι τε καὶ ὁ Φάβιος

36

.

10

.

1

ἐς τὸ ἀσφαλὲς ἀποφυγεῖν. καὶ μετὰ τοῦτ’ ἐς τὰ Κάβειρα κατα‐ κλεισθεὶς ἐπολιορκήθη μέν, ἐσώθη δὲ ὑπὸ τοῦ Τριαρίου. οὗτος γὰρ ἐκ τῆς Ἀσίας ταύτῃ πρὸς τὸν Λούκουλλον διιών, καὶ γνοὺς τὰ πεπραγμένα, δύναμίν τε ὅσην οἷόν τ’ ἦν ἐκ τῶν παρόντων

36

.

10

.

2

ἤθροισε, καὶ τὸν Μιθριδάτην ὡς καὶ Ῥωμαϊκοῦ στρατοῦ πλήθει προσιὼν ἐξέπληξεν, ὥστ’ ἀναστῆναι ποιῆσαι πρὶν καὶ ἐς ὄψιν αὐτοῦ ἐλθεῖν. κἀκ τούτου ἐπιθαρσήσας καὶ μέχρι τῶν Κομάνων

36

.

10

.

3

ὑποφυγόντα αὐτὸν ἐπεδίωξε, κἀνταῦθα ἐνίκησεν. ηὐλίζετο μὲν γὰρ ὁ Μιθριδάτης ἐπὶ θάτερα τοῦ ποταμοῦ ᾗ οἱ Ῥωμαῖοι προσῄεσαν, βουληθεὶς δέ σφισι κεκμηκόσιν ἐκ τῆς πορείας συμμῖξαι αὐτός τε προαπήντησε καὶ ἑτέρους δι’ ἄλλης γεφύρας ἐν τῷ τῆς μάχης καιρῷ
5διαβάντας ἐπιθέσθαι προσέταξε· καὶ αὐτὸν ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνιζόμενον ἡ γέφυρα πολλῶν τε καὶ ἀθρόων ἅμα δι’ αὐτῆς ἐπειγομένων ....... τῆς τε ἐπικουρίας ἀπεστέρησε καὶ προσδιε‐ τάραξε.

36

.

11

.

1

καὶ οἱ μὲν μετὰ τοῦτ’ (ἤδη γὰρ χειμὼν ἦν) ἀπεχώρησαν ἐς τὰ ἑαυτῶν τείχη ἀμφότεροι, καὶ ἡσύχαζον· τὰ δὲ δὴ Κόμανα τῆς τε νῦν Καππαδοκίας ἐστί, καὶ ἐδόκει τό τε τῆς Ἀρτέμιδος βρέτας τὸ Ταυρικὸν καὶ τὸ γένος τὸ Ἀγαμεμνόνειον δεῦρο ἀεὶ ἔχειν. καὶ
5ὅπως μὲν ἐς αὐτοὺς ταῦτα ἀφίκετο ἢ ὅπως διέμεινεν, οὐ δύναμαι

36

.

11

.

2

τὸ σαφὲς πολλῶν λεγομένων εὑρεῖν· ὃ δ’ ἀκριβῶς ἐπίσταμαι, φράσω. δύο αὗται πόλεις ἐν τῇ Καππαδοκίᾳ ὁμώνυμοι οὔτε πάνυ πόρρω
ἀπ’ ἀλλήλων εἰσὶ καὶ τῶν αὐτῶν περιέχουσι· καὶ γὰρ μυθολογοῦσι καὶ δεικνύουσι τά τε ἄλλα πάντα ἐκ τοῦ ὁμοίου, καὶ τὸ ξίφος ὡς
5αὐτὸ ἐκεῖνο τὸ τῆς Ἰφιγενείας ὂν ἀμφότεραι ἔχουσι.

36

.

12

.

1

καὶ ταῦτα μὲν ἐς τοσοῦτον εἰρήσθω· τῷ δὲ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε Μανίου Ἀκιλίου καὶ ἐπὶ Γαΐου Πίσωνος ὑπάτων, ὁ μὲν Μιθριδάτης τῷ Τριαρίῳ πρὸς Γαζιούροις ἀντεκάθητο, προκαλού‐

36

.

12

.

2

μενός τε ἅμα αὐτὸν ἐς μάχην καὶ ἐξοργίζων (τά τε γὰρ ἄλλα καὶ ἐν τῇ ἐπόψει τῇ τῶν Ῥωμαίων αὐτός τε ἤσκει καὶ τοῦ στρατοῦ γυμνα‐ σίας ἐποιεῖτο), ὅπως πρὶν τὸν Λούκουλλον ἐπελθεῖν ἐκεῖνόν τε συμ‐ βαλών, ὥσπερ ἤλπισε, κρατήσῃ καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀνασώσηται.
5ἐπεὶ δ’ οὐκ ἐκινεῖτο, πέμπει τινὰς πρὸς Δάδασα φρούριον, ἐν ᾧ τὰ σκεύη τοῖς Ῥωμαίοις ἀπέκειτο, ἵν’ ἐκείνοις γε ἐπαμύνοντα

36

.

12

.

3

αὐτὸν ἐς χεῖρας ὑπαγάγηται. καὶ ἔσχεν οὕτως. ὁ γὰρ Τριάριος τέως μὲν τό τε πλῆθος τοῦ Μιθριδάτου φοβούμενος καὶ τὸν Λούκουλλον (μετεπέπεμπτο γὰρ αὐτόν) προσδεχόμενος ἡσυχίαν εἶχεν· ὡς δὲ τά τε Δάδασα πολιορκούμενα ἐπύθετο, καὶ οἱ στρα‐
5τιῶται δείσαντες περὶ αὐτοῖς ἐταράττοντο, καὶ ἐπηπείλουν, εἴ σφας μηδεὶς ἐξάγοι, καὶ αὐτοκέλευστοι βοηθήσειν σφίσι, καὶ ἄκων

36

.

12

.

4

ἐξανέστη. καὶ αὐτῷ οἱ βάρβαροι προχωροῦντι ἤδη προσπεσόντες τοὺς μὲν ἐν χερσὶ τῷ τε πλήθει σφῶν περιέσχον καὶ κατειργάσαντο, τοὺς δὲ καὶ ἐς τὸ πεδίον ἐκφυγόντας ἀγνοίᾳ τοῦ τὸν ποταμὸν ἐς

36

.

13

.

1

αὐτὸ ἐκτετράφθαι περιελαύνοντες ἔκτεινον. καὶ πασσυδὶ ἄν σφας διέφθειραν, εἰ μὴ τῶν Ῥωμαίων τις πλασάμενος ὡς καὶ ἐκ τῆς τοῦ Μιθριδάτου συμμαχίδος ὤν (ἐν γὰρ τῷ αὐτῷ αὐτοῖς τρόπῳ συστρατευομένους, ὥσπερ εἶπον, οὐκ ὀλίγους εἶχε) προσῆλθέ τέ οἱ
5ὡς καὶ εἰπεῖν τι βουλόμενος, καὶ ἔτρωσεν αὐτόν. οὕτω γὰρ ἐκεῖνος μὲν συλληφθεὶς ἀπεσφάγη, ταραχθέντων δὲ πρὸς τοῦτο τῶν βαρ‐ βάρων συχνοὶ τῶν Ῥωμαίων διέφυγον.

36

.

13

.

2

Μιθριδάτης μὲν δὴ τό τε τραῦμα ἰᾶτο, καὶ προσυποπτεύσας καὶ ἄλλους τινὰς τῶν πολεμίων ἐν τῷ στρατοπέδῳ εἶναι, ἐξέτασιν τῶν στρατιωτῶν ὡς καὶ κατ’ ἄλλο τι ἐποιήσατο, καὶ κελεύσας σφᾶς ἐς τὰς ἑαυτῶν σκηνὰς ὡς ἑκάστους κατὰ τάχος ἀναχωρῆσαι κατε‐

36

.

14

.

1

φώρασε, καὶ τοὺς Ῥωμαίους μονωθέντας διέφθειρε. κἀν τούτῳ
ὁ Λούκουλλος ἐπελθὼν δόξαν μέν τισι παρέσχεν ὡς καὶ ἐκείνου ῥᾳδίως κρατήσων καὶ πάντα τὰ προειμένα δι’ ὀλίγου κομιούμενος,

36

.

14

.

2

οὐ μέντοι καὶ κατέπραξέ τι. ὅ τε γὰρ Μιθριδάτης ἐς τὰ μετέωρα πρὸς Ταλαύροις ὄντα ἱδρυθεὶς οὐκ ἀντεπῄει αὐτῷ, καὶ ὁ Μιθρι‐ δάτης ὁ ἕτερος 〈ὁ〉 ἐκ Μηδίας γαμβρὸς τοῦ Τιγράνου ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐξαίφνης προσπεσὼν συχνοὺς ἀπέκτεινεν, ὅ τε Τι‐

36

.

14

.

3

γράνης αὐτὸς προσιὼν ἠγγέλθη, καὶ τὸ στράτευμα ἐστασίασεν. οἱ γὰρ Οὐαλερίειοι οἱ τῆς τε στρατείας ἀφεθέντες καὶ μετὰ τοῦτ’ αὖθις στρατευσάμενοι ἐκινήθησαν μὲν καὶ ἐν τῇ Νισίβι ἔκ τε τῆς νίκης καὶ ἐκ τῆς ἡσυχίας, τοῦ τε τὰ ἐπιτήδεια ἄφθονα ἔχειν, καὶ
5ἄνευ τοῦ Λουκούλλου τὰ πολλά, διὰ τὸ πολλαχόσε ἐκδημεῖν αὐτόν,

36

.

14

.

4

διαιτᾶσθαι, καὶ μάλισθ’ ὅτι Πούπλιός τις Κλώδιος, ὃν Κλαύδιόν τινες ἐκάλεσαν, συνεστασίαζέ σφας ὑπ’ ἐμφύτου νεωτεροποιίας, καίπερ τῆς ἀδελφῆς αὐτοῦ τῷ Λουκούλλῳ συνοικούσης· ἐταράχ‐ θησαν δὲ καὶ τότε ἄλλως τε καὶ ἐπειδὴ τὸν Ἀκίλιον τὸν ὕπατον, ὃς τῷ
5Λουκούλλῳ διάδοχος δι’ ἅπερ εἶπον ἐξεπέμφθη, πλησιάζοντα ἐπύ‐ θοντο· ἐν γὰρ ὀλιγωρίᾳ αὐτὸν ὡς καὶ ἰδιωτεύοντα ἤδη ἐποιοῦντο.

36

.

15

.

1

ὁ οὖν Λούκουλλος ἔκ τε τούτων, καὶ ὅτι παρὰ τοῦ Μαρκίου τοῦ πρὸ τοῦ Ἀκιλίου ὑπατεύσαντος, ἐς Κιλικίαν ἧς ἄρχειν ἔμελλε παριόντος, ἐπικουρίαν αἰτήσας οὐκ ἔτυχεν, ἐν ἀπόρῳ ἐγένετο, καὶ

36

.

15

.

2

ὀκνήσας μὲν διὰ κενῆς ἀναστῆναι, δείσας δὲ καὶ κατὰ χώραν μεῖναι, ἐπὶ τὸν Τιγράνην ὥρμησεν, εἴ πως ἐκεῖνόν τε ἀπροσδόκητόν τε ἅμα καὶ κεκμηκότα ἐκ τῆς ὁδοῦ τρέψαιτο, καὶ τοὺς στρατιώτας τρόπον τινὰ διὰ τούτου παύσειε στασιάζοντας. οὐ μὴν καὶ ἐπιτυχὴς

36

.

15

.

3

οὐδετέρου ἐγένετο· ἀκολουθῆσαν γὰρ αὐτῷ τὸ στράτευμα μέχρι πού τινος ὅθεν ἐς τὴν Καππαδοκίαν ἐκτραπέσθαι ἦν, ἐκεῖσε πάντες ὁμοθυμαδόν, μηδὲ φθεγξάμενοί τι, ἀπετράποντο. καὶ οἵ γε Οὐαλε‐ ρίειοι, μαθόντες ὅτι τῆς στρατείας παρὰ τοῖς οἴκοι τέλεσιν ἀφεῖνται,
5παντελῶς ἀπεχώρησαν.

36

.

16

.

1

καὶ θαυμάσῃ μηδεὶς ὅτι στρατηγικώτατος ἀνδρῶν ὁ Λούκουλ‐ λος γενόμενος, καὶ πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον σύν τε στρατῷ
καὶ ἐπὶ πολέμῳ διαβάς, καὶ δύο βασιλέας οὐκ ἀσθενεῖς ἐπικρατή‐ σας, ἑλών τ’ ἂν εἴπερ ταχέως διαπολεμῆσαι ἐβεβούλητο, οὐκ ἐδύ‐
5νατο τῶν συστρατευομένων οἱ ἄρχειν, ἀλλ’ ἀεί τε ἐστασίαζον καὶ

36

.

16

.

2

τέλος ἐγκατέλιπον αὐτόν. πολλά τε γάρ σφισι προσέταττε, καὶ δυσπρόσοδος ἀκριβής τε ἐν ταῖς τῶν ἔργων ἀπαιτήσεσι καὶ ἀπαρ‐ αίτητος ἐν ταῖς τιμωρίαις ὢν οὐκ ἠπίστατο οὔτε λόγῳ τινὰ προσ‐ αγαγέσθαι οὔτε ἐπιεικείᾳ ἀναρτήσασθαι, οὐ τιμαῖς, οὐ χρημάτων
5μεταδόσει προσεταιρίσασθαι, ὧν πάντων ἄλλως τε καὶ ἐν πλήθει,

36

.

16

.

3

καὶ μάλιστα στρατευομένῳ, δεῖ. καὶ διὰ τοῦθ’ οἱ στρατιῶται, ἕως μὲν εὖ τε ἐφέροντο καὶ τὰς ἁρπαγὰς ἀνταξίας τῶν κινδύνων εἶχον, ἠκροῶντο αὐτοῦ, ἐπεὶ δὲ ἔπταισαν καὶ ἐς φόβον ἀντὶ τῶν ἐλπίδων ἀντικατέστησαν, οὐδὲν ἔτι προετίμησαν. τεκμήριον δὲ ὅτι τοὺς
5αὐτοὺς τούτους ὁ Πομπήιος λαβών (καὶ γὰρ τοὺς Οὐαλεριείους αὖθις κατελέξατο) οὐδ’ ὁπωσοῦν στασιάζοντας ἔσχε. τοσοῦτον ἀνὴρ ἀνδρὸς διαφέρει.

36

.

17

.

1

ὡς δ’ οὖν τοῦθ’ οἱ στρατιῶται ἔπραξαν, πᾶσάν τε ὀλίγου τὴν ἀρχὴν ὁ Μιθριδάτης ἀνεκτήσατο καὶ τὴν Καππαδοκίαν ἰσχυρῶς ἐλυμήνατο, μήτε Λουκούλλου, προφάσει τοῦ τὸν Ἀκίλιον ἐγγὺς εἶναι, μήτε ἐκείνου προσαμύνοντος αὐτῇ· ἐπειγόμενος γὰρ πρότερον
5ὡς καὶ τὴν τοῦ Λουκούλλου νίκην ὑφαρπάσων, τότε, ἐπειδὴ τῶν γεγονότων ᾔσθετο, οὔτε πρὸς τὰ στρατόπεδα ἦλθε καὶ ἐν τῇ Βι‐

36

.

17

.

2

θυνίᾳ ἐχρόνισε. Μάρκιος δὲ Λουκούλλῳ μὲν οὐκ ἐπεκούρησε, πρόσχημα τοὺς στρατιώτας ὡς οὐκ ἐθελήσαντάς οἱ ἀκολουθῆσαι ποιησάμενος, ἐς δὲ τὴν Κιλικίαν ἀφικόμενος Μενέμαχόν τινα ἀπαυτομολήσαντα τοῦ Τιγράνου ἐδέξατο, καὶ τὸν Κλώδιον ἀπο‐
5στάντα ἀπὸ τοῦ Λουκούλλου δέει τῶν ἐν τῇ Νισίβι γενομένων ἐπὶ τὸ ναυτικὸν ἐπέστησεν· ἀδελφὴν γάρ τινα αὐτοῦ καὶ ἐκεῖνος

36

.

17

.

3

γυναῖκα εἶχε. καὶ ὁ μὲν ἁλούς τε ἐς καταποντιστάς, καὶ ἀφεθεὶς ὑπ’ αὐτῶν πρὸς τὸν ἐκ τοῦ Πομπηίου φόβον, ἔς τε τὴν Ἀντιόχειαν τῆς Συρίας ἦλθεν ὡς καὶ πρὸς τοὺς Ἀραβίους, πρὸς οὓς τότε διεφέροντο, συμμαχήσων σφίσι, κἀνταῦθα στασιάζων τινὰς ὁμοίως
5ὀλίγου διεφθάρη.

36

17a

1

καὶ τὴν νῆσον ἅπασαν ἐχειρώσατο μετὰ τοῦτο, καίτοι πρὸς τοῦ Πομπηίου τοῦ Μάγνου, ἤδη τῆς θαλάσσης ξυμπάσης ἄρχοντος καὶ τῆς ἠπείρου ὅσον ἡμερῶν ἀπὸ θαλάσσης τριῶν, ἐμποδιζόμενός τε καὶ κωλυό‐ μενος ὡς αὐτῷ προσηκουσῶν καὶ τῶν νήσων. ἀλλ’ ὅμως καὶ ἄκοντος
5Πομπηίου τῷ Κρητικῷ πολέμῳ τέλος ὁ Μέτελλος ἐπιθεὶς θρίαμβόν τε ἀπ’ αὐτοῦ κατήγαγε καὶ Κρητικὸς ἐπεκλήθη. Xiphil. p. 3, 10—16 R. St., = p. 1, 13—20 Dind.

36

.

18

.

1

... | φείδεται. δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμο‐ λογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε, κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ
5ἐπὶ πολέμῳ τινὶ ἀλλ’ ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτ’ ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας.

36

.

18

.

2

ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ
5τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσ‐
βολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ

36

.

19

.

1

Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθ’ ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπε‐ βοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δ’ ἀνακομισθέντων αὐτῶν
5πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα ἦλθε καὶ μετ’ αὐτοῦ ἐπο‐ λέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ τὰ Ἱεράπυδνα κατέ‐

36

.

19

.

2

λαβε. καὶ χρόνον μέν τινα ἐκαρτέρησαν, τοῦ δὲ δὴ Μετέλλου ἐπιόντος σφίσι τό τε τεῖχος ἐξέλιπον, καὶ ἐξαναχθέντες χειμῶνί τε ἐχρήσαντο καὶ ἐς τὴν γῆν ἐκπεσόντες συχνοὺς ἀπέβαλον. κἀκ

36

.

19

.

3

τούτου ὁ Μέτελλος πᾶσαν τὴν νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπ’ αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε
5Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφ‐ είλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλ’ οὐκ ἐκείνῳ προσχωρήσαντας.

36

.

20

.

1

λέξω δὲ ἤδη καὶ τὰ κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταπον‐ τισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτ’ οὐκ ἐγένετο, οὐδ’ ἂν παύσαιτό ποτε ἕως δ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώ‐

36

.

20

.

2

πων ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ μόνῃ, κατ’ ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε
δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη, καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐ‐
5τῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι

36

.

20

.

3

πρὸς λῃστείαν ἐτράποντο. καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον ἐπηυξήθη.

36

.

20

.

4

τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ

36

.

21

.

1

συχνοῖς ἐπικουρῆσαι. καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δ’ οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλ’ αὐτοὶ καθ’ ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργησαν. οὔτε γὰρ κατ’ ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις
5ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ ὄνομα αὐτοὺς μέγα κεκτῆ‐

36

.

21

.

2

σθαι· ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον, ἀλλ’ ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότ’ ἐπ’ ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν

36

.

21

.

3

ὄντας. καὶ γὰρ εἴ τις ἀνταναχθῆναί σφισιν ἐτόλμησε, μάλιστα μὲν ἡττηθεὶς ἀπώλετο, εἰ δὲ καὶ ἐνίκησεν, ἀλλ’ ἑλεῖν γε αὐτῶν οὐδένα ὑπὸ τοῦ ταχυναυτεῖν σφας ἐδύνατο, καὶ οὕτως ὑποστρέφοντες διὰ βραχέος ὡς καὶ κεκρατηκότες τὰ μὲν ἔτεμνον καὶ κατεπίμπρων,
5οὐχ ὅτι χωρία καὶ ἀγροὺς ἀλλὰ καὶ πόλεις ὅλας, τὰ δὲ καὶ ᾠκειοῦντο, ὥστε καὶ χειμάδια καὶ ὁρμητήρια καθάπερ ἐν φιλίᾳ γῇ ποιεῖσθαι.

36

.

22

.

1

προχωρούντων δὲ αὐτοῖς τούτων καὶ ἐς τὴν ἤπειρον ἀνέβαινον, καὶ πολλὰ καὶ ἐκείνους τοὺς μηδὲ χρωμένους τῇ θαλάσσῃ ἐλύπουν. καὶ ταῦτα οὐ τὴν ἔξω συμμαχίδα αὐτῶν μόνον ἀλλὰ καὶ τὴν Ἰτα‐

36

.

22

.

2

λίαν αὐτὴν ἐποίουν· τά τε γὰρ κέρδη τὰ αὐτόθεν μείζω σχήσειν καὶ πάντας τοὺς λοιποὺς ἐπὶ πλέον ἐκφοβήσειν, ἂν μηδὲ ἐκείνης ἀπέχωνται, νομίζοντες ἔς τε τὰς ἄλλας τὰς ταύτῃ πόλεις καὶ ἐς
αὐτὰ τὰ Ὤστια ἐσέπλεον καὶ τάς τε ναῦς ἔκαιον καὶ πάνθ’ ἥρπα‐

36

.

22

.

3

ζον. καὶ τέλος, ὡς οὐδεμία σφῶν ἐπιστροφὴ ἐγίγνετο, τάς τε δια‐ τριβὰς ἐν τῇ γῇ ἐποιοῦντο, καὶ τοὺς ἀνθρώπους, ὅσους μὴ διώλ‐ λυσαν, τά τε σῦλα, ὅσα ἐλάμβανον, ἀδεῶς ὥς γε καὶ ἐν οἰκείᾳ

36

.

22

.

4

διετίθεντο. καὶ ἐλῄστευον μὲν ἄλλοι ἄλλοθι (οὐ γάρ που ἐν πάσῃ ἅμα τῇ θαλάσσῃ οἱ αὐτοὶ κακουργεῖν ἐδύναντο), τοσαύτῃ μέντοι φιλίᾳ πρὸς ἀλλήλους ἐχρῶντο ὥστε σφᾶς καὶ χρήματα καὶ ἐπικου‐

36

.

22

.

5

ρίας καὶ τοῖς πάνυ ἀγνῶσιν ὡς καὶ οἰκειοτάτοις πέμπειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἴσχυσαν, ὅτι τούς τε θεραπεύοντάς τινας αὐ‐ τῶν πάντες ἐτίμων καὶ τοὺς προσκρούσαντάς τισι πάντες ἐλεη‐ λάτουν.

36

.

23

.

1

ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐ‐ τῶν γενέσθαι· οἱ δὲ δὴ Ῥωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων (οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι, καὶ ἡ

36

.

23

.

2

σιτοπομπία παντελῶς ἀπεκέκλειτο), οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλ’ ἐξέπεμπον μὲν καὶ ναυ‐ τικὰ καὶ στρατηγούς, ὥς που καθ’ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δ’ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμά‐
5χους δι’ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ πολλὰς ἡμέρας ὅ τι καὶ χρὴ

36

.

23

.

3

πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέ‐ γαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθ’ ἅμα πᾶσί σφισιν οὔτ’ αὖ καθ’ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα
5ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ

36

.

23

.

4

τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο, πρὶν δὴ Αὖλός τις Γαβίνιος δήμαρχος γνώμην ἔδωκεν, εἴτ’ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας (οὐ γάρ που καὶ ὑπ’ εὐ‐ νοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος γὰρ ἀνὴρ ἦν), στρα‐
5τηγὸν ἕνα αὐτοκράτορα ἐφ’ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθ’ ὑπο‐

36

.

23

.

5

στρατήγων πολλῶν χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομ‐ πηίου ὄνομα οὐκ εἶπεν· εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὁ

36

.

24

.

1

ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται. καὶ ἔσχεν οὕτω· τήν τε γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες πλὴν τῆς γερουσίας ἀπέκλιναν. αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι
5ᾑρεῖτο· καὶ ὀλίγου καὶ ἀπέκτειναν τὸν Γαβίνιον ἐν αὐτῷ τῷ συνε‐

36

.

24

.

2

δρίῳ. ὑπεκδράντος δ’ οὖν πῃ αὐτοῦ μαθόντες οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην ἐθορύβησαν, ὥστε καὶ ἐπ’ αὐτοὺς συγκαθημένους ἐφορμῆσαι· καὶ εἴ γε μὴ ἐξεκεχωρήκεσαν, πάντως ἂν αὐτοὺς διε‐

36

.

24

.

3

φθάρκεσαν. οἱ μὲν δὴ οὖν ἄλλοι σκεδασθέντες διέλαθον, Πίσωνα δὲ τὸν Γάιον τὸν ὕπατον (ἐπὶ γὰρ ἐκείνου τοῦ τε Ἀκιλίου ταῦτ’ ἐγίγνετο) συλληφθέντα καὶ μέλλοντα καὶ ἀντὶ τῶν ἄλλων ἀπόλ‐ λυσθαι ὁ Γαβίνιος ἐξῃτήσατο. ἐκ δὲ τούτου οἱ δυνατοὶ αὐτοὶ 〈μὲν〉
5τὴν ἡσυχίαν ἦγον, ἀσμενίζοντες ἄν τίς σφας ζῆν ἐάσῃ, τοὺς δὲ δη‐

36

.

24

.

4

μάρχους τοὺς ἐννέα ἀνέπεισαν ἐναντιωθῆναι τῷ Γαβινίῳ. καὶ αὐ‐ τῶν οἱ μὲν ἄλλοι φοβηθέντες τὸ πλῆθος οὐδὲν ἀντεῖπον, Λούκιος δὲ δή τις Τρεβέλλιος καὶ Λούκιος Ῥώσκιος ἐτόλμησαν μέν, οὐκ ἠδυ‐ νήθησαν δὲ οὔτ’ εἰπεῖν τι ὧν ὑπέσχηντο οὔτε πρᾶξαι. ἐπειδὴ γὰρ
5ἡ κυρία ἡμέρα, ἐν ᾗ τὴν γνώμην ἐπικυρωθῆναι ἔδει, ἐνέστη, τάδε

36

.

24

.

5

ἐγένετο. ὁ Πομπήιος ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλ’ ἀτιμίαν τὸ μὴ τυχεῖν αὐτοῦ νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη δοκεῖν ἀναγκάζε‐

36

.

24

.

6

σθαι. ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ [τοῦτο] τὸ εὐκλεὲς ἄν γε καὶ ἄκων

36

.

25

.

1

ὥς γε καὶ ἀξιοστρατηγητότατος ὢν ἀποδειχθῇ, ἐπλάττετο. καὶ παρελθὼν ἔφη “χαίρω μὲν τιμώμενος ὑφ’ ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολι‐ τῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρ’ ὑμῶν τιμῆς
5ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατ’ ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθ’ ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με δια‐ κεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε

36

.

25

.

2

γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ τοὺς ἄλλους σπου‐ δάζειν. ἢ οὐ μέμνησθε ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καίτοι κομιδῇ νέος ὤν, ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ
5ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφ’ οἷς ἅπασιν οὐχ

36

.

25

.

3

ὅτι ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ. πόθεν; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρ’ ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς ἄλλου μήτ’ ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι,
5τό τε ἐπινίκια καὶ ἐπ’ ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγί‐

36

.

25

.

4

στην μοι τιμὴν ἤνεγκεν. ἀλλ’ ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἔτ’ εἰμὶ λογίζεσθε, μηδ’ ὅτι 〈ἔτη〉

36

.

25

.

5

τόσα καὶ τόσα γέγονα ἀριθμεῖσθε. ἂν γάρ τοι καὶ τὰς στρατείας ἃς ἐστράτευμαι καὶ τοὺς κινδύνους οὓς κεκινδύνευκα ἀναριθμήσητε, πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε, καὶ μᾶλλον οὕτω πι‐ στεύσετε ὅτι οὔτε πρὸς τοὺς πόνους οὔτε πρὸς τὰς φροντίδας καρ‐

36

.

26

.

1

τερεῖν ἔτι δύναμαι. εἰ δ’ οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλ’ ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε (οὐδὲ γὰρ καλῶς ἔχει προσποι‐

36

.

26

.

2

εῖσθαί τι ὑμᾶς αὐτῶν), ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο, καὶ ὁμο‐ λογῶ γε μηδ’ ὑφ’ ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι μήτε λυπεῖσθαι ὡς ὑπὸ τῶν τοιούτων. τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρ’ ἀνθρώποις φθονοῦσιν αὐτῷ ζῴη, τίς δ’
5ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη μέλλων, ἂν μὲν ἀποτύχῃ,

36

.

26

.

3

δίκην ὑφέξειν, ἂν δὲ κατορθώσῃ, ζηλοτυπηθήσεσθαι; ἀλλ’ ἐμοὶ μὲν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα συγχωρήσατε τήν τε ἡσυχίαν ἄγειν καὶ τὰ ἐμαυτοῦ πράττειν, ἵν’ ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ καὶ μὴ κατατριφθεὶς ἀπόλωμαι· ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς
5ἄλλον χειροτονήσατε. συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, ὥστε τὴν αἵρεσιν

36

.

26

.

4

ὑμῖν ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. οὐ γάρ που ἐγὼ μόνος ὑμᾶς φιλῶ ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω, ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ κατα‐ λέξας.”

36

.

27

.

1

ταῦτα αὐτοῦ δημηγορήσαντος ὁ Γαβίνιος ὑπολαβὼν εἶπεν “Πομ‐ πήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ,
μήτε ἐφιέμενος τῆς ἀρχῆς μήτε διδομένην οἱ αὐτὴν ἐξ ἐπιδρομῆς

36

.

27

.

2

δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ 〈τὰ〉 πράγματ’ ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετ’ ἐπισκέψεως ὑφίστασθαι, ἵν’ αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον
5καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δ’ ἀκριβὲς ἀπ’ ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ

36

.

27

.

3

πάντας ὀνίνησιν. ὑμᾶς δὲ δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι. οὐ γάρ που τοὺς σπουδαρχοῦντας ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς πράγμασι προσήκει· ἐκεί‐ νους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα ἄλλον οὐδένα

36

.

27

.

4

εὑρήσετε. μέμνησθε δὲ ὅσα καὶ οἷα ἐπάθομεν ἐν τῷ πρὸς τὸν Σερ‐ τώριον πολέμῳ στρατηγοῦ δεόμενοι, καὶ ὅτι οὐδένα ἕτερον οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἁρμόζοντα αὐτῷ εὕρομεν, ἀλλὰ [καὶ] τοῦτον καὶ τότε μηδέπω μήθ’ ἡλικίαν ἔχοντα μήτε βουλεύοντα

36

.

27

.

5

καὶ ἀντὶ ἀμφοτέρων τῶν ὑπάτων ἐξεπέμψαμεν. βουλοίμην μὲν γὰρ ἂν πολλοὺς ὑμῖν ἀγαθοὺς ἄνδρας εἶναι, καὶ εἴγε καὶ εὔξασθαι δεῖ, εὐξαίμην ἄν· ἐπεὶ δ’ οὔτ’ εὐχῆς τὸ πρᾶγμα τοῦτό ἐστιν οὔτ’ αὐτό‐ ματόν τῳ παραγίγνεται, ἀλλὰ δεῖ καὶ φῦναί τινα πρὸς αὐτὸ ἐπι‐
5τηδείως καὶ μαθεῖν τὰ πρόσφορα καὶ ἀσκῆσαι τὰ προσήκοντα καὶ παρὰ πάντα ἀγαθῇ τύχῃ χρῆσθαι, ἅπερ που σπανιώτατα ἂν τῷ

36

.

27

.

6

αὐτῷ ἀνδρὶ συμβαίη, χρὴ πάντας ὑμᾶς ὁμοθυμαδόν, ὅταν τις τοι‐ οῦτος εὑρεθῇ, καὶ σπουδάζειν αὐτὸν καὶ καταχρῆσθαι αὐτῷ, κἂν μὴ βούληται. καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι γίγνεται, τῷ μὲν ὅτι σωθείη ἂν ὑπ’ αὐτῆς, τῷ δὲ ὅτι
5σώσειεν ἂν τοὺς πολίτας, ὑπὲρ ὧν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὅ

36

.

28

.

1

γε χρηστὸς καὶ φιλόπολις ἑτοιμότατα ἂν ἐπιδοίη. ἢ οἴεσθε ὅτι Πομπήιος οὗτος ἐν μὲν μειρακίῳ καὶ στρατεύεσθαι καὶ στρατηγεῖν καὶ τὰ ὑμέτερα αὔξειν καὶ τὰ τῶν συμμάχων σώζειν τά τε τῶν ἀνθισταμένων προσκτᾶσθαι ἐδύνατο, νῦν δὲ ἀκμάζων καὶ ἐν ταύτῃ
5τῇ ἡλικίᾳ ὢν ἐν ᾗ πᾶς τις ἄριστος αὐτὸς αὑτοῦ γίγνεται, καὶ ἐμ‐ πειρίαν ἐκ τῶν πολέμων πλείστην ὅσην προσειληφώς, οὐκ ἂν ὑμῖν

36

.

28

.

2

χρησιμώτατος γένοιτο; ἀλλ’ ὃν ἔφηβον ὄντα ἄρχειν εἵλεσθε, τοῦτον
ἄνδρα γεγονότα ἀποδοκιμάσετε; καὶ ᾧ ἱππεῖ ἔτ’ ὄντι τοὺς πολέμους ἐκείνους ἐνεχειρίσατε, τούτῳ βουλῆς γεγονότι τὴν στρατείαν ταύ‐

36

.

28

.

3

την οὐ πιστεύσετε; καὶ οὗ καὶ πρὶν ἀκριβῶς πειραθῆναι, μόνου πρὸς τὰ τότε κατεπείξαντα ὑμᾶς ἐδεήθητε, τούτῳ νῦν, ἱκανώτατα αὐτοῦ πεπειραμένοι, τὰ παρόντα οὐδὲν ἧττον ἐκείνων ἀναγκαῖα ὄντα οὐκ ἐπιτρέψετε; καὶ ὃν οὐδὲ ἄρχειν ἔτι πω καὶ τότε δυνάμενον ἐπὶ
5τὸν Σερτώριον ἐχειροτονήσατε, τοῦτον ὑπατευκότα ἤδη ἐπὶ τοὺς

36

.

28

.

4

καταποντιστὰς οὐκ ἐκπέμψετε; ἀλλὰ μήθ’ ὑμεῖς ἄλλως πως ποιή‐ σητε, καὶ σύ, ὦ Πομπήιε, πείσθητι καὶ ἐμοὶ καὶ τῇ πατρίδι. ταύτῃ γὰρ γεγέννησαι καὶ ταύτῃ τέθραψαι· καὶ δεῖ σε τοῖς τε συμφέρου‐ σιν αὐτῇ δουλεύειν, καὶ ὑπὲρ αὐτῶν μήτε πόνον τινὰ μήτε κίνδυ‐
5νον ἐξίστασθαι, ἀλλὰ κἂν ἀποθανεῖν ἀνάγκη σοι γένηται, μὴ τὴν

36

.

29

.

1

εἱμαρμένην ἀναμεῖναι ἀλλὰ τῷ προστυχόντι θανάτῳ χρῆσθαι. γε‐ λοῖος δὲ δήπουθέν εἰμι ταῦτα ἐγὼ σοὶ παραινῶν, ὅστις ἐν τοσού‐ τοις καὶ τηλικούτοις πολέμοις καὶ τὴν ἀνδρείαν καὶ τὴν πρὸς τὴν

36

.

29

.

2

πατρίδα εὔνοιαν ἐπιδέδειξαι. πείσθητι οὖν καὶ ἐμοὶ καὶ τούτοις, μηδὲ ὅτι τινὲς φθονοῦσι φοβηθῇς, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον σπούδασον, ὥστε πρός τε τὴν παρὰ τῶν πλειόνων φιλίαν καὶ πρὸς τὰ κοινῇ πᾶσιν ἡμῖν συμφέροντα καὶ τῶν βασκαινόντων σε κατα‐

36

.

29

.

3

φρόνει. καὶ εἴγε καὶ λυπῆσαί τι αὐτοὺς ἐθέλεις, καὶ διὰ τοῦτο ἄρξον, ἵνα καὶ ἐκείνους ἀνιάσῃς παρὰ γνώμην αὐτῶν καὶ ἡγεμονεύ‐ σας καὶ εὐδοκιμήσας, καὶ αὐτὸς ἄξιον σεαυτοῦ τέλος τοῖς προκατειρ‐ γασμένοις ἐπαγάγῃς, πολλῶν καὶ μεγάλων κακῶν ἡμᾶς ἀπαλλάξας.”

36

.

30

.

1

τοιαῦτα δὴ τοῦ Γαβινίου εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη μὲν ἀντειπεῖν, ὡς δ’ οὐδενὸς λόγου ἔτυχεν, ἠναντιοῦτο [τὸ] μὴ τὴν ψῆ‐

36

.

30

.

2

φον δοθῆναι. ὁ οὖν Γαβίνιος ἀγανακτήσας τὴν μὲν περὶ τοῦ Πομ‐ πηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδι‐ κεῖν τε αὐτὸν καὶ μηκέτι χρῆναι δημαρχεῖν. μελλούσης οὖν καὶ
5τῆς ὀκτωκαιδεκάτης τὰ αὐτὰ ψηφιεῖσθαι μόλις ποτὲ ὁ Τρεβέλλιος

36

.

30

.

3

ἐσιώπησεν. ἰδὼν δὲ τοῦτο ὁ Ῥώσκιος φθέγξασθαι μὲν οὐδὲν ἐτόλ‐ μησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας 〈τι〉 τῆς τοῦ Πομπηίου παρατέ‐
μοιτο. ταῦτ’ οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλη‐
5τικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆ‐

36

.

30

.

4

ναι καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. γενομένου δὲ τούτου ἐκεῖνος μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν, ὁ δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα, τοῦ δὲ δὴ Γαβινίου προτρε‐ ψαμένου τι αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν καὶ ἐδόκει

36

.

30

.

5

δι’ ἐκείνου καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι (καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν τοὺς δημάρχους πάσχοντας εἶδε, συνεπαινέσειν), λόγου τε ἔτυχεν, ἐπειδὴ καὶ ᾐδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμ‐ φέροντά σφισι καὶ λέγοντα ἀεὶ καὶ πράττοντα, καὶ ἐδημηγόρησε
5τοιάδε.

36

.

31

.

1

“ὅτι μὲν ἐς ὑπερβολήν, ὦ Κυιρῖται, πρὸς τὸ πλῆθος ὑμῶν ἐσπούδακα, πάντες που σαφῶς ἐπίστασθε· τούτου δὲ δὴ οὕτως ἔχοντος ἐμοὶ μὲν ἀναγκαῖόν ἐστι πάντα ἁπλῶς, ἃ γιγνώσκω συμ‐ φέρειν τῇ πόλει, μετὰ παρρησίας εἰπεῖν, καὶ ὑμῖν προσῆκον ἀκοῦ‐

36

.

31

.

2

σαί τε μεθ’ ἡσυχίας αὐτῶν καὶ μετὰ τοῦτο βουλεύσασθαι· θορυ‐ βήσαντες μὲν γὰρ ἴσως τι καὶ χρήσιμον δυνηθέντες ἂν μαθεῖν οὐχὶ λήψεσθε, προσέχοντες δὲ τοῖς λεγομένοις πάντως τι τῶν συμφερόν‐

36

.

31

.

3

των ὑμῖν ἀκριβῶς εὑρήσετε. ἐγὼ τοίνυν πρῶτον μὲν καὶ μάλιστά φημι δεῖν μηδενὶ ἀνδρὶ τοσαύτας κατὰ τὸ ἑξῆς ἀρχὰς ἐπιτρέπειν. τοῦτο γὰρ καὶ ἐν τοῖς νόμοις ἀπηγόρευται καὶ πείρᾳ σφαλερώ‐ τατον ὂν πεφώραται. οὔτε γὰρ τὸν Μάριον ἄλλο τι ὡς εἰπεῖν
5τοιοῦτον ἐποίησεν ἢ ὅτι τοσούτους τε ἐν ὀλιγίστῳ χρόνῳ πολέμους

36

.

31

.

4

ἐνεχειρίσθη καὶ ὕπατος ἑξάκις ἐν βραχυτάτῳ ἐγένετο, οὔτε τὸν Σύλ‐ λαν ἢ ὅτι τοσούτοις ἐφεξῆς ἔτεσι τὴν ἀρχὴν τῶν στρατοπέδων ἔσχε καὶ μετὰ τοῦτο δικτάτωρ, εἶθ’ ὕπατος ἀπεδείχθη. οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων φύσει ψυχήν, μὴ ὅτι νέαν ἀλλὰ καὶ πρεσβυ‐
5τέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν χρόνον ἐνδιατρίψασαν τοῖς πατρίοις

36

.

32

.

1

ἔθεσιν ἐθέλειν ἐμμένειν. καὶ τοῦτο μὲν οὐχ ὡς καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω, ἀλλ’ ὅτι μητ’ ἄλλως συνενεγκόν ποτε ὑμῖν φαίνεται μήτε ἐκ τῶν νόμων ἐπιτέτραπται. καὶ γὰρ εἴτε τιμὴν τοῖς ἀξιουμένοις αὐτοῦ φέρει, πᾶσιν αὐτῆς, οἷς γε ἐπιβάλλει, προσ‐
5ήκει τυγχάνειν (τοῦτο γάρ ἐστιν ἡ δημοκρατία), εἴτε κάματον, καὶ τούτου πρὸς τὸ μέρος πάντας μεταλαμβάνειν δεῖ (τοῦτο γάρ ἐστιν

36

.

32

.

2

ἡ ἰσομοιρία). ἔτι τοίνυν ἐν μὲν τῷ τοιούτῳ πολλούς τε ἐν ταῖς πράξεσιν ἐγγυμνάζεσθαι καὶ ῥᾳδίαν ὑμῖν τὴν αἵρεσιν τῶν πιστευ‐
θῆναι δυναμένων πρὸς πάντα τὰ πρακτέα ἀπὸ τῆς πείρας ὑπάρχειν συμβαίνει, ἐκείνως δὲ δὴ πολλὴν τὴν σπάνιν καὶ τῶν ἀσκησόντων
5τὰ προσήκοντα καὶ τῶν ἐπιτραπησομένων ἀνάγκη πᾶσα γίγνεσθαι·

36

.

32

.

3

καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον [ἐν] τοῖς αὐτοῖς ἐπὶ πολὺ ἐχρῆσθε. ὥστ’ εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι, ἀλλ’ ὅτι γε
5παρά τε τὰ διατεταγμένα ἐν τοῖς νόμοις καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔργοις αἱρεθείη ἄν, ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.

36

.

33

.

1

πρῶτον μὲν οὖν τοῦτο καὶ μάλιστα λέγω, δεύτερον δὲ ἐκεῖνο, ὅτι τεταγμένως ἐκ τῶν νόμων τάς τε ἀρχὰς καὶ τὰς ἡγεμονίας λαμ‐ βανόντων καὶ ὑπάτων καὶ στρατηγῶν καὶ τῶν ἀντὶ τούτων ἀρχόν‐ των, οὔτ’ ἄλλως καλῶς ὑμῖν ἔχει παριδόντας αὐτοὺς καινήν τινα

36

.

33

.

2

ἀρχὴν ἐπεσαγαγέσθαι 〈οὔτε〉 συμφέρει. τίνος μὲν γὰρ ἕνεκα καὶ τοὺς ἐνιαυσίους ἄρχοντας χειροτονεῖτε, εἴγε μηδὲν αὐτοῖς πρὸς τὰ τοιαῦτα χρήσεσθε; 〈οὐ γάρ που〉 ἵν’ ἐν τοῖς περιπορφύροις ἱμα‐ τίοις περινοστῶσιν, οὐδ’ ἵνα τὸ ὄνομα μόνον τῆς ἀρχῆς περιβεβλη‐

36

.

33

.

3

μένοι τοῦ ἔργου αὐτῆς στέρωνται. πῶς δ’ οὐχὶ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τι πράττειν τῶν πολιτικῶν προαιρουμένοις ἀπεχ‐ θήσεσθε, ἂν τὰς μὲν πατρίους ἀρχὰς καταλύητε καὶ τοῖς ἐκ τῶν νόμων χειροτονουμένοις μηδὲν ἐπιτρέπητε, ξένην δέ τινα καὶ μηπώ‐

36

.

34

.

1

ποτε γεγενημένην ἡγεμονίαν ἰδιώτῃ προστάξητε; εἰ γάρ τοι καὶ παρὰ τὰς ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα ἀρχαῖον, λέγω δὲ τὸν δικτάτορα. καὶ τοῦ‐ τον μέντοι τοιοῦτον ὄντα οὔτε ἐπὶ πᾶσί ποτε τοῖς πράγμασιν οἱ

36

.

34

.

2

πατέρες ἡμῶν οὔτε ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. ὥστ’ εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν, μήτε παρανομήσασι μήτ’ ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφ’ ᾧ μήτε πλείω
5τοῦ τεταγμένου χρόνον μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. οὐ γάρ που
ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε πλὴν ἑνὸς ἐς Σικελίαν

36

.

34

.

3

καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς. εἰ δ’ οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτ’ ἂν ὑμεῖς ὑπομείναιτε ἔτι οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος ἀλλ’ οὐδὲ τὸ ὄνομα (δῆλον δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε), πῶς δ’ ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην
5ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς

36

.

34

.

4

ἔξω πράγμασιν, ἀποδειχθῆναι; ὅσα γὰρ ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, καὶ ὅσοι διὰ τὰς παρανόμους φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν καὶ αὐτοὶ 〈αὑτοὺσ〉 μυρία κακὰ εἰρ‐ γάσαντο, πάντες ὁμοίως ἐπίστασθε.

36

.

35

.

1

ὥστε περὶ μὲν τούτων παύομαι λέγων· τίς γὰρ οὐκ οἶδεν ὅτι οὔτ’ ἄλλως καλῶς ἔχει οὔτε συμφέρει ἑνί τινι τὰ πράγματα προσ‐ τάσσεσθαι καὶ ἕνα τινὰ πάντων τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν κύριον γίγνεσθαι, κἂν τὰ μάλιστα ἄριστός τις ᾖ; αἵ τε γὰρ μεγά‐
5λαι τιμαὶ καὶ αἱ ὑπέρογκοι ἐξουσίαι καὶ τοὺς τοιούτους ἐπαίρουσι

36

.

35

.

2

καὶ διαφθείρουσιν. ἐκεῖνο δὲ δὴ σκοπεῖν ὑμᾶς ἀξιῶ, ὅτι οὐδὲ οἷόν τέ ἐστιν ἕνα ἄνδρα πάσης τῆς θαλάσσης ἐπάρξαι καὶ πάντα τὸν πόλεμον τοῦτον ὀρθῶς διοικῆσαι. δεῖ μὲν γὰρ ὑμᾶς, εἴπερ τι τῶν δεόντων ποιήσετε, πανταχῇ ἅμα αὐτοῖς πολεμῆσαι, ἵνα μὴ συν‐
5ιστάμενοι πρὸς ἀλλήλους, μηδ’ αὖ τὰς ἀναφυγὰς πρὸς τοὺς οὐ πο‐

36

.

35

.

3

λεμουμένους ἔχοντες, δύσληπτοι γένωνται. τοῦτο δὲ οὐδένα ἂν τρό‐ πον εἷς τις ἄρξας πρᾶξαι δυνηθείη· πῶς γὰρ ἂν ὑπὸ τὰς αὐτὰς ἡμέρας ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Κιλικίᾳ, τῇ τε Αἰγύπτῳ καὶ τῇ Συρίᾳ, τῇ τε Ἑλλάδι καὶ τῇ Ἰβηρίᾳ, τῷ τε Ἰονίῳ καὶ ταῖς νήσοις
5πολεμήσειε; πολλοὺς μὲν δὴ διὰ τοῦτο καὶ στρατιώτας καὶ στρα‐ τηγοὺς ἐπιστῆναι δεῖ τοῖς πράγμασιν, εἴπερ τι ὄφελος αὐτῶν ἔσται·

36

.

36

.

1

εἰ δὲ δή τις ἐκεῖνό φησιν, ὅτι κἂν ἑνί τῳ πάντα τὸν πόλεμον ἐπι‐ τρέψητε, πάντως που καὶ ναυάρχους καὶ ὑπάρχους πολλοὺς ἕξει, πῶς οὐ πολὺ δικαιότερον καὶ συμφορώτερον (ἐγὼ γὰρ ἂν εἴποιμι) καὶ τί κωλύει τούτους αὖ τοὺς ὑπάρξειν ἐκείνῳ μέλλοντας καὶ προ‐
5χειρισθῆναι ὑφ’ ὑμῶν ἐπ’ αὐτὸ τοῦτο καὶ τὴν ἡγεμονίαν παρ’ ὑμῶν

36

.

36

.

2

αὐτοτελῆ λαβεῖν; οὕτω μὲν γὰρ καὶ φροντιοῦσι τοῦ πολέμου μᾶλ‐
λον ἅτε καὶ ἰδίαν ἕκαστος αὐτῶν μερίδα πεπιστευμένος καὶ ἐς μη‐ δένα ἕτερον τὴν ὑπὲρ αὐτῆς ἀμέλειαν ἀνενεγκεῖν δυνάμενος, καὶ φιλοτιμήσονται πρὸς ἀλλήλους ἀκριβέστερον ἅτε καὶ αὐτοκρατεῖς
5ὄντες καὶ τὴν δόξαν ὧν ἂν ἐργάσωνται αὐτοὶ κτησόμενοι· ἐκείνως δὲ τίνα μὲν ὁμοίως οἴεσθε ..... ἄλλῳ τῳ ὑποκείμενον, τίνα δ’ ἀπροφα‐ σίστως ὁτιοῦν ποιήσειν, μέλλοντα μὴ ἑαυτῷ ἀλλ’ ἑτέρῳ κρατήσειν;

36

.

36

.

3

ὥσθ’ ὅτι μὲν εἷς οὐδ’ ἂν δύναιτο τοσοῦτον ἅμα πόλεμον πο‐ λεμῆσαι, καὶ παρ’ αὐτοῦ Γαβινίου ὡμολόγηται· πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. λοιπὴ δὲ δὴ σκέψις ἐστὶ πότερόν ποτε ἄρχοντας αὐτοὺς ἢ ὑπάρχοντας καὶ στρατηγοὺς
5〈ἢ ὑποστρατήγουσ〉 καὶ πρὸς τοῦ δήμου παντὸς ἐπ’ αὐτοκράτορός τινος ἡγεμονίας ἢ πρὸς ἐκείνου μόνου ἐφ’ ὑπηρεσίᾳ αὐτοῦ πεμ‐

36

.

36

.

4

φθῆναι δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον ..... καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθ’ ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταπον‐
5τιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον | ......

36

36a

1

Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον “ἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολλοῖς καὶ τούτοις θαλατ‐ τίοις φιλεῖ γίνεσθαι, τίνα ἄλλον ἀντ’ αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα εὑρή‐ σετε;” ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησεν εἰπὼν
5“σε”. καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάσσης τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τετρακοσίους σταδίους ἀπὸ τῆς θαλάσσης ἄνω εἰλήφει.
Xiphil. p. 5, 15—21 R. St. = p. 4, 2—11 Dind.

36

.

37

.

1

... | τῆς δὲ Ἰταλίας ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη, προσέταξαν αὐτῷ ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας, τά τε χρήματα καὶ τὰ στρατεύματα ὅσα ἂν ἐθελήσῃ λαβεῖν ἐψηφίσαντο. καὶ ἐκεῖνά τε καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσε, καὶ τἆλλα ὅσα

36

.

37

.

2

πρόσφορα ἐς αὐτὰ [εἶναι] ἦν ἑκάστοτε ἐγίγνωσκεν, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Πίσωνος μὴ ἐπιτρέψαντος τοῖς ὑπάρχοις καταλόγους ἐν τῇ Γαλατίᾳ τῇ Ναρβωνησίᾳ, ἧς ἦρχε, ποιήσασθαι δεινῶς ὁ ὅμιλος ἠγανάκτησε· καὶ εὐθύς γ’ ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασαν,

36

.

37

.

3

εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο. παρασκευασάμενος οὖν ὡς τό τε πρᾶγμα καὶ τὸ φρόνημα αὐτοῦ ἀπῄτει, πᾶσαν ἅμα τὴν θάλασσαν, ὅσην οἱ καταποντισταὶ ἐλύπουν, τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων περιέπλευσε, καὶ τὰ πλείω αὐτῆς αὐτοετὲς ἡμέρωσε.

36

.

37

.

4

πολλῇ μὲν γὰρ καὶ τῇ παρασκευῇ τῇ τε τοῦ ναυτικοῦ καὶ τῇ τῶν ὁπλιτῶν ἐχρῆτο, ὥστε καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ ἀνυπόστατος εἶναι, πολλῇ δὲ καὶ τῇ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ὁμολογοῦντάς

36

.

37

.

5

οἱ, ὥστε καὶ ὑπὸ τοῦ τοιούτου παμπόλλους προσποιήσασθαι· οἱ γὰρ ἄνθρωποι ταῖς τε δυνάμεσιν ἡττώμενοι καὶ τῆς χρηστότητος αὐτοῦ πειρώμενοι προθυμότατα αὐτῷ προσεχώρουν. τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ’ αὖθίς ποτε ἐς ἀνάγκην πονηρῶν
5ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα,

36

.

37

.

6

καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου. καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν καὶ ἡ Πομπηιόπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σό‐ λοι πρότερον ὠνομασμένη.

36

.

38

.

1

ἐπὶ μὲν δὴ τοῦ Ἀκιλίου τοῦ τε Πίσωνος ταῦτά τε οὕτως ἐγέ‐ νετο, καὶ κατὰ τῶν δεκασμοῦ περὶ τὰς ἀρχὰς ἁλισκομένων ἐνομο‐ θετήθη πρὸς αὐτῶν τῶν ὑπάτων μήτ’ ἄρχειν μήτε βουλεύειν σφῶν

36

.

38

.

2

μηδένα, ἀλλὰ καὶ χρήματα προσοφλισκάνειν. ἐπειδὴ γὰρ ἥ τε τῶν δημάρχων δυναστεία ἐς τὸ ἀρχαῖον ἐπανεληλύθει, καὶ πολλοὶ τῶν ὑπὸ τῶν τιμητῶν διαγεγραμμένων ἀναλαβεῖν τρόπον τινὰ τὴν βου‐ λείαν ἐσπούδαζον, συστάσεις καὶ παρακελευσμοὶ παμπληθεῖς ἐφ’

36

.

38

.

3

ἁπάσαις ταῖς ἀρχαῖς ἐγίγνοντο. ἔπραξαν δὲ τοῦθ’ οἱ ὕπατοι οὐχ ὅτι καὶ ἤχθοντο τῷ πράγματι (αὐτοὶ γὰρ διασπουδάσαντες ἀπε‐ δείχθησαν, καὶ ὅ γε Πίσων καὶ γραφεὶς ἐπὶ τούτῳ καὶ πρὸς ἑνὸς καὶ πρὸς ἑτέρου τινὸς ἐξεπρίατο τὸ μὴ κατηγορηθῆναι) ἀλλ’ ὅτι

36

.

38

.

4

ἠναγκάσθησαν ὑπὸ τῆς γερουσίας. αἴτιον δὲ ὅτι Γάιός τις Κορ‐ νήλιος δημαρχῶν πικρότατα ἐπιτίμια τάξαι κατ’ αὐτῶν ἐπεχείρησε καὶ αὐτὰ καὶ ὁ ὅμιλος ᾑρεῖτο. ἡ γὰρ βουλὴ συνιδοῦσα ὅτι τὸ μὲν ὑπερβάλλον τῶν τιμωρημάτων ἐν μὲν ταῖς ἀπειλαῖς ἔκπληξίν τινα
5ἔχει, οὔτε δὲ τοὺς κατηγορήσοντας οὔτε τοὺς καταψηφιουμένους τῶν ὑπαιτίων, ἅτε καὶ ἀνηκέστων αὐτῶν ὄντων, ῥᾳδίως εὑρίσκει,

36

.

38

.

5

τὸ δὲ δὴ μέτριον ἔς τε τὰς κατηγορίας συχνοὺς προάγει καὶ τὰς καταψηφίσεις οὐκ ἀποτρέπει, μεταρρυθμίσαι πῃ τὴν ἐσήγησιν αὐ‐

36

.

39

.

1

τοῦ καὶ τοῖς ὑπάτοις νομοθετῆσαι αὐτὴν ἐκέλευσεν. ἐπεὶ δὲ αἵ τε ἀρχαιρεσίαι προεπηγγελμέναι ἦσαν, καὶ κατὰ τοῦτ’ οὐδὲν προνο‐ μοθετηθῆναι πρὸ αὐτῶν ἐξῆν, καὶ οἱ σπουδαρχιῶντες πολλὰ καὶ κακὰ ἐν τῷ διακένῳ τούτῳ [χρόνῳ] ἐποίουν ὥστε καὶ σφαγὰς γίγ‐
5νεσθαι, τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ ἐκείνων ἐσενεχθῆναι καὶ

36

.

39

.

2

φρουρὰν τοῖς ὑπάτοις δοθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτοις ὁ Κορνήλιος γνώμην ἐποιήσατο μὴ ἐξεῖναι τοῖς βουλευταῖς μήτε ἀρ‐ χήν τινι ἔξω τῶν νόμων αἰτήσαντι διδόναι μήτ’ ἄλλο μηδὲν τῶν τῷ δήμῳ προσηκόντων ψηφίζεσθαι· τοῦτο γὰρ ἐνενομοθέτητο μὲν

36

.

39

.

3

ἐκ τοῦ πάνυ ἀρχαίου, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτηρεῖτο. θορύβου τε ἐπ’ αὐτῷ πολλοῦ συμβάντος (καὶ γὰρ ἀντέπρασσον τῶν τε ἄλλων τῶν ἐκ τῆς γερουσίας συχνοὶ καὶ ὁ Πίσων) τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν.

36

.

39

.

4

ἰδὼν οὖν τὴν ὁρμὴν αὐτῶν ὁ Κορνήλιος τότε μέν, πρὶν ἐπιψηφίσαι τι, διαφῆκε τὸν σύλλογον, ὕστερον δὲ προσέγραψε τῷ νόμῳ τήν τε βουλὴν πάντως περὶ αὐτῶν προβουλεύειν καὶ τὸν δῆμον ἐπάναγκες

36

.

40

.

1

ἐπικυροῦν τὸ προβούλευμα. καὶ οὕτως ἐκεῖνόν τε διενομοθέτησε καὶ ἕτερον τοιόνδε. οἱ στρατηγοὶ πάντες τὰ δίκαια καθ’ ἃ δικά‐ σειν ἔμελλον, αὐτοὶ συγγράφοντες ἐξετίθεσαν· οὐ γάρ πω πάντα

36

.

40

.

2

τὰ δικαιώματα τὰ περὶ τὰ συμβόλαια διετέτακτο. ἐπεὶ οὖν οὔτε ἐσάπαξ τοῦτ’ ἐποίουν οὔτε τὰ γραφέντα ἐτήρουν, ἀλλὰ πολλάκις αὐτὰ μετέγραφον καὶ συχνὰ ἐν τούτῳ πρὸς χάριν ἢ καὶ κατ’ ἔχ‐ θραν τινῶν, ὥσπερ εἰκός, ἐγίγνετο, ἐσηγήσατο κατ’ ἀρχάς τε εὐ‐
5θὺς αὐτοὺς τὰ δίκαια οἷς χρήσονται προλέγειν, καὶ μηδὲν ἀπ’ αὐ‐

36

.

40

.

3

τῶν παρατρέπειν. τό τε σύμπαν οὕτως ἐπιμελὲς τοῖς Ῥωμαίοις κατὰ τὸν χρόνον ἐκεῖνον τὸ μηδὲν δωροδοκεῖσθαι ἐγένετο ὥστε πρὸς τῷ τοὺς ἐλεγχομένους κολάζειν καὶ τοὺς κατηγοροῦντας αὐ‐ τῶν ἐτίμων. τοῦ γοῦν Κόττου τοῦ Μάρκου τὸν μὲν ταμίαν Πού‐
5πλιον Ὄππιον ἐπί τε δώροις καὶ ἐπὶ ὑποψίᾳ ἐπιβουλῆς ἀποπέμ‐

36

.

40

.

4

ψαντος, αὐτοῦ δὲ πολλὰ ἐκ τῆς Βιθυνίας χρηματισαμένου, Γάιον Κάρβωνα τὸν κατηγορήσαντα αὐτοῦ τιμαῖς ὑπατικαῖς, καίπερ δε‐ δημαρχηκότα μόνον, ἐσέμνυναν. καὶ οὗτος μὲν τῆς τε Βιθυνίας καὶ αὐτὸς ὕστερον ἄρξας, καὶ μετριώτερον οὐδὲν τοῦ Κόττου πλημ‐

36

.

40

.

5

μελήσας, ἀντικατηγορήθη ὑπὸ τοῦ υἱέος αὐτοῦ καὶ ἀνθεάλω· πολλῷ γάρ που ῥᾷον ἄλλοις ἐπιτιμῶσί τινες ἢ ἑαυτοῖς παραινοῦσι, καὶ προχειρότατά γε ἐφ’ οἷς τιμωρίας ἀξίους τοὺς πέλας εἶναι νομί‐ ζουσιν αὐτοὶ ποιοῦσιν, ὥστε μηδεμίαν πίστιν ἐξ ὧν ἑτέροις ἐγκα‐

36

.

41

.

1

λοῦσιν, ὅτι καὶ μισοῦσιν αὐτά, λαμβάνειν· Λούκιος δὲ δὴ Λού‐ κουλλος τὴν μὲν στρατηγίαν τὴν οἴκοι διῆρξε, τῆς δὲ δὴ Σαρδοῦς ἄρξαι μετ’ αὐτὴν λαχὼν οὐκ ἠθέλησε, μισήσας τὸ πρᾶγμα διὰ τοὺς πολλοὺς τοὺς οὐδὲν ὑγιὲς ἐν τοῖς ἔθνεσι δρῶντας. ὅτι γὰρ ἐπιεικὴς

36

.

41

.

2

ἦν, ἱκανώτατα διέδειξεν· τοῦ γὰρ Ἀκιλίου συντριβῆναι τὸν δίφρον αὐτοῦ, ἐφ’ οὗ ἐδίκαζε, κελεύσαντος ὅτι παριόντα ποτὲ αὐτὸν ἰδὼν οὐκ ἐξανέστη, οὔτ’ ὀργῇ ἐχρήσατο καὶ ὀρθοστάδην μετὰ τοῦτο καὶ αὐτὸς καὶ οἱ συνάρχοντες αὐτοῦ δι’ ἐκεῖνον διεδίκασαν.

36

.

42

.

1

ἐσήνεγκε μὲν οὖν καὶ ὁ Ῥώσκιος νόμον, ἐσήνεγκε δὲ καὶ ὁ Γάιος 〈ὁ〉 Μάλλιος, ὅτε ἐδημάρχησεν. ἀλλ’ ἐκεῖνος μέν (τὰς γὰρ τῶν ἱππέων τὰς ἐν τοῖς θεάτροις ἕδρας ἀκριβῶς ἀπὸ τῶν ἄλλων

36

.

42

.

2

ἀφώρισε) καὶ ἔπαινον ἐπ’ αὐτῷ ἔλαβεν, ὁ δὲ δὴ Μάλλιος καὶ δίκην ὀλίγου ὑπέσχε· τῷ γὰρ ἔθνει τῷ τῶν ἀπελευθέρων ἔν τε τῇ ἐσχάτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ πρὸς ἑσπέραν, παρασκευάσας τινὰς ἐκ τοῦ ὁμίλου, ψηφίσασθαι μετὰ τῶν ἐξελευθερωσάντων σφᾶς ἔδωκεν.

36

.

42

.

3

ἐπεὶ δὲ ἡ βουλὴ εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ [ἐπύθετο] 〈ἐν ᾗ〉 Λούκιός τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρ‐ ξαντο, τὸν νόμον αὐτοῦ ἀπεψηφίσατο, φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους

36

.

42

.

4

τινὰς τὴν γνώμην ἀνῆγεν, ὡς δ’ οὐδεὶς ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι τὸν Γαβίνιον πλεῖστον παρ’ αὐτῷ δυνάμενον ᾔσθετο· τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα

36

.

43

.

1

ἀρχὴν αὐτῷ προσέταξεν. ἀγανάκτησις μὲν γὰρ καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνατῶν, διά τε τἆλλα καὶ διότι ὅ τε Μάρκιος καὶ ὁ Ἀκίλιος [ὡς] πρὶν τὸν χρόνον σφίσι τῆς ἀρχῆς ἐξήκειν κατελύοντο,

36

.

43

.

2

ἐγένετο· ὁ δὲ ὅμιλος, καίτοι μικρὸν ἔμπροσθεν τοὺς ἄνδρας τοὺς καταστήσοντας τὰ ἑαλωκότα, ὡς καὶ διαπεπολεμηκὼς ἐξ ὧν σφίσιν ὁ Λούκουλλος ἐπεστάλκει, πέμψας, ὅμως ἐψηφίσατο αὐτά, ἐνα‐ γόντων σφᾶς ἐς τὰ μάλιστα τοῦ τε Καίσαρος καὶ τοῦ Κικέρωνος

36

.

43

.

3

τοῦ Μάρκου. οὗτοι γὰρ αὐτοῖς συνηγωνίσαντο οὐχ ὅτι καὶ συμ‐ φέρειν αὐτὰ τῇ πόλει ἐνόμιζον, οὐδ’ ὅτι τῷ Πομπηίῳ χαρίσασθαι ἤθελον· ἀλλ’ ἐπειδὴ καὶ ὣς γενήσεσθαι ἔμελλε, Καῖσαρ μὲν τόν τε ὄχλον ἅμα ἐθεράπευσεν ἅτε καὶ ὁρῶν ὅσῳ τῆς βουλῆς ἐπικρα‐

36

.

43

.

4

τέστεροι ἦσαν, καὶ ἑαυτῷ τό τι τῶν ὁμοίων ψηφισθῆναί ποτε παρεσκεύασε, κἀν τούτῳ καὶ τὸν Πομπήιον καὶ ἐπιφθονώτερον καὶ ἐπαχθέστερον ἐκ τῶν διδομένων οἱ ποιῆσαι, ὅπως σφίσι πρὸς κόρου θᾶσσον γένηται, ἠθέλησε, Κικέρων δὲ τήν τε πολιτείαν ἄγειν
5ἠξίου, καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς δυνατοῖς ὅτι, ὁπο‐

36

.

43

.

5

τέροις ἄν σφων πρόσθηται, πάντως αὐτοὺς ἐπαυξήσει. ἐπημφο‐ τέριζέ τε γὰρ καὶ ποτὲ μὲν τὰ τούτων ἔστι δ’ ὅτε καὶ τὰ ἐκείνων, ἵν’ ὑπ’ ἀμφοτέρων σπουδάζηται, ἔπραττε. τοὺς γοῦν βελτίους πρό‐ τερον προαιρεῖσθαι λέγων, καὶ διὰ τοῦτο καὶ ἀγορανομῆσαι μᾶλλον

36

.

44

.

1

ἢ δημαρχῆσαι ἐθελήσας, τότε πρὸς τοὺς συρφετώδεις μετέστη. καὶ μετὰ τοῦτο δίκης τέ τινος τῷ Μαλλίῳ πρὸς τῶν δυνατῶν παρα‐ σκευασθείσης, καὶ ἐκείνου χρόνον τινὰ ἐμποιῆσαι αὐτῇ σπουδάζον‐ τος, τά τε ἄλλα κατ’ αὐτοῦ ἔπραττε, καὶ μόλις αὐτόν (ἐστρατήγει
5γὰρ καὶ τὴν ἡγεμονίαν τοῦ δικαστηρίου εἶχεν) ἐς τὴν ὑστεραίαν

36

.

44

.

2

ἀνεβάλετο, πρόφασιν ἐπ’ ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος. κἀν τούτῳ δυσχεράναντος τοῦ ὁμίλου ἐσῆλθέ τε ἐς τὸν σύλλογον αὐτῶν, ἀναγκασθεὶς δῆθεν ὑπὸ τῶν δημάρχων, καὶ κατά τε τῆς βουλῆς κατέδραμε καὶ συναγορεύσειν τῷ Μαλλίῳ ὑπέσχετο. καὶ ὁ μὲν ἐκ
5τούτου τά τε ἄλλα κακῶς ἤκουε καὶ αὐτόμολος ὠνομάζετο, τάραχος δέ τις εὐθὺς ἐπιγενόμενος ἐκώλυσε τὸ δικαστήριον συναχθῆναι.

36

.

44

.

3

Πούπλιός τε γὰρ Παῖτος καὶ Κορνήλιος Σύλλας, ἀδελφιδοῦς ἐκείνου τοῦ πάνυ Σύλλου, ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων Κότταν τε καὶ Τορκουᾶ‐ τον Λουκίους, ἄλλως τε καὶ ἐπειδὴ αὐτοὶ ἀνθῃρέθησαν, ἀποκτεῖναι.

36

.

44

.

4

καὶ παρεσκευάσθησαν μὲν ἄλλοι τε καὶ Γναῖος Πίσων καὶ Λού‐ κιος Κατιλίνας ἀνὴρ θρασύτατος (ᾐτήκει δὲ καὶ αὐτὸς τὴν ἀρχήν, καὶ διὰ τοῦτο ὀργὴν ἐποιεῖτο), οὐ μέντοι καὶ ἠδυνήθησάν τι δρᾶ‐ σαι διὰ τὸ τήν τε ἐπιβουλὴν προμηνυθῆναι καὶ φρουρὰν τῷ τε
5Κόττᾳ καὶ τῷ Τορκουάτῳ παρὰ τῆς βουλῆς δοθῆναι· .........

36

.

44

.

5

δόγμα τι κατ’ αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη. ἐπεὶ δ’ οὖν καὶ ὣς ὁ Πίσων ἐθρασύνετο, ἐφοβήθη τε ἡ γερουσία μή τι συνταράξῃ, καὶ εὐθὺς αὐτὸν ἐς Ἰβηρίαν, πρόφασιν ὡς καὶ ἐπ’ ἀρχήν τινα, ἔπεμψε.
5καὶ ὁ μὲν ἐνταῦθα ὑπὸ τῶν ἐπιχωρίων, ἀδικήσας τι αὐτούς,

36

.

45

.

1

ἐσφάγη· Πομπήιος δὲ τὸ μὲν πρῶτον ὡς καὶ ἐπὶ τὴν Κρήτην τόν τε Μέτελλον πλευσούμενος ἡτοιμάζετο, μαθὼν δὲ τὰ δεδογμένα προσεποιεῖτο μὲν ἄχθεσθαι ὡς καὶ πρότερον, καὶ τοῖς ἀντιστασιώ‐ ταις ὡς καὶ πράγματα ἀεί ποτε αὐτῷ, τοῦ καὶ πταῖσαί τι, παρέ‐

36

.

45

.

2

χουσιν ἐπεκάλει, ἀσμεναίτατα δὲ αὐτὰ ἀναδεξάμενος Κρήτην μὲν
ἢ τἆλλα τὰ ἐν τῇ θαλάσσῃ, εἴ πού τι ἀδιοίκητον κατελέλειπτο, παρ’ οὐδὲν ἔτ’ ἤγαγε, πρὸς δὲ δὴ τὸν τῶν βαρβάρων πόλεμον παρε‐ σκευάζετο. κἀν τούτῳ βουληθεὶς τῆς τοῦ Μιθριδάτου διανοίας
5πειρᾶσθαι, πέμπει τὸν Μητροφάνη φιλίους αὐτῷ λόγους φέροντα.

36

.

45

.

3

καὶ ὃς τότε μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἐποιήσατο (τοῦ γὰρ Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως ἀποθανόντος ἐν τῷ χρόνῳ τούτῳ Φρα‐ άτην τὸν διάδοχον αὐτοῦ προσεδόκησεν οἰκειώσεσθαι), ἐπεὶ δ’ ὁ Πομπήιος τὴν φιλίαν τῷ Φραάτῃ διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προ‐
5συνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισε, πυθόμενος τοῦτο κατέδεισε, καὶ πρεσβευσάμενος εὐθὺς

36

.

45

.

4

σύμβασιν ἔπραττε. κελεύσαντος δὲ αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἵ τε αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδο‐
5θῶσι, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν,

36

.

45

.

5

ἐθορύβησαν. κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευ‐ σάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλ’ ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥω‐ μαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψε, μόλις αὐτοὺς κατέσχεν.

36

.

46

.

1

ὁ οὖν Πομπήιος ἐπειδὴ πολεμητέα οἱ ἔγνω εἶναι, τά τε ἄλλα παρεσκευάσατο καὶ τοὺς Οὐαλεριείους προσκατελέξατο. καὶ αὐτῷ ἐν τῇ Γαλατίᾳ ἤδη ὄντι ὁ Λούκουλλος ἀπαντήσας διαπεπολεμῆσθαί τε πάντα ἔφη καὶ μηδὲν ἔτι στρατείας δεῖσθαι, καὶ διὰ τοῦτο καὶ
5τοὺς ἄνδρας τοὺς ὑπὸ τῆς βουλῆς πρὸς τὴν διοίκησιν αὐτῶν πεμ‐

36

.

46

.

2

φθέντας ἤδη παρεῖναι. ὡς δ’ οὐκ ἐπείσθη ἐπαναχωρῆσαι, πρὸς λοιδορίας ἐτράπετο, τά τε ἄλλα καὶ πολυπράγμονα καὶ φιλοπόλε‐ μον καὶ φιλαρχοῦντα αὐτὸν ἀποκαλῶν. ὁ οὖν Πομπήιος βραχὺ αὐτοῦ φροντίσας ἀπεῖπε μηδένα ἔτ’ αὐτῷ πειθαρχῆσαι, καὶ ἐπὶ τὸν Μι‐
5θριδάτην ἠπείχθη, σπουδὴν ἔχων ὅτι τάχιστά οἱ συμμῖξαι.

36

.

47

.

1

καὶ ὃς τέως μὲν ἔφευγε (ταῖς γὰρ δυνάμεσιν ἠλαττοῦτο) καὶ τήν τε ἐν ποσὶν ἀεὶ ἔκειρε, καὶ ἐπλάνα τε αὐτὸν ἅμα καὶ ἐπιδεῖ‐ σθαι τῶν ἐπιτηδείων ἐποίει· ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἀρμενίαν διά τε τοῦτο καὶ ὡς ἐρήμην αὐτὴν αἱρήσων ἐνέβαλεν, οὕτω δὴ δείσας

36

.

47

.

2

μὴ προκαταληφθῇ ἦλθέ τε ἐς αὐτήν, καὶ λόφον ἀντικαταλαβὼν ὀχυρὸν τῷ μὲν παντὶ στρατῷ ἡσύχαζεν, ἐλπίζων τοὺς μὲν Ῥωμαίους ἀπορίᾳ τῶν τροφῶν ἐκτρυχώσειν (αὐτὸς γὰρ ἅτε ἐν ὑπηκόῳ χώρᾳ πολλαχόθεν αὐτῶν εὐπόρει), τῶν δὲ δὴ ἱππέων ἀεί τινας ἐς τὸ
5πεδίον ψιλὸν ὂν καταπέμπων τούς τε προστυγχάνοντάς σφισιν ἐκά‐

36

.

47

.

3

κου, καὶ ἐξαυτομολοῦντας ἐπὶ τούτῳ συχνοὺς ἐδέχετο. ὁ οὖν Πομ‐ πήιος ἐνταῦθα μὲν οὐκ ἐθάρσησεν αὐτοῖς συμβαλεῖν, μεταστρατο‐ πεδευσάμενος δὲ ἑτέρωσε, ὅθεν ὑλώδους τοῦ πέριξ χωρίου ὄντος ἧττον ὑπό τε τοῦ ἱππικοῦ καὶ ὑπὸ τοῦ τοξικοῦ τοῦ τῶν ἐναντίων

36

.

47

.

4

λυπηθήσεσθαι ἔμελλεν, ἐλόχισεν ᾗ καιρὸς ἦν, καὶ ὀλίγοις τισὶν ἐκ τοῦ προφανοῦς τῷ στρατοπέδῳ τῶν βαρβάρων προσμίξας ἐτάραξέ τε αὐτούς, καὶ ὑπαγαγὼν ἐς ὃ ἐβούλετο πολλοὺς ἀπέκτεινε. θαρ‐ σήσας τε ἐκ τούτου καὶ κατὰ τὴν χώραν ἄλλους ἄλλῃ ἐπὶ τὰ ἐπι‐
5τήδεια ἔπεμπεν.

36

.

48

.

1

ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο, καὶ τὴν Ἀναῗτιν χώραν τῆς τε Ἀρμενίας οὖσαν καὶ θεῷ τινι ἐπωνύμῳ

36

.

48

.

2

ἀνακειμένην διά τινων ἐχειρώσατο, κἀκ τούτου καὶ ἄλλοι συχνοὶ πρὸς αὐτὸν ἀπέκλινον, καὶ αὐτῷ καὶ οἱ τοῦ Μαρκίου στρατιῶται προσεγένοντο, ἐφοβήθη καὶ οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλ’ αὐτίκα τε τῆς νυκτὸς ἄρας ἔλαθε, καὶ μετὰ ταῦτα νυκτοπορῶν ἐς τὴν τοῦ

36

.

48

.

3

Τιγράνου Ἀρμενίαν προῄει. καί οἱ ὁ Πομπήιος ἐπηκολούθει μὲν ἐπιθυμῶν διὰ μάχης ἐλθεῖν, οὐ μέντοι καὶ πρότερον οὔτε μεθ’ ἡμέ‐
ραν (οὐ γὰρ ἐξῄεσαν ἐκ τοῦ στρατοπέδου) οὔτε νύκτωρ ἐτόλμησε τοῦτο ποιῆσαι (τὴν γὰρ ἀγνωσίαν τῶν χωρίων ἐδεδίει) πρίν σφας
5πρὸς τῇ μεθορίᾳ γενέσθαι· τότε γὰρ εἰδὼς αὐτοὺς διαφεύγειν μέλ‐

36

.

48

.

4

λοντας ἠναγκάσθη νυκτομαχῆσαι. γνοὺς οὖν τοῦτο προαπῆρε, με‐ σημβριάζοντας τοὺς βαρβάρους λαθών, ᾗ πορεύεσθαι ἔμελλον· καὶ ἐντυχών τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων τινῶν ὄντι, ἐνταῦθα τό τε στράτευμα ἐπὶ τὰ μετέωρα ἀνεβίβασε καὶ τοὺς πολεμίους ὑπέ‐

36

.

48

.

5

μεινεν. ἐπειδή τε ἐκεῖνοι μετά τε ἀδείας καὶ ἄνευ προφυλακῆς, ἅτε μήτε ἔμπροσθε δεινόν τι πεπονθότες καὶ τότε ἐς τὸ ἀσφαλὲς ἤδη προχωροῦντες ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν, ἐς τὸ κοῖλον ἐσῆλθον, ἐπέθετο αὐτοῖς ἐν τῷ σκότῳ· οὔτε
5γὰρ ἄλλο τι φῶς εἶχον, οὔτε ἐκ τοῦ οὐρανοῦ τι ἔλαμπεν.

36

.

49

.

1

ἐγένετο δὲ ἡ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρα‐ τιῶται καὶ ὁ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας οἱ δὲ καὶ λίθους πρὸς τὰ χαλκᾶ σκεύη προσεπέ‐

36

.

49

.

2

κρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλα‐

36

.

49

.

3

γῆναι ὡς καὶ δαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκον‐ τίοις βάλλοντες πάντως γέ τινας ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρω‐ σκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν· οὔτε γὰρ ἐς παράταξιν
5ἀλλ’ ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες

36

.

49

.

4

ἀναστρεφόμενοι, καὶ οἱ μὲν ἐπὶ κελήτων οἱ δὲ ἐφ’ ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τι‐ τρωσκόμενοι οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ

36

.

49

.

5

τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο. καὶ
ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ
5ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάν‐

36

.

49

.

6

των ἐπ’ αὐτὰ ὑπὸ τοῦ πέριξ δέους χωρούντων. καὶ οὕτω καὶ ὑπ’ ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδ’ εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι· ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊ‐
5δέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ ἡ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ

36

.

49

.

7

πάντως τινὰ ἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν. πάμ‐ πολλοί τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες

36

.

49

.

8

ἔσφαλλον αὐτούς, ἐν ᾧ γε οὔπω προσέμισγόν σφισιν· ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ
5δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ ὁ Μιθριδάτης.

36

.

50

.

1

καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφο‐ ρᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο,
5ἀλλὰ καὶ τοὺς προπεμφθέντας ὑπ’ αὐτοῦ συνέλαβε καὶ κατέδησε,

36

.

50

.

2

διαμαρτὼν [οὖν] ὧν ἤλπισεν ἔς τε τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πεζῇ πρός τε τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον, τοὺς μὲν πείθων τοὺς δὲ καὶ βιαζόμενος, ἀφίκετο, καὶ τήν τε χώραν ἐκομίσατο, τὸν Μαχάρην τὸν παῖδα τὸν τὰ τῶν Ῥωμαίων ἀνθελό‐
5μενον καὶ τότε αὐτῆς κρατοῦντα καταπλήξας ὥστε μηδὲ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, καὶ ἐκεῖνον διὰ τῶν συνόντων οἱ, τήν τε ἄδειάν σφισι

36

.

50

.

3

καὶ χρήματα δώσειν ὑπισχνούμενος, ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε 〈μὲν〉 τοὺς ἐπιδιώξοντας αὐτόν, ἐπεὶ
δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς, πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενι‐ κήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν
5στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ [καὶ] συνῴκησαν, καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνο‐ μασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.

36

.

51

.

1

καὶ ὁ μὲν ταῦτ’ ἐποίει· ὁ δὲ δὴ Τιγράνης ὁ τοῦ Τιγράνου παῖς παραλαβών τινας τῶν πρώτων, ἐπεὶ 〈οὐ〉 καθ’ ἡδονὴν αὐτοῖς ὁ γέ‐ ρων ἦρχε, πρός τε τὸν Φραάτην κατέφυγε, καὶ περισκοποῦντα αὐ‐ τὸν διὰ τὰς συνθήκας τὰς πρὸς τὸν Πομπήιον γενομένας ὅ τι χρὴ

36

.

51

.

2

πρᾶξαι, ἐς τὴν Ἀρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκεί‐ νοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε,
5καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁ

36

.

51

.

3

πατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμα‐ θεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἤ τινι ἐπικου‐ ρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομ‐
5πήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα

36

.

52

.

1

αὐτοῦ ἐστράτευσε. καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυ‐ κεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος, οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶ τοῖς

36

.

52

.

2

Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μά‐ λιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευά‐ σας, ὅπως αἰδέσεώς τε καὶ ἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν

36

.

52

.

3

γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων),
5ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς

36

.

52

.

4

τὴν γῆν πεσόντα προσκυνοῦντά τε ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ ἀναδήματι ἔς τε τὴν πλη‐ σίαν ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥω‐
5μαίων φιλίαν προσειληφὼς εἴη. καὶ ὁ μὲν τούτοις τε αὐτὸν ἀνε‐

36

.

53

.

1

κτήσατο καὶ ἐπὶ δεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα τοῦ Πομπηίου) οὔθ’ ὑπανέστη τῷ πατρὶ οὔτ’ ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν.

36

.

53

.

2

ὅθεν ὑπό γε τοῦ Πομπηίου μάλιστα ἐμισήθη. τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπ’ αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ
5χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳ τὴν Σωφανηνὴν

36

.

53

.

3

μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμ‐ φεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτών (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται) ἠγανά‐ κτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο
5ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦ πάντα σφᾶς δοῦναι ἐκέ‐

36

.

53

.

4

λευσεν. ἐπειδή τε μήθ’ ὑπήκουσαν, λέγοντες τὸν νεανίσκον, οὗπερ ἡ χώρα ἤδη ἐνομίζετο, χρῆναί σφισι τοῦτο προστάξαι, ἔπεμψεν αὐτὸν πρὸς τὰ φρούρια. καὶ ὁ μὲν κεκλειμένα αὐτὰ εὑρὼν προσ‐ ῆλθέ τε ἐγγύς, καὶ ἐκέλευσε καὶ ἄκων αὐτὰ ἀνοιχθῆναι· ὡς δ’ οὐ‐
5δὲν μᾶλλον ἐπείθοντο, προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλ’ ἀναγκα‐ στὸς τὴν πρόσταξιν ἐποιεῖτο, ἐχαλέπηνεν ὁ Πομπήιος καὶ ἔδησε

36

.

53

.

5

τὸν Τιγράνην. καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κύρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶν ὁμολογηθέν‐

36

.

53

.

6

των λαβών. ἀφ’ οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους 〈οὐ〉 πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.

36

.

54

.

1

οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ μέν τι καὶ τῷ Τι‐ γράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι,
5καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθ’ ἓν στρατοπεδευομένοις προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν

36

.

54

.

2

ἐπ’ αὐτοὺς παρ’ αὐτὰ τὰ Κρόνια, καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέ‐ λερα, παρ’ ᾧ ὁ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλή‐

36

.

54

.

3

λοις. οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν· ἐκεῖνόν τε γὰρ ὁ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ ὁ Φλάκκος ἐπειδὴ πολὺν τὸν πε‐ ρίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπ’ αὐτοῦ τοῖς ἐναντίοις ὡς
5καὶ φοβηθεὶς ἐμβαλὼν ἐπεσπάσατο αὐτοὺς εἴσω τῆς ἔξωθεν τά‐

36

.

54

.

4

φρου, κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσὶ πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ ὁ Πομπήιος προμαθών τε τὴν πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφ’ ἑαυτὸν ἐπιοῦσιν ἀπροσ‐
5δόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπεί‐ χθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν (ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ

36

.

54

.

5

Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα ἔφυγε), τῶν μέντοι Ἀλβανῶν συχνοὺς περὶ τὴν τοῦ Κύρνου διάβασιν συλλαβὼν ἔφθειρε. κἀκ τούτου δεηθεῖσιν αὐτοῖς ἐσπείσατο· ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει ἐς τὴν χώραν αὐτῶν ἀντεμβαλεῖν, διὰ δὲ δὴ
5τὸν χειμῶνα ἡδέως τὸν πόλεμον ἀνεβάλετο.

37

Pin

1

τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἑβδόμῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς ὁ Πομπήιος πρὸς Ἴβηρας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπολέμησεν. β. Ὡς Πομπήιος τὸν Πόντον τῇ Βιθυνίᾳ προσένειμεν. γ. Ὡς Πομπήιος τήν τε Συρίαν καὶ τὴν Φοινίκην ὑπηγάγετο.
5δ. Ὡς Μιθριδάτης ἀπέθανε. ε. Περὶ τῶν Ἰουδαίων. ϛ. Ὡς Πομπήιος καταστησάμενος τὰ ἐν τῇ Ἀσίᾳ εἰς Ῥώμην ἐπανῆλθε. ζ. Περὶ Κικέρωνος καὶ Κατιλίνου καὶ τῶν ὑπ’ αὐτῶν πραχθέντων. η. Περὶ Καίσαρος καὶ Πομπήιου καὶ Κράσσου καὶ τῆς συνωμοσίας αὐτῶν.
10Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Λ. Αὐρήλιος Μ. υἱ. Κόττας ὑπ. Λ. Μάλλιος Λ. υἱ. 〈Τορκουᾶτος Λ. Ἰούλιος Λ. υἱ.〉 Καῖσαρ ὑπ. Γ. Μάρκιος Γ. υἱ. Φίγουλος
15Μ. Τούλλιος Μ. υἱ. Κικέρων ὑπ. Γ. Ἀντώνιος Μ. υἱ. Δέκιμος Ἰούνιος Μ. υἱ. Σιλανός ὑπ. Λ. Λικίννιος Λ. υἱ. Μουρήνας Μ. Πούπιος Μ. υἱ. Πίσων ὑπ.
20Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Νιγρός 〈Λ.〉 Ἀφράνιος Αὔλ. υἱ. ὑπ. Κ. Καικίλιος Κ. υἱ. Μέτελλος Κέλερ

37

.

1

.

1

Τότε μὲν δὴ ταῦτ’ ἔπραξε, τῷ δ’ ἐπιγιγνομένῳ ἔτει, τοῦ τε
Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου 〈τοῦ〉 Λουκίου ὑπατευόν‐ των, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις καὶ παρὰ γνώμην ἠναγκάσθη συνενεχθῆ‐

37

.

1

.

2

ναι· Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπ’ ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φο‐ βηθεὶς μὴ καὶ ἐφ’ ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ

37

.

1

.

3

διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται. προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐ‐ τὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατα‐ σχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην

37

.

1

.

4

προχωρήσας, πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην ὅτι παρείη. ἦν δὲ ἐπ’ αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν ................... τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντά‐
5ξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυραν κατέπρησε, καὶ

37

.

1

.

5

οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν αὐτοῦ [αὐτοῦ], καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρου‐ ράν τε ἐπ’ αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν

37

.

2

.

1

ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο. μέλλοντος δ’ αὖ καὶ τὸν Κύρ‐ νον διαβήσεσθαι, πέμπει πρὸς αὐτὸν ὁ Ἀρτώκης εἰρήνην τε αἰτῶν, καὶ γέφυραν τά τε ἐπιτήδεια ἑκών οἱ παρέξειν ὑπισχνούμενος.

37

.

2

.

2

καὶ ἐποίησε μὲν ἑκάτερον ὡς καὶ συμβησόμενος, δείσας δέ, ἐπειδὴ εἶδεν αὐτὸν διαβεβηκότα, πρὸς τὸν Πέλωρον, ἐν τῇ ἀρχῇ καὶ ἐκεῖ‐ νον τῇ αὐτοῦ ῥέοντα, ἀπέφυγεν· ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι δια‐

37

.

2

.

3

βῆναι, τοῦτον ἐπισπασάμενος ἀπεδίδρασκεν. ἰδὼν οὖν τοῦθ’ ὁ
Πομπήιος ἐπεδίωξέ τε αὐτὸν καὶ καταλαβὼν ἐνίκησε· δρόμῳ γάρ, καὶ πρὶν τοὺς τοξότας αὐτοῦ τῇ σφετέρᾳ τέχνῃ χρήσασθαι, ὁμόσε

37

.

2

.

4

σφίσιν ἐχώρησε καὶ δι’ ἐλαχίστου αὐτοὺς ἐτρέψατο. γενομένου δὲ τούτου Ἀρτώκης μὲν τόν τε Πέλωρον διαβὰς καὶ τὴν γέφυραν καὶ τὴν ἐκείνου καύσας ἔφυγε, τῶν δ’ ἄλλων οἱ μὲν ἐν χερσὶν οἱ δὲ καὶ

37

.

2

.

5

τὸν ποταμὸν πεζῇ περαιούμενοι ἀπέθανον· συχνοὶ δὲ καὶ κατὰ τὰς ὕλας σκεδασθέντες ἡμέρας μέν τινας ἀπὸ τῶν δένδρων ὑπερυψήλων ὄντων ἀποτοξεύοντες διεγένοντο, ἔπειτα δὲ καὶ αὐτοὶ ὑποτμηθέν‐ των τῶν δένδρων ἐφθάρησαν. καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυ‐

37

.

2

.

6

κεύσατο μὲν αὖθις τῷ Πομπηίῳ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι ἐλπίσας μὴ περαι‐ τέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δ’ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς [τε] παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον

37

.

2

.

7

τινὰ ἐπέσχε, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύον‐ τος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.

37

.

3

.

1

κἀκ τούτου μαθὼν ὁ Πομπήιος οὐ πόρρω τὸν Φᾶσιν ὄντα, καὶ νομίσας ἔς τε τὴν Κολχίδα παρ’ αὐτὸν καταβήσεσθαι καὶ ἐκεῖ‐ θεν ἐπὶ τὸν Μιθριδάτην ἐς τὸν Βόσπορον πορεύσεσθαι, προῄει

37

.

3

.

2

μὲν ᾗ διενοεῖτο, καὶ τούς τε Κόλχους καὶ τοὺς προσχώρους σφίσι, τὰ μὲν πείθων τὰ δὲ καὶ ἐκφοβῶν, διῆλθε· αἰσθόμενος δὲ ἐν‐ ταῦθα ὅτι ἥ τε ἐπὶ τῆς ἠπείρου κομιδὴ διὰ πολλῶν καὶ ἀγνώστων καὶ πολεμικῶν ἐθνῶν καὶ ἡ διὰ τῆς θαλάσσης χαλεπωτέρα διά τε

37

.

3

.

3

τὸ ἀλίμενον τῆς χώρας καὶ διὰ τοὺς ἐνοικοῦντας αὐτὴν εἴη, τῷ μὲν Μιθριδάτῃ τὸ ναυτικὸν ἐφορμεῖν ἐκέλευσεν ὥστε ἐκεῖνόν τε τηρεῖσθαι μηδαμόσε ἐκπλεῦσαι καὶ τὴν ἐπαγωγὴν αὐτοῦ τῶν ἐπι‐ τηδείων ἀφελέσθαι, αὐτὸς δὲ ἐπὶ τοὺς Ἀλβανοὺς οὐ τὴν συντομω‐
5τάτην, ὅπως σφᾶς καὶ ὑπὸ τούτου πρὸς ταῖς σπονδαῖς ἀνελπίστους

37

.

3

.

4

καταλάβῃ, ἀλλ’ ἐς τὴν Ἀρμενίαν ἐπανελθὼν ἐτράπετο. καὶ τόν τε
Κύρνον, ᾗ πορεύσιμος ὑπὸ τοῦ θέρους ἐγεγόνει, πεζῇ διέβη, τήν τε ἵππον κατὰ τὸν ῥοῦν καὶ τὰ σκευοφόρα ἑξῆς, εἶτα τοὺς πεζοὺς διιέναι κελεύσας, ἵν’ οἵ τε ἵπποι τὸ σφοδρὸν αὐτοῦ τοῖς σώμασί
5σφων διαχέωσι, καὶ ἐκ τῶν σκευοφόρων εἴ πού τι καὶ ὣς περιτρα‐ πείη, ἔς τε τοὺς ἐπὶ θάτερα παρακολουθοῦντας ἐμπίπτῃ καὶ μὴ

37

.

3

.

5

περαιτέρω καταφέρηται· κἀντεῦθεν πρὸς τὸν Καμβύσην πορευόμε‐ νος ὑπὸ μὲν τῶν πολεμίων οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ καύματος καὶ διὰ τοῦτο καὶ τοῦ δίψους ἰσχυρῶς μετὰ παντὸς τοῦ στρατοῦ, καίτοι νυκτὸς τὸ πολὺ τῆς ὁδοῦ διελθών, ἐταλαιπώρησεν·
5οἱ γὰρ ἀγωγοί σφων, ἐκ τῶν αἰχμαλώτων ὄντες, οὐ τὴν ἐπιτηδειοτά‐

37

.

3

.

6

την αὐτοὺς ἤγαγον. οὐ μὴν οὐδ’ ὁ ποταμὸς ἐν δέοντί σφισιν ἐγένετο· ψυχρότατόν τε γὰρ τὸ ὕδωρ ὄν, καὶ ἀθρόον ὑπ’ αὐτῶν ποθέν, συχνοῖς ἐλυμήνατο. ὡς δ’ οὖν οὐδὲ ἐνταῦθα ἀντίπαλόν τι αὐτοῖς ὤφθη, πρὸς τὸν Ἄβαντα προσεχώρησαν, ὕδωρ μόνον ἐπιφερόμενοι· τὰ γὰρ
5ἄλλα παρ’ ἑκόντων τῶν ἐπιχωρίων ἐλάμβανον, καὶ διὰ τοῦτο οὐδ’

37

.

4

.

1

ἐκακούργουν οὐδέν. καί σφισι διαβεβηκόσιν ἤδη τὸν ποταμὸν ὁ Ὀροίσης προσιὼν ἠγγέλθη. ὁ οὖν Πομπήιος βουληθεὶς αὐτόν, πρὶν τὸ τῶν Ῥωμαίων πλῆθος γνῶναι, πρὸς μάχην ὑπαγαγέσθαι, μὴ

37

.

4

.

2

καὶ αἰσθόμενος αὐτοῦ ἀναχωρήσῃ, τούς τε ἱππέας προέταξε, προ‐ ειπών σφισιν ἃ ποιήσουσι, καὶ τοὺς λοιποὺς ὄπισθεν αὐτῶν ἔς τε τὰ γόνατα κεκλιμένους καὶ ταῖς ἀσπίσι συγκεκαλυμμένους ἔχων ἀτρεμεῖν ἐποίησεν, ὥστε τὸν Ὀροίσην μὴ πρότερον μαθεῖν αὐτοὺς

37

.

4

.

3

παρόντας πρὶν ἐν χερσὶ γενέσθαι. κἀκ τούτου ἐκεῖνός τε τῶν ἱπ‐ πέων ὡς καὶ μόνων ὄντων καταφρονήσας συνέμιξέ σφισι, καὶ δι’ ὀλίγου τραπέντας ἐξεπίτηδες ἀνὰ κράτος ἐπεδίωξε· καὶ οἱ πεζοὶ ἀναστάντες ἐξαίφνης καὶ διαστάντες τοῖς μὲν σφετέροις ἀσφαλῆ
5τὴν φυγὴν διὰ μέσου σφῶν παρέσχον, τοὺς δὲ πολεμίους ἀπερι‐ σκέπτως τῇ διώξει χρωμένους ἐσδεξάμενοι συχνοὺς ἐκυκλώσαντο.

37

.

4

.

4

καὶ οὗτοί τε τοὺς ἔνδον ἔκοπτον, καὶ οἱ ἱππῆς, οἱ μὲν ἐπὶ δεξιὰ οἱ δὲ ἐπὶ θάτερα αὐτῶν περιελθόντες, κατὰ νώτου τοῖς ἔξω τῆς κυ‐ κλώσεως προσέπεσον. καὶ ἐκεῖ τε πολλοὺς ἐφόνευσαν ἑκάτεροι, καὶ ἑτέρους ἐς τὰς ὕλας καταφυγόντας κατέπρησαν, “ἰὼ Κρόνια Κρόνια”
5πρὸς τὴν ἐπίθεσίν σφων τὴν τότε γενομένην ἐπιλέγοντες.

37

.

5

.

1

πράξας δὲ ταῦθ’ ὁ Πομπήιος, καὶ τὴν χώραν ἐπιδραμών, τοῖς τε Ἀλβανοῖς εἰρήνην ἔδωκε, καὶ ἄλλοις τισὶ τῶν παρὰ τὸν Καύ‐
κασον μέχρι τῆς Κασπίας θαλάσσης, ἐς ἣν ἀπὸ τοῦ Πόντου τὸ ὄρος ἀρξάμενον τελευτᾷ, κατοικούντων ἐπικηρυκευσαμένοις ἐσπεί‐

37

.

5

.

2

σατο. Φραάτης δὲ ἔπεμψε μὲν πρὸς αὐτὸν ἀνανεώσασθαι τὰς συνθήκας ἐθέλων· ὡς γὰρ ἐκεῖνόν τε οὕτω φερόμενον ἑώρα, καὶ τῆς Ἀρμενίας τοῦ τε Πόντου 〈τοῦ〉 ταύτῃ οἱ ὑποστράτηγοι αὐτοῦ τὰ λοιπὰ προσκατεστρέφοντο, ὅ τε Γαβίνιος καὶ ὑπὲρ τὸν Εὐφρά‐
5την μέχρι τοῦ Τίγριδος προεχώρησεν, ἐφοβήθη τε αὐτοὺς καὶ τὴν σύμβασιν βεβαιώσασθαι ἐπεθύμησεν· οὐ μέντοι καὶ διεπράξατό τι.

37

.

5

.

3

ὁ γὰρ Πομπήιος πρός τε τὰ παρόντα καὶ πρὸς τὰς ἐξ αὐτῶν ἐλ‐ πίδας κατεφρόνησεν αὐτοῦ, καὶ τά τε ἄλλα ὑπερφρόνως τοῖς πρέ‐ σβεσιν ἐλάλησε, καὶ τὴν χώραν τὴν Κορδουηνήν, ὑπὲρ ἧς πρὸς

37

.

5

.

4

τὸν Τιγράνην διεφέρετο, ἀπῄτησεν. ἐπειδή τε ἐκεῖνοι μηδέν, ἅτε μηδὲ ἐπεσταλμένοι τι περὶ αὐτῆς, ἀπεκρίναντο, ἔγραψε μέν τινα τῷ Φραάτῃ, οὐκ ἀνέμεινε δὲ ἀντιπεμφθῆναί τι, ἀλλ’ ἐς τὴν χώραν τὸν Ἀφράνιον παραχρῆμα ἔστειλε, καὶ κατασχὼν αὐτὴν ἀμαχεὶ τῷ

37

.

5

.

5

Τιγράνῃ ἔδωκε. καὶ ὁ μὲν Ἀφράνιος διὰ τῆς Μεσοποταμίας ἐς τὴν Συρίαν παρὰ τὰ συγκείμενα πρὸς τὸν Πάρθον κομιζόμενος ἐπλανήθη, καὶ πολλὰ ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῆς σπάνεως τῶν τροφῶν ἐκακώθη· κἂν ἀπώλοντο, εἰ μὴ Καρραῖοι, Μακεδόνων
5τε ἄποικοι ὄντες καὶ ἐνταῦθά που οἰκοῦντες, ὑπέλαβόν τε αὐτὸν

37

.

6

.

1

καὶ παρέπεμψαν. ταῦτά τε πρὸς τὸν Φραάτην ἀπὸ τῆς παρ‐ ούσης οἱ δυνάμεως ἔπραξε, σαφέστατα τοῖς πλεονεκτεῖν βουλομέ‐ νοις ἐπιδείξας ὅτι πάντα ἐκ τῶν ὅπλων ἤρτηται καὶ ὁ ἐν αὐτοῖς κρατῶν νομοθέτης ὧν βούλεται ἀναγκαῖος γίγνεται, καὶ προσέτι
5καὶ πρὸς τὴν ἐπίκλησιν αὐτοῦ ὕβρισεν, ᾗπερ πρός τε τοὺς ἄλλους πάντας ἠγάλλετο καὶ πρὸς αὐτοὺς τοὺς Ῥωμαίους, οὗτοί τε αὖ

37

.

6

.

2

πρὸς ἐκεῖνον ἀεί ποτε ἐκέχρηντο. βασιλέως γὰρ αὐτοῦ βασιλέων καλουμένου, τό τε τῶν βασιλέων ὄνομα περιέκοψε καὶ βασιλεῖ αὐτῷ μόνον ἐπιστέλλων ἔγραψε, καίτοι τῷ Τιγράνῃ τῷ αἰχμαλώτῳ καὶ τοῦτο παρὰ τὸ νομιζόμενον αὐτοῖς δούς, ὅτε τὰ ἐπινίκια αὐτοῦ ἐν

37

.

6

.

3

τῇ Ῥώμῃ ἔπεμψεν. ὁ οὖν Φραάτης καίπερ δεδιώς τε αὐτὸν καὶ θεραπεύων, ἠγανάκτησεν ἐπὶ τούτῳ ὡς καὶ τῆς βασιλείας ἐστερη‐ μένος, καὶ πέμψας πρέσβεις πάντα τε ὅσα ἠδίκητο ἐπεκάλει οἱ, καὶ

37

.

6

.

4

τὸν Εὐφράτην ἀπηγόρευε μὴ διαβαίνειν. ἐπειδή τε οὐδὲν μέτριον ἀπεκρίνατο, εὐθὺς ἐπὶ τὸν Τιγράνην μετὰ τοῦ υἱέος αὐτοῦ, ᾧ τὴν θυγατέρα ἐδεδώκει, ἐστράτευσεν, ἐν τῷ ἦρι ἐν ᾧ Λούκιός τε Καῖ‐ σαρ καὶ Γάιος Φίγουλος ὑπάτευον· καὶ νικηθεὶς μάχῃ ἔπειθ’ ὕστε‐

37

.

6

.

5

ρον ἀντεπεκράτησε. τοῦ τε Τιγράνου τὸν Πομπήιον ἐν Συρίᾳ ὄντα ἐπικαλεσαμένου, πρέσβεις τε αὖθις πρὸς αὐτὸν ἀπέστειλε, καὶ πολλὰ μὲν ἐκείνου κατηγόρησε, πολλὰ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ὑπεσήμηνεν, ὥστε τὸν Πομπήιον καὶ αἰσχυνθῆναι καὶ καταπλαγῆ‐

37

.

7

.

1

ναι. οὔκουν οὔτε τῷ Τιγράνῃ ἐπεκούρησεν οὔτε πρὸς τὸν Φραάτην πολέμιόν τι ἔτ’ ἔπραξε, πρόφασιν ποιησάμενος τὸ μήτε ἐκείνην οἱ τὴν στρατείαν προστετάχθαι καὶ τὸν Μιθριδάτην ἐν ὅπλοις ἔτ’ εἶναι. ἀρκεῖσθαί τε τοῖς κατειργασμένοις ἔφασκε, καὶ οὐκ ἐβού‐
5λετο ......., μὴ πλειόνων ὀρεγόμενος καὶ περὶ ἐκείνοις, ὥσπερ

37

.

7

.

2

που καὶ ὁ Λούκουλλος, πταίσῃ. τοιαῦτα γὰρ ἐφιλοσόφει, καὶ τό τε πλεονεκτεῖν δεινὸν καὶ τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι ἄδικον εἶναι τότε ἔλεγεν ὅτ’ οὐκέτ’ αὐτοῖς χρῆσθαι ἐδύνατο. τάς τε γὰρ τοῦ Πάρθου δυνάμεις δείσας, καὶ τὸ ἀστάθμητον τῶν πραγμάτων φο‐
5βηθείς, οὔτε τὸν πόλεμον καίτοι πολλῶν ἐναγόντων ἀνείλετο, καὶ

37

.

7

.

3

τὰ ἐγκλήματα τοῦ βαρβάρου ἐφαύλισεν, ἀντειπὼν μὲν οὐδέν, φήσας δὲ ὑπὲρ ὁρίων τινῶν τὴν διαφορὰν αὐτῷ πρὸς τὸν Τιγράνην εἶναι, περὶ ὧν δικάσειν σφίσιν ἄνδρας τρεῖς. οὓς καὶ ἔπεμψεν· καὶ αὐ‐ τοὺς ὡς ἀληθῶς ἐκεῖνοι διαιτητὰς ἐπιγραψάμενοι πάντα τὰ πρὸς
5ἀλλήλους ἐγκλήματα διελύσαντο, ὀργιζόμενος μὲν ὁ Τιγράνης ὅτι

37

.

7

.

4

τῆς ἐπικουρίας οὐκ ἔτυχε, βουλόμενος δὲ ὁ Φραάτης περιεῖναι τὸν Ἀρμένιον, ὅπως καὶ συμμάχῳ ποτὲ αὐτῷ, εἰ δεηθείη, κατὰ τῶν Ῥωμαίων χρήσαιτο. καὶ γὰρ εὖ ἠπίσταντο ἀμφότεροι ὅτι, ὁπότερος ἂν αὐτῶν τοῦ ἑτέρου κρατήσῃ, τῶν τε πραγμάτων τοῖς Ῥωμαίοις
5προκόψει καὶ αὐτὸς εὐχειρωτότερός σφισι γενήσεται.

37

.

7

.

5

ἐκεῖνοι μὲν δὴ διὰ ταῦτα κατηλλάγησαν, Πομπήιος δὲ ἔν τε τῇ Ἀσπίδι καὶ τότε ἐχείμασε, καὶ τά τε ἄλλα 〈τὰ〉 ἔτ’ ἀνθιστάμενα προσηγάγετο, καὶ Συμφόριον τεῖχος Στρατονίκης οἱ προδούσης ἔλα‐ βεν. αὕτη δὲ γυνή τε τοῦ Μιθριδάτου οὖσα, καὶ ὀργὴν αὐτῷ ὅτι
5ἐγκατελείφθη ἔχουσα, τούς τε φρουροὺς ἐς παρασκευὴν δὴ τρο‐ φῆς ἐξέπεμψε καὶ τοὺς Ῥωμαίους ἐδέξατο, καίτοι παιδὸς αὐτῆς παρὰ | ....

37

7a

1

ὑποστρέψας δὲ ἐξ Ἀρμενίας, καὶ τοῖς βασιλεῦσι καὶ τοῖς δυνάσταις τοῖς προσιοῦσιν αὐτῷ διαιτήσας καὶ χρηματίσας, καὶ τοῖς μὲν τὰς βασιλείας βεβαιώσας τοῖς δὲ τὰς δυναστείας ἐπαυξήσας, τῶν δὲ καὶ τὰς ὑπεροχὰς κολούσας καὶ ταπεινώσας, τήν τε κοίλην Συρίαν καὶ τὴν Φοινίκην ἄρτι
5τε βασιλέων ἀπηλλαγμένας καὶ ὑπό τε τῶν Ἀραβίων καὶ ὑπὸ τοῦ Τιγρά‐ νου κεκακωμένας συνεστήσατο. ἐτόλμησε μὲν γὰρ ὁ Ἀντίοχος ἀπαιτῆ‐
σαι αὐτάς, οὐκ ἀπέλαβε δέ, ἀλλ’ ἔς τε ἀρχὴν μίαν συνετάχθησαν καὶ νόμους ἔλαβον ὥστε τὸν τῶν Ῥωμαίων τρόπον πολιτεύεσθαι. Xiphil. p. 7, 19—27 R. St. = p. 6, 26—7, 5 Dind.

37

.

8

.

1

.... | τοῦτο μόνον ἐν τῇ ἀγορανομίᾳ ἐπῃνέθη, ἀλλ’ ὅτι καὶ τὰ Ῥω‐ μαῖα καὶ τὰ Μεγαλήσια πολυτελέστατα ἐποίησεν, ἔτι δὲ καὶ μονο‐ μάχων ἀγῶνας ἐπὶ τῷ πατρὶ μεγαλοφρονέστατα διέθηκεν. ἐγένετο μὲν γὰρ τῶν δαπανηθέντων ἐς αὐτὰ τὰ μὲν κοινῇ αὐτῷ πρὸς τὸν

37

.

8

.

2

συνάρχοντα Μᾶρκον Βίβουλον τὰ δὲ καὶ ἰδίᾳ· τοσοῦτον δὲ δὴ ἐν τούτοις ὑπερῆρεν ὥστε καὶ τὴν ἐπ’ ἐκείνοις δόξαν σφετερίσασθαι καὶ δοκεῖν ἅπαντα αὐτὸς ἀνηλωκέναι. ὁ οὖν Βίβουλος αὐτὸς ἐπι‐ σκώπτων ἔλεγεν ὅτι τὸ αὐτὸ τῷ Πολυδεύκει πεπονθὼς εἴη· τοῦ
5γάρ τοι ναοῦ κοινοῦ οἱ πρὸς τὸν ἀδελφὸν τὸν Κάστορα ὄντος, ἐπ’ ἐκείνου μόνου ἡ ἐπωνυμία αὐτοῦ γίγνεται.

37

.

9

.

1

ἐπὶ μὲν οὖν τούτοις ἔχαιρον οἱ Ῥωμαῖοι, τὰ δὲ δὴ τέρατα καὶ πάνυ αὐτοὺς ἐθορύβει. ἐν γὰρ τῷ Καπιτωλίῳ ἀνδριάντες τε πολλοὶ ὑπὸ κεραυνῶν συνεχωνεύθησαν καὶ ἀγάλματα ἄλλα τε καὶ Διὸς ἐπὶ κίονος ἱδρυμένον, εἰκών τέ τις λυκαίνης σύν τε τῷ Ῥώμῳ

37

.

9

.

2

καὶ σὺν τῷ Ῥωμύλῳ ἱδρυμένη ἔπεσε, τά τε γράμματα τῶν στηλῶν ἐς ἃς οἱ νόμοι ἐσεγράφοντο συνεχύθη καὶ ἀμυδρὰ ἐγένετο. τά τε οὖν ἄλλα ἐξεθύοντο τοῖς μάντεσι πειθόμενοι, καὶ τῷ Διὶ ἄγαλμα μεῖζον, πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον, ὅπως
5αἱ συνωμοσίαι ὑφ’ ὧν ἐταράττοντο ἐκφανεῖεν, ἱδρυθῆναι ἐψηφί‐ σαντο.

37

.

9

.

3

ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει συνέβη, καὶ οἱ τιμηταὶ περὶ τῶν ὑπὲρ τὸν Ἠριδανὸν οἰκούντων διενεχθέντες (τῷ μὲν γὰρ ἐς τὴν πο‐ λιτείαν αὐτοὺς ἐσάγειν ἐδόκει, τῷ δὲ οὔ) οὐδὲν οὐδὲ τῶν ἄλλων

37

.

9

.

4

ἔπραξαν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀπεῖπον. καὶ διὰ τοῦτο καὶ οἱ διά‐ δοχοι αὐτῶν ἐν τῷ ὑστέρῳ ἔτει 〈οὐδὲν〉 ἐποίησαν, ἐμποδισάντων σφᾶς τῶν δημάρχων πρὸς τὸν τῆς βουλῆς κατάλογον δέει τοῦ μὴ

37

.

9

.

5

τῆς γερουσίας αὐτοὺς ἐκπεσεῖν. κἀν τούτῳ πάντες οἱ ἐν τῇ Ῥώμῃ διατρίβοντες, πλὴν τῶν τὴν νῦν Ἰταλίαν οἰκούντων, ἐξέπεσον Γαΐου τινὸς Παπίου δημάρχου γνώμῃ, ἐπειδὴ ἐπεπόλαζον καὶ οὐκ ἐδόκουν ἐπιτήδειοί σφισιν εἶναι συνοικεῖν.

37

.

10

.

1

τῷ δὲ ἐχομένῳ ἔτει, τοῦ τε Φιγούλου καὶ τοῦ Καίσαρος τοῦ
Λουκίου ἀρχόντων, βραχέα μὲν μνήμης δ’ οὖν ἄξια πρὸς τοὺς τῶν

37

.

10

.

2

ἀνθρωπείων πραγμάτων παραλόγους συνηνέχθη. ὅ τε γὰρ τὸν Λουκρήτιον ἐκ τῆς τοῦ Σύλλου προστάξεως ἀποκτείνας, καὶ ἕτερός τις συχνοὺς τῶν ἐπικηρυχθέντων ὑπ’ αὐτοῦ φονεύσας, καὶ κατηγο‐ ρήθησαν ἐπὶ ταῖς σφαγαῖς καὶ ἐκολάσθησαν, τοῦ Καίσαρος τοῦ

37

.

10

.

3

Ἰουλίου τοῦθ’ ὅτι μάλιστα παρασκευάσαντος. οὕτω καὶ τοὺς πάνυ ποτὲ δυνηθέντας ἀσθενεστάτους αἱ μεταβολαὶ τῶν πραγμάτων πολ‐ λάκις ποιοῦσι. τοῦτό τε οὖν παρὰ δόξαν τοῖς πολλοῖς ἐχώρησε, καὶ ὅτι καὶ ὁ Κατιλίνας ἐπὶ τοῖς αὐτοῖς ἐκείνοις αἰτίαν (πολλοὺς
5γὰρ καὶ αὐτὸς τῶν ὁμοίων ἀπεκτόνει) λαβὼν ἀπελύθη. καὶ δὴ καὶ

37

.

10

.

4

ἐκ τούτου χείρων τε πολὺ ἐγένετο, καὶ διὰ τοῦτο καὶ ἀπώλετο· τοῦ γὰρ δὴ Κικέρωνος τοῦ Μάρκου μετὰ Γαΐου Ἀντωνίου ὑπατεύσαν‐ τος, ὅτε Μιθριδάτης οὐδὲν ἔτι δεινὸν τοὺς Ῥωμαίους εἰργάσατο ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν διέφθειρεν, ἐπεχείρησεν ἐκεῖνος τήν τε πολι‐
5τείαν νεωτερίζειν καὶ τοὺς συμμάχους ἐπ’ αὐτῇ συνιστὰς ἐς φόβον σφᾶς οὐ σμικροῦ πολέμου ἐνέβαλεν. ἐπράχθη δὲ ὧδε ἑκάτερον.

37

.

11

.

1

ὁ Μιθριδάτης αὐτὸς μὲν οὐχ ὑπεῖκε ταῖς συμφοραῖς, ἀλλὰ τῇ βουλήσει πλέον ἢ τῇ δυνάμει νέμων ἐνενόει, ἄλλως τε καὶ ἐπειδὴ ὁ Πομπήιος ἐν τῇ Συρίᾳ διέτριβε, πρός τε τὸν Ἴστρον διὰ τῶν

37

.

11

.

2

Σκυθῶν ἐλθεῖν, κἀντεῦθεν ἐς τὴν Ἰταλίαν ἐσβαλεῖν· φύσει τε γὰρ μεγαλοπράγμων ὤν, καὶ πολλῶν μὲν πταισμάτων πολλῶν δὲ καὶ εὐτυχημάτων πεπειραμένος, οὐδὲν οὔτε ἀτόλμητον οὔτε ἀνέλπιστόν οἱ εἶναι ἐνόμιζεν. εἰ δὲ δὴ καὶ σφαλείη, συναπολέσθαι τῇ βασιλείᾳ
5μετὰ ἀκεραίου τοῦ φρονήματος μᾶλλον ἢ στερηθεὶς αὐτῆς ἔν τε

37

.

11

.

3

ταπεινότητι καὶ ἐν ἀδοξίᾳ ζῆν ἤθελεν. αὐτὸς μὲν οὖν ἐπὶ τούτοις ἔρρωτο· ὅσῳ γὰρ τῇ τοῦ σώματος ἀσθενείᾳ ἀπεμαραίνετο, τοσούτῳ τῇ τῆς γνώμης ῥώμῃ ἰσχυρίζετο, ὥστε καὶ τὴν ἐκείνου ἀρρωστίαν τοῖς ταύτης λογισμοῖς ἀναλαμβάνειν· οἱ δ’ ἄλλοι οἱ συνόντες αὐτῷ,

37

.

11

.

4

ὡς τά τε τῶν Ῥωμαίων ἰσχυρότερα καὶ τὰ τοῦ Μιθριδάτου ἀσθε‐ νέστερα ἀεὶ ἐγίγνετο (τά τε γὰρ ἄλλα καὶ ὁ σεισμὸς μέγιστος δὴ τῶν πώποτε συνενεχθεὶς αὐτοῖς πολλὰς τῶν πόλεων ἔφθειρεν), ἠλ‐ λοιοῦντο, καὶ τά τε στρατιωτικὰ ἐκινεῖτο, καὶ παῖδάς τινας αὐτοῦ

37

.

12

.

1

συναρπάσαντές τινες πρὸς τὸν Πομπήιον ἐκόμισαν. ἐπ’ οὖν τού‐
τοις τοὺς μὲν ἐφώρα καὶ ἐκόλαζε, τοὺς δὲ καὶ ἐξ ὑποψίας ὀργῇ προκατελάμβανε, καὶ ἦν πρὸς οὐδένα ἔτι πιστός, ἀλλὰ καὶ τῶν λοιπῶν τέκνων ὑποτοπήσας τινὰ ἀπέσφαξεν. ἰδὼν οὖν ταῦτα υἱός
5τις αὐτοῦ Φαρνάκης, καὶ ἐκεῖνόν τε ἅμα φοβηθεὶς καὶ παρὰ τῶν Ῥωμαίων τὴν βασιλείαν (καὶ γὰρ ἀνὴρ ἤδη ἦν) λήψεσθαι προσδο‐

37

.

12

.

2

κήσας, ἐπεβούλευσεν αὐτῷ. φωραθεὶς δέ (πολλοὶ γὰρ καὶ φανερῶς καὶ λάθρᾳ πάντα τὰ πραττόμενα ὑπ’ αὐτοῦ ἐπολυπραγμόνουν) εὐ‐ θὺς ἄν, εἴπερ τι καὶ τὸ βραχύτατον εὐνοίας οἱ δορυφόροι τῷ γέ‐ ροντι εἶχον, ἐδικαιώθη· νῦν δὲ καίτοι σοφώτατος ὁ Μιθριδάτης
5ἐς πάντα τὰ βασιλικὰ γενόμενος οὐκ ἔγνω ὅτι οὐδὲν οὐδενὶ οὔτε τὰ ὅπλα οὔτε τὰ πλήθη τῶν ὑπηκόων ἄνευ τῆς παρ’ αὐτῶν φιλίας ἰσχύει, ἀλλὰ καὶ ὅσῳ τις ἂν πλείω, μὴ μέντοι καὶ πιστὰ αὐτὰ ἔχῃ,

37

.

12

.

3

χαλεπώτερα αὐτῷ γίγνεται. ὁ γοῦν Φαρνάκης μετά τε τῶν προπαρ‐ εσκευασμένων καὶ μετὰ τῶν ὑπὸ τοῦ πατρὸς πρὸς τὴν σύλληψιν αὐτοῦ πεμφθέντων (ῥᾷστα γὰρ αὐτοὺς ᾠκειώσατο) καὶ ἐπ’ αὐτὸν ἄντικρυς τὸν πατέρα ἠπείχθη. πυθόμενος δὲ τοῦτο ὁ γέρων (ἦν
5δὲ ἐν Παντικαπαίῳ) στρατιώτας τινὰς ἐπὶ τὸν υἱόν, ὡς καὶ αὐτὸς

37

.

12

.

4

ἐφεψόμενός σφισι, προέπεμψε. καὶ τούτους τε ἐκεῖνος διὰ βραχέος, ἅτε μηδ’ αὐτοὺς φιλοῦντας τὸν Μιθριδάτην, ἀπετρέψατο, καὶ τὴν πόλιν ἑκουσίαν ἔλαβε, τόν τε πατέρα ἐς τὸ βασίλειον καταφυγόντα

37

.

13

.

1

ἀπέκτεινεν. ἐπεχείρησε μὲν γὰρ ἑαυτὸν διαχρήσασθαι, καὶ τάς τε γυναῖκας καὶ τοὺς παῖδας τοὺς λοιποὺς φαρμάκῳ προαπαλλάξας τὸ λοιπὸν ἐξέπιεν, οὐ μέντοι οὔτε δι’ ἐκείνου οὔτε διὰ ξίφους αὐτο‐

37

.

13

.

2

χειρίᾳ ἀποφθαρῆναι ἠδυνήθη. τό τε γὰρ φάρμακον, καίτοι θανάσι‐ μον ὄν, οὐ συνεῖλεν αὐτόν, ἐπειδὴ πολλῇ καθ’ ἑκάστην ἡμέραν προφυλακῇ ἀλεξιφαρμάκων ἐκεκράτυντο· καὶ ἡ τοῦ ξίφους πληγὴ διά τε τὴν τῆς χειρὸς αὐτοῦ ἀπό τε τῆς ἡλικίας καὶ ἀπὸ τῶν περιε‐
5στηκότων ἀσθένειαν καὶ διὰ τὴν φαρμάκου ὁποιουδηποτοῦν λῆψιν

37

.

13

.

3

ἀπημβλύνθη. ὡς οὖν οὔτε δι’ ἑαυτοῦ ἀνηλίσκετο καὶ πέρα τοῦ
καιροῦ χρονίζειν ἐδόκει, προσέπεσόν τε αὐτῷ ἐκεῖνοι οὓς ἐπὶ τὸν υἱὸν ἐπεπόμφει, καὶ συνετάχυναν τοῖς ξίφεσι καὶ ταῖς λόγχαις τὸν

37

.

13

.

4

ὄλεθρον. Μιθριδάτης μὲν δὴ ποικιλωτάτῃ ἀεὶ καὶ μεγίστῃ τῇ τύχῃ χρησάμενος οὐδὲ τὴν τελευτὴν τοῦ βίου ἁπλῆν ἔσχεν· ἐπεθύμησέ τε γὰρ ἀποθανεῖν μὴ βουλόμενος, καὶ αὐτὸς ἑαυτὸν ἀποκτεῖναι σπουδάσας οὐκ ἠδυνήθη, ἀλλὰ τοῦτο μὲν φαρμάκῳ τοῦτο δὲ καὶ
5ξίφει αὐθέντης τε ἅμα ἐγένετο καὶ ὑπὸ τῶν ἐχθρῶν ἀπεσφάγη·

37

.

14

.

1

Φαρνάκης δὲ τό τε σῶμα αὐτοῦ τῷ Πομπηίῳ ταριχεύσας, ἔλεγχον τοῦ πεπραγμένου, ἔπεμψε, καὶ ἑαυτὸν τήν τε ἀρχὴν παρέδωκε. καὶ ὃς τῷ μὲν Μιθριδάτῃ οὐδὲν ἐλυμήνατο, ἀλλὰ καὶ ἐν τοῖς πα‐ τρῴοις ἠρίοις ταφῆναι αὐτὸν ἐκέλευσε· τὸ γὰρ πολέμιον αὐτοῦ
5συναποσβηκέναι τῇ ψυχῇ νομίζων οὐδὲν ἔτι τῷ νεκρῷ μάτην ὠργί‐

37

.

14

.

2

ζετο· τὴν μέντοι βασιλείαν τοῦ Βοσπόρου μισθὸν τῷ Φαρνάκῃ τῆς μιαιφονίας ἐχαρίσατο, καὶ ἔς γε τοὺς φίλους τούς τε συμμάχους αὐτὸν ἀνέγραψεν.

37

.

14

.

3

ὡς οὖν ἐκεῖνός τε ἀπωλώλει καὶ τὰ τῆς ἀρχῆς αὐτοῦ πάντα πλὴν ὀλίγων κατέστραπτο (τείχη γάρ τινα φρουροὶ ἔξω τοῦ Βο‐ σπόρου ἔτι καὶ τότε ἔχοντες οὐκ εὐθὺς ὡμολόγησαν, οὐχ ὅτι καὶ ἀνθίστασθαί οἱ διενοοῦντο, ἀλλ’ ὅτι ἐφοβοῦντο μὴ τὰ χρήματα, ἃ
5ἐφύλασσον, προδιαρπάσαντές τινες ἐκείνοις τὴν αἰτίαν προσθῶσι, καὶ διὰ τοῦτο ἀνέμενον, αὐτῷ βουλόμενοι τῷ Πομπηίῳ πάντα ἐπι‐

37

.

15

.

1

δεῖξαι), ὡς οὖν τά τε ἐνταῦθα κατείργαστο καὶ ὁ Φραάτης ἡσυ‐ χίαν ἦγεν, ἥ τε Συρία καὶ ἡ Φοινίκη καθειστήκει, τρέπεται πρὸς Ἀρέταν. οὗτος δὲ Ἀραβίων μὲν τῶν νῦν τοῖς Ῥωμαίοις δουλευόν‐ των μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης ἐβασίλευε, πλεῖστα δὲ δὴ τὴν
5Συρίαν πρότερον λυπήσας, καὶ διὰ τοῦτο μάχῃ πρὸς τῶν Ῥω‐

37

.

15

.

2

μαίων ἀμυνόντων αὐτῇ νικηθείς, ὅμως καὶ τότε ἔτ’ ἐπολέμει. ἐπ’ οὖν τοῦτον τούς τε πλησιοχώρους αὐτῷ ὁ Πομπήιος ἐλάσας ἀκο‐ νιτί τε αὐτοὺς προσηγάγετο καὶ φρουρᾷ παρέδωκε. κἀντεῦθεν ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην, ὡς καὶ τὴν Φοινίκην κακώσαντας,
5ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκανός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφετέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν,
ἱερωσύνης (οὕτω γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζον) αὐτοί τε δια‐

37

.

15

.

3

φερόμενοι καὶ τὰς πόλεις στασιάζοντες. ὁ οὖν Πομπήιος Ὑρκανὸν μὲν οὐδεμίαν ἀξιόχρεων ἰσχὺν ἔχοντα ἀμαχεὶ εὐθὺς προσέθετο, Ἀρι‐ στόβουλον δὲ ἐς χωρίον τι κατακλείσας ὁμολογῆσαί οἱ ἠνάγκασε, καὶ ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον παρεδίδου, ἔδησεν
5αὐτόν. κἀκ τούτου τοὺς μὲν ἄλλους ῥᾷον προσεποιήσατο, τὰ δὲ

37

.

16

.

1

Ἱεροσόλυμα πολιορκῶν πράγματα ἔσχε. τὴν μὲν γὰρ ἄλλην πόλιν, ἐσδεξαμένων αὐτὸν τῶν τὰ τοῦ Ὑρκανοῦ φρονούντων, ἀπραγμόνως ἔλαβεν, αὐτὸ δὲ τὸ ἱερὸν προκατασχόντων τῶν ἑτέρων οὐκ ἀπόνως

37

.

16

.

2

εἷλεν· ἐπί τε γὰρ μετεώρου ἦν καὶ περιβόλῳ ἰδίῳ ὠχύρωτο. καὶ εἴ γε ἐν πάσαις ταῖς ἡμέραις ὁμοίως ἠμύνοντο, οὐκ ἂν αὐτὸ ἐχει‐ ρώσατο· νῦν δὲ τὰς τοῦ Κρόνου δὴ ὠνομασμένας διαλείποντες, καὶ οὐδὲν τὸ παράπαν ἐν αὐταῖς δρῶντες, παρέδωκαν τοῖς Ῥω‐

37

.

16

.

3

μαίοις καιρὸν ἐν τῷ διακένῳ τούτῳ τὸ τεῖχος διασεῖσαι. μαθόντες γὰρ τὴν πτόησιν αὐτῶν ταύτην τὸν μὲν ἄλλον χρόνον οὐδὲν σπουδῇ ἔπραττον, ταῖς δὲ δὴ ἡμέραις ἐκείναις, ὁπότε ἐκ τῆς περιτροπῆς

37

.

16

.

4

ἐπέλθοιεν, ἐντονώτατά οἱ προσέβαλλον. καὶ οὕτως ἑάλωσάν τε ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ μηδ’ ἀμυνόμενοι, καὶ πάντα τὰ χρήματα διηρπάσθη. ἥ τε βασιλεία τῷ Ὑρκανῷ ἐδόθη, καὶ ὁ Ἀριστόβουλος ἀνηνέχθη.

37

.

16

.

5

ταῦτα μὲν τότε ἐν τῇ Παλαιστίνῃ ἐγένετο· οὕτω γὰρ τὸ σύμ‐ παν ἔθνος, ὅσον ἀπὸ τῆς Φοινίκης μέχρι τῆς Αἰγύπτου παρὰ τὴν θάλασσαν τὴν ἔσω παρήκει, ἀπὸ παλαιοῦ κέκληται. ἔχουσι δὲ καὶ ἕτερον ὄνομα ἐπίκτητον· ἥ τε γὰρ χώρα Ἰουδαία καὶ αὐτοὶ Ἰου‐

37

.

17

.

1

δαῖοι ὠνομάδαται· ἡ δὲ ἐπίκλησις αὕτη ἐκείνοις μὲν οὐκ οἶδ’ ὅθεν ἤρξατο γενέσθαι, φέρει δὲ καὶ ἐπὶ τοὺς ἄλλους ἀνθρώπους ὅσοι τὰ νόμιμα αὐτῶν, καίπερ ἀλλοεθνεῖς ὄντες, ζηλοῦσι. καὶ ἔστι καὶ παρὰ τοῖς Ῥωμαίοις τὸ γένος τοῦτο, κολουσθὲν 〈μὲν〉 πολλάκις, αὐ‐
5ξηθὲν δὲ ἐπὶ πλεῖστον, ὥστε καὶ ἐς παρρησίαν τῆς νομίσεως ἐκνι‐

37

.

17

.

2

κῆσαι. κεχωρίδαται δὲ ἀπὸ τῶν λοιπῶν ἀνθρώπων ἔς τε τἆλλα τὰ περὶ τὴν δίαιταν πάνθ’ ὡς εἰπεῖν, καὶ μάλισθ’ ὅτι τῶν μὲν ἄλ‐ λων θεῶν οὐδένα τιμῶσιν, ἕνα δέ τινα ἰσχυρῶς σέβουσιν. οὐδ’ ἄγαλμα οὐδὲν 〈οὐδ’〉 ἐν αὐτοῖς ποτε τοῖς Ἱεροσολύμοις ἔσχον, ἄρρη‐
5τον δὲ δὴ καὶ ἀειδῆ αὐτὸν νομίζοντες εἶναι περισσότατα ἀνθρώπων

37

.

17

.

3

θρησκεύουσι. καὶ αὐτῷ νεών τε μέγιστον καὶ περικαλλέστατον, πλὴν καθ’ ὅσον ἀχανής τε καὶ ἀνώροφος ἦν, ἐξεποίησαν, καὶ τὴν ἡμέ‐ ραν τὴν τοῦ Κρόνου καλουμένην ἀνέθεσαν, καὶ ἄλλα τε ἐν αὐτῇ ἰδιαίτατα πολλὰ [ἃ] ποιοῦσι, καὶ ἔργου οὐδενὸς σπουδαίου προσ‐
5άπτονται.

37

.

17

.

4

καὶ τὰ μὲν κατ’ ἐκεῖνον, τίς τε ἔστι καὶ ὅθεν οὕτως ἐτιμήθη, ὅπως τε περὶ αὐτὸν ἐπτόηνται, πολλοῖς τε εἴρηται καὶ οὐδὲν τῇδε

37

.

18

.

1

τῇ ἱστορίᾳ προσήκει· τὸ δὲ δὴ ἐς τοὺς ἀστέρας τοὺς ἑπτὰ τοὺς πλάνητας ὠνομασμένους τὰς ἡμέρας ἀνακεῖσθαι κατέστη μὲν ὑπ’ Αἰγυπτίων, πάρεστι δὲ καὶ ἐπὶ πάντας ἀνθρώπους, οὐ πάλαι ποτὲ ὡς λόγῳ εἰπεῖν ἀρξάμενον· οἱ γοῦν ἀρχαῖοι Ἕλληνες οὐδαμῇ αὐτό,

37

.

18

.

2

ὅσα γε ἐμὲ εἰδέναι, ἠπίσταντο. ἀλλ’ ἐπειδὴ καὶ πάνυ νῦν τοῖς τε ἄλλοις ἅπασι καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπιχωριάζει, καὶ ἤδη καὶ τοῦτό σφισι πάτριον τρόπον τινά ἐστι, βραχύ τι περὶ αὐτοῦ δια‐ λεχθῆναι βούλομαι, πῶς τε καὶ τίνα τρόπον οὕτω τέτακται. ἤκουσα
5δὲ δύο λόγους, ἄλλως μὲν οὐ χαλεποὺς γνωσθῆναι, θεωρίας 〈δέ〉 τι‐

37

.

18

.

3

νος ἐχομένους. εἰ γάρ τις τὴν ἁρμονίαν τὴν διὰ τεσσάρων καλου‐ μένην, ἥπερ που καὶ τὸ κῦρος τῆς μουσικῆς συνέχειν πεπίστευται, καὶ ἐπὶ τοὺς ἀστέρας τούτους, ὑφ’ ὧν ὁ πᾶς τοῦ οὐρανοῦ κόσμος διείληπται, κατὰ τὴν τάξιν καθ’ ἣν ἕκαστος αὐτῶν περιπορεύεται
5ἐπαγάγοι, καὶ ἀρξάμενος ἀπὸ τῆς ἔξω περιφορᾶς τῆς τῷ Κρόνῳ

37

.

18

.

4

δεδομένης, ἔπειτα διαλιπὼν δύο τὰς ἐχομένας τὸν τῆς τετάρτης δεσπότην ὀνομάσειε, καὶ μετ’ αὐτὸν δύο αὖ ἑτέρας ὑπερβὰς ἐπὶ τὴν ἑβδόμην ἀφίκοιτο, κἀν τῷ αὐτῷ τούτῳ τρόπῳ αὐτάς τε ἐπιὼν καὶ τοὺς ἐφόρους σφῶν θεοὺς ἀνακυκλῶν ἐπιλέγοι ταῖς ἡμέραις,
5εὑρήσει πάσας αὐτὰς μουσικῶς πως τῇ τοῦ οὐρανοῦ διακοσμήσει

37

.

19

.

1

προσηκούσας. εἷς μὲν δὴ οὗτος λέγεται λόγος, ἕτερος δὲ ὅδε. τὰς ὥρας τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπὸ τῆς πρώτης ἀρξάμενος ἀρι‐ θμεῖν, καὶ ἐκείνην μὲν τῷ Κρόνῳ διδούς, τὴν δὲ ἔπειτα τῷ Διὶ καὶ τρίτην Ἄρει, τετάρτην ἡλίῳ, πέμπτην Ἀφροδίτῃ, ἕκτην Ἑρμῇ

37

.

19

.

2

καὶ ἑβδόμην σελήνῃ, κατὰ τὴν τάξιν τῶν κύκλων καθ’ ἣν οἱ Αἰ‐ γύπτιοι αὐτὴν νομίζουσι, καὶ τοῦτο καὶ αὖθις ποιήσας, πάσας τε οὕτω τὰς τέσσαρας καὶ εἴκοσιν ὥρας περιελθών, εὑρήσεις τὴν

37

.

19

.

3

πρώτην τῆς ἐπιούσης ἡμέρας ὥραν ἐς τὸν ἥλιον ἀφικνουμένην. καὶ τοῦτο καὶ ἐπ’ ἐκείνων τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν κατὰ τὸν αὐτὸν τοῖς πρόσθε λόγον πράξας, τῇ σελήνῃ τὴν πρώτην τῆς τρί‐ της ἡμέρας ὥραν ἀναθήσεις, κἂν οὕτω καὶ διὰ τῶν λοιπῶν πορεύῃ,
5τὸν προσήκοντα ἑαυτῇ θεὸν ἑκάστη ἡμέρα λήψεται.

37

.

20

.

1

ταῦτα μὲν οὕτω παραδέδοται· Πομπήιος δὲ ἐπειδὴ καὶ ἐκεῖνα κατέπραξεν, πρός τε τὸν Πόντον αὖθις ἦλθε, καὶ παραλαβὼν τὰ τείχη ἔς τε τὴν Ἀσίαν κἀντεῦθεν ἐς τὴν Ἑλλάδα τήν τε Ἰταλίαν

37

.

20

.

2

ἐκομίσθη. πολλὰς μὲν δὴ οὖν μάχας ἐνίκησε, πολλοὺς δὲ καὶ δυ‐ νάστας καὶ βασιλέας τοὺς μὲν προσεπολεμώσατο τοὺς δὲ καὶ ὁμο‐ λογίᾳ προσεποιήσατο, πόλεις τε ὀκτὼ ἀπῴκισε, καὶ χώρας προσ‐ όδους τε συχνὰς τοῖς Ῥωμαίοις ἀπέδειξε, τά τε πλείω ἔθνη τῶν ἐν
5τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τότε αὐτοῖς ὄντων νόμοις τε ἰδίοις καὶ πολι‐ τείαις κατεστήσατο καὶ διεκόσμησεν, ὥστε καὶ δεῦρο αὐτοὺς τοῖς

37

.

20

.

3

ὑπ’ ἐκείνου νομισθεῖσι χρῆσθαι. ἀλλὰ ταῦτα μέν, καίπερ μεγάλα τε ὄντα καὶ μηδενὶ τῶν πρόσθε Ῥωμαίων πραχθέντα, καὶ τῇ τύχῃ καὶ τοῖς συστρατευσαμένοις οἱ ἀναθείη ἄν τις· ὃ δὲ δὴ μάλιστα αὐτοῦ τε τοῦ Πομπηίου ἔργον ἐγένετο καὶ θαυμάσαι διὰ πάντων

37

.

20

.

4

ἄξιόν ἐστι, τοῦτο νῦν ἤδη φράσω. πλείστην μὲν γὰρ ἰσχὺν καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ ἔχων, πλεῖστα δὲ χρήματα ἐκ τῶν αἰχμα‐
λώτων πεπορισμένος, δυνάσταις τε καὶ βασιλεῦσι συχνοῖς ᾠκειωμένος, τούς τε δήμους ὧν ἦρξε πάντας ὡς εἰπεῖν δι’ εὐνοίας εὐεργεσίαις κε‐

37

.

20

.

5

κτημένος, δυνηθείς τ’ ἂν δι’ αὐτῶν τήν τε Ἰταλίαν κατασχεῖν καὶ τὸ τῶν Ῥωμαίων κράτος πᾶν περιποιήσασθαι, τῶν μὲν πλείστων ἐθελοντὶ ἂν αὐτὸν δεξαμένων, εἰ δὲ καὶ ἀντέστησάν τινες, ἀλλ’ ὑπ’ ἀσθενείας γε πάντως ἂν ὁμολογησάντων, οὐκ ἠβουλήθη τοῦτο ποι‐

37

.

20

.

6

ῆσαι, ἀλλ’ εὐθύς, ἐπειδὴ τάχιστα ἐς [τε] τὸ Βρεντέσιον ἐπεραιώθη, τὰς δυνάμεις πάσας αὐτεπάγγελτος, μήτε τῆς βουλῆς μήτε τοῦ δήμου ψηφισαμένου τι περὶ αὐτῶν, ἀφῆκεν, οὐδὲν οὐδὲ τοῦ ἐς τὰ νικη‐ τήρια αὐταῖς χρήσασθαι φροντίσας. ἐπειδὴ 〈γὰρ〉 τά τε τοῦ Μα‐
5ρίου καὶ τὰ τοῦ Σύλλου ἐν μίσει τοῖς ἀνθρώποις ἠπίστατο ὄντα, οὐκ ἠθέλησε φόβον τινὰ αὐτοῖς οὐδ’ ἐπ’ ὀλίγας ἡμέρας, ὅτι 〈τι〉

37

.

21

.

1

τῶν ὁμοίων πείσονται, παρασχεῖν. οὔκουν οὐδ’ ὄνομα οὐδέν, καίτοι πολλὰ ἀπὸ τῶν κατειργασμένων λαβεῖν ἂν δυνηθείς, προσεκτήσατο. τὰ μὲν γὰρ ἐπινίκια, λέγω δὴ τὰ μείζω νομιζόμενα, καίπερ οὐχ ὅσιον ὂν ἔκ γε τῶν πάνυ πατρίων ἄνευ τῶν συννικησάντων τινὶ

37

.

21

.

2

πεμφθῆναι, ὅμως ψηφισθέντα ἐδέξατο. καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ’ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον

37

.

21

.

3

ὅτι τῆς οἰκουμένης ἐστίν. οὐ μέντοι καὶ ἐπωνυμίαν τινὰ προσεπέ‐ θετο, ἀλλὰ καὶ μόνῃ τῇ τοῦ Μάγνου, ἥνπερ που καὶ πρὸ ἐκείνων τῶν ἔργων ἐκέκτητο, ἠρκέσθη. οὐ μὴν οὐδ’ ἄλλην τινὰ τιμὴν ὑπέρ‐ ογκον λαβεῖν διεπράξατο, ἢ τοῖς γε ψηφισθεῖσιν ἀπόντι οἱ πλὴν

37

.

21

.

4

ἅπαξ ἐχρήσατο. ἦν δὲ ταῦτα δαφνηφορεῖν τε αὐτὸν κατὰ πάσας ἀεὶ τὰς πανηγύρεις, καὶ τὴν στολὴν τὴν μὲν ἀρχικὴν ἐν πάσαις αὐ‐ ταῖς, τὴν δὲ ἐπινίκιον ἐν τοῖς τῶν ἵππων ἀγῶσιν ἐνδύνειν. ταῦτα γὰρ αὐτῷ, συμπράσσοντος ἐς αὐτὰ τὰ μάλιστα τοῦ Καίσαρος, καὶ

37

.

22

.

1

παρὰ τὴν τοῦ Κάτωνος τοῦ Μάρκου γνώμην ἐδόθη. καὶ περὶ μὲν ἐκείνου, ὅστις τε ἦν καὶ ὅτι τοὺς πολλοὺς ἐθεράπευε, τόν τε Πομ‐ πήιον ἄλλως μὲν καθῄρει, δι’ ὧν δὲ δὴ τῷ τε ὁμίλῳ χαριεῖσθαι καὶ
αὐτὸς ἰσχύσειν ἔμελλε προσεποιεῖτο, προείρηται· ὁ δὲ δὴ Κάτων
5οὗτος ἦν ἐκ τοῦ τῶν Πορκίων γένους καὶ τὸν Κάτωνα τὸν πάνυ

37

.

22

.

2

ἐζήλου, πλὴν καθ’ ὅσον παιδείᾳ Ἑλληνικῇ μᾶλλον αὐτοῦ ἐκέχρητο. ἤσκει δὲ τὰ τοῦ πλήθους ἀκριβῶς, καὶ ἕνα μὲν ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν

37

.

22

.

3

ἐλέῳ τῆς ἀσθενείας ἐφίλει. καὶ δήμου ἐραστής τε ὡς οὐδεὶς ἄλλος ἐγίγνετο, καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. καὶ ταῦτα μέντοι πάντα οὔτε πρὸς ἰσχὺν οὔτε πρὸς δό‐ ξαν ἢ τιμήν τινα, ἀλλ’ αὐτῆς ἕνεκα τῆς τε αὐτονόμου καὶ τῆς ἀτυ‐

37

.

22

.

4

ραννεύτου διαίτης ἔπραττε. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὸ κοι‐ νὸν τότε πρῶτον παρῆλθε καὶ πρὸς τὰ ψηφιζόμενα, καίπερ μηδε‐ μίαν τῷ Πομπηίῳ ἔχθραν ἔχων, ἀλλ’ ὅτι γε ἔξω τῶν πατρίων ἦν, ἀντεῖπεν.

37

.

23

.

1

ἀπόντι μὲν δὴ οὖν αὐτῷ ταῦτ’ ἔδοσαν, ἐλθόντι δὲ οὐδέν, πάν‐ τως ἄν που καὶ ἕτερα προσθέντες, εἴπερ ἠθελήκει· ἄλλοις γοῦν τισιν ἐν ἐλάττονι αὐτοῦ κράτει γενομένοις πολλὰ καὶ ὑπέρογκα πολ‐ λάκις ἔνειμαν. καὶ ὅτι γε καὶ ἐκεῖνα ἄκοντες ἔπραξαν, δῆλόν ἐστιν.

37

.

23

.

2

ὁ οὖν Πομπήιος εὖ εἰδὼς ὅτι πάνθ’ ὅσα ἐν ταῖς δυναστείαις τοῖς ἰσχύουσί τι παρὰ τῶν πολλῶν γίγνεται, τήν τε ὑπόνοιαν, κἂν τὰ μάλιστα ἐθελούσιοί τι ψηφίσωνται, ὡς καὶ κατὰ βίαν ἐκ τῆς τῶν κρατούντων παρασκευῆς διδόμενα ἔχει, καὶ δόξαν οὐδεμίαν τοῖς
5λαβοῦσιν αὐτά, ὡς καὶ μὴ παρ’ ἑκόντων ἀλλὰ ἀναγκασθέντων, μηδ’ ἀπ’ εὐνοίας ἀλλ’ ἐκ κολακείας ὑπάρξαντά σφισι φέρει, οὐκ ἐπέ‐

37

.

23

.

3

τρεψεν ἀρχὴν οὐδενὶ οὐδὲν ἐσηγήσασθαι. καὶ πολύ γε τοῦτο βέλ‐ τιον εἶναι ἔλεγεν ἢ ψηφισθέντα μὴ προσίεσθαι· ἐν μὲν γὰρ τῷ μῖσός τε ἐπὶ τῇ δυναστείᾳ ὑφ’ ἧς ἐγιγνώσκετο, καὶ ὑπερηφανίαν καὶ ὕβριν τῷ μὴ δέχεσθαι τὰ διδόμενα παρὰ τῶν κρειττόνων δῆ‐
5θεν ἢ πάντως γε τῶν ὁμοίων ἐνεῖναι, ἐν δὲ τῷ ἑτέρῳ τὸ δημοτι‐ κὸν ὄντως καὶ ὄνομα καὶ ἔργον οὐκ ἀπ’ ἐνδείξεως ἀλλ’ ἐξ ἀληθείας

37

.

23

.

4

ὑπάρχειν. τὰς γάρ τοι ἀρχὰς καὶ τὰς ἡγεμονίας ἔξω τῶν πατρίων ὀλίγου πάσας λαβών, τὰ γοῦν ἄλλα τοιαῦτα, ἐξ ὧν μήτε ὠφελῶν τινα μήτε ὠφελούμενος φθόνον ἄλλως καὶ μῖσος καὶ πρὸς αὐτῶν τῶν διδόντων αὐτὰ σχήσειν ἔμελλεν, οὐκ ἐδέχετο.

37

.

24

.

1

καὶ ταῦτα μὲν ἀνὰ χρόνον ἐγένετο, τότε δὲ οἱ Ῥωμαῖοι πολέμων ἀνάπαυσιν τὸν λοιπὸν τοῦ ἔτους χρόνον ἔσχον, ὥστε καὶ τὸ οἰώ‐
νισμα τὸ τῆς ὑγιείας ὠνομασμένον διὰ πάνυ πολλοῦ ποιῆσαι. τοῦτο δὲ δὴ μαντείας τις τρόπος ἐστί, πύστιν τινὰ ἔχων εἰ ἐπιτρέπει
5σφίσιν ὁ θεὸς ὑγίειαν τῷ δήμῳ αἰτῆσαι, ὡς οὐχ ὅσιον 〈ὂν〉 οὐδὲ

37

.

24

.

2

αἴτησιν αὐτῆς, πρὶν συγχωρηθῆναι, γενέσθαι. καὶ ἐτελεῖτο κατ’ ἔτος ἡμέρᾳ, ἐν ᾗ μηδὲν στρατόπεδον μήτε ἐπὶ πόλεμον ἐξῄει μήτ’ ἀντι‐ παρετάττετό τισι μήτε ἐμάχετο. καὶ διὰ τοῦτο ἐν τοῖς συνεχέσι κινδύνοις, καὶ μάλιστα τοῖς ἐμφυλίοις, οὐκ ἐποιεῖτο· ἄλλως τε γὰρ
5παγχάλεπόν σφισιν ἦν καθαρὰν ἀπὸ πάντων αὐτῶν ἡμέραν ἀκρι‐

37

.

24

.

3

βῶς τηρῆσαι, καὶ προσέτι καὶ ἀτοπώτατον, κακὰ αὐτοὺς ἐν ταῖς στάσεσιν ἑκουσίους ἀμύθητα ἀλλήλοις παρέχοντας, καὶ μέλλοντας, ἄν τε ἡττηθῶσιν ἄν τε καὶ νικήσωσι, κακοῦσθαι, ἔπειτα σωτηρίαν

37

.

25

.

1

παρὰ τοῦ θείου προσαιτεῖν. ἀμέλει καὶ τότε ἠδυνήθη μέν πως τὸ οἰώνισμα ἐκεῖνο ποιηθῆναι, οὐ μέντοι καὶ καθαρὸν ἐγένετο. ἔξεδροι γάρ τινες ὄρνιθες ἐπέπταντο, καὶ διὰ τοῦτ’ ἀνεμαντεύσαντο. καὶ

37

.

25

.

2

ἄλλα τε αὐτοῖς σημεῖα οὐκ αἴσια συνηνέχθη· κεραυνοί τε γὰρ ἐν αἰθρίᾳ πολλοὶ ἔπεσον, καὶ ἡ γῆ ἰσχυρῶς ἐσείσθη, εἴδωλά τε πολ‐ λαχόθι ἀνθρώπων ἐφαντάσθη, καὶ λαμπάδες ἀνεκὰς ἐς τὸν οὐρα‐ νὸν ἀπὸ τῶν δυσμῶν ἀνέδραμον, ὥστε πάντα τινὰ καὶ ἰδιώτην τὰ

37

.

25

.

3

σημαινόμενα ἀπ’ αὐτῶν προγνῶναι. οἱ γὰρ δήμαρχοι τὸν Ἀντώ‐ νιον τὸν ὕπατον ὁμοιοτροπώτατόν σφισιν ὄντα προσλαβόντες, ὁ μέν τις τοὺς παῖδας τῶν ὑπὸ τοῦ Σύλλου ἐκπεσόντων πρὸς τὰς ἀρ‐ χὰς ἦγεν, ὁ δὲ τῷ τε Παίτῳ τῷ Πουπλίῳ καὶ τῷ Σύλλᾳ τῷ Κορ‐
5νηλίῳ τῷ μετ’ αὐτοῦ ἁλόντι τό τε βουλεύειν καὶ τὸ ἄρχειν ἐξεῖναι

37

.

25

.

4

ἐδίδου. ἄλλος χρεῶν ἀποκοπάς, ἄλλος κληρουχίας καὶ ἐν τῇ Ἰτα‐ λίᾳ καὶ ἐν τῷ ὑπηκόῳ γενέσθαι ἐσηγεῖτο. καὶ ταῦτα μὲν πρός τε τοῦ Κικέρωνος καὶ πρὸς τῶν ἄλλων τῶν ὁμογνωμονούντων οἱ προκαταληφθέντα, πρὶν ἔργον τι ἀπ’ αὐ‐

37

.

26

.

1

τῶν συμβῆναι, ἐπαύθη· Τίτος δὲ δὴ Λαβιῆνος Γάιον Ῥαβίριον ἐπὶ τῷ τοῦ Σατουρνίνου φόνῳ γραψάμενος πλεῖστόν σφισι τάραχον παρέσχεν. ὅ τε γὰρ Σατουρνῖνος πρὸ ἕξ που καὶ τριάκοντα ἐτῶν ἐτεθνήκει, καὶ τὰ κατὰ τὸν πόλεμον τὸν πρὸς αὐτὸν οἱ ὕπατοι τότε
5παρὰ τῆς βουλῆς προσετετάχατο, ὥστε ἡ γερουσία ἄκυρος ἐκ τοῦ

37

.

26

.

2

δικαστηρίου ἐκείνου τῶν ψηφισμάτων ἐγίγνετο. κἀκ τούτου πᾶς ὁ κόσμος τῆς πολιτείας ἐταράττετο. ὁ μὲν γὰρ Ῥαβίριος οὐδ’ ὡμο‐ λόγει τὸν φόνον, ἀλλ’ ἄπαρνος ἦν· οἱ δὲ δήμαρχοι τήν τε ἰσχὺν
καὶ τὴν ἀξίωσιν τῆς βουλῆς καταλῦσαι παντελῶς ἐσπούδαζον, καὶ
5ἐξουσίαν ἑαυτοῖς τοῦ πάνθ’ ὅσα βούλοιντο ποιεῖν προπαρεσκεύαζον·

37

.

26

.

3

διὰ γὰρ δὴ τοῦ τά τε τῷ συνεδρίῳ δόξαντα καὶ τὰ πρὸ τοσούτων ἐτῶν πραχθέντα εὐθύνεσθαι τοῖς τέ τι τῶν ὁμοίων ἐπιχειροῦσι ἄδεια ἐδίδοτο καὶ αἱ τιμωρίαι αὐτῶν ἐκολούοντο. ἡ οὖν γερουσία δεινὸν μὲν καὶ ἄλλως ἐνόμιζεν εἶναι [καὶ] ἄνδρα βουλευτὴν μήτ’ ἀδι‐
5κοῦντά τι καὶ ἐς γῆρας ἤδη προεληλυθότα ἀπολεῖσθαι, πολλῷ δὲ δὴ μᾶλλον ἠγανάκτει ὅτι τό τε πρόσχημα τῆς πολιτείας διεβάλλετο

37

.

27

.

1

καὶ τὰ πράγματα τοῖς φαυλοτάτοις ἐπετρέπετο. σπουδαί τε οὖν ταραχώδεις καὶ φιλονεικίαι ἀφ’ ἑκατέρων περί τε τοῦ δικαστηρίου, τῶν μὲν ὅπως μὴ συναχθῇ, τῶν δὲ ἵνα καθιζήσῃ δικαιούντων, καὶ ἐπειδὴ τοῦτο διά τε τὸν Καίσαρα καὶ δι’ ἄλλους τινὰς ἐνίκησε,

37

.

27

.

2

περί γε τῆς κρίσεως αὖθις συνέβησαν. καὶ ἦν γὰρ αὐτὸς ἐκεῖνος καὶ μετὰ τοῦ Καίσαρος τοῦ Λουκίου δικάζων (οὐ γὰρ ἁπλῶς, ἀλλὰ τὸ δὴ λεγόμενον περδουελλίωνος ὁ Ῥαβίριος ἐκρίθη), κατεψηφί‐ σαντο αὐτοῦ, καίτοι μὴ πρὸς τοῦ δήμου κατὰ τὰ πάτρια, ἀλλὰ

37

.

27

.

3

πρὸς αὐτοῦ τοῦ στρατηγοῦ οὐκ ἐξὸν αἱρεθέντες. καὶ ἐφῆκε μὲν ὁ Ῥαβίριος, πάντως δ’ ἂν καὶ παρὰ τῷ δήμῳ ἑάλω, εἰ μὴ ὁ Μέτελ‐ λος ὁ Κέλερ οἰωνιστής τε ὢν καὶ στρατηγῶν ἐνεπόδισεν· ἐπειδὴ γὰρ οὔτε ἄλλως ἐπείθοντό οἱ, οὔθ’ ὅτι παρὰ τὰ νενομισμένα ἡ
5κρίσις ἐγεγόνει ἐνεθυμοῦντο, ἀνέδραμεν ἐς τὸ Ἰανίκουλον πρὶν καὶ ὁτιοῦν σφας ψηφίσασθαι, καὶ τὸ σημεῖον τὸ στρατιωτικὸν κατέ‐ σπασεν, ὥστε μηδὲν ἔτ’ αὐτοῖς ἐξεῖναι διαγνῶναι.

37

.

28

.

1

τοῦτο δέ, τὸ κατὰ τὸ σημεῖον, τοιόνδε τί ἐστι. πολλῶν τὸ ἀρχαῖον πολεμίων τῇ πόλει προσοικούντων, φοβούμενοι μή ποτε ἐκκλησιαζόντων σφῶν κατὰ τοὺς λόχους ἐπίθωνταί τινες τῇ πόλει τὸ Ἰανίκουλον καταλαβόντες, ἐνόμισαν μὴ πάντες ἅμα ψηφίζεσθαι,
5ἀλλά τινας ἀεὶ ἐνόπλους τὸ χωρίον ἐκεῖνο ἐκ διαδοχῆς φυλάττειν.

37

.

28

.

2

καὶ αὐτό, ἕως μὲν ἡ ἐκκλησία ἦν, ἐφρούρουν, ὁπότε δὲ διαλυθή‐ σεσθαι ἔμελλε, τό τε σημεῖον καθῃρεῖτο καὶ οἱ φύλακες ἀπηλλάσ‐ σοντο· οὐ γὰρ ἐξῆν μὴ φρουρουμένου τοῦ χωρίου ἐκείνου οὐδὲν ἔτι

37

.

28

.

3

χρηματισθῆναι. τοῦτο δὲ ἐν μόναις ταῖς κατὰ τοὺς λόχους ἀθροι‐ ζομέναις ἐκκλησίαις ἐγίγνετο, ὅτι τε ἔξω τοῦ τείχους, καὶ ὅτι πάν‐ τες οἱ τὰ ὅπλα ἔχοντες ἀνάγκην εἶχον ἐς αὐτὰς συνιέναι· καὶ ἔτι [τε] καὶ νῦν ὁσίας ἕνεκα ποιεῖται.

37

.

28

.

4

οὕτω μὲν δὴ τότε ἥ τε ἐκκλησία καθαιρεθέντος τοῦ σημείου διελύθη καὶ ὁ Ῥαβίριος ἐσώθη· ἐξῆν μὲν γὰρ τῷ Λαβιήνῳ καὶ

37

.

29

.

1

αὖθις δικάσασθαι, οὐ μέντοι καὶ ἐποίησεν αὐτό· ὁ δὲ δὴ Κατιλί‐ νας ὧδέ τε καὶ διὰ τάδε ἀπώλετο. ἔδοξε τῇ βουλῇ, τήν τε ὑπα‐ τείαν καὶ τότε αἰτήσαντος 〈αὐτοῦ〉, καὶ πᾶν ὁτιδήποτε ἐνεδέχετο ὅπως ἀποδειχθῇ μηχανωμένου, δέκα ἐτῶν φυγήν, τοῦ Κικέρωνος ἐς τὰ μά‐
5λιστα ἐνάγοντος, τοῖς ἐπιτιμίοις τοῖς ἐπὶ τῷ δεκασμῷ τεταγμένοις

37

.

29

.

2

προσνομοθετῆσαι. τοῦτ’ οὖν καὶ ἐκεῖνος δι’ ἑαυτόν, ὅπερ που καὶ ἀληθὲς ἦν, ἐγνῶσθαι νομίσας ἐπεχείρησε μέν, χεῖρά τινα παρασκευά‐ σας, τὸν Κικέρωνα καὶ ἄλλους τινὰς τῶν πρώτων ἐν αὐταῖς ταῖς ἀρχαιρεσίαις, ἵν’ ὕπατος εὐθὺς χειροτονηθῇ, φονεῦσαι, οὐκ ἠδυ‐

37

.

29

.

3

νήθη δέ. ὁ γὰρ Κικέρων προμαθὼν τὸ ἐπιβούλευμα τῇ τε γερου‐ σίᾳ ἐμήνυσεν αὐτὸ καὶ κατηγορίαν αὐτοῦ πολλὴν ἐποιήσατο· ἐπειδή τε οὐκ ἔπεισέ σφας ψηφίσασθαί τι ὧν ἠξίου (οὔτε γὰρ πιθανὰ ἐξηγγελκέναι καὶ διὰ τὴν ἑαυτοῦ ἔχθραν καταψεύδεσθαι τῶν ἀν‐
5δρῶν ὑπωπτεύθη), ἐφοβήθη ἅτε καὶ προσπαρωξυγκὼς τὸν Κατι‐

37

.

29

.

4

λίναν, καὶ οὐκ ἐτόλμησεν ἁπλῶς ἐς τὴν ἐκκλησίαν ἐσελθεῖν ὥσπερ εἰώθει, ἀλλὰ τούς τε ἐπιτηδείους συνεπηγάγετο παρεσκευασμένους ἀμῦναί οἱ εἴ τι δεινὸν γένοιτο, καὶ θώρακα τῆς τε ἑαυτοῦ ἀσφα‐ λείας καὶ τῆς ἐκείνων διαβολῆς ἕνεκα, ὑπὸ μὲν τὴν ἐσθῆτα, παρα‐

37

.

29

.

5

φαίνων δ’ αὐτὸν ἐξεπίτηδες, ἐνεδύσατο. ἔκ τε οὖν τούτου, καὶ ὅτι καὶ ἄλλως φήμη τις ἐγένετο ὅτι ἐπιβουλεύεται, ὅ τε δῆμος δεινῶς ἠγανάκτησε καὶ οἱ συνομωμοκότες τῷ Κατιλίνᾳ φοβηθέντες αὐτὸν

37

.

30

.

1

ἡσύχασαν. καὶ οὕτως ὕπατοί τε ἕτεροι ᾑρέθησαν, καὶ ἐκεῖνος οὐκ‐ έτι λάθρᾳ, οὐδὲ ἐπὶ τὸν Κικέρωνα τούς τε σὺν αὐτῷ μόνους, ἀλλὰ

37

.

30

.

2

καὶ ἐπὶ πᾶν τὸ κοινὸν τὴν ἐπιβουλὴν συνίστη. ἐκ γὰρ τῆς Ῥώμης αὐτῆς τούς τε κακίστους καὶ καινῶν ἀεί ποτε πραγμάτων ἐπιθυ‐ μητάς, κἀκ τῶν συμμάχων ὡς ὅτι πλείστους, χρεῶν τε [καὶ] ἀπο‐ κοπὰς καὶ γῆς ἀναδασμούς, ἄλλα τε ἐξ ὧν μάλιστα δελεάσειν αὐ‐

37

.

30

.

3

τοὺς ἤμελλεν, ὑπισχνούμενός σφισι συνῆγε. καὶ τούς γε πρώτους αὐτῶν 〈καὶ〉 δυνατωτάτους (ἦσαν δὲ ἄλλοι τε καὶ Ἀντώνιος ὁ ὕπα‐
τος) καὶ ἐς ἀθεμίτων ὁρκωμοσιῶν ἀνάγκην προήγαγε· παῖδα γάρ τινα καταθύσας, καὶ ἐπὶ τῶν σπλάγχνων αὐτοῦ τὰ ὅρκια ποιήσας,

37

.

30

.

4

ἔπειτ’ ἐσπλάγχνευσεν αὐτὰ μετὰ τῶν ἄλλων. συνέπραττον δὲ αὐτῷ τὰ μάλιστα τὰ μὲν ἐν τῇ Ῥώμῃ ὅ τε ὕπατος καὶ ὁ Λέντουλος ὁ Πούπλιος ὁ μετὰ τὴν ὑπατείαν ἐκ τῆς γερουσίας ἐκπεσών (ἐστρα‐ τήγει γὰρ ὅπως τὴν βουλείαν ἀναλάβῃ), τὰ δὲ ἐν ταῖς Φαισούλαις,

37

.

30

.

5

ἐς ἃς οἱ στασιῶται αὐτοῦ συνελέγοντο, Γάιός τις Μάλλιος, τῶν τε πολεμικῶν ἐμπειρότατος (μετὰ γὰρ τῶν τοῦ Σύλλου λοχαγῶν ἐστρά‐ τευτο) καὶ πολυδαπανώτατος ὤν· σύμπαντα γοῦν ὅσα τότε ἐκτήσατο, καίπερ πάμπολλα ὄντα, κακῶς καταναλώσας ἑτέρων ἔργων ὁμοίων
5ἐπεθύμει.

37

.

31

.

1

παρασκευαζομένων οὖν ταῦτα αὐτῶν, μηνύεται τῷ Κικέρωνι πρότερα μὲν τὰ ἐν τῷ ἄστει γιγνόμενα διὰ γραμμάτων τινῶν, ἃ τὸν μὲν γράψαντα οὐκ ἐδήλου, τῷ δὲ δὴ Κράσσῳ καὶ ἄλλοις τισὶ τῶν δυνατῶν ἐδόθη, καὶ ἐπ’ αὐτοῖς δόγμα ἐκυρώθη, ταραχήν τε

37

.

31

.

2

εἶναι καὶ ζήτησιν τῶν αἰτίων αὐτῆς γενέσθαι· δεύτερα δὲ τὰ ἀπὸ τῆς Τυρσηνίδος, καὶ προσεψηφίσαντο τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς τε πόλεως καὶ τῶν ὅλων αὐτῆς πραγμάτων, καθάπερ εἰώθεσαν· καὶ γὰρ τούτῳ τῷ δόγματι προσεγράφη τὸ διὰ φροντίδος αὐτοὺς σχεῖν
5ἀφορμήσαντος, τήν τε χώραν αὖθις κατέδραμε καὶ τὸ τεῖχος παρ’ καὶ φρουρᾶς πολλαχόθι καταστάσης τὰ μὲν ἐν τῷ ἄστει οὐκέτ’ ἐνεωτερίσθη, ὥστε καὶ ἐπὶ συκοφαντίᾳ τὸν Κικέρωνα διαβληθῆναι, τὰ δὲ ἐκ τῶν Τυρσηνῶν ἀγγελλόμενα τήν τε αἰτίαν ἐπιστώσατο

37

.

32

.

1

καὶ βίας ἐπ’ αὐτοῖς γραφὴν τῷ Κατιλίνᾳ παρεσκεύασε. καὶ ὃς τὰ μὲν πρῶτα καὶ πάνυ αὐτὴν ἑτοίμως, ὡς καὶ ἀπὸ χρηστοῦ τοῦ συνει‐ δότος, ἐδέξατο, καὶ πρός τε τὴν δίκην δῆθεν ἡτοιμάζετο, καὶ τῷ Κικέρωνι αὐτῷ τηρεῖν ἑαυτόν, ὅπως δὴ μὴ φύγῃ που, παρεδίδου.

37

.

32

.

2

μὴ προσδεξαμένου δὲ ἐκείνου τὴν φρουρὰν αὐτοῦ, παρὰ τῷ Μετέλλῳ τῷ στρατηγῷ τὴν δίαιταν ἑκούσιος ἐποιεῖτο, ἵν’ ὡς ἥκιστα ὑπο‐ πτευθῇ νεωτερίζειν τι, μέχρις ἂν καὶ ἐκ τῶν αὐτόθε συνωμοτῶν

37

.

32

.

3

ἰσχυρόν τι προσλάβῃ. ὡς δ’ οὐδέν οἱ προεχώρει (ὅ τε γὰρ Ἀντώ‐ νιος φοβηθεὶς ὑπεστέλλετο καὶ ὁ Λέντουλος ἥκιστα δραστήριος ἦν), προεῖπεν αὐτοῖς νυκτὸς ἐς οἰκίαν τινὰ συλλεγῆναι, καὶ λαθὼν τὸν Μέτελλον ἦλθέ τε πρὸς αὐτοὺς καὶ ἐπετίμησέ σφισιν ἐπί τε

37

.

32

.

4

τῇ ἀτολμίᾳ καὶ ἐπὶ τῇ μαλακίᾳ. κἀκ τούτου διεξελθὼν ὅσα τε
πείσοιντο φωραθέντες καὶ ὅσων τεύξοιντο κατορθώσαντες, οὕτως αὐτοὺς καὶ ἐπέρρωσε καὶ παρώξυνεν ὥσθ’ ὑποσχέσθαι δύο τινὰς ἔς τε τὴν τοῦ Κικέρωνος οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἐσᾴξειν κἀνταῦθα

37

.

33

.

1

αὐτὸν φονεύσειν. ὡς δὲ καὶ τοῦτο προεμηνύθη (ὁ γὰρ Κικέρων πολὺ δυνάμενος, συχνούς τε ἐκ τῶν συνηγορημάτων τοὺς μὲν οἰκειού‐ μενος τοὺς δὲ ἐκφοβῶν, πολλοὺς τοὺς διαγγέλλοντάς οἱ τὰ τοιαῦτα

37

.

33

.

2

ἔσχε), μεταστῆναι ἡ γερουσία τὸν Κατιλίναν ἐψηφίσατο. καὶ ὃς ἀσμένως τε ἐπὶ τῇ προφάσει ταύτῃ ἐξεχώρησε, καὶ πρὸς τὰς Φαι‐ σούλας ἐλθὼν τόν τε πόλεμον ἄντικρυς ἀνείλετο, καὶ τὸ ὄνομα καὶ τὴν σκευὴν τῶν ὑπάτων λαβὼν καὶ τοὺς προσυνειλεγμένους ὑπὸ τοῦ
5Μαλλίου συνεκρότει, κἀν τούτῳ καὶ ἄλλους τινάς, πρῶτον μὲν ἐκ

37

.

33

.

3

τῶν ἐλευθέρων ἔπειτα δὲ καὶ ἐκ τῶν δούλων, προσεποιεῖτο. ὅθεν‐ περ καὶ οἱ Ῥωμαῖοι τήν τε βίαν αὐτοῦ κατεψηφίσαντο, καὶ τὸν Ἀντώνιον ἐς τὸν πόλεμον, ἀγνοοῦντές που τὴν συνωμοσίαν σφῶν, ἔστειλαν, αὐτοί τε τὴν ἐσθῆτα μετέβαλον. καὶ διὰ ταῦτα καὶ ὁ

37

.

33

.

4

Κικέρων κατὰ χώραν ἔμεινεν· εἰλήχει γὰρ τῆς Μακεδονίας ἄρξαι, οὔτε δὲ ἐς ἐκείνην (τῷ γὰρ συνάρχοντι αὐτῆς διὰ τὴν περὶ τὰς δίκας σπουδὴν ἐξέστη) οὔτε ἐς τὴν Γαλατίαν τὴν πλησίον, ἣν ἀντ‐ έλαβε, διὰ τὰ παρόντα ἐξήλασεν, ἀλλ’ αὐτὸς μὲν τὴν πόλιν διὰ
5φυλακῆς ἐποιήσατο, ἐς δὲ τὴν Γαλατίαν τὸν Μέτελλον, ὅπως μὴ καὶ ὁ Κατιλίνας αὐτὴν σφετερίσηται, ἔπεμψε.

37

.

34

.

1

καὶ ἐν καιρῷ γε ἐς τὰ μάλιστα τοῖς Ῥωμαίοις κατέμεινε. πα‐ ρασκευαζομένου γὰρ τοῦ Λεντούλου καταπρῆσαί τέ τινας καὶ σφα‐ γὰς ἐργάσασθαι μετά τε τῶν ἄλλων τῶν συνομωμοκότων καὶ μετὰ Ἀλλοβρίγων, οὓς κατὰ πρεσβείαν παρόντας ἀνέπεισε συμφρονῆσαί

37

.

34

.

2

τε αὐτῷ ... καὶ συλλαβὼν τοὺς ἐπ’ αὐτὴν σταλέντας ἔς τε τὸ βουλευτήριον μετὰ τῶν γραμμάτων ἐσήγαγε, καὶ ἄδειαν αὐτοῖς δοὺς πᾶσαν οὕτω τὴν συνωμοσίαν ἤλεγξε. κἀκ τούτου ὁ Λέντουλος ἀπειπεῖν τὴν στρατηγίαν ὑπὸ τῆς γερουσίας ἀναγκασθεὶς ἐν φρουρᾷ
5μετὰ τῶν ἄλλων τῶν συλληφθέντων ἐγένετο, καὶ οἱ λοιποὶ ἀνεζη‐

37

.

34

.

3

τοῦντο. καὶ ταῦτα καὶ τῷ δήμῳ ὁμοίως ἤρεσε, καὶ μάλιστ’ ἐπειδή,
τοῦ Κικέρωνος δημηγοροῦντός τι περὶ αὐτῶν, τὸ ἄγαλμα τὸ τοῦ Διὸς ἔς τε τὸ Καπιτώλιον παρ’ αὐτὸν τὸν καιρὸν τῆς ἐκκλησίας ἀνιδρύθη, καὶ κατὰ τὴν ὑφήγησιν τῶν μάντεων πρός τε τὰς ἀνα‐

37

.

34

.

4

τολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον ἀνετέθη. ἐπειδὴ γὰρ ἐκεῖνοί τε συνωμοσίαν τινὰ ἐξελεγχθήσεσθαι ἐκ τῆς τοῦ ἀγάλματος στά‐ σεως εἰρήκεσαν, καὶ ἡ ἀνάθεσις αὐτοῦ τοῖς φωραθεῖσι συνέβαινε, τό τε θεῖον ἐμεγάλυνον καὶ τοὺς τὴν αἰτίαν λαβόντας δι’ ὀργῆς
5μᾶλλον ἐποιοῦντο.

37

.

35

.

1

διῆλθε μὲν οὖν λόγος ὅτι καὶ ὁ Κράσσος ἐν αὐτοῖς εἴη, καὶ τοῦτο καὶ τῶν συλληφθέντων τις ἐμήνυσεν, οὐ μέντοι πολλοὶ ἐπί‐ στευσαν· οἱ μὲν γὰρ ἀρχὴν οὐδ’ ἠξίουν τοιοῦτό τι ἐς αὐτὸν ὑπο‐

37

.

35

.

2

πτεύειν, οἱ δὲ καὶ ἐκ τῶν ὑπαιτίων ὑπετόπουν αὐτό, ὅπως βοη‐ θείας τινὸς διὰ τοῦτο παρ’ αὐτοῦ, ὅτι πλεῖστον ἐδύνατο, τύχωσι, λογοποιεῖσθαι. εἰ δ’ οὖν τισι καὶ πιστὸν ἐδόκει εἶναι, ἀλλ’ οὔτι γε ἐδικαίουν ἄνδρα τε ἐν τοῖς πρώτοις σφῶν ὄντα ἀπολέσαι καὶ

37

.

35

.

3

τὴν πόλιν ἐπὶ πλεῖον ἐκταράξαι. ὥστε τοῦτο μὲν παντελῶς διέπεσε· παρασκευαζομένων δὲ δὴ πολλῶν καὶ δούλων καὶ ἐλευθέρων, τῶν μὲν ὑπὸ δέους τῶν δὲ καὶ οἴκτῳ τοῦ τε Λεντούλου καὶ τῶν ἄλλων, ἐξαρπάσαι πάντας αὐτοὺς ὅπως μὴ ἀποθάνωσι, προπυθόμενος
5τοῦθ’ ὁ Κικέρων τό τε Καπιτώλιον καὶ τὴν ἀγορὰν τῆς νυκτὸς

37

.

35

.

4

φρουρᾷ προκατέσχε, καί τινα παρὰ τοῦ δαιμονίου χρηστὴν ἐλπίδα ἅμα τῇ ἕῳ λαβών, ὅτι ἱερῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ ὑπὸ τῶν ἀειπαρ‐ θένων ὑπὲρ τοῦ δήμου ποιηθέντων τὸ πῦρ ἐπὶ μακρότατον παρὰ τὸ εἰκὸς ἤρθη, τὸν μὲν δῆμον τοῖς στρατηγοῖς ὁρκῶσαι ἐς τὸν κα‐
5τάλογον, εἰ δή τις χρεία στρατιωτῶν γένοιτο, ἐκέλευσεν, αὐτὸς δὲ ἐν τούτῳ τὴν βουλὴν ἤθροισε, καί σφας συνταράξας τε καὶ ἐκφο‐

37

.

36

.

1

βήσας ἔπεισε θάνατον τῶν συνειλημμένων καταγνῶναι. ἐγένοντο μὲν γὰρ ἀμφίβολοι, καὶ παρ’ ὀλίγον αὐτοὺς ἀπέλυσαν. ὁ γὰρ Καῖ‐ σαρ, πάντων τῶν πρὸ αὐτοῦ ψηφισαμένων ἀποθανεῖν σφας, γνώ‐ μην ἔδωκε δῆσαί τε αὐτοὺς καὶ ἐς πόλεις ἄλλους ἄλλῃ καταθέσθαι,

37

.

36

.

2

τῶν οὐσιῶν ἐστερημένους, ἐπὶ τῷ μήτε περὶ ἀδείας ἔτι αὐτῶν χρη‐ ματισθῆναί τί ποτε, κἂν διαδρᾷ τις, ἐν πολεμίων μοίρᾳ τὴν πό‐ λιν ἐξ ἧς ἂν φύγῃ εἶναι· καὶ τοῦτο πάντες οἱ μετὰ ταῦτα ἀποφη‐ νάμενοι μέχρι τοῦ Κάτωνος ἐψηφίσαντο, ὥστε καὶ τῶν προτέρων

37

.

36

.

3

τινὰς μεταγνῶναι. ἐπεὶ δὲ οὗτος αὐτός τε τὸν θάνατον αὐτῶν κα‐ τεδίκασε καὶ τοὺς λοιποὺς πάντας ὁμοψήφους ἐποιήσατο, οὕτω δὴ ἐκεῖνοί τε ἐκ τῆς νικώσης ἐκολάσθησαν, καὶ ἐπ’ αὐτοῖς καὶ θυσία καὶ ἱερομηνία ἐψηφίσθη, ὃ μηπώποτε ἐπὶ τοιούτῳ τινὶ ἐγεγόνει·
5καὶ οἱ ἄλλοι οἱ μηνυθέντες ἐζητοῦντο, καί τινες καὶ ἐπὶ τῷ μελ‐

37

.

36

.

4

λῆσαι συμφρονήσειν αὐτοῖς ὑποπτευθέντες εὐθύνοντο. καὶ τὰ μὲν ἄλλα οἱ ὕπατοι διῴκουν, Αὖλον δὲ Φούλουιον ἄνδρα βουλευτὴν αὐ‐ τὸς ὁ πατὴρ ἀπέσφαξεν, οὔτι γε καὶ μόνος, ὥς γέ τισι δοκεῖ, τοῦτ’ ἐν ἰδιωτείᾳ ποιήσας· συχνοὶ γὰρ δὴ καὶ ἄλλοι, οὐχ ὅτι ὕπα‐
5τοι ἀλλὰ καὶ ἰδιῶται, παῖδάς σφων ἀπέκτειναν.

37

.

37

.

1

τότε μὲν δὴ τόδε ἐγένετο, καὶ τὰς αἱρέσεις τῶν ἱερέων, γρά‐ ψαντος μὲν τοῦ Λαβιήνου σπουδάσαντος δὲ τοῦ Καίσαρος, ἐς τὸν δῆμον αὖθις ὁ ὅμιλος παρὰ τὸν τοῦ Σύλλου νόμον ἐπανήγαγεν, ἀνανεωσάμενος τὸν τοῦ Δομιτίου. ὁ γὰρ Καῖσαρ τοῦ Μετέλλου
5τοῦ Εὐσεβοῦς τελευτήσαντος τῆς τε ἱερωσύνης αὐτοῦ, καίτοι καὶ

37

.

37

.

2

νέος καὶ μηδέπω ἐστρατηγηκώς, ἐπεθύμησε. καὶ ἐν τῷ πλήθει τὴν ἐλπίδα αὐτῆς, διά τε τἆλλα καὶ ὅτι τῷ τε Λαβιήνῳ κατὰ τοῦ Ῥαβιρίου συνηγώνιστο καὶ τὸν Λέντουλον ἀποθανεῖν οὐκ ἐψήφιστο, λαβὼν τοῦτό τε ἔπραξε, καὶ ἀρχιέρεως τῶν ποντιφίκων, καίπερ ἄλ‐
5λων τε τῆς τιμῆς πολλῶν καὶ τοῦ Κατούλου μάλιστα ἀντιποιουμέ‐

37

.

37

.

3

νων, ἀπεδείχθη. καὶ γὰρ θεραπεῦσαι καὶ κολακεῦσαι πάντα τινὰ καὶ τῶν τυχόντων ἑτοιμότατος ἐγένετο, καὶ οὔτε λόγου οὔτε ἔργου οὐδενὸς ἐς τὸ κατατυχεῖν ὧν ἐσπούδαζεν ἐξίστατο· οὐδὲ ἔμελέν οἱ τῆς αὐτίκα ταπεινότητος πρὸς τὴν ἐκ τοῦ ἔπειτα ἰσχύν, ἀλλ’ ὧν
5ἐπεχείρει πρωτεῦσαι, τούτους ὡς καὶ κρείττονας ὑπήρχετο.

37

.

38

.

1

τῷ μὲν οὖν Καίσαρι διὰ ταῦθ’ οἱ πολλοὶ προσφιλεῖς ἦσαν, τὸν δὲ δὴ Κικέρωνα ἐν ὀργῇ ἐπὶ τῷ τῶν πολιτῶν θανάτῳ ποιού‐ μενοι τά τε ἄλλα ἤχθαιρον, καὶ τέλος ἀπολογεῖσθαί τε καὶ κατα‐ λέξαι πάνθ’ ὅσα ἐν τῇ ὑπατείᾳ ἐπεποιήκει τῇ τελευταίᾳ τῆς ἀρχῆς

37

.

38

.

2

ἡμέρᾳ ἐθελήσαντα (πάνυ γάρ που ἡδέως οὐχ ὅπως ὑφ’ ἑτέρων ἐπῃ‐ νεῖτο, ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν ἐνεκωμίαζεν) ἐσίγασαν, οὐδὲ ἐπέτρε‐ ψαν αὐτῷ ἔξω τι τοῦ ὅρκου φθέγξασθαι, συναγωνιστῇ Μετέλλῳ Νέπωτι δημαρχοῦντι χρησάμενοι, πλὴν καθ’ ὅσον ἀντιφιλονεικήσας
5προσεπώμοσεν ὅτι σεσωκὼς τὴν πόλιν εἴη.

37

.

39

.

1

καὶ ὁ μὲν καὶ ἐκ τούτου πολὺ μᾶλλον ἐμισήθη, Κατιλίνας δὲ ἐν ἀρχῇ εὐθὺς τοῦ ἔτους ἐν ᾧ Ἰούνιός τε Σιλανὸς καὶ Λούκιος
Λικίννιος ἦρξαν ἀπεφθάρη. τέως μὲν γὰρ καίπερ δύναμιν οὐκ ὀλίγην ἔχων ἐκαραδόκει τὰ τοῦ Λεντούλου καὶ διέμελλεν ἐλπίζων,
5ἂν φθάσωσιν ὅ τε Κικέρων καὶ οἱ σὺν αὐτῷ σφαγέντες, ῥᾳδίως

37

.

39

.

2

τὰ λοιπὰ προσκατεργάσεσθαι· ἐπεὶ δὲ ἐκεῖνόν τε ἀπολωλότα ἐπύ‐ θετο καὶ τῶν συνόντων οἱ συχνοὺς μεθισταμένους διὰ τοῦτ’ ᾔσθετο, ὅ τε Ἀντώνιος καὶ ὁ Μέτελλος ὁ Κέλερ πρὸς ταῖς Φαισούλαις προσ‐ εδρεύοντες οὐδαμῇ προελθεῖν αὐτῷ ἐπέτρεπον, ἀποκινδυνεῦσαι
5ἠναγκάσθη, καὶ (ἦσαν γὰρ δίχα ἐστρατοπεδευμένοι) πρὸς τὸν Ἀν‐ τώνιον ἐτράπετο, καίπερ τῷ ἀξιώματι προέχοντα τοῦ Μετέλλου

37

.

39

.

3

καὶ δύναμιν πλείω περιβεβλημένον. αἴτιον δὲ ὅτι ἐλπίδα αὐτοῦ κατὰ τὸ συνώμοτον ἐθελοκακήσειν ἔσχεν. ὑποπτεύσας οὖν τοῦτ’ ἐκεῖνος, καὶ μήτε δι’ εὐνοίας ἔτ’ αὐτῷ ἅτε ἀσθενεῖ ὄντι ὤν (πρός τε γὰρ τὰς δυνάμεις τινῶν καὶ πρὸς τὰ ἑαυτῶν συμφέροντα καὶ

37

.

39

.

4

τὰς ἔχθρας τάς τε φιλίας οἱ πολλοὶ ποιοῦνται), καὶ προσκαταδεί‐ σας μή πως προθύμως σφᾶς ἀγωνιζομένους ἰδὼν ἐξονειδίσῃ τι καὶ προενέγκῃ οἱ τῶν ἀπορρήτων, αὐτὸς μὲν νοσεῖν προεφασίσατο,

37

.

40

.

1

Μάρκῳ δὲ Πετρεΐῳ τὴν μάχην ἐπέτρεψε. συμβαλὼν οὖν οὗτός σφισι τὸν Κατιλίναν καὶ ἄλλους τρισχιλίους προθυμότατα ἀγωνι‐ ζομένους οὐκ ἀναιμωτὶ κατέκοψεν· οὔτε γὰρ ἔφυγεν αὐτῶν οὐδείς, καὶ ἐν χώρᾳ πάντες ἔπεσον, ὥστε καὶ αὐτοὺς τοὺς κρατήσαντας
5πολὺ τῶν κοινῶν ὀδύρασθαι, ὅτι καὶ τοιούτους καὶ τοσούτους, εἰ καὶ δικαίως, ἀλλὰ καὶ πολίτας τε καὶ συμμάχους ἀπωλωλέκεσαν.

37

.

40

.

2

ὁ δ’ οὖν Ἀντώνιος τήν τε κεφαλὴν αὐτοῦ ἐς τὸ ἄστυ, ὅπως πι‐ στεύσαντες αὐτὸν τετελευτηκέναι μηδὲν ἔτι δεδίωσιν, ἔπεμψε, καὶ αὐτοκράτωρ ἐπὶ τῇ νίκῃ, καίτοι τοῦ ἀριθμοῦ τῶν [τε] πεφονευμένων ἐλάττονος παρὰ τὸ νενομισμένον ὄντος, ἐπεκλήθη. βουθυτηθῆναί
5τε ἐψηφίσθη, καὶ τὴν ἐσθῆτα ὡς καὶ πάντων τῶν δεινῶν ἀπηλ‐ λαγμένοι μετέβαλον.

37

.

41

.

1

οὐ μὴν οἵ γε σύμμαχοι οἱ μετασχόντες τῷ Κατιλίνᾳ τῶν πρα‐ γμάτων καὶ τότε ἔτι περιόντες ἡσύχαζον, ἀλλὰ καὶ δέει τῆς τιμω‐ ρίας ἐταράττοντο. καὶ ἐκείνους μὲν στρατηγοὶ καθ’ ἑκάστους πεμ‐
φθέντες προκατέλαβον τρόπον τινὰ ἐσκεδασμένους καὶ ἐτιμωρή‐

37

.

41

.

2

σαντο· ἕτεροι δὲ τῶν λανθανόντων μηνύσει Λουκίου Οὐεττίου ἀνδρὸς ἱππέως, συγκοινωνήσαντος μέν σφισι τῆς συνωμοσίας, τότε δὲ ἐπ’ ἀδείᾳ αὐτοὺς ἐκφαίνοντος, ἐλεγχόμενοι ἐδικαιοῦντο, μέχρις οὗ ἐσαγγείλας τινὰς τά τε ὀνόματα αὐτῶν ἐς δελτίον συγγράψας

37

.

41

.

3

ὕστερον καὶ ἄλλους συχνοὺς προσεγγράψαι ἠθέλησεν. ὑποπτεύσαν‐ τες γὰρ αὐτὸν οἱ βουλευταὶ μηδὲν ὑγιὲς πράττειν, τὸ μὲν γραμμα‐ τεῖον οὐκέτ’ αὐτῷ ἔδωκαν, μὴ καὶ ἀπαλείψῃ τινάς, εἰπεῖν δὲ ἀπὸ γλώσσης ἐκέλευσαν ὅσους παραλελοιπέναι ἔφασκε. καὶ οὕτως αἰ‐

37

.

41

.

4

δεσθεὶς καὶ φοβηθεὶς οὐκέτι πολλοὺς ἐνέδειξε. θορύβου δ’ οὖν 〈καὶ〉 ὣς ἔν τε τῇ πόλει καὶ παρὰ τοῖς συμμάχοις ἀγνοίᾳ τῶν ὠνο‐ μασμένων ὄντος, καὶ τῶν μὲν περὶ σφίσιν αὐτοῖς μάτην θορυβου‐ μένων, τῶν δὲ καὶ ἐς ἑτέρους οὐκ ὀρθῶς ὑποπτευόντων, ἔδοξε τῇ
5γερουσίᾳ τὰ ὀνόματα αὐτῶν ἐκτεθῆναι. κἀκ τούτου οἵ τε ἀναίτιοι κατέστησαν καὶ τοῖς ὑπευθύνοις δίκαι ἐγένοντο. καὶ αὐτῶν οἱ μὲν παρόντες, οἱ δὲ καὶ ἐρήμην ὦφλον.

37

.

42

.

1

Κατιλίνας μὲν ταῦτ’ ἐποίησε καὶ οὕτω κατελύθη, καὶ ἐπὶ πλεῖόν γε τῆς τῶν πραχθέντων ἀξίας ὄνομα πρὸς τὴν τοῦ Κικέρω‐ νος δόξαν καὶ πρὸς τοὺς λόγους τοὺς κατ’ αὐτοῦ λεχθέντας ἔσχε· Κικέρων δὲ ὀλίγου μὲν καὶ παραχρῆμα ἐπὶ τῇ τοῦ Λεντούλου τῶν

37

.

42

.

2

τε ἄλλων τῶν δεθέντων σφαγῇ ἐκρίθη. τὸ δὲ ἔγκλημα τοῦτο λόγῳ μὲν ἐκείνῳ ἐπεφέρετο, ἔργῳ δὲ ἐπὶ τῇ βουλῇ κατεσκευάζετο· ὡς γὰρ οὐκ ἐξόν σφισιν ἄνευ τοῦ δήμου θάνατον πολίτου τινὸς κατα‐ ψηφίσασθαι, πολλὴν καταβοὴν ἐν τῷ ὁμίλῳ πρὸς τοῦ Μετέλλου

37

.

42

.

3

τοῦ Νέπωτος ὅτι μάλιστα εἶχον. οὐ μὴν καὶ ὦφλε τότε οὐδέν· τῆς γὰρ γερουσίας ἄδειαν πᾶσι τοῖς διαχειρίσασι τὰ τότε πραχθέντα δούσης, καὶ προσέτι καὶ προειπούσης ὅτι, κἂν αὖθίς τις εὐθῦναί τινα αὐτῶν τολμήσῃ, ἔν τε ἐχθροῦ καὶ ἐν πολεμίου μοίρᾳ ἔσται,
5ἐφοβήθη τε ὁ Νέπως καὶ οὐδὲν ἔτ’ ἐκίνησεν.

37

.

43

.

1

ἔν τε οὖν τούτῳ ἡ βουλὴ ἐπεκράτησε, καὶ ἐν ἐκείνῳ ὅτι τὸν Πομπήιον τοῦ Νέπωτος μεταπεμφθῆναι σὺν τῷ στρατεύματι (ἐν γὰρ τῇ Ἀσίᾳ ἔτ’ ἦν) προφάσει μὲν τοῦ τὰ παρόντα κατασταθῆναι, ἐλπίδι δὲ τοῦ δι’ αὐτοῦ, ἅτε τὰ τοῦ πλήθους φρονοῦντος, ἰσχύ‐
5σειν ἐν οἷς ἐτάρασσεν, ἐσηγησαμένου διεκώλυσαν αὐτὸ κυρωθῆναι.

37

.

43

.

2

τὰ μὲν γὰρ πρῶτα ὅ τε Κάτων καὶ Κύιντος Μινούκιος δημαρ‐ χοῦντες ἀντέλεγον τοῖς γραφεῖσι, καὶ τόν 〈τε〉 γραμματέα τὸν ἀναγι‐ γνώσκοντα τὴν [τε] γνώμην ἐπέσχον, καὶ τοῦ Νέπωτος τὸ γραμμα‐ τεῖον, ὅπως αὐτὸς ἀναλέξῃ, λαβόντος ἐξήρπασαν, ἐπειδή τε καὶ
5ὣς ἀπὸ γλώσσης τινὰ εἰπεῖν ἐπεχείρησε, τὸ στόμα αὐτοῦ ἐπέλαβον.

37

.

43

.

3

μάχης δὲ ἐκ τούτου καὶ ἐκείνων καὶ ἄλλων τινῶν ἑκατέροις βοηθη‐ σάντων ξύλοις καὶ λίθοις, ἔτι δὲ καὶ ξίφεσι γενομένης, οἱ βουλευταὶ συνῆλθον αὐθημερὸν ἐς τὸ συνέδριον, καὶ τά τε ἱμάτια ἠλλάξαντο καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως, ὥστε μηδὲν ἀπ’ αὐτῆς

37

.

43

.

4

ἀποτριβῆναι, ἐπέτρεψαν. φοβηθεὶς οὖν καὶ τότε ὁ Νέπως ἔκ τε τοῦ μέσου εὐθὺς ἐξεχώρησε, καὶ μετὰ τοῦτο γραφήν τινα κατὰ τῆς βουλῆς ἐκθεὶς πρὸς τὸν Πομπήιον ἀφώρμησε, καίτοι μηδεμίαν αὐτῷ νύκτα ἀπολιπῆναι ἐκ τῆς πόλεως ἐξόν.

37

.

44

.

1

γενομένου δὲ τούτου οὐδ’ ὁ Καῖσαρ (ἐστρατήγει δέ) οὐδὲν ἔτ’ ἐνεωτέρισεν. ἔπραττε μὲν γὰρ ὅπως τὸ μὲν τοῦ Κατούλου ὄνομα ἀπὸ τοῦ ναοῦ τοῦ Διὸς τοῦ Καπιτωλίου ἀφαιρεθείη (κλοπῆς τε γὰρ αὐτὸν ηὔθυνε, καὶ τὸν λογισμὸν τῶν ἀνηλωμένων χρημάτων
5ἀπῄτει), τῷ δὲ δὴ Πομπηίῳ τὰ λοιπὰ προσεξεργάσασθαι ἐπιτρα‐

37

.

44

.

2

πείη. ἦν γάρ τινα, ὡς ἐν τηλικούτῳ καὶ τοιούτῳ ἔργῳ, ἡμιτέλεστα· ἢ ἐκεῖνός γε ἐπλάττετο εἶναι, ὅπως ὁ Πομπήιος τήν τε δόξαν τῆς ἐκποιήσεως αὐτοῦ λάβῃ καὶ τὸ αὑτοῦ ὄνομα ἀντεπιγράψῃ. οὐ μὴν οὕτω γε χαρίζεσθαι αὐτῷ ἤθελεν ὥστε καὶ ἐφ’ ἑαυτῷ διὰ τοῦτο
5ψηφισθῆναί τι τοιοῦτον, οἷον ἐπὶ τῷ Νέπωτι ἐδέδοκτο, ὑπομεῖναι. οὐδὲ γὰρ οὐδὲ ἐκείνου ἕνεκα ταῦτ’ ἐποίει, ἀλλ’ ἵνα αὐτὸς καὶ διὰ

37

.

44

.

3

τούτων τὸ πλῆθος σφετερίσηται· καίπερ οὕτω πάντες τὸν Πομ‐ πήιον ἐδέδισαν (οὐδέπω γὰρ τὰ στρατεύματα ἀφήσων δῆλος ἦν) ὥστε, ἐπειδὴ Μᾶρκον Πίσωνα ὑποστράτηγον πρὸς αἴτησιν ὑπατείας προύπεμψε, τάς τε ἀρχαιρεσίας, ὅπως ἀπαντήσῃ ἐς αὐτάς, ἀναβα‐
5λέσθαι, καὶ παρόντα αὐτὸν ὁμοθυμαδὸν ἀποδεῖξαι. καὶ γὰρ ἐκεῖ‐
νος οὐχ ὅτι τοῖς φίλοις ἀλλὰ καὶ τοῖς ἐχθροῖς συνέστησεν αὐτόν.

37

.

45

.

1

κἀν τούτῳ ὁ Καῖσαρ, τοῦ Κλωδίου τοῦ Πουπλίου τὴν γυναῖκα αὐτοῦ ἔν τε τῇ οἰκίᾳ καὶ παρὰ τὴν ποίησιν τῶν ἱερῶν, ἅπερ αἱ ἀειπαρθένοι παρά τε τοῖς ὑπάτοις καὶ παρὰ τοῖς στρατηγοῖς ἄγνω‐ στα ἐκ τῶν πατρίων ἐς πᾶν τὸ ἄρρεν ἐπετέλουν, αἰσχύναντος, ἐκείνῳ
5μὲν οὐδὲν ἐνεκάλεσεν (καὶ γὰρ εὖ ἠπίστατο ὅτι οὐχ ἁλώσεται διὰ

37

.

45

.

2

τὴν ἑταιρείαν), τὴν δὲ δὴ γυναῖκα ἀπεπέμψατο, εἰπὼν ἄλλως μὲν μὴ πιστεύειν τῷ λεγομένῳ, μὴ μέντοι καὶ συνοικῆσαι ἔτ’ αὐτῇ δύ‐ νασθαι, διότι καὶ ὑπωπτεύθη ἀρχὴν μεμοιχεῦσθαι· τὴν γὰρ σώ‐ φρονα χρῆναι μὴ μόνον μηδὲν ἁμαρτάνειν, ἀλλὰ μηδ’ ἐς ὑποψίαν
5αἰσχρὰν ἀφικνεῖσθαι.

37

.

45

.

3

τότε μὲν ταῦτά τε ἐγένετο, καὶ ἡ γέφυρα ἡ λιθίνη 〈ἡ〉 ἐς τὸ νησίδιον τὸ ἐν τῷ Τιβέριδι ὂν φέρουσα κατεσκευάσθη, Φαβρικία

37

.

46

.

1

κληθεῖσα· τῷ δὲ ἑξῆς 〈ἔτει〉 ἐπί τε Πίσωνος καὶ ἐπὶ Μάρκου Μεσσάλου ὑπάτων μισοῦντές τε ἄλλως οἱ δυνατοὶ τὸν Κλώδιον, καὶ ἅμα καὶ τὸ μίασμα αὐτοῦ ἀποδιοπομπούμενοι, ἐπειδὴ οἱ ποντίφικες ἀνατυθῆναι τὰ ἱερὰ ὡς οὐχ ὁσίως διὰ τοῦτο τελεσθέντα ἔγνωσαν,

37

.

46

.

2

δικαστηρίῳ αὐτὸν παρέδωκαν, καὶ κατηγορήθη μὲν τῆς τε μοιχείας, καίπερ τοῦ Καίσαρος σιωπῶντος, καὶ τῆς μεταστάσεως τῆς περὶ Νί‐ σιβιν, καὶ προσέτι καὶ ὅτι τῇ ἀδελφῇ συγγίγνοιτο, ἀφείθη δέ, καίτοι τῶν δικαστῶν φρουρὰν παρὰ τῆς βουλῆς, ὅπως μηδὲν κακὸν ὑπ’ αὐ‐

37

.

46

.

3

τοῦ πάθωσι, καὶ αἰτησάντων καὶ λαβόντων. ἐφ’ ᾧπερ καὶ ὁ Κά‐ τουλος ἐπισκώπτων ἔλεγεν ὅτι τὴν φυλακὴν ᾔτησαν οὐχ ἵνα ἀσφα‐ λῶς τοῦ Κλωδίου καταψηφίσωνται, ἀλλ’ ἵνα αὐτοὶ τὰ χρήματα ἃ ἐδεδωροδοκήκεσαν διασώσωνται. καὶ ὁ μὲν διαφανέστατα τῶν πώ‐
5ποτε τὸ δημόσιον ἀεὶ πρὸ παντὸς προτιμήσας ἐτελεύτησεν οὐ πολλῷ

37

.

46

.

4

ὕστερον· ἐν δὲ δὴ τῷ ἔτει ἐκείνῳ οἵ τε τιμηταὶ πάντας τοὺς ἐν ταῖς ἀρχαῖς γενομένους ἐς τὸ βουλευτικὸν καὶ ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψαν, καὶ ὁ δῆμος ἀπαυστὶ μέχρι τότε τὰς ὁπλομαχίας θεώ‐ μενος ἐξανέστη τε μεταξὺ τοῦ ἔργου καὶ ἄριστον εἵλετο. καὶ τοῦτ’
5ἐκεῖθεν ἀρξάμενον καὶ νῦν, ὁσάκις ἂν ὁ τὸ κράτος ἔχων ἀγωνοθετῇ, γίγνεται.

37

.

47

.

1

ἐν μὲν οὖν τῇ πόλει ταῦθ’ οὕτως ἐπράχθη, τῶν δὲ Ἀλλοβρί‐
γων τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα πορθούντων Γάιος Πομπτῖ‐ νος ὁ ἄρχων αὐτῆς τοὺς μὲν ὑποστρατήγους ἐπὶ τοὺς πολεμίους ἔπεμψεν, αὐτὸς δὲ ἐν ἐπιτηδείῳ ἱδρυθεὶς ἐπετήρει τὰ γιγνόμενα,
5ὅπως κατὰ καιρὸν πρὸς τὸ ἀεὶ χρήσιμον καὶ γνώμην σφίσι διδόναι

37

.

47

.

2

καὶ ἐπαμύνειν δύνηται. καὶ Μάλλιος μὲν Λεντῖνος ἐπὶ Οὐεντίαν πόλιν στρατεύσας οὕτως αὐτοὺς κατέπληξεν ὥστε τοὺς πλείους ἐκ‐ δρᾶναι καὶ τοὺς λοιποὺς ὑπὲρ εἰρήνης πρεσβεύσασθαι. κἀν τούτῳ συμβοηθησάντων τῶν ἐν τοῖς ἀγροῖς ὄντων καὶ προσπεσόντων αἰ‐
5φνιδίως τοῦ μὲν τείχους ἀπεώσθη, τὴν δὲ δὴ χώραν ἀδεῶς ἐλεη‐

37

.

47

.

3

λάτει, μέχρις οὗ ὅ τε Κατούγνατος ὁ τοῦ παντὸς αὐτῶν ἔθνους στρατηγὸς καί τινες καὶ ἄλλοι τῶν παρὰ τὸν Ἴσαρα οἰκούντων ἐπεκούρησάν σφισι. τότε γὰρ οὐκ ἐτόλμησε μὲν αὐτοὺς ὑπὸ τοῦ πλήθους τῶν πλοίων περαιωθῆναι κωλῦσαι, μὴ καὶ συστραφῶσιν

37

.

47

.

4

ἰδόντες σφᾶς ἀντιπαρατεταγμένους, ὑλώδους δὲ τοῦ χωρίου μετὰ τὸν ποταμὸν εὐθὺς ὄντος ἐνέδρας ἐν αὐτῷ ἐποιήσατο, καὶ τοὺς ἀεὶ διαβαίνοντας ὑπολαμβάνων ἔφθειρε. φεύγουσί τέ τισιν ἐπισπόμε‐ νος περιέπεσεν αὐτῷ Κατουγνάτῳ· κἂν πασσυδὶ διώλετο, εἰ μὴ
5χειμὼν σφοδρὸς ἐξαίφνης ἐπιγενόμενος ἐπέσχε τοὺς βαρβάρους τῆς

37

.

48

.

1

διώξεως. καὶ ὁ μὲν μετὰ τοῦτο, τοῦ Κατουγνάτου πόρρω ποι ἀφορμήσαντος, τήν τε χώραν αὖθις κατέδραμε καὶ τὸ τεῖχος παρ’ ᾧ ἐδυστύχησεν ἐξεῖλε· Λούκιος δὲ δὴ Μάριος καὶ Σέρουιος Γάλβας τόν τε Ῥοδανὸν ἐπεραιώθησαν, καὶ τὰ τῶν Ἀλλοβρίγων λυμηνά‐

37

.

48

.

2

μενοι τέλος πρὸς Σολώνιον πόλιν ἦλθον, καὶ χωρίον μέν τι ὑπὲρ αὐτῆς ἰσχυρὸν κατέλαβον, μάχῃ τε τοὺς ἀντιστάντας σφίσιν ἐνίκη‐ σαν, καί τινα καὶ τοῦ πολίσματος ξυλίνου πῃ ὄντος ἐνέπρησαν, οὐ
μέντοι καὶ εἷλον αὐτό· ὁ γὰρ Κατούγνατος ἐπελθὼν ἐκώλυσε. μα‐
5θὼν οὖν τοῦτο ὁ Πομπτῖνος ἐπεστράτευσέ τε ἐπ’ αὐτὸ παντὶ τῷ στρατῷ, καὶ πολιορκήσας σφᾶς ἐχειρώσατο πλὴν τοῦ Κατουγνάτου.

37

.

49

.

1

καὶ ὁ μὲν καὶ τὰ λοιπὰ ῥᾷον ἐκ τούτου προσκατεστρέψατο, Πομπήιος δὲ ἦλθε μὲν ἐς τὴν Ἰταλίαν ἐν τῷ χρόνῳ τούτῳ, καὶ τόν τε Ἀφράνιον τὸν Λούκιον καὶ τὸν Μέτελλον τὸν Κέλερα ὑπάτους ἀποδειχθῆναι ἐποίησεν, ἐλπίσας δι’ αὐτῶν μάτην πάνθ’ ὅσα ἐβού‐

37

.

49

.

2

λετο καταπράξειν. ἤθελε μὲν γὰρ ἄλλα τε καὶ ἐν τοῖς μάλιστα χώραν τέ τινα τοῖς συνεστρατευμένοις οἱ δοθῆναι καὶ τὰ πεπρα‐ γμένα αὐτῷ πάντ’ ἐπικυρωθῆναι, διήμαρτε δέ σφων τότε. οἵ τε γὰρ δυνατοί, μηδὲ ἐκ τοῦ πρὶν αὐτῷ ἀρεσκόμενοι, διεκώλυσαν αὐτὰ

37

.

49

.

3

ψηφισθῆναι· καὶ αὐτῶν τῶν ὑπάτων Ἀφράνιος μέν (ὀρχεῖσθαι γὰρ βέλτιον ἤ τι διαπράσσειν ἠπίστατο) πρὸς οὐδὲν αὐτῷ συνήρατο, Μέτελλος δὲ ὀργῇ, ὅτι τὴν ἀδελφὴν αὐτοῦ, καίτοι παῖδας ἐξ αὐτῆς

37

.

49

.

4

ἔχων, ἀπεπέπεμπτο, καὶ πάνυ πρὸς πάντα ἀντέπραξεν. ὅ τε Λού‐ κουλλος ὁ Λούκιος, ᾧ ποτε ἐν τῇ Γαλατίᾳ ὁ Πομπήιος ἐντυχὼν ὑπερφρόνως ἐκέχρητο, πολύς τε αὐτῷ ἐνέκειτο, καὶ ἐκέλευσεν αὐτὸν ἰδίᾳ καὶ καθ’ ἕκαστον ὧν ἔπραξεν ἐπεξελθεῖν καὶ μὴ πᾶσιν ἅμα

37

.

49

.

5

αὐτοῖς τὴν κύρωσιν αἰτεῖν. ἄλλως τε γὰρ δίκαιον εἶναι ἔλεγε μὴ πάντα ἁπλῶς ὅσα ἐπεποιήκει, καὶ ἃ μηδείς σφων ἠπίστατο ὁποῖα ἦν, βεβαιωθῆναι ὥσπερ ὑπὸ δεσπότου τινὸς γεγενημένα· καὶ ἐπειδὴ καὶ τῶν ἑαυτοῦ ἔργων κατελελύκει τινά, ἠξίου ἐξετασμὸν ἑκατέρων
5ἐν τῇ βουλῇ γενέσθαι, ἵν’ ὁπότερ’ 〈ἂν〉 αὐτοῖς ἀρέσῃ κυρώσωσι.

37

.

50

.

1

καὶ αὐτῷ καὶ ὁ Κάτων ὅ τε Μέτελλος οἵ τε ἄλλοι οἱ τὰ αὐτά σφισι βουλόμενοι ἰσχυρῶς συνεμάχουν. τοῦ γοῦν δημάρχου τοῦ τὴν γῆν τοῖς τῷ Πομπηίῳ συνεξητασμένοις κατανεῖμαι ἐσηγουμέ‐ νου προσγράψαντος τῇ γνώμῃ τὸ καὶ πᾶσι τοῖς πολίταις, ὅπως
5τοῦτό τε αὐτὸ ῥᾷον ψηφίσωνται καὶ τὰ πραχθέντα αὐτῷ βεβαιώ‐ σωσι, κλήρους τινὰς δοθῆναι, ἐπὶ πᾶν ὁ Μέτελλος ἀνθιστάμενος ἐπεξῆλθεν, ὥστε καὶ ἐς τὸ οἴκημα ὑπ’ αὐτοῦ ἐμβληθῆναι καὶ τὴν

37

.

50

.

2

γερουσίαν ἐνταῦθα ἀθροῖσαι ἐθελῆσαι. ἐπεί τε ἐκεῖνος (Λούκιος δὲ δὴ Φλάουιος ὠνομάζετο) τό τε βάθρον τὸ δημαρχικὸν ἐν αὐτῇ τῇ ἐσόδῳ αὐτοῦ ἔθηκε, καὶ ἐπ’ αὐτῷ καθεζόμενος ἐμποδὼν ὥστε μηδένα ἐσιέναι ἐγίγνετο, τόν τε τοῖχον τοῦ δεσμωτηρίου διακοπῆναι
5ἐκέλευσεν ὅπως δι’ αὐτοῦ ἡ βουλὴ ἐσέλθῃ, καὶ ὡς νυκτερεύσων

37

.

50

.

3

κατὰ χώραν παρεσκευάζετο. μαθὼν οὖν τοῦθ’ ὁ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ ὁ δῆμος ἀγανακτήσῃ, προσέ‐ ταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτ’ ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο· τὸ γὰρ φρόνημα αὐτοῦ κα‐

37

.

50

.

4

τάδηλον πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδ’ αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ὃ ἐπεκεκλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆσαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ

37

.

50

.

5

ἄσμενος ἐν τῇ πόλει κατέμεινεν. ὁ οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπ’ αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβη‐ θεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ὄφλῃ, κατέ‐

37

.

50

.

6

βαλε τὴν ἀξίωσιν. καὶ ὁ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως ἴσχυεν, ἀλλὰ τὸ μὲν ὄνομα καὶ τὸν φθόνον ἐφ’ οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπ’ αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατό‐

37

.

51

.

1

πεδα προαφῆκε καὶ ἑαυτὸν τοῖς ἐχθροῖς ἐξέδωκε· Κλώδιος δὲ ἐπε‐ θύμησε μὲν διὰ ...... τοὺς δυνατοὺς ἐπὶ τῇ δίκῃ δημαρχῆσαι, καί τινας τῶν δημαρχούντων προκαθῆκεν ἐσηγήσασθαι τὸ καὶ τοῖς εὐ‐ πατρίδαις τῆς ἀρχῆς μεταδίδοσθαι, ὡς δ’ οὐκ ἔπεισε, τήν τε εὐ‐
5γένειαν ἐξωμόσατο καὶ πρὸς τὰ τοῦ πλήθους δικαιώματα, ἐς αὐτόν

37

.

51

.

2

σφων τὸν σύλλογον ἐσελθών, μετέστη. καὶ ᾔτησε μὲν εὐθὺς τὴν δημαρχίαν, οὐκ ἀπεδείχθη δὲ ἐναντιωθέντος οἱ τοῦ Μετέλλου· ἐν γένει τε γὰρ αὐτῷ ἦν, καὶ τοῖς πραττομένοις ὑπ’ αὐτοῦ οὐκ ἠρέ‐ σκετο. πρόφασιν δὲ ἐποιήσατο ὅτι μὴ κατὰ τὰ πάτρια ἡ ἐκποίησις
5αὐτοῦ ἐγεγόνει· ἐν γὰρ τῇ ἐσφορᾷ τοῦ φρατριατικοῦ νόμου μόνως ἐξῆν τοῦτο γίγνεσθαι.

37

.

51

.

3

ταῦτά τε οὖν οὕτως ἐπράχθη, καὶ ἐπειδὴ τὰ τέλη δεινῶς τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν ἐλύπει, ὁ μὲν νόμος ὁ κατα‐ λύσας αὐτὰ πᾶσιν ἀρεστὸς ἐγένετο, τῷ δὲ στρατηγῷ τῷ ἐσενεγ‐ κόντι αὐτὸν ἀχθόμενοι οἱ βουλευταί (ὁ γὰρ Μέτελλος ὁ Νέπως
5ἦν) ἠθέλησαν τό τε ὄνομα αὐτοῦ ἀπαλεῖψαι ἀπὸ τοῦ νόμου καὶ

37

.

51

.

4

ἕτερον ἀντεγγράψαι. καὶ οὐκ ἐπράχθη μὲν τοῦτο, καταφανὲς μέντοι πᾶσιν ἐγένετο ὅτι μηδὲ τὰς εὐεργεσίας παρὰ τῶν φαύλων ἀνδρῶν
ἡδέως ἐδέχοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Φαῦστος ὁ τοῦ Σύλ‐ λου παῖς ἀγῶνά τε μονομαχίας ἐπὶ τῷ πατρὶ ἐποίησε, καὶ τὸν δῆ‐
5μον λαμπρῶς εἱστίασε, τά τε λουτρὰ καὶ 〈τὸ〉 ἔλαιον προῖκα αὐ‐ τοῖς παρέσχεν.

37

.

52

.

1

ἐν μὲν δὴ τῇ πόλει ταῦτ’ ἐγίγνετο, ὁ δὲ δὴ Καῖσαρ τῆς τε Λυ‐ σιτανίας μετὰ τὴν στρατηγίαν ἦρξε, καὶ δυνηθεὶς ἂν τὰ λῃστικά, ἅπερ που ἀεὶ παρ’ αὐτοῖς ἦν, ἄνευ μεγάλου τινὸς πόνου καθήρας ἡσυχίαν ἔχειν, οὐκ ἠθέλησε· δόξης τε γὰρ ἐπιθυμῶν, καὶ τὸν Πομ‐
5πήιον τούς τε ἄλλους τοὺς πρὸ αὐτοῦ μέγα ποτὲ δυνηθέντας ζηλῶν,

37

.

52

.

2

οὐδὲν ὀλίγον ἐφρόνει, ἀλλ’ ἤλπιζεν, ἄν τι τότε κατεργάσηται, ὕπα‐ τός τε εὐθὺς αἱρεθήσεσθαι καὶ ὑπερφυᾶ ἔργα ἀποδείξεσθαι, διά τε τἆλλα καὶ ὅτι ἐν τοῖς Γαδείροις, ὅτε ἐταμίευε, τῇ μητρὶ συγγίγνε‐ σθαι ὄναρ ἔδοξε, καὶ παρὰ τῶν μάντεων ἔμαθεν ὅτι ἐν μεγάλῃ
5δυνάμει ἔσται. ὅθενπερ καὶ εἰκόνα Ἀλεξάνδρου ἐνταῦθα ἐν τῷ Ἡρακλέους ἀνακειμένην ἰδὼν ἀνεστέναξε, καὶ κατωδύρατο ὅτι μη‐

37

.

52

.

3

δέν πω μέγα ἔργον ἐπεποιήκει. ἀπ’ οὖν τούτων, ἐξὸν αὐτῷ εἰρη‐ νεῖν, ὥσπερ εἶπον, πρὸς τὸ ὄρος τὸ Ἑρμίνιον ἐτράπετο καὶ ἐκέλευσε τοὺς οἰκήτορας αὐτοῦ ἐς τὰ πεδινὰ μεταστῆναι, πρόφασιν μὲν ὅπως μὴ ἀπὸ τῶν ἐρυμνῶν ὁρμώμενοι λῃστεύωσιν, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι
5οὐκ ἄν ποτε αὐτὸ ποιήσειαν, κἀκ τούτου πολέμου τινὰ ἀφορμὴν

37

.

52

.

4

λήψεται. ὃ καὶ ἐγένετο. τούτους τε οὖν ἐς ὅπλα ἐλθόντας ὑπηγά‐ γετο· καὶ ἐπειδὴ τῶν πλησιοχώρων τινές, δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, τούς τε παῖδας καὶ τὰς γυναῖκας τά τε ἄλλα τὰ τιμιώ‐ τατα ὑπὲρ τὸν Δώριον ὑπεξέθεντο, τὰς πόλεις σφῶν ἐν ᾧ τοῦτ’

37

.

52

.

5

ἔπραττον προκατέσχε, καὶ μετὰ ταῦτα καὶ ἐκείνοις προσέμιξε. προ‐ βαλλομένων τε τὰς ἀγέλας αὐτῶν, ὅπως σκεδασθεῖσι τοῖς Ῥωμαίοις πρὸς τὴν τῶν βοσκημάτων ἁρπαγὴν ἐπίθωνται, τὰ τετράποδα πα‐

37

.

53

.

1

ρῆκε καὶ αὐτοὺς ὑπολαβὼν ἐνίκησε. κἀν τούτῳ μαθὼν τοὺς τὸ Ἑρμίνιον οἰκοῦντας ἀφεστηκέναι τε καὶ ἐπανιόντα αὐτὸν ἐνεδρεύειν μέλλειν, τότε μὲν ἑτέραν ἀνεχώρησεν, αὖθις δὲ ἐπεστράτευσέ σφισιν,
καὶ κρατήσας πρὸς τὸν ὠκεανὸν φεύγοντας αὐτοὺς κατεδίωξεν.

37

.

53

.

2

ἐπειδή τε τὴν ἤπειρον ἐκλιπόντες ἐς νῆσόν τινα ἐπεραιώθησαν, αὐ‐ τὸς μὲν (〈οὐ〉 γάρ που πλοίων εὐπόρει) κατὰ χώραν ἔμεινε, σχεδίας δὲ συμπήξας μέρος τι τοῦ στρατοῦ δι’ αὐτῶν ἔπεμψε, καὶ συχνοὺς ἀπέβαλε· χηλῇ γάρ τινι πρὸς τῇ νήσῳ οὔσῃ προσσχὼν ὁ τὴν ἡγεμο‐
5νίαν σφῶν ἔχων, καὶ ἅτε ὡς καὶ πεζῇ διαβαδίσοντας αὐτοὺς ἐκβι‐ βάσας, ἔπειτα αὐτός τε ὑπὸ τῆς ἀναρροίας ἐκβιασθεὶς ἐξανήχθη

37

.

53

.

3

καὶ ἐκείνους ἐγκατέλιπε, καὶ αὐτῶν οἱ μὲν ἄλλοι γενναίως ἀμυνό‐ μενοι ἔπεσον, Πούπλιος δὲ δὴ Σκαίουιος μόνος τε περιλειφθεὶς καὶ τῆς ἀσπίδος στερηθεὶς πολλά τε τραυματισθεὶς ἔς τε τὸ ὕδωρ

37

.

53

.

4

ἐσεπήδησε καὶ διενήξατο. τότε μὲν δὴ ταῦτ’ ἐγένετο· ὕστερον δὲ ὁ Καῖσαρ πλοῖα ἀπὸ Γαδείρων μεταπεμψάμενος ἐς τὴν νῆσον παντὶ τῷ στρατῷ ἐπεραιώθη, καὶ ἀκονιτὶ αὐτούς, κακῶς ὑπὸ σι‐ τοδείας ἔχοντας, παρεστήσατο. κἀντεῦθεν ἐς Βριγάντιον πόλιν
5Καλλαικίας παραπλεύσας τῷ τε ῥοθίῳ σφᾶς τοῦ πρόσπλου, οὐπώ‐ ποτε ναυτικὸν ἑορακότας, ἐξεφόβησε καὶ κατεστρέψατο.

37

.

54

.

1

πράξας δὲ ταῦτα καὶ νομίσας ἱκανὴν ἀπ’ αὐτῶν ἐπιβασίαν πρὸς τὴν ὑπατείαν εἰληφέναι σπουδῇ πρὸς τὰς ἀρχαιρεσίας, καὶ πρὶν τὸν διάδοχον ἐλθεῖν, ὥρμησε, καὶ ἠξίου καὶ πρὸ τοῦ πέμψαι τὰ ἐπινίκια, ἐπειδὴ μὴ οἷά τε προδιεορτασθῆναι ἦν, αἰτῆσαι αὐτήν.

37

.

54

.

2

μὴ τυχὼν δέ, τοῦ Κάτωνος ὅτι μάλιστα ἐναντιωθέντος, ἐκεῖνα μὲν εἴασε· καὶ γὰρ ἤλπιζε πολὺ πλείω καὶ μείζω ὕπατος ἀποδειχθεὶς καὶ ἔργα πράξειν καὶ ἐπινίκια πέμψειν. πρὸς γὰρ τοῖς εἰρημένοις, ἐφ’ οἷς μέγα ἀεί ποτε ἐφρόνει, ἵππος τις αὐτῷ διαφυὰς ἐν ταῖς
5τῶν προσθίων ποδῶν ὁπλαῖς ἔχων ἐγεννήθη, καὶ ἐκεῖνον μὲν γαυ‐

37

.

54

.

3

ρούμενος ἔφερεν, ἄλλον δὲ ἀναβάτην οὐδένα ἀνεδέχετο. ὥστε καὶ ἐκ τούτου μικρὸν οὐδὲν προσδοκῶν τὰ μὲν νικητήρια ἑκὼν ἀφῆκεν, ἐς δὲ τὴν πόλιν ἐσελθὼν καὶ ἐπαγγειλάμενος τὴν ἀρχὴν οὕτω τούς τε ἄλλους καὶ τὸν Πομπήιον τόν τε Κράσσον ἐξεθεράπευσεν, ὥστε
5δι’ ἔχθρας ἀλλήλοις ἔτι καὶ τότε αὐτοὺς ὄντας καὶ τὰς ἑταιρείας ἔχοντας, καὶ πρὸς πάνθ’ ὅσα ὁ ἕτερος τὸν ἕτερον ἐθέλοντα αἴσθοιτο ἀντιστασιάζοντας, προσποιήσασθαι, καὶ ὑπὸ πάντων αὐτῶν ὁμοθυ‐

37

.

54

.

4

μαδὸν ἀποδειχθῆναι. καίτοι τοῦτο τὴν σοφίαν ἐς τὰ μάλιστα αὐ‐ τοῦ τεκμηριοῖ, ὅτι τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς θεραπείας αὐ‐ τῶν καὶ ἔγνω καὶ διέθετο οὕτως ὥστ’ ἀμφοτέρους ἅμα καίπερ ἀν‐ τιπράττοντάς σφισι προσθέσθαι.

37

.

55

.

1

καὶ οὐδὲ τοῦτ’ αὐτῷ ἀπέχρησεν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους συν‐ ήλλαξεν, οὐχ ὅτι συνενεχθῆναί σφας ἤθελεν, ἀλλ’ ὅτι δυνατωτάτους τε ἑώρα ὄντας, καὶ εὖ ἠπίστατο ὅτι οὔτε χωρὶς τῆς παρ’ ἐκείνων ἀμφοτέρων ἢ καὶ θατέρου βοηθείας μέγα τι ἰσχύσει, κἂν τὸν ἕτε‐
5ρον ὁποτερονοῦν αὐτῶν προσεταιρίσηται, ἀνταγωνιστήν τε διὰ τοῦτο τὸν ἕτερον ἕξει καὶ πλέον ὑπ’ αὐτοῦ σφαλήσεται ἢ ὑπὸ τοῦ

37

.

55

.

2

συναιρομένου οἱ κατεργάσεται. τοῦτο μὲν γὰρ προθυμότερον ἐδό‐ κουν αὐτῷ πάντες ἄνθρωποι τοῖς ἐχθροῖς ἀντιπράττειν ἢ συναγω‐ νίζεσθαι τοῖς ἐπιτηδείοις, οὐ κατ’ ἐκεῖνο μόνον ὅτι ἥ τε ὀργὴ καὶ τὸ μῖσος σφοδροτέρας τὰς σπουδὰς πάσης φιλίας ποιεῖ, ἀλλὰ καὶ
5ὅτι ὁ μὲν ὑπὲρ ἑαυτοῦ ὁ δὲ ὑπὲρ ἑτέρου πράττων τήν τε ἡδονὴν

37

.

55

.

3

κατορθώσας καὶ τὴν λύπην σφαλεὶς οὐχ ὁμοίας ἔχουσιν· τοῦτο δὲ προχειρότερον ἐμποδίζειν τέ τινας καὶ κωλύειν μηδεμίαν αὔξησιν λαβεῖν ἢ ἐπὶ μέγα προάγειν ἐθέλειν, διά τε τἆλλα καὶ μάλισθ’ ὅτι ὁ μὲν οὐκ ἐῶν τινα αὐξηθῆναι τοῖς τε ἄλλοις ἅμα καὶ ἑαυτῷ χα‐
5ρίζεται, ὁ δὲ ἐξαίρων τινὰ ἐπαχθῆ αὐτὸν ἀμφοτέροις σφίσι ποιεῖ.

37

.

56

.

1

τούτων δὴ οὖν ἕνεκα καὶ ὁ Καῖσαρ τότε 〈τε〉 αὐτοὺς ὑπῆλθε καὶ μετὰ τοῦτο ἀλλήλοις κατήλλαξεν. οὔτε γὰρ δίχα τούτων δυ‐ νήσεσθαί τι ἀεὶ καὶ οὐκ ἂν θατέρῳ ποτὲ αὐτῶν προσκροῦσαι ἐνό‐ μιζεν, οὔτ’ αὖ ἐφοβήθη μὴ καὶ συμφρονήσαντες κρείττους αὐτοῦ
5γένωνται· πάνυ γὰρ εὖ ἠπίστατο ὅτι τῶν μὲν ἄλλων εὐθὺς διὰ τῆς ἐκείνων φιλίας, αὐτῶν δ’ οὐ πολλῷ ὕστερον δι’ ἀλλήλων κρατήσοι.

37

.

56

.

2

καὶ ἔσχεν οὕτως. [τούτων μὲν οὖν ἕνεκα καὶ συνεβίβασεν αὐτοὺς καὶ προσεποιήσατο.] καὶ γὰρ ὁ Πομπήιος ὅ τε Κράσσος ὡς ἀπ’ οἰκείας καὶ αὐτοὶ αἰτίας πρός τε ἀλλήλους, ἐπειδὴ τάχιστα ὥρμη‐ σαν, κατελύσαντο καὶ ἐκεῖνον ἐς τὴν κοινωνίαν τῶν πραγμάτων

37

.

56

.

3

προσέλαβον. [ὁ] Πομπήιος μὲν γὰρ οὔτ’ αὐτὸς ὅσον ἤλπισεν ἰσχύων, καὶ τὸν Κράσσον ἐν δυνάμει ὄντα τόν τε Καίσαρα αὐξανόμενον ὁρῶν, καὶ ἔδεισε μὴ παντάπασιν ὑπ’ αὐτῶν καταλυθῇ, καὶ ἐπήλ‐ πισε, προσκοινωνήσας σφίσι τῶν παρόντων, τὴν ἀρχαίαν δι’ αὐτῶν

37

.

56

.

4

ἐξουσίαν ἀναλήψεσθαι· Κράσσος δὲ ἠξίου τε πάντων ἀπό τε τοῦ γένους καὶ ἀπὸ τοῦ πλούτου περιεῖναι, καὶ ἐπειδὴ τοῦ τε Πομπηίου παρὰ πολὺ ἠλαττοῦτο καὶ τὸν Καίσαρα ἐπὶ μέγα ἀρθήσεσθαι ἐνό‐ μιζεν, ἐς ἀντίπαλον αὐτοὺς ἀλλήλοις καταστῆσαι ἠθέλησεν, ὅπως
5μηδέτερός σφων ὑπέρσχῃ, προσδοκήσας ἐκείνους τε ἀνταγωνιστὰς ἰσοκρατεῖς ἔσεσθαι, καὶ αὐτὸς ἐν τούτῳ τήν τε ἑκατέρου φιλίαν

37

.

56

.

5

ἐκκαρπώσεσθαι καὶ ὑπὲρ ἀμφοτέρους τιμηθήσεσθαι. ἀκριβῶς μὲν γὰρ οὔτε τὰ τοῦ πλήθους οὔτε τὰ τῆς βουλῆς ἐπολίτευεν, τῆς δὲ ἰδίας αὐτοῦ δυναστείας ἕνεκα πάντ’ ἔπραττε, καὶ διὰ τοῦθ’ ὑπήρ‐ χετό τε ἀμφοτέρους σφᾶς ὁμοίως καὶ τὴν πρὸς ἑκατέρους ἔχθραν
5ἐξέκλινεν, ἐπὶ τοσοῦτον ἐν τῷ μέρει κεχαρισμένα ἀμφοῖν σπουδά‐ ζων ἐφ’ ὅσον ἤμελλε τοῦ μὲν καταθυμίου παντὸς ἑκατέροις αἰτια‐ θήσεσθαι, τῶν δὲ δυσχερεστέρων μὴ μεταλήψεσθαι.

37

.

57

.

1

οὕτω μὲν δὴ καὶ διὰ ταῦτα οἱ τρεῖς τήν τε φιλίαν συνέθεντο, καὶ ὅρκοις αὐτὴν πιστωσάμενοι τά τε κοινὰ δι’ ἑαυτῶν ἐποιήσαντο, κἀκ τούτου καὶ ἀντεδίδοσάν σφισι καὶ ἀντελάμβανον παρ’ ἀλλήλων ὅσα ἔν τε ἐπιθυμίᾳ εἶχον καὶ πρὸς τὰ παρόντα ἥρμοττεν αὐτοῖς

37

.

57

.

2

πράττεσθαι. συμφρονησάντων δὲ ἐκείνων καὶ τὰ ἑταιρικά σφων ὡμολόγησαν, καὶ ἐποίουν καὶ οὗτοι μετὰ ἀδείας ὅσα ἤθελον, ἡγε‐ μόσι πρὸς πάντα αὐτοῖς χρώμενοι, ὥστε τὸ σωφρονοῦν ὀλίγον ἔν τε τῷ Κάτωνι, καὶ εἰ δή τις ἄλλος τὰ αὐτὰ αὐτῷ φρονεῖν δοκεῖν

37

.

57

.

3

ἐβούλετο, καταλειφθῆναι. καθαρῶς μὲν γὰρ καὶ ἄνευ τινὸς ἰδίας πλεονεξίας οὐδεὶς τῶν τότε τὰ κοινὰ πλὴν τοῦ Κάτωνος ἔπραττεν· αἰσχυνόμενοι δέ τινες τοῖς δρωμένοις, καὶ ἕτεροι καὶ ζηλοῦν αὐτὸν ἐφιέμενοι, προσήπτοντο μέν πῃ τῶν πραγμάτων καί τι τῶν ὁμοίων
5οἱ διεδείκνυντο, οὐ μὴν καὶ διαρκεῖς, ἅτε ἐξ ἐπιτηδεύσεως ἀλλ’ οὐκ
ἀπ’ ἀρετῆς ἐμφύτου ὁρμώμενοι, ἦσαν.

37

.

58

.

1

ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα οἱ ἄνδρες ἐκεῖνοι προήγαγον, ἐπὶ πλεῖστον ὅσον τὴν συνωμοσίαν σφῶν ἀπο‐ κρυψάμενοι. ἐποίουν μὲν γὰρ ὅσα ἐδέδοκτό σφισιν, ἐσχηματίζοντο δὲ καὶ προεβάλλοντο τὰ ἐναντιώτατα, ὅπως ἔτ’ ἐπὶ μακρότατον

37

.

58

.

2

διαλάθωσι, μέχρις ἂν ἱκανῶς παρασκευάσωνται. οὐ μέντοι καὶ τὸ δαιμόνιον τὰ πραττόμενα ὑπ’ αὐτῶν ἠγνόει, ἀλλὰ καὶ πάνυ τοῖς τι συνεῖναι τῶν τοιούτων δυναμένοις εὐθὺς τότε πάντα τὰ ἔπειτα ἀπ’ αὐτῶν ἐσόμενα ἐξέφηνε· χειμών τε γὰρ τοιοῦτος ἐξαίφνης τήν τε

37

.

58

.

3

πόλιν ὅλην καὶ τὴν χώραν ἅπασαν κατέσχεν ὥστε πάμπολλα μὲν δένδρα πρόρριζα ἀνατραπῆναι, πολλὰς δὲ οἰκίας καταρραγῆναι, τά τε πλοῖα τὰ ἐν τῷ Τιβέριδι καὶ πρὸς τὸ ἄστυ καὶ πρὸς τὰς ἐκβο‐ λὰς αὐτοῦ ναυλοχοῦντα βαπτισθῆναι, καὶ τὴν γέφυραν τὴν ξυλίνην

37

.

58

.

4

διαφθαρῆναι, καί τι καὶ θέατρον πρὸς πανήγυρίν τινα ἐκ θυρῶν ᾠκοδομημένον ἀνετράπη, καὶ ἄνθρωποι παρὰ πάντα ταῦτα παμ‐ πληθεῖς ἀπώλοντο. ἐκεῖνα μὲν δὴ οὖν καθάπερ εἰκὼν τῶν μελλόντων σφίσι καὶ ἐν
5τῇ γῇ καὶ ἐν τῷ ὕδατι συμβήσεσθαι προεδείχθη.

38

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ὀγδόῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς ἐστασίασαν Καῖσαρ καὶ Βίβουλος. β. Ὡς Κικέρων ἔφυγεν. γ. Ὡς Κικέρωνα ἐπὶ τῇ φυγῇ Φιλίσκος παρεμυθήσατο.
5δ. Ὡς Καῖσαρ Ἑλουητίους καὶ Ἀριοουίστῳ ἐπολέμησεν. Χρόνου πλῆθος ἔτη δύο, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο. Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ ὑπ. Μ. Καλπούρνιος 〈Γ. υἱ. Βίβουλος Λ. Καλπούρνιοσ〉 Λ. υἱ. Πίσων ὑπ.
10Αὖλ. Γαουίνιος Αὔλ. υἱ.

38

.

1

.

1

Τῷ δὲ ἑξῆς ἔτει ὁ Καῖσαρ τὸ σύμπαν θεραπεῦσαι πλῆθος ἠθέλησεν, ὅπως σφᾶς ἔτι καὶ μᾶλλον σφετερίσηται. βουληθεὶς δὲ καὶ τὰ τῶν δυνατῶν δοκεῖν, ἵνα μὴ καὶ δι’ ἀπεχθείας αὐτῷ ὦσι, πράττειν, εἶπέ σφισι πολλάκις ὅτι οὔτε γράψοι τι ὃ μὴ καὶ

38

.

1

.

2

ἐκείνοις συνοίσει· καὶ δὴ γνώμην τινὰ περὶ τῆς χώρας, ἣν παντὶ τῷ ὁμίλῳ κατένειμεν, οὕτω συνέγραψεν ὥστε μηδὲ μικρόν τι αὐ‐ τῆς αἰτιαθῆναι· καὶ οὐδὲ ταύτην μέντοι ἐσοίσειν, εἰ μὴ βουλο‐ μένοις σφίσιν εἴη, ἐπλάττετο. τοῦ μὲν δὴ οὖν νόμου ἕνεκα οὐ‐
5δεὶς αὐτῷ οὐδὲν ἐπικαλέσαι ἐδύνατο· τό τε γὰρ πλῆθος τῶν πο‐

38

.

1

.

3

λιτῶν ὑπέρογκον ὄν, ἀφ’ οὗπερ καὶ τὰ μάλιστα ἐστασίαζον, πρός τε τὰ ἔργα καὶ πρὸς γεωργίας ἐτρέπετο, καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ἠρημωμένα αὖθις συνῳκίζετο, ὥστε μὴ μόνον τοὺς ἐν ταῖς στρατείαις τεταλαιπωρημένους ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας
5διαρκῆ τὴν τροφὴν ἔχειν μήτε τῆς πόλεως οἴκοθέν τι δαπανω‐ μένης μήτε τῶν δυνατῶν ζημιουμένων, ἀλλὰ καὶ τιμὴν καὶ ἀρχὴν

38

.

1

.

4

πολλῶν προσλαμβανόντων. τὴν δὲ χώραν τήν τε κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρε‐ τον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναι), καὶ τὴν λοιπὴν οὔτε παρὰ ἄκοντός τινος οὔτ’ αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθῶσιν, ἀλλὰ
5πρῶτον μὲν παρ’ ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπο‐

38

.

1

.

5

γραφαῖς ἐτετίμητο, ἀγορασθῆναι ἐκέλευσε. χρήματά τε γὰρ πολλὰ ἀπό τε τῆς λείας ἣν ὁ Πομπήιος εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶν τε τελῶν τῶν προσκαταστάντων περιεῖναί σφισιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν πολιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς

38

.

1

.

6

ἐκείνους ἀναλωθῆναι. καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτ’ ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτ’ ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνοὺς τῆς τιμῆς με‐

38

.

1

.

7

τασχεῖν εἴκοσιν, ἔπειτα δὲ τοὺς ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ. πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ δι’ ἑαυτόν τι γράφειν νομισθείη· αὐτὸς μὲν γὰρ τῇ τε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πρά‐ γματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ
5τοῖς τε ἄλλοις φανερῶς ἐχαρίζετο.

38

.

2

.

1

ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μηδὲ διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι· καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώ‐ τησε μή τί τις αἰτιᾶται, μεταγράψειν ἢ καὶ παντελῶς ἀπαλείψειν,

38

.

2

.

2

εἴ γέ τῳ μὴ ἀρέσειέ τι, ὑποσχόμενος. τὸ δὲ δὴ σύμπαν καὶ πάνυ πάντες οἱ δυνατοὶ οἵ γε ἔξω τῆς συνωμοσίας ὄντες ἐδυσχέραινον. καὶ αὐτό γε τοῦτο αὐτοὺς ἐς τὰ μάλιστα ἐλύπει, ὅτι τοιαῦτα συγ‐ γεγραφὼς ἦν ὥστε μήτε τινὰ αἰτίαν δύνασθαι λαβεῖν καὶ πάντας

38

.

2

.

3

σφᾶς βαρύνειν· ὑπώπτευον γὰρ αὐτόν, ἐφ’ ᾧπέρ που καὶ ἐγίγνετο,
τό τε πλῆθος ἀπ’ αὐτῶν ἀναρτήσεσθαι καὶ ὄνομα καὶ ἰσχὺν καὶ ἐπὶ πάντας ἀνθρώπους ἕξειν. καὶ διὰ τοῦτο, εἰ καὶ μηδείς οἱ ἀντ‐ έλεγεν, ἀλλ’ οὔτι γε καὶ συνεπῄνουν. τοῖς μὲν δὴ οὖν ἄλλοις ἐξήρ‐
5κει τοῦτο, καὶ ἐπηγγέλλοντο μὲν ἀεὶ αὐτῷ προβουλεύσειν, ἐποίουν

38

.

3

.

1

δὲ οὐδέν, ἀλλὰ διατριβαὶ καὶ ἀναβολαὶ τὴν ἄλλως ἐγίγνοντο· ὁ δὲ δὴ Κάτων ὁ Μᾶρκος [ὁ ὕπατος] (ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχων) τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδ’ αὐτὸς
5ἐπεκάλει, τὸ δ’ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι

38

.

3

.

2

καὶ μηδὲν ἔξω αὐτῆς ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις ὁ Καῖ‐ σαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελ‐ κύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν
5Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπ’ αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι

38

.

3

.

3

μᾶλλον ἢ μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδ’ ἐς τὸν δῆμον ἐσε‐
5νεχθείη· ἐπεὶ δ’ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.

38

.

4

.

1

κἀκ τούτου οὐδ’ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπε‐ κοινώνησεν, ἀλλ’ ἐς τὸν δῆμον ἄντικρυς πάνθ’ ὅσα ἐβούλετο ἐσέ‐

38

.

4

.

2

φερεν. ἐθελήσας δ’ οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν (καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι) ἤρξατο ἀπὸ τοῦ συνάρχοντος,

38

.

4

.

3

καὶ ἐπύθετο αὐτοῦ εἰ τὰ τοῦ νόμου μέμφοιτο. ἐπεί τ’ ἐκεῖνος οὐ‐ δὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν τῇ ἑαυτοῦ ἀρχῇ νεω‐ τερισθῆναί τι, αὐτός τε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμι‐ λον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον ἂν οὗτος
5ἐθελήσῃ. ὁ οὖν Βίβουλος μέγα ἀναβοήσας “οὐχ ἕξετε” ἔφη “τὸν

38

.

4

.

4

νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐδ’ ἂν πάντες ἐθελήσητε.” καὶ
ὁ μὲν ταῦτ’ εἰπὼν ἀπηλλάγη· ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ
5ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην περὶ τῶν γεγραμμένων

38

.

4

.

5

ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν (σύμπαντα γὰρ κοινῇ ἔπραττον) ἀλλ’ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσ‐ θείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώ‐
5τους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ

38

.

4

.

6

πάντας δυναμένους λαβών, τῷ τε πλήθει καὶ κατ’ αὐτὸ τοῦτο χα‐ ρίσαιτο, τεκμηριῶν ὅτι μήτ’ ἀτόπου μήτ’ ἀδίκου τινὸς ὀρέγοιντο,

38

.

5

.

1

ἀλλ’ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο. ὅ τε οὖν Πομπήιος μάλα ἀσμένως “οὐκ ἐγώ” ἔφη “μόνος, ὦ Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἡ ἄλλη βουλὴ πᾶσα, δι’ ὧν οὐχ ὅτι τοῖς μετ’ ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρα‐

38

.

5

.

2

τευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο. τότε μὲν οὖν (οὐ γὰρ ηὐπόρει τὸ δημόσιον) εἰκότως ἡ δόσις αὐτῆς ἀνεβλήθη· ἐν δὲ δὴ τῷ παρόντι (παμπλούσιον γὰρ ὑπ’ ἐμοῦ γέγονε) προσήκει καὶ ἐκεί‐ νοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πό‐

38

.

5

.

3

νων ἀποδοθῆναι.” ταῦτ’ εἰπὼν ἐπεξῆλθέ τε καθ’ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. ὁ οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθή‐ σοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλή‐

38

.

5

.

4

θει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτο αὐτοῦ. γενομένου δὲ τού‐ του ἐπαρθεὶς ὁ Πομπήιος, ὅτι τῆς παρ’ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὁ ὕπατος καὶ ὁ ὅμιλος ἔχρῃζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ
5τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι, καὶ ἐγὼ τὴν

38

.

5

.

5

ἀσπίδα ἀναλήψομαι. ταῦθ’ οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστ’ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, ... οι ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα
ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες (οὐ γάρ πω ἡ καταλ‐
5λαγὴ αὐτῶν ἔκδηλος ἦν) συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.

38

.

6

.

1

οὐ μέντοι καὶ ὁ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συν‐ αγωνιστὰς προσθέμενος ἐκώλυσε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτ’ αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο, ἱερομη‐ νίαν ἐς πάσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν αἷς οὐδ’ ἐς
5ἐκκλησίαν ὁ δῆμος ἐκ τῶν νόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε.

38

.

6

.

2

καὶ ἐπειδὴ ὅ τε Καῖσαρ βραχὺ αὐτοῦ φροντίσας ῥητήν τινα ἡμέ‐ ραν προεῖπεν ἵν’ ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφ’ οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσεν, τὰ μὲν

38

.

6

.

3

αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντων οἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσεσθαί σφισιν, ὡς δὲ ἄνω τε ἐγένετο καὶ ἀντι‐ λέγειν ἐπειρᾶτο, αὐτός τε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ 〈αἱ〉 ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάς τε καὶ τραύματα ἄλλοι τε καὶ

38

.

6

.

4

οἱ δήμαρχοι ἔλαβον. καὶ ὁ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δ’ ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δ’ οὐδέν· τῇ γὰρ τοῦ πλήθους

38

.

6

.

5

σπουδῇ δεδουλωμένοι πάντες ἡσύχαζον. ἀνεχώρησέ τε οὖν οἴκαδε, καὶ οὐκέτι τὸ παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλ’ ἐν τῇ οἰκίᾳ καταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνία
5τε εἴη καὶ οὐδὲν ὁσίως ἐκ τῶν νόμων ἐν αὐτῇ δύναιτο δρᾶσθαι.

38

.

6

.

6

ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος δή‐ μαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναν‐ τιωθέντων οὐκ ἐνέβαλεν, ἀλλ’ ἐκεῖνός τε οὕτω τῶν πολιτικῶν ἐξέστη
καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτ’ οὐδὲν δημόσιον

38

.

7

.

1

ἔπραξαν. ὁ δ’ οὖν Μέτελλος ὁ Κέλερ ὅ τε Κάτων, καὶ Μᾶρκός τις δι’ αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτ’ ὤμοσαν [τι] περὶ τοῦ νόμου (τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετο) καὶ ἀπισχυρί‐
5ζοντο, ἄλλως τε καὶ ὁ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέ‐

38

.

7

.

2

ποτε αὐτὸν συνεπαινέσειν· ὡς μέντοι ...... ἡμέρα ᾗ καὶ ἔμελλον 〈τὰ〉 τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώ‐ πειον, ὑφ’ οὗ πολλοὶ ὑπισχνοῦνταί τέ τι καὶ ἀπειλοῦσι ῥᾷον ἢ καὶ τῷ ἔργῳ ἐπεξίασιν, ἢ καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μη‐

38

.

7

.

3

δὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης σφῶν τὸ κοινὸν ὠφελήσαντες. ὅ τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ ἡ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων ἡ Καπύη τότε πρῶτον ἐνομίσθη.

38

.

7

.

4

τὸ μὲν οὖν πλῆθος ἐκ τούτων ὁ Καῖσαρ ἀνηρτήσατο, τοὺς δ’ ἱππέας τὸ τριτημόριόν σφισι τῶν τελῶν ἃ ἐμεμίσθωντο ἀφείς· πᾶσαί τε γὰρ αἱ τελωνίαι δι’ αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο ἄλλων

38

.

7

.

5

τε καὶ τοῦ Κάτωνος ἀντιπραξάντων. ὡς δ’ οὖν καὶ τοῦτο τὸ ἔθνος μηδ’ ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτ’ ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε

38

.

7

.

6

μηδενὸς ἐναντιουμένου. οὐδὲ γὰρ οὐδ’ ὁ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς· τὰ γὰρ δικαστήρια κατ’ αὐτοὺς ἀποκληρῶν τὸ ὄνομα
5αὐτῶν γελοιότατα ἀπεκρύπτετο. τούτους μὲν οὖν, ὅτι πάμπολλοί τέ εἰσι καὶ οὐδ’ ὁτιοῦν τῇδε

38

.

8

.

1

τῇ συγγραφῇ συμβάλλονται, παραλείψω· Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε ταῖς φιλονεικίαις (τά τε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτο‐ πώτερα ἐς ἑτέρους ἀπωθοῦντος) οὔσας εὑρών, ἐνομοθέτησε στρα‐
5τηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵν’ εἰ μὴ καὶ κατ’ ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη αὐτῶν ἔκ‐ δηλα ὅπως φρονοίη γίγνοιτο.

38

.

8

.

2

τὰ μὲν οὖν ἄλλα αὐτὸς ὁ Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβού‐ λευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐ‐ τῆς ἄρχων· ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς καὶ ὠνό‐
5μαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα καὶ Ἰούλιον Καίσαρα ὑπα‐

38

.

8

.

3

τεύειν λέγοντες· τὰ δὲ δὴ καθ’ ἑαυτὸν δι’ ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι· καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθ’ ὅσων ἐπεθύμει κατειργάσατο. αὐ‐ τὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς

38

.

8

.

4

παροῦσιν ἀρκεῖσθαι ἐσκήπτετο· ἕτεροι δέ, ὡς καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέ‐ λησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον ἀλλὰ καὶ

38

.

8

.

5

ἐν αὐτῇ τῇ γερουσίᾳ. ὅ τε γὰρ ὅμιλος τοῦ τε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Ἄλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατο‐ πέδων ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ ἡ βουλὴ τήν τε Γαλατίαν τὴν ἐπέ‐ κεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψε.

38

.

9

.

1

φοβηθεὶς δ’ οὖν καὶ ὣς μή τι ὁ Πομπήιος ἐν τῇ ἀπουσίᾳ αὐτοῦ, ἐπειδὴ ὁ Γαβίνιος ὁ Αὖλος ὑπατεύσειν ἔμελλε, νεωτερίσῃ, ἐκεῖνόν τε ἅμα καὶ τὸν ἕτερον ὕπατον Λούκιον Πίσωνα συγγενείας ἀνάγκῃ προσηταιρίσατο· τῷ μὲν γὰρ Πομπηίῳ τὴν θυγατέρα καί‐
5περ ἄλλῳ τινὶ ἠγγυηκὼς συνῴκισε, καὶ αὐτὸς τὴν τοῦ Πίσωνος

38

.

9

.

2

ἔγημε. καὶ ὁ μὲν οὕτω πανταχόθεν ἐκρατύνθη, Κικέρων δὲ καὶ Λούκουλλος οὐκ ἀρεσκόμενοι τούτοις ἀποκτεῖναι τόν τε Καίσαρα καὶ τὸν Πομπήιον διὰ Λουκίου τινὸς Οὐεττίου ἐπεχείρησαν μέν, οὐκ ἠδυνήθησαν δέ, ἀλλ’ ὀλίγου καὶ αὐτοὶ προσαπώλοντο. προμη‐
5νυθεὶς γὰρ ἐκεῖνος καὶ συλληφθεὶς πρίν τι δρᾶσαι, κατεῖπεν αὐτῶν·

38

.

9

.

3

καὶ εἴγε μὴ καὶ τὸν Βίβουλον ὡς καὶ συνεπιβουλεύοντά σφισιν ἐσηγγέλκει, πάντως ἄν τι δεινὸν ἐπεπόνθεσαν· νῦν δέ, ὅτι τοῦτον τῷ Πομπηίῳ τὸ πραττόμενον δηλώσαντα ἀμυνόμενος ᾐτιᾶτο, ὑπω‐ πτεύθη μηδὲ ἐπὶ τῶν λοιπῶν ἀληθεύειν, ἀλλ’ ἐκ κατασκευασμοῦ
5τινος πρὸς συκοφαντίαν τῶν ἀντιστασιωτῶν σφων παρεσκευάσθαι.

38

.

9

.

4

καὶ περὶ μὲν τούτων ἄλλοι ἄλλα διεθρύλουν· οὐ γάρ που καὶ διη‐ λέγχθη τι, ἀλλὰ ἐς τὸ πλῆθος ὁ Οὐέττιος ἐσαχθείς, καὶ μόνους οὓς εἶπον ὀνομάσας, ἔς τε τὸ οἴκημα ἐσέπεσε, κἀνταῦθα οὐ πολλῷ

38

.

10

.

1

ὕστερον ἐδολοφονήθη· ὕποπτός τε οὖν ἐκ τούτων ὁ Κικέρων τῷ τε Καίσαρι καὶ τῷ Πομπηίῳ γενόμενος ἐβεβαιώσατο τὴν ὑπόνοιαν ἐν τῇ ὑπὲρ τοῦ Ἀντωνίου ἀπολογίᾳ. οὗτος γὰρ πολλὰ μὲν καὶ δεινὰ καὶ τὸ ὑπήκοον τὸ ἐν τῇ Μακεδονίᾳ, ἄρξας αὐτῆς, καὶ τὸ ἔνσπον‐

38

.

10

.

2

δον εἰργάσατο, πολλὰ δὲ καὶ ἀντέπαθε. τά τε γὰρ τῶν Δαρδάνων καὶ τὰ τῶν πλησιοχώρων σφίσι πορθήσας οὐκ ἐτόλμησεν ἐπιόντας αὐτοὺς ὑπομεῖναι, ἀλλ’ ὡς καὶ ἐπ’ ἄλλο τι μετὰ τῶν ἱππέων ὑπο‐ χωρήσας ἔφυγεν, καὶ οὕτω τοὺς πεζοὺς ἐκεῖνοι περισχόντες ἔκ τε

38

.

10

.

3

τῆς χώρας βιαίως ἐξήλασαν καὶ τὴν λείαν προσαφείλοντο. τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τοὺς συμμάχους τοὺς ἐν τῇ Μυσίᾳ ποιήσας ἡττήθη 〈πρὸσ〉 τῇ τῶν Ἰστριανῶν πόλει πρὸς τῶν Σκυθῶν τῶν Βασταρνῶν, ἐπιβοηθησάντων αὐτοῖς, καὶ ἀπέδρα. οὐ μέντοι καὶ ἐπὶ τούτοις
5αἰτίαν ἔσχεν, ἀλλ’ ἐγράφη μὲν ἐπὶ τῇ τοῦ Κατιλίνου συνωμοσίᾳ,
ἑάλω δὲ δι’ ἐκεῖνα, καὶ συνέβη αὐτῷ, ὧν μὲν ἐκρίνετο, μὴ ἐλεγχθῆναι,

38

.

10

.

4

ὧν δ’ οὐκ ᾐτιάζετο, κολασθῆναι. καὶ ὁ μὲν οὕτως ἀπήλλαξεν, ὁ δὲ δὴ Κικέρων ὑπὲρ αὐτοῦ τότε, ἅτε καὶ συνάρχοντός οἱ, ὑπερδικῶν πλείστην κατὰ τοῦ Καίσαρος ὡς καὶ αἰτίου τῆς δίκης αὐτῷ γεγενη‐ μένου καταδρομὴν ἐποιήσατο, καί τινα αὐτὸν καὶ προσελοιδόρησεν.

38

.

11

.

1

ὁ δ’ ἤχθετο μὲν ἐπ’ αὐτοῖς ὥσπερ εἰκὸς ἦν, οὐ μὴν οὔτ’ εἶπεν οὔτ’ ἔπραξεν ὑβριστικὸν ἐς αὐτὸν οὐδέν, καίπερ ὑπατεύων. τοὺς γὰρ πολ‐ λοὺς ἔλεγε συχνὰ καὶ μάταια ἐξεπίτηδες ἐς τοὺς κρείττονάς σφων ἐς φιλονεικίαν αὐτοὺς ὑπάγοντας ..., ἵν’ ἴσοι σφίσι καὶ ὅμοιοι, ἄν
5γέ τι ὁμοιότροπον ἀντακούσωσι, δόξωσιν εἶναι· καὶ οὐκ ἠξίου ἀν‐

38

.

11

.

2

τίπαλον ἐκ τούτου οὐδένα ἑαυτῷ ποιεῖν. καὶ διὰ τοῦτο τοῖς τε ἄλ‐ λοις τοῖς τι προπηλακίζουσιν αὐτὸν οὕτω προσεφέρετο, καὶ τότε τὸν Κικέρωνα ὁρῶν οὐχ ἑαυτῷ τι τοσοῦτον λοιδορήσασθαι ἐθέλοντα ὅσον ἀντακοῦσαί τι τῶν ὁμοίων, ὥστε καὶ παρισωθῆναί οἱ, ἐπιθυ‐
5μοῦντα, βραχύ τε αὐτοῦ ἐφρόντισε καὶ οὐδὲν ὧν ἔλεγε προσεποιή‐ σατο, ἀλλ’ εἴα αὐτὸν ἀφθόνως, καθάπερ τισὶν ἐπαίνοις ἑαυτοῦ,

38

.

11

.

3

ταῖς λοιδορίαις χρῆσθαι. οὐ μέντοι καὶ παντάπασιν ὀλιγώρως αὐ‐ τοῦ ἔσχεν. ἐπιεικεστέραν μὲν γὰρ ὄντως φύσιν εἰλήχει, καὶ οὐ πάνυ ῥᾳδίως ἐθυμοῦτο· συχνοὺς δ’ οὖν, ἅτε καὶ ἐν τοσούτοις πρά‐ γμασιν, ἐδικαίου, οὐ μὴν ὥστε καὶ δι’ ὀργῆς ἢ καὶ παραχρῆμα

38

.

11

.

4

πάντως αὐτὸ ποιεῖν. θυμῷ μὲν δὴ οὐδὲν ἐχαρίζετο, τοῦ δὲ δὴ καιροῦ διεσκόπει, καὶ τούς γε πλείους οὐδὲ αἰσθανομένους μετῄει. οὐ γὰρ ὅπως δόξειεν ἀμύνεσθαί τινας ἔπρασσεν, ἀλλ’ ὅπως ὅτι ἀνεπιφθονώτατα πρὸς τὸ συμφέρον ἑαυτῷ πάντα διοικήσειε. καὶ
5διὰ τοῦτο καὶ ἀδήλως, καὶ ἐν οἷς ἥκιστα ἄν τις προσεδόκησε, τὰς

38

.

11

.

5

τιμωρίας ἐπῆγε, τῆς τε φήμης ἕνεκα, τοῦ μὴ δοκεῖν ὀργίλως ἔχειν, καὶ τοῦ μή τινα προαισθανόμενον προφυλάξασθαι ἢ καὶ προποιῆ‐ σαί τι δεινὸν αὐτόν, πρὶν παθεῖν, ἐπιχειρῆσαι. οὐ γὰρ τῶν ἤδη

38

.

11

.

6

γεγονότων μᾶλλόν τι αὐτῷ ἔμελεν ἢ ἵνα ...... καὶ λυθείη. κἀκ τούτου πολλοῖς μὲν καὶ τῶν μεγάλα αὐτὸν λυπησάντων συνεγίγνω‐
σκεν ἢ καὶ ἐπὶ βραχὺ ἐπεξῄει, ὅτι οὐδὲν ἔτι κακουργήσειν αὐτοὺς ἐπίστευε· πολλοὺς δὲ καὶ ἐπὶ πλεῖον τοῦ καθήκοντος ἐς ἀσφάλειαν
5ἐτιμωρεῖτο, λέγων ὅτι τὸ μὲν ...... οὐκ ἄν ποτε | ἀγένητον ... τῆς κολάσεως ὑπερβολῇ πάντως τι δεινὸν πείσεται.

38

.

12

.

1

ἐξ οὖν τούτων τῶν λογισμῶν καὶ τότε αὐτὸς μὲν τὴν ἡσυχίαν ἦγε, τὸν δὲ δὴ Κλώδιον ἀντιχαρίσασθαί τι αὐτῷ, ὅτι τῆς μοιχείας αὐτοῦ οὐ κατηγόρησε, βουλόμενον αἰσθόμενος παρεσκεύασε κρύφα

38

.

12

.

2

κατὰ τοῦ Κικέρωνος. καὶ πρῶτον μὲν ἐς τὰ τοῦ πλήθους δικαιώ‐ ματα αὖθις αὐτόν, ὅπως νομίμως ἐκποιηθῇ, συμπράττοντος αὐτῷ καὶ τοῦ Πομπηίου μετέστησεν, ἔπειτα δὲ δήμαρχον εὐθὺς ἀποδει‐

38

.

12

.

3

χθῆναι διεπράξατο. οὗτος οὖν ὁ Κλώδιος ἐπεστόμισε μὲν καὶ τὸν Βίβουλον ἐσελθόντα τε ἐς τὴν ἀγορὰν ἐπ’ ἐξόδῳ τῆς ἀρχῆς, καὶ διανοούμενον μετὰ τῆς τοῦ ὅρκου πιστώσεως καὶ περὶ τῶν παρόν‐

38

.

12

.

4

των δημηγορῆσαι, ἐπέθετο δὲ καὶ τῷ Κικέρωνι. καὶ ἐπειδὴ μὴ ἐδόκει οἱ ῥᾴδιον εἶναι ἄνδρα πάμπολυ ἐν τῇ πολιτείᾳ διὰ τὴν τῶν λόγων δεινότητα δυνάμενον καταλῦσαι, τρέπεται πρὸς οἰκείωσιν οὐχ ὅτι τοῦ πλήθους, ἀλλὰ καὶ τῶν ἱππέων τῆς τε βουλῆς, παρ’ οἷσπερ
5που καὶ ὁ Κικέρων πλεῖστος ἐφέρετο, ἐλπίσας, ἂν τούτους σφετε‐ ρίσηται, ῥᾳδίως αὐτόν, ἅτε καὶ διὰ φόβον μᾶλλον ἢ δι’ εὔνοιαν

38

.

12

.

5

ἰσχύοντα, καθαιρήσειν. παμπληθεῖς γὰρ ἐκ τῶν λόγων ἐλύπει, καὶ οὐκ ἐς τοσοῦτον οἵ τι ὠφελούμενοι ὑπ’ αὐτοῦ ᾠκειοῦντο ἐς ὅσον οἱ βλαπτόμενοι ἠλλοτριοῦντο. πρὸς γάρ τοι τῷ τοὺς πλείους τῶν ἀν‐ θρώπων προχειρότερον ἐπὶ τοῖς δυσχερεστέροις ἀγανακτεῖν ἢ τῶν
5ἀμεινόνων χάριν τισὶν ἔχειν, καὶ τοῖς μὲν συναγορεύσασί σφισιν ἀποδεδωκέναι τὸν μισθὸν νομίζειν, τοὺς δ’ ἀντιδικήσαντας ἀμύνε‐

38

.

12

.

6

σθαι τρόπον τινὰ προαιρεῖσθαι, πικροτάτους ἐχθροὺς ἑαυτῷ ἐσε‐
ποίει περιεῖναί τε καὶ τῶν κρατίστων ἀεί ποτε ἐπιχειρῶν καὶ τῇ παρ‐ ρησίᾳ πρὸς πάντας ὁμοίως ἀκράτῳ καὶ κατακορεῖ χρώμενος, ἅτε καὶ τὴν δόξαν τοῦ δύνασθαι συνεῖναί τε καὶ εἰπεῖν ἃ μηδεὶς ἄλλος, καὶ

38

.

12

.

7

πρὸ τοῦ χρηστὸς εἶναι δοκεῖν, θηρώμενος. ἔκ τε οὖν τούτου, καὶ διότι μέγιστόν τε ἀνθρώπων ηὔχει καὶ οὐδένα ἐξ ἴσου ἑαυτῷ ἦγεν, ἀλλὰ ἔν τε τοῖς λόγοις ὁμοίως καὶ ἐν τῷ βίῳ πάντας τε ὑπερεφρόνει καὶ ἰσοδίαιτος οὐδενὶ ἠξίου εἶναι, φορτικός τε καὶ ἐπαχθὴς ἦν, καὶ
5ἀπὸ τούτων καὶ ὑπ’ αὐτῶν ἐκείνων οἷς ἤρεσκε, καὶ ἐφθονεῖτο καὶ

38

.

13

.

1

ἐμισεῖτο. ὁ οὖν Κλώδιος ἐλπίσας αὐτὸν διὰ ταῦτα, ἂν τήν τε βουλὴν καὶ τοὺς ἱππέας τόν τε ὅμιλον προπαρασκευάσηται, ταχὺ κατεργά‐ σεσθαι, τόν τε σῖτον προῖκα αὖθις διένειμε (τὸ γὰρ μετρεῖσθαι τοῖς ἀπόροις, τοῦ τε Γαβινίου ἤδη καὶ τοῦ Πίσωνος ὑπατευόντων, ἐσηγή‐

38

.

13

.

2

σατο) καὶ τὰ ἑταιρικά, κολλήγια ἐπιχωρίως καλούμενα, ὄντα μὲν ἐκ τοῦ ἀρχαίου καταλυθέντα δὲ χρόνον τινά, ἀνενεώσατο· τοῖς τε τιμηταῖς ἀπηγόρευσε μήτ’ ἀπαλείφειν ἔκ τινος τέλους μήτ’ ἀτιμά‐ ζειν μηδένα, χωρὶς ἢ εἴ τις παρ’ ἀμφοτέροις σφίσι κριθεὶς ἁλοίη.

38

.

13

.

3

τούτοις οὖν αὐτοὺς δελεάσας καὶ ἕτερόν τινα νόμον ἔγραψε, περὶ οὗ διὰ πλειόνων ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως σαφέστερος τοῖς πολ‐ λοῖς γένηται. τῆς γὰρ μαντείας τῆς δημοσίας ἔκ τε τοῦ οὐρανοῦ καὶ ἐξ ἄλλων τινῶν, ὥσπερ εἶπον, ποιουμένης, τὸ μέγιστον κῦρος
5ἡ ἐκ τοῦ οὐρανοῦ εἶχεν, οὕτως ὥστε τὰ μὲν ἄλλα οἰωνίσματα πολλὰ καὶ καθ’ ἑκάστην πρᾶξιν, ἐκεῖνο δὲ ἐσάπαξ ἐπὶ πάσῃ τῇ ἡμέρᾳ

38

.

13

.

4

γίγνεσθαι. τοῦτό τε οὖν ἰδιώτατον ἐν αὐτῷ ἦν, καὶ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἢ ἐπέτρεπε πραχθῆναί τινα, καὶ ἐγίγνετο μη‐ δενὸς ἔτι καθ’ ἕκαστον οἰωνίσματος ἐπαγομένου, ἢ ἐκώλυε, καὶ ἀνεχειρίζετό τι, τὰς δὲ δὴ τοῦ δήμου διαψηφίσεις πάντως ἐπῖσχεν,
5καὶ ἦν πρὸς αὐτὰς ἀεὶ διοσημία, εἴτε ἐναίσιον εἴτε ἐξαίσιον ἐγένετο.

38

.

13

.

5

καὶ τὸ μὲν αἴτιον τῆς νομίσεως ταύτης οὐκ ἔχω φράσαι, γράφω δὲ τὰ λεγόμενα. ἐπεὶ οὖν πολλοὶ ἐμποδίζειν ἢ νόμων ἐσφορὰς ἢ ἀρχόντων καταστάσεις ἐς τὸν δῆμον ἐσαγομένας βουλόμενοι προ‐ επήγγελλον ὡς καὶ ἐκ τοῦ οὐρανοῦ τὴν ἡμέραν ἐκείνην μαντευσόμε‐
5νοι, ὥστε μηδεμίαν ἐν αὐτῇ κύρωσιν τὸν δῆμον σχεῖν, φοβηθεὶς ὁ

38

.

13

.

6

Κλώδιος μὴ γραψαμένου αὐτοῦ τὸν Κικέρωνα ἀναβολήν τέ τινες ἐκ τοῦ τοιούτου καὶ τριβὴν τῇ δίκῃ ἐμποιήσωσιν, ἐσήνεγκε μηδένα τῶν ἀρχόντων ἐν ταῖς ἡμέραις ἐν αἷς ψηφίσασθαί τι τὸν δῆμον ἀναγκαῖον εἴη, τὰ ἐκ τοῦ οὐρανοῦ γιγνόμενα παρατηρεῖν.

38

.

14

.

1

τοιαῦτα μὲν τότε ἐπὶ τὸν Κικέρωνα συνέγραψε. καὶ ἐπειδὴ ἐκεῖνος, συνεὶς τὸ γιγνόμενον, Λούκιον Νίννιον Κουαδρᾶτον δημαρ‐ χοῦντα ἐναντιωθῆναι πᾶσί σφισιν ἀντιπαρεσκεύασεν, ἔδεισε μὴ καὶ θόρυβος ἐκ τούτου καὶ διατριβή τις γένηται, καὶ ὑπῆλθεν αὐτὸν

38

.

14

.

2

ἀπατήσας. προδιομολογησάμενος γὰρ αὐτῷ μηδ’ ὁτιοῦν, ἂν μηδὲν τῶν νομοθετουμένων ἐμποδίσῃ, κατ’ αὐτοῦ γράψειν, ἔπειτα τὴν ἡσυχίαν καὶ ἐκείνου καὶ τοῦ Νιννίου ἄγοντος διενομοθέτησεν αὐτά,

38

.

14

.

3

καὶ μετὰ τοῦτο καὶ τῷ Κικέρωνι ἐπεχείρησεν. καὶ ὁ μὲν οὕτω, καί‐ τοι φρονιμώτατος ἀξιῶν εἶναι, τότε ὑπὸ τοῦ Κλωδίου, εἴ γε ἐκεῖνον ἀλλὰ μὴ τὸν Καίσαρα τούς τε ἄλλους τοὺς μετ’ αὐτῶν συνεστη‐

38

.

14

.

4

κότας δεῖ λέγειν, ἠπατήθη· ὁ δὲ δὴ νόμος ὃν μετὰ ταῦτα ὁ Κλώ‐ διος ἐσήνεγκεν, ἄλλως μὲν οὐκ ἐδόκει ἐπ’ αὐτῷ τίθεσθαι (οὐδὲ γὰρ τὸ ὄνομα αὐτοῦ εἶχεν ἀλλὰ κατὰ πάντων ἁπλῶς τῶν πολίτην τινὰ ἄνευ τῆς τοῦ δήμου καταγνώσεως ἀποκτενούντων ἢ καὶ ἀπεκτονό‐

38

.

14

.

5

των ἐσήγετο), ἔργῳ δὲ ἐπ’ αὐτὸν ὅτι μάλιστα συνεγράφετο. ἔφερε μὲν γὰρ καὶ ἐπὶ πᾶσαν τὴν βουλήν, ὅτι τοῖς τε ὑπάτοις τὴν φυ‐ λακὴν τῆς πόλεως, δι’ ἧσπερ καὶ τὰ τοιαῦτά σφισι ποιεῖν ἐξὸν ἐγίγνετο, προσετετάχει, καὶ μετὰ τοῦτο καὶ τοῦ Λεντούλου καὶ τῶν

38

.

14

.

6

ἄλλων τῶν τότε θανατωθέντων κατεψήφιστο· οὐ μέντοι ἀλλ’ ὁ Κικέρων, ἐπειδὴ καὶ ἐσηγγέλκει περὶ αὐτῶν καὶ ἐσήγητο ἀεὶ καὶ ἐπεψηφίκει καὶ τέλος καὶ τὴν τιμωρίαν σφῶν διά γε τῶν τὰ τοι‐ αῦτα ὑπηρετούντων ἐπεποίητο, καὶ τὴν αἰτίαν μόνος ἢ καὶ μάλιστα

38

.

14

.

7

ἔσχε. καὶ διὰ τοῦτο τά τε ἄλλα ἰσχυρῶς αὐτῷ ἀντέπρασσε, καὶ τὴν βουλευτικὴν ἐσθῆτα ἀπορρίψας ἐν τῇ ἱππάδι περιενόστει, πάν‐ τας τε τούς τι δυναμένους, οὐχ ὅπως τῶν ἐπιτηδείων ἀλλὰ καὶ τῶν ἀντιστασιωτῶν, καὶ μάλιστα τόν τε Πομπήιον καὶ τὸν Καί‐
5σαρα ἅτε μηδὲ τὴν ἔχθραν αὐτοῦ προσποιούμενον, καὶ ἡμέρας καὶ

38

.

15

.

1

νυκτὸς ὁμοίως περιιὼν ἐθεράπευε. καὶ ἐβούλοντο γὰρ καὶ ἐκεῖνοι
μήτε τὸν Κλώδιον αὐτοὶ παρεσκευακέναι μήτε τοῖς γεγραμμένοις ὑπ’ αὐτοῦ ἀρέσκεσθαι δοκεῖν, τοιάνδε τινὰ ἐπὶ τὸν Κικέρωνα ἀπά‐

38

.

15

.

2

την, σφίσι μὲν εὐπρεπῆ ἐκείνῳ δὲ δὴ ἀφανῆ, προσεξεῦρον. ὁ μὲν γὰρ Καῖσαρ ὑπείκειν αὐτῷ συνεβούλευε, μὴ καὶ κατὰ χώραν μεί‐ νας ἀπόληται· καὶ ἵνα γε καὶ μᾶλλον ὑπ’ εὐνοίας τοῦτο ποιεῖν πιστευθῇ, ὑποστρατήγῳ οἱ χρήσεσθαι ὑπισχνεῖτο, ὅπως μὴ μετ’
5ὀνείδους ὡς καὶ ὑπεύθυνος ὤν, ἀλλὰ ἐπί τε ἀρχῆς καὶ μετὰ τιμῆς

38

.

15

.

3

ἐκποδὼν δὴ τῷ Κλωδίῳ γένηται. ὁ δὲ δὴ Πομπήιος τούτου μὲν αὐτόν, τό τε πρᾶγμα ἀπόδρασιν ἄντικρυς ὀνομάζων καὶ ἐς τὸν Καί‐ σαρα ὥστε καὶ κατ’ ἔχθραν οὐκ ἐπιτηδείως οἱ συμβουλεύοντα ὑπο‐ σημαίνων, ἀπέτρεπε, γνώμην δὲ ἐδίδου καταμεῖναι καὶ ἑαυτῷ τε ἅμα
5καὶ τῇ βουλῇ μετὰ παρρησίας βοηθῆσαι, τόν τε Κλώδιον εὐθὺς ἀμύ‐

38

.

15

.

4

νασθαι· οὔτε γὰρ διαπράξασθαί τι αὐτὸν παρόντος τε ἐκείνου καὶ ἐναντιουμένου δυνήσεσθαι ἔλεγε, καὶ προσέτι καὶ 〈δίκην〉 δώσειν καὶ ἑαυτοῦ τι πρὸς τοῦτο συμπράξαντος. τοιούτους αὐτῶν λόγους λε‐ γόντων οὐχ ὅτι ἐναντία ἀλλήλοις ἐγίγνωσκον ἀλλ’ ἵν’ ἐκεῖνον ἀνυπ‐

38

.

15

.

5

όπτως ἀπατήσωσι, τῷ Πομπηίῳ προσέθετο. οὔτε γὰρ προϋπώ‐ πτευέ τι ἐς αὐτόν, καὶ ἐπίστευε πάντως ὑπ’ αὐτοῦ σωθήσεσθαι. τῶν τε γὰρ ἄλλων πολλοὶ καὶ ᾐδοῦντο αὐτὸν καὶ ἐτίμων, ὥστε καὶ κινδυνεύοντας συχνοὺς τοὺς μὲν παρὰ τῶν δικαστῶν τοὺς δὲ καὶ

38

.

15

.

6

παρ’ αὐτῶν τῶν κατηγόρων ῥύεσθαι· καὶ ὁ Κλώδιος, ἅτε καὶ ἐν γένει ποτὲ αὐτῷ γενόμενος καὶ συστρατεύσας ἐπὶ πολὺν χρόνον, οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ ἐδόκει ποιήσειν. τόν τε Γαβί‐ νιον ἄντικρυς, ἅτε καὶ πάνυ φίλον αὐτῷ ὄντα, καὶ τὸν Πίσωνα
5ἀπό τε τῆς ἐπιεικείας καὶ διὰ τὴν τοῦ Καίσαρος συγγένειαν ὑπάρ‐

38

.

16

.

1

ξειν οἱ προσεδόκησε. τούτοις τε οὖν τοῖς λογισμοῖς κρατήσειν ἐλ‐ πίσας (καὶ γὰρ ἐθάρσει παρὰ λόγον ὥσπερ ἀνεξετάστως ἐδεδίει), καὶ φοβηθεὶς μὴ καὶ ἐκ πονηροῦ συνειδότος τὴν ἀποδημίαν πε‐ ποιῆσθαι δόξῃ, τῷ μὲν Καίσαρι χάριν δή τινα ἔχειν ἔλεγε, τῷ δὲ
5δὴ Πομπηίῳ ἐπείσθη.

38

.

16

.

2

καὶ ὁ μὲν οὕτως ἀπατηθεὶς παρεσκευάζετο ὡς καὶ πολὺ τῶν ἐχθρῶν ὑπεροίσων. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, οἵ τε ἱππῆς συν‐ ελθόντες ἐς τὸ Καπιτώλιον πρέσβεις ὑπὲρ αὐτοῦ πρός τε τοὺς ὑπά‐ τους καὶ τὴν γερουσίαν, ἄλλους τέ τινας ἐκ σφῶν καὶ βουλευτὰς

38

.

16

.

3

τόν τε Ὁρτήσιον τὸν Κύιντον καὶ Γάιον Κουρίωνα, ἔπεμψαν· καὶ
ὁ Νίννιος τά τε ἄλλα αὐτῷ συνῄρετο, καὶ τὴν ἐσθῆτα τῷ πλήθει ὡς καὶ ἐπί τινι κοινῇ συμφορᾷ μεταβαλεῖν παρῄνεσε. καὶ πολλοὶ τοῦτο καὶ τῶν βουλευτῶν ....., καὶ οὐ πρότερόν γε μετεβάλοντο

38

.

16

.

4

πρὶν τοὺς ὑπάτους σφίσι διὰ προγραφῆς ἐπιτιμῆσαι. ἀλλ’ ἦν γὰρ τὰ τῶν ἀντιστασιωτῶν αὐτοῦ δυνατώτερα, οὔτε ὁ Κλώδιος χρημα‐ τίσασθαί τι ὑπὲρ αὐτοῦ τῷ Νιννίῳ ἐπέτρεψεν, οὔτε Γαβίνιος τὴν πρόσοδον τοῖς ἱππεῦσιν ἐς τὴν βουλὴν ἔδωκεν, ἀλλὰ καὶ ἕνα τινὰ
5αὐτῶν, ὡς πολὺς ἐνέκειτο, καὶ ἐκ τῆς πόλεως ἐξήλασε, τῷ τε Ὁρτησίῳ καὶ τῷ Κουρίωνι, ὅτι καὶ ἀθροισθεῖσί σφισι συνεγένοντο

38

.

16

.

5

καὶ τὴν πρεσβείαν ὑπέστησαν, ἐπεκάλει. καὶ αὐτοὺς ὁ Κλώδιος ἐς τὸ πλῆθος ἐσαγαγὼν πληγαῖς ἐπὶ τῇ πρεσβείᾳ διά τινων προπαρε‐ σκευασμένων συνέκοψε. καὶ μετὰ ταῦτα ὅ τε Πίσων, καίπερ εὐ‐ νοϊκῶς τῷ Κικέρωνι δοκῶν ἔχειν, καὶ συμβουλεύσας γε αὐτῷ, ὡς
5ἑώρα ἀδύνατον ὂν ἄλλως αὐτὸν σωθῆναι, προϋπεξέχειν, ὅμως

38

.

16

.

6

ἐπειδὴ διὰ τοῦτο ἐκεῖνος ὠργίσθη, παρῆλθεν ἐς τὴν ἐκκλησίαν ὅτε πρῶτον ἠδυνήθη (τὰ γὰρ πολλὰ ἠρρώστει), καὶ πυθομένου τοῦ Κλωδίου τίνα γνώμην περὶ τῶν γεγραμμένων ἔχοι, εἶπεν ὅτι οὐδέν μοι οὔτ’ ὠμὸν οὔτε σκυθρωπὸν ἔργον ἀρέσκει· καὶ ὁ Γαβίνιος
5ἐρωτηθεὶς τὸ αὐτὸ τοῦτο οὐχ ὅπως ἐκεῖνον ἐπῄνεσεν, ἀλλὰ καὶ τῶν

38

.

17

.

1

ἱππέων τῆς τε βουλῆς προσκατηγόρησεν. ὁ μέντοι Καῖσαρ (ἔξω γὰρ τοῦ τείχους ὁ Κλώδιος δι’ αὐτόν, ἐπειδήπερ ἐξεστράτευτο, τὸν ὅμιλον συναγαγὼν καὶ ἐκεῖνον ἐπιγνώμονα τῶν γεγραμμένων ἐποιήσατο) τὴν μὲν [γὰρ] παρανομίαν τῶν περὶ τὸν Λέντουλον πραχ‐

38

.

17

.

2

θέντων κατεψηφίσατο, τὴν μέντοι τιμωρίαν τὴν ἐπ’ αὐτοῖς γραφο‐ μένην οὐκ ἐδοκίμασεν· ὅσα μὲν γὰρ περὶ τῶν τότε γενομένων ἐφρό‐ νησε, πάντας εἰδέναι ἔφη (τὴν γὰρ σώζουσάν σφας ψῆφον δεδω‐ κὼς ἦν), οὐ μὴν καὶ προσήκειν ἐπὶ τοῖς παρεληλυθόσι τοιοῦτόν

38

.

17

.

3

τινα νόμον συγγράφεσθαι. Καῖσαρ μὲν ταῦτ’ εἶπε, Κράσσος δὲ διὰ μὲν τοῦ υἱέος βοήθειάν τινα τῷ Κικέρωνι ἐνεδείκνυτο, αὐτὸς δὲ τὰ τοῦ πλήθους ἔπρασσε. καὶ ὁ Πομπήιος ὑπισχνεῖτο μὲν αὐτῷ
τὴν ἐπικουρίαν, σκήψεις δέ τινας ἄλλοτε ἄλλας ποιούμενος καὶ

38

.

17

.

4

ἀποδημίας συχνὰς ἐπίτηδες στελλόμενος οὐκ ἐπήμυνε. ἰδὼν οὖν ταῦθ’ ὁ Κικέρων καὶ φοβηθεὶς αὖθις ἐπεχείρησε μὲν ὅπλα ἄρα‐ σθαι (τά τε γὰρ ἄλλα καὶ τὸν Πομπήιον φανερῶς προεπηλάκιζε), κωλυθεὶς δὲ ὑπό τε τοῦ Κάτωνος καὶ τοῦ Ὁρτησίου, μὴ καὶ ἐμ‐
5φύλιος ἐκ τούτου πόλεμος γένηται, τότε δὴ καὶ ἄκων μετά τε αἰ‐ σχύνης καὶ μετὰ κακοδοξίας, ὡς καὶ ἐκ τοῦ συνειδότος ἐθελοντὴς

38

.

17

.

5

πεφευγώς, μετέστη. πρὶν δὲ δὴ ἀφορμῆσαι, ἔς τε τὸ Καπιτώλιον ἀνέβη καὶ ἀγαλμάτιόν τι Ἀθηνᾶς ἀνέθηκε, Φυλακίδα αὐτὴν ὀνο‐ μάσας. ὑπεξῆλθε δὲ ἐς Σικελίαν· προστάτης τε γὰρ αὐτῶν ἐγεγό‐ νει, καὶ ἐλπίδα πολλὴν ἔν τε τοῖς δήμοις καὶ ἐν τοῖς ἰδιώταις τῷ

38

.

17

.

6

τε ἄρχοντι αὐτῶν εἶχε τιμηθήσεσθαι. φυγόντος δ’ αὐτοῦ ὁ νόμος τὸ κῦρος, οὐχ ὅπως οὐκ ἐναντιωθέντος τινός, ἀλλὰ καὶ σπουδασάν‐ των ἄλλων τε καὶ αὐτῶν ἐκείνων οἵπερ 〈τὰ〉 τοῦ Κικέρωνος ἀνὰ πρώ‐ τους πράττειν ἐδόκουν, ἐπειδήπερ ἅπαξ ἐκποδὼν ἐγεγόνει, ἔλαβε·
5καὶ ἥ τε οὐσία αὐτοῦ ἐδημεύθη, καὶ ἡ οἰκία ὥσπερ τινὸς πολεμίου κατεσκάφη, τό τε ἔδαφος αὐτῆς ἐς νεὼν Ἐλευθερίας ἀνέθηκαν.

38

.

17

.

7

αὐτῷ τε ἐκείνῳ ἥ τε φυγὴ ἐπετιμήθη καὶ ἡ ἐν τῇ Σικελίᾳ διατριβὴ ἀπερρήθη· τρισχιλίους τε γὰρ καὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους ὑπὲρ τὴν Ῥώμην ὑπερωρίσθη, καὶ προσεπεκηρύχθη ἵν’ εἰ δή ποτε ἐντὸς αὐτῶν φανείη, καὶ αὐτὸς καὶ οἱ ὑποδεξάμενοι αὐτὸν
5ἀνατὶ διόλωνται.

38

.

18

.

1

καὶ ὁ μὲν ἐς τὴν Μακεδονίαν διὰ τοῦτο μετέστη καὶ ἐκεῖ διέ‐ τριβεν ὀδυρόμενος· ἐντυχὼν δ’ αὐτῷ Φιλίσκος τις ἀνὴρ ἔν τε ταῖς Ἀθήναις συγγεγονώς οἱ καὶ τότε κατὰ τὴν τύχην συντυχών “οὐκ αἰσχύνῃ” ἔφη, “ὦ Κικέρων, θρηνῶν καὶ γυναικείως διακείμενος;
5ὡς ἔγωγε οὔποτ’ ἄν σε προσεδόκησα οὕτω μαλακισθήσεσθαι, πολ‐ λῆς μὲν παιδείας καὶ παντοδαπῆς μετεσχηκότα, πολλοῖς δὲ καὶ

38

.

18

.

2

συνηγορηκότα.” καὶ ὃς ὑπολαβὼν εἶπεν “ἀλλ’ οὐδέν τοι ὅμοιόν ἐστιν, ὦ Φιλίσκε, ὑπὲρ ἄλλων τέ τινα λέγειν καὶ ἑαυτῷ συμβου‐ λεύειν. τὰ μὲν γὰρ ὑπὲρ τῶν ἀλλοτρίων λεγόμενα, ἀπὸ ὀρθῆς καὶ
ἀδιαφθόρου τῆς γνώμης προϊόντα, καιρὸν ἐς τὰ μάλιστα λαμβάνει·
5ὅταν δὲ δὴ πάθημά τι τὴν ψυχὴν καταλάβῃ, θολοῦται καὶ σκο‐ τοῦται καὶ οὐδὲν δύναται καίριον ἐννοῆσαι. ὅθεν που πάνυ καλῶς εἴρηται ὅτι ῥᾷον παραινέσαι ἑτέροις ἐστὶν ἢ αὐτὸν παθόντα καρ‐

38

.

18

.

3

τερῆσαι.” “λέγεις μέν τι” ἔφη ὁ Φιλίσκος “ἀνθρώπινον· οὐ μέντοι καὶ ἠξίουν σε, τοσαύτῃ μὲν φρονήσει κεχρημένον τοσαύτην δὲ σο‐ φίαν ἠσκηκότα, μὴ οὐ προπαρεσκευάσθαι πρὸς πάντα τὰ ἀνθρώ‐ πινα, ἵν’ εἴ τι καὶ παράλογόν σοι προσπέσοι, μήτι γε καὶ ἄφρα‐

38

.

18

.

4

κτόν σε εὕροι. ἐπεὶ δ’ οὖν ἐν τούτῳ καθέστηκας, ... καὶ γὰρ ἄν τι ὠφελήσαιμί σε διαλεξάμενός τι τῶν προσφόρων, ἵν’ ὥσπερ οἱ τὰ φορτία συναιρόμενοί τισιν ἐπικουφίζουσιν αὐτούς, καὶ ἐγώ σοι τὸ πάθος τοῦτο ἐπελαφρύναιμι, τοσούτῳ ῥᾷον ἐκείνων ὅσῳ μηδὲ τὸ

38

.

18

.

5

βραχύτατον αὐτοῦ μεταλήψομαι. οὐ γάρ που καὶ ἀπαξιώσεις πα‐ ραμυθίου τινὸς παρ’ ἑτέρου τυχεῖν. εἰ μὲν γὰρ αὐτάρκης ἑαυτῷ ἦσθα, οὐδὲν ἂν ἡμῖν τῶν λόγων τούτων ἔδει· νῦν δ’ ὅμοιον πέπον‐ θας ὥσπερ εἰ Ἱπποκράτης ἢ Δημοκήδης ἢ καὶ ἄλλος τις τῶν πάνυ
5ἰατρῶν νοσήματι δυσιάτῳ περιπεσὼν ἀλλοτρίας χειρὸς πρὸς τὴν

38

.

19

.

1

ἄκεσιν αὐτοῦ προσεδεήθη.” “ἀλλ’ εἴ γέ τινα” ἔφη ὁ Κικέρων “τοι‐ οῦτον ἔχεις λόγον ὥστε τὴν ἀχλύν μου ταύτην ἀπὸ τῆς ψυχῆς ἀφελεῖν καὶ ἐς τὸ ἀρχαῖόν με φῶς ἐπαναγαγεῖν, ἑτοιμότατός εἰμι ἀκούειν. ὥσπερ γὰρ τῶν φαρμάκων, οὕτω δὴ καὶ τῶν λόγων καὶ
5διαφοραὶ πολλαὶ καὶ δυνάμεις ποικίλαι εἰσίν, ὥστ’ οὐδὲν θαυμα‐ στὸν εἰ καὶ ἐμὲ τὸν λαμπρὸν ἔν τε τῇ γερουσίᾳ καὶ ἐν ταῖς ἐκκλη‐ σίαις τοῖς τε δικαστηρίοις σοφίᾳ τινὶ καταιονήσειας.”

38

.

19

.

2

“φέρε οὖν” εἶπεν ὁ Φιλίσκος, “ἐπειδήπερ ἀκούειν ἕτοιμος εἶ, σκεψώμεθα πρῶτον μὲν εἰ κακὰ ὡς ἀληθῶς ἐστι ταῦτα τὰ περι‐ εστηκότα σε, ἔπειτα δὲ τίνα τρόπον αὐτὰ ἀκεσόμεθα. ἐγὼ τοίνυν πρῶτον μὲν ἁπάντων ὁρῶ σε ὑγιαίνοντα τῷ σώματι καὶ εὖ μάλα
5ἐρρωμένον, ὅπερ που πρῶτον κατὰ φύσιν ἀγαθόν ἐστιν ἀνθρώποις,

38

.

19

.

3

ἔπειτα δὲ τὰ ἐπιτήδεια αὐτάρκη κεκτημένον, ὥστε μήτε πεινῆν μήτε
διψῆν ἢ ῥιγοῦν ἢ καὶ ἄλλο τι ἄτοπον ὑπ’ ἀπορίας ὑπομένειν, ὃ δὴ καὶ δεύτερον εἰκότως ἄν τις ἀγαθὸν ἀνθρώπῳ φύσει τιθείη. ὅταν γάρ τινι ἥ τε τοῦ σώματος σύστασις εὖ ἔχῃ καὶ διαρκεῖν ἀφρον‐
5τιστῶν δύνηται, πάντα τὰ πρὸς εὐδαιμονίαν ἐπιβάλλοντα καρποῦ‐

38

.

20

.

1

ται.” ὁ οὖν Κικέρων ὑπολαβὼν ἔφη “ἀλλ’ οὐδὲν τῶν τοιούτων ὄφελός ἐστιν, ὅταν του τὴν ψυχὴν λυπῇ τι καὶ δάκνῃ· πολλῷ γὰρ πλεῖον αἱ ἐκείνης φροντίδες ταλαιπωροῦσί τινα ἢ αἱ τοῦ σώ‐ ματος εὐπάθειαι τέρπουσιν. ὥσπερ καὶ ἐγὼ νῦν οὐδὲν οὔτε τῆς
5τοῦ σώματος ὑγιείας προτιμῶ, νοσῶν γε τὴν γνώμην, οὔτε τῆς

38

.

20

.

2

τῶν ἐπιτηδείων εὐπορίας· πολλῶν γὰρ ἀπεστέρημαι.” καὶ ὅς “καὶ τοῦτό σε” ἔφη “λυπεῖ; εἰ μὲν γὰρ ἐνδεήσεσθαι τῶν ἀναγκαίων ἔμελλες, λόγον ἄν τινα εἶχεν ἄχθεσθαί σε τοῖς ἀπολωλόσιν· εἰ δὲ ἔκπλεά σοι πάντα τὰ ἐπιτήδεια ὑπάρχει, τί ἀνιᾷ ὅτι μὴ καὶ πλείω
5κέκτησαι; πᾶν γὰρ τὸ ὑπὲρ τὴν χρείαν τινὶ ὂν περιττόν ἐστι,

38

.

20

.

3

καὶ ἐν τῷ ἴσῳ καὶ παρὸν καὶ ἀπὸν καθέστηκεν, ἐπεί τοι καὶ πρό‐ τερον οὐδὲν δήπου τοῖς μὴ ἀναγκαίοις ἐχρῶ, ὥστε καὶ τότε μὴ εἶναι ὧν μὴ ἔχρῃζες ἢ καὶ νῦν εἶναι ὧν μὴ δέῃ νόμιζε. καὶ γὰρ οὐδὲ πατρῷά σοι τὰ πολλὰ αὐτῶν γέγονεν, ὥστε σε σπουδὴν ἰδιω‐
5τέραν περὶ αὐτὰ ποιεῖσθαι, ἀλλὰ ὑπό τε τῆς γλώττης καὶ ὑπὸ τῶν

38

.

20

.

4

λόγων σου πεπόρισται, δι’ οὓς καὶ ἀπόλωλεν. οὔκουν ἀγανακτεῖν προσήκει εἰ καθάπερ ἐκτήθη τινά, οὕτω καὶ ἀπεβλήθη. οὐδὲ γὰρ οὐδ’ οἱ ναύκληροι πάνυ χαλεπῶς φέρουσι πολλὰ ζημιούμενοι· λογί‐ ζεσθαι γάρ, οἶμαι, φρονίμως ἐπίστανται ὅτι ἡ θάλαττα ἡ διδοῦσά
5σφισιν αὐτὰ καὶ ἀφαιρεῖται.

38

.

21

.

1

καὶ περὶ μὲν τούτων ἱκανά· ἀποχρῆν τε γὰρ ἀνθρώπῳ πρὸς εὐδαιμονίαν τὸ τὰ ἀρκοῦντα κεκτῆσθαι καὶ μηδενὸς ὧν τὸ σῶμα χρῄζει προσδεῖσθαι νομίζω, καὶ πᾶν τὸ περιττὸν καὶ φροντίδας καὶ

38

.

21

.

2

πράγματα καὶ φθόνους ἔχειν ἡγοῦμαι. ἐπειδὴ δὲ ἔφησθα ὅτι οὐ‐ δεμία ἀπόλαυσις τῶν τοῦ σώματος ἀγαθῶν ἐστιν, ἂν μὴ καὶ τὰ τῆς ψυχῆς προσυπάρχῃ τινί, ἔστι μὲν ἀληθὴς ὁ λόγος (ἀδύνατον γάρ, κακῶς αὐτῆς ἐχούσης, μὴ οὐ καὶ τοῦτ’ αὐτῇ συννοσεῖν), ἐγὼ
5μέντοι πολλῷ ῥᾷον οἴομαι εἶναι τῆς εὐεξίας τῆς γνώμης ἐπιμελη‐

38

.

21

.

3

θῆναί τινι ἢ τῆς τοῦ σώματος. τοῦτο μὲν γάρ, ἅτε καὶ σάρκινον
ὄν, πολλὰ μὲν ἄτοπα ἐν ἑαυτῷ ἔχει, πολλῆς δὲ ἐπικουρίας παρὰ τοῦ δαιμονίου δεῖται· ἐκείνη δὲ δή, οἷα θειοτέρας φύσεως οὖσα, καὶ ῥυθμίζεσθαι καὶ νουθετεῖσθαι ῥᾳδίως δύναται. οὐκοῦν κἀν‐
5ταῦθα ἴδωμεν τί τέ σοι τῶν τῆς ψυχῆς ἀγαθῶν ἀπέστη, καὶ τί

38

.

22

.

1

τῶν κακῶν προσγενόμενον οὐκ ἂν ἀποτριψαίμεθα. ὁρῶ τοίνυν ἔγωγε πρῶτον μὲν φρονιμώτατόν σε ἀνθρώπων ὄντα· τεκμήριον δὲ ὅτι πλεῖστα μὲν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐν οἷς συνεβού‐ λευσάς τι αὐτοῖς, ἔπεισας, πλεῖστα δὲ καὶ τοὺς ἰδιώτας, ἐν οἷς συν‐

38

.

22

.

2

ηγόρησάς σφισιν, ὠφέλησας· ἔπειτα δὲ καὶ δικαιότατον· πανταχοῦ γοῦν ὑπέρ τε τῆς πατρίδος καὶ τῶν φίλων ἀνταγωνιζόμενος τοῖς ἐπιβουλεύουσιν αὐτοῖς ἐξήτασαι· καὶ αὐτά γε ταῦτα ἃ νῦν πέπονθας, οὐ δι’ ἄλλο τι συμβέβηκέ σοι ἢ ὅτι πάνθ’ ὑπὲρ τῶν νόμων καὶ τῆς

38

.

22

.

3

πολιτείας καὶ λέγων καὶ πράττων διετέλεις. καὶ μὴν ὅτι καὶ σωφρο‐ σύνης ἐς τὰ πρῶτα ἀνήκεις, αὐτὸ τὸ ἐπιτήδευμά σου δηλοῖ· οὐ γὰρ οἷόν τ’ ἐστὶ δουλεύοντά τινα ταῖς τοῦ σώματος ἡδοναῖς ἐν μέσῳ τε ἀεὶ φαίνεσθαι καὶ ἐν τῇ ἀγορᾷ ἀναστρέφεσθαι, μαρτύρια τὰ ἡμερινὰ

38

.

22

.

4

ἔργα τῶν νυκτερινῶν ποιούμενον. οὕτω δὲ δὴ τούτων ἐχόντων ἐγὼ μέν σε καὶ ἀνδρειότατον ᾤμην εἶναι, τοσαύτῃ μὲν ῥώμῃ διανοίας τοσαύτῃ δὲ καὶ ἰσχύι λόγων χρώμενον· σὺ δέ, ὡς ἔοικας, αὐτὸς ἑαυ‐ τοῦ, ἐκπλαγεὶς ὅτι παρά τε τὴν ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν ἔπται‐

38

.

22

.

5

σας, παρῄρησαι τι τοῦ σφόδρα ἀνδρείου. ἀλλὰ τοῦτο μὲν εὐθὺς ἀπολήψῃ· τοιούτων δὲ τῶν κατὰ σὲ ὄντων, καὶ εὖ μὲν ἥκοντος τοῦ σώματος εὖ δὲ καὶ τῆς ψυχῆς, οὐχ ὁρῶ τί τὸ λυποῦν ἐστί σε.”

38

.

23

.

1

ταῦτα αὐτοῦ εἰπόντος ὁ Κικέρων ἔφη “οὐ δοκεῖ οὖν σοι μέγα κακὸν εἶναι ἀτιμία καὶ φυγή, καὶ τὸ μήτ’ οἴκοι διατρίβειν 〈μήτε〉 μετὰ τῶν φίλων εἶναι, ἀλλὰ ἐκ τῆς πατρίδος μεθ’ ὕβρεως ἐκπεπτωκότα ζῆν ἐν ἀλλοτρίᾳ γῇ καὶ ἀλᾶσθαι, φυγάδα προσαγορευόμενον, καὶ

38

.

23

.

2

γέλωτα μὲν τοῖς ἐχθροῖς αἶσχος δὲ τοῖς οἰκείοις παρέχοντα.” “οὐ‐ δαμῇ ἔμοιγε” εἶπεν ὁ Φιλίσκος. “δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆς τε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρ’ αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι
5περὶ ταῦθ’ ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν εἰκότως καὶ αἰσχρὸν νο‐

38

.

23

.

3

μίζοιτο, εἰ δ’ ὀρθῶς ἔχοι, καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη. ὃ καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλ’ ἐκεῖνα, 〈αἱ φυγαὶ〉 καὶ αἱ ἀτιμίαι, καὶ
εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳ τε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον
5μὲν γὰρ 〈ἂν〉 σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς ἢ καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν ἢ καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπ’ ἀτιμίας καὶ

38

.

23

.

4

φυγῆς ἢ καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ. τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐδ’ ἡ ἐπιτιμία οὐδ’ ἡ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλ’ ὁποῖά ποτ’ ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα καὶ δοκεῖ εἶναι. αὐτίκα

38

.

23

.

5

τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν [ἐπιτιμίαν], ἀλλ’ ἔστιν ἃ τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ’ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κο‐ λάζεται· εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν οὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον

38

.

23

.

6

αὐτῆς ἴσασι. καὶ πάνυ εἰκότως· ὅσα γὰρ μὴ προσάπτεται τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐδ’ ἀνήκειν ἐς αὐτὸν νομίζε‐ ται. ὥσπερ ἂν οὖν, εἰ κρίσις τις ἢ καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν ἢ τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν

38

.

24

.

1

ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει. τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστ’ εἴπερ αὐτὴ καθ’ αὑτὴν ἡ ἀτιμία μηδεμίαν κακίαν ἔχει, οὐδὲ τῇ

38

.

24

.

2

φυγῇ δήπου προστρίψασθαί τι κακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀπο‐ δημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦν‐ τες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ

38

.

24

.

3

τοῦτο βλάπτεσθαι νομίζουσιν. οὐ μὴν οὐδὲ διαφέρει τι ἑκούσιόν τινα ἢ μὴ τοῦτο ποιεῖν· οὐδὲ γὰρ οὐδ’ ὁ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐδ’ ὁ ἄκων ναυτιλλόμενος ἥττω τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ

38

.

24

.

4

ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶ φρονίμῳ συμβῆναι. ὥστ’ εἴ‐ περ ἐν τούτῳ τὸ διάφορον τοῦ τε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν
〈ὅτι〉 τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δ’ ἄκοντες χαλεπῶς ποιοῦμεν, εὐ‐ θεράπευτον· ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν
5καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται πάντα κἀκεῖνα, ὅσα

38

.

24

.

5

ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι. καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλ’ ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθ’ αὑτῶν ἐσμέν·

38

.

24

.

6

ἀλλ’ ὅπως ἂν τῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.

38

.

25

.

1

ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν, ἄν τ’ ἐθέλωμεν ἄν τε καὶ μή· εἰ δέ σε οὐχὶ ἡ ἀτιμία αὐτὴ οὐδ’ ἡ φυγὴ αὐτὴ λυπεῖ, ἀλλ’ ὅτι μὴ μόνον μηδὲν ἠδικηκὼς τὴν πατρίδα ἀλλὰ καὶ πολλὰ εὐηργετηκὼς ἠτίμωσαί τε καὶ ἐξελήλασαι, λόγισαι τοῦθ’, ὅτι ἐπειδήπερ ἅπαξ
5ἐπέπρωτό σοι τοιοῦτό τι παθεῖν, κάλλιστον δήπου καὶ ἄριστον

38

.

25

.

2

συμβέβηκε τὸ μηδὲν ἀδικήσαντά σε ἐπηρεάσθαι. [καὶ] σὺ μὲν γὰρ πάντα τὰ καθήκοντα τοῖς πολίταις συνεβούλευσας καὶ ἔπραξας, οὐκ ἰδιωτεύων ἀλλ’ ὑπατεύων, οὐδ’ ἰδίᾳ τι πολυπραγμονῶν ἀλλὰ τοῖς τῆς βουλῆς δόγμασι πειθόμενος, οὐ κατὰ στάσιν ἀλλ’ ἐπὶ τῷ βελτίστῳ

38

.

25

.

3

γενομένοις· ὁ δεῖνα δὲ καὶ ὁ δεῖνα ἐκ δυναστείας καὶ ἐπηρείας πάντα κατὰ σοῦ συνεσκευάσαντο, ὥστ’ ἐκείνοις μὲν καὶ ἄχθεσθαι καὶ λυ‐ πεῖσθαι ἐπὶ τῇ ἀδικίᾳ προσήκει, σοὶ δὲ δὴ ἀνδρείως φέρειν τὰ δό‐

38

.

25

.

4

ξαντα τῷ δαίμονι καὶ καλὸν καὶ ἀναγκαῖόν ἐστιν. οὐ γάρ που μᾶλλον ἂν ἐθελήσαις τῷ τε Κατιλίνᾳ συμπράξας καὶ τῷ Λεντούλῳ συνομόσας, καὶ πάντα μὲν τἀναντία τῶν συμφερόντων τῇ πα‐ τρίδι παραινέσας, μηδὲν δὲ τῶν προσταχθέντων σοι ὑπ’ αὐτῆς

38

.

25

.

5

ποιήσας, οἴκοι μένειν ἀδικήσας 〈ἢ〉 κατορθώσας φυγεῖν. οὐκοῦν εἰ καὶ τῆς δόξης σοι μέλει, πολλῷ που αἱρετώτερόν ἐστι μηδὲν ἀδική‐ σαντά σε ἐκπεπτωκέναι ἢ κακουργήσαντά τι οἴκοι μεμενηκέναι· τά τε γὰρ ἄλλα καὶ ἡ αἰσχύνη τοῖς ἀδίκως ἐκβαλοῦσί τινα, ἀλλ’ οὐ

38

.

26

.

1

τῷ κατ’ ἐπήρειαν ἐξελαθέντι προσγίγνεται. καίτοι ἔγωγε ἀκούω
τοῦθ’, ὅτι οὐκ ἄκων οὐδ’ ἁλοὺς μετέστης, ἀλλ’ ἐθελοντὴς ἐμίσησας τὸν μετ’ αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα
5ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστ’ ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ

38

.

26

.

2

ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶν ἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτ’ ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄν τε ἐν Σικελίᾳ ἄν τε ἐν Μακεδονίᾳ ἄν τε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς. οὐ γὰρ δήπου τὰ χω‐
5ρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐ‐ τὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦ

38

.

26

.

3

ποιεῖ. καὶ ταῦθ’ ὁ Κάμιλλος ἐννοήσας ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθ’ ὁ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους ἡ φυγὴ ἐποίησεν· τί τὸν Ἄννιον, τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα
5ἀπεξενώθη.

38

.

26

.

4

μὴ οὖν μηδὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, ἃ μήτε 〈τῇ〉 τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτ’ ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐδὲ γὰρ οὐδ’ αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη

38

.

26

.

5

πᾶσα ὑπομένειν ἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ. τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ ἄκοντες, οὔτε ἐκφευξό‐ μεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτη‐

38

.

26

.

6

σόμεθα, τὸ μάτην ἀνιᾶσθαι. τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτο‐ πώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι· καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ
5δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς 〈ἄλλοισ〉

38

.

27

.

1

ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι. καὶ σὺ οὖν ταῦτα λογιζόμενος μήτε τοῖς παροῦσιν ἄχθου, μήτ’, ἂν τοὺς ἐκβαλόντας σε εὐτυχοῦντας πυνθάνῃ, λυποῦ. κουφαὶ μὲν γὰρ καὶ ἐφήμεροι καὶ ἄλλως αἱ τῶν ἀνθρώπων εὐπραγίαι εἰσί, καὶ ὅσῳ ἂν
5μᾶλλόν τις ἀπ’ αὐτῶν ἐπαύξῃ, ῥᾷον ὥσπερ πνεῦμα πίπτει, μάλιστα

38

.

27

.

2

δὲ ἐν ταῖς στάσεσιν. ἅτε γὰρ ἐν τεταραγμένοις καὶ ἀκαταστάτοις πράγμασι φερόμενοι μικρόν, μᾶλλον δὲ οὐδέν, τῶν χειμαζομένων διαφέρουσιν, ἀλλ’ ἄνω τε καὶ κάτω, τοτὲ μὲν δεῦρο τοτὲ δὲ ἐκεῖσε .....· κἂν ἄρα τι καὶ τὸ βραχύτατον σφαλῶσι, παντελῶς

38

.

27

.

3

βαπτίζονται. καὶ ἵνα γε μήτε τὸν Δροῦσον μήτε τὸν Σκιπίωνα μήτε τοὺς Γράκχους ἢ καὶ ἄλλους τινὰς εἴπω, μέμνησθε μὲν ὅπως ὁ Κάμιλλος ὁ φυγὰς ἄμεινον τοῦ Καπιτωλίνου μετὰ ταῦτα ἀπήλλαξε, μέμνησθε δὲ ὅσον Ἀριστείδης τοῦ Θεμιστοκλέους ὕστερον διήνεγκεν.

38

.

27

.

4

ὥστε καὶ σὺ μάλιστα μὲν ἔλπιζε καὶ καταχθήσεσθαι (οὔτε γὰρ ἐξ ἀδικίας ἐξελήλασαι, καὶ ἐπιζητήσουσι μέν σε, ὡς πυνθάνομαι, καὶ αὐτοὶ οἱ ἐκβεβληκότες, ποθήσουσι δὲ πάντες)· ἂν δὲ δὴ καὶ ἐν τοῖς

38

.

28

.

1

παροῦσιν ἐμμείνῃς, μήτι γε καὶ ἀνιαθῇς παρὰ τοῦτο μηδέν. ἂν μὲν γάρ μοι πεισθῇς, καὶ πάνυ ἀγαπήσεις χωρίον τέ τι παραθαλασσί‐ διον ἔξω πάτου ἐκλεξάμενος, καὶ ἐν αὐτῷ γεωργῶν τε ἅμα καὶ συγ‐

38

.

28

.

2

γράφων τι, ὡς Ξενοφῶν, ὡς Θουκυδίδης. τό τε γὰρ εἶδος τοῦτο τῆς σοφίας διαρκέστατόν ἐστι καὶ παντὶ μὲν ἀνδρὶ πάσῃ δὲ πολιτείᾳ ἁρμοδιώτατον, καὶ ἡ φυγὴ φέρει τινὰ σχολὴν γονιμωτέραν. ὥστ’ εἴπερ ὄντως ἀθάνατος καθάπερ ἐκεῖνοι γενέσθαι ἐθέλεις, ζήλωσον

38

.

28

.

3

αὐτούς. τά τε γὰρ ἐπιτήδεια ἀρκοῦντα ἔχεις καὶ οὔτ’ ἀξιώματός τινος προσδέῃ. εἰ γάρ τι καὶ ἐν τούτοις ἀγαθόν ἐστιν, ὑπάτευκας· καὶ πλέον οὐδὲν τοῖς καὶ δεύτερον καὶ τρίτον ἢ καὶ τέταρτον ἄρ‐ ξασι, πλὴν γραμμάτων ἀριθμοῦ κενῶν, ὑπάρχει, ἃ μήτε ζῶντα

38

.

28

.

4

μήτ’ ἀποθανόντα τινὰ ὠφελεῖ. οὔκουν ἂν ἕλοιο οὔτε Κορουῖνος οὔτε Μάριος ὁ ἑπτάκις ὑπατεύσας μᾶλλον ἢ Κικέρων εἶναι. οὔτ’ αὖ ἡγεμονίας τινὸς ἐπιθυμεῖς, ὅς γε καὶ τὴν δοθεῖσάν σοι ἐξέστης, καταφρονήσας μὲν τῶν ἀπ’ αὐτῆς κερδῶν, καταφρονήσας δὲ καὶ
5τῆς ὀλιγοχρονίου τε καὶ ὑπευθύνου πᾶσι τοῖς συκοφαντεῖν ἐθέλου‐

38

.

28

.

5

σιν ἐξουσίας. καὶ ταῦτ’ εἶπον οὐχ ὅτι καὶ ἀναγκαῖόν 〈τι〉 αὐτῶν πρὸς εὐδαιμονίαν ἐστίν, ἀλλ’ ὅτι καὶ ἐν τοῖς πολιτικοῖς, ἐπείπερ
ἐχρῆν, ἱκανῶς ἐξήτασαι, ἵνα καὶ ἐξ ἐκείνων τὸ διάφορον τῶν βίων μαθὼν τὰ μὲν ἕλῃ τὰ δὲ ἀπώσῃ καὶ τὰ μὲν διώξῃς τὰ δὲ φύ‐
5γῃς. σμικρὸς γὰρ ὁ βίος ἡμῶν, καὶ δεῖ σε μὴ πάντα αὐτὸν ἄλλοις

38

.

28

.

6

βιῶναι, ἀλλ’ ἤδη τι καὶ σεαυτῷ χαρίσασθαι. σκέψαι δὲ ὅσον ἥ τε ἡσυχία τῆς ταραχῆς καὶ ἡ εὔροια τῶν θορύβων ἥ τε ἐλευθερία τῆς δουλείας καὶ ἡ ἀσφάλεια τῶν κινδύνων διαφέρει, ἵν’ ἐπιθυμή‐ σῃς ζῆσαι ὡς ἐγώ σοι παραινῶ. οὕτω μὲν γὰρ εὐδαιμονήσεις, καί
5σου μέγα ὄνομα [εἶ] καὶ τοῦτο ἀεὶ καὶ ζῶντος ἐπὶ τούτῳ καὶ τελευ‐

38

.

29

.

1

τήσαντος ἔσται· ἂν δὲ δὴ τήν τε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔς τε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρη‐ σίαν ἐννοῶν, τήν τε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου

38

.

29

.

2

θεωρῶν, μήποτέ τι καὶ αὖθις σφαλῇς. καὶ εἰ μὲν ἐν φυγῇ γέ‐ νοιο, μεταγνώσῃ μόνον, εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐδὲ με‐ τανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δ’ οὐκ αἰσχρὸν ἀποτμηθῆναί τέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι,

38

.

29

.

3

κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇ καὶ γυναῖκα ἐνυβρίσαι; καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλ’ ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μηδέ σε ἐξαπατάτω τοῦθ’, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις· οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες
5φιλεῖν πρὸς τοὺς ἐχθρῶς διακειμένους, ὥσπερ που καὶ πεπείρασαι.

38

.

29

.

4

οἱ γὰρ δυναστείας ἐρῶντες παρ’ οὐδὲν πάντα τἆλλα, πρὸς τὸ τυ‐ χεῖν ὧν βούλονται, τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.”

38

.

30

.

1

καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπ’ αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι ὁ Κλώδιος τόν τε Τι‐ γράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶ τότε παρὰ Λουκίῳ Φλα‐

38

.

30

.

2

ουίῳ ὄντα, πεισθεὶς ὑπὸ χρημάτων ἐξήρπασε καὶ ἀφῆκε, καὶ τὸν Πομπήιον τόν τε Γαβίνιον ἀγανακτήσαντας ἐπὶ τούτῳ περιύβρισε, τοῖς τε ἀμφ’ αὐτοὺς οὖσι καὶ πληγὰς καὶ τραύματα ἔδωκε, καὶ τοῦ ὑπάτου τάς τε ῥάβδους συνέτριψε καὶ τὴν οὐσίαν καθιέρωσεν.

38

.

30

.

3

ὀργισθεὶς γὰρ διὰ ταῦθ’ ὁ Πομπήιος, ἄλλως τε καὶ ὅτι τῇ ἐξου‐ σίᾳ, ἣν αὐτὸς τοῖς δημάρχοις ἀπεδεδώκει, κατ’ αὐτοῦ ὁ Κλώδιος ἐκέχρητο, ἀνακαλέσασθαι τὸν Κικέρωνα ἠθέλησε, καὶ αὐτῷ τὴν

38

.

30

.

4

κάθοδον εὐθὺς διὰ τοῦ Νιννίου πράττειν ἤρξατο. καὶ ὃς ἐσήνεγκε μὲν ἐς τὸ βουλευτήριον τὴν ὑπὲρ αὐτοῦ γνώμην, ἀπόντα τὸν Κλώ‐ διον τηρήσας· ἀντιστάντος δέ οἱ ἑτέρου τινὸς δημάρχου ἐκείνην τε ὡς καὶ τῷ πλήθει κοινώσων ἐξέθηκε, καὶ τῷ Κλωδίῳ πρὸς πάντα
5καθάπαξ ἠναντιοῦτο. κἀκ τούτου καὶ φιλονεικίαι καὶ τραύματα ἀπ’

38

.

30

.

5

αὐτῶν πολλὰ ἑκατέροις ἐγίγνετο. πρὶν δὲ ἢ ἐς τοῦτο ἀφικέσθαι, βουληθεὶς ὁ Κλώδιος τόν τε Κάτωνα ἐκποδών, ὅπως ῥᾷον ὅσα ἔπραττε κατορθώσῃ, ποιήσασθαι, καὶ τὸν Πτολεμαῖον 〈τὸν〉 τότε τὴν Κύπρον ἔχοντα ἀμύνασθαι ὅτι αὐτὸν παρὰ τῶν καταποντιστῶν
5οὐκ ἐλύσατο, τήν τε νῆσον ἐδημοσίωσε καὶ πρὸς τὴν διοίκησιν αὐ‐ τῆς τὸν Κάτωνα καὶ μάλα ἄκοντα ἀπέστειλε.

38

.

31

.

1

ταῦτα μὲν 〈ἐν〉 τῇ πόλει ἐγίγνετο· Καῖσαρ δὲ εὗρε μὲν οὐδὲν ἐν τῇ Γαλατίᾳ πολέμιον, ἀλλὰ ἀκριβῶς πάντα ἡσύχαζεν, οὐ μέντοι καὶ ἐν εἰρήνῃ διεγένετο, ἀλλὰ αὐτομάτου τὸ πρῶτον πολέμου τινὸς αὐτῷ συμβάντος ἕτερος συνηνέχθη, ὥστ’ αὐτόν, ὅπερ ἐς τὰ μά‐

38

.

31

.

2

λιστα ἐπεθύμει, πάντα καὶ πολεμῆσαι καὶ κατορθῶσαι. Ἐλουήτιοι γὰρ πλήθει τε ἀκμάζοντες καὶ χώραν οὐκ αὐτάρκη τῇ πολυανθρω‐ πίᾳ σφῶν ἔχοντες, μέρος μέν τι ἐκπέμψαι ἐς ἀποικίαν οὐκ ἠθέλη‐ σαν, μὴ καὶ διασπασθέντες εὐεπιβουλευτότεροι τοῖς λυπηθεῖσί ποτε
5ὑπ’ αὐτῶν γένωνται, πάντες δὲ δὴ ἀπαναστῆναι βουληθέντες, ὡς καὶ ἐς ἑτέραν τινὰ καὶ πλείω καὶ βελτίω χώραν μετοικισθησόμενοι, τάς τε κώμας καὶ τὰς πόλεις σφῶν ἁπάσας ἔκαυσαν ὥστε μηδένα

38

.

31

.

3

μετάμελον τῆς ἀναστάσεως ποιήσασθαι. καί τινας [μὲν] καὶ ἑτέρους τῶν αὐτῶν δεομένους προσλαβόντες ἀπῆραν, Ὀρκετόριγός σφισιν ἡγουμένου, 〈ἐν νῷ〉 ἔχοντες τόν τε Ῥοδανὸν διαβῆναι καὶ πρὸς ταῖς Ἄλπεσί που κατοικισθῆναι. καὶ ἐπειδὴ ὁ Καῖσαρ τήν τε γέφυραν
5διέκοψε καὶ τἆλλα ὡς κωλύσων αὐτοὺς διαβῆναι ἡτοιμάζετο, ἔπεμ‐ ψαν πρὸς αὐτὸν δίοδόν τε αἰτούμενοι καὶ προσυπισχνούμενοι μηδὲν

38

.

31

.

4

τὴν τῶν Ῥωμαίων γῆν κακώσειν. καὶ ὅς, εἰ καὶ τὰ μάλιστα μήτε ἐπίστευεν αὐτοῖς μήτε προχωρῆσαί ποι ἐπιτρέψειν ἔμελλεν, ἀλλ’ ὅτι γε οὐδέπω καλῶς παρεσκεύαστο, βουλεύσεσθαί τε ὑπὲρ ὧν ἠξίουν μετὰ τῶν ὑποστρατήγων ἔφη καὶ τὴν ἀπόκρισιν ἐν ῥητῇ τινι ἡμέρᾳ
5δώσειν. καί τι καὶ ἐλπίδος, ὡς καὶ ἐπιτρέψων σφίσι τὴν δίοδον, ὑπετείνατο. κἀν τούτῳ τὰ ἐπικαιρότατα διετάφρευσε καὶ ἀπετεί‐

38

.

32

.

1

χισεν, ὥστ’ ἄπορον αὐτοῖς τὴν ὁδὸν γενέσθαι. οἱ οὖν βάρβαροι χρόνον μέν τινα ἐπέσχον, ἔπειτ’ ἐπειδὴ μηδὲν ἤκουσαν κατὰ τὸ συγ‐ κείμενον, ἄραντες τὸ μὲν πρῶτον διὰ τῶν Ἀλλοβρίγων ἐπορεύοντο ᾗπερ ὥρμηντο, ἔπειτ’ ἐντυχόντες τοῖς κωλύμασιν ἐς Σηκουανοὺς

38

.

32

.

2

ἀπετράποντο, καὶ διά τε τούτων καὶ διὰ τῶν Αἰδούων ἐθελοντί σφισι τὴν δίοδον, ἐφ’ ᾧ μηδὲν ἀδικηθῶσι, παρεχόντων διιόντες οὐκ ἐνέμειναν τοῖς ὡμολογημένοις, ἀλλὰ τὴν χώραν αὐτῶν ἐλεηλά‐ τουν. πέμψαντες οὖν οἵ τε Σηκουανοὶ καὶ οἱ Αἴδουοι πρὸς τὸν
5Καίσαρα ἐπικουρίαν τε παρ’ αὐτοῦ ᾔτουν, καὶ ἐδέοντο μή σφας

38

.

32

.

3

περιιδεῖν ἀπολομένους. καὶ ἔλεγον μὲν οὐδὲν ὅμοια οἷς ἔπραξαν, ἔτυχον δ’ οὖν ὅμως ὧν ἠξίουν· ὁ γὰρ Καῖσαρ φοβηθεὶς μὴ καὶ ἐπὶ τὴν Τόλοσαν οἱ Ἐλουήτιοι τράπωνται, εἵλετο μετ’ ἐκείνων αὐ‐ τοὺς ἀμύνασθαι μᾶλλον ἢ συμφρονήσασί σφισιν, ὅπερ εὔδηλον ἦν

38

.

32

.

4

ἐσόμενον, πολεμῆσαι. προσπεσὼν οὖν διὰ ταῦτα τοῖς Ἐλουητίοις τὸν Ἄραριν διαβαίνουσι τοὺς μὲν τελευταίους ἐπακολουθοῦντας ἐν αὐτῷ τῷ πόρῳ διέφθειρε, τοὺς δὲ προκεχωρηκότας ἐς τοσοῦτον ἐκ τοῦ αἰφνιδίου καὶ ἐκ τοῦ τάχους τῆς διώξεως καὶ τῆς πύστεως
5τῶν ἀπολωλότων ἐξέπληξεν ὥστε ἐς ὁμολογίαν ἐπὶ χώρᾳ τινὶ ἐθε‐

38

.

33

.

1

λῆσαι ἐλθεῖν. οὐ μέντοι καὶ συνέβησαν· ἐπειδὴ γὰρ ὁμήρους ᾐτή‐ θησαν, ἠγανάκτησαν οὐχ ὅτι ἠπιστοῦντο, ἀλλ’ ὅτι ἀπηξίουν ὁμή‐ ρους τισὶ δοῦναι. καὶ τῶν μὲν σπονδῶν κατεφρόνησαν, προχω‐ ροῦντες δὲ αὖθις τήν τε ἵππον τοῦ Καίσαρος, ἀπό τε τοῦ πεζοῦ
5πολὺ προδραμοῦσαν καὶ τοὺς ὀπισθοφύλακας αὐτῶν παραλυποῦσαν,

38

.

33

.

2

ὑποστάντες τῷ ἱππικῷ ἐνίκησαν, κἀκ τούτου αὐτοί τε φρόνημα λα‐ βόντες καὶ ἐκεῖνον φυγεῖν διά τε τὴν ἐλάττωσιν, καὶ ὅτι σπανίσας τῶν ἐπιτηδείων πρὸς πόλιν τινὰ ἔξω τῆς ὁδοῦ οὖσαν ἐξετράπετο,

38

.

33

.

3

νομίσαντες τοῦ τε πρόσω ἀφεῖντο καὶ ἐπεδίωξαν αὐτόν. ἰδὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ φοβηθεὶς τήν τε ὁρμὴν αὐτῶν καὶ τὸ πλῆ‐ θος, τῷ μὲν πεζῷ πρὸς μετέωρόν τι ὥρμησε, τοὺς δὲ ἱππέας προ‐ εβάλετο προκινδυνεῦσαί σφισιν, ἕως ἐν ἐπιτηδείῳ παρατάξῃ. τρε‐
5ψαμένων τε αὖθις αὐτοὺς ἐκείνων, καὶ πρὸς αὐτὸ τὸ ὄρθιον θυμῷ φερομένων, ἐπικατέδραμέ σφισιν ἐξαίφνης, καὶ ἅτε συντεταγμένος

38

.

33

.

4

σποράδας ἐξ ὑπερδεξίων οὐ χαλεπῶς ἀπεώσατο. τραπομένων δὲ τούτων, ἄλλοι τινὲς τῶν μὴ μαχομένων (ὑπό τε γὰρ τοῦ πλήθους καὶ ὑπὸ τῆς σπουδῆς οὐ πάντες ἅμα παρεγένοντο) προσέμιξαν ἐξαί‐ φνης κατὰ νώτου τοῖς ἐπιδιώκουσί σφας, καὶ ἐθορύβησαν μὲν αὐ‐

38

.

33

.

5

τούς, πλεῖον δὲ οὐδὲν ἔσχον· ὁ γὰρ Καῖσαρ τοῖς ἱππεῦσι τοὺς φεύ‐ γοντας προστάξας αὐτὸς τῷ ὁπλιτικῷ πρὸς ἐκείνους ἐτράπετο, καὶ κρατήσας πρός τε τὰς ἁμάξας ἀμφοτέροις σφίσι συγκαταφυγοῦσιν ἐφέσπετο, κἀνταῦθα αὖθις ἰσχυρῶς ἐπ’ αὐτῶν ἀμυνομένους σφᾶς

38

.

33

.

6

ἐνίκησε. παθόντες δὲ ταῦθ’ οἱ βάρβαροι δίχα διῃρέθησαν. οἱ μὲν γὰρ ὡμολόγησαν αὐτῷ καὶ ἔς τε τὴν οἰκείαν ὅθεν ἐξανέστησαν ἐπαν‐ ῆλθον, κἀνταῦθα τὰς πόλεις ἀνορθώσαντες ᾤκησαν· οἱ δὲ οὐκ ἐθελήσαντες τὰ ὅπλα παραδοῦναι πρὸς τὸν Ῥῆνον, ὡς καὶ ἐς τὴν
5ἀρχαίαν σφῶν γῆν ἐπανελθεῖν δυνάμενοι, ὥρμησαν, καὶ αὐτοὺς οἱ σύμμαχοι τῶν Ῥωμαίων δι’ ὧν διῄεσαν ῥᾳδίως, ἅτε καὶ ὀλίγους καὶ νενικημένους, ἔφθειραν.

38

.

34

.

1

οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον ὁ Καῖσαρ ἐπολέμησεν, ἀρ‐ ξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλ’ αὐτός τε τὸ ἑαυτοῦ βού‐ λημα ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ
5ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρή‐

38

.

34

.

2

σασθαι ἠθέλησαν· τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο,

38

.

34

.

3

ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν. ἦρχε μὲν γὰρ Ἀριό‐ ουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπ’ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο· πρὸς δὲ
5δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ’ αὐτῆς ἰσχὺν οὐδὲν τού‐ των ἐφρόντισε, πλὴν καθ’ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέ‐

38

.

34

.

4

λησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι “εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλ‐ λως καταδεέστερος αὐτοῦ εἰμί, καὶ τὸν χρείαν τινὸς ἔχοντα αὐτὸν

38

.

34

.

5

πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ”, ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥω‐ μαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παρα‐ χρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσ‐ απηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτ’ ἐπικουρίας

38

.

34

.

6

οἴκοθεν ἐπάγεσθαι. ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο· ἀχθεσθεὶς γὰρ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο,
5ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ’ αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰ‐ σθέσθαι τινά, προκατασχεῖν.

38

.

35

.

1

κἀν τούτῳ οἱ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτι τε ὁ Ἀριό‐ ουιστος ἰσχυρῶς παρασκευάζεται, καὶ ὅτι καὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαβεβήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ,
οἱ δὲ καὶ ἐπ’ αὐτῷ τῷ ποταμῷ συνειλέχαται ὅπως ἐξαίφνης σφίσιν

38

.

35

.

2

ἐπίθωνται, δεινῶς ἠθύμησαν· τά τε γὰρ μεγέθη αὐτῶν καὶ τὸ πλῆ‐ θος τό τε θράσος καὶ τὰς ἀπ’ αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλα‐ γέντες οὕτω διετέθησαν ὡς μηδὲ πρὸς ἀνθρώπους τινὰς ἀλλὰ πρὸς θηρία ἄπορα καὶ ἄγρια προσοισόμενοι. καὶ ἐθρύλουν ὅτι πόλεμον
5οὔτε προσήκοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο, καὶ προσεπηπείλουν ἐγκαταλείψειν αὐτὸν, ἂν

38

.

35

.

3

μὴ μεταβάληται. μαθὼν οὖν ταῦτ’ ἐκεῖνος τῷ μὲν πλήθει τῶν στρατιωτῶν οὐδὲν διελέξατο (οὔτε γὰρ καλὸν ἐνόμιζεν εἶναι τοι‐ αῦτα πρὸς πολλοὺς λέγειν, καὶ ταῦτ’ ἐς τοὺς πολεμίους μέλλοντα ἐκφοιτήσειν, καὶ ἔδεισε μή πως ἀπειθήσαντες θορυβήσωσι καὶ κα‐
5κόν τι ἐξεργάσωνται), τοὺς δὲ δὴ ὑπάρχους καὶ τοὺς ὑπομείονας ἀθροίσας τοιάδε ἐν αὐτοῖς ἔλεξεν.

38

.

36

.

1

“οὐ τὸν αὐτόν, ὦ ἄνδρες φίλοι, τρόπον ἡγοῦμαι δεῖν ἡμᾶς περί τε τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν βουλεύεσθαι. οὐδὲ γὰρ τὸν αὐτὸν ὁρῶ σκοπὸν ἰδίᾳ τε ἑκάστῳ καὶ δημοσίᾳ ἅπασιν ὄντα. ἡμῖν μὲν γὰρ τὰ ἐπιεικέστατα καὶ ἀσφαλέστατα, τῷ δὲ δήμῳ τὰ κρά‐

38

.

36

.

2

τιστα καὶ προαιρεῖσθαι καὶ πράττειν προσήκει. δεῖ μὲν γὰρ 〈καὶ〉 ἐν τοῖς ἰδίοις δραστηρίους εἶναι· τὸ γὰρ ἐπιεικὲς οὐκ ἐθέλει μὴ καὶ ἐκ τούτου σώζεσθαι· οὐ μὴν ἀλλὰ ἀνὴρ μὲν ὅστις ἀπραγμονέστατός ἐστι, καὶ ἀσφαλέστατος εἶναι δοκεῖ, πόλις δέ, ἄλλως τε καὶ ἀρχὴν

38

.

36

.

3

ἔχουσα, τάχιστ’ ἂν ὑπὸ τοῦ τοιούτου καταλυθείη. ταῦτα γὰρ οὕ‐ τως οὐχ ὑπ’ ἀνθρώπων ταχθέντα ἀλλ’ ὑπ’ αὐτῆς τῆς φύσεως νο‐ μοθετηθέντα καὶ ἦν ἀεὶ καὶ ἔστι, καὶ ἔσται μέχριπερ ἂν καὶ τὸ θνητὸν γένος συνεστήκῃ. τούτων οὖν οὕτως ἐχόντων, οὐδ’ ὑμῶν
5οὐδένα χρὴ τὸ ἴδιον ἡδὺ καὶ ἀσφαλὲς ἐν τῷ παρόντι μᾶλλον ἢ τὸ

38

.

36

.

4

τοῖς πᾶσι Ῥωμαίοις καὶ εὐπρεπὲς καὶ συμφέρον προσκοπεῖν. λογί‐ ζεσθε γὰρ τά τε ἄλλα ὅσα εἰκός ἐστι, καὶ μάλισθ’ ὅτι δεῦρο ἤλ‐ θομεν αὐτοί τε τοσοῦτοι καὶ τοιοῦτοι ἔκ τε τῆς βουλῆς καὶ ἐκ τῶν ἱππέων ὄντες, καὶ πλῆθος πολὺ στρατιωτῶν χρήματά τε ἄφθονα

38

.

36

.

5

λαβόντες, οὐχ ἵνα ῥᾳθυμῶμεν, οὐδ’ ἵνα ἀμελῶμεν, ἀλλ’ ὅπως τά
τε τῶν ὑπηκόων ὀρθῶς διοικήσωμεν καὶ τὰ τῶν ἐνσπόνδων ἀσφα‐ λῶς διασώσωμεν, τούς τε ἀδικεῖν ἐπιχειροῦντάς σφας ἀμυνώμεθα,

38

.

36

.

6

καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν. ὡς εἴ γε μὴ ταῦθ’ οὕτω φρονοῦντες ἤλθομεν, τί ποτε καὶ ἀρχὴν ἐξεστρατεύσαμεν, ἀλλ’ οὐ τρόπον γέ τινα οἴκοι καὶ ἐπὶ τοῖς ἰδίοις κατεμείναμεν; καὶ γάρ που καὶ ἄμει‐ νον ἦν μηδ’ ὑποστῆναι τὴν στρατείαν ἢ προσταχθέντας αὐτὴν προ‐

38

.

36

.

7

δοῦναι. εἰ δ’ οἱ μὲν ὑπὸ τῶν νόμων ἀναγκαζόμενοι τὸ προσταττό‐ μενον ὑπὸ τῆς πατρίδος πράττειν, οἱ δὲ δὴ πλείους ἐθελονταὶ διά τε τὰς τιμὰς καὶ διὰ τὰς ὠφελίας τὰς ἀπὸ τῶν πολέμων περιγιγ‐ νομένας πάρεσμεν, πῶς ἂν ἢ καλῶς ἢ ὁσίως ἡμῖν ἔχοι ψεύσασθαι
5καὶ τὰς τῶν ἐκπεμψάντων ἡμᾶς ἅμα καὶ τὰς ἡμετέρας αὐτῶν ἐλ‐

38

.

36

.

8

πίδας; ἰδίᾳ μὲν γὰρ οὐδ’ ἂν εἷς οὕτως εὖ πράξειεν ὥστε μὴ οὐ τῷ κοινῷ πταίσαντι συναπολέσθαι· τὸ δὲ δημόσιον εὐτυχοῦν πάσας καὶ τὰς ἑκάστου συμφορὰς ἀναφέρει.

38

.

37

.

1

λέγω δὲ ταῦτα οὐ πρὸς ὑμᾶς, ἄνδρες ἑταῖροί τε καὶ φίλοι, τοὺς ἐνταῦθα ὄντας (οὔτε γὰρ ἄλλως ἀγνοεῖτε αὐτὰ ὥστε καὶ μα‐ θεῖν δεῖσθαι, οὔτ’ ὀλιγώρως αὐτῶν ἔχετε ὥστε καὶ προτροπῆς χρῄ‐ ζειν), ἀλλ’ ὅτι τινὰς τῶν στρατιωτῶν ᾔσθημαι αὐτούς τε θρυλοῦν‐
5τας ὡς οὐ προσήκοντα τόνδε τὸν πόλεμον ἀνῃρήμεθα, καὶ τοὺς

38

.

37

.

2

ἄλλους προσστασιάζοντας, ἵν’ αὐτοί τε βεβαιοτέραν ἐκ τῶν παρ’ ἐμοῦ λόγων τὴν ὑπὲρ τῆς πατρίδος προθυμίαν ποιήσησθε, καὶ ἐκεί‐ νους πάνθ’ ἃ προσήκει διδάξητε· πλείω γὰρ ἂν παρ’ ὑμῶν ἰδίᾳ καὶ πολλάκις ἀκούοντες αὐτὰ ὠφεληθεῖεν ἢ παρ’ ἐμοῦ ἅπαξ πυθό‐

38

.

37

.

3

μενοι. λέγετε τοίνυν αὐτοῖς ὅτι οἱ πρόγονοι ἡμῶν οὐκ οἴκοι μένον‐ τες, οὐδὲ τὰς στρατείας ὀκνοῦντες, οὐδὲ τοὺς πολέμους φεύγοντες, οὐδὲ τὰς ῥᾳθυμίας διώκοντες τηλικαύτην τὴν πόλιν ἐποίησαν, ἀλλὰ ταῖς γνώμαις πάντα τὰ προσήκοντα προχείρως τολμῶντες καὶ τοῖς

38

.

37

.

4

σώμασι πάντα τὰ ἀρέσαντα προθύμως ἐκπονοῦντες, καὶ τὰ μὲν ἴδια ὡς ἀλλότρια ἀεί ποτε παραβαλλόμενοι, τὰ δὲ δὴ τῶν πέλας ὡς καὶ οἰκεῖα ἑτοίμως κτώμενοι, καὶ μήτε εὐδαιμονίαν ἄλλο τι ἢ τὸ τὰ δέοντα πράττειν νομίζοντες, μήτε δυστυχίαν ἄλλο τι ἢ τὸ μετ’

38

.

37

.

5

ἀπραξίας ἡσυχάζειν ἡγούμενοι. τοιγαροῦν ἐκ τούτων τῶν πολιτευ‐ μάτων αὐτοί τε, ὀλίγιστοι τὸ κατ’ ἀρχὰς γενόμενοι καὶ πόλιν οὐ‐ δεμίαν ἧς οὐκ ἐλάττω τὸ πρῶτον νεμόμενοι, Λατίνους ἐκράτησαν,
Σαβίνους ἐνίκησαν, Τυρσηνοὺς Οὐόλσκους Ὀπικοὺς Λευκανοὺς Σαυ‐
5νίτας ἐχειρώσαντο, πᾶσαν ἑνὶ λόγῳ τὴν ἐντὸς τῶν Ἄλπεων γῆν κα‐ τεστρέψαντο, πάντας τοὺς ἀλλοφύλους τοὺς ἐπελθόντας σφίσιν

38

.

38

.

1

ἀπεώσαντο, καὶ αὐτοὺς καὶ οἱ μετὰ ταῦτα Ῥωμαῖοι οἵ τε πατέρες ἡμῶν ζηλώσαντες οὐκ ἠρκέσθησαν τοῖς παροῦσιν, οὐδ’ ἠγάπησαν οἷς παρέλαβον, ἀλλ’ ὄλεθρον μὲν αὑτῶν σαφῆ τὴν ῥᾳστώνην σω‐ τηρίαν δὲ ἀκριβῆ τὴν ταλαιπωρίαν νομίσαντες εἶναι, καὶ φοβηθέν‐
5τες μὲν μὴ μείναντα αὐτὰ ἐφ’ ἑαυτὰ κατατριφθείη καὶ καταγηρά‐ σειεν, αἰσχυνθέντες δὲ εἰ τοσαῦτα παραδεξάμενοι μηδὲν ἐπικτή‐

38

.

38

.

2

σαιντο, πολλῷ πλείω καὶ μείζω προσκατειργάσαντο. τί γὰρ ἄν τις καθ’ ἕκαστον λέγοι τὴν Σαρδώ, τὴν Σικελίαν, τοὺς Μακεδόνας, τοὺς Ἰλλυριούς, τὴν Ἑλλάδα, τὴν Ἀσίαν τὴν περὶ τὴν Ἰωνίαν, Βι‐ θυνούς, Ἴβηρας, Ἄφρους; καίτοι συχνὰ μὲν ἂν χρήματα ἔδοσαν
5αὐτοῖς Καρχηδόνιοι ὥστε μὴ ἐκεῖσε ἐκπλεῦσαι, συχνὰ δὲ Φίλιππος καὶ Περσεὺς ὥστε μὴ ἐπ’ αὐτοὺς στρατεῦσαι, πολλὰ Ἀντίοχος, πολλὰ οἱ παῖδες αὐτοῦ καὶ ἔγγονοι ὥστε ἐπὶ τῆς Εὐρώπης κατα‐

38

.

38

.

3

μεῖναι. ἀλλ’ οὔτε ἐκεῖνοι πρό τε τῆς δόξης καὶ πρὸ τοῦ μεγέθους τῆς ἀρχῆς ἀργεῖν τε ἀκλεῶς καὶ πλουτεῖν ἀδεῶς εἵλοντο, οὔτ’ αὐ‐ τῶν ἡμῶν οἱ πρεσβύτεροι οἱ καὶ νῦν ἔτ’ ὄντες, ἀλλ’ ἅτε εὖ εἰδότες ὅτι διὰ [τε] τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ κτᾶται τὰ ἀγαθὰ καὶ
5σώζεται, πολλὰ μὲν ἐβεβαιώσαντο τῶν προϋπαρχόντων, πολλὰ δὲ

38

.

38

.

4

καὶ προσεκτήσαντο. τί γὰρ δεῖ κἀνταῦθα καθ’ ἕκαστον ἐπεξιέναι τὴν Κρήτην, τὸν Πόντον, τὴν Κύπρον, τὴν Ἰβηρίαν τὴν Ἀσιανήν, τὴν Ἀλβανίαν τὴν ἐκεῖ, Σύρους ἀμφοτέρους, Ἀρμενίους ἑκατέρους, Ἀρα‐ βίους, Παλαιστίνους; ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἀκριβῶς εἰ‐
5δότες νῦν τῶν μὲν αὐτοὶ δεσπόζομεν, τὰ δὲ ἑτέροις ἐχαρισάμεθα, ὥστε ἐξ αὐτῶν καὶ προσόδους καὶ δυνάμεις καὶ τιμὰς καὶ συμ‐ μαχίας προσειληφέναι.

38

.

39

.

1

τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων
ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐδὲ γὰρ οὐδ’ ἀπ’ ἴσης ἡμῖν τε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν

38

.

39

.

2

ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν. ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳ‐ στωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δ’ ἀναγ‐ καῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοί [τε] γὰρ ἐπιβουλεύουσιν
5αὐτῇ· πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς

38

.

39

.

3

τοὺς ἔν τινι αὐτῶν ὑπερέχοντας. ἢ οὖν ἀπὸ πρώτης ἐχρῆν μηδὲν διαφερόντως ἡμᾶς τῶν ἄλλων ἀνθρώπων ηὐξῆσθαι· ἢ ἐπείπερ τηλικοῦτοι γεγόναμεν καὶ τοσαῦτα κεκτήμεθα, πέπρωταί τε ἢ ἄρχειν τῶν ἄλλων ἐγκρατῶς ἢ καὶ αὐτοὺς παντελῶς ἀπολέσθαι (τοῖς γὰρ
5ἔς τε ἀξίωμα τοσοῦτον καὶ ἐς δύναμιν τηλικαύτην προκεχωρηκόσιν ἀδύνατόν ἐστιν ἀκινδύνως ἰδιωτεῦσαι), πειθώμεθα τῇ τύχῃ, μηδὲ ἑκοῦσαν αὐτὴν καὶ αὐτεπάγγελτον τοῖς τε πατράσιν ἡμῶν ὑπάρξασαν

38

.

39

.

4

καὶ ἡμῖν παραμένουσαν ἀπωσώμεθα. ἔσται δὲ τοῦτο οὐκ ἂν τὰ ὅπλα ῥίψωμεν, οὐδ’ ἂν τὰς τάξεις ἐκλίπωμεν, οὐδ’ ἂν διὰ κενῆς οἴκοι καθώμεθα ἢ καὶ παρὰ τοῖς συμμάχοις πλανώμεθα, ἀλλὰ ἂν τά τε ὅπλα διὰ χειρὸς ἀεὶ ἔχωμεν (οὕτω γὰρ μόνως εἰρήνη σώζεται) καὶ
5τὰ ἔργα τοῦ πολέμου διὰ κινδύνων ἀσκῶμεν (οὕτω γὰρ μόνως οὐκ

38

.

39

.

5

ἀεὶ πολεμήσομεν), τοῖς τε δεομένοις τῶν συμμάχων ἀπροφασίστως ἐπικουρῶμεν (οὕτω γὰρ πολὺ πλείους ἕξομεν) καὶ τοῖς ἀεί τι παρα‐ κινοῦσι τῶν πολεμίων μὴ ἐπιτρέπωμεν (οὕτω γὰρ οὐδεὶς ἔθ’ ἡμᾶς

38

.

40

.

1

ἀδικεῖν ἐθελήσει). εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα 〈μὴ〉 ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθ’ ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν 〈ἦν〉 εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δ’ οὖν εἶχον ἄν τινα σκῆψιν

38

.

40

.

2

εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν βουλόμενοι. εἰ δ’ ἀνάγκη τε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσή‐ κει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περι‐
5ουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων χρώμενοι καὶ ἐκεῖνα

38

.

40

.

3

φυλάσσουσιν (οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται· ὁ γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυ‐ πραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπει), τί τοῦτο λέγει

38

.

40

.

4

τις, ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι; οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐ‐ δὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι,

38

.

40

.

5

οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν Ἑλλάδα αὐτοὺς περαιωθῆναι; οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθά‐ σαντας τὴν ἐκείνου κακῶς ποιῆσαι· οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι

38

.

40

.

6

τις ἄν; ἀλλ’ οἱ Καρχηδόνιοι ἕως μὲν οὐδὲν δεινὸν ἀφ’ ἡμῶν ἐν τῇ Ἀφρικῇ εἶχον, ἔς τε τὴν Ἰταλίαν διέπλεον καὶ τὴν χώραν κατέ‐ τρεχον τάς τε πόλεις ἐπόρθουν καὶ παρ’ ὀλίγον καὶ τὸ ἄστυ αὐτὸ εἷλον, ἐπειδὴ δ’ ἀντιπολεμεῖσθαι ἤρξαντο, παντάπασιν ἐκ τῆς γῆς

38

.

40

.

7

ἡμῶν ἐξέδρασαν. τὰ δ’ αὐτὰ ταῦτα καὶ περὶ τῶν Γαλατῶν καὶ Κελτῶν ἄν τις εἰπεῖν ἔχοι. καὶ γὰρ οὗτοι, μέχρι μὲν ἐντὸς τῶν Ἄλπεων ἐμένομεν, πολλάκις αὐτὰς ὑπερέβησαν καὶ πολλὰ τῆς Ἰτα‐ λίας ἐπόρθησαν· ἐπεὶ δὲ ἐτολμήσαμέν ποτε ἔξω τε τῶν ὅρων ἐκ‐
5στρατεῦσαι καὶ τὸν πόλεμόν σφισι περιστῆσαι, καί τινα καὶ τῆς χώρας αὐτῶν ἀπετεμόμεθα, οὐκέτ’ οὐδένα πόλεμον ἀπ’ αὐτῶν ἐν τῇ

38

.

40

.

8

Ἰταλίᾳ, πλὴν ἅπαξ, εἴδομεν. ὅταν οὖν τούτων οὕτως ἐχόντων λέγῃ τις ὅτι οὐ χρὴ πολεμεῖν ἡμᾶς, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι οὐ χρὴ πλου‐ τεῖν, οὐ χρὴ ἑτέρων ἄρχειν, οὐκ ἐλευθέρους, οὐ Ῥωμαίους εἶναι.

38

.

40

.

9

ὥσπερ οὖν ἄν, εἴπερ τι τούτων εἶπέ τις, οὐκ ἂν ἠνέσχεσθε ἀλλὰ κἂν ἐν χερσὶν αὐτὸν ἀπεκτείνατε, οὕτω καὶ νῦν, ὦ ἄνδρες ἑταῖροι, πρὸς τοὺς ἐκεῖνα λέγοντας διατίθεσθε, μὴ τοῖς ῥήμασί σφων ἀλλὰ τοῖς ἔργοις τὸν νοῦν τεκμαιρόμενοι.
5οὐκοῦν ὅτι μὲν οὕτω χρὴ φρονεῖν, οὐδέν’ ἂν ἀντειπεῖν ὑμῶν

38

.

41

.

1

νομίζω· εἰ δ’ ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ [τε] τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθ’, ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ

38

.

41

.

2

προεπαγγέλσεως οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι. καὶ διὰ τοῦτο ὅσα μὲν 〈ἂν〉 οἴκοι τε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κι‐ νηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆ‐
5φον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούς τε ὑπάτους ἢ καὶ στρατηγοὺς

38

.

41

.

3

προστάττεσθαί σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι· ὅσα δ’ ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτ’ οὐ‐ κέτ’ ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλ’ ὡς καὶ δεδογμένα καὶ κεκυ‐ ρωμένα ὑπ’ αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆ‐

38

.

41

.

4

ναι. ἢ τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθ’ ὁ δῆμος ἐξέπεμψεν, τίνος δ’ ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, ὃ μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ πολεμῆσαι πάντως

38

.

41

.

5

ἡμᾶς δεήσειν ἐνόμιζεν; οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐδ’ ἵνα τάς τε πόλεις τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, (οὐδ’ ἂν εἷς ταῦτα φήσειεν), ἀλλ’ ἵνα τὴν οἰκείαν φυλάξωμεν, 〈ἵνα〉 τὴν τῶν πολεμίων
5πορθήσωμεν, ἵν’ ἄξιόν τι καὶ τοῦ πλήθους καὶ τῶν ἀναλωμάτων

38

.

41

.

6

ἐργασώμεθα. οὐκοῦν ἐν τούτῳ καὶ οὗτος ὁ πόλεμος καὶ πᾶς ὁστισ‐ οῦν ἄλλος καὶ ἐπιτέτραπται ἡμῖν καὶ ἐγκεχείρισται. καὶ πάνυ γε φρονίμως ἐποίησαν ἐφ’ ἡμῖν τὸ τίσι πολεμητέον εἶναι διαγνῶναι καταλιπόντες καὶ μὴ αὐτοὶ τὸν πόλεμον ψηφισάμενοι. οἱ μὲν γὰρ
5οὔτ’ ἀκριβῶσαι τὰ τῶν συμμάχων [καὶ] τοσοῦτον αὐτῶν ἀφεστηκότες ἠδυνήθησαν ἄν, καὶ πρὸς εἰδότας καὶ προπαρεσκευασμένους τοὺς

38

.

41

.

7

πολεμίους οὐκ ἂν ὁμοίως ἐπιτηδείως προσηνέχθησαν· ἡμεῖς δὲ δὴ κριταὶ ἅμα καὶ λειτουργοὶ τοῦ πολέμου γιγνόμενοι, καὶ προσέτι καὶ ἐπ’ αὐτοφώρους τοὺς ἐχθροὺς τὰ ὅπλα εὐθὺς ἐπιφέροντες, οὔτ’
ἀνεξετάστως οὔτ’ ἀδίκως οὔτ’ ἀπροφυλάκτως αὐτὸν ποιησόμεθα.

38

.

42

.

1

καί μοι εἴ τις ὑμῶν ἐκεῖνο ὑπολαμβάνει, τί δὴ τηλικοῦτον ὁ Ἀριόουιστος πεπλημμέληκεν ὥστ’ ἀντὶ φίλου καὶ συμμάχου πολέμιος ἡμῖν γενέσθαι, σκοπείτω τοῦθ’, ὅτι τοὺς ἀδικεῖν τι ἐπιχειροῦντας οὐκ ἐφ’ οἷς ποιοῦσι μόνον ἀλλὰ καὶ ἐφ’ οἷς φρονοῦσιν ἀμύνασθαι
5δεῖ, καὶ τήν τε αὔξησιν αὐτῶν πρὶν καὶ βλαβῆναί τι προκαταλαμ‐ βάνειν, καὶ μὴ περιμείναντας κακῶς ἔργῳ παθεῖν, τότε τιμωρεῖσθαι.

38

.

42

.

2

ὅτι τοίνυν καὶ ἐχθρὸς καὶ ἔχθιστός ἐστιν ἡμῖν, πῶς ἂν ἄλλως μᾶλ‐ λον ἐλεγχθείη ἢ ἐξ ὧν ἐποίησεν; πέμψαντος γάρ μου πρὸς αὐτὸν φιλικῶς ὅπως ἔλθῃ τε πρὸς ἡμᾶς καὶ κοινῇ μεθ’ ἡμῶν βουλεύση‐

38

.

42

.

3

ται περὶ τῶν παρόντων, οὔτ’ ἦλθεν οὔθ’ ἥξειν ὑπέσχετο. καίτοι τί μὲν ἐγὼ ἄδικον ἢ ἀνεπιεικὲς ἢ φορτικὸν ἐποίησα μεταπεμψάμε‐ νος αὐτὸν ὡς φίλον καὶ σύμμαχον; τί δὲ ἐκεῖνος ὕβρεως καὶ ἀσελ‐ γείας, οὐκ ἐθελήσας ἐλθεῖν, ἐκλέλοιπεν; ἆρ’ οὐ δυοῖν ἀνάγκη θά‐
5τερον, ἤτοι ὑπωπτευκότα αὐτόν τι κακὸν πείσεσθαι ἢ ὑπερπεφρο‐

38

.

42

.

4

νηκότα ἡμᾶς τοῦτο πεποιηκέναι; οὐκοῦν εἴτε τι ὑποτετόπηκεν, σαφέστατα αὐτὸς ἑαυτὸν ἐξελέγχει ἐπιβουλεύοντα ἡμῖν· οὐδεὶς γὰρ ἡμῖν μηδὲν δεινὸν παθὼν ὕποπτός ἐστιν, οὐδ’ ἀπ’ ὀρθῆς καὶ ἀδό‐ λου τῆς γνώμης γίγνεται, ἀλλ’ οἱ προπαρεσκευασμένοι τινὰς ἀδικῆ‐
5σαι ἑτοίμην τὴν ὑποψίαν κατ’ αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχου‐

38

.

42

.

5

σιν· εἴτ’ αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέ τε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπι‐ λάβηται, προσδοκῆσαι πράξειν; ὁ γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μη‐
5δὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων; οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν ἐκέλευσεν, εἴπερ τι αὐτοῦ

38

.

43

.

1

δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε· μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχ’ ἄν τις καὶ ὄκνῳ καὶ ἀρ‐

38

.

43

.

2

ρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἀνέθηκε· τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ προσ‐ εξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατ’ ἄλλο τι πεποιηκότα ἢ ὅτι οὔθ’ ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα

38

.

43

.

3

παρεσκεύασται. καίτοι καὶ αὐτὸ τοῦτο πόσης ὕβρεως καὶ πόσου προπηλακισμοῦ μεστόν ἐστιν; μεταπέμπεταί τινα ὁ ἀνθύπατος ὁ Ῥωμαίων, καὶ ἐκεῖνος οὐκ ἔρχεται· μεταπέμπεταί τις τὸν ἀνθύπα‐ τον τὸν Ῥωμαίων Ἀλλόβριξ ὤν. μὴ γὰρ ὅτι ἐμοῦ τοῦ Καίσαρος
5οὐκ ἐπείσθη, μηδ’ ὅτι ἐμὲ τὸν Καίσαρα ἐκάλεσε, σμικρόν τι τοῦτο

38

.

43

.

4

καὶ φαῦλον εἶναι νομίσητε. οὔτε γὰρ ἐγὼ αὐτὸν μετεπεμψάμην, ἀλλ’ ὁ Ῥωμαῖος, ὁ ἀνθύπατος, αἱ ῥάβδοι, τὸ ἀξίωμα, τὰ στρατό‐ πεδα, οὔτε ἐγὼ μετεπέμφθην ὑπ’ αὐτοῦ, ἀλλὰ ταῦτα πάντα. ἰδίᾳ μὲν γὰρ ἐμοὶ πρὸς αὐτὸν οὐδέν ἐστι συμβόλαιον· κοινῇ δὲ δὴ πάν‐
5τες καὶ εἴπομέν τι καὶ ἐποιήσαμεν καὶ ἀντηκούσαμεν καὶ ἐπάθομεν.

38

.

44

.

1

ὥσθ’ ὅσῳ τις ἂν αὐτὸν ἔν τε τοῖς φίλοις καὶ ἐν τοῖς συμμάχοις ἡμῶν ἀναγεγράφθαι φήσῃ, τοσούτῳ μᾶλλον ἀξιομίσητον ὄντα ἀπο‐ δείξει. διὰ τί; ὅτι οἷα μηδὲ τῶν ἐχθίστων τις ὁμολογούντων ἡμῖν εἶναι ἐτόλμησέ ποτε ποιῆσαι, ταῦτ’ ἐκεῖνος ἔν τε τοῖς τῆς φιλίας
5καὶ ἐν τοῖς τῆς συμμαχίας ὀνόμασιν ἐξείργασται, καθάπερ ἐπ’ αὐτὸ

38

.

44

.

2

τοῦτο πεποιημένος αὐτάς, ἵν’ ἡμᾶς ἀδικεῖν ἀδεῶς ἔχῃ. ἀλλ’ οὔτε τότε ἐπὶ τῷ προπηλακίζεσθαι καὶ ἐπιβουλεύεσθαι ἐσπεισάμεθα αὐτῷ, οὔτε νῦν αὐτοὶ τὰς σπονδὰς λύσομεν· ἡμεῖς μὲν γὰρ ὡς πρὸς φίλον καὶ σύμμαχον ἔτ’ αὐτὸν ὄντα ἐπρεσβευσάμεθα, ὁ δ’

38

.

44

.

3

ὁρᾶτε ὅπως ἡμῖν κέχρηται. ὥσπερ οὖν ἡνίκα εὐεργετεῖν τε ἡμᾶς ἐβούλετο κἀντ’ εὖ πάσχειν ἠξίου, δικαίως ἐκείνων ἐτύγχανεν, οὕτω καὶ νῦν, ἐπειδὴ τἀναντία αὐτῶν πάντα ποιεῖ, δικαιότατα ἂν ἐν ἐχθροῦ μέρει νομισθείη. καὶ μὴ θαυμάσητε εἰ αὐτὸς ἐγὼ πρό‐
5τερόν ποτε καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δήμῳ χρηματίσας τινὰ

38

.

44

.

4

ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω. ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος
5δέ ἐστιν ὁ μεταβαλλόμενος, ὁ μήτε καλῶς μήτε δεόντως τοῖς δο‐ θεῖσιν αὐτῷ παρ’ ἡμῶν χρώμενος.

38

.

45

.

1

ὥσθ’ ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμ‐ φισβητήσειν οἴομαι· ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ

38

.

45

.

2

ἐξ ὧν περὶ αὐτοῦ ἐκείνου πυνθανόμεθα. οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει· νῦν τε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοί‐ νυν οὐδὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ προθύμως, οὐδ’ εἰ πάνυ

38

.

45

.

3

ἐπαγγέλλεται, βοηθήσειε· τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχή‐ σας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφ’ ἡμῶν λελυπημένος; πῶς δ’ οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἢ ἐκείνῳ συναράμενοι τήν τε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ τῆς χώρας μέρος τι παρ’ ἡμῶν

38

.

45

.

4

προσλαβεῖν ἐθελήσειαν; εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ
5γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώ‐

38

.

45

.

5

μεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ πρὸς πάντα ἀσύντακτοι φέρονται; μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος ἢ τῶν σωμάτων ἢ τῆς βοῆς φοβηθῆτε. φωνή τε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς
5αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται· ἥ τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ

38

.

46

.

1

κατ’ ἀρχὰς οὖσα καὶ ἐκκενοῦται ῥᾳδίως καὶ ἐπ’ ὀλίγον ἀνθεῖ. πε‐ πειραμένοις δέ που ὧν λέγω καὶ νενικηκόσιν ὑμῖν τοὺς ὁμοίους αὐ‐ τοῖς ταυτὶ παραινῶ, ὥσθ’ ὑμᾶς μήτε τῷ λόγῳ δοκεῖν ὑπ’ ἐμοῦ παράγεσθαι, καὶ τῷ ἔργῳ ἐχυρωτάτην τὴν ἐλπίδα τῆς νίκης ἐκ τῶν

38

.

46

.

2

προκατειργασμένων ποιεῖσθαι. καὶ μέντοι καὶ τῶν Γαλατῶν αὐτῶν τῶν ὁμοίων σφίσι συχνοὶ ἡμῖν συμμαχήσουσιν, ὥστ’ εἰ καί τι φο‐ βερὸν τὰ ἔθνη ταῦτα εἶχε, τοῦτο καὶ ἡμῖν καὶ ἐκείνοις ὑπάρξει. ταῦτ’ οὖν αὐτοί τε οὕτω λογίζεσθε καὶ τοὺς ἄλλους διδάσκετε·

38

.

46

.

3

ὡς εἴ γε καὶ ὑμῶν τινες ἄλλως πως φρονοῦσιν, ἀλλ’ ἔγωγε καὶ ὣς πολεμήσω, οὐδὲ ἐγκαταλείψω ποτὲ τὴν τάξιν ἣν ἐτάχθην ὑπὸ τῆς πατρίδος. καί μοι τὸ δέκατον στρατόπεδον ἀρκέσει· καὶ γὰρ εὖ

38

.

46

.

4

οἶδ’ ὅτι κἂν διὰ πυρὸς δέῃ καὶ γυμνοὶ χωρήσουσι προθύμως. οἱ
δὲ δὴ ἄλλοι τὴν ταχίστην ἀπαγάγετε, μηδέ μοι μάτην ἐνταῦθα τρύ‐ χεσθε, τά τε κοινὰ εἰκῇ ἀναλίσκοντες καὶ τῶν ἀλλοτρίων πόνων μεταποιούμενοι, τήν τε λείαν [καὶ] τὴν ὑφ’ ἑτέρων κτωμένην σφε‐
5τεριζόμενοι.”

38

.

47

.

1

ταῦτα τοῦ Καίσαρος εἰπόντος οὐ μόνον οὐδεὶς ἀντεῖπεν, εἰ καὶ τὰ μάλιστά τινες [ἐς] τἀναντία σφίσιν ἐγίγνωσκον, ἀλλὰ καὶ συνῄ‐ νεσαν πάντες, καὶ οὐχ ἥκιστα οἱ δι’ ὑποψίας αὐτῷ ὄντες, λογοποιεῖν ἃ ἤκουσαν. καὶ τούς γε στρατιώτας οὐ χαλεπῶς ἔπεισαν πειθαρχῆ‐
5σαι, τοὺς μὲν ἐκ τοῦ προκεκρίσθαι προθυμουμένους, τοὺς δ’ ἄλλους

38

.

47

.

2

δι’ ἐκείνους φιλοτιμουμένους. ἐξαίρετον δὲ δὴ τὸ δέκατον στρά‐ τευμα ἐποιήσατο, ὅτι εὔνοιάν πως ἀεὶ αὐτοῦ εἶχεν. οὕτω δὲ δὴ τὰ πολιτικὰ στρατόπεδα πρὸς τὴν τῶν καταλόγων τάξιν ὠνομά‐ ζετο· ὅθενπερ καὶ νῦν ὁμοίως τὰ νῦν ὄντα τὰς ἐπικλήσεις ἔχει.

38

.

47

.

3

ὡρμημένων οὖν αὐτῶν ὁ Καῖσαρ οὐκέτι κατὰ χώραν ἔμεινε, μὴ καὶ χρονίσαντες ἀμβλύτεροι αὖθις γένωνται, ἀλλ’ εὐθὺς ἄρας ἐπὶ τὸν Ἀριόουιστον ἤλασε. καὶ οὕτω γε αὐτὸν τῷ αἰφνιδίῳ τῆς ἐφόδου κατέπληξεν ὥστε καὶ ἐς λόγους οἱ ὑπὲρ εἰρήνης ἐλθεῖν κατη‐

38

.

47

.

4

νάγκασεν. οὐ μέντοι καὶ συνέβησαν· αὐτός τε γὰρ πάντα προστάξαι καὶ ἐκεῖνος οὐδὲν ὑπακοῦσαι ἠθέλησεν. ὅ τε οὖν πόλεμος συνερ‐ ρώγει, καὶ μετέωροι οὐ μόνον αὐτοὶ ἑκάτεροι ἀλλὰ καὶ οἱ σύμμα‐ χοι οἵ τε πολέμιοί σφων οἱ ἐκείνῃ πάντες ἦσαν, τήν τε μάχην αὐ‐
5τῶν ὅτι τάχιστα ἔσεσθαι καὶ τοῖς ἅπαξ κρατήσασι καὶ τἆλλα δου‐

38

.

47

.

5

λεύσειν νομίζοντες. προεῖχον δὲ οἱ μὲν βάρβαροι τῷ τε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇ τε ἐμπειρίᾳ καὶ ταῖς ὁπλίσεσι· καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν, τήν τε ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμήν, ἀντίρροπον τὸ τοῦ Καίσαρος φρόνημα
5εὑρίσκετο, ὥστε ἰσοπαλεῖς ἐκ τούτων ὄντες καὶ τὰς ἐλπίδας τήν τε ἐπ’ αὐταῖς προθυμίαν ἰσοστασίας ἐποιοῦντο.

38

.

48

.

1

ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, αἱ γυναῖκες αἱ τῶν βαρβά‐ ρων ἀπηγόρευσάν σφισι θειάσασαι μηδεμίαν πρὸ τῆς νέας σελήνης

38

.

48

.

2

μάχην συνάψαι. καὶ διὰ τοῦτο ὁ Ἀριόουιστος (πάνυ γὰρ αὐταῖς προσεῖχε ὁπότε τοιοῦτό τι ποιήσειαν) οὐχ ἁπάσῃ εὐθὺς τῇ δυνά‐ μει, καίτοι τῶν Ῥωμαίων προκαλουμένων σφᾶς, συνέμιξεν, ἀλλὰ τοὺς ἱππέας μετὰ τῶν συντεταγμένων σφίσι πεζῶν μόνους ἐκπέμ‐
5πων ἰσχυρῶς αὐτοὺς ἐλύπει. κἀκ τούτου καταφρονήσας χωρίον τι

38

.

48

.

3

ὑπὲρ τοῦ ταφρεύματός σφων καταλαβεῖν ἐπεχείρησε. καὶ κατέσχε μὲν αὐτό, ἀντικαταλαβόντων δὲ καὶ ἐκείνων ἕτερον ἐς μὲν μάχην, καίπερ καὶ μέχρι τῆς μεσημβρίας τὸν στρατὸν ἔξω τοῦ Καίσαρος παρατάξαντος, οὐχ ὥρμησεν, ἐπαναχωρήσαντος δὲ αὐτοῦ πρὸς ἑσπέ‐
5ραν ἐπῆλθέ τε ἐξαπιναίως σφίσι καὶ ὀλίγου καὶ τὸ χαράκωμα αὐ‐

38

.

48

.

4

τῶν εἷλε. προχωρούντων οὖν οὕτως οἱ τῶν πραγμάτων σμικρόν τε ἔτι τῶν γυναικῶν ἐφρόντισε, καὶ τῇ ὑστεραίᾳ παραταξαμένων τῶν

38

.

49

.

1

Ῥωμαίων, ὅπερ που καθ’ ἡμέραν ἐποιοῦντο, ἀντεπεξήγαγε. καὶ αὐτοὺς ἐκεῖνοι προϊόντας ἐκ τῶν σκηνωμάτων ἰδόντες οὐχ ἡσύχα‐ σαν, ἀλλ’ ἐξᾴξαντες οὔτε συντάξασθαί σφισιν ἀκριβῶς ἐπέτρεψαν, καὶ τὴν ἀκόντισιν αὐτῶν, ἐφ’ ᾗ ἐς τὰ μάλιστα ἐθάρσουν, δρόμῳ

38

.

49

.

2

μετὰ βοῆς προσπεσόντες ὑπετέμοντο, καὶ οὕτω γε ὁμόσε αὐτοῖς ἐχώρησαν ὥστε σφᾶς μήτε τοῖς κοντοῖς μήτε τοῖς ξίφεσι τοῖς μα‐ κροτέροις χρήσασθαι. ὠθίζοντό τε οὖν, καὶ τοῖς σώμασι τὸ πλεῖον ἢ τοῖς ὅπλοις ἐμάχοντο, ἀνατρέψαι τε τὸν προσκείμενον καὶ κατα‐

38

.

49

.

3

βαλεῖν τὸν ἀνθεστηκότα ἀγῶνα ποιούμενοι. καὶ πολλοὶ καὶ τῆς τῶν βραχυτέρων ξιφῶν χρήσεως στερηθέντες ταῖς τε χερσὶ καὶ τοῖς στόμασιν ἀντ’ ἐκείνων ἠγωνίζοντο, κατασπῶντες τοὺς ἀντιπάλους, δάκνοντες, σπαράττοντες, ἅτε καὶ τῷ μεγέθει τῶν σωμάτων πολὺ

38

.

49

.

4

αὐτῶν ὑπερέχοντες. οὐ μέντοι καὶ μεγάλα τινὰ ἐκ τούτου σφᾶς ἔβλαψαν· συμπλεκόμενοι γὰρ αὐτοῖς οἱ Ῥωμαῖοι ἰσόρροποί πως τῇ τε ὁπλίσει καὶ τῇ τέχνῃ ἐγίγνοντο. καὶ τέλος ἐπὶ μακρότατον τοιουτοτρόπῳ μάχῃ χρησάμενοι ὀψέ ποτε ἐπεκράτησαν· τά τε γὰρ
5ξιφίδια καὶ σμικρότερα τῶν Γαλατικῶν ὄντα καὶ τὰς προσβολὰς

38

.

49

.

5

χαλυβδικὰς ἔχοντα χρησιμώτατά σφισιν ἐγένετο, καὶ αὐτοὶ τῷ αὐτῷ πόνῳ ἐπὶ πλεῖον συσχεθέντες μᾶλλον τῶν βαρβάρων ἀντήρ‐ κεσαν, ἅτε οὐχ ὅμοιον ταῖς ὀξύτησι τῶν ἐφόδων τὸ διαρκές σφων ἐχόντων. διὰ μὲν οὖν ταῦτα ἡττήθησαν ἐκεῖνοι, οὐ μέντοι καὶ
5ἐτράποντο, οὐχ ὅτι οὐκ ἠθέλησαν ἀλλ’ ὅτι οὐκ ἠδυνήθησαν φυγεῖν

38

.

49

.

6

ὑπ’ ἀπορίας τε ἅμα καὶ ἐκλύσεως. συστρεφόμενοι οὖν κατὰ τρια‐ κοσίους καὶ πλείους καὶ ἐλάττους, τάς τε ἀσπίδας ἁπανταχόθεν σφῶν προεβάλλοντο, καὶ ὀρθοὶ ἱστάμενοι ἀπρόσμικτοι μὲν ὑπὸ τῆς
συγκλείσεως δυσκίνητοι δὲ ὑπὸ τῆς πυκνότητος ἐγίγνοντο, καὶ οὔτε

38

.

50

.

1

ἔδρων οὐδὲν οὔτε ἔπασχον. οἱ οὖν Ῥωμαῖοι, ἐπειδὴ μήτε ἐκεῖνοι ἀντεπῄεσάν σφισιν ἢ καὶ ἔφευγον, ἀλλ’ ἐν ταὐτῷ μένοντες ὥσπερ ἐν πύργοις εἱστήκεσαν, καὶ αὐτοὶ τά τε δοράτια κατὰ πρώτας εὐ‐

38

.

50

.

2

θὺς ἅτε μηδεμίαν χρῆσιν ἔχοντα ἀπετέθειντο, καὶ τοῖς ξίφεσιν οὐκ ἐδύναντο οὔτε συστάδην μάχεσθαι οὔτε τῶν κεφαλῶν αὐτῶν, ᾗπερ καὶ μόνον ἁλωτοὶ οἷά που γυμναῖς αὐταῖς μαχόμενοι ἦσαν, ἐφι‐ κνεῖσθαι, τάς τε ἀσπίδας ἀπέρριψαν, καὶ προσπίπτοντές σφισιν,
5οἱ μὲν ἐξ ἐπιδρομῆς οἱ δὲ καὶ ἐγγύθεν, ἐνήλλοντο τρόπον τινὰ καὶ

38

.

50

.

3

ἔκοπτον αὐτούς. κἀκ τούτου πολλοὶ μὲν εὐθὺς ἅτε καὶ μιᾶς ἐπι‐ κοπῆς ὄντες ἔπιπτον, πολλοὶ δὲ καὶ πρὶν πεσεῖν ἀπέθνησκον· ὑπὸ γὰρ τῆς πυκνότητος τῆς συστάσεως καὶ τεθνηκότες ὀρθοὶ ἀνείχοντο.

38

.

50

.

4

τοῦ μὲν οὖν πεζοῦ τὸ πλεῖστον οὕτω καὶ ἐκεῖ καὶ πρὸς ταῖς ἁμά‐ ξαις, ὅσον γε καὶ ἐξωσθὲν ἐς αὐτὰς ἐτύγχανε, σύν τε ταῖς γυναιξὶ καὶ σὺν τοῖς παισὶν αὐτῶν ἐφθάρησαν· ὁ δὲ [ὁ] Ἀριόουιστος μεθ’ ἱππέων τήν τε χώραν παραχρῆμα ἐξέλιπε, καὶ πρὸς τὸν Ῥῆνον

38

.

50

.

5

[παραχρῆμα] ὁρμήσας ἐπεδιώχθη μέν, οὐ κατελήφθη δέ. ἀλλ’ ὁ μὲν ἐπὶ πλοίου προεξέφυγε, τῶν δ’ ἄλλων τοὺς μὲν οἱ Ῥωμαῖοι ἐς τὸν ποταμὸν ἐσβαίνοντες ἀπέκτειναν, τοὺς δὲ καὶ αὐτὸς ἐκεῖνος
ὑπολαβὼν ἀπήνεγκεν.

39

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ Βελγικοῖς ἐπολέμησεν. β. Ὡς Κικέρων κατῆλθεν. γ. Ὡς Πτολεμαῖος ἐκπεσὼν ἐξ Αἰγύπτου ἐς Ῥώμην ἀνῆλθεν.
5δ. Ὡς Κάτων τὰ ἐν Κύπρῳ κατεστήσατο. ε. Ὡς Πομπήιος καὶ Κράσσος ὕπατοι ᾑρέθησαν. ζ. Ὡς τὸ θέατρον τὸ Πομπηίου καθιερώθῃ. η. Ὡς Δέκιμος Βροῦτος Καίσαρος ὑποστράτηγος Οὐενετοὺς ναυμαχίᾳ ἐνίκησεν. θ. Ὡς Πούπλιος Κράσσος Καίσαρος ὑποστράτηγος Ἀκυϊτανοῖς ἐπολέμησεν.
10ι. Ὡς Καῖσαρ Κελτῶν τισι πολεμήσας τὸν Ῥῆνον διέβη· καὶ περὶ τοῦ Ῥήνου. κ. Ὡς Καῖσαρ ἐς Βρεττανίαν ἐπεραιώθη· καὶ περὶ τῆς νήσου. λ. Ὡς Πτολεμαῖος ὑπὸ Γαουινίου ἐς Αἴγυπτον κατήχθη, καὶ ὡς ὁ Γαουίνιος ἐπὶ τούτῳ ἐκρίθη. Χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
15Π. Κορνήλιος Π. υἱ. Λεντοῦλος Σπινθήρ ὑπ. Κ. Καικίλιος Κ. υἱ. Μέτελλος Νέπως Γν. Κορνήλιος Π. υἱ. Λεντοῦλος Μαρκελλῖνος ὑπ. Λ. Μάρκιος Λ. υἱ. Φίλιππος Γν. Πομπήιος Γν. υἱ. Μάγνος τὸ β ὑπ.
20Μ. Λικίννιος Π. υἱ. Κράσσος τὸ β Λ. Δομίτιος Γν. υἱ. Ἀηνόβαρβος ὑπ. Ἀππ. Κλαύδιος Ἀππ. υἱ. Ποῦλχρος

39

.

1

.

1

Οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη· μετὰ δὲ ταῦτα, τοῦ χει‐ μῶνος ἐν ᾧ Κορνήλιός τε Σπινθὴρ καὶ ὁ Μέτελλος ὁ Νέπως ὑπα‐ τεύειν ἤρξαντο διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. οἱ γὰρ Βελγικοὶ τῷ τε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοις γένεσι προσοι‐

39

.

1

.

2

κοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν οἱ δὲ ἐφρόντι‐ ζον αὐτῶν οὐδέν, τότε δὲ τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν, καὶ κοινῷ πλὴν
5Ῥημῶν λόγῳ χρησάμενοι συνεβουλεύσαντό τε ἐπὶ τοῖς Ῥωμαίοις

39

.

1

.

3

καὶ συνώμοσαν, Γάλβαν προστησάμενοι. ταῦτ’ οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν μαθὼν ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολε‐
5μίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν,

39

.

1

.

4

πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν δι’ αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπ’ αὐτοὺς νυκτὸς τούς τε ψιλοὺς καὶ τοὺς ἱπ‐

39

.

2

.

1

πέας. καὶ οἱ μὲν προσπεσόντες τοῖς βαρβάροις ἀπροσδόκητοι πολ‐ λοὺς ἀπέκτειναν, ὥστε πάντας τῆς ἐπιούσης νυκτὸς ἐς τὴν οἰκείαν, ἄλλως τε καὶ ἐπειδὴ οἱ Αἴδουοι ἐσβεβληκότες ἐς αὐτὴν ἠγγέλλοντο, ἀπαναστῆναι· Καῖσαρ δὲ ᾔσθετο μὲν τὸ γιγνόμενον, οὐκ ἐτόλμησε

39

.

2

.

2

δέ σφας εὐθύς, ἀγνοίᾳ τῶν χωρίων, ἐπιδιῶξαι. ἀλλ’ ἅμα 〈ἕῳ〉 τήν τε ἵππον λαβὼν καὶ τοὺς πεζοὺς ἐπακολουθεῖν κελεύσας κατέλαβεν αὐτούς, καὶ ὑποστάντας ἐς μάχην (ἐνομίζετο γὰρ σὺν μόνῃ τῇ ἵππῳ εἶναι) διέτριψε μέχρις οὗ καὶ ὁ πεζὸς ἦλθε, καὶ οὕτω παντὶ τῷ
5στρατῷ περισχὼν τούς τε πλείους κατέκοψε καὶ τοὺς περιλοίπους ὁμολογίᾳ παρεστήσατο. κἀκ τούτου καὶ τῶν δήμων τοὺς μὲν ἀμαχεὶ προσηγάγετο τοὺς δὲ πολέμῳ.

39

.

3

.

1

Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόν‐ τες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομι‐
σθέντες, ἔπειτ’ ἐπειδὴ καὶ ἐκεῖθεν ἐπικατέδραμον ἀνέλπιστοι, καὶ καθ’ ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον, τῷ δὲ δὴ πλείονι
5τοῦ στρατοῦ καθυπέρτεροί τε ἐγένοντο καὶ τὸ στρατόπεδον αὐτοβοεὶ

39

.

3

.

2

εἷλον. αἰσθόμενος δὲ τοῦτ’ ἐκεῖνος (προεκεχωρήκει 〈γὰρ〉 ἐπί τι τοὺς τετραμμένους διώκων) ἀνέστρεψε, καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους περιεστοιχίσατο καὶ κατεφόνευσε. πράξας δὲ ταῦτα, οὐδὲν ἔτι μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χει‐
5ρούμενος ἔσχε.

39

.

4

.

1

κἀν τούτῳ Ἀτουατικοί, πλησιόχωροί τε αὐτοῖς ὄντες καὶ τὸ γένος τό τε φρόνημα τὸ τῶν Κίμβρων ἔχοντες, ὥρμησαν μὲν ὡς καὶ βοηθήσοντές σφισιν, ἐπειδὴ δὲ ἔφθησαν προαλόντες, ἀνεχώρη‐ σαν, καὶ πάντα τἆλλα χωρία ἐκλιπόντες ἐς ἓν τεῖχος τὸ κράτιστον

39

.

4

.

2

ἀνεσκευάσαντο. καὶ αὐτῷ τὸν Καίσαρα προσβαλόντα ἐπὶ πολλὰς ἡμέρας ἀπεκρούσαντο, μέχρις οὗ πρὸς μηχανῶν ποίησιν ἐτράπετο. τότε γάρ, ἕως μὲν τήν τε ὕλην τέμνοντας καὶ τὰ μηχανήματα συμπηγνύντας τοὺς Ῥωμαίους ἑώρων, γέλωτα τῇ ἀπειρίᾳ τῶν γιγ‐

39

.

4

.

3

νομένων ἐποιοῦντο, ἐπεὶ δὲ ἐκεῖνά τε ἐξειργάσθη καὶ ὁπλῖταί σφισι πανταχόθεν ἅμα ἐπ’ αὐτῶν προσήγοντο, κατεπλάγησαν ἅτε μηπώ‐ ποτε τοιοῦτό τι ἑορακότες, καὶ διεκηρυκεύσαντο, τά τε ἐπιτήδεια τοῖς στρατιώταις πέμψαντες καὶ ὅπλα τινὰ ἀπὸ τοῦ τείχους ῥί‐

39

.

4

.

4

ψαντες. ὡς μέντοι τά τε μηχανήματα τῶν ἀνδρῶν γυμνωθέντα αὖθις εἶδον καὶ ἐκείνους πρὸς θυμηδίαν οἷα ἐπὶ νίκῃ τετραμμένους ᾔσθοντο, μετέγνωσαν, καὶ ἀναθαρσήσαντες τῆς νυκτὸς ἐπέξοδον, ὡς καὶ ἀνελπίστους σφᾶς κατακόψοντες, ἐποιήσαντο. περιπεσόντες
5δὲ τοῖς προφύλαξιν (ὁ γὰρ Καῖσαρ ἀκριβῶς πάντα ἀεὶ διῴκει) ἐσφάλησαν. καὶ οὐδὲ τῶν λοιπῶν οὐδεὶς ἔτι συγγνώμης ἔτυχεν,
ἀλλὰ πάντες ἐπράθησαν.

39

.

5

.

1

ἐπειδὴ δὲ οὗτ〈οί τε κατ〉εστράφατο, καὶ ἄλλοι οἱ μὲν ὑπ’ αὐτοῦ οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων συχνοὶ ἐκεχείρωντο, ὅ τε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. μαθόντες δὲ ταῦθ’ οἱ 〈οἴκοι〉 Ῥωμαῖοι ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον
5ἠκρίβουν, ᾑρήκει, καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπ’ αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον ἐγεγόνει.

39

.

5

.

2

κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Γάλβας ὁ Σέρουιος ὑποστρατηγῶν αὐτῷ, μέχρι μὲν ἥ τε ὡραία .... καὶ τὸ στράτευμα συνεστὸς εἶχεν, Οὐαράγρους παρά τε τῇ Λεμμάνῳ λίμνῃ καὶ πρὸς τοῖς Ἀλλόβριξι μέχρι τῶν Ἄλπεων οἰκοῦντας, τοὺς μὲν βίᾳ τοὺς δὲ καὶ ὁμολογίᾳ
5παρεστήσατο, ὥστε καὶ χειμάσαι κατὰ χώραν παρασκευάσασθαι.

39

.

5

.

3

ἐπεὶ μέντοι οἱ πλείους τῶν στρατιωτῶν οἱ μὲν παρέμενοι οἷα μὴ πόρρω τῆς Ἰταλίας ὄντες, οἱ δὲ καὶ ἐφ’ ἑαυτῶν ἄλλοσε ἀπεχώρη‐ σαν, καὶ αὐτῷ ἀπροσδόκητοι κατὰ τοῦτο οἱ ἐπιχώριοι ἐπέθεντο,

39

.

5

.

4

πρὸς ἀπόνοιαν ὑπ’ ἀπογνώσεως προήχθη, καὶ ἐκπηδήσας ἐκ τοῦ χειμαδίου ἄφνω τούς τε προσκειμένους οἱ τῷ παραδόξῳ τοῦ τολ‐ μήματος ἐξέπληξε, καὶ δι’ αὐτῶν πρὸς τὰ μετέωρα διέπεσε. γε‐ νόμενος δὲ ἐν τῷ ἀσφαλεῖ ἠμύνατο μὲν αὐτοὺς μετὰ τοῦτο καὶ
5ἐδουλώσατο, οὐ μὴν καὶ ἐχείμασεν αὐτόθι, ἀλλὰ καὶ ἐς τὴν τῶν Ἀλλοβρίγων μετέστη.

39

.

6

.

1

ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, Πομπήιος δὲ ἐν τούτῳ τὴν κάθοδον τῷ Κικέρωνι ψηφισθῆναι διεπράξατο. ὃν γὰρ διὰ τοῦ Κλωδίου ἐξεληλάκει, τοῦτον ἐπ’ αὐτὸν ἐκεῖνον ἐπανήγαγεν· οὕτω που τὸ ἀνθρώπειον δι’ ὀλίγου τε ἔστιν ὅτε μεταβάλλεται, καὶ ἀφ’
5ὧν ὠφελήσεσθαί τινες ἢ καὶ βλαβήσεσθαι νομίζουσι, τὰ ἐναν‐

39

.

6

.

2

τιώτατα ἀντιλαμβάνουσι. συνέπραττον δὲ ἀπὸ τῶν στρατηγῶν καὶ τῶν δημάρχων ἄλλοι τε καὶ Τίτος Ἄννιος Μίλων, οἵπερ που καὶ
τὴν γνώμην ἐς τὸ πλῆθος ἐσήνεγκαν· ὁ γὰρ Σπινθὴρ ὁ ὕπατος τὸ μέν τι καὶ τῷ Πομπηίῳ χαριζόμενος, τὸ δὲ καὶ ἐξ ἰδίας ἔχθρας
5τὸν Κλώδιον ἀμυνόμενος, ὑφ’ ἧς καὶ τὴν μοιχείαν αὐτοῦ δικάζων

39

.

6

.

3

κατεγνώκει, καὶ ..........· ἐκείνῳ δὲ ἄλλοι τε τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ὑπῆρχον καὶ ὁ ἀδελφὸς Ἄππιος Κλαύδιος στρατηγῶν, ὅ τε Νέπως ὁ ὕπατος ἀπ’ οἰκείας τινὸς ἔχθρας τὸν Κικέρωνα μισῶν.

39

.

7

.

1

οὗτοί τε οὖν ἐπὶ πλέον ἢ πρίν, ἅτε καὶ ἡγεμόνας τοὺς ὑπάτους ἔχοντες, καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει διαστάντες πρὸς ἑκατέρους ἐθορύβουν. καὶ ἄλλα τε ἐκ τούτου οὐκ ἐν κόσμῳ πολλὰ ἐγίγνετο,

39

.

7

.

2

καὶ ἐν αὐτῇ τῇ διαψηφίσει ὁ Κλώδιος γνοὺς τὸ πλῆθος πρὸς τοῦ Κικέρωνος ἐσόμενον, τοὺς μονομάχους οὓς ὁ ἀδελφὸς αὐτοῦ πρὸς ἀγῶνας ἐπιταφίους ἐπὶ τῷ Μάρκῳ τῷ συγγενεῖ προπαρεσκεύαστο λαβὼν ἐσεπήδησεν ἐς τὸν σύλλογον καὶ πολλοὺς μὲν ἔτρωσε πολ‐

39

.

7

.

3

λοὺς δὲ καὶ ἔκτεινεν. οὔτ’ οὖν ἡ γνώμη ἐκυρώθη, καὶ ἐκείνοις ὡς δορυφόροις συνὼν φοβερὸς καὶ ἐς τἆλλα πᾶσιν ἦν, ἀγορανομίαν τε ᾔτει ὡς καὶ τὴν δίκην τῆς βίας, ἂν ἀποδειχθῇ, διαφευξόμενος.

39

.

7

.

4

ἐγράψατο γὰρ αὐτὸν ὁ Μίλων καὶ οὐκ ἐσήγαγε μέν, (οὔτε γὰρ οἱ ταμίαι, δι’ ὧν τὴν ἀποκλήρωσιν τῶν δικαστῶν γενέσθαι ἐχρῆν, ᾕρηντο, καὶ ὁ Νέπως ἀπεῖπε τῷ στρατηγῷ μηδεμίαν πρὸ τῆς κληρώ‐ σεως αὐτῶν δίκην προσέσθαι· ἔδει δὲ ἄρα τοὺς ἀγορανόμους πρὸ
5τῶν ταμιῶν καταστῆναι, καὶ διὰ τοῦτο ὅτι μάλιστα ἡ διατριβὴ ἐγέ‐

39

.

8

.

1

νετο)—μαχόμενος δὲ καὶ περὶ αὐτοῦ τούτου πολλὰ ἐτάραττε, καὶ τέλος μονομάχους τινὰς καὶ αὐτὸς καὶ ἄλλους τῶν τὰ αὐτά οἱ βου‐ λομένων ἀθροίσας ἐς χεῖρας τῷ Κλωδίῳ συνεχῶς ᾔει, καὶ σφαγαὶ

39

.

8

.

2

κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν πόλιν ἐγίγνοντο. ὁ οὖν Νέπως φοβηθεὶς πρός τε τοῦ συνάρχοντος καὶ πρὸς τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν πρώτων μετεβάλετο, καὶ οὕτως ἥ τε γερουσία κατελθεῖν τὸν Κικέ‐ ρωνα τοῦ Σπινθῆρος ἐσηγησαμένου προεβούλευσε, καὶ ὁ δῆμος ἀμ‐

39

.

8

.

3

φοτέρων τῶν ὑπάτων ἐσενεγκόντων ἐψηφίσατο. ἀντέλεγε μὲν γὰρ
πρὸς αὐτοὺς Κλώδιος, ἀλλ’ ἐκείνῳ τε ὁ Μίλων ἀντέκειτο ὥστε μη‐ δὲν βίαιον δρᾶσαι, καὶ τῷ νόμῳ ἄλλοι τε καὶ ὁ Πομπήιος συνεῖπον ὥστε πολὺ κρείττους αὐτοὺς γενέσθαι.

39

.

9

.

1

κατῆλθέ τε οὖν ὁ Κικέρων, καὶ χάριν τῇ τε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων καὶ [κατὰ] τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. τῷ τε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς συνηλλάγη, καὶ τήν γε εὐεργεσίαν παραχρῆμα ἀπέ‐

39

.

9

.

2

δωκε· λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔς τε τὸ θέατρον (οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντο) καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος, καὶ τοτὲ μὲν ἐν χερσὶν αὐ‐
5τοὺς ἀποσφάξειν τοτὲ δὲ καὶ καταπρήσειν σὺν αὐτοῖς τοῖς ναοῖς

39

.

9

.

3

ἀπειλοῦντος, ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν Πομπήιον προ‐ χειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι. καὶ ὁ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον, οὕτω καὶ τότε ἐπὶ τῷ 〈σίτῳ〉 πάσης αὖ‐
5θις τῆς οἰκουμένης τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης ἄρξειν ἔμελλε·

39

.

10

.

1

Καῖσαρ δὲ καὶ Κράσσος ἄλλως μὲν ἤχθοντο τῷ Κικέρωνι, σπου‐ δὴν δ’ οὖν τινα αὐτοῦ ἔσχον, ἐπειδὴ πάντως καθήξοντα αὐτὸν ᾔσθοντο (καὶ γὰρ ὁ Καῖσαρ καὶ ἀπὼν εὔνοιάν τινα αὐτῷ ἐνεδεί‐

39

.

10

.

2

ξατο), οὐ μέντοι καὶ χάριν οὐδεμίαν ἀντέλαβον. ἐκεῖνος γὰρ τοῦτό τε οὐκ ἀπὸ γνώμης σφᾶς πεποιηκότας εἰδώς, καὶ τῆς φυγῆς αἰτιω‐ τάτους γεγονέναι νομίζων, ἐκ μὲν τοῦ προφανοῦς οὐ πάνυ πρὸς αὐτοὺς ἐθρασύνετο, ἅτε καὶ τῶν τῆς ἀκράτου παρρησίας ἐπικαρ‐
5πιῶν νεωστὶ πεπειραμένος, βιβλίον μέντοι τι ἀπόρρητον συνέθηκε, καὶ [ἐπεί] ἐπέγραψεν αὐτῷ ὡς καὶ περὶ τῶν ἑαυτοῦ βουλευμάτων

39

.

10

.

3

ἀπολογισμόν τινα ἔχοντι, πολλὰ δὲ δὴ καὶ δεινὰ ἐς αὐτὸ καὶ περὶ ἐκείνων καὶ περὶ ἄλλων τινῶν συνένησε, καὶ διὰ τοῦτο φοβηθεὶς
μὴ καὶ ζῶντος αὐτοῦ ἐκφοιτήσῃ, κατεσημήνατό τε αὐτὸ καὶ παρέ‐ δωκε τῷ παιδί, προστάξας οἱ μήτ’ ἀναγνῶναι μήτε δημοσιεῦσαι τὰ
5γεγραμμένα πρὶν ἂν μεταλλάξῃ.

39

.

11

.

1

Κικέρων μὲν οὖν αὖθις ἀνεβλάστανε, καὶ τήν τε ἄλλην οὐσίαν καὶ τὸ ἔδαφος τῆς οἰκίας, καίτοι τῇ Ἐλευθερίᾳ ἀνειμένον, καὶ τοῦ Κλωδίου καὶ ἐπιθειάζοντος καὶ ἐς ἐνθυμίαν αὐτῷ προβάλλοντος,

39

.

11

.

2

ἐκομίσατο. τὴν γὰρ ἐσφορὰν τοῦ φρατριατικοῦ νόμου, παρ’ ἣν ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπεποίητο, διαβάλλων ὡς οὐκ ἐν τοῖς ὡρισμένοις ἐκ τῶν πατρίων χρόνοις ἐκτεθέντος αὐτοῦ, τήν τε δημαρχίαν τοῦ Κλωδίου πᾶσαν, ἐν ᾗ καὶ τὰ κατὰ τὴν οἰκίαν ἐδέ‐
5δοκτο, κατέλυε, λέγων οὐχ οἷόν τ’ εἶναι, τῆς μεταστάσεως αὐτοῦ τῆς ἐς τὸν ὅμιλον παρανόμως γεγενημένης, ὑγιές τι τῶν ἐν αὐτῇ

39

.

11

.

3

πραχθέντων νομίζεσθαι, καὶ ἔπεισε διὰ τούτου τοὺς ποντίφικας τὸ ἔδαφός οἱ ὡς καὶ ὅσιον καὶ βέβηλον ὂν ἀποδοῦναι. καὶ οὕτω καὶ ἐκεῖνο καὶ χρήματα ἔς τε τὴν τῆς οἰκίας κατασκευήν, καὶ εἰ δή τι ἄλλο τῆς οὐσίας αὐτοῦ ἐλελύμαντο, ἔλαβε.

39

.

12

.

1

μετὰ δὲ δὴ 〈τοῦτο〉 Πτολεμαίου τοῦ βασιλέως ἕνεκα αὖθις ἐκι‐ νήθησαν. ἐπειδὴ γὰρ πολλά τισι τῶν Ῥωμαίων χρήματα, τὰ μὲν οἴκοθεν τὰ δὲ καὶ δανεισάμενος, ὅπως τήν τε ἀρχὴν βεβαιώσηται καὶ φίλος καὶ σύμμαχος ὀνομασθῇ καταναλώκει, καὶ αὐτὰ παρὰ

39

.

12

.

2

τῶν Αἰγυπτίων βιαίως ἠργυρολόγει, καὶ διά τε τοῦτο ἐχαλεπαίνετο καὶ ὅτι τὴν Κύπρον ἀπαιτῆσαι παρὰ τῶν Ῥωμαίων ἢ καὶ τὴν φι‐ λίαν τὴν πρὸς αὐτοὺς ἀπειπεῖν κελευόντων αὐτῶν οὐκ ἠθέλησε, καὶ οὔτε πεῖσαί σφας ἡσυχάζειν οὔτ’ αὖ βιάσασθαι (ξενικὸν γὰρ οὐκ

39

.

12

.

3

εἶχεν) ἠδυνήθη, διέδρα τε ἐκ τῆς Αἰγύπτου, καὶ ἐς τὴν Ῥώμην ἐλ‐ θὼν κατηγόρησέ τε αὐτῶν ὡς καὶ ἐκ τῆς βασιλείας αὐτὸν ἐκβεβλη‐ κότων, καὶ ἔτυχεν ὥστε ὑπὸ τοῦ Σπινθῆρος, ᾧ ἡ Κιλικία ἐπετέ‐

39

.

13

.

1

τραπτο, καταχθῆναι. ἐν ᾧ δὲ ταῦτα ..., οἱ Ἀλεξανδρεῖς τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντι‐ κατέστησαν, ἔπειτα δὲ τἀληθὲς μαθόντες ἄνδρας ἑκατὸν ἐς τὴν
5Ῥώμην ἔπεμψαν πρός τε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους καὶ

39

.

13

.

2

ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο. προμαθὼν οὖν ταῦτ’ ἐκεῖνος (ἔτι δὲ ἐν τῇ Ῥώμῃ ἦν) ἐνήδρευσε τοὺς πρέσβεις, πρὶν ἐλθεῖν, ἄλ‐ λους ἄλλῃ διαπέμψας, καὶ τοὺς μὲν πλείους αὐτῶν κατὰ τὴν ὁδὸν ἔφθειρε, τῶν δὲ δὴ λοιπῶν τοὺς μὲν [αὐτῶν] ἐν τῷ ἄστει αὐτῷ ἀπέ‐
5κτεινε, τοὺς δὲ καὶ καταφοβήσας ἐκ τούτων ἢ χρήμασι διαφθείρας ἔπεισε μήτε ταῖς ἀρχαῖς ὑπὲρ ὧν ἐστάλατο ἐντυχεῖν μήθ’ ὅλως μνείαν

39

.

14

.

1

τινὰ περὶ τῶν ἀπολωλότων ποιήσασθαι. καίτοι τὸ πρᾶγμα οὕτω περιβόητον ἐγένετο ὥστε καὶ τὴν βουλὴν ἀγανακτῆσαι δεινῶς, ἐνά‐ γοντός σφας ὅτι μάλιστα Φαουωνίου τοῦ Μάρκου καθ’ ἑκάτερον, ὅτι τε πολλοὶ παρὰ τῶν συμμάχων πρέσβεις πεμφθέντες βιαίως ἀπωλώ‐
5λεσαν, καὶ ὅτι συχνοὶ καὶ τότε τῶν Ῥωμαίων ἐδεδωροδοκήκεσαν.

39

.

14

.

2

καὶ οἱ μὲν τὸν Δίωνα τὸν τῆς πρεσβείας αὐτοκράτορα (περιῆν γάρ) μετεπέμψαντο ὡς καὶ τὴν ἀλήθειαν παρ’ αὐτοῦ μαθησόμενοι· οὕτω δὲ ἄρα καὶ τότε ἔθ’ ὁ Πτολεμαῖος τοῖς χρήμασι κατεκράτει ὥστε μήτε τὸν Δίωνα ἐς τὸ συνέδριον ἐσελθεῖν μήτε μνήμην τινὰ τοῦ

39

.

14

.

3

φόνου τῶν τεθνηκότων, ἕως γε καὶ αὐτὸς παρῆν, γενέσθαι. καὶ μέντοι τοῦ Δίωνος μετὰ ταῦτα δολοφονηθέντος οὐδεμίαν οὐδ’ ἐπ’ ἐκείνῳ δίκην ἔδωκε· τά τε γὰρ ἄλλα καὶ ὁ Πομπήιος τῇ τε οἰκίᾳ

39

.

14

.

4

αὐτὸν ὑπεδέδεκτο καὶ ἰσχυρῶς 〈οἱ συν〉ῄρετο. τῶν γε μὴν ἄλλων τῶν αὐτόθεν ἐνεκλήθησαν μὲν ἐν ὑστέρῳ συχνοί, ἑάλωσαν δὲ ὀλί‐ γοι· τό τε γὰρ δεδωροδοκηκὸς πολὺ ἦν, καὶ ἀλλήλοις διὰ τὸ ἴδιον ἕκαστος δέος συνεμάχουν.

39

.

15

.

1

οἱ μὲν οὖν ἄνθρωποι τοιαῦτα ὑπὸ τῶν χρημάτων ἐποίουν, τὸ δὲ δὴ θεῖον κεραυνῷ κατ’ ἀρχὰς εὐθὺς τοῦ ἐχομένου ἔτους τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν τῷ Ἀλβανῷ ἱδρυμένου βαλὸν τὴν κάθοδον τοῦ

39

.

15

.

2

Πτολεμαίου χρόνον τινὰ ἐπέσχε. τοῖς γὰρ Σιβυλλείοις ἔπεσιν ἐν‐ τυχόντες εὗρον ἐν αὐτοῖς ἐγγεγραμμένον αὐτὸ τοῦτο “ἂν ὁ τῆς Αἰ‐ γύπτου βασιλεὺς βοηθείας τινὸς δεόμενος ἔλθῃ, τὴν μὲν φιλίαν οἱ μὴ ἀπαρνήσασθαι, μὴ μέντοι καὶ πλήθει τινὶ ἐπικουρήσητε· εἰ

39

.

15

.

3

δὲ μή, καὶ πόνους καὶ κινδύνους ἕξετε.” κἀκ τούτου τὴν συντυχίαν τῶν ἐπῶν πρὸς τὰ τότε γενόμενα θαυμάσαντες ἀπεψηφίσαντο πάντα τὰ περὶ αὐτοῦ ἐγνωσμένα, Γαΐῳ Κάτωνι πεισθέντες δημάρχῳ. ταῦτα δὲ ἐχρήσθη μὲν οὕτως, ἐδημοσιεύθη δέ (οὐ γὰρ ἐξῆν οὐδὲν
5τῶν Σιβυλλείων, εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, ἐς τὸ πλῆθος ἐξαγγέλ‐

39

.

15

.

4

λεσθαι) διὰ τοῦ Κάτωνος. ἐπειδὴ γὰρ τάχιστα ὁ νοῦς τῶν ἐπῶν διεθρυλήθη, ὥσπερ εἴωθε γίγνεσθαι, ἔδεισε μὴ συγκρυφθείη, καὶ ἔς τε τὸν ὅμιλον τοὺς ἱερέας ἐσήγαγε, κἀνταῦθα, πρὶν ὁτιοῦν τὴν γερουσίαν ἐπ’ αὐτοῖς χρηματίσαι, ἐξεβιάσατό σφας ἐκλαλῆσαι τὸ
5λόγιον· ὅσῳ γάρ τοι μᾶλλον οὐκ ἐδόκει σφίσιν ἐξεῖναι τοῦτο, ...

39

.

16

.

1

τὸ πλῆθος ἔσχε. καὶ ἐκεῖνο μὲν ἔσχεν οὕτως, 〈καὶ〉 ἐς τὴν τῶν Λα‐ τίνων γλῶσσαν 〈μετα〉γραφὲν ἀνεκηρύχθη· γνώμας δὲ αὐτῶν μετὰ τοῦτο ποιουμένων, καὶ τῶν μὲν ἄνευ στρατοῦ τῷ Σπινθῆρι τὴν τοῦ Πτολεμαίου κάθοδον προσταττόντων, τῶν δὲ δὴ καὶ τὸν Πομπήιον

39

.

16

.

2

μετὰ ῥαβδούχων δύο καταγαγεῖν αὐτὸν κελευόντων (ὅ τε γὰρ Πτο‐ λεμαῖος μαθὼν τὸ χρησθὲν ἠξίωσε τούτου τυχεῖν, καὶ τὰ γράμματα αὐτοῦ Αὖλος Πλαύτιος ἐς τὸ κοινὸν δημαρχῶν ἀνέγνω), δείσαντες οἱ βουλευταὶ μὴ μείζων ἔθ’ ὁ Πομπήιος καὶ ἀπ’ ἐκείνου γένηται,
5ἀντέπραξαν αὐτῷ τῇ τοῦ σίτου προφάσει χρησάμενοι.

39

.

16

.

3

ταῦτα μὲν ἐπί τε Λουκίου Φιλίππου καὶ ἐπὶ Γναίου Μαρκελ‐ λίνου ὑπάτων ἐγένετο· καὶ αὐτὰ ὁ Πτολεμαῖος μαθὼν τήν τε κάθο‐

39

.

17

.

1

δον ἀπέγνω, καὶ ἐς Ἔφεσον ἐλθὼν παρὰ τῇ θεῷ διῃτᾶτο. τῷ δὲ δὴ προτέρῳ ἔτει καὶ τοιόνδε τι, ἴδιον μὲν φέρον δέ πως ἐς τὴν συγ‐ γραφήν, ἐπράχθη. τοῦ γὰρ νόμου διαρρήδην ἀπαγορεύοντος μη‐ δένας δύο ἅμα ἐκ τῆς αὐτῆς συγγενείας τὴν αὐτὴν ἱερατείαν ἔχειν,
5ὁ Σπινθὴρ ὁ ὕπατος ἐπιθυμήσας Κορνήλιον Σπινθῆρα τὸν υἱὸν ἐς

39

.

17

.

2

τοὺς οἰωνιστὰς ἐσαγαγεῖν, ἔπειτ’ ἐπειδὴ ὁ Φαῦστος ὁ τοῦ Σύλλου παῖς ἐκ τοῦ τῶν Κορνηλίων φύλου ὢν προενεγέγραπτο, ἐξεποίησεν αὐτὸν ἐς τὸ Μαλλίου Τορκουάτου γένος, καὶ οὕτως ὁ νόμος ἐν τοῖς ἑαυτοῦ ῥήμασι μείνας ἔργῳ κατελύθη.

39

.

18

.

1

μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανο‐ μίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθη), γραφὴν κατὰ τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε· ἃ
5γὰρ αὐτὸς ἔπραττε καὶ ἐφ’ οἷς ἐκρίνετο, ταῦτ’ ἐκείνῳ ἀντενεκάλει.

39

.

18

.

2

ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομ‐ πήιον ἔχοντα, ἀλλ’ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσ‐

39

.

19

.

1

πολεμοίη καὶ ἐκείνους ὑβρίζοι. πρὸς γοῦν τοῖς ἄλλοις τοιόνδε τι ἐμεμηχάνητο· παρασκευάσας τοὺς ἑταίρους ἵν’, ὁπότε πύθοιτο αὐ‐ τῶν ἐν τοῖς συλλόγοις “τίς 〈ὁ〉 ποιῶν ἢ καὶ λέγων τοιόνδε τι ἦν”, συνεκβοῷεν ὅτι Πομπήιος, ἐπηρώτα πολλάκις ἐξαίφνης πάνθ’ ὅσα
5ἐπαίτια περὶ αὐτὸν ἢ κατὰ τὸ σῶμα ἢ κατ’ ἄλλο τι ἦν, ἰδίᾳ καὶ

39

.

19

.

2

καθ’ ἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων· κἀκ τούτου τῶν μὲν ἐξαρχόντων τῶν δὲ συνεπηχούντων σφίσιν, οἷα φιλεῖ ἐν τοῖς τοι‐ ούτοις γίγνεσθαι, καὶ λεγόντων ὅτι Πομπήιος, χλευασία πολλὴ συν‐ έβαινεν, ὥστε ἐκεῖνον μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα μήθ’
5ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα περιοργῆ τε γίγνεσθαι καὶ ἐν ἀμη‐ χανίᾳ καθίστασθαι, καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ

39

.

19

.

3

δὲ αὐτὸν μηδ’ ἀπολογούμενον ἁλίσκεσθαι. ὁ γὰρ Κλώδιος, ὅπως
ἐπὶ πλεῖον ποιοίη, οὐκ εἴα τὸν φρατριατικὸν νόμον ἐσενεχθῆναι· πρὶν γὰρ ἐκεῖνον τεθῆναι, οὔτ’ ἄλλο τι τῶν σπουδαίων ἐν τῷ κοινῷ πραχθῆναι οὔτε δίκην οὐδεμίαν ἐσαχθῆναι ἐξῆν.

39

.

20

.

1

τέως μὲν οὖν ὁ Μίλων τῶν λοιδοριῶν καὶ τῶν σφαγῶν πρό‐ σχημα αὐτοῖς ἦν· τεράτων τέ τινων ἐν τούτῳ γενομένων (ἔν τε γὰρ τῷ Ἀλβανῷ νεὼς Ἥρας βραχὺς ἐπὶ τραπέζης τινὸς πρὸς ἀνατολῶν ἱδρυμένος πρὸς τὴν ἄρκτον μετεστράφη, καὶ λαμπὰς ἀπὸ τῆς με‐

39

.

20

.

2

σημβρίας ὁρμηθεῖσα πρὸς βορέαν διῇξε, λύκος τε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο, τῶν τε πολιτῶν τινες κεραυνοῖς ἐφθά‐ ρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη· καὶ αὐτὰ οἱ μάντεις ἀκέσασθαι ἐθελήσαντες ὀργίζεσθαί σφισι δαιμόνιόν τι

39

.

20

.

3

ὡς καὶ ἱερῶν τινων ἢ χωρίων οὐχ ὁσίων ἐποικουμένων ἔφασαν) ἐν‐ ταῦθα ὁ Κλώδιος τὸν Κικέρωνα μεταλαβὼν τῷ τε λόγῳ πολὺς ἐνέ‐ κειτο, ὅτι τὸ ἔδαφος τῆς οἰκίας ἱερωμένον τῇ Ἐλευθερίᾳ κατῳκοδό‐ μησε, καὶ ἐπῆλθέ ποτε ἐπ’ αὐτὸ ὡς καὶ ἐκ θεμελίων αὖθις αὐτὴν
5ἀναιρήσων. καὶ οὐκ ἐποίησε μὲν τοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν·

39

.

21

.

1

ὁ δ’ οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήν τε εἶχε καὶ κατηγο‐ ρίας ἐποιεῖτο, καὶ τέλος τόν τε Μίλωνα καὶ δημάρχους τινὰς πα‐ ραλαβὼν ἀνῆλθέ τε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας 〈τὰσ〉 ἐπὶ τῇ

39

.

21

.

2

ἑαυτοῦ φυγῇ ὑπὸ τοῦ Κλωδίου σταθείσας καθεῖλε. καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ 〈τῷ〉 ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃ‐ ρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβη τε

39

.

21

.

3

αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς οἴκαδε ἀπεκόμισε. γε‐ νομένου δὲ τούτου οὐδὲν ἔτ’ ἀπώμοτον οὐδετέρῳ αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλα τε ὅσα ἐδύναντο, μηδενὸς

39

.

21

.

4

τῶν αἰσχίστων ἀπεχόμενοι, καὶ ὁ μὲν τήν τε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπ’ αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήν τε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς
5καὶ παρανόμως ἐψηφισμένην.

39

.

22

.

1

μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλατ‐ τουμένου, ὁ Κάτων ὁ Μᾶρκος ἐπελθὼν ἀνίσωσεν αὐτούς· τῷ τε
γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρ‐

39

.

22

.

2

χοῦντος ἐπέπεμπτο, προθύμως αὐτῷ συνήρατο. μέγα γὰρ ἐπ’ αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. ὁ μὲν γὰρ Πτολεμαῖος ὁ τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τά τε ἐψηφι‐ σμένα ᾔσθετο καὶ μήτ’ ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτ’ αὖ

39

.

22

.

3

στερηθεὶς τῆς ἀρχῆς ζῆν ὑπέμεινε, φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ φίλοι καὶ σύμμα‐ χοι τῶν Ῥωμαίων ἀντὶ δούλων ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο·

39

.

22

.

4

ὁ δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τά τε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέ‐ δειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον ἢ 〈εἰ〉 πολέμῳ τινὶ ἐνενικήκει μετε‐
5ποιεῖτο· ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρη‐ μάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.

39

.

23

.

1

τότε οὖν ὁ Κάτων ἐν δόξῃ τινὶ ἐπινικίων διὰ ταῦτ’ αἰσίων ἐγένετο, καὶ οἱ ὕπατοι γνώμην ἐν τῷ συνεδρίῳ ἐποιήσαντο στρατη‐ γίαν αὐτῷ δοθῆναι καίπερ μηδέπω ἐκ τῶν νόμων προσήκουσαν. καὶ οὐκ ἀπεδείχθη μέν (αὐτὸς γὰρ ἀντεῖπε), τὴν δὲ δὴ εὔκλειαν

39

.

23

.

2

καὶ ἐκ τούτου μείζονα ἔσχε. Κλώδιος δὲ ἐπεχείρησε μὲν τοὺς οἰ‐ κέτας τοὺς ἐκ τῆς Κύπρου ἀχθέντας Κλωδίους, ὅτι αὐτὸς τὸν Κά‐ τωνα ἐκεῖσε ἐπεπόμφει, ὀνομόσαι, οὐκ ἠδυνήθη δὲ ἐναντιωθέντος αὐτοῦ. καὶ οἱ μὲν Κύπριοι ἐπεκλήθησαν, καίτοι τινῶν Πορκίους
5σφᾶς προσειπεῖν ἐθελησάντων (ὁ γὰρ Κάτων καὶ τοῦτ’ ἐκώλυσεν)·

39

.

23

.

3

ὀργῇ δ’ οὖν ὁ Κλώδιος τὴν ἐναντίωσιν αὐτοῦ φέρων, τά τε διοι‐ κηθέντα ὑπ’ αὐτοῦ διέβαλλε καὶ τοὺς λογισμοὺς τῶν πεπραγμένων ἀπῄτει, οὐχ ὅτι καὶ διελέγξαι τι αὐτὸν ἀδικοῦντα ἐδύνατο, ἀλλ’ ὅτι ὑπὸ ναυαγίας τὰ γράμματα σχεδόν τι πάντα διέφθαρτο, καὶ ἐδόκει

39

.

23

.

4

κατὰ τοῦτό τι ἰσχύσειν. ἐβοήθει δὲ καὶ τότε τῷ Κλωδίῳ ὁ Καῖ‐ σαρ καίτοι μὴ παρών, καὶ τάς γε κατηγορίας αὐτῷ τὰς κατὰ τοῦ Κάτωνος ἐπιστολιμαίους, ὥς γέ τινές φασιν, ἔπεμπεν. ἐπέφερον δὲ τῷ Κάτωνι ἄλλα τε καὶ ὅτι τὴν στρατηγίαν οἱ αὐτὸς τοὺς ὑπά‐
5τους πείσας, ὥς γε ἔλεγον, ἐσηγήσασθαι, προσεποιήσατο ἐθελοντής, ἵνα καὶ μὴ ἄκων ἀποτετυχηκέναι αὐτῆς δόξῃ, παρεῖσθαι.

39

.

24

.

1

οὗτοί τε οὖν ἐμάχοντο, καὶ ὁ Πομπήιος ἔσχε μὲν καὶ ἐν τῇ τοῦ σίτου διαδόσει τριβήν τινα· πολλῶν γὰρ πρὸς τὰς ἀπ’ αὐτοῦ ἐλπίδας ἐλευθερωθέντων, ἀπογραφήν σφων, ὅπως ἔν τε κόσμῳ καὶ

39

.

24

.

2

ἐν τάξει τινὶ σιτοδοτηθῶσιν, ἠθέλησε ποιήσασθαι· οὐ μὴν ἀλλὰ τοῦτο μὲν τῇ τε ἑαυτοῦ σοφίᾳ καὶ ἐκ τοῦ πλήθους τοῦ σίτου ῥᾷόν πως διῴκησε, τὴν δὲ δὴ ὑπατείαν αἰτῶν πράγματα ἔσχε καὶ αἰ‐

39

.

24

.

3

τίαν ἀπ’ αὐτῶν ἔλαβεν. ἐλύπει μὲν γὰρ αὐτὸν καὶ τὰ ὑπὸ τοῦ Κλωδίου γιγνόμενα, καὶ μάλισθ’ ὅτι καὶ ὑπὸ τῶν ἄλλων ὑπερεω‐ ρᾶτο ὧν διέφερε, διά τε τὸ ἀξίωμα καὶ διὰ τὰς ἐλπίδας ἀφ’ ὧν καὶ ἰδιωτεύων ὑπὲρ πάντας αὐτοὺς τιμηθήσεσθαι προσεδόκησεν

39

.

24

.

4

ὑβριζόμενος. ἀλλὰ τούτων μὲν ἔσθ’ ὅτε καὶ κατεφρόνει· παρα‐ χρῆμα μὲν γὰρ κακῶς ἀκούων ἐδυσχέραινεν, διαλιπὼν δὲ καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας

39

.

25

.

1

ἀφικνούμενος οὐκέτ’ αὐτῶν προετίμα· ὁ δὲ δὴ Καῖσαρ αὐξανόμε‐ νος, καὶ ὁ δῆμος τά τε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ τῆς βουλῆς ἄνδρας ὡς καὶ ἐπὶ δεδουλωμένοις παντελῶς τοῖς Γαλάταις ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπ’ αὐτοῦ ἐλπίδας ἐπαιρόμε‐
5νος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι, δεινῶς αὐτὸν ἠνία.

39

.

25

.

2

ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐ‐ τόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διά‐

39

.

25

.

3

δοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι. τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθ’ ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳ τε ἄλλως τε μεγάλως ταινιου‐ μένῳ καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν
5ὅτι αὐτόν τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε.

39

.

25

.

4

τά τε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶν τε προποιηθέντων τινὶ ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφ’ ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κἂν ἔλαττον τοῦ προτέρου ᾖ, προ‐
χειρότατα τῷ τε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φε‐
5ρομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δ’ ἄρτι προφαινόμενον συνεπαύξοντας ὑπὸ τῶν ἐλπί‐

39

.

26

.

1

δων. δι’ οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύο τε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, τό τε
5δέλος καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπ’ ἀντιπάλου καὶ τῆς δόξης καὶ

39

.

26

.

2

τῆς ἰσχύος μόνως συμβαίνειν· ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας ἐρρῶσθαι, ἐπειδὰν δ’ ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τό τε ἐλαττούμενον φθονῆσαν μισεῖν τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν ἐς τὸν χείρονα, καὶ οὕτως
5ἀπ’ ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα, τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρός τε διαφορὰς καὶ πρὸς πολέμους ἐκ

39

.

26

.

3

τῆς πρὶν φιλίας ἀφικνεῖσθαι. τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳ‐ δίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετ’ αὐτοῦ ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.

39

.

27

.

1

συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν [ἂν] ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δ’ ὑπατεύσωσι κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ

39

.

27

.

2

αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν. καὶ οὕτω πᾶσαν τὴν προσποίησιν ἀφ’ ἧς, εἰ καί τις τῶν ἑταίρων σφῶν ἐπὶ τὴν ἀρχὴν αὐτοὺς προῆγεν, ἀπηρνοῦντο μηκέτι βούλεσθαι ὑπατεῦσαι, ἀποθέμενοι ἄντικρυς αὐτῆς, καίπερ ἑτέροις τισὶ πρότερον συναγω‐

39

.

27

.

3

νιζόμενοι, μετεποιήσαντο. ἐπειδή τε ἔξω τῶν χρόνων τῶν ἐν τοῖς νόμοις διειρημένων ἐπήγγειλαν αὐτήν, καὶ δῆλοι ἦσαν ἄλλοι τε καὶ αὐτοὶ οἱ ὕπατοι (καὶ γάρ τι καὶ ῥώμης ὁ Μαρκελλῖνος εἶχεν) οὐκ ἐπιτρέψοντές σφισιν ἀποδειχθῆναι, διεπράσσοντο τὰς ἀρχαιρεσίας ἐν
5τῷ ἐνιαυτῷ ἐκείνῳ μὴ γενέσθαι, ἄλλους τε καὶ τὸν Κάτωνα τὸν Γάιον ἐνιέντες, ἵνα μεσοβασιλέως αἱρεθέντος καὶ αἰτήσωσι κατὰ τοὺς νό‐

39

.

28

.

1

μους τὴν ἀρχὴν καὶ λάβωσι. καὶ ἐγίγνετο γὰρ τοῦτο λόγῳ μὲν ὑπὸ τῶν παρεσκευασμένων ἄλλοτε κατ’ ἄλλην πρόφασιν, ἔργῳ δὲ ὑπ’ αὐτῶν ἐκείνων (τοῖς γοῦν ἐναντιουμένοις σφίσι φανερῶς ἤχθοντο), δεινῶς ἡ γερουσία ἠγανάκτησεν, ὥστε ποτὲ μεταξὺ μαχομένων αὐ‐

39

.

28

.

2

τῶν ἐξαναστῆναι. καὶ τότε μὲν οὕτω διελύθησαν, αὖθις δὲ ἐπειδὴ τὰ αὐτὰ ἐγίγνετο, τὰς στολὰς καθάπερ ἐν συμφορᾷ τινι μετεκδῦναι ἐψηφίσαντο, καίτοι τοῦ Κάτωνος ἔκ τε τοῦ συνεδρίου, ἐπειδήπερ ἀντιλέγων οὐδὲν ἤνυσεν, ἐκπηδήσαντος ..., ὅπως μηδὲν τελεσθείη·

39

.

28

.

3

εἰ γάρ τις τῶν μὴ βουλευόντων ἔνδον ἦν, οὐδεμία ψῆφος αὐτοῖς ἐδίδοτο. ἐκείνους τε γὰρ προαπαντήσαντες ἕτεροι δήμαρχοι ἐκώ‐ λυσαν ἐσελθεῖν, καὶ οὕτω τοῦτό τε τὸ δόγμα ἐκυρώθη, καὶ ἐχρη‐ ματίζετο ὅπως καὶ ἐς τὴν πανήγυριν τὴν τότε οὖσαν οἱ βουλευταὶ

39

.

28

.

4

〈μὴ〉 θεωρήσωσιν. ἐπεὶ δὲ καὶ πρὸς ἐκεῖνο ὁ Κάτων ἀνθίστατο, ἐξε‐ πήδησαν ἀθρόοι, καὶ τὰ ἐσθήματα ἀλλαξάμενοι ἐπανῆλθον ὡς καὶ διὰ τοῦτ’ αὐτὸν καταπλήξοντες. καὶ ἐπειδὴ μηδ’ ὣς ἐμετρίαζεν, προῆλθον ἐς τὴν ἀγορὰν ἅμα πάντες, καὶ συνδραμόντος ἐπὶ τούτῳ

39

.

28

.

5

τοῦ πλήθους ἐς πᾶν κατηφείας αὐτοὺς κατέστησαν, δημηγορῶν μὲν ὁ Μαρκελλῖνος καὶ τὰ παρόντα σφίσιν ὀδυρόμενος, ἐπιδακρύοντες δὲ οἱ ἄλλοι καὶ ἐπιστένοντες, ὥστε μηδένα μηδὲν ἀντιφθέγξασθαι. καὶ οἱ μὲν τοῦτο πράξαντες ἐς τὸ βουλευτήριον εὐθὺς ἐσῆλθον,

39

.

29

.

1

γνώμην ἔχοντες ἐς τοὺς ὑπαιτίους τὴν ὀργὴν ἀφεῖναι· Κλώδιος δὲ ἐν τούτῳ μεταπηδήσας αὖθις πρὸς τὸν Πομπήιον, καὶ τὰ ἐκείνου πάλιν ἀνθελόμενος ἐλπίδι τοῦ, εἴ τί οἱ τῶν τότε πραττομένων συγ‐ κατεργάσαιτο, πάνυ αὐτὸν ἰδιώσεσθαι, παρῆλθέ τε ἐς τὸν ὅμιλον
5ἐν τῇ καθηκούσῃ στολῇ, μηδὲν αὐτῆς πρὸς τὸ δόγμα μεταλλάξας, καὶ κατά τε τοῦ Μαρκελλίνου καὶ κατὰ τῶν ἄλλων ἐδημηγόρει.

39

.

29

.

2

πολλῆς οὖν καὶ ἐπὶ τούτῳ ἀγανακτήσεως ὑπὸ τῶν βουλευτῶν γενο‐ μένης τὸ μὲν πλῆθος μεταξὺ λέγων ἐγκατέλιπε, πρὸς δὲ δὴ τὸ συν‐ έδριον ᾄξας ὀλίγου διεφθάρη· τῆς γὰρ γερουσίας ἀπαντησάσης

39

.

29

.

3

αὐτῷ εἴσω τε ἐσελθεῖν ἐκωλύθη, κἀν τούτῳ ὑπὸ ἱππέων περιστοι‐ χισθεὶς διεσπάσθη ἄν, εἰ μὴ ἀνακραγόντος αὐτοῦ καὶ τὸν ὅμιλον ἐπιβοησαμένου προσέδραμον πολλοὶ πῦρ φέροντες, ὡς καὶ μετὰ τοῦ βουλευτηρίου σφᾶς καταπρήσοντες εἴ τι αὐτὸν ἐξεργάσαιντο.
5καὶ ὁ μὲν παρὰ τοσοῦτον ἐλθὼν ἀπολέσθαι οὕτως ἐσώθη·

39

.

30

.

1

Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔς τε τὸ συνέδριόν ποτε ἐσε‐ πήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, καὶ ἐκεῖνό τε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνή‐
5σειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφό‐

39

.

30

.

2

δρα αὐτῆς ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδ’ ἀπηρνήσατο, ἀλλ’ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰ‐ πὼν ὅτι πάνθ’ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅ τε
5Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν

39

.

30

.

3

ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγο‐ μένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψη‐ φισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρ‐

39

.

30

.

4

χὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ ἐνιαυτὸς οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς
5πραχθέντος ποιουμένας, ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλ’ ὥσπερ δεδουλωμένοι, καὶ μήτ’ ἀρχὰς ἑλέσθαι μήτ’ ἄλλο τι πολιτικὸν

39

.

31

.

1

πρᾶξαι ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον. καὶ μετὰ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Κράσσος ὕπατοι ἐκ μεσοβασιλείας ἀπεδείχθησαν, οὔτ’ ἄλλου τινὸς τῶν προεπηγγελκότων ἀπαντή‐ σαντος, καὶ Λουκίου Δομιτίου, ὃς μέχρι τῆς τελευταίας ἡμέρας
5ἐσπουδάρχησεν, ὁρμήσαντος μὲν πρὸς τὴν ἐκκλησίαν οἴκοθεν ὑπὸ νύκτα, ἐπεὶ δ’ ὁ παῖς ὁ τὸν λύχνον οἱ προφέρων ἐσφάγη, δείσαντος

39

.

31

.

2

καὶ μηκέτι περαιτέρω προχωρήσαντος. οὔτ’ οὖν ἀντιστάντος τινὸς τὴν ἀρχήν, καὶ προσέτι τοῦ Πουπλίου Κράσσου, ὃς υἱός τε τοῦ Μάρκου ἦν καὶ τότε τῷ Καίσαρι ὑπεστρατήγει, στρατιώτας ἐπ’ αὐτὸ τοῦτο ἐς τὴν Ῥώμην ἀγαγόντος, οὐ χαλεπῶς ᾑρέθησαν.

39

.

32

.

1

παραλαβόντες 〈δ’〉 οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρ‐ κον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι· ὑπώπτευόν τε γὰρ αὐτὸν
οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον

39

.

32

.

2

πρὸς τὰς ἀντιλογίας προσθεῖναι. καὶ ἡ μὲν τῶν στρατηγῶν κατά‐ στασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσεν) εἰρηναία ἐγέ‐ νετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβη‐

39

.

32

.

3

σαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι. οὐ μὴν ἀλλ’ ἐκείνους μέν, τούς τε ἄλλους τοὺς ὑπὸ τοῦ δήμου αἱρου‐ μένους, πρὸς τρόπου σφίσιν (αὐτοὶ γὰρ τὰς ἀρχαιρεσίας ἐποίουν) ἀπέδειξαν, τούς τε ἀγορανόμους τοὺς ἑτέρους καὶ τῶν δημάρχων
5τοὺς πλείους προσηταιρίσαντο· δύο δὲ δήμαρχοι, Γάιός τε Ἀτέιος Καπίτων καὶ Πούπλιος Ἀκύλιος Γάλλος, οὐχ ὡμολόγησαν αὐτοῖς.

39

.

33

.

1

ὡς οὖν αἱ ἀρχαὶ κατέστησαν, εἴχοντο ὧν ἐφίεντο. καὶ αὐτοὶ μὲν οὐδένα οὔτε ἐν τῇ βουλῇ οὔτε ἐν τῷ δήμῳ λόγον ὑπὲρ αὐτῶν ἐποιήσαντο, ἀλλὰ καὶ πάνυ ἐπλάττοντο μηδενός σφων προσδεῖσθαι·

39

.

33

.

2

Γάιος δὲ δὴ Τρεβώνιος δημαρχῶν ἔγραψε τῷ μὲν τήν τε Συρίαν καὶ τὰ πλησιόχωρα αὐτῆς, τῷ δὲ τὰς Ἰβηρίας (καὶ γάρ τι καὶ ἔναγχος ἐκεκίνηντο) ἄρχειν ἐπὶ πέντε ἔτη δοθῆναι, στρατιώταις τε ὅσοις ἂν ἐθελήσωσι καὶ τῶν πολιτῶν καὶ τῶν συμμάχων χρωμέ‐
5νοις, καὶ πόλεμον καὶ εἰρήνην πρὸς οὓς ἂν βουληθῶσι ποιουμένοις.

39

.

33

.

3

χαλεπῶς οὖν ἐπὶ τούτῳ πολλῶν, καὶ μάλιστα τῶν τοῦ Καίσαρος φίλων, ἐχόντων, ὅτι ἤμελλον ἐκεῖνοι, τυχόντες ὧν διῳκοῦντο, τὸν Καίσαρα μηκέτ’ ἐπὶ πολὺ τὴν ἀρχὴν ἕξοντα καθείρξειν, καὶ παρα‐ σκευαζομένων διὰ τοῦτο ἀντειπεῖν τινων τοῖς γεγραμμένοις, φοβη‐
5θέντες οἱ ὕπατοι μὴ διαμάρτωσιν ὧν ἔπραττον, προσεποιήσαντο αὐτοὺς ὥστε τὴν ἡγεμονίαν καὶ ἐκείνῳ τρία ἔτη πλείω, ὥς γε τἀ‐

39

.

33

.

4

ληθὲς εὑρίσκεται, μηκῦναι. οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν πρὶν τὰ σφέτερα βεβαιώσασθαι. οἵ τε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως ἡσύχασαν, καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου ἡσυχίαν

39

.

34

.

1

ἤγαγον, ἀγαπῶντες εἰ καὶ ὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπ’ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ

39

.

34

.

2

ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν· ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις

39

.

34

.

3

δημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶν τε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν εὀνουμένων, οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκεί‐ νων λεχθῆναι, ἀλλ’ ἵν’ ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπό τε τοῦ
5Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτ’ αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐδ’ εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβού‐

39

.

34

.

4

λετο ψηφίσασθαί σφας ἐδύνατο. οὐκοῦν οὔτε παραχρῆμα σιωπῆ‐ σαι κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.

39

.

35

.

1

καὶ ἐκείνη μὲν ἡ ἡμέρα οὕτω κατετρίβη ὥστε μηδ’ εἰπεῖν ἀρ‐ χὴν μηδὲν τοὺς δημάρχους δυνηθῆναι· ἐν γάρ τοι ταῖς συνόδοις καὶ ταῖς τοῦ δήμου, ἐν αἷς γε καὶ ἐβουλεύοντο, πάσαις [πρὸς] τοῖς

39

.

35

.

2

ἰδιώταις πρὸ τῶν τὰς ἀρχὰς ἐχόντων ὁ λόγος ἐδίδοτο, τοῦ μηδένα αὐτῶν, ὡς ἔοικε, τῇ τοῦ κρείττονος γνώμῃ προκαταλαμβανόμενον ὑποστέλλεσθαί τι ὧν φρονοίη, ἀλλ’ ἐπὶ πάσης παρρησίας τὰ δο‐

39

.

35

.

3

κοῦντα αὐτῷ λέγειν. φοβηθεὶς οὖν ὁ Γάλλος μή τις αὐτὸν ἐκ τῆς ἀγορᾶς τῇ ὑστεραίᾳ ἐξείρξῃ ἢ καὶ δεινότερόν τι ἐργάσηται, ἔς τε τὸ συνέδριον ἀφ’ ἑσπέρας ἐσῆλθε καὶ ἐν αὐτῷ ἐνυκτέρευσε, τῆς τε ἀσφαλείας ἕνεκα τῆς παρὰ τοῦ χωρίου, καὶ ὅπως ἐκεῖθεν ἅμα

39

.

35

.

4

ἕῳ πρὸς τὸ πλῆθος ἐξέλθῃ. καὶ τοῦτον μὲν ὁ Τρεβώνιος μάτην ἐνταῦθα καὶ τὴν νύκτα καὶ τῆς ἡμέρας τὸ πλεῖον ἐνδιατρῖψαι ἐποί‐ ησε, πάσας τὰς θύρας τοῦ βουλευτηρίου κλείσας· τὸν δὲ Ἀτέιον τόν τε Κάτωνα καὶ τὸν Φαουώνιον καὶ τοὺς ἄλλους τοὺς μετ’ αὐ‐
5τῶν ὄντας ἕτεροι, προκαταλαβόντες τῆς νυκτὸς τὸ τοῦ συλλόγου

39

.

35

.

5

χωρίον, ἐξεῖργον. καὶ ἐπειδὴ ὁ μὲν Φαουώνιος καὶ ὁ Νίννιος δια‐ λαθόντες πως ἔνδον ἐγένοντο, ὁ δὲ δὴ Κάτων καὶ ὁ Ἀτέιος ἐπα‐ ναβάντες τισὶ τῶν περιεστηκότων καὶ μετεωρισθέντες ὑπ’ αὐτῶν διοσημίαν, ὡς καὶ διαλύσοντές σφας, ἐψηφίζοντο, τούτους μὲν
5ἑκατέρους οἱ ὑπηρέται τῶν δημάρχων ἐξήλασαν, τοὺς δ’ ἄλλους τοὺς σὺν αὐτοῖς ὄντας κατετραυμάτισαν, καί τινας καὶ ἀπέκτειναν.

39

.

36

.

1

κυρωθέντος δὲ οὕτω τοῦ νόμου, καὶ τοῦ πλήθους ἀπαλλαττομένου ἤδη ἐκ τοῦ συλλόγου, παραλαβὼν ὁ Ἀτέιος τὸν Γάλλον αἵματος ἀνάπλεων (ἐκβιαζόμενος γὰρ ἐκ τοῦ συνεδρίου ἐπλήγη) παρήγαγέ τε ἐς τοὺς ἔτι παρόντας, καὶ ἐπιδείξας αὐτόν, καὶ ἐπειπὼν ὅσα εἰκὸς

39

.

36

.

2

ἦν, δεινῶς σφας ἐξετάραξεν. αἰσθόμενοι οὖν τοῦθ’ οἱ ὕπατοι ἦλ‐ θόν τε διὰ ταχέων (ἐγγύθεν γάρ ποθεν τοῖς πραττομένοις ἐφήδρευον) καὶ καταφοβήσαντες αὐτούς, ἅτε καὶ χεῖρα οὐκ ὀλίγην ἔχοντες, εὐ‐ θύς τε ἐκκλησίαν συνήγαγον καὶ τὰ κατὰ τὸν Καίσαρα ἐπεψήφισαν,
5ἀντειπεῖν μὲν καὶ πρὸς ἐκεῖνα τῶν αὐτῶν πειραθέντων, οὐ μέντοι καὶ δυνηθέντων τι πρᾶξαι.

39

.

37

.

1

ταῦτά τε οὖν κυρωθῆναι ἐποίησαν, καὶ μετὰ τοῦτο πικρότερα ἐπιτίμια τοῖς δεκάζουσί τινας ἐπέταξαν, ὥσπερ τι αὐτοὶ ἔλαττον, ὅτι οὐ χρήμασιν ἀλλὰ βίᾳ τὴν ἀρχὴν εἰλήφεσαν, ἁμαρτόντες.

39

.

37

.

2

ἐπεχείρησαν μὲν γὰρ καὶ τὰ ἀναλώματα τὰ 〈κατὰ〉 τὴν δίαιταν ἐπὶ μακρότατον προηγμένα συστεῖλαι, καίπερ ἐς πᾶν αὐτοὶ καὶ τρυ‐ φῆς καὶ ἁβρότητος προκεχωρηκότες, ἐκωλύθησαν δὲ ὑπὸ αὐτοῦ τού‐

39

.

37

.

3

του διανομοθετῆσαι. ὁ γὰρ Ὁρτήσιος φιλαναλωτὴς ἐν τοῖς μά‐ λιστα ὢν ἔπεισεν αὐτούς, τό τε μέγεθος τῆς πόλεως ἐπεξιών, καὶ 〈αὐτοὺσ〉 ἐπί τε τῇ οἴκοι πολυτελείᾳ καὶ ἐπὶ τῇ ἐς τοὺς ἄλλους μεγα‐ λοφροσύνῃ ἐπαινῶν, καταβαλεῖν τὴν γνώμην, ἅτε καὶ συναγωνιστῇ

39

.

37

.

4

τῶν λόγων τῷ βίῳ σφῶν χρώμενος. τήν τε γὰρ ἐναντίωσιν αἰδε‐ σθέντες, καὶ προσέτι καὶ κατοκνήσαντες φθόνῳ τινὶ τοὺς ἄλλους, ὧν αὐτοὶ ἐποίουν, δοκεῖν ἀπείργειν, ἑκόντες ἀφῆκαν τὴν ἐσήγησιν.

39

.

38

.

1

κἀν ταῖς αὐταῖς ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε, καὶ ἔν τε ἐκείνῳ θέαν καὶ μουσικῆς καὶ ἀγῶνος γυμνικοῦ κἀν τῷ ἱπποδρόμῳ καὶ ἵππων ἅμιλλαν καὶ θη‐

39

.

38

.

2

ρίων πολλῶν καὶ παντοδαπῶν σφαγὰς ἐποίησεν. λέοντές τε γὰρ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαί‐ δεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέ‐ θανον, οἱ δὲ οὐ πολλῷ ὕστερον. ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δή‐
5μου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντες τῆς

39

.

38

.

3

μάχης ἐπαύσαντο, καὶ περιιόντες τάς τε προβοσκίδας ἐς τὸν οὐ‐
ρανὸν ἀνέτεινον καὶ ὠλοφύροντο οὕτως ὥστε καὶ λόγον παρασχεῖν ὅτι οὐκ ἄλλως ἐκ συντυχίας αὐτὸ ἐποίησαν, ἀλλὰ τούς τε ὅρκους οἷς πιστεύσαντες ἐκ τῆς Λιβύης ἐπεπεραίωντο ἐπιβοώμενοι καὶ τὸ

39

.

38

.

4

δαιμόνιον πρὸς τιμωρίαν σφῶν ἐπικαλούμενοι. λέγεται γὰρ ὅτι οὐ πρότερον τῶν νεῶν ἐπέβησαν πρὶν πίστιν παρὰ τῶν ἀγόντων σφᾶς ἔνορκον λαβεῖν, ἦ μὴν μηδὲν κακὸν πείσεσθαι. καὶ τοῦτο μὲν εἴτ’ ὄντως οὕτως εἴτε καὶ ἄλλως πως ἔχει, οὐκ οἶδα· ἤδη γάρ τινες καὶ

39

.

38

.

5

ἐκεῖνο εἶπον, ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος αὐτοὺς ἐπαΐειν καὶ τῶν ἐν τῷ οὐρανῷ γιγνομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νου‐ μηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀείνων ἀφικνεῖσθαι κἀνταῦθα καθαρμόν τινά σφων ποιεῖ‐

39

.

38

.

6

σθαι. ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύ‐ θερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν,
5ἵνα μὴ μάτην κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.

39

.

39

.

1

οὐ μὴν ἀλλ’ ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόν τε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄ‐

39

.

39

.

2

νουν, ὥστε καὶ ἐκείνους διά τε τοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι.

39

.

39

.

3

καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μηδὲ προφάσεώς τινος ἐπι‐ λαβόμενοι μετεσκευάσαντο· τῶν δὲ δημάρχων τούς τε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντων ὁ

39

.

39

.

4

μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούς τε γὰρ ὑπάρχους παραχρῆμα
ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμε‐ νεν, ἵνα τάς τ’ Ἰβηρίας ἅμα δι’ ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ

39

.

39

.

5

Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ δι’ ἑαυτοῦ ποιήσηται), ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο. οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι 〈ἦν〉, ἄλλως
5μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐ καὶ

39

.

39

.

6

τῷ δημοσίῳ δι’ ἐκείνου καταρώμενοι, καὶ τοῦτο μὲν ἐν τῷ Καπι‐ τωλίῳ τὰς εὐχὰς αὐτοῦ τὰς νομιζομένας ἐπὶ τῇ στρατείᾳ ποιουμέ‐ νου καὶ διοσημίας τινὰς καὶ τέρατα διεθρόουν, τοῦτο δὲ ἐξορμω‐ μένῳ οἱ πολλὰ καὶ δεινὰ ἐπηράσαντο. ἐπεχείρησε μὲν γὰρ ὁ Ἀτέιος

39

.

39

.

7

καὶ ἐς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν· ἀντιστάντων δὲ ἑτέρων δη‐ μάρχων μάχη τε αὐτῶν καὶ διατριβὴ ἐγένετο, κἀν τούτῳ ὁ Κράσ‐ σος ἔξω τοῦ πωμηρίου ἐξῆλθε. καὶ ὁ μέν, εἴτε ἐκ συντυχίας εἴτε καὶ ἐκ τῶν ἀρῶν αὐτῶν, οὐκ

39

.

40

.

1

ἐς μακρὰν ἐσφάλη, ὁ δὲ δὴ Καῖσαρ ἐν τῇ τοῦ Μαρκελλίνου τῇ τε Φιλίππου ὑπατείᾳ ἐπὶ Οὐενέτους ἐστράτευσεν. οἰκοῦσι δὲ πρὸς τῷ ὠκεανῷ, καὶ στρατιώτας τινὰς Ῥωμαίους πεμφθέντας ἐπὶ σῖτον συνέλαβον, καὶ μετὰ τοῦτο τοὺς πρέσβεις τοὺς ὑπὲρ ἐκείνων ἐλθόν‐
5τας κατέσχον, ὅπως ἀντ’ αὐτῶν τοὺς ὁμήρους σφῶν ἀπολάβωσιν.

39

.

40

.

2

ὁ οὖν Καῖσαρ τούτους μὲν οὐκ ἀπέδωκε, διαπέμψας δὲ ἄλλους ἄλλῃ, τοὺς μὲν τὰ τῶν συναφεστηκότων αὐτοῖς πορθεῖν, ἵνα μὴ συμβοηθήσωσιν ἀλλήλοις, τοὺς δὲ καὶ τὰ τῶν ἐνσπόνδων, μὴ καὶ

39

.

40

.

3

αὐτοί τι παρακινήσωσι, φρουρεῖν, αὐτὸς ἐπὶ τοὺς Οὐενέτους ἤλασε, καὶ πλοῖα ἐν τῇ μεσογείᾳ, ἃ ἤκουεν ἐπιτήδεια πρὸς τὴν τοῦ ὠκεα‐ νοῦ παλίρροιαν εἶναι, κατασκευάσας διά τε τοῦ Λίγρου ποταμοῦ

39

.

40

.

4

κατεκόμισε, καὶ πᾶσαν ὀλίγου τὴν ὡραίαν μάτην ἀνάλωσεν. αἵ τε γὰρ πόλεις ἐπ’ ἐρυμνῶν χωρίων ἱδρυμέναι ἀπρόσιτοι ἦσαν, καὶ ὁ ὠκεανὸς πάσας ὡς εἰπεῖν αὐτὰς περικλύζων ἄπορον μὲν τῷ πεζῷ ἄπορον δὲ καὶ τῷ ναυτικῷ τὴν προσβολήν, καὶ πλημμύρων καὶ ἀναρ‐

39

.

40

.

5

ρέων, ἔν τε τῇ ἀμπώτιδι καὶ ἐν τῇ ῥαχίᾳ ἐποίει, ὥστε ἐν παντὶ
τὸν Καίσαρα γενέσθαι, μέχρις οὗ Δέκιμος Βροῦτος ταχείαις οἱ ναυσὶν ἐκ τῆς ἔνδοθε θαλάσσης ἦλθεν. αὐτὸς μὲν γὰρ ὡς οὐδὲ ἐκείναις τι πράξων γνώμην εἶχεν, οἱ δὲ δὴ βάρβαροι καταφρονή‐
5σαντες τῆς τε σμικρότητος καὶ τῆς ἀσθενείας τῶν σκαφῶν ἡττή‐

39

.

41

.

1

θησαν. ταῦτα μὲν γὰρ πρὸς τὸ κουφότερον ὑπὲρ τοῦ ταχυναυτεῖν ἐς τὸν τῆς παρ’ ἡμῖν ναυτιλίας τρόπον ἐσκεύαστο, τὰ δὲ δὴ τῶν βαρβάρων, ἅτε ἐν τῇ συνεχείᾳ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπί τε τοῦ ξηροῦ πολλάκις ἵστασθαι καὶ πρὸς τὴν ἄνω τε καὶ κάτω αὐ‐
5τοῦ διαρροὴν ἀντικαρτερεῖν ὀφείλοντα, πλεῖστόν σφων καὶ τῷ με‐

39

.

41

.

2

γέθει καὶ τῇ παχύτητι προεῖχεν. δι’ οὖν ταῦθ’ οἱ βάρβαροι, οἷα μήπω πρότερον τοιούτου ναυτικοῦ πεπειραμένοι, πρός τε τὴν ὄψιν τῶν νεῶν καὶ τὸ ἔργον αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσαντο, καὶ εὐ‐ θὺς ναυλοχούσαις σφίσιν ἐπανήχθησαν ὡς καὶ δι’ ἐλαχίστου τοῖς
5κοντοῖς αὐτὰς καταποντώσοντες. ἐφέροντο δὲ ἀνέμῳ καὶ πολλῷ καὶ σφοδρῷ· καὶ γὰρ ἱστία δερμάτινα εἶχον, ὥστε πᾶσαν τὴν τοῦ

39

.

42

.

1

πνεύματος ἰσχὺν ἀπλήστως ἐσδέχεσθαι. ὁ οὖν Βροῦτος, ἕως μὲν ἐκεῖνο ἐπέσπερχεν, οὐδ’ ἀνταναχθῆναι αὐτοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν νεῶν τήν τε ἐκ τοῦ πνεύματος φορὰν καὶ τὴν ἐπιβολήν σφων ἐτόλμησεν, ἀλλὰ παρεσκευάζετο ὡς καὶ πρὸς τῇ
5γῇ τὰς προσβολὰς αὐτῶν ἀμυνούμενος καὶ τὰ σκάφη παντελῶς

39

.

42

.

2

ἐκλείψων. ἐπεὶ δ’ ὅ τε ἄνεμος ἐξαπιναίως ἔπεσε καὶ τὸ κῦμα ἐστο‐ ρέσθη, τά τε πλοῖα οὐκέθ’ ὁμοίως ὑπὸ τῶν κωπῶν ἐκινεῖτο, ἀλλ’ ἅτε καὶ καταβαρῆ ὄντα κατὰ χώραν τρόπον τινὰ εἱστήκει, τότε δὴ θαρσήσας ἀντανήχθη, καὶ προσπεσὼν αὐτοῖς πολλά σφας καὶ δεινὰ

39

.

42

.

3

ἀδεῶς καὶ περιπλέων καὶ διεκπλέων, καὶ τοτὲ μὲν ἐμβάλλων τινὶ τοτὲ δὲ ἀνακρουόμενος ὅπῃ τε καὶ ἐφ’ ὅσον ἤθελεν, εἰργάσατο, πολ‐ λαῖς τε πρὸς μίαν καὶ ἑτέρωθι ἴσαις 〈πρὸς ἴσασ〉, ἔστι δ’ ᾗ καὶ ἐλάσ‐

39

.

42

.

4

σοσι πρὸς πλείονας ἀσφαλῶς προσφερόμενος. ὅπου μὲν γὰρ κρείτ‐ των αὐτῶν ἐν τῇ .... προσηρτᾶτό σφισι, καὶ τὰς μὲν κατέδυεν
ἀναρρηγνύς, ἐς δὲ τὰς πολλαχόθεν μετεκβαίνων ἔς τε χεῖρας τοῖς ἐπιβάταις ᾔει καὶ πολλοὺς ἐφόνευεν· εἰ δὲ καὶ καθ’ ὁτιοῦν ἐλατ‐
5τοῖτο, ῥᾷστα ἀνεχώρει, ὥστε ἐπ’ αὐτῷ τὴν πλεονεξίαν ἀεὶ εἶναι.

39

.

43

.

1

οἱ γὰρ βάρβαροι μήτε τοξείᾳ χρώμενοι, μήτε λίθους, ὡς οὐδὲν αὐτῶν δεησόμενοι, προπαρασκευάσαντες, εἰ μέν τίς σφισιν ὁμόσε ἐχώρησε, τρόπον τινὰ ἀπεμάχοντο, τοὺς δ’ ὀλίγον σφῶν ἀφεστηκό‐

39

.

43

.

2

τας οὐχ εἶχον ὅ τι ποιήσωσιν. αὐτοί τε οὖν ἐτιτρώσκοντο καὶ ἀπέ‐ θνησκον καὶ οἱ μηδὲ ἀμύνασθαί τινα δυνάμενοι, καὶ τὰ σκάφη τὰ μὲν ἀνερρήγνυτο ἐμβαλλόμενα τὰ δὲ κατεπίμπρατο ὑφαπτόμενα·

39

.

43

.

3

ἄλλα ἀναδούμενα ὥσπερ κενὰ ἀνδρῶν εἵλκετο. ὁρῶντες δὲ ταῦθ’ οἱ λοιποὶ ἐπιβάται οἱ μὲν ἀπεκτίννυσάν σφας, μὴ καὶ ζῶντες ἁλῶ‐ σιν, οἱ δὲ ἐς τὴν θάλασσαν ἐξεπήδων, ὡς καὶ δι’ ἐκείνης ἤτοι τῶν πολεμίων νεῶν ἐπιβησόμενοι ἢ πάντως γε 〈οὐχ〉 ὑπὸ τῶν Ῥωμαίων

39

.

43

.

4

ἀπολούμενοι. προθυμίᾳ μὲν γὰρ καὶ τόλμῃ οὐδὲν αὐτῶν διέφερον, τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ὅπως γὰρ δὴ μηδ’ αὖθίς ποτε πνεῦμά τι ταῖς ναυσὶν ἐπιγενόμενον κινήσειεν αὐτάς, δορυδρέπανα πόρρωθέν σφισιν οἱ Ῥωμαῖοι ἐπέ‐
5φερον, καὶ τά τε σχοινία αὐτῶν διέτεμνον καὶ τὰ ἱστία διέσχιζον.

39

.

43

.

5

πεζομαχεῖν δὲ τρόπον τινὰ ἐν πλοίοις πρὸς ναυμαχοῦντας ἀναγκα‐ ζόμενοι πάμπολλοι μὲν αὐτοῦ ταύτῃ ἐφθάρησαν, πάντες δὲ οἱ πε‐ ριλιπεῖς ἑάλωσαν· καὶ αὐτῶν τοὺς λογιμωτάτους ὁ Καῖσαρ ἀπο‐ σφάξας τοὺς ἄλλους ἐπώλησε.

39

.

44

.

1

καὶ μετὰ τοῦτο ἐπί τε Μωρίνους καὶ ἐπὶ Μεναπίους ὁμόρους σφίσιν ὄντας ἐστράτευσε, προσκαταπλήξειν τε αὐτοὺς ἐκ τῶν προ‐ κατειργασμένων καὶ ῥᾳδίως αἱρήσειν ἐλπίσας. οὐ μέντοι καὶ ἐχει‐

39

.

44

.

2

ρώσατό τινας· οὔτε γὰρ πόλεις ἔχοντες ἀλλ’ ἐν καλύβαις διαιτώ‐ μενοι, καὶ τὰ τιμιώτατα ἐς τὰ λασιώτατα τῶν ὀρῶν ἀνασκευασά‐ μενοι, πολὺ πλείω τοὺς προσμίξαντάς σφισι τῶν Ῥωμαίων ἐκάκωσαν ἢ αὐτοὶ ἔπαθον. ἐπεχείρησε μὲν γὰρ ὁ Καῖσαρ καὶ ἐς αὐτὰ τὰ
5ὄρη τὴν ὕλην τέμνων προχωρῆσαι, ἀπειπὼν δὲ διά τε τὸ μέγε‐
θος αὐτῶν καὶ διὰ τὸ πρὸς χειμῶνα εἶναι ἀπανέστη.

39

.

45

.

1

ἔτι δ’ αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγός τε ἐστάλη ἐπὶ Οὐενέλλους, ὧν ἡγεῖτο Οὐιριδοῦιξ, καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη, ὥστ’ ἀγα‐

39

.

45

.

2

πᾶν ἂν τό γε ἔρυμα διασώσηται, ἔπειτα δὲ αἰσθόμενός σφας θρα‐ σύτερον μὲν ἀπὸ τούτου διακειμένους, οὐ μὴν καὶ τῷ ἔργῳ δεινοὺς ὄντας, οἷά που οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν, ἀνεθάρσησε. καὶ ἐκ μὲν τοῦ προ‐
5φανοῦς οὐδ’ οὕτως ἐτόλμησέ σφισι συνενεχθῆναι (τῷ γὰρ πλήθει

39

.

45

.

3

πολὺ κατείργετο), πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ [ἧ] μετεώρου τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν· τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἑσπέραν ὡς αὐ‐ τόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι ὅ τε Καῖσαρ ἐπταικὼς εἴη ...

39

.

45

.

4

καὶ οὕτω πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι (πάνυ γάρ τι διακο‐ ρεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσαν) εὐθὺς ἐπὶ τοὺς Ῥω‐ μαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μηδὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ
5μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντες αὐτούς,

39

.

45

.

5

πρός τε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου· ὁ γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέ‐ δραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους

39

.

45

.

6

ἐκπλήξας κατήραξε κατὰ τοῦ πρανοῦς ἅπαντας, κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περί τε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις σφαλλομέ‐ νους κατέκοψεν οὕτως ὥστε μηδένα αὐτῶν μηδὲ τῶν ἄλλων ἔτ’

39

.

45

.

7

ἀντᾶραι. ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθ’ ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκ τε τούτου πρὸς δειλίαν ἀνέλπιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.

39

.

46

.

1

ὑπὸ δὲ δὴ τὰς αὐτὰς ἡμέρας καὶ ὁ Κράσσος ὁ Πούπλιος, τοῦ Κράσσου τοῦ Μάρκου παῖς, τὴν Ἀκυϊτανίαν ὀλίγου πᾶσαν κατεστρέ‐ ψατο· Γαλάται γὰρ καὶ αὐτοὶ ὄντες τῇ τε Κελτικῇ προσοικοῦσι καὶ

39

.

46

.

2

παρ’ αὐτὸ τὸ Πυρηναῖον ἐς τὸν ὠκεανὸν καθήκουσιν. ἐπ’ οὖν τού‐ τους ὁ Κράσσος στρατεύσας Σωτιάτας τε μάχῃ ἐκράτησε καὶ πο‐ λιορκίᾳ εἷλεν, ὀλίγους μὲν ἐν ὁμολογίᾳ τινὶ ἐξ ἀπάτης ἀποβαλών,

39

.

46

.

3

ἰσχυρῶς δέ σφας καὶ περὶ αὐτοῦ τούτου ἀμυνάμενος· καὶ ἑτέρους τινὰς ἰδὼν ἠθροισμένους τε καὶ στρατιώτας ἐκ τῆς Ἰβηρίας Σερ‐ τωριείους ἔχοντας, καὶ μετ’ αὐτῶν στρατηγικώτερον ἢ προπετέστε‐ ρον τῷ πολέμῳ χρωμένους ὡς καὶ τῇ ἀπορίᾳ τῶν τροφῶν δι’ ὀλίγου
5σφῶν ἐκ τῆς γῆς ἐκχωρησόντων, προσεποιήσατό τε αὐτοὺς δεδιέναι, καὶ καταφρονηθεὶς οὐχ ὑπηγάγετο μὲν οὐδ’ ὣς ἐς χεῖράς οἱ ἐλθεῖν, ἀδεῶς δ’ ἐς ὕστερον ἔχουσί σφισι προσέβαλεν ἐξαίφνης ἀνέλπιστος.

39

.

46

.

4

καὶ ταύτῃ μὲν ᾗ προσέμιξεν οὐδὲν εἰργάσατο (ἐπεκδραμόντες γὰρ οἱ βάρβαροι ἰσχυρῶς ἠμύνοντο), ἐνταῦθα δὲ δὴ τῆς δυνάμεως αὐτοῖς οὔσης περιέπεμψέ τινας ἐς τὰ ἐπὶ θάτερα τοῦ στρατοπέδου σφῶν, καὶ τοῦτό τε ἔρημον ἀνδρῶν κατέσχεν, καὶ τοῖς μαχομένοις δι’ αὐ‐
5τοῦ κατὰ νώτου ἐπεγένετο. καὶ οὕτως ἐκεῖνοί τε πάντες ἐφθάρη‐ σαν, καὶ οἱ λοιποὶ πλὴν ὀλίγων ἀκονιτὶ ὡμολόγησαν.

39

.

47

.

1

ταῦτα μὲν ἐν τῷ θέρει ἐπράχθη, χειμαζόντων δὲ τῶν Ῥω‐ μαίων ἐν τῇ φιλίᾳ Τέγκτηροί τε καὶ Οὐσιπέται, Κελτικὰ γένη, τὸ
μέν τι καὶ πρὸς Σουήβων ἐκβιασθέντες 〈τὸ〉 δὲ καὶ πρὸς τῶν Γαλα‐ τῶν ἐπικληθέντες, τόν τε Ῥῆνον διέβησαν καὶ ἐς τὴν τῶν Τρηουή‐

39

.

47

.

2

ρων ἐνέβαλον. κἀνταῦθα τὸν Καίσαρα εὑρόντες καὶ φοβηθέντες ἔπεμψαν πρὸς αὐτὸν σπονδάς τε ποιούμενοι καὶ χώραν αἰτοῦντες, ἢ σφίσι γε ἐπιτραπῆναί τινα ἀξιοῦντες λαβεῖν. ὡς δ’ οὐδενὸς ἔτυ‐ χον, τὸ μὲν πρῶτον ἐθελονταὶ οἴκαδε ἐπανήξειν ὑπέσχοντο καὶ διο‐

39

.

47

.

3

κωχὴν ᾐτήσαντο· ἔπειτα δὲ ἱππέας αὐτοῦ ὀλίγους προσιόντας ἰδόν‐ τες οἱ ἐν τῇ ἡλικίᾳ σφῶν ὄντες κατεφρόνησάν τε αὐτῶν καὶ μετέ‐ γνωσαν, κἀκ τούτου ἐπισχόντες τῆς πορείας ἐκείνους τε μὴ προσ‐ δεχομένους ἐκάκωσαν, καὶ ἐπαρθέντες ἐπὶ τούτῳ εἴχοντο τοῦ πολέ‐

39

.

48

.

1

μου. καὶ αὐτῶν οἱ πρεσβύτεροι καταγνόντες πρός τε τὸν Καίσαρα καὶ παρὰ τὴν γνώμην σφῶν ἦλθον, καὶ ἐδέοντο αὐτοῦ συγγνῶναί σφισι, τὴν αἰτίαν ἐς ὀλίγους τρέποντες. ὁ δὲ τούτους μὲν ὡς καὶ

39

.

48

.

2

ἀπόκρισίν τινα αὐτοῖς οὐκ ἐς μακρὰν δώσων κατέσχεν, ὁρμήσας δὲ ἐπὶ τοὺς ἄλλους ἐν ταῖς σκηναῖς ὄντας ἐπέστη τέ σφισι μεσημ‐ βριάζουσι καὶ μηδὲν πολέμιον, ἅτε ἐκείνων παρ’ αὐτῷ ὄντων, ὑπο‐ τοπουμένοις, καὶ ἐσπηδήσας ἐς αὐτὰς παμπληθεῖς τῶν πεζῶν, οὐδὲ
5τὰ ὅπλα ἀνελέσθαι φθάσαντας, ἀλλὰ καὶ περὶ ταῖς ἁμάξαις ὑπό τε τῶν γυναικῶν καὶ ὑπὸ τῶν παίδων ἀναμὶξ ὄντων ταραττομένους,

39

.

48

.

3

κατεφόνευσε. τούς τε ἱππέας ἀπόντας τότε, καὶ παραχρῆμα, ὡς ἐπύθοντο τὸ γεγονός, πρός τε τὰ οἰκεῖα ἤθη ὁρμήσαντας καὶ
πρὸς Συγάμβρους ἀποχωρήσαντας, πέμψας ἐξῄτησεν, οὐχ ὅτι καὶ ἐκδοθήσεσθαί σφας προσεδόκησεν (οὐ γάρ που οὕτως οἱ πέραν
5τοῦ Ῥήνου τοὺς Ῥωμαίους ἐφοβοῦντο ὥστε καὶ τὰ τοιαῦτα αὐτῶν ἀκούειν) ἀλλ’ ὅπως ἐπὶ τῇ προφάσει ταύτῃ καὶ ἐκεῖνον διαβαίη.

39

.

48

.

4

αὐτός τε γὰρ ὃ μηδείς πω πρότερον τῶν ὁμοίων οἱ ἐπεποιήκει, δει‐ νῶς πρᾶξαι ἐγλίχετο, καὶ τοὺς Κελτοὺς πόρρωθεν ἐκ τῆς Γαλατίας ἀνείρξειν, ἅτε καὶ ἐς τὴν οἰκείαν αὐτῶν ἐσβαλών, προσεδόκησεν. ὡς οὖν οὔτε οἱ ἱππῆς ἐξεδίδοντο, καὶ οἱ Οὔβιοι ὅμοροί τε τοῖς
5Συγάμβροις οἰκοῦντες καὶ διάφοροι αὐτοῖς ὄντες ἐπεκαλέσαντο

39

.

48

.

5

αὐτόν, διέβη μὲν τὸν ποταμὸν γεφυρώσας, εὑρὼν δὲ τούς τε Συ‐ γάμβρους ἐς τὰ ἐρυμνὰ ἀνακεκομισμένους καὶ τοὺς Σουήβους συ‐ στρεφομένους ὡς καὶ βοηθήσοντάς σφισιν ἀνεχώρησεν ἐντὸς ἡμε‐ ρῶν εἴκοσιν.

39

.

49

.

1

ὁ δὲ δὴ Ῥῆνος ἀναδίδωσι μὲν ἐκ τῶν Ἄλπεων τῶν Κελτικῶν, ὀλίγον ἔξω τῆς Ῥαιτίας, προχωρῶν δὲ ἐπὶ δυσμῶν ἐν ἀριστερᾷ μὲν τήν τε Γαλατίαν καὶ τοὺς ἐποικοῦντας αὐτήν, ἐν δεξιᾷ δὲ τοὺς

39

.

49

.

2

Κελτοὺς ἀποτέμνεται, καὶ τελευτῶν ἐς τὸν ὠκεανὸν ἐμβάλλει. οὗ‐ τος γὰρ ὁ ὅρος, ἀφ’ οὗ γε καὶ ἐς τὸ διάφορον τῶν ἐπικλήσεων ἀφίκοντο, δεῦρο ἀεὶ νομίζεται, ἐπεὶ τό γε πάνυ ἀρχαῖον Κελτοὶ ἑκά‐ τεροι οἱ ἐπ’ ἀμφότερα τοῦ ποταμοῦ οἰκοῦντες ὠνομάζοντο.

39

.

50

.

1

ὁ οὖν Καῖσαρ τόν τε Ῥῆνον πρῶτος τότε Ῥωμαίων διέβη, καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦ τε Πομπηίου καὶ τοῦ Κράσσου

39

.

50

.

2

ὑπατευόντων, ἐπεραιώθη. ἡ δὲ δὴ χώρα αὕτη ἀπέχει μὲν τῆς ἠπείρου τῆς Βελγικῆς κατὰ Μωρίνους σταδίους πεντήκοντα καὶ τε‐
τρακοσίους τὸ συντομώτατον, παρήκει δὲ παρά τε τὴν λοιπὴν Γα‐ λατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου πᾶσαν, ἐς [τε] τὸ πέλαγος ἀνατεί‐

39

.

50

.

3

νουσα. καὶ τοῖς μὲν πάνυ πρώτοις καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐδ’ ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε καὶ νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφ’ ἑκάτερον, εἰ‐ δόσι μὲν οὐδὲν ἅτε μήτ’ αὐτόπταις μήτ’ αὐτηκόοις τῶν ἐπιχωρίων
5γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι σχολῆς ἢ καὶ φιλολογίας

39

.

50

.

4

εἶχον, συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου πρότερόν τε ἐπ’ Ἀγρικόλου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεουήρου αὐτοκράτορος νῆσος οὖσα σαφῶς ἐλήλεγκται.

39

.

51

.

1

ἐς ταύτην οὖν τότε ὁ Καῖσαρ, ἐπειδὴ τά τε ἄλλα τὰ τῶν Γα‐ λατῶν ἡσύχαζε καὶ τοὺς Μωρίνους προσεποιήσατο, ἐπεθύμησε δια‐ βῆναι. καὶ τὸν μὲν διάπλουν καθ’ ὃ μάλιστα ἐχρῆν μετὰ τῶν πε‐ ζῶν ἐποιήσατο, οὐ μέντοι καὶ ᾗ ἔδει προσέσχεν· οἱ γὰρ Βρεττανοὶ
5τὸν ἐπίπλουν αὐτοῦ προπυθόμενοι τὰς κατάρσεις ἁπάσας τὰς πρὸς

39

.

51

.

2

τῆς ἠπείρου οὔσας προκατέλαβον. ἄκραν οὖν τινα προέχουσαν περιπλεύσας ἑτέρωσε παρεκομίσθη· κἀνταῦθα τοὺς προσμίξαντάς οἱ ἐς τὰ τενάγη ἀποβαίνοντι νικήσας, ἔφθη τῆς γῆς κρατήσας πρὶν τὴν πλείω συμβοήθειαν ἐλθεῖν, καὶ μετὰ ταῦτα καὶ ἐκείνους προσ‐

39

.

51

.

3

βαλόντας ἀπεώσατο. καὶ ἔπιπτον μὲν οὐ πολλοὶ τῶν βαρβάρων (ἁρματηλάται τε γὰρ ὄντες καὶ ἱππῆς ῥᾳδίως τοὺς Ῥωμαίους, μη‐ δέπω τοῦ ἱππικοῦ αὐτοῖς παρόντος, διέφυγον), ἐκπλαγέντες δὲ πρός τε τὰ ἐκ τῆς ἠπείρου περὶ αὐτῶν ἀγγελλόμενα, καὶ ὅτι περαιωθῆ‐
5ναί τε ὅλως ἐτόλμησαν καὶ ἐπιβῆναι τῆς χώρας ἠδυνήθησαν, πέμ‐ πουσι πρὸς τὸν Καίσαρα τῶν Μωρίνων τινάς, φίλων σφίσιν ὄντων, ἐπικηρυκευόμενοι. καὶ τότε μὲν ὁμήρους αἰτήσαντι αὐτῷ δοῦναι

39

.

52

.

1

ἠθέλησαν, πονησάντων δὲ ἐν τούτῳ τῶν Ῥωμαίων ὑπὸ χειμῶνος καὶ τῷ παρόντι ναυτικῷ καὶ τῷ ἀφικνουμένῳ καὶ μετέγνωσαν, καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐπέθεντο αὐτοῖς (τὸ γὰρ στρατόπεδον

39

.

52

.

2

ἰσχυρῶς ἐφυλάσσετο), δεξάμενοι δέ τινας ὡς καὶ ἐς φιλίαν τὴν χώ‐ ραν σφῶν πρὸς κομιδὴν τῶν ἐπιτηδείων πεμφθέντας, αὐτούς τε πλὴν ὀλίγων ἔφθειραν (ὁ γὰρ Καῖσαρ διὰ ταχέων τοῖς λοιποῖς ἐπή‐ μυνε) καὶ μετὰ τοῦτο καὶ πρὸς αὐτὸ τὸ ἔρυμα αὐτῶν προσέβαλον.
5καὶ ἔπραξαν μὲν οὐδέν, ἀλλὰ καὶ κακῶς ἀπήλλαξαν· οὐ μέντοι καὶ

39

.

52

.

3

ἐς ὁμολογίαν ἦλθον πρὶν πολλάκις σφαλῆναι. καὶ γὰρ ὁ Καῖσαρ
ἄλλως μὲν οὐκ εἶχε γνώμην σπείσασθαι σφίσιν· ἐπεὶ δὲ ὅ τε χειμὼν προσῄει, καὶ οὐχ ἱκανὴν τὴν παροῦσαν δύναμιν περιεβέβλητο ὥστε καὶ ἐν αὐτῷ πολεμῆσαι, ἥ τε κομιζομένη ἔσφαλτο, καὶ οἱ Γαλάται
5πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐνεωτέρισαν, καὶ ἄκων αὐτοῖς συνηλλάγη, ὁμήρους καὶ τότε πλείους αἰτήσας μέν, λαβὼν δὲ ὀλίγους.

39

.

53

.

1

καὶ ὁ μὲν ἐς τὴν ἤπειρον ἀναπλεύσας τὰ ταραχθέντα καθί‐ στατο, μηδὲν [μήτε] ἐκ τῆς Βρεττανίας μήτε ἑαυτῷ μήτε τῇ πόλει προσκτησάμενος πλὴν τοῦ ἐστρατευκέναι ἐπ’ αὐτοὺς δόξαι. τούτῳ γὰρ καὶ αὐτὸς ἰσχυρῶς ἐσεμνύνετο καὶ οἱ οἴκοι Ῥωμαῖοι θαυμαστῶς

39

.

53

.

2

ἐμεγαλύνοντο· ἐμφανῆ τε γὰρ τὰ πρὶν ἄγνωστα καὶ ἐπιβατὰ τὰ πρόσθεν ἀνήκουστα ὁρῶντές σφισι γεγονότα, τήν τε μέλλουσαν ἐξ αὐτῶν ἐλπίδα ὡς καὶ παροῦσαν ἔργῳ ἐλάμβανον, καὶ πάνθ’ ὅσα καταπράξειν προσεδέχοντο, ὡς καὶ ἔχοντες ἤδη ἠγάλλοντο.
5καὶ οἱ μὲν διὰ ταῦτα ἱερομηνίας ἐπὶ εἴκοσιν ἡμέρας ἀγαγεῖν

39

.

54

.

1

ἐψηφίσαντο· ἐν ᾧ δὲ ἐκεῖνα ἐγίγνετο, καὶ ἡ Ἰβηρία ἐκινήθη, διὸ καὶ τῷ Πομπηίῳ προσετάχθη. ἐπαναστάντες γάρ τινες καὶ Οὐακ‐ καίους προστησάμενοι μάχῃ μὲν ὑπὸ τοῦ Νέπωτος τοῦ Μετέλλου,

39

.

54

.

2

ἀπαράσκευοι ἔτ’ ὄντες, ἡττήθησαν, πολιορκοῦντι δ’ αὐτῷ Κλουνίαν ἐπελθόντες ἀμείνους ἐγένοντο, καὶ ἐκείνην μὲν περιεποιήσαντο, ἑτέ‐ ρωθι δὲ ἐσφάλησαν, οὐ μὴν ὥστε καὶ δι’ ὀλίγου δουλωθῆναι. τῷ γὰρ πλήθει πολὺ τῶν ἐναντίων περιῆσαν, ὥστε τὸν Νέπωτα ἀγα‐
5πᾶν ἂν τὴν ἡσυχίαν ἀκινδύνως ἄγῃ.

39

.

55

.

1

κατὰ δὲ δὴ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ὁ Πτολεμαῖος, καί‐ τοι τῶν Ῥωμαίων τήν τε ἐπικουρίαν ἀπεψηφισμένων καὶ πρὸς τὰς δωροδοκίας τὰς ὑπ’ αὐτοῦ γενομένας δεινῶς ἔτι καὶ τότε διακειμέ‐

39

.

55

.

2

νων, κατήχθη καὶ τὴν βασιλείαν ἐκομίσατο. ἔπραξαν δὲ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Γαβίνιος· τοσοῦτον γὰρ αἵ τε δυναστεῖαι καὶ αἱ τῶν χρημάτων περιουσίαι καὶ παρὰ τὰ ψηφίσματα τά τε τοῦ

39

.

55

.

3

δήμου καὶ τὰ τῆς βουλῆς ἴσχυσαν, ὥστε ἐπιστείλας μὲν ὁ Πομ‐ πήιος τῷ Γαβινίῳ τῆς Συρίας τότε ἄρχοντι, στρατεύσας δὲ ἐκεῖνος, ὁ μὲν τῇ χάριτι ὁ δὲ τῇ δωροληψίᾳ καὶ ἄκοντος αὐτὸν τοῦ κοινοῦ κατήγαγον, μηδὲν μήτε ἐκείνου μήτε τῶν τῆς Σιβύλλης χρησμῶν

39

.

55

.

4

φροντίσαντες. καὶ ἐκρίθη μὲν ὕστερον ἐπὶ τούτῳ ὁ Γαβίνιος, οὐχ ἑάλω δὲ διά τε τὸν Πομπήιον καὶ διὰ τὰ χρήματα· οὕτω γάρ που τὰ πράγματα τοῖς τότε Ῥωμαίοις συνεκέχυτο ὥστε ἀπὸ πολλῶν ὧν
ἐδωροδόκησε σμικρὰ ἄττα τῶν τε ἀρχόντων τινὲς καὶ τῶν δικα‐
5στῶν παρ’ αὐτοῦ λαβόντες οὔτε τοῦ προσήκοντός τι προετίμησαν, καὶ προσέτι καὶ τοὺς ἄλλους κακουργεῖν ὑπὲρ χρημάτων ἐξεδίδαξαν

39

.

55

.

5

ὡς καὶ τὴν τιμωρίαν ῥᾳδίως ἐξωνεῖσθαι δυναμένους. τότε μὲν οὖν διὰ ταῦτα ἀφείθη, αὖθις δὲ ἐπί τε ἑτέροις τισί, καὶ ὅτι πλέον ἢ μυρίας ἐκ τῆς ἀρχῆς μυριάδας ἥρπασε, κριθεὶς ἑάλω. καὶ ἐκείνῳ τε τοῦτο παραδοξότατον συνέβη (τῆς τε γὰρ προτέρας δίκης διὰ
5τὰ χρήματα ἀπελύθη, καὶ ἐπὶ τούτοις δι’ ἐκείνην ὅτι μάλιστα κατ‐

39

.

55

.

6

εδικάσθη) καὶ τῷ Πομπηίῳ, ὅτι τὸ μὲν πρότερον, καίτοι πόρρω που ὤν, ἐρρύσατο τὸν Γαβίνιον διὰ τῶν ἑταίρων, τότε δὲ ἔν τε τῷ προαστείῳ ὢν καὶ τρόπον τινὰ καὶ ἐν τῷ δικαστηρίῳ αὐτῷ παρὼν οὐδὲν ἤνυσεν.

39

.

56

.

1

ἔσχε δὲ ὧδε. ὁ Γαβίνιος πολλὰ μὲν καὶ τὴν Συρίαν ἐκάκωσεν, ὥστε καὶ τῶν λῃστικῶν, ἃ καὶ τότε ἤκμαζε, πολὺ πλείω σφίσι λυ‐ μήνασθαι, πάντα δὲ δὴ τὰ αὐτόθεν λήμματα ἐλάχιστα εἶναι νομί‐ σας τὸ μὲν πρῶτον ἐνόει καὶ παρεσκευάζετο ὡς καὶ ἐπὶ τοὺς Πάρ‐

39

.

56

.

2

θους τόν τε πλοῦτον αὐτῶν στρατεύσων. τοῦ γὰρ Φραάτου ὑπὸ τῶν παίδων δολοφονηθέντος Ὀρώδης τήν τε βασιλείαν αὐτοῦ διε‐ δέξατο, καὶ Μιθριδάτην τὸν ἀδελφὸν ἐκ τῆς Μηδίας, ἧς ἦρχεν, ἐξέβαλε. καὶ ὃς καταφυγὼν πρὸς τὸν Γαβίνιον ἀνέπεισεν αὐτὸν

39

.

56

.

3

συμπρᾶξαί οἱ τὴν κάθοδον. ἐπεὶ μέντοι ὁ Πτολεμαῖος μετὰ τῶν τοῦ Πομπηίου γραμμάτων ἦλθε, καὶ πολλὰ μὲν αὐτῷ πολλὰ δὲ καὶ τῷ στρατῷ χρήματα τὰ μὲν ἤδη παρέξειν, τὰ δ’ ἂν καταχθῇ δώσειν ὑπέσχετο, τά τε τῶν Πάρθων εἴασε καὶ ἐπὶ τὴν Αἴγυπτον

39

.

56

.

4

ἠπείχθη, καίπερ ἀπαγορεύοντος μὲν τοῦ νόμου μήτε ἐς τὴν ὑπερο‐ ρίαν τοὺς ἄρχοντάς τινων ἀποδημεῖν μήτε πολέμους ἀφ’ ἑαυτῶν ἀναιρεῖσθαι, ἀπειρηκότος δὲ καὶ τοῦ δήμου τῆς τε Σιβύλλης μὴ καταχθῆναι τὸν ἄνδρα. ἀλλ’ ὅσῳ γὰρ ἐκεκώλυτο ταῦτα, τόσῳ πλείο‐

39

.

56

.

5

νος αὐτὰ ἀπημπόλησε. καταλιπὼν οὖν ἐν τῇ Συρίᾳ Σισένναν τε τὸν υἱὸν κομιδῇ νέον ὄντα καὶ στρατιώτας μετ’ αὐτοῦ πάνυ ὀλί‐
γους, τὴν μὲν ἀρχὴν ἐφ’ ἧς ἐτέτακτο τοῖς λῃσταῖς ἔτι καὶ μᾶλλον

39

.

56

.

6

ἐξέδωκεν, αὐτὸς δὲ ἐς τὴν Παλαιστίνην ἐλθὼν τόν τε Ἀριστόβου‐ λον (διαδρὰς γὰρ ἐκ τῆς Ῥώμης ὑπετάραττέ τι) συνέλαβε καὶ τῷ Πομπηίῳ ἔπεμψε, καὶ φόρον τοῖς Ἰουδαίοις ἐπέταξε, καὶ μετὰ

39

.

57

.

1

τοῦτο καὶ ἐς τὴν Αἴγυπτον ἐνέβαλε. ἦρχε δὲ τότε τῶν Αἰγυπτίων ἡ Βερενίκη, καὶ ἐπιεικὲς μὲν οὐδὲν πρὸς τὸν ..., καίτοι φοβουμένη τοὺς Ῥωμαίους, ἔπραξε, Σέλευκον δέ τινα, ὡς καὶ ἐκ τοῦ βασιλείου γένους τοῦ ποτε ἐν τῇ Συρίᾳ ἀνθήσαντος ὄντα, μεταπέμψασα ἄν‐
5δρα τε ἐπεγράψατο καὶ κοινωνὸν τῆς τε βασιλείας καὶ τοῦ πολέ‐

39

.

57

.

2

μου ἐποιήσατο. ὡς δὲ ἐκεῖνος ἐν οὐδενὸς μοίρᾳ ὢν ἑωρᾶτο, τοῦ‐ τον μὲν ἀπέκτεινεν, Ἀρχέλαον δὲ τὸν τοῦ Ἀρχελάου τοῦ πρὸς τὸν Σύλλαν αὐτομολήσαντος, δραστήριόν τε ὄντα καὶ ἐν τῇ Συρίᾳ τὴν δίαιταν ἔχοντα, ἐπὶ τοῖς αὐτοῖς ἐπηγάγετο. ὁ γὰρ Γαβίνιος ἐδύ‐
5νατο μὲν ἀρχόμενον τὸ δεινὸν παῦσαι (τὸν γὰρ Ἀρχέλαον προϋπο‐ τοπήσας συνέλαβε, καὶ ἔμελλεν ἐκ τούτου μηδὲν ἔτ’ ἔργον ἕξειν),

39

.

57

.

3

φοβηθεὶς δὲ μὴ καὶ ἐλάττω διὰ τοῦτο παρὰ τοῦ Πτολεμαίου τῶν ὡμολογημένων οἱ χρημάτων, ὡς οὐδὲν ἀξιόλογον πεποιηκώς, λάβοι, καὶ ἐλπίσας ἔτι καὶ πλείω πρός τε τὴν δεινότητα καὶ πρὸς τὴν δό‐ ξαν τὴν τοῦ Ἀρχελάου χρηματιεῖσθαι, καὶ προσέτι καὶ ἄλλα παρ’
5αὐτοῦ ἐκείνου συχνὰ λαβών, ἐθελοντὴς αὐτὸν ὡς καὶ διαδράντα

39

.

58

.

1

ἀφῆκε. καὶ οὕτως ἐς μὲν τὸ Πηλούσιον ἀφίκετο μηδενὸς ἐναν‐ τιουμένου, προϊὼν δὲ ἐντεῦθεν δίχα διῃρημένῳ τῷ στρατῷ τοὺς Αἰγυπτίους ἀπαντήσαντάς οἱ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε, καὶ μετὰ τοῦτ’ αὖθις ἔν τε τῷ ποταμῷ ναυσὶ κἀν τῇ γῇ ἐκράτησεν· οἱ γὰρ
5Ἀλεξανδρεῖς θρασύνασθαι μὲν πρὸς πάντα ἱκανώτατοι καὶ ἐκλαλῆ‐

39

.

58

.

2

σαι πᾶν ὅ τι ποτ’ ἂν ἐπέλθῃ σφίσι προπετέστατοι πεφύκασι, πρὸς δὲ δὴ πόλεμον τά τε δεινὰ αὐτοῦ φλαυρότατοί εἰσι, καίπερ ἐν ταῖς στάσεσι, πλείσταις δὴ καὶ μεγίσταις παρ’ αὐτοῖς γιγνομέναις, διὰ φόνων τε ἀεὶ χωροῦντες καὶ τὸ ζῆν παρ’ οὐδὲν πρὸς τὴν αὐτίκα
5φιλονεικίαν τιθέμενοι, ἀλλὰ καὶ ὥσπερ τι τῶν ἀρίστων ἀναγκαιό‐

39

.

58

.

3

τατον τὸν ἐν αὐταῖς ὄλεθρον διώκοντες. νικήσας οὖν αὐτοὺς ὁ Γαβίνιος, καὶ ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχέλαον φονεύσας, ἐγ‐ κρατής τε τῆς Αἰγύπτου πάσης παραχρῆμα ἐγένετο καὶ τῷ Πτολε‐
μαίῳ αὐτὴν παρέδωκε.
5 καὶ ὁ μὲν τήν τε θυγατέρα καὶ τῶν ἄλλων τοὺς πρώτους καὶ πλουσιωτάτους, ἅτε καὶ χρημάτων πολλῶν δεόμενος, ἀπέκτεινε·

39

.

59

.

1

Γαβίνιος δὲ ἐκεῖνον μὲν οὕτω κατήγαγεν, οὐ μέντοι καὶ οἴκαδε περὶ τῶν πραχθέντων ἐπέστειλεν, ἵνα μὴ καὶ αὐτάγγελός σφισιν ὧν παρηνομήκει γένηται. ἀλλ’ οὐ γὰρ οἷόν τε ἦν τηλικοῦτο πρᾶγμα

39

.

59

.

2

κρυφθῆναι, εὐθύς τε αὐτὸ ὁ δῆμος ἐπύθετο, καὶ ἐπειδὴ καὶ οἱ Σύροι πολλὰ τοῦ Γαβινίου, ἄλλως τε καὶ ἐν τῇ ἀπουσίᾳ αὐτοῦ δεινῶς ὑπὸ τῶν λῃστῶν κακωθέντες, κατεβόησαν, οἵ τε τελῶναι μὴ δυνηθέντες τὰ τέλη δι’ αὐτοὺς ἐσπρᾶξαι συχνὰ ἐπωφείλησαν, ὠρ‐
5γίζοντο καὶ γνώμας τε ἐποιοῦντο καὶ ἑτοίμως εἶχον καταψηφίσα‐

39

.

59

.

3

σθαι αὐτοῦ. καὶ γὰρ ὁ Κικέρων τά τε ἄλλα ἰσχυρῶς ἐνῆγε, καὶ συνεβούλευέ σφισι τὰ Σιβύλλεια ἔπη αὖθις ἀναγνῶναι, προσδοκῶν

39

.

60

.

1

ἐγγεγράφθαι τινὰ ἐν αὐτοῖς τιμωρίαν ἄν τι παραβαθῇ. ὁ οὖν Πομ‐ πήιος ὅ τε Κράσσος ὑπάτευόν τε ἔτι, καὶ ὁ μὲν ἑαυτῷ βοηθῶν, ὁ δὲ τήν τε ἐκείνου χάριν καὶ ἅμα καὶ χρήματα παρὰ τοῦ Γαβινίου πεμφθέντα οἱ λαβών, ἔκ τε τοῦ προφανοῦς ὑπὲρ αὐτοῦ διεδικαίουν,
5καὶ ἄλλα τε καὶ φυγάδα τὸν Κικέρωνα ἀποκαλοῦντες οὐδὲν ἐπεψή‐

39

.

60

.

2

φισαν. ὡς μέντοι ἐκεῖνοί τε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐ‐ τοὺς ὅ τε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους

39

.

60

.

3

ἐγένοντο· ὅ τε γὰρ Δομίτιος ἐχθρὸς τῷ Πομπηίῳ διά τε τὸ σπου‐ δαρχῆσαι καὶ διὰ τὸ παρὰ γνώμην αὐτοῦ ἀποδειχθῆναι ὤν, καὶ ὁ Κλαύδιος, καίπερ προσήκων οἱ, ὅμως τοῖς τε πολλοῖς χαρίσασθαί τι ὑπὸ δημαγωγίας ἐθελήσας, καὶ παρὰ τοῦ Γαβινίου δωροδοκή‐
5σειν, ἄν γέ τι συνταράξῃ, προσδοκήσας, πάντα 〈ἐπ’〉 αὐτῷ ἔπραξαν.

39

.

60

.

4

καὶ αὐτὸν καὶ ἐκεῖνο δεινῶς ἐπίεσεν, ὅτι προπεμφθέντα τινὰ ὑπὸ τοῦ Κράσσου ὑποστράτηγον ἐπὶ τῇ τῆς ἀρχῆς αὐτοῦ διαδοχῇ οὐκ ἐδέξατο, ἀλλ’ ὥσπερ ἀθάνατον τὴν ἡγεμονίαν εἰληφὼς κατεῖχεν αὐ‐
τήν. ἔδοξεν οὖν σφισι τὰ τῆς Σιβύλλης ἔπη ἀναγνωσθῆναι, [διὸ]

39

.

61

.

1

καίπερ ἀντειπόντος τοῦ Πομπηίου. κἀν τούτῳ ὁ Τίβερις, εἴτ’ οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε καὶ σφο‐ δροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακόψαντος, εἴτε καὶ μᾶλλον, ὡς ὑπωπτεύετο, ἐκ παρασκευῆς δαιμονίου τινός,
5τοσοῦτος ἐξαπιναίως ἐρρύη ὥστ’ ἐν πᾶσι μὲν τοῖς πεδίοις τοῖς ἐν τῷ ἄστει οὖσι πελαγίσαι, πολλὰ δὲ καὶ τῶν μετεωροτέρων καταλα‐

39

.

61

.

2

βεῖν. αἵ τε οὖν 〈οἰκίαι〉 (ἐκ πλίνθων γὰρ συνῳκοδομημέναι ἦσαν) διάβροχοί τε ἐγένοντο καὶ κατερράγησαν, καὶ τὰ ὑποζύγια πάντα ὑποβρύχια ἐφθάρη. τῶν τε ἀνθρώπων ὅσοι μὴ ἔφθησαν πρὸς τὰ πάνυ ὑψηλὰ ἀναφυγόντες, οἱ μὲν 〈ἐν〉 ταῖς τέγαις οἱ δὲ καὶ ἐν ὁδοῖς
5ἐγκαταληφθέντες ἐξώλοντο. καὶ γὰρ αἱ λοιπαὶ οἰκίαι, ἅτε ἐπὶ πολ‐ λὰς ἡμέρας τοῦ δεινοῦ συμβάντος, σαθραί τε ἐγένοντο καὶ πολ‐

39

.

61

.

3

λοῖς τοῖς μὲν εὐθὺς τοῖς δὲ μετὰ τοῦτ’ ἐλυμήναντο. οἱ οὖν Ῥω‐ μαῖοι ἐπί τ’ ἐκείνοις τοῖς παθήμασι λυπούμενοι, καὶ ἕτερα χαλεπώ‐ τερα ὡς καὶ διὰ τὴν τοῦ Πτολεμαίου κάθοδον ὀργήν σφισι τοῦ δαιμονίου πεποιημένου προσδεχόμενοι, ἠπείγοντο καὶ ἀπόντα τὸν
5Γαβίνιον, ὡς καὶ ἧττόν τι, ἂν φθάσωσιν αὐτὸν ἀπολέσαντες, κα‐

39

.

61

.

4

κωθησόμενοι, θανατῶσαι. καὶ οὕτω γε ἐντόνως ἔσχον ὥστε, καίτοι μηδενὸς τοιούτου ἐν τοῖς Σιβυλλείοις χρησμοῖς εὑρεθέντος, ὅμως τὴν γερουσίαν πικρότατα καὶ τραχύτατα τούς τε ἄρχοντας καὶ τὸν δῆμον αὐτῷ χρήσασθαι προβουλεῦσαι.

39

.

62

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, χρήματα ὑπὸ τοῦ Γαβινίου προπεμ‐ φθέντα οὐχ ὅπως ἀπόντα 〈ἀλλ’〉 οὐδὲ ἐπανελθόντα δεινόν τι παθεῖν αὐτὸν ἐπί γε ἐκείνοις ἐποίησε. καίτοι οὕτω καὶ αὐτὸς αἰσχρῶς καὶ κακῶς ὑπὸ τοῦ συνειδότος διετέθη ὥστε καὶ χρόνιος ἐς τὴν
5Ἰταλίαν ἀφικέσθαι καὶ νυκτὸς ἐς τὴν πόλιν ἐσκομισθῆναι, ἔξω τε

39

.

62

.

2

τῆς οἰκίας συχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι. τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον
δ’ οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδι‐ κάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρός τε τὸ δικαστήριον
5συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλως τε καὶ ὅτι οὔθ’ ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ

39

.

62

.

3

κατηγόρησεν. οὕτω δὲ αὐτῶν διακειμένων ἀφείθη· αὐτός τε γάρ, ἅτε ἐπὶ τηλικούτοις κρινόμενος, παμπληθῆ χρήματα ἀνάλωσε, καὶ οἱ τοῦ Πομπηίου τοῦ τε Καίσαρος ἑταῖροι προθυμότατα αὐτῷ συν‐ ήραντο, λέγοντες ἄλλον τέ τινα καιρὸν καὶ ἄλλον βασιλέα πρὸς τῆς
5Σιβύλλης εἰρῆσθαι, καὶ τὸ μέγιστον ὅτι μηδεμία τῶν πραχθέντων τιμωρία ἐν τοῖς ἔπεσιν αὐτῆς ἐνεγέγραπτο.

39

.

63

.

1

ὁ δ’ οὖν δῆμος ὀλίγου μὲν καὶ τοὺς δικαστὰς ἀπέκτεινε, δια‐ φυγόντων δὲ αὐτῶν ἐπετήρει τὰ λοιπὰ αὐτοῦ ἐγκλήματα, καὶ ἐποίη‐

39

.

63

.

2

σεν ἐπ’ ἐκείνοις γοῦν αὐτὸν ἁλῶναι. οἱ γὰρ λαχόντες περὶ αὐτῶν κρῖναι, τό τε πλῆθος ἅμα φοβηθέντες καὶ μηδὲν μέγα παρὰ τοῦ Γαβινίου εὑρόμενοι (ὡς γὰρ ἐπί τε βραχυτέροις εὐθυνόμενος καὶ προσδοκῶν καὶ τότε κρατήσειν οὐ πολλὰ ἐδαπάνησε) κατεψηφίσαντο
5αὐτοῦ, καίτοι τοῦ τε Πομπηίου πλησίον ὄντος καὶ τοῦ Κικέρωνος

39

.

63

.

3

συναγορεύοντος αὐτῷ. ὁ γὰρ Πομπήιος κατὰ τὴν τοῦ σίτου πρό‐ νοιαν, ἐπειδὴ πολὺς ὑπὸ τοῦ ποταμοῦ διέφθαρτο, ἐκδημήσας ὥρ‐ μησε μὲν ὡς καὶ ἐς τὸ πρότερον δικαστήριον ἀπαντήσων (ἐν γὰρ τῇ Ἰταλίᾳ ἦν), ὑστερήσας δὲ αὐτοῦ οὐκ ἀπεχώρησεν ἐκ τοῦ προ‐

39

.

63

.

4

αστείου πρὶν καὶ ἐκεῖνο τελεσθῆναι. καὶ μέντοι καὶ τοῦ δήμου ἔξω τοῦ πωμηρίου (τὴν γὰρ ἀρχὴν ἤδη τὴν τοῦ ἀνθυπάτου ἔχων οὐκ ἠδυνήθη ἐς τὴν πόλιν ἐσελθεῖν) ἀθροισθέντος πολλὰ ὑπὲρ τοῦ Γαβινίου ἐδημηγόρησε, καὶ γράμματά τέ τινα παρὰ τοῦ Καίσαρος
5πρὸς ἑαυτὸν ὑπὲρ αὐτοῦ πεμφθέντα ἀνέγνω, καὶ τοὺς δικαστὰς

39

.

63

.

5

ἱκέτευσε, τόν τε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτ’ αὐτοῦ ἐκώ‐ λυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι [καὶ] ἔπεισεν, ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι. οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς,
5ὥσπερ εἶπον, ὕστερον δ’ ὑπὸ τοῦ Καίσαρος κατήχθη.

39

.

64

.

1

ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ τοῦ Πομπηίου γυνὴ θυ‐ γάτριόν τι τεκοῦσα ἀπέθανε· καὶ αὐτήν, εἴτε διαπραξαμένων τῶν τε ἐκείνου καὶ τῶν τοῦ Καίσαρος φίλων, ἢ καὶ ἄλλως πως χαρί‐ σασθαί τινες αὐτοῖς ἐθελήσαντες συνήρπασαν, ἐπειδὴ τάχιστα τῶν
5ἐν τῇ ἀγορᾷ ἐπαίνων ἔτυχε, καὶ ἐν τῷ Ἀρείῳ πεδίῳ ἔθαψαν, καί‐ τοι τοῦ Δομιτίου ἀνθισταμένου καὶ λέγοντος ἄλλα τε καὶ ὅτι οὐχ
ὁσίως ἐν τῷ ἱερῷ τόπῳ ἄνευ τινὸς ψηφίσματος θάπτοιτο.

39

.

65

.

1

κἀν τούτῳ καὶ ὁ Πομπτῖνος ὁ Γάιος τὰ ἐπινίκια τὰ τῶν Γα‐ λατῶν ἔπεμψεν· ἐς γὰρ ἐκεῖνο τοῦ χρόνου, μηδενός οἱ διδόντος

39

.

65

.

2

αὐτά, ἔξω τοῦ πωμηρίου διέμεινε. καὶ τότε δ’ ἂν αὐτῶν ἥμαρτεν, εἰ μὴ ὁ Γάλβας ὁ Σέρουιος συστρατευσάμενος αὐτῷ, κρύφα καὶ ὑπὸ τὴν ἕω στρατηγῶν τὴν ψῆφόν τισι (καίπερ οὐκ ἐξὸν ἐκ τῶν νόμων πρὶν πρώτην ὥραν γενέσθαι ἐν τῷ δήμῳ τι χρηματισθῆναι) ἔδωκε.
5καὶ διὰ τοῦτο τῶν δημάρχων τινὲς ἀπολειφθέντες τῆς ἐκκλησίας ἐν γοῦν τῇ πομπῇ πράγματα αὐτῷ παρέσχον, ὥστε καὶ σφαγὰς
συμβῆναι.

40

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ τὸ δεύτερον ἐς Βρεττανίαν διέπλευσεν. β. Ὡς Καῖσαρ ὑποστρέψας ἀπὸ Βρεττανίας τοῖς Γαλάταις αὖθις ἐπολέμησεν. γ. Ὡς Κράσσος Πάρθοις πολεμεῖν ἤρξατο.
5δ. Περὶ Πάρθων. ε. Ὡς Κράσσος ἡττηθεὶς ὑπ’ αὐτῶν ἀπώλετο. ζ. Ὡς Καῖσαρ τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις πᾶσαν κατεστρέψατο. η. Ὡς Μίλων Κλώδιον ἀποκτείνας κατεδικάσθη. θ. Ὡς Καῖσαρ καὶ Πομπήιος στασιάζειν ἤρξαντο.
10Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Δομιτίου καὶ Ἀππίου Κλαυδίου ὑπατείας καὶ ἄλλα ἔτη τέτταρα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος ὑπ. Μ. Οὐαλέριος 〈...... Μεσσάλας Γν. Πομπήιοσ〉 Γν. υἱ. Μάγνος τὸ γ ὑπ.
15Κ. Καικίλιος Μέτελλος Σκιπίων Νασικοῦ υἱ. Σέρουιος Σουλπίκιος Κ. υἱ. Ῥοῦφος ὑπ. Μ. Κλαύδιος Μ. υἱ. Μάρκελλος Λ. Αἰμίλιος Μ. υἱ. Παῦλος ὑπ. 〈Γ. Κλαύδιος Γ. υἱ. Μάρκελλοσ〉

40

.

1

.

1

Ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα, τότε ἑπτακόσια ἔτη ἀγούσῃ, ἐγέ‐ νετο· ἐν δὲ δὴ τῇ Γαλατίᾳ ὁ Καῖσαρ ἐπὶ τῶν αὐτῶν ἐκείνων τοῦ
Δομιτίου τοῦ Λουκίου καὶ τοῦ Κλαυδίου τοῦ Ἀππίου ὑπάτων τά τε ἄλλα καὶ ναῦς ἐν μέσῳ τῶν τε σφετέρων τῶν ταχειῶν καὶ τῶν
5αὐτόθεν τῶν φορτίδων, ὅπως ὡς μάλιστα καὶ κουφίζωσι καὶ πρὸς τὸ κῦμα ἀντέχωσιν, ἐπί τε τοῦ ξηροῦ ἱστάμεναι μὴ λυμαίνωνται,

40

.

1

.

2

παρεσκευάσατο. καὶ ἐπειδὴ πλόιμα ἐγένετο, ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν ὅτι μὴ πάντας τοὺς ὁμήρους οὓς ὑπέσχοντό οἱ ἐπεπόμφεσαν, νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτ’ αὖθίς σφων πειράσειν, ποιησάμενος, ἔργῳ δὲ
5δεινῶς τῆς νήσου ἐφιέμενος, ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν

40

.

1

.

3

ἄλλην τινὰ σκῆψιν εὑρεῖν. κατῆρέ τε οὖν ἔνθα καὶ πρότερον, μη‐ δενὸς ὑπό τε τοῦ πλήθους τῶν νεῶν καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν τολμήσαντος ἀντιστῆναι, καὶ τὸ ναύσταθμον εὐ‐

40

.

2

.

1

θὺς ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς χωρίων πάντα τὰ τιμιώτατα συνεφό‐

40

.

2

.

2

ρησαν, καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπ’ αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χα‐ ρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥω‐ μαίων ἐλύπουν. καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπή‐
5γαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν.

40

.

2

.

3

καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμ‐ μάχους τε προσμετεπέμψαντο καὶ ἐπ’ αὐτὸ τὸ νεώριόν σφων ὥρ‐ μησαν, Κασουελλανὸν τὸν τὰ πρῶτα 〈τῶν〉 ἐν τῇ νήσῳ δυναστῶν

40

.

2

.

4

φερόμενον προστησάμενοι. καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει, ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνά τε παρεξιέντες καὶ τοὺς παρα‐

40

.

3

.

1

θέοντας ἐς τὰ πλάγια βάλλοντες, ἀνίσωσαν τὴν μάχην. καὶ τότε μὲν κατὰ χώραν ἀμφότεροι ἔμειναν· αὖθις δὲ οἱ βάρβαροι τοῦ μὲν πεζοῦ κρείττους γενόμενοι, ὑπὸ δὲ τῆς ἵππου κακωθέντες, πρός τε τὸν Ταμέσαν ἀνεχώρησαν, καὶ τὸν πόρον αὐτοῦ σταυροῖς, τοῖς μὲν

40

.

3

.

2

ἐμφανέσι τοῖς δὲ καὶ ὑφύδροις, διαλαβόντες ηὐλίσαντο. ἐπειδὴ δὲ ἐκείνους τε ὁ Καῖσαρ τό τε σταύρωμα προσβολῇ βιαίᾳ ἐκλιπεῖν ἠνάγκασε καὶ μετὰ τοῦτο καὶ ἐκ τοῦ ἐρύματος προσεδρείᾳ ἐξήλασε, καὶ τοὺς προσβάλλοντάς σφων τῷ ναυστάθμῳ ἕτεροι ἀπεώσαντο,
5κατέδεισαν καὶ κατελύσαντο ὁμήρους τε δόντες καὶ φόρον ἐτήσιον ταξάμενοι.

40

.

4

.

1

καὶ οὕτως ὁ Καῖσαρ ἀπῆρε παντάπασιν ἐκ τῆς νήσου, καὶ οὐ‐ δὲν ἐγκατέλιπε στράτευμα ἐν αὐτῇ· ἐκεῖνό τε γὰρ κινδυνεύσειν ἐν ἀλλοτρίᾳ πῃ χειμάζον, καὶ αὐτὸς οὐκ ἂν ἐν καλῷ ἐπὶ πλεῖον ἀπὸ τῆς Γαλατίας ἀποδημῆσαι νομίζων, ἠγάπησε τοῖς παροῦσι, 〈μὴ〉 καὶ

40

.

4

.

2

μειζόνων ὀριγνώμενος καὶ περὶ ἐκείνοις σφαλῇ. καὶ ἔδοξε καὶ τοῦτο ὀρθῶς πεποιηκέναι, ὥσπερ που καὶ τῷ ἔργῳ διεδείχθη· ἐπεὶ γὰρ ἐς τὴν Ἰταλίαν ὥρμησεν ὡς καὶ ἐκεῖ παραχειμάσων, οἱ Γαλάται, καί‐ τοι φρουροὺς ὡς ἕκαστοι πολλοὺς ἔχοντες, ὅμως ἐνεόχμωσαν, καί
5τινες αὐτῶν καὶ φανερῶς ἐπανέστησαν. ὅπερ εἰ ἐν τῇ Βρεττανίᾳ καταμείναντος αὐτοῦ παρὰ τὸν χειμῶνα ἐγεγόνει, πάντα ἂν τὰ τῇδε ἐτετάρακτο.

40

.

5

.

1

ἦρξαν δὲ τοῦ πολέμου τούτου Ἐβουρωνοί, ἡγουμένου σφίσιν Ἀμβιόριγος. καὶ ἔλεγον μὲν τῇ παρουσίᾳ τῶν Ῥωμαίων, 〈ὧν〉 ὅ τε Σαβῖνος καὶ Λούκιος Κόττας ὑποστράτηγοι ἦρχον, ἀχθόμενοι κεκι‐ νῆσθαι· τὸ δ’ ἀληθὲς ἐκείνων τε κατεφρόνησαν ὡς οὐχ ἱκανῶν ἀμῦ‐
5ναί σφας ἐσομένων, καὶ τὸν Καίσαρα οὐκ ἤλπισαν διὰ ταχέων σφί‐

40

.

5

.

2

σιν ἐπιστρατεύσειν. ἐπῆλθόν τε οὖν αὐτοῖς μὴ προσδεχομένοις ὡς καὶ αὐτοβοεὶ τὸ στρατόπεδον αἱρήσοντες, καὶ ἐπειδὴ διήμαρτον αὐ‐ τοῦ, πρὸς ἀπάτην ἐτράποντο. τῶν γὰρ χωρίων τὰ ἐπιτηδειότατα
ὁ Ἀμβιόριξ προλοχίσας ἦλθεν ἐξ ἐπικηρυκείας πρὸς τοὺς Ῥω‐

40

.

5

.

3

μαίους ὡς οὐχ ἑκὼν δὴ πολεμήσας, καὶ αὐτὸς μὲν μεταγιγνώσκειν ἔφη, τοὺς δ’ ἄλλους φυλάττεσθαί σφισι παρῄνεσεν· οὔτε γὰρ αὐτῷ πειθαρχεῖν αὐτοὺς καὶ ἐκείνοις μέλλειν τῆς νυκτὸς ἐπιθήσεσθαι. κἀκ τούτου καὶ γνώμην αὐτοῖς ἔδωκε τὴν μὲν Ἐβουρωνίαν, ὡς καὶ
5κινδυνεύσουσιν ἂν καταμείνωσι, καταλιπεῖν, πρὸς δὲ συστρατιώτας

40

.

6

.

1

τινὰς πέλας που χειμάζοντας ὡς τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι ἐδόκει. συσκευασάμενοί τε σπουδῇ εὐθὺς ἀφ’ ἑσπέρας ἀφώρμησαν, καὶ

40

.

6

.

2

ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν· ὅ τε γὰρ Κότ‐ τας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον ὁ Ἀμ‐ βιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων (οὔτε γὰρ τοῖς γιγνομέ‐ νοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτ’ ἐδόκει εἶναι), συλλαβὼν
5δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων

40

.

6

.

3

ἡμῶν ὄντων ἄρχειν ἐθέλετε; οὗτοι μὲν δὴ ταῦτ’ ἔπαθον· οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, ἐπεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτ’ ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.

40

.

7

.

1

γενομένου δὲ τούτου ἄλλοι τέ τινες τῶν πλησιοχώρων ἀπέστη‐ σαν καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρ’ αὐτοῖς χειμάζον‐ τος· ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι. καὶ αὐτοὺς ὁ Ἀμβιόριξ προσλαβὼν συνέβαλε τῷ

40

.

7

.

2

Κικέρωνι· καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ ἔς τε πο‐ λιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπό τε τῆς πολυχειρίας καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων
5ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἂν ἑκάστων

40

.

7

.

3

μαθών, καὶ ἀπεσταύρωσε καὶ ἀπετάφρευσεν. ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ
πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ τῆς περιουσίας τοῦ στρατοῦ οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου
5σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάτ‐

40

.

8

.

1

τους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν. κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδ’ ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπω‐
5θεν χειμαζόντων· οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσον‐ τες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς

40

.

8

.

2

ὀφθαλμοῖς αὐτῶν ἐφόνευον) Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν· ἔκ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς

40

.

9

.

1

πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας. μα‐ θὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπε‐ ληλύθει, ἀλλ’ ἔτ’ ἐν ὁδῷ ἦν) ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμα‐ δίοις, δι’ ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ
5φοβηθεὶς μὴ καὶ φθάσῃ ὁ Κικέρων ἀπογνώσει τῆς βοηθείας δει‐

40

.

9

.

2

νόν τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψεν ἱππέα. τῷ μὲν γὰρ οἰκέτῃ τῷ 〈τοῦ〉 Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λα‐ βών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κα‐ κόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήν τε διά‐
5λεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα ἔπεμψε.

40

.

9

.

3

καὶ ὅπως γε μηδ’ αὐτός τι μήτ’ οὖν ἐθελοντὴς μήτ’ ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθ’ ὅσα ἠβουλήθη ἑλληνιστὶ ἐπέστειλεν, ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλ’ ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα μηδέν σφας ἐκδιδάξῃ. εἰώθει δὲ
5καὶ ἄλλως, ὁπότε τι δι’ ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂν ἄγνωστα

40

.

9

.

4

τοῖς πολλοῖς ᾖ τὰ γραφόμενα. ὁ δ’ οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον, μὴ δυνηθεὶς δ’ ἐγγύθεν αὐτῷ προσ‐ μῖξαι συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὤσας αὐτὸ ἐς τοὺς πο‐ λεμίους πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. καὶ ὁ μὲν Κικέρων
5οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν ἀνεθάρσησε καὶ προ‐

40

.

10

.

1

θυμότερον διεκαρτέρησεν· οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν (νυκτοπορῶν γὰρ ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξῃ), ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περι‐
5χαρείας ὑποτοπήσαντες αὐτὴν προσκόπους ἔπεμψαν, καὶ μαθόντες παρ’ αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα ὥρμησαν ἐπ’ αὐτὸν ὡς

40

.

10

.

2

καὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι. προμαθὼν οὖν τοῦτ’ ἐκεῖνος τήν τε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυ‐ μνὸν προκαταλαβὼν ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο τοῦ καὶ μετ’ ὀλίγων εἶναι δοκεῖν καὶ ἐκ τῆς πορείας πεπονῆσθαι
5τήν τε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον

40

.

10

.

3

αὐτοὺς ὑπαγαγέσθαι. καὶ ἔσχεν οὕτως· καταφρονήσαντες γὰρ αὐ‐ τοῦ διὰ ταῦτα πρός τε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπται‐ σαν, ὥστε μηκέτ’ ἀντιπολεμῆσαι.

40

.

11

.

1

οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι πάντες ἐχειρώθη‐ σαν, οὐ μέντοι καὶ δι’ εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. οἱ γοῦν Τρή‐ ουηροι φοβηθέντες, ἐπειδήπερ τοὺς παρ’ ἑκάστοις 〈πρώτουσ〉 ὁ Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν, ἐξεπολεμώ‐

40

.

11

.

2

θησαν αὖθις αὐτοῖς, Ἰνδουτιομάρου σφᾶς ἀναπείσαντος, καὶ συνα‐ ποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων ἐπεστράτευ‐ σαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα, καὶ ἐπεξελθόν‐ των σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων ἐφθάρησαν.
5ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, καὶ ἐν αὐτῇ καὶ ὁ Καῖσαρ ἐχεί‐

40

.

12

.

1

μασεν ὡς καὶ ἀκριβῶς σφας καταστήσασθαι δυνησόμενος. ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχό‐ μενον πρᾶξαι, ἔπειτ’ ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν
5οὐδὲν ὑπ’ ἀδυνασίας παρεκίνουν), ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου·
αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλω‐

40

.

12

.

2

τον ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε. τόν τε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρων τε αὐτὴν καὶ πορθῶν· τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρ‐ βάροις γενομένης οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει, ὥστε
5ταχὺ μὲν ὁ Σιλάκης ὁ τότε τῆς χώρας ἐκείνης σατραπεύων ἡττήθη τε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχε‐ σάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπι‐

40

.

13

.

1

στρατείας αὐτοῦ γενησόμενος, ταχὺ δὲ καὶ ὁ Κράσσος τά τε φρού‐ ρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάς τε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο· τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι
5πολλοί, βίᾳ ἀχθόμενοι καὶ ἐς τοὺς Ῥωμαίους ὡς καὶ φιλέλληνας

40

.

13

.

2

πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίως μεθίσταντο· πλήν τε ὅτι οἱ Ζη‐ νοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμε‐ νοι, ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόν τε αὐτοὺς καὶ διέφθειραν καὶ διὰ τοῦτο καὶ ἀνέστησαν, οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότε

40

.

13

.

3

Κράσσος οὔτε ἔπαθε. πάντως δὲ κἂν τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇ τε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ

40

.

13

.

4

κατὰ χώραν χειμάσας ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖ ἐπεποίητο. νῦν δὲ ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτ’ αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇ τε ἐν τῇ Μεσοποταμίᾳ δια‐ τριβῇ ἀχθεσθεὶς καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης ἐπιθυμήσας πα‐
5ρέσχετο τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι καὶ τοὺς ἐγκατα‐
λειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.

40

.

14

.

1

αὕτη μὲν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις τοῦ πρὸς αὐτοὺς πολέμου ἐγένετο· οἰκοῦσι δὲ ὑπὲρ τοῦ Τίγριδος τὸ μὲν πολὺ τείχη καὶ φρούρια, ἤδη δὲ καὶ πόλεις, ἄλλας τε καὶ Κτησιφῶντα, ἐν ᾗ καὶ βασίλεια ἔχουσι. τὸ γὰρ γένος σφῶν ἦν μέν που καὶ παρὰ τοῖς

40

.

14

.

2

πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον· ἀλλὰ τότε μὲν αὐτοί τε ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο, ἐπεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε
5τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες ἄλλοι ἄλλα ἀπετέμοντο

40

.

14

.

3

καὶ βασιλείας ἰδίας κατεσκευάσαντο, ἔς τε τὸ μέσον τότε πρῶτον ὑπ’ Ἀρσάκου τινὸς ἀφίκοντο, ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τήν τε πλη‐ σιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις
5κατέσχον, τελευτῶντες δὲ ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυ‐ νάμεως ἐχώρησαν ὥστε καὶ τοῖς Ῥωμαίοις τότε τε ἀντιπολεμῆσαι

40

.

14

.

4

καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι. εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυ‐ ροὶ τὰ πολέμια, μεῖζον δ’ ὅμως ὄνομα, καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν ἃ προεμένοι, ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι τοὺς πολέμους

40

.

15

.

1

τοὺς πρὸς ἡμᾶς, ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγρά‐ ψαι· τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει (τούτων
5γὰρ ὁ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖ‐

40

.

15

.

2

ται, προσήκει) τοιᾷδε χρῶνται. ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπ‐ ποτοξόται δὲ καὶ κοντοφόροι, τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοί τε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δ’ οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκ τε γὰρ παίδων ἀσκοῦνται, καὶ ὁ οὐρανὸς ἥ τε

40

.

15

.

3

χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστη τε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη κα‐
θιππεύεσθαι· ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστ’ ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν καὶ

40

.

15

.

4

μακράν ποι ἐξ αἰφνιδίου ἀποχωρεῖν, ἐπάγονται· καὶ 〈ὁ〉 οὐρανὸς ὁ ὑπὲρ αὐτῶν, ξηρότατός τε ὢν καὶ ἰκμάδα οὐδὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας σφίσι τὰς τοξείας πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. τῷ δὲ δὴ
5λοιπῷ ἔτει δυσμαχώτατοι ἔν τε τῇ σφετέρᾳ καὶ ἐν τῇ ὁμοιοτρόπῳ

40

.

15

.

5

εἰσί· τόν τε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆς τε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρ‐ μακα ἀνευρήκασιν, ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν ἐσβάλλοντας ἀμύνεσθαι. ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν
5Εὐφράτην μάχαις μέν τισι καὶ καταδρομαῖς αἰφνιδίοις ἤδη ποτὲ

40

.

15

.

6

ἴσχυσάν τι, πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατά‐ στασιν ἀπαρτῶντες, καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν ποιούμενοι.

40

.

16

.

1

τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν, ἐσβαλόντος δὲ ἐς τὴν Με‐ σοποταμίαν τοῦ Κράσσου ὥσπερ εἴρηται, ὁ Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆς τε ἐσβολῆς αἰτιώμε‐ νος καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος, ἔπεμψε δὲ πρός τε

40

.

16

.

2

〈τὰ〉 ἑαλωκότα τά τε μεθεστηκότα Σουρήναν σὺν στρατῷ· αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦ‐
σαι, ὅπως ὁ Ἀρταβάζης ὁ τοῦ Τιγράνου παῖς ὁ τότε αὐτῆς βασι‐ λεύων μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς,

40

.

16

.

3

βοήθειαν πέμψῃ. ὁ οὖν Κράσσος ἐκείνῳ τε ἐν Σελευκείᾳ (ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσα) τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη· καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν
5ὅτι “θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσουσιν ἢ σὺ ἐν Σελευκείᾳ γε‐

40

.

17

.

1

νήσῃ”. καὶ ἐπειδὴ ὁ χειμὼν ἐν ᾧ Γναῖός τε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν 〈ἐνέστη〉, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο· καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵ τε κύνες περιφοιτῶντες ᾐκίζοντο, καὶ ἀγάλματα τὰ μὲν ἵδρωσε τὰ δὲ ἐκεραυ‐

40

.

17

.

2

νώθη, τάς τε ἀρχὰς τὸ μέν τι φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον ὑπό τε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν· ἀλλ’ ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς ὅ τι τελευτή‐ σει· τά τε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν
5αὖθις, πρός τε τοὺς Πάρθους οὐδ’ εἰδότες .... πως συνερρώγεσαν·

40

.

17

.

3

τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα (οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπε‐ ραιώθη, κέκληται) διαβαίνοντι καὶ προφανῆ καὶ εὐσύμβολα συνη‐

40

.

18

.

1

νέχθη. ὁ γὰρ ἀετὸς ὠνομασμένος (ἔστι δὲ νεὼς μικρός, καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ
καταλόγου στρατοπέδοις, καὶ οὐδαμόσε ἐκ τῶν χειμαδίων, πλὴν εἴ

40

.

18

.

2

ποι σύμπας ὁ στρατὸς ἐξίοι, κινεῖται· καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δό‐ ρατος μακροῦ, ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου ὥστε καὶ ἐς τὸ δά‐ πεδον καταπήγνυσθαι, φέρει)—τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλὰ ἐν τῇ γῇ ἐνέσχετο
5ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν.

40

.

18

.

3

καὶ ὁ μὲν καὶ ἄκων ἐπηκολούθησε, σημεῖον δέ τι τῶν μεγάλων, τῶν τοῖς ἱστίοις ἐοικότων καὶ φοινικᾶ γράμματα ἐπ’ αὐτῆς πρὸς δήλω‐ σιν τοῦ τε στρατοῦ καὶ τοῦ στρατηγοῦ σφων τοῦ αὐτοκράτορος ἐχόντων, ἐς τὸν ποταμὸν ἀπὸ τῆς γεφύρας περιτραπὲν ἐνέπεσε.

40

.

18

.

4

καὶ τοῦτο μὲν ὑπὸ πνεύματος ὄντος σφοδροῦ ἐγένετο· ὁ δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς
5στρατιώταις περιεχύθη ὥστε περί τε ἀλλήλοις αὐτοὺς σφαλῆναι

40

.

18

.

5

καὶ μηδὲν τῆς πολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν· καὶ τὰ δια‐ βατήρια τά τε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγένετο. κἀν τούτῳ ἄνεμός τε πολὺς ἐπέπεσε καὶ κεραυνοὶ κατέσκηψαν, ἥ τε γέφυρα, πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. καὶ ἦν γὰρ τὰ γιγνόμενα
5οἷα πάντα τινὰ καὶ τῶν πάνυ ἀγνωμόνων τε καὶ ἀσυνέτων ἐκδιδά‐ ξαι ὅτι κακῶς ἀπαλλάξουσι καὶ οὐκ ἀνακομισθήσονται, φόβος καὶ

40

.

19

.

1

κατήφεια ἐν τῷ στρατοπέδῳ ἐγένετο δεινή. ὁ οὖν Κράσσος παρα‐ μυθούμενος αὐτοὺς εἶπεν ὅτι “μὴ καταπλήττεσθε, ἄνδρες στρατιῶ‐ ται, εἰ ἡ γέφυρα διέφθαρται, μηδὲ οἴεσθε ἐκ τούτου χαλεπόν τι

40

.

19

.

2

ἐπισημαίνεσθαι ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι δι’ Ἀρμε‐ νίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα”. ἐκ μὲν δὴ οὖν τούτου ἐθάρσυνε νῦν δὲ προσεπειπών τινα ἔφη, μέγα ἀναβοήσας, “θαρ‐

40

.

19

.

3

σεῖτε· οὐδεὶς γὰρ ἡμῶν ἐντεῦθεν ἐπανήξει.” ἀκούσαντες γὰρ τοῦθ’ οἱ στρατιῶται οἰωνόν τέ σφισιν οὐδενὸς τῶν ἄλλων ἥττω γεγονέναι ἐνόμισαν καὶ ἐς ἀθυμίαν πλείω κατέπεσον, ὥστε μηδὲν ἔτι μηδὲ τῶν λοιπῶν αὐτοῦ παραινέσεων φροντίσαι, δι’ ὧν τόν τε βάρβαρον
5ἐφαύλιζε καὶ τὰ τῶν Ῥωμαίων ἐνεκωμίαζε, χρήματά τε αὐτοῖς ἐδί‐

40

.

19

.

4

δου καὶ γέρα ἐπηγγέλλετο. ἀλλὰ καὶ ὣς εἵποντο, καὶ οὔτε ἀντεῖπέν
οἱ οὐδεὶς οὔτ’ ἀντέπραξε, τάχα μὲν καὶ ὑπὸ τοῦ νόμου, ἤδη δὲ καὶ ἐκπεπληγμένοι καὶ μήτε τι βουλεῦσαι μήτε πρᾶξαι σωτήριον δυνά‐ μενοι. πάντα γοῦν καὶ τὰ ἄλλα, καθάπερ ὑπὸ δαιμονίου τινὸς κα‐
5τακεκριμένοι, καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασιν ἐσφάλλοντο.

40

.

20

.

1

μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Αὔγαρος ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθεί‐ λετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀρά‐

40

.

20

.

2

βιος ἐποίησε. πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο. ἀλλ’ ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν· ὁ δ’ Αὔγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματά τε ἀφειδῶς αὐτῷ ἀνήλισκε,
5καὶ τά τε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγ‐ γελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν αὐτόν, εἰ

40

.

20

.

3

δ’ ἀσύμφορον, ἐπέσπερχε. καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέ τε ἀσφαλῶς παρά τε τὸν Εὐφράτην καὶ δι’ αὐτοῦ τῷ τε
στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετ’ αὐτῶν (προσ‐
5ποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζεν) ἐπὶ Κτη‐

40

.

20

.

4

σιφῶντα μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς

40

.

21

.

1

καὶ μετ’ ὀλίγων ὄντι συμμῖξαι ἔπεισε. καὶ μετὰ τοῦτο παρασκευά‐ σας τὸν μὲν ὅπως ἀπόληται τὸν δ’ ὅπως κρατήσει (συνεχῶς γὰρ προφάσει κατασκοπῆς τῷ Σουρήνᾳ συνεγίγνετο), ἐξήγαγε τοὺς Ῥω‐ μαίους ἀφροντιστοῦντας ὡς ἐπὶ νίκην ἕτοιμον, καὶ αὐτοῖς ἐν αὐτῷ
5τῷ ἔργῳ συνεπέθετο.

40

.

21

.

2

ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες (ἡ γὰρ χώρα ἀνώμαλός τέ πῃ ἦν καὶ δένδρα εἶχεν) ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς ὁ Κράσσος, οὐκ ἐκεῖ‐ νος ἀλλ’ ὁ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆς Γαλατίας πα‐

40

.

21

.

3

ρῆν), καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱπ‐ πικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρα‐ τῶν ἀπήχθη πολὺ ἀπὸ τῆς φάλαγγος, κἀνταῦθα περιστοιχισθεὶς

40

.

22

.

1

κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπε‐ τράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρή‐ σοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ

40

.

22

.

2

ὑπὸ τοῦ Αὐγάρου ἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι ἔγνωσαν ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐ‐ τῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ δια‐

40

.

22

.

3

σταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, ἐτοξεύοντο. κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο ἢ καὶ ἀναπειρόμενοι

40

.

22

.

4

ἐφέροντο. τά τε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμ‐ πίπτοντα συχνοὺς μὲν καιρίᾳ πληγῇ κατέβαλλε, συχνοὺς δὲ ἀπο‐ μάχους εἰργάζετο, πᾶσι δ’ ἀσχολίαν ἐνεποίει· ἔς τε γὰρ τοὺς ὀφθαλ‐ μούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τό τε ἄλλο σῶμα πᾶν
5καὶ διὰ τῶν ὅπλων χωροῦντα τήν τε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο,

40

.

22

.

5

καὶ γυμνοῦσθαί σφας πρὸς τὸ ἀεὶ τιτρῶσκον ἠνάγκαζεν, ὥστε ἐν ᾧ τις τόξευμα ἐφυλάττετο ἢ καὶ ἐμπαγὲν ἐξῃρεῖτο, πλείω τραύ‐ ματα ἄλλα ἐπ’ ἄλλοις ἐλάμβανε. κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν· οὔτε γὰρ ἀσφάλειαν οὐ‐
5δέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι

40

.

23

.

1

οὐκ ἐδύναντο, τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο. καὶ ταῦτα μέν, ἕως ἔτι πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους ἐμάχοντο, ἔπασχον· ὁ γὰρ Αὔγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν· ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέ‐ θετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπε‐
5στραμμένους σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπι‐

40

.

23

.

2

σθέν σφων τοὺς Πάρθους ἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγ‐
5καζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ πολλοὶ καὶ

40

.

23

.

3

ὑπ’ ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπι‐ πτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προ‐ στέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν
5στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ

40

.

23

.

4

ἐκείνοις ἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος (μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτ’ ἐγίγνετο) καὶ ὁ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευον) δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ τούτων ἄτρωτοι

40

.

24

.

1

ἔπεσον. κἂν πασσυδὶ ἀπώλοντο, εἰ μὴ οἵ τε κοντοὶ τῶν βαρβάρων οἱ μὲν ἀπεστράφησαν οἱ δὲ ἐκλάσθησαν, καὶ αἱ νευραὶ τῇ συν‐ εχείᾳ τῆς βολῆς ἐρράγησαν, τά τε βέλη ἐξετοξεύθη, καὶ τὰ ξίφη πάντα ἀπημβλύνθη, τό τε μέγιστον οἱ ἄνδρες αὐτοὶ φονεύοντες

40

.

24

.

2

ἐξέκαμον. οὕτω γὰρ δή, (καὶ 〈γὰρ〉 νὺξ ἐγίγνετο καὶ πόρρω ποι
ἀφιππεῦσαι αὐτοὺς ἐχρῆν), ἀπεχώρησαν· οὐδέποτε γὰρ πλησίοι οὐδὲ τοῖς ἀσθενεστάτοις στρατοπεδεύονται διὰ τὸ μηδεμιᾷ ταφρείᾳ χρῆ‐ σθαι καὶ διὰ τό, ἄν τις ἐπέλθῃ σφίσιν ἐν τῷ σκότῳ, ἀδύνατοι μὲν

40

.

24

.

3

τῇ ἵππῳ ἀδύνατοι δὲ καὶ τῇ τοξείᾳ ἰσχυρίσασθαι εἶναι. οὐ μέντοι καὶ ζῶντά τινα τῶν Ῥωμαίων τόθ’ εἷλον· ἑστῶτάς τε γὰρ αὐτοὺς ἐν τοῖς ὅπλοις ὁρῶντες, καὶ μήτε τινὰ ἐκεῖνα ἀπορριπτοῦντα μήτ’ αὐτὸν φεύγοντα αἰσθανόμενοι, ἰσχύειν τε ἔτι σφᾶς ἐνόμισαν καὶ
5ἐφοβήθησαν αὐτῶν ἐπιλαβέσθαι.

40

.

25

.

1

οὕτως ὅ τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας· πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδί‐ σαι οἷοί τε ὄντες μήτ’ ὀχημάτων εὐποροῦντες ἢ καὶ ποδηγέτας
5ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς ἀνέφερον) κατὰ χώραν

40

.

25

.

2

ἔμειναν. καὶ ἐκείνων τε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων ἢ καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ· καὶ τῶν ἑαλωκότων συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτ’ ἐφθάρησαν, θεραπείας παραχρῆμα ἀκρι‐

40

.

25

.

3

βοῦς μὴ δυνηθέντες τυχεῖν. ὁ γὰρ Κράσσος ἀθυμήσας οὐδὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθ’ ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρα‐ σμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν αὐτῷ μεθ’ ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς
5ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ

40

.

25

.

4

ἔλαθεν. προσέμεινάν τε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕ‐ τως ἄραντες δή, οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳ τε ἰσχυρῷ, ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ

40

.

25

.

5

Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν· ἄλλοι τῶν ὀρῶν μετ’ αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ δι’ ἐκείνων

40

.

26

.

1

ἐς τὴν Ἀρμενίαν φευξόμενοι. γνοὺς δὲ τοῦτο ὁ Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβα‐
λεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν (ὁπλῖταί τε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ [δι’] ἀπονοίας
5ὑπ’ ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντο), πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφ’ ᾧ τὴν

40

.

26

.

2

ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ἐκλίπωσι. καὶ αὐτῷ ὁ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν· ἔν τε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπ’ ἐκ‐ πλήξεως τῆς τε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμέ‐ νος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε ὁδὸν ὡς πολλὴν καὶ
5τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν, οὐδὲν τῶν

40

.

26

.

3

δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου οὖν αὐτοῦ πρὸς τὰς σπον‐ δὰς γενομένου ὁ Σουρήνας οὐκ ἠθέλησε δι’ ἑτέρων σπείσασθαι, ἀλλ’ ὅπως αὐτὸν μετ’ ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ ἐκείνῳ ἔφη

40

.

26

.

4

βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ με‐ ταιχμίῳ μετ’ ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, ὅ τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ ὁ Σουρήνας ἵππον αὐτῷ

40

.

27

.

1

δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρ‐ πάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον,
5καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων τι‐

40

.

27

.

2

νῶν αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτ’ οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων

40

.

27

.

3

ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη. καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει 〈ὥστε καὶ〉 ὡς πένητας οἰκτεί‐
5ρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέ‐

40

.

27

.

4

ψαι· τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.

40

.

28

.

1

οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώ‐ ρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο
καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφ’ οὗπερ Κάσσιος ῥᾳδίως αὐ‐

40

.

28

.

2

τούς, ἅτε μὴ πολλοὺς ὄντας, ἀπεώσατο. οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶν τε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μί‐ σει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ [παρ’] αὐτοῦ ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο,
5τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔν τε τῷ παρόντι καὶ μετὰ ταῦτα

40

.

28

.

3

προέστη. οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦν) Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι

40

.

28

.

4

τῆς Ἀντιοχείας ἦλθον, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι. καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇ τε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν

40

.

29

.

1

ὄντας ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (ὅ τε γὰρ Κάσ‐ σιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσαν) ἐπ’ Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλ’ οὐδὲ ἠδυνήθησαν ἐς

40

.

29

.

2

αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλ‐ λως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύ‐

40

.

29

.

3

πει) ἀπανέστησαν ὡς καὶ ἐπ’ ἄλλο τι ἐπιστρατεύσοντες. κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν δι’ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετ’ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγά‐ γετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε.
5τελευτήσαντος δ’ ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδ’ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.

40

.

30

.

1

ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθ’ ὕπατον
μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι,

40

.

30

.

2

ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι. καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπ’ ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε δι’ ἀγγέλων τόν τε Πάκορον βασιλέα
5στήσασθαι καὶ ἐπ’ ἐκεῖνον μετ’ αὐτοῦ στρατεῦσαι.

40

.

30

.

3

ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρ‐ θων, τετάρτῳ ἔτει ἀφ’ οὗ ἤρξατο, ἐπί τε Μάρκου Μαρκέλλου καὶ

40

.

31

.

1

ἐπὶ Σουλπικίου Ῥούφου ὑπάτων, ἐπαύσατο· ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ὁ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρα‐

40

.

31

.

2

τήγων πράξας, ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα. ὁ γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι καὶ τότε τῷ τοῦ Ἰνδου‐ τιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τά τε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.

40

.

31

.

3

βουληθεὶς οὖν ὁ Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησά‐ μενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε
5τοιάδε ἀφ’ ὧν τούς τε σφετέρους καταπλήξειν καὶ ἐκείνους ..,

40

.

31

.

4

ἔμελλε, χρῆναί τέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρός τε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέ τε εὐθὺς συσκευάσασθαι. καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδο‐

40

.

31

.

5

κήσας ἔσεσθαι τοῦτο ὃ καὶ ἐγένετο. οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι’ αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθη) δεδιέναι τε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι
ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπ’ αὐτοὺς

40

.

31

.

6

ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε. καὶ οὕτως ὁ Λαβιῆνος ὑπέστη τέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς δι’ αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντων τέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν
5ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.

40

.

32

.

1

διαφυγόντων τε καὶ ὣς συχνῶν, ὁ Καῖσαρ τῶν μὲν ἄλλων οὐ‐ δένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ
5τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστρά‐

40

.

32

.

2

τευσε. καὶ ἔπραξε μὲν οὐδὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δ’ οὖν αὖθις τὸν Ῥῆνον δια‐ βεβηκέναι, καὶ τῆς τε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπ’ αὐτῆς ὡς καὶ ἀεὶ διαβησείων ᾠκοδόμησε.

40

.

32

.

3

καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι τοῖς βουλο‐ μένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθ’, ὅπως ὅτι πλεῖ‐ στοι συνέλθωσιν· ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύ‐

40

.

32

.

4

γαμβροι πρὸς τὰς ἁρπαγὰς ἦλθον. οὐ μέντοι καὶ ἀπέχρησε τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο· τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπε‐ χείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων

40

.

32

.

5

σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν. καὶ οἱ μὲν φοβηθέν‐ τες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος δὲ τούτων μὲν οὐδενός, διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώ‐
5τας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρό‐ φασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δ’ ἀληθὲς ὅπως ἐγγύθεν
τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.

40

.

33

.

1

κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγου‐ μένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούς τε Ῥωμαίους, ὅσους ἔν τε ταῖς πόλεσιν ἔν τε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέ‐ κτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συν‐
5αποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούρ‐

40

.

33

.

2

γουν. μαθὼν οὖν ταῦθ’ ὁ Καῖσαρ ἀνεκομίσθη, καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάν‐ τες οἱ στρατιῶται αὐτοῦ παρῆσαν) οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ

40

.

34

.

1

γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι) προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρός τε τοὺς Βιτούριγας ἐπανῆλθον, καὶ πόλιν αὐτῶν Ἀουα‐ ρικὸν ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι—τό τε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ
5μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάς τε προσβολάς σφων ῥᾳδίως ἀπε‐

40

.

34

.

2

κρούοντο, καὶ ἐπεξιόντες πολλὰ αὐτοὺς ἐλύπουν. καὶ τέλος τά τε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς ἢ κώμας, ἀλλὰ καὶ πόλεις ἀφ’ ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴ τε τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πο‐
5λιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας τὰ τῶν πολιορκουμέ‐

40

.

34

.

3

νων πάσχειν, πρὶν δὴ ὑετός τε λάβρος καὶ πνεῦμα μέγα προσβάλ‐ λουσί πῃ αὐτοῖς ἐπιγενόμενον (ὁ [τε] γὰρ χειμὼν ἐνειστήκει) πρώτους μὲν ἐκείνους ἀπήλασε καὶ ἐς τὰς σκηνὰς ἐπανήγαγεν, ἔπειτα δὲ καὶ τοὺς βαρβάρους ἐς τὰς οἰκίας κατέκλεισεν. ἀπελθόντων γὰρ αὐ‐
5τῶν ἀπὸ τῶν ἐπάλξεων οἱ Ῥωμαῖοι προσέβαλον ἐξαίφνης αὖθις

40

.

34

.

4

αὐταῖς ἐρήμοις ἀνδρῶν οὔσαις· καὶ πύργον τινὰ παραχρῆμα, πρὶν καὶ αἰσθέσθαι τοὺς πολεμίους τῆς παρουσίας σφῶν, ἑλόντες ἔπειτα καὶ τὰ λοιπὰ οὐ χαλεπῶς ἐχειρώσαντο, καὶ τήν τε πόλιν πᾶσαν διήρπασαν, καὶ τοὺς ἀνθρώπους πάντας ὀργῇ τῆς τε προσεδρείας
5καὶ τῆς ταλαιπωρίας ἔσφαξαν.

40

.

35

.

1

πράξας δὲ ταῦτα ὁ Καῖσαρ ἐπὶ τὴν χώραν αὐτῶν ἐπεστρά‐ τευσε. καὶ ἐπειδὴ πολεμούμενοι τὰς γεφύρας οἱ λοιποὶ Ἀρουερνοὶ προεκεκρατήκεσαν δι’ ὧν διαβῆναι αὐτὸν ἐχρῆν, ἀπορήσας ὅπως περαιωθῇ, ἐπιπαρῆλθεν ἐπὶ πολὺ παρὰ τὴν ὄχθην, εἴ πως ἐπιτη‐
5δείου τινὸς χωρίου ὥστε πεζῇ δι’ αὐτοῦ τοῦ ὕδατος διελθεῖν λά‐

40

.

35

.

2

βοιτο. κἀκ τούτου ἔν τε ὑλώδει τινὶ καὶ ἐν συσκίῳ τόπῳ γενόμε‐ νος τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ τὸ πλεῖον προέπεμψε, μα‐ κρὰν ἐκτεταμένῃ τάξει κελεύσας αὐτοὺς προϊέναι, ὥστε καὶ πάντας

40

.

35

.

3

σφᾶς ἐνταῦθα εἶναι δοκεῖν· αὐτὸς δὲ μετὰ τῶν ἐρρωμενεστάτων ὑπέμεινε, καὶ ξύλα τε ἔτεμε καὶ σχεδίας ἐποίησε καὶ ἐπ’ αὐτῶν διέβη τὸ ῥεῦμα, τῶν βαρβάρων πρός τε τοὺς ἐν τῷ πρόσθεν πο‐ ρευομένους τὸν νοῦν ἐχόντων καὶ τὸν Καίσαρα μετ’ αὐτῶν εἶναι

40

.

35

.

4

λογιζομένων. καὶ μετὰ τοῦτο τούς τε προεληλυθότας νυκτὸς ἀνε‐ καλέσατο, καὶ διαβιβάσας αὐτοὺς ὁμοίως τῆς μὲν χώρας ἐκράτησε, τῶν δ’ ἀνθρώπων ἐς Γεργοουίαν συγκαταφυγόντων καὶ ἐκεῖσε πάντα τὰ τιμιώτατά σφισι συγκομισάντων πλεῖστον πόνον μάτην αὐτοῖς

40

.

36

.

1

προσεδρεύων ἔσχε. τό τε γὰρ φρούριον ἐπί τε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονε‐

40

.

36

.

2

κτεῖν τὰ πλείω. ἔν τε γὰρ πεδίῳ ὁ Καῖσαρ ηὐλίζετο (οὐ γὰρ εὐ‐ πόρησεν ἐχυροῦ χωρίου), καὶ αὐτὸς μὲν οὔτε προεγίγνωσκεν ......, οἱ δὲ δὴ βάρβαροι, ὡς καὶ ὑπερδεξίων ὄντες, τό τε στρατόπεδον

40

.

36

.

3

αὐτοῦ κατεθεῶντο καὶ ταῖς καταδρομαῖς ἐπικαίροις ἐχρῶντο. εἴ τέ πῃ περαιτέρω τοῦ καιροῦ προχωρήσαντες ἀνεκόπτοντο, δι’ ὀλίγου αὖθις ἐντὸς τῆς ἐπικρατείας σφῶν ἐγίγνοντο· οἱ γὰρ Ῥωμαῖοι οὐδένα τρόπον, ἐφ’ ὅσον οἵ τε λίθοι καὶ τὰ ἀκόντια ἐξικνεῖτο, πελάσαι

40

.

36

.

4

τοῖς χωρίοις ἐδύναντο. ὁ οὖν Καῖσαρ, ἐπειδὴ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο, καὶ πολλάκις καὶ πρὸς αὐτὸ τὸ ὄρθιον, ἐφ’ οὗ τὸ πό‐
λισμα ἦν, προσβαλὼν μέρους μέν τινος ἐκράτησεν αὐτοῦ ὥστε καὶ ἐντειχίσασθαί τι ῥᾴω τε ἐκεῖθεν τὴν ἐπὶ τἆλλα ἔφοδον ποιεῖσθαι,

40

.

36

.

5

τὸ δ’ ὅλον ἀπεκρούετο, καὶ τῶν τε στρατιωτῶν συχνοὺς ἀπέβαλε καὶ ἐκείνους ἀλήπτους ἑώρα ὄντας, τά τε τῶν Αἰδούων ἐν τούτῳ ἐκινήθη, καὶ προσέτι καὶ πρὸς τούτους ἀπελθόντος αὐτοῦ κακῶς οἱ καταλειφθέντες ἀπήλλαξαν, ἀνέστη.

40

.

37

.

1

οἱ γὰρ Αἴδουοι κατ’ ἀρχὰς μὲν ταῖς τε ὁμολογίαις ἐνέμειναν καὶ ἐπικουρίας αὐτῷ ἔπεμπον, ἔπειτα δὲ καὶ ἄκοντες ἐπολέμησαν, ἀπατησάντων σφᾶς ἄλλων τε καὶ Λιταουίκου. ἐπειδὴ γὰρ οὐκ ἔπει‐ θεν αὐτοὺς ἄλλως τοῦτο ποιῆσαι, διεπράξατο προσταχθῆναί οἱ
5πρὸς τὸν Καίσαρα ἀπαγαγεῖν τινας ἐπὶ συμμαχίᾳ δῆθεν αὐτοῦ,

40

.

37

.

2

καὶ ὥρμησε μὲν ὡς καὶ τοῦτο ποιήσων, προπέμψας δὲ ἱππέας, καὶ κελεύσας τισὶν αὐτῶν ἐπανελθοῦσιν εἰπεῖν ὅτι 〈οἵ τε〉 συμπεμφθέντες σφίσι καὶ οἱ ἄλλοι οἱ παρὰ τοῖς Ῥωμαίοις σφῶν ὄντες συνειλημ‐ μένοι τε ὑπ’ αὐτῶν εἰσι καὶ ἀπολώλασι, προσπαρώξυνε τοὺς στρα‐

40

.

37

.

3

τιώτας δημηγορήσας ἀκόλουθα τοῖς ἀγγέλοις. καὶ οὕτως αὐτοί τε ἐπανέστησαν καὶ τοὺς ἄλλους συμμετέστησαν. καὶ τότε μέν (ὁ γὰρ Καῖσαρ ὡς τάχιστα τοῦτ’ ᾔσθετο, τούς τε Αἰδούους οὓς εἶχε καὶ ἐδόκει πεφονευκέναι ἔπεμψεν αὐτοῖς, ὥστε φανεροὺς πᾶσι ζῶντας
5γενέσθαι, καὶ τῷ ἱππικῷ ἐφέσπετο) μετενόησαν καὶ συνηλλάγησαν·

40

.

38

.

1

αὖθις δὲ τῶν Ῥωμαίων πρός τε τῇ 〈Γεργοουίᾳ τῇ〉 τοῦ Καίσαρος ἀπουσίᾳ πταισάντων, καὶ μετὰ τοῦτο παντάπασιν ἀπ’ αὐτῆς ἀποχω‐ ρησάντων, ἐφοβήθησαν οἱ τήν τε ἐπανάστασιν πράξαντες καὶ νεωτέ‐ ρων ἀεὶ πραγμάτων ἐφιέμενοι 〈μὴ〉 σχολάζοντες ... ποιήσωνται, καὶ

40

.

38

.

2

ἐνεόχμωσαν. μαθόντες δὲ τοῦθ’ οἱ στρατεύοντες αὐτῶν τῷ Καί‐ σαρι ᾐτήσαντο ἐπιτραπῆναί σφισιν οἴκαδε ἀπελθεῖν, ὑποσχόμενοι πάντα καταστήσειν. καὶ οὕτως ἀφεθέντες πρός τε Νοουιοδουνόν, ἔνθα τά τε χρήματα καὶ τὸν σῖτον ὁμήρους τε πολλοὺς οἱ Ῥω‐
5μαῖοι κατετέθειντο, ἦλθον, καὶ τούς τε φρουροὺς αὐτῶν, συναιρο‐ μένων σφίσι τῶν ἐπιχωρίων, μὴ προσδεχομένους ἔφθειραν, καὶ ἐν

40

.

38

.

3

κράτει πάντων αὐτῶν ἐγένοντο. καὶ ἐκείνην τε τὴν πόλιν ἐπίκαιρον οὖσαν κατέπρησαν, ὅπως μὴ οἱ Ῥωμαῖοι ὁρμητήριον αὐτὴν τοῦ πολέμου ποιήσωνται, καὶ τὰ λοιπὰ τῶν Αἰδούων προσαπέστησαν. ὁ οὖν Καῖσαρ ἐπεχείρησε μὲν παραχρῆμα ἐπ’ αὐτοὺς στρατεῦσαι,
5μὴ δυνηθεὶς δὲ διὰ τὸν ποταμὸν τὸν Λίγρον ἐπὶ Λίγγονας ἐτρά‐

40

.

38

.

4

πετο. καὶ ὁ μὲν οὐδ’ ἐκεῖ κατώρθωσεν, ὁ δὲ δὴ Λαβιῆνος τὴν νῆσον τὴν ἐν τῷ Σηκουανῷ ποταμῷ οὖσαν, τούς τε προκινδυνεύ‐ σαντας 〈ἐν〉 τῇ ἠπείρῳ κρατήσας καὶ τὴν διάβασιν πολλαχῇ ἅμα κατά τε τὸν ῥοῦν καὶ ἀνάπαλιν, ὅπως μὴ καθ’ ἓν περαιούμενος
5κωλυθῇ, ποιησάμενος, κατέσχε.

40

.

39

.

1

πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας ὁ Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει, ἐπ’ Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουα‐

40

.

39

.

2

νοῖς γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν τῶν τοῖς

40

.

39

.

3

Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἀπλήστοις σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλ’ ἐς Ἀλε‐

40

.

40

.

1

σίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει. κἀν τούτῳ
ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀπο‐ τειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦν) καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτή‐

40

.

40

.

2

δεια καὶ ἐπικουρίαν αὐτῷ ἀγάγωσιν. ἐπεὶ δ’ οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυ‐ ναῖκας 〈καὶ〉 τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται,
5ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι περιγε‐

40

.

40

.

3

νήσονται. ὁ γὰρ Καῖσαρ ἄλλως μὲν οὐδ’ αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει· τοῖς δ’ οὖν πολεμίοις ἰσχυροτέ‐ ραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς

40

.

40

.

4

καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάντας αὐτοὺς ἀπεώσατο. καὶ οἱ μὲν οὕτως ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τοῦ στρατοπέδου, μη‐ δετέρων σφᾶς δεχομένων, οἰκτρότατα ἀπώλοντο· ἡ δὲ ἐπικουρία τῶν τε ἱππέων καὶ τῶν ἄλλων τῶν ὑπ’ αὐτῶν ἀχθέντων ἐπῆλθε
5μὲν οὐκ ἐς μακρὰν τοῖς βαρβάροις, ἱππομαχίᾳ δὲ δὴ τῶν Ῥωμαίων

40

.

40

.

5

τῇ βοηθείᾳ. ...... καὶ μετὰ τοῦτο πειράσαντες | νυκτὸς διὰ τῶν περιτειχισμάτων ἐς τὴν πόλιν ἐσελθεῖν ἰσχυρῶς ἐπόνησαν· τάφρους τε γὰρ οἱ Ῥωμαῖοι κρυπτὰς ἐν τοῖς ἱππασίμοις ἐπεποιήκεσαν καὶ σκόλοπας ἐς αὐτὰς ἐνεπεπήχεσαν, πάντα ἐπιπολῆς τῷ ἄλλῳ τῷ πέ‐

40

.

40

.

6

ριξ χωρίῳ ὁμοιώσαντες, ὥστε καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους ὅτι μάλιστα ἀπερισκέπτως ἐς αὐτὰ ἐμπεσόντας σφαλῆναι. οὐ μέν‐ τοι καὶ ἐνέδοσαν πρὶν ἐκ παρατάξεως αὖθις πρὸς αὐτοῖς τοῖς τει‐ χίσμασιν αὐτοί τε ἅμα καὶ οἱ ἐκ τῆς πόλεως ἐπεξελθόντες πταῖσαι.

40

.

41

.

1

ὁ δ’ οὖν Οὐερκιγγετόριξ ἠδυνήθη μὲν ἐκφυγεῖν (οὔτε γὰρ ἑάλω καὶ ἄτρωτος ἦν), ἐλπίσας δ’, ὅτι ἐν φιλίᾳ ποτὲ τῷ Καίσαρι ἐγε‐ γόνει, συγγνώμης παρ’ αὐτοῦ τεύξεσθαι, ἦλθε πρὸς αὐτὸν μὴ ἐπι‐ κηρυκευσάμενος, καὶ καθημένῳ οἱ ἐπὶ βήματος ἐξαίφνης ὤφθη,
5ὥστε καὶ ταραχθῆναί τινας· ἄλλως τε γὰρ περιμήκης ἦν καὶ ἐν

40

.

41

.

2

τοῖς ὅπλοις δεινῶς ἐνέπρεπεν· ἡσυχίας δ’ οὖν γενομένης εἶπε μὲν οὐδέν, πεσὼν δὲ ἐς γόνυ τώ τε χεῖρε πιέσας ἐδεῖτο. ταῦτα τοῖς μὲν ἄλλοις οἶκτον τῇ τε τῆς προτέρας αὐτοῦ τύχης ἀναμνήσει καὶ τῷ τῆς παρούσης ὄψεως περιπαθεῖ ἐνέβαλεν· ὁ δὲ δὴ Καῖσαρ αὐτό
5τε αὐτῷ τοῦτο, δι’ ὃ μάλιστα σωθήσεσθαι προσεδόκησεν, ἐπεκά‐

40

.

41

.

3

λεσε (τῆς γὰρ φιλίας τὴν ἀντίταξιν ἀντιθεὶς χαλεπωτέραν τὴν ἀδι‐ κίαν αὐτοῦ ἀπέφηνε), καὶ διὰ τοῦτο οὔτε ἐν τῷ παραχρῆμα αὐτὸν ἠλέησεν ἀλλ’ εὐθὺς ἐν δεσμοῖς ἔδησε, καὶ ἐς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψας ἀπέκτεινε.

40

.

42

.

1

τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ὁμολογίᾳ τῶν λοιπῶν προσέθετο, τοὺς δὲ καὶ μάχῃ κρατήσας ἐδουλώσατο. οἵ τε γὰρ Βελγικοὶ οἱ πλησιόχωροι, Κόμμιόν τινα Ἀτρέβαν προστησάμε‐ νοί σφων, ἐπὶ πλεῖστον ἀντέσχον, καὶ δύο τε ἱππομαχίαις ἀγχώ‐
5μαλά πῃ ἠγωνίσαντο, καὶ τρίτῃ πεζομαχίᾳ ἰσοπάλῳ τὸ πρῶτον συνενεχθέντες ἔπειτα ὑπὸ τοῦ ἱππικοῦ κατὰ νώτου σφίσιν ἀνελπί‐

40

.

42

.

2

στως προσπεσόντος ἐτράπησαν. κἀκ τούτου τό τε στρατόπεδον τῆς νυκτὸς οἱ περιλιπεῖς ἐξέλιπον, καὶ διελθόντες ὕλην τινὰ ἐκείνην τε ἐνέπρησαν καὶ τὰς ἁμάξας μόνας ὑπελίποντο, ὅπως τῶν πολεμίων διά τε ταύτας καὶ διὰ τὸ πῦρ χρονισάντων φθάσωσιν ἐς τὸ ἀσφα‐

40

.

42

.

3

λὲς ἀποχωρήσαντες. οὐ μέντοι καὶ ἐπιτυχεῖς τῆς ἐλπίδος ἐγένοντο· οἱ γὰρ Ῥωμαῖοι ὡς τάχιστα τῆς φυγῆς αὐτῶν ᾔσθοντο, ἐπεδίωξάν σφας, καὶ ἐντυχόντες τῷ πυρὶ τὰ μὲν κατέσβεσαν τὰ δὲ καὶ διέ‐ κοψαν, καί τινες καὶ διὰ μέσης τῆς φλογὸς δραμόντες κατέλαβον

40

.

43

.

1

αὐτοὺς ἀπροσδόκητοι καὶ παμπληθεῖς ἐφόνευσαν. ἐκ δὲ τούτου τῶν μὲν ἄλλων τινὲς ὡμολόγησαν, ὁ δὲ Ἀτρέβας διαφυγὼν οὐδ’ ὣς ἡσύχασεν, ἀλλὰ καὶ τὸν Λαβιῆνον ἐπεχείρησεν ἐνεδρεῦσαί ποτε.

40

.

43

.

2

ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ἢ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συν‐
5οῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐ‐ τὸς δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινες, ἐς ὄψιν μηδενὸς Ῥωμαίου

40

.

43

.

3

ἐλθεῖν. ἐκεῖνοί τε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐ‐ τοὺς ὁ Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτων τε ἐσπρά‐ ξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.

40

.

44

.

1

ταῦτα μὲν οὕτως ἐπί τε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρ‐ κέλλου ὑπάτων ἐτελευτήθη, ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκ τε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι
5ὤφειλεν· ἐκεῖνός τε γὰρ ἐπ’ ἐξόδῳ ἦν καὶ ὁ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτ’ εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τά τε στρατό‐

40

.

44

.

2

πεδα ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν· ἐπεὶ δὲ τά τε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ ὁ Κράσσος ἐτεθνήκει, ὅ τε Πομπήιος ἔν τε δυ‐ νάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ

40

.

44

.

3

οὐκέτ’ οἰκείως, ἄλλως τε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς κατεῖχε, [τε καὶ] τετελευτηκότος, ..., ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπί τε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.

40

.

45

.

1

ἐν γὰρ δὴ τοῖς αὐτοῖς τούτοις ἔτεσιν ἄλλα τε ἐν τῇ πόλει στα‐ σιώδη πολλὰ κἀν ταῖς ἀρχαιρεσίαις μάλιστα ἐγένετο, ὥστε μόλις ἑβδόμῳ μηνὶ τόν τε Καλουῖνον καὶ τὸν Μεσσάλαν ὑπάτους ἀπο‐

40

.

45

.

2

δειχθῆναι· καὶ οὐδ’ ἂν τότε ᾑρέθησαν, εἰ μὴ Κύιντός τε Πομ‐ πήιος ὁ Ῥοῦφος ἐς τὸ δεσμωτήριον ὑπὸ τῆς βουλῆς, καίτοι τοῦ τε Σύλλου θυγατριδοῦς ὢν καὶ δημαρχῶν, ἐνεβλήθη, καὶ τοῦτο καὶ τοῖς ἄλλοις τοῖς κακουργῆσαί τι ἐθελήσασιν ἐψηφίσθη, τῷ τε Πομ‐

40

.

45

.

3

πηίῳ ἡ πρὸς αὐτοὺς βοήθεια ἐνεχειρίσθη. ἔστι μὲν γὰρ ὅτε καὶ
οἱ ὄρνιθες τὰς ἀρχαιρεσίας ἐπέσχον, οὐ βουλόμενοι τοῖς μεσοβασι‐ λεῦσι γενέσθαι· μάλιστα δὲ οἱ δήμαρχοι, τὰ πράγματα τὰ ἐν τῇ πόλει διέποντες ὥστε καὶ τὰς πανηγύρεις καὶ ἀντὶ τῶν στρατηγῶν
5ποιεῖν, ἐκώλυον τὰς λοιπὰς ἀρχὰς αἱρεθῆναι. καὶ διὰ τοῦτο καὶ ὁ

40

.

45

.

4

Ῥοῦφος ἐς τὸ οἴκημα ἐσέπεσε. καὶ οὗτος μὲν τὸν Φαουώνιον ἀγο‐ ρανομοῦντα ἐς αὐτὸ ὕστερον ἀπό τινος οὐ μεγάλης αἰτίας, ἵνα δὴ κοινωνὸν τῆς ἀτιμίας λάβῃ, κατέθετο· πάντες δὲ οἱ δήμαρχοι ἄλ‐ λας τε σκήψεις ἐμποδίους ἐσέφερον, καὶ χιλιάρχους ἀντὶ τῶν ὑπά‐
5των, ὅπως πλείους ἄρχοντες ὥσπερ ποτὲ ἀποδεικνύωνται, καθί‐

40

.

45

.

5

στασθαι ἐσηγοῦντο. ἐπειδή τ’ οὐδεὶς αὐτῶν ἐπείσθη, δικτάτορα γοῦν τὸν Πομπήιον λεχθῆναι δεῖν ἔφασκον. καὶ ἐπὶ πλεῖστον ἐπὶ τῇ προφάσει ταύτῃ διέτριψαν· ἐκεῖνός τε γὰρ ἀπεδήμει, καὶ ἐκ τῶν παρόντων οὔτε ψηφίσασθαί τις αὐτό (πρὸς γὰρ τὴν τοῦ Σύλλου
5ὠμότητα ἐμίσουν πάντες τὸ πολίτευμα) οὔτ’ αὖ μὴ ἑλέσθαι διὰ

40

.

46

.

1

τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλ‐ θὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐδὲ ἐκεῖνοι δια‐ δόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγέων τάραχον κατέστησαν, καί‐
5περ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν

40

.

46

.

2

γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες. δόγμα τε ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθ’ ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο
5σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον οὔθ’ ὑγιὲς οὐδὲν ἐποίουν,

40

.

46

.

3

ἀλλ’ ἐπ’ ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δ’ ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρω‐ θῆναι. οὔκουν οὔθ’ ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι

40

.

47

.

1

τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο. κἀκ τούτου οὔτε τι ἄλλο χρηστὸν συνέβη, καὶ ἡ ἀγορὰ ἡ διὰ τῶν ἐννέα ἀεὶ ἡμερῶν ἀγομένη ἐν αὐτῇ

40

.

47

.

2

τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ἤχθη. καὶ τοῦτό τε αὐτούς, ὡς οὐκ ἀπὸ ταὐτομάτου συμβὰν ἀλλ’ ἐν τέρατος λόγῳ γενόμενον, ἐθορύ‐ βει, καὶ ὅτι βύας ἐν τῇ πόλει καὶ ὤφθη καὶ συνελήφθη, ἄγαλμά
τέ τι ἐπὶ τρεῖς ἡμέρας ἵδρωσε, καὶ λαμπὰς ἐκ τῶν νοτίων πρὸς
5ἀνατολὰς διέδραμε, καὶ πολλοὶ μὲν κεραυνοὶ πολλοὶ δὲ καὶ βῶλοι

40

.

47

.

3

λίθοι τε καὶ ὄστρακα καὶ αἷμα διὰ τοῦ ἀέρος ἠνέχθη. δοκεῖ δὲ ἔμοιγε καὶ ἐκεῖνο τὸ τῷ προτέρῳ ἔτει, ἐπ’ ἐξόδῳ αὐτοῦ, περί τε τὸν Σάραπιν καὶ περὶ τὴν Ἶσιν ψηφισθὲν τέρας οὐδενὸς ἧττον γε‐ νέσθαι· τοὺς γὰρ ναοὺς αὐτῶν, οὓς ἰδίᾳ τινὲς ἐπεποίηντο, καθε‐

40

.

47

.

4

λεῖν τῇ βουλῇ ἔδοξεν. οὐ γὰρ δὴ τοὺς θεοὺς τούτους ἐπὶ πολὺ ἐνόμισαν, καὶ ὅτε γε καὶ ἐξενίκησεν ὥστε καὶ δημοσίᾳ αὐτοὺς σέ‐ βεσθαι, ἔξω τοῦ πωμηρίου σφᾶς ἱδρύσαντο.

40

.

48

.

1

τοιαύτης οὖν τότε τῆς ἐν τῷ ἄστει καταστάσεως οὔσης, καὶ μηδενὸς τοῖς πράγμασιν ἐπιτεταγμένου, σφαγαὶ καθ’ ἑκάστην ἡμέ‐ ραν ὡς εἰπεῖν ἐγίγνοντο, τάς τε ἀρχαιρεσίας, καίτοι σπεύδοντες ἐπὶ τὰς ἀρχὰς καὶ δεκασμοῖς καὶ φόνοις δι’ αὐτὰς χρώμενοι, οὐκ ἐπε‐

40

.

48

.

2

τέλουν. ὁ γοῦν Μίλων ὑπατείαν αἰτῶν τὸν Κλώδιον ἐν τῇ Ἀππίᾳ ὁδῷ συντυχόντα οἱ τὸ μὲν πρῶτον ἁπλῶς πως ἔτρωσεν, ἔπειτα δὲ φοβηθεὶς μὴ ἐπεξέλθῃ τῷ γεγονότι κατέσφαξεν, ἐλπίσας, ἐπειδὴ πάντας τοὺς οἰκέτας τοὺς τοῦτο ποιήσαντας εὐθὺς ἠλευθέρωσε,
5ῥᾷον τοῦ φόνου τελευτήσαντος αὐτοῦ ἢ τοῦ τραύματος εἰ περι‐

40

.

48

.

3

γίγνοιτο ἀφεθήσεσθαι. ἀκούσαντες οὖν τοῦθ’ οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν· ταῖς τε γὰρ στάσεσιν ἀφορμὴ πο‐ λέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διά τε τὸ ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος

40

.

49

.

1

στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ ἤθελον, ἠγανάκτουν. παραλα‐ βόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνά‐ τιος Πλάγκος προσπαρώξυναν· δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν 〈τὸν〉 νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί

40

.

49

.

2

τε ἐπεδείκνυσαν, καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νό‐ μιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι. τὸ γὰρ σῶμα
5τοῦ Κλωδίου ἀράμενοι ἔς τε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέ‐ τησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντες ἔκαυσαν καὶ

40

.

49

.

3

ἐκεῖνο καὶ τὸ συνέδριον. οὕτω τε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ

40

.

49

.

4

Μίλωνος καταφλέξαι ἐπιχειρῆσαι. ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη· ὁ δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶν τέ τινων φρουρούμενος· ἐπεὶ δὲ τοῦτό τε ἐγένετο καὶ
5τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶν μίασμα περι‐

40

.

49

.

5

χωρήσειν ἤλπισεν (εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ παλάτιον δι’ αὐτὸ τοῦτο συλλεγέντες τόν τε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυ‐ λακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπ’ αὐτῆς ἀποτριβῆναι,
5ἐψηφίσαντο), προῄει τε ἐς μέσον καὶ τῆς ἀρχῆς ὁμοίως ἢ καὶ μᾶλ‐ λον ἀντεποιεῖτο.

40

.

50

.

1

μάχαι τε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τά τε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομ‐ πήιον μεταπέμψασθαι, καταλόγους τε αὐτῷ καινοὺς ποιήσασθαι

40

.

50

.

2

ἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι. ἐλθόντος τε αὐτοῦ οὐ πολλῷ ὕστερον ἔξω τε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνω‐ σαν, τό τε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικο‐

40

.

50

.

3

δομῆσαι προσέταξαν. ἦν μὲν γὰρ τὸ Ὀστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου· διὸ τοῦτό τε περὶ αὐτοῦ ἔδοξε, καὶ ὅπως ἐξοικο‐ δομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. μετεώρου δὲ τῆς πόλεως οὔ‐ σης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτά‐
5τορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρα αἱρεθῆναι

40

.

50

.

4

〈δεῖ〉 (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθ’ ἡμέρας θῦσαι ἐπ’ αὐτοῖς ψηφίσασθαι), φοβηθέντες ἑκάτερον οἵ τε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλα‐
5βον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ ὁ Καῖσαρ αὐτῷ

40

.

50

.

5

συνάρξῃ, δόντες. ξένον μὲν δὴ τοῦτο καὶ ἐπὶ μηδενὸς ἄλλου γενό‐ μενον ἔπραξαν, καὶ ὀρθῶς αὐτὸ πεποιηκέναι ἔδοξαν· ἐπειδὴ γὰρ ἧττον τοῦ Καίσαρος τῷ ὁμίλῳ προσέκειτο, ἀπορρήξειν τε αὐτὸν ἀπ’ ἐκείνου παντάπασι καὶ σφετεριεῖσθαι ἤλπισαν. καὶ ἔσχεν οὕ‐
5τως· τῷ τε γὰρ καινῷ καὶ τῷ παραδόξῳ τῆς τιμῆς ἐπαρθεὶς οὐ‐ κέτ’ οὐδὲν ἐς τὴν τῶν πολλῶν χάριν ἐβούλευσεν, ἀλλ’ ἀκριβῶς πάντα τὰ τῇ βουλῇ ἀρέσκοντα ἔπραξεν.

40

.

51

.

1

οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν· τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτ’ ἔχων, τὸν φθόνον τὸν ἐπ’ αὐτῇ ἐξέκλινε. καὶ φο‐ βηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης ὁ Καῖσαρ ἔκ τε 〈τῆσ〉 τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχων αὐτῷ δοθῇ,

40

.

51

.

2

ἐκείνῳ μέν, ἵνα μὴ καὶ παντελῶς παρημελῆσθαι νομίσῃ κἀκ τού‐ του τινὰ ὀργὴν δικαίαν ποιήσηται, παρεσκεύασε διὰ τῶν δημάρχων ἐπιτραπῆναι καὶ ἀπόντι τὴν ἀρχήν, ὅταν ἐκ τῶν νόμων καθήκῃ, αἰτῆσαι, αὐτὸς δὲ Κύιντον Σκιπίωνα πενθερόν τέ οἱ ὄντα καὶ δε‐

40

.

51

.

3

κασμοῦ αἰτίαν ἔχοντα προσείλετο. οὗτος γὰρ γόνῳ μὲν υἱὸς τοῦ Νασικοῦ ὤν, ἐκ δὲ δὴ κλήρου διαδοχῆς ἐς τὸ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς γένος ποιηθεὶς καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν αὐτοῦ φέρων, τήν τε θυγατέρα τῷ Πομπηίῳ ἐξέδωκε, καὶ παρ’ αὐτοῦ

40

.

52

.

1

τήν τε ὑπατείαν καὶ τὸ μὴ κατηγορηθῆναι ἀντέλαβε. πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθ’ ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. πάντας τε γὰρ τοὺς ἄνδρας ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι
5ἐδόκει αὐτὸς ἐπελέγετο, καὶ τὸν τῶν συναγορευσόντων ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺς δι‐

40

.

52

.

2

καστὰς θορυβουμένους ἐκταράττεσθαι. χρόνον τε τῷ μὲν διώ‐ κοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. καὶ ὃ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, 〈τό〉 τινας ἐπαινέτας ὑπὸ τῶν κρι‐ νομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινού‐
5μενοι ἐξηρπάζοντο), ἐπηνώρθωσε νομοθετήσας μηδένα ἔτι τὸ πα‐

40

.

52

.

3

ράπαν ἐξεῖναι ἐν τοῖς τοιούτοις γίγνεσθαι. καὶ ταῦτα μὲν ἄλλα τέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη, τοῖς δὲ δὴ τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς·
5εἰ γάρ τις ἤτοι δύο τῶν ὁμοίων τῶν τε ἐλαττόνων ἢ καὶ ἕνα τῶν μειζόνων [ἢ] τῆς καθ’ ἑαυτὸν αἰτίας εἷλεν, ἄδειαν εὑρίσκετο.

40

.

53

.

1

ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ καὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη.

40

.

53

.

2

ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον· καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχεν), ὑπαχθεὶς δὲ ἐπ’ ἐκείνῳ ἑάλω, μη‐ δὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν
5διὰ φυλακῆς ἐποιήσατο, καὶ ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε,

40

.

53

.

3

θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκ‐ διῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέ‐
5θανον.

40

.

54

.

1

τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδι‐ καιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν

40

.

54

.

2

ἔχων. ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέ‐ δεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον
5γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθ’ ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας

40

.

54

.

3

ἔγραψε. καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπ’ αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γάρ) ἀν‐ τεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθ’ οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι· οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ,
5(ἐν ᾗ κατὰ τὴν φυγὴν ἦν) τρίγλας ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελε‐

40

.

54

.

4

λόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησεν) ἀλλ’ ἐς τὸν Κικέρωνα ἀποσκώ‐ πτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆ‐
5σαι τότε αὐτὸν δυναμένους.

40

.

55

.

1

ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐ‐

40

.

55

.

2

τοῦ καὶ ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλεν) οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα
5ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν

40

.

55

.

3

διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων ἀπολέγειν)· οἱ μέν‐ τοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐ‐ τοῖς κρινόμενον ἀφεῖναι· καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν
5οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐ‐

40

.

55

.

4

τοῦ μᾶλλον ἢ δικασταὶ νομισθῶσιν εἶναι. καίπερ καὶ τότε ὁ Κι‐ κέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ἢ ὑπὲρ τοῦ Μίλω‐ νος ἀπελογήσατο· ἥ τε γὰρ τοῦ δικαστηρίου ὄψις ἡ αὐτὴ ἦν, καὶ ὁ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν,
5ὅθεν οὐχ ἥκιστα αὖθις αὐτῷ προσέκρουσε.

40

.

56

.

1

ταῦτά τε οὖν ἅμα διῴκει, καὶ τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον τὸν κελεύοντα τοὺς ἀρχήν τινα ἐπαγγέλλοντας ἐς τὴν ἐκ‐ κλησίαν πάντως ἀπαντᾶν, ὥστε μηδένα ἀπόντα αἱρεῖσθαι, παρη‐ μελημένον πως ἀνενεώσατο· τό τε δόγμα τὸ μικρὸν ἔμπροσθε γε‐
5νόμενον, ὥστε τοὺς ἄρξαντας ἐν τῇ πόλει μὴ πρότερον ἐς τὰς ἔξω ἡγεμονίας, πρὶν πέντε ἔτη παρελθεῖν, κληροῦσθαι, ἐπεκύρωσεν.

40

.

56

.

2

οὐδ’ ᾐσχύνθη τότε μὲν τοιαῦτα γράψας, ὕστερον δὲ οὐ πολλῷ αὐ‐ τός τε τὴν Ἰβηρίαν ἐς πέντε ἄλλα ἔτη λαβών, καὶ τῷ Καίσαρι καὶ ἀπόντι (οἱ γὰρ φίλοι αὐτοῦ δεινῶς ἠγανάκτουν) αἰτῆσαι τὴν ὑπα‐

40

.

56

.

3

τείαν, ὥσπερ ἐψήφιστο, δούς. προσέγραψε μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν οἷς ἂν ὀνομαστί τε καὶ ἄντικρυς ἐπι‐ τραπῇ, διέφερε δ’ οὐδὲν τοῦτο τοῦ μηδ’ ἀρχὴν κεκωλῦσθαι· πάν‐ τως γὰρ οἵ τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξα‐
5σθαι ἔμελλον.

40

.

57

.

1

ὁ μὲν οὖν Πομπήιος τοιαῦτ’ ἐπολιτεύετο, ὁ δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πε‐ ποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν εἶχον ἀπέδωκε,

40

.

57

.

2

περιέστη δὲ ἐς τοὐναντίον. ὑπὸ γὰρ τοῦ πολλοὺς ἔν τε τῇ ἱππάδι καὶ ἐν τῷ βουλευτικῷ φλαύρους ἄνδρας εἶναι, ἕως μὲν μηδένα μήτε κατηγορηθέντα μήθ’ ἁλόντα διαγράψαι σφίσιν ἐξῆν, οὐδεμίαν

40

.

57

.

3

τῶν οὐκ ἀπαλειφομένων αἰτίαν εἶχον· ἀπολαβόντες δὲ τὴν ἀρχαίαν ἰσχύν, ὑφ’ ἧς αὐτοῖς καὶ καθ’ ἑαυτοὺς τὸν ἑκάστου βίον ἐξετάζουσι τοῦτο ποιεῖν ἐδέδοτο, οὔτε πολλοῖς προσκρούειν ὑπέμενον, οὔτ’ αὖ ἐν μέμψει τινὶ ὡς μὴ διαγράφοντες τοὺς οὐκ ἐπιτηδείους γίγνεσθαι
5ἤθελον, καὶ διὰ τοῦτο οὐδὲ ἐφίετο ἔτι τῆς ἀρχῆς τῶν ἐμφρόνων οὐδὲ εἷς.

40

.

58

.

1

περὶ μὲν δὴ τοὺς τιμητὰς ταῦτ’ ἐψηφίσθη, ὁ δὲ δὴ Κάτων ἄλλως μὲν οὐδεμιᾶς ἀρχῆς ἐδεῖτο, ἰδὼν δὲ τόν τε Καίσαρα καὶ τὸν Πομ‐ πήιον ὑπὲρ τὴν κατάστασιν τῆς πολιτείας αὐξανομένους, καὶ ὑπο‐ τοπήσας ἤτοι καὶ ἀμφοτέρους σφᾶς τὰ πράγματα ἕξειν, ἢ καὶ διε‐
5νεχθέντας ἀλλήλοις στάσιν τε μεγίστην ποιήσειν καὶ τὸν κρατή‐

40

.

58

.

2

σαντα αὐτῶν μοναρχήσειν, ἠθέλησε μέν σφας πρὶν ἀνταγωνιστὰς γενέσθαι καταλῦσαι, καὶ τὴν ὑπατείαν ἐπ’ αὐτοὺς ᾔτησεν, ἐπειδή‐ περ ἰδιωτεύων οὐδὲν ἰσχύσειν ἔμελλεν, ὑποπτευθεὶς δὲ ὑπὸ τῶν τὰ ἐκείνων πραττόντων τοιοῦτόν τι δράσειν οὐκ ἀπεδείχθη, ἀλλ’ ὅ τε

40

.

58

.

3

Μάρκελλος ὁ Μᾶρκος καὶ ὁ Ῥοῦφος ὁ Σουλπίκιος, ὁ μὲν διὰ τὴν τῶν νόμων ἐμπειρίαν ὁ δὲ διὰ τὴν τῶν λόγων δύναμιν, ᾑρέθησαν, ἄλλως τε καὶ ὅτι αὐτοὶ μέν, εἰ καὶ μὴ χρήμασιν ἢ βιαίῳ τινὶ ἔργῳ, ἀλλὰ τῇ γε θεραπείᾳ καὶ τῇ παρακλήσει πολλῇ πρὸς πάντας ἐχρή‐

40

.

58

.

4

σαντο, ὁ δὲ δὴ Κάτων οὐδένα αὐτῶν ἐθεράπευσε. καὶ ὁ μὲν οὐ‐ κέτ’ αὖθις τῆς ἀρχῆς ἀντεποιήσατο, λέγων ἀγαθοῦ ἀνδρὸς ἔργον εἶναι μήτ’ ἀποδιδράσκειν τὴν προστασίαν τῶν κοινῶν, ἄν γέ τινες
χρῆσθαι αὐτῷ ἐθελήσωσι, μήθ’ ὑπὲρ τὸ προσῆκον αὐτῆς ἐφίεσθαι·

40

.

59

.

1

Μάρκελλος δὲ πάντ’ εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦν) ἔπραττε, καὶ ἄλλα τε ἐπ’ αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρό‐ νου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ ὅ τε Σουλπίκιος καὶ τῶν δη‐
5μάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι· ἐκεῖνος δ’ αὐτοῖς ἐκοινώσατο καὶ ὅτι τοῖς πολλοῖς οὐκ ἤρεσκε τό

40

.

59

.

2

τινα μεταξὺ ἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι. μαθὼν οὖν ταῦθ’ ὁ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐδὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇ πόλει

40

.

59

.

3

ἐφήδρευε) τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐδὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δ’ ὅπως, ὅταν τὸν δεδο‐ μένον οἱ χρόνον διάρξῃ (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλ’ εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλε), τά τε ὅπλα κατάθηται καὶ ἰδιω‐

40

.

59

.

4

τεύσων οἴκαδε ἐπανέλθῃ. καὶ διὰ τοῦτο Γάιόν τε Μάρκελλον 〈τὸν τοῦ Μάρκου〉 ἀνεψιὸν ἢ καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερον) ὑπα‐ τεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, δι’ ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ
5οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.

40

.

60

.

1

ὁ οὖν Καῖσαρ μήτ’ ἄλλως ὑπομένων ἔκ τε τηλικαύτης καὶ ἐκ χρονίου ἡγεμονίας ἰδιωτεῦσαι, καὶ φοβηθεὶς μὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς γένηται, παρεσκευάζετο ὡς καὶ ἀκόντων αὐτῶν ἐν τῇ ἀρχῇ ἐμμενῶν, καὶ στρατιώτας προσκατελέγετο καὶ χρήματα ἤθροιζεν ὅπλα τε

40

.

60

.

2

ἐποίει, καὶ καθ’ ἡδονὴν πᾶσιν ἡγεῖτο. κἀν τούτῳ καὶ τὰ οἴκοι τρόπον τινά, τοῦ μὴ πάντῃ βίᾳ ἀλλὰ καὶ πειθοῖ πράττειν δοκεῖν, προδιοικήσασθαι ἐθελήσας ἔγνω συναλλαγῆναι τῷ Κουρίωνι· τοῦ τε γὰρ τῶν Κουριώνων γένους ἦν, καὶ τὴν γνώμην ὀξύς, εἰπεῖν
5τε δεινός, τῷ τε πλήθει πιθανώτατος, καὶ χρημάτων ἐς πάντα ἁπλῶς ἐξ ὧν ἢ αὐτός τι πλεονεκτήσειν ἢ καὶ ἑτέρῳ διαπράξειν

40

.

60

.

3

ἤλπιζεν ἀφειδέστατος. καὶ αὐτὸν πολλὰ μὲν ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλ‐ λάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε [γὰρ] ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφεί‐
5δετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐδὲ πολλοστὸν μέρος

40

.

60

.

4

δώσειν ἔμελλε. καὶ οὐ μόνον γε τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμέ‐ νους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.

40

.

61

.

1

ὁ δ’ οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο· πρόφασίν τε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ
5φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐ‐

40

.

61

.

2

τῶν μαθήσεσθαι. δι’ οὖν ταῦτα ἐπὶ μακρότατόν τε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαί τε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατ’ αὐτοῦ ἀφ’ οὗ γε καὶ δη‐

40

.

61

.

3

μαρχεῖν ἤρξατο, καὶ ἐσηγεῖτο πολλὰ καὶ ἄτοπα. καί τινα καὶ ἐπὶ τῇ βουλῇ τοῖς τε δυνατωτάτοις σφῶν, οἵπερ που καὶ τὰ τοῦ Πομ‐ πηίου μάλιστ’ ἔπραττον, ἔγραφεν, οὐχ ὅτι καὶ ἤθελεν ἢ καὶ ἤλ‐ πιζέ τι αὐτῶν γνωσθήσεσθαι, ἀλλ’ ἵνα μὴ προσδεχομένων μήτε
5κατὰ τοῦ Καίσαρός τι ψηφισθείη (πολλὰ γὰρ ἐπ’ αὐτῷ ὑπὸ πολ‐

40

.

62

.

1

λῶν ἐγράφετο) καὶ αὐτὸς ἐπὶ τῇ προφάσει ταύτῃ μετασταίη. συ‐ χνὸν οὖν ἐκ τούτου χρόνον ἄλλοτε ἄλλαις σκήψεσιν, ὥστε μηδὲ αὐτῶν τὸ παράπαν κυρωθῆναι, κατατρίψας ἀγανακτεῖν τε προσ‐ εποιεῖτο, καὶ ἠξίου μῆνα ἄλλον πρὸς τὰς ἀπ’ αὐτῶν δὴ νομοθεσίας
5ἐπεμβληθῆναι. τοῦτο δὲ ἐγίγνετο μὲν ὁσάκις γε καὶ καθῆκον ἦν, οὐ μέντοι καὶ ἐκεῖνο συνέβαινεν, ὥσπερ που καὶ αὐτὸς ἅτε ποντί‐

40

.

62

.

2

φιξ ὢν ἠπίστατο. ὅμως δ’ οὖν δεῖν τε αὐτὸ γενέσθαι ἔλεγε, καὶ
τοὺς συνιερέας ὅσον ἀπὸ βοῆς ἐξεβιάζετο· καὶ τέλος μὴ δυνηθεὶς αὐτοὺς πεῖσαι συγκαταθέσθαι οἱ, ὥσπερ οὐδὲ ἐβούλετο, οὐδ’ ἄλλο τι διὰ τοῦτο ψηφισθῆναι ἐπέτρεψεν, ἀλλὰ καὶ ἐκ τοῦ φανεροῦ ἤδη

40

.

62

.

3

τὰ τοῦ Καίσαρος διαδικαιῶν, ἐπειδὴ μηδὲν κατ’ αὐτοῦ δῆθεν ἠδυ‐ νήθη ποιῆσαι, πᾶν ὅ τι ποτὲ ἐνεδέχετο οὐ δεχθῆναι προΐσχετο, καὶ μάλισθ’ ὅτι πάντας τοὺς τὰ ὅπλα ἔχοντας ταῦτά τε καταθέσθαι καὶ τὰ στρατόπεδα διαλῦσαι χρή, ἢ μηδ’ ἐκεῖνον ψιλώσαντας αὐ‐

40

.

62

.

4

τῶν ταῖς δυνάμεσι ταῖς τῶν ἀντιστασιωτῶν ἐκδοῦναι. ἔλεγε δὲ τοῦτο οὐχ ὅτι καὶ τὸν Καίσαρα ποιῆσαι αὐτὸ ἤθελεν, ἀλλ’ ὅτι τὸν Πομπήιον εὖ ἠπίστατο μὴ πειθαρχήσοντα αὐτῷ· καὶ ἐκ τούτου καὶ ἐκείνῳ πρόφασις εὔλογος τοῦ μὴ διιέναι τοὺς στρατιώτας
5ἐδίδοτο.

40

.

63

.

1

ὁ οὖν Πομπήιος ἐπεὶ μηδὲν ἄλλως πράττων ἤνυτε, πρός τε τὸ τραχὺ ἀπαρακαλύπτως ὥρμησε, καὶ ἐκ τοῦ προφανοῦς πάντα καὶ ἔλεγε καὶ ἐποίει κατὰ τοῦ Καίσαρος. οὐ μέντοι καὶ κατέπραξέ τι.

40

.

63

.

2

ἄλλοι τε γὰρ ἐκείνῳ πολλοὶ καὶ Λούκιος Παῦλος ὁ τοῦ Μαρκέλλου συνάρχων, ὅ τε Πίσων ὁ Λούκιος 〈ὁ〉 πενθερὸς αὐτοῦ τιμητὴς ὢν συνηγωνίζοντο· καὶ γὰρ τιμηταὶ τὸν χρόνον τοῦτον ὅ τε Κλαύδιος

40

.

63

.

3

〈ὁ〉 Ἄππιος καὶ ὁ Πίσων, καίτοι μὴ βουληθείς, ἐγένοντο. καὶ οὗτος μὲν διὰ τὴν συγγένειαν ὑπῆρχε τῷ Καίσαρι, ὁ δὲ δὴ Κλαύδιος ἠναντιοῦτο μὲν αὐτῷ (τὰ γὰρ τοῦ Πομπηίου ᾑρεῖτο), οὐκ ἐλάχιστα δὲ καὶ ἄκων ὠφέλησε· πλείστους γὰρ καὶ τῶν ἱππέων καὶ τῶν βου‐
5λευτῶν διέγραψεν, ἐκβιασάμενος τὸν συνάρχοντα, κἀκ τούτου πάν‐

40

.

63

.

4

τας αὐτοὺς τὰ τοῦ Καίσαρος φρονεῖν ἐποίησεν. ὁ γὰρ Πίσων οὔτ’ ἄλλως πράγματ’ ἔχειν ἐθέλων καὶ πρὸς τὴν τοῦ γαμβροῦ φιλίαν πολλοὺς θεραπεύων αὐτὸς μὲν οὐδὲν τοιοῦτον ἐποίησεν, ἐκείνῳ δὲ οὐκ ἀντέπραξε πάντας μὲν τοὺς ἐκ τῶν ἀπελευθέρων συχνοὺς δὲ
5καὶ τῶν πάνυ γενναίων, ἄλλους τε καὶ τὸν Κρίσπον τὸν Σαλούστιον

40

.

63

.

5

τὸν τὴν ἱστορίαν γράψαντα, ἀπελάσαντι ἐκ τοῦ συνεδρίου. τὸν μέν‐ τοι Κουρίωνα μελλήσαντα καὶ αὐτὸν ἀπαλειφθήσεσθαι ἐξῃτήσατο

40

.

64

.

1

μετὰ τοῦ Παύλου, οὗπερ συγγενὴς ἦν· καὶ ὃς οὐ διήλλαξε μὲν αὐ‐ τὸν διὰ τοῦτο, τὴν μέντοι γνώμην ἣν περὶ αὐτοῦ εἶχεν ἐδημοσίευσεν
ἐν τῷ βουλευτηρίῳ, ὥστε ἐκεῖνον ἀγανακτήσαντα τὴν ἐσθῆτα αὐτοῦ περιρρῆξαι. παραλαβὼν οὖν τοῦτον ὁ Μάρκελλος, καὶ νομίσας ἐπί
5τε τῷ Κουρίωνι καὶ δι’ αὐτὸν καὶ ἐπὶ τῷ Καίσαρι δεινόν τι τὴν

40

.

64

.

2

γερουσίαν ψηφιεῖσθαι, γνώμας περὶ αὐτοῦ προέθηκεν. ὁ οὖν Κου‐ ρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ γνώμην δοθῆ‐ ναι· γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιό‐

40

.

64

.

3

τας, ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τά τε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι ὅ τι βούλεσθε. κατηγορήσας οὖν αὐτοῦ ὁ Μάρκελλος ὡς καὶ πάντως

40

.

64

.

4

ἁλωσομένου, ἔπειτ’ ἐπειδὴ πρὸς τῶν πλειόνων ἀφείθη, δεινόν τε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήν τε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικὰ αὐτὸς καθ’ ἑαυτόν, μηδενὸς ἐψηφισμένου,
5ἔδωκεν. οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέ τε καὶ ἐπὶ τῷδε συνειλεγμένοι

40

.

65

.

1

καὶ παρόντες τότε ἦσαν. ὁ Πομπήιος πρότερον μέν, ἕως ἔτι τὸν Καίσαρα διὰ φιλίας εἶχε, στράτευμα ἓν τῶν ἐκ τοῦ καταλόγου αὐτῷ στρατευομένῳ ἐδεδώκει, (οὔτε γὰρ οὗτος πόλεμόν τινα διεχείριζε,

40

.

65

.

2

καὶ ἐκείνῳ χρεία στρατιωτῶν ἐγένετο,) ἐπεὶ δὲ διηνέχθησαν, ἐθε‐ λήσας τοῦτό τε ἀπολαβεῖν παρ’ αὐτοῦ καὶ ἔτι καὶ ἄλλο αὐτὸν προσ‐ αφελέσθαι ἐλογοποίησεν ὡς τοῦ Βιβούλου στρατιωτῶν πρὸς τοὺς Πάρθους δεομένου, καὶ ἵνα γε μὴ καινοὶ δή τινες κατάλογοι γέ‐
5νωνται (τό τε γὰρ πρᾶγμα κατεπείγειν καὶ περιουσίαν σφίσι στρα‐ τοπέδων εἶναι ἔλεγε), ψηφισθῆναι ἐποίησεν ὥστε ἑκάτερόν σφων,

40

.

65

.

3

ἑαυτόν τε καὶ τὸν Καίσαρα, 〈ἓν〉 δεῖν αὐτῷ πέμψαι. κἀκ τούτου τῶν μὲν συστρατευομένων οἱ οὐδένα ἀπέστειλε, τὸ δὲ δὴ στράτευμα ἐκεῖνο ὅπερ τῷ Καίσαρι ἐδεδώκει ἐκέλευσε τοῖς ἐπὶ τοῦτο ταχθεῖσιν αἰτῆσαι. καὶ οὕτω τῷ μὲν λόγῳ ἀμφότεροι, τὸ δ’ ἀληθὲς ὁ Καῖ‐

40

.

65

.

4

σαρ μόνος τὰ δύο ἔπεμψεν· ᾔδει μὲν γὰρ τὸ γιγνόμενον, ἐπειθάρ‐ χησε δὲ μὴ βουληθεὶς αἰτίαν ὡς καὶ ἀνηκουστηκὼς λαβεῖν, ἄλλως τε καὶ μέλλων ἐπὶ τῇ προφάσει ταύτῃ πολλῷ πλείους στρατιώτας ἀντικαταλέξειν.

40

.

66

.

1

ταῦτα οὖν τὰ στρατόπεδα παρεσκευάσθη μὲν ὡς καὶ ἐπὶ τοὺς Πάρθους πεμφθησόμενα, ἐπεὶ δ’ οὐδὲν αὐτῶν ἐδέησε (οὐδὲ γὰρ χρεία σφῶν ἦν), ὁ Μάρκελλος πρότερον μὲν φοβηθεὶς μὴ τῷ Καί‐ σαρι ἀποδοθῇ, ἐν τῇ Ἰταλίᾳ δεῖν εἶναι ἔλεγεν, τότε δὲ τῷ Πομ‐

40

.

66

.

2

πηίῳ, ὥσπερ εἶπον, ἐνεχείρισε. καὶ ἦν γὰρ ἐπ’ ἐξόδῳ τοῦ ἔτους τὰ γιγνόμενα, καὶ ἔμελλεν οὐκ ἐπὶ πολύ, ἅτε μήτε τῇ βουλῇ μήτε τῷ δήμῳ δόξαντα, ἰσχύσειν, ἐπήγετο πρὸς τὸν Πομπήιον Κορνή‐ λιόν τε Λέντουλον καὶ Γάιον Κλαύδιον τοὺς τῷ ὑστέρῳ ἔτει ὑπα‐
5τεύσειν μέλλοντας, καὶ ἐποίησε καὶ ἐκείνους τὰ αὐτὰ προστάξαι·

40

.

66

.

3

ἐπειδὴ γὰρ καὶ γράμματα τοῖς ἀποδεδειγμένοις ἐς τὰς ἀρχὰς ἐκτι‐ θέναι καὶ ἄλλα τινὰ τῶν τῇ ἡγεμονίᾳ σφῶν προσηκόντων, καὶ πρὶν ἐνίστασθαι αὐτήν, πράττειν ἔτι καὶ τότε ἐξῆν, καὶ τούτου κύριοι ἐνόμιζον εἶναι. καὶ ὅ γε Πομπήιος, καίπερ ἐς πάντα τἆλλα ἀκρι‐
5βὴς ὤν, ὅμως οὐδὲν διὰ τὴν στρατιωτῶν χρείαν ἐπολυπραγμόνησεν, οὔτε ἀφ’ ὧν οὔθ’ ὅπως αὐτοὺς λαμβάνει, ἀλλὰ καὶ πάνυ ἄσμενός

40

.

66

.

4

σφας ἐδέξατο. οὐ μέντοι καὶ ἐπράχθη τι οἷον ἄν τις ἐπὶ τηλικούτῳ τολμήματι γεγενῆσθαι προσεδόκησεν, ἀλλὰ τὴν ἔχθραν μόνον τὴν πρὸς τὸν Καίσαρα ἐνδειξάμενοι αὐτοὶ μὲν οὐδὲν ἄλλο ἰσχυρὸν πα‐ ρεσκευάσαντο, ἐκείνῳ δὲ καὶ ἐκ τούτου πρόφασιν εὔλογον ἐς 〈τὸ〉

40

.

66

.

5

τὰ στρατόπεδα τὰ συνόντα οἱ κατασχεῖν παρέσχον. ὁ γὰρ Κουρίων ἐπί τε τούτοις πολλὴν ἐν τῷ πλήθει κατηγορίαν κατά τε τῶν ὑπά‐ των καὶ κατὰ τοῦ Πομπηίου ἐποιήσατο, καὶ ἐπειδὴ διῆρξε, πρὸς
τὸν Καίσαρα εὐθὺς ἀφωρμήθη.

41

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ ἐς τὴν Ἰταλίαν ἦλθε καὶ Πομπήιος ἐκλιπὼν αὐτὴν ἐς Μακε‐ δονίαν διέπλευσεν. β. Ὡς Καῖσαρ Ἰβηρίαν παρεστήσατο.
5γ. Ὡς Καῖσαρ ἐς Μακεδονίαν ἐπὶ Πομπήιον διέπλευσεν. δ. Ὡς Καῖσαρ καὶ Πομπήιος περὶ Δυρράχιον ἐπολέμησεν. ε. Ὡς Καῖσαρ Πομπήιον περὶ Φάρσαλον ἐνίκησεν. Χρόνου πλῆθος ἔτη δύο, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Λ. Κορνήλιος Π. υἱ. Λεντοῦλος ὕπ.
10Γ. Κλαύδιος Μ. υἱ. Μάρκελλος Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ τὸ βʹ ὕπ. Π. Σερουίλιος Π. υἱ. Ἰσαυρικός

41

.

1

.

1

Τότε μὲν δὴ ταῦτ’ ἔπραξε, μετὰ δὲ τοῦτο γράμματα παρὰ τοῦ Καίσαρος πρὸς τὴν βουλὴν λαβὼν ἦλθέ τε ἐς τὴν Ῥώμην ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐν ᾗ ὅ τε Λέντουλος ὁ Κορνήλιος καὶ ὁ Κλαύ‐ διος ὁ Γάιος τὴν ἀρχὴν ἐνεστήσαντο, καὶ οὐ πρότερον τοῖς ὑπά‐
5τοις αὐτὰ ἀπέδωκε πρὶν ἐς τὸ συνέδριόν σφας ἀφικέσθαι, μὴ καὶ

41

.

1

.

2

ἔξω που λαβόντες αὐτὰ ἀποκρύψωνται. ἐπὶ πολὺ μὲν γὰρ καὶ ὣς ἀνέσχον, οὐκ ἐθέλοντές σφας ἀναλέξασθαι· τέλος δὲ ὑπό τε Κυΐντου Κασσίου Λογγίνου καὶ ὑπὸ Μάρκου Ἀντωνίου δημαρ‐

41

.

1

.

3

χούντων ἠναγκάσθησαν αὐτὰ δημοσιεῦσαι. Ἀντώνιος μὲν οὖν ἐν
τούτῳ τότε τὸν Καίσαρα εὐεργετήσας ἀντιλήψεσθαί τε πολλὰ καὶ ἐπὶ μεγάλων καὶ αὐτὸς αἰωρηθήσεσθαι ἔμελλεν· ἐν δὲ τῇ ἐπι‐ στολῇ τά τε ἄλλα ὅσα ποτὲ καλῶς τὸ κοινὸν ὁ Καῖσαρ ἐπεποιήκει

41

.

1

.

4

ἐνεγέγραπτο, καὶ ἀπολογισμὸς ὑπὲρ ὧν ᾐτιάζετο. καταλύσειν τε τὰ στρατόπεδα καὶ τῆς ἀρχῆς ἐκστήσεσθαι ὑπισχνεῖτο, ἂν καὶ ὁ Πομπήιος τὰ αὐτά οἱ ποιήσῃ· ἐκείνου γὰρ τὰ ὅπλα ἔχοντος οὐδὲ ἑαυτὸν δίκαιον εἶναι ἀναγκασθῆναι αὐτὰ ἀφεῖναι ἔλεγεν, ἵνα μὴ

41

.

2

.

1

καὶ τοῖς ἐχθροῖς ἐκδοθῇ διαψηφίσεως δὲ ἐπὶ τούτοις οὐ κατ’ ἄνδρα, μὴ καὶ δι’ αἰδῶ ἢ καὶ φόβον τινὰ παρὰ τὰ δοκοῦντά σφι‐ σιν ἀποφήνωνται, ἀλλ’ ἐν τῇ ἐπὶ τάδε καὶ ἐπ’ ἐκεῖνα τοῦ βου‐ λευτηρίου μεταστάσει γενομένης, τὸν μὲν Πομπήιον οὐδεὶς ἀπαλ‐
5λαγῆναι ἐκ τῶν ὅπλων ἐψηφίσατο (ἐν γὰρ τῷ προαστείῳ τὰς δυνάμεις εἶχε), τὸν δὲ δὴ Καίσαρα πάντες πλὴν Μάρκου τέ τινος Καιλίου καὶ τοῦ Κουρίωνος τοῦ τὰ γράμματα αὐτοῦ κομίσαντος.

41

.

2

.

2

περὶ γὰρ τῶν δημάρχων οὐδὲν λέγω, ὅτι μηδὲ ἐν ἀνάγκῃ τινὶ μεταστῆναι ἐποιήσαντο, ἅτε καὶ ἐξουσίαν ἔχοντες εἴτε ἐβούλοντό τινα γνώμην συμβαλέσθαι εἴτε καὶ μή. ἔδοξε μὲν οὖν ταῦτα, οὐ μὴν καὶ κυρωθῆναί τι αὐτῶν οὔτε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ἐν τῇ

41

.

3

.

1

ὑστεραίᾳ ὅ τε Ἀντώνιος καὶ ὁ Λογγῖνος ἐπέτρεψαν. ἀγανακτη‐ σάντων δὲ ἐπὶ τούτῳ τῶν ἄλλων καὶ ψηφισαμένων τὴν ἐσθῆτα ἀλλάξασθαι, κῦρος μὲν οὐδὲ τοῦθ’ ὑπὸ τῶν αὐτῶν ἔλαβεν, ἡ μέν‐ τοι γνώμη συνεγράφη καὶ τὸ ἔργον τὸ ἀπ’ αὐτῆς ἐγένετο· πάντες
5γὰρ παραχρῆμα ἐξελθόντες ἐκ τοῦ συνεδρίου καὶ τὴν στολὴν μετα‐ βαλόντες ἐσῆλθον αὖθις καὶ περὶ τιμωρίας αὐτῶν ἐβουλεύοντο.

41

.

3

.

2

ἰδόντες δὲ τοῦτ’ ἐκεῖνοι τὰ μὲν πρῶτα ἀντέπραττον, ἔπειτα δὲ φοβηθέντες, ἄλλως τε καὶ ἐπειδὴ ὁ Λέντουλος ὑπεξελθεῖν σφισι πρὶν τὰς ψήφους διενεχθῆναι παρῄνεσεν, εἶπόν τε πολλὰ καὶ ἐμαρτύραντο, κἀκ τούτου μετὰ τοῦ Κουρίωνος καὶ μετὰ τοῦ Και‐
5λίου ἀπῆραν πρὸς τὸν Καίσαρα, βραχὺ φροντίσαντες ὅτι ἐκ τοῦ

41

.

3

.

3

βουλευτικοῦ διεγράφησαν. τότε μὲν οὖν τοῦτ’ ἐγνώσθη, καὶ τοῖς ὑπάτοις ταῖς τε ἄλλαις ἀρχαῖς ἡ φυλακὴ τῆς πόλεως, ὥσπερ που εἰώθει γίγνεσθαι, ἐπετράπη· ὕστερον δὲ ἔξω τοῦ πωμηρίου πρὸς

41

.

3

.

4

αὐτὸν τὸν Πομπήιον ἐλθόντες ταραχήν τε εἶναι ἔγνωσαν, καὶ ἐκείνῳ μὲν καὶ τὰ χρήματα καὶ στρατιώτας ἔδωκαν, τὸν δὲ δὴ Καίσαρα τήν τε ἀρχὴν τοῖς διαδόχοις παραδοῦναι καὶ τὰ στρατεύματα ἐν‐ τὸς ῥητῆς ἡμέρας ἀφεῖναι, ἢ πολέμιον ὡς καὶ τἀναντία τῇ πατρίδι
5ποιοῦντα εἶναι ἐψηφίσαντο.

41

.

4

.

1

πυθόμενος οὖν ταῦτα ἐκεῖνος ἔς τε Ἀρίμινον ἦλθεν, ἔξω τῆς ἑαυτοῦ ἀρχῆς τότε πρῶτον προχωρήσας, καὶ συναγαγὼν τοὺς στρα‐ τιώτας ἐκέλευσε τόν τε Κουρίωνα καὶ τοὺς ἄλλους τοὺς μετ’ αὐ‐ τοῦ ἐλθόντας σφίσι τὰ πραχθέντα διηγήσασθαι. γενομένου δὲ

41

.

4

.

2

τούτου προσπαρώξυνεν αὐτούς, ἐπειπὼν ὅσα ὁ καιρὸς ἀπῄτει. καὶ μετὰ τοῦτο ἄρας ἐπ’ αὐτὴν ἄντικρυς τὴν Ῥώμην ἤλασε, πάσας τὰς ἐν ποσὶ πόλεις ἀμαχεὶ προστιθέμενος, τῶν φρουρῶν τῶν μὲν ἐκλειπόντων αὐτὰς ἀσθενείᾳ, τῶν δὲ τὰ ἐκείνου ἀνθαιρουμένων.
5αἰσθόμενος δὲ τοῦτο ὁ Πομπήιος, καὶ ἅμα καὶ τὴν διάνοιαν αὐ‐

41

.

4

.

3

τοῦ πᾶσαν παρὰ τοῦ Λαβιήνου μαθών, ἔδεισεν. οὗτος γὰρ ἐγ‐ καταλιπὼν τὸν Καίσαρα ἐξηυτομόλησε καὶ πάντα οἱ τὰ ἀπόρρητα αὐτοῦ ἐξήγγειλε. θαυμάσειε μὲν οὖν ἄν τις ὅτι ἐς τὰ πρῶτα ὑπὸ τοῦ Καίσαρος ἀεί ποτε τιμηθείς, ὥστε καὶ πάντων τῶν
5ὑπὲρ τὰς Ἄλπεις στρατοπέδων, ὁπότε ἐκεῖνος ἐν τῇ Ἰταλίᾳ εἴη,

41

.

4

.

4

ἄρχειν, ἐποίησε τοῦτο· αἴτιον δὲ ὅτι αὐτός τε καὶ πλοῦτον καὶ δόξαν περιβαλόμενος ὀγκηρότερον τῆς ἡγεμονίας διάγειν ἤρξατο, καὶ ὁ Καῖσαρ παρισούμενόν οἱ αὐτὸν ἰδὼν οὐκέθ’ ὁμοίως ἠγάπα. τήν τε οὖν μεταβολὴν μὴ φέρων, καὶ φοβηθεὶς ἅμα μὴ πάθῃ τι,
5μετέστη.

41

.

5

.

1

ὁ οὖν Πομπήιος ἔκ τε τῶν περὶ τοῦ Καίσαρος αὐτῷ λεχθέν‐ των, καὶ ὅτι ἰσχὺν ἀξιόμαχον οὔπω παρεσκεύαστο, καὶ τοὺς ἐν τῇ πόλει, τούς τε ἄλλους καὶ αὐτοὺς μάλιστα τοὺς στασιώτας, τόν τε πόλεμον ὀκνοῦντας μνήμῃ τῶν τε τοῦ Μαρίου καὶ τῶν τοῦ Σύλλου
5ἔργων καὶ ἀπαλλαγῆναι ἀσφαλῶς αὐτοῦ βουλομένους εἶδε, μετε‐

41

.

5

.

2

βάλετο, καὶ πρέσβεις πρὸς τὸν Καίσαρα Λούκιόν τε Καίσαρα συγ‐ γενῆ αὐτῷ ὄντα καὶ Λούκιον Ῥώσκιον στρατηγοῦντα αὐτεπαγγέλ‐ τους ἀπέστειλεν, εἴ πως τὴν ὁρμὴν αὐτοῦ ἐκφυγὼν ἔπειτ’ ἐπὶ

41

.

5

.

3

μετρίοις τισὶ συμβαίη. ἀποκριναμένου δὲ ἐκείνου τά τε ἄλλα ἅπερ ἐπεστάλκει, καὶ ὅτι αὐτὸς τῷ Πομπηίῳ διαλεχθῆναι ἐθέλοι, τοῦτο μὲν οὐχ ἡδέως οἱ πολλοὶ ἤκουσαν, δείσαντες μὴ καὶ κατὰ σφῶν τι

41

.

5

.

4

σύνθωνται· ἐπεὶ μέντοι οἱ πρέσβεις ἄλλα τε πολλὰ ἐπαινοῦντες τὸν Καίσαρα ἔλεγον, καὶ τέλος οὔτε τι κακὸν ὑπ’ αὐτοῦ πείσεσθαί τινα καὶ τὰ στρατεύματα αὐτίκα ἀφεθήσεσθαι προσυπισχνοῦντο, ἥσθη‐
σαν, καὶ πρός τε ἐκεῖνον τοὺς αὐτοὺς αὖθις πρέσβεις ἔπεμψαν,
5καὶ ἠξίουν ἐπιβοῶντες ἀεὶ καὶ πανταχοῦ καὶ ἀμφοτέρους ἅμα αὐ‐

41

.

6

.

1

τοὺς τὰ ὅπλα καταθέσθαι. φοβηθεὶς οὖν διὰ ταῦθ’ ὁ Πομπήιος (καὶ γὰρ εὖ ἠπίστατο ὅτι πολὺ τοῦ Καίσαρος, ἄν γε ἐπὶ τῷ δήμῳ γένωνται, ἐλαττωθήσεται) αὐτός τε ἐς Καμπανίαν πρὶν τοὺς πρέ‐

41

.

6

.

2

σβεις ἐπανελθεῖν, ὡς καὶ ῥᾷον ἐκεῖ πολεμήσων, προαπῆρε, καὶ τὴν βουλὴν ἅπασαν μετὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἀκολουθῆσαί οἱ ἐκέλευσεν, ἄδειάν τέ σφισι δόγματι τῆς ἐκδημίας δούς, καὶ προ‐ ειπὼν ὅτι τὸν ὑπομείναντα ἔν τε τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ τοῖς τὰ

41

.

6

.

3

ἐναντία σφίσι πράττουσιν ἕξοι. πρὸς δ’ ἔτι καὶ τὰ χρήματα τὰ δημόσια τά τε ἀναθήματα τὰ ἐν τῇ πόλει πάντα ἀναιρεθῆναι προσέταξεν αὐτοῖς ψηφίσασθαι, ἐλπίζων παμπληθεῖς ἀπ’ αὐτῶν στρατιώτας ἀθροίσειν. τοσαύτην γὰρ εὔνοιαν αὐτοῦ πᾶσαι ὡς εἰ‐
5πεῖν αἱ ἐν τῇ Ἰταλίᾳ πόλεις εἶχον ὥστε, ἐπειδὴ ἤκουσαν αὐτὸν ὀλίγον ἔμπροσθεν ἐπικινδύνως νοσοῦντα, σωτήρια αὐτοῦ δημοσίᾳ

41

.

6

.

4

θύσειν εὔξασθαι. καὶ ὅτι μὲν μέγα καὶ λαμπρὸν τοῦτ’ αὐτῷ ἔδο‐ σαν, οὐδ’ ἂν εἷς ἀντιλέξειεν· οὐ γὰρ ἔστιν ὅτῳ ποτὲ ἄλλῳ, ἔξω τῶν μετὰ ταῦτα τὸ πᾶν κράτος λαβόντων, τοιοῦτόν τι ἐψηφίσθη· οὐ μὴν καὶ ἀκριβῆ πίστιν τοῦ μὴ οὐκ ἐγκαταλείψειν αὐτὸν πρὸς τὸν

41

.

6

.

5

ἐκ τοῦ κρείττονος φόβον εἶχον. ἐγνώσθη μὲν δὴ ταῦτα περί τε τῶν χρημάτων καὶ περὶ τῶν ἀναθημάτων, οὐκ ἐκινήθη δὲ οὐδέ‐ τερα· πυθόμενοι γὰρ ἐν τούτῳ τόν τε Καίσαρα μήτε τι εἰρηναῖον τοῖς πρέσβεσιν ἀποκεκρίσθαι καὶ προσεγκαλεῖν σφισιν ὡς καὶ κατα‐

41

.

6

.

6

ψευσαμένοις τινὰ αὐτοῦ, καὶ τοὺς στρατιώτας πολλούς τε καὶ θρα‐ σεῖς εἶναι καὶ πᾶν ὁτιοῦν, οἷά που φιλεῖ περὶ τῶν τοιούτων ἐπὶ τὸ φοβερώτερον ἀγγέλλεσθαι, κακουργήσειν, ἐφοβήθησαν, καὶ σπουδῇ τὴν ἔξοδον, πρὶν ἅψασθαί τινος αὐτῶν, ἐποιήσαντο.

41

.

7

.

1

κἀκ τούτου καὶ ἐς τὰ ἄλλα ὁμοίως πάντα θορυβώδης σφῶν καὶ ταραχώδης ἡ ἀνάστασις ἐγένετο. οἵ τε γὰρ ἐξιόντες (ἦσαν δὲ πάντες ὡς εἰπεῖν οἱ πρῶτοι καὶ τῆς βουλῆς καὶ τῆς ἱππάδος καὶ

41

.

7

.

2

προσέτι καὶ τὸ τοῦ ὁμίλου) λόγῳ μὲν ἐπὶ πολέμῳ ἀφωρμῶντο, ἔργῳ δὲ τὰ τῶν ἑαλωκότων ἔπασχον· τήν τε γὰρ πατρίδα καὶ τὰς ἐν αὐτῇ διατριβὰς ἐκλιπεῖν καὶ τὰ ἀλλότρια τείχη οἰκειότερα τῶν

41

.

7

.

3

σφετέρων νομίζειν ἀναγκαζόμενοι δεινῶς ἐλυποῦντο. οἵ τε γὰρ
πανοικησίᾳ ἀνιστάμενοι τὰ ἱερὰ καὶ τοὺς οἴκους τό τε ἔδαφος τὸ πατρῷον ὡς καὶ τῶν ἀντιστασιωτῶν εὐθὺς ἐσόμενα ἀπέλιπον, καὶ αὐτοὶ οὕτω τὴν γνώμην, ἄν γε καὶ περισωθῶσιν, εἶχον ὡς κἀν τῇ
5Μακεδονίᾳ τῇ τε Θρᾴκῃ κατοικήσοντες· τὴν γὰρ τοῦ Πομπηίου

41

.

7

.

4

διάνοιαν οὐκ ἠγνόουν. καὶ οἱ κατὰ χώραν τούς τε παῖδας καὶ τὰς γυναῖκας τά τε ἄλλα τὰ τιμιώτατα καταλιπόντες ἔχειν μέν τινα ἐλπίδα τῆς πατρίδος ἐδόκουν, πολὺ δὲ δὴ τῶν ἑτέρων, ἅτε καὶ ἀπὸ τῶν φιλτάτων ἀπαρτώμενοι, διττῇ τε τύχῃ καὶ ἐναν‐

41

.

7

.

5

τιωτάτῃ παραβαλλόμενοι, χαλεπωτέρως ἀπήλλασσον· τὰ γὰρ οἰ‐ κειότατα τῷ πολεμιωτάτῳ σφῶν ἐκδόντες ἔμελλον ἐθελοκακοῦντες μὲν αὐτοὶ κινδυνεύσειν, προθυμούμενοι δὲ ἐκείνων στερηθήσεσθαι, καὶ προσέτι φίλον μὲν μηδέτερον ἐχθροὺς δὲ ἀμφοτέρους ἕξειν,
5Καίσαρα μὲν ὅτι μὴ καὶ αὐτοὶ κατέμειναν, Πομπήιον δὲ ὅτι μὴ

41

.

7

.

6

καὶ ἐκεῖνα συνεπηγάγοντο. ὥστε καὶ ἐς ἀμφίβολον καὶ ταῖς γνώ‐ μαις καὶ ταῖς εὐχαῖς ταῖς τε ἐλπίσι καθιστάμενοι τοῖς τε σώμασιν ἅμα ἀπὸ τῶν οἰκειοτάτων σφίσιν ἀπεσπῶντο καὶ τὰς ψυχὰς δίχα διῃροῦντο.

41

.

8

.

1

ταῦτα μὲν οὖν οἱ ἐξορμώμενοι ἔπασχον, οἱ δ’ ὑπολειπόμενοι διαφόροις μὲν ἀντιπάλοις δέ τισι καὶ αὐτοὶ παθήμασι συνεφέροντο. οἵ τε γὰρ ἀπὸ τῶν προσηκόντων σφίσιν ἀποζευγνύμενοι, οἷα τῶν τε προστατῶν στερισκόμενοι καὶ ἐπαμῦναι αὑτοῖς ἥκιστα δυνά‐

41

.

8

.

2

μενοι, τῷ τε πολεμίῳ ἐκδιδόμενοι καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ τῆς πό‐ λεως κρατήσοντος ἐσόμενοι, αὐτοί τε ὑπὸ τοῦ φόβου καὶ τῶν ὕβρεων καὶ τῶν σφαγῶν ὡς καὶ γιγνομένων ἤδη ἐταλαιπώρουν, καὶ περὶ ἐκείνων οἵ τε ὀργήν σφισιν ὅτι ἐγκατελείφθησαν ἔχοντες
5τὰ αὐτὰ ἐπηρῶντο καὶ οἱ συγγνώμην τῆς ἀνάγκης ποιούμενοι τὰ

41

.

8

.

3

αὐτὰ ἐδέδισαν. καὶ τὸ λοιπὸν πλῆθος σύμπαν, εἰ καὶ τὰ μάλιστα μηδεμία αὐτοῖς συγγένεια πρὸς τοὺς ἀφορμωμένους ἦν, ὅμως ἐλυ‐ ποῦντο μὲν καὶ ἐπ’ ἐκείνοις, οἱ μὲν γείτονας οἱ δὲ ἑταίρους πολύ τε ἀπὸ σφῶν ἀφήξειν καὶ πολλὰ καὶ ἄτοπα καὶ δράσειν καὶ πεί‐
5σεσθαι ἐλπίζοντες, πολλῷ δὲ δὴ μάλιστα ἑαυτοὺς ὠλοφύροντο·

41

.

8

.

4

τάς τε γὰρ ἀρχὰς καὶ τὴν βουλὴν τούς τε ἄλλους τούς τι δυναμέ‐ νους πάντας (οὐ γάρ που εἴ γέ τις αὐτῶν ὑπολειφθήσεται ᾔδεσαν)
τῆς τε πατρίδος ἅμα καὶ σφῶν ἐξισταμένους ὁρῶντες, καὶ μήτ’ ἂν ἐκείνους, εἰ μὴ πάνυ πολλὰ καὶ δεινὰ αὐτῇ ἐπήρτητο, φυγεῖν

41

.

8

.

5

ποτε ἐθελῆσαι λογιζόμενοι, καὶ αὐτοὶ ἔρημοι μὲν ἀρχόντων ἔρημοι δὲ συμμάχων γιγνόμενοι, πρός τε τὰ ἄλλα πάντα παισί τέ τισιν ὀρφανοῖς καὶ γυναιξὶ χήραις ἐῴκεσαν, καὶ τὰς ὀργὰς τάς τε ἐπι‐ θυμίας τῶν ἐπιόντων καὶ πρῶτοι ... τῆς τῶν προτέρων παθημά‐
5των μνήμης, οἱ μὲν αὐτοὶ πειραθέντες, οἱ δὲ καὶ ἐκείνων ἀκούοντες

41

.

8

.

6

ὅσα καὶ οἷα ὅ τε Μάριος καὶ ὁ Σύλλας ἐξειργάσαντο, μέτριον οὐδὲν οὐδὲ ἐς τὸν Καίσαρα ὑπώπτευον, ἀλλὰ καὶ πολὺ πλείω καὶ δει‐ νότερα, ἅτε καὶ βαρβαρικοῦ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ ὄντος, πείσεσθαι προσεδόκων.

41

.

9

.

1

οὕτως οὖν δὴ πάντων αὐτῶν διακειμένων, καὶ μηδενός, ἔξω τῶν προσφιλῶν πῃ τῷ Καίσαρι δοκούντων εἶναι, ἐν ἐλαφρῷ τὸ πρᾶγμα ποιουμένου, καὶ ἐκείνων δὲ πρὸς τὰς μεταβολὰς τῶν τρό‐ πων, ἃς οἱ πλείους πρὸς τὰ παρόντα σφίσι λαμβάνουσιν, οὐ
5φερεγγύῳ πίστει θαρσούντων, οὐδ’ ἐπινοῆσαι ῥᾴδιον ὅση μὲν ταραχὴ ὅσον δὲ καὶ πένθος ἐν τῇ τῶν τε ὑπάτων καὶ τῶν ἄλλων

41

.

9

.

2

τῶν συνεξορμωμένων σφίσιν ἐξόδῳ ἐγένετο. τήν τε γὰρ νύκτα πᾶσαν ἀνασκευαζόμενοι καὶ περιφοιτῶντες ἐθορύβουν, καὶ ὑπὸ τὴν ἕω πολὺς μὲν πρὸς τοῖς ἱεροῖς οἶκτος (καὶ γὰρ ἑκασταχόθι περιιόντες εὐχὰς ἐποιοῦντο) πάντας αὐτοὺς ἐλάμβανε· τούς τε γὰρ
5θεοὺς ἀνεκάλουν καὶ τὰ δάπεδα κατεφίλουν, ὁσάκις τε [καὶ] ἐξ οἵων περιεγένοντο ἀνηριθμοῦντο, καὶ ὅτι τὴν πατρίδα, ὃ μηπώ‐ ποτε ἐτετόλμητό σφισιν, ἐξέλειπον ὠδύροντο· πολὺς δὲ καὶ περὶ

41

.

9

.

3

τὰς πύλας θρῆνος ἦν· οἱ μὲν γὰρ ἀλλήλους τε ἅμα καὶ ἐκείνην ὡς καὶ τελευταῖον ὁρῶντες ἠσπάζοντο, οἱ δὲ ἑαυτούς τε ἐθρήνουν
καὶ τοῖς ἐξιοῦσι συνηύχοντο, καὶ οἵ γε πλείους ὡς καὶ προδιδό‐ μενοι κατηρῶντο· πάντες γὰρ καὶ οἱ ὑπομένοντες παμπαιδὶ καὶ

41

.

9

.

4

παγγυναικὶ παρῆσαν. καὶ μετὰ τοῦτο οἱ μὲν ἐξωρμῶντο, οἱ δὲ προέπεμπόν σφας· ἄλλοι τε ἐνεχρόνιζον καὶ πρὸς τῶν γνωρίμων κατείχοντο, καί τινες περιβάλλοντες ἀλλήλους ἐπὶ πλεῖστον συνηρ‐ τῶντο. ἀκολουθοῦντές τε τοῖς ἐξορμωμένοις οἱ ὑπομένοντες ἐπὶ
5μακρότατον ἐπεβοῶντό τε ἅμα αὐτοὺς καὶ κατῴκτιζον, ἄγειν τέ

41

.

9

.

5

σφας ἢ καὶ ἐκείνους οἴκοι μένειν ἀξιοῦντες ἐπεθείαζον. κἀν τούτῳ ὀλολυγὴ ἐφ’ ἑκάστῳ αὐτῶν πολλὴ καὶ παρὰ τῶν ἄλλων καὶ δάκρυα ἄπλετα ἐγίγνετο· τὴν μὲν γὰρ τοῦ κρείττονος ἐλπίδα ἥκιστα, ἅτε ἐν τοῖς τοιούτοις ὄντες, τὰ δὲ δὴ πάθη πρότερον μὲν οἱ κατα‐

41

.

9

.

6

λειπόμενοι ἔπειτα δὲ καὶ οἱ ἀφορμώμενοι προσεδέχοντο. εἴκασε δ’ ἄν τις αὐτοὺς ἰδὼν δύο τε δήμους καὶ δύο πόλεις ἐκ μιᾶς γί‐ γνεσθαι, καὶ τὴν μὲν ἀνίστασθαί τε καὶ φεύγειν, τὴν δὲ ἐγκατα‐ λείπεσθαί τε καὶ ἁλίσκεσθαι.

41

.

9

.

7

Πομπήιος μὲν οὖν οὕτω τὸ ἄστυ ἐξέλιπεν, συχνοὺς τῶν βουλευ‐ τῶν ἐπαγόμενος (ὑπελείφθησαν γάρ τινες, οἱ μὲν τὰ τοῦ Καίσαρος φρονοῦντες, οἱ δὲ καὶ ἐκ μέσου ἀμφοῖν ἱστάμενοι), καὶ καταλόγους τε ἐκ τῶν πόλεων σπουδῇ ἐποιεῖτο καὶ χρήματα ἐξέλεγε, φρουράς

41

.

10

.

1

τε ὡς ἑκασταχόσε ἔπεμπε· Καῖσαρ δὲ ἐπειδὴ ταῦτα ἔμαθε, πρὸς μὲν τὴν Ῥώμην οὐκ ἠπείχθη (ἆθλόν τε γὰρ αὐτὴν ᾔδει τοῖς κρα‐ τήσουσι προκειμένην, καὶ οὐκ ἐπ’ ἐκείνην ὡς καὶ πολεμίαν οἱ οὖ‐ σαν, ἀλλ’ ἐπὶ τοὺς ἀντιστασιώτας ὑπὲρ αὐτῆς δῆθεν ἐπιστρατεύειν

41

.

10

.

2

ἔλεγε), γράμματα δὲ ἐς πᾶσαν τὴν Ἰταλίαν πέμψας, δι’ ὧν τόν τε Πομπήιον ἐς δίκην τινὰ προεκαλεῖτο καὶ τοῖς ἄλλοις θαρσεῖν παρῄνει, κατὰ χώραν τε αὐτοῖς μένειν ἐκέλευε, καὶ ὑπισχνεῖτο πολλὰ αὐτοῖς. καὶ ἐπὶ Κορφίνιον, ἐπειδή οἱ ὑπὸ Λουκίου Δομιτίου
5κατεχόμενον οὐ προσεχώρει, ὥρμησε, καί τινας ἀπαντήσαντας μάχῃ

41

.

10

.

3

κρατήσας ἐς πολιορκίαν τοὺς λοιποὺς κατέκλεισεν. ὁ οὖν Πομ‐ πήιος, ἐπειδὴ οὗτοί τε ἐπολιορκοῦντο καὶ τῶν ἄλλων πολλοὶ πρὸς τὸν Καίσαρα ἀπέκλινον, τῆς μὲν Ἰταλίας οὐδεμίαν ἔτ’ ἐλπίδα ἔσχεν, ἐς δὲ δὴ τὴν Μακεδονίαν τήν τε Ἑλλάδα καὶ τὴν Ἀσίαν
5περαιωθῆναι ἔγνω· τῇ τε γὰρ μνήμῃ ὧν ἐκεῖ ἐπεπράχει, καὶ τῇ

41

.

10

.

4

τῶν δήμων τῇ τε τῶν βασιλέων φιλίᾳ πολὺ ἐθάρσει. ἦν μὲν γὰρ
καὶ ἡ Ἰβηρία αὐτῷ πᾶσα οἰκεία, οὐκ ἐδύνατο δὲ ἐς αὐτὴν ἀσφαλῶς, ἅτε καὶ τοῦ Καίσαρος τὰς Γαλατίας. ἔχοντος, κομισθῆναι. πρὸς δ’ ἔτι καὶ ἐλογίζετο ὅτι, ἂν ἀποπλεύσῃ, οὔτε ἐπιδιώξει τις αὐτὸν
5διά τε τὴν τῶν πλοίων ἀπορίαν καὶ διὰ τὸν χειμῶνα (ἤδη γὰρ ἐκ μετοπώρου ἦν), κἀν τούτῳ κατὰ σχολὴν πολλὰ μὲν ἐκ τοῦ ὑπηκόου πολλὰ δὲ καὶ ἐκ τοῦ συμμαχικοῦ καὶ χρήματα καὶ στρατεύματα

41

.

11

.

1

ἀθροίσει. αὐτός τε οὖν ἐπὶ τούτοις ἐς τὸ Βρεντέσιον ἀφωρμήθη, καὶ τὸν Δομίτιον ἐκλιπόντα τὸ Κορφίνιον ἀκολουθεῖν οἱ ἐκέλευσε. καὶ ὅς, εἰ καὶ τὰ μάλιστα ἰσχύν τέ τινα εἶχε καὶ ἐπ’ αὐτῇ ἐπήλ‐ πιζε (καὶ γὰρ τοὺς στρατιώτας τά τε ἄλλα ἐτεθεραπεύκει καὶ χώ‐

41

.

11

.

2

ρας ὑποσχέσει ὑπῆκτο· τῶν τε γὰρ Συλλείων ἐγεγόνει καὶ πολλὴν ἐκ τῆς δυναστείας ἐκείνης ἐκέκτητο), ὅμως ἐπειθάρχησε. καὶ ὁ μὲν παρεσκευάζετο ὅπως δι’ ἀσφαλείας τινὸς ἐκχωρήσῃ· μαθόντες δὲ τοῦθ’ οἱ συνόντες οἱ, καὶ κατοκνήσαντες [ἐς] τὴν ἄφοδον ὡς καὶ

41

.

11

.

3

φυγὴν οὖσαν, προσέθεντο τῷ Καίσαρι. καὶ οἱ μὲν συνεστρα‐ τεύοντο αὐτῷ, Δομίτιος δὲ καὶ οἱ ἄλλοι βουλευταὶ ᾐτιάθησαν μὲν ὑπ’ αὐτοῦ ἐπὶ τῇ ἀντιτάξει, ἀπελύθησαν δὲ καὶ πρὸς τὸν Πομπήιον ἀπῆλθον.

41

.

12

.

1

ὁ δ’ οὖν Καῖσαρ σπουδὴν μὲν εἶχε συμμῖξαί τε αὐτῷ πρὶν ἐκπλεῦσαι, κἀν τῇ Ἰταλίᾳ διαπολεμῆσαι, καταλαβεῖν τε αὐτὸν ἐν τῷ Βρεντεσίῳ ἔτ’ ὄντα· ἐπειδὴ γὰρ τὰ πλοῖα οὐκ ἐξήρκεσέ σφισι, προέπεμψεν ἄλλους τε καὶ τοὺς ὑπάτους, μὴ καὶ νεοχμώσωσί τι

41

.

12

.

2

κατὰ χώραν ὑπομείναντες· ἰδὼν δὲ τὸ δυσάλωτον τοῦ χωρίου προεκαλέσατο αὐτὸν ἐς συνθήκας ὡς καὶ τὴν εἰρήνην τήν τε φιλίαν ἀποληψόμενον. ἀποκριναμένου τε αὐτοῦ οὐδὲν ἄλλο ἢ ὅτι τοῖς ὑπάτοις ἃ λέγει κοινώσεται, ἐπειδὴ ἐδέδοκτό σφισι μηδένα τῶν
5πολιτῶν τῶν ἐν τοῖς ὅπλοις ὄντων ἐς λόγους δέχεσθαι, προσέβαλε

41

.

12

.

3

τῇ πόλει. καὶ αὐτὸν ὁ Πομπήιος ἡμέρας μέν τινας ἠμύνατο, μέχρις οὗ τὰ πλοῖα ἐπανῆλθε· διοικοδομήσας δὲ ἐν τούτῳ καὶ ἀποφράξας τὰς ἐς τὸν λιμένα ὁδούς, μὴ καὶ ἐπίθηταί τις αὐτῷ ἐκπλέοντι, ἔπειτα νυκτὸς ἐξανήχθη. καὶ ὁ μὲν ἀσφαλῶς ἐς τὴν Μακεδονίαν
5ἐπεραιώθη, τὸ δὲ δὴ Βρεντέσιον δύο τε ἐν αὐτῷ πλοῖα μεστὰ ἀνδρῶν ἑάλω.

41

.

13

.

1

Πομπήιος μὲν οὖν τήν τε πατρίδα καὶ τὴν ἄλλην Ἰταλίαν οὕ‐ τως ἐξέλιπε πάντα τὰ ἐναντιώτατα τοῖς πρόσθεν, ὅτε ἐς αὐτὴν ἐκ τῆς Ἀσίας κατέπλευσε, καὶ ἑλόμενος καὶ πράξας· ἀφ’ ὧνπερ καὶ
τὴν τύχην καὶ τὴν δόξαν ἀντίπαλον ἐκτήσατο. τά τε γὰρ στρατό‐
5πεδα πρότερον εὐθὺς ἐν τῷ Βρεντεσίῳ, ἵνα μή τι τοὺς πολίτας λυπήσῃ, ἀφείς, ἕτερα δι’ αὐτοῦ τότε ἐκ τῆς Ἰταλίας ἐπ’ αὐτοὺς ἐξήγαγε· καὶ τοὺς πλούτους τῶν βαρβάρων ἐς τὴν Ῥώμην ἀγαγών,

41

.

13

.

3

πάνθ’ ὅσα ἠδυνήθη τότε ἐξ αὐτῆς ἑτέρωσε ἐκόμισε· καὶ τῶν μὲν οἴκοι πάντων ἀπέγνω, τοῖς δ’ ἀλλοτρίοις καὶ τοῖς γε ὑφ’ ἑαυτοῦ ποτε δουλωθεῖσι συμμάχοις κατὰ τῆς πατρίδος χρήσασθαι ἐνόει, καὶ ἐν αὐτοῖς πολὺ πλείω ἐλπίδα καὶ τῆς σωτηρίας καὶ τῆς δυ‐

41

.

13

.

4

ναστείας ἢ 〈ἐν〉 τοῖς εὐεργετηθεῖσιν ἐποιεῖτο. καὶ διὰ ταῦτα ἀντὶ μὲν τῆς λαμπρότητος ἣν ἐκ τῶν πολέμων ἐκείνων κτησάμενος ἀφί‐ κετο, ταπεινότητα πρὸς τὸν παρὰ τοῦ Καίσαρος φόβον ἀντιλαβὼν ἀπῆρεν, ἀντὶ δὲ τῆς εὐκλείας ἣν ἐκ τοῦ τὴν πατρίδα αὐξῆσαι ἔσχεν,
5δυσκλεέστατος ἐπὶ τῇ τότε ἐκλείψει αὐτῆς ἐγένετο.

41

.

14

.

1

καὶ εὐθύς γε καταίρων ἐς τὸ Δυρράχιον ἔμαθεν ὅτι οὐ καλῶς ἀπαλλάξει· στρατιώτας τε γὰρ κεραυνοὶ ἐν αὐτῷ τῷ πρόσπλῳ ἔφθειραν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀράχναι κατέσχον, ἐκ‐ βάντος τε ἐκ τῆς νεὼς αὐτοῦ ὄφεις τὸν στίβον ἐπισπόμενοι συν‐

41

.

14

.

2

έχεον. ἐκείνῳ μὲν δὴ ταῦτα τὰ τέρατα ἐγένετο, συνεβεβήκει δὲ καὶ πάσῃ τῇ πόλει τούτῳ τε τῷ ἔτει καὶ ὀλίγον ἔμπροσθεν ἕτερα. ὄντως γάρ που ἀμφοτέρωθεν ἐν ταῖς στάσεσι τὸ κοινὸν βλάπτεται· καὶ διὰ τοῦτο λύκοι τε καὶ βύαι πολλοὶ ἐν αὐτῷ τῷ ἄστει ὤφθη‐

41

.

14

.

3

σαν, καὶ σεισμοὶ συνεχεῖς μετὰ μυκηθμῶν ἐγένοντο, πῦρ τε ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς διῇξε, καὶ ἕτερον ἄλλα τε καὶ τὸν τοῦ Κυ‐ ρίνου ναὸν κατέφλεξεν. ὅ τε ἥλιος σύμπας ἐξέλιπε, καὶ κεραυνοὶ σκῆπτρόν τε Διὸς καὶ ἀσπίδα κράνος τε Ἄρεως, ἐν τῷ Καπιτωλίῳ
5ἀνακείμενα, καὶ προσέτι καὶ τὰς στήλας τὰς τοὺς νόμους ἐχούσας

41

.

14

.

4

ἐλυμήναντο. ζῷά τε πολλὰ ἔξω τῆς ἑαυτῶν φύσεως ἐγέννησέ τινα, καὶ λόγιά τινα ὡς καὶ τῆς Σιβύλλης ὄντα ᾔδετο, κάτοχοί τέ τινες γιγνόμενοι συχνὰ ἐθείαζον. καὶ πολίαρχος οὐδεὶς ἐς τὰς ἀνοχάς, ὥσπερ εἴθιστο, ᾑρέθη, ἀλλ’ οἱ στρατηγοὶ πάντα τὰ ἐπιβάλλοντα
5αὐτῷ, ὥς γέ τισι δοκεῖ, διῴκησαν· ἕτεροι γὰρ ἐν τῷ ὑστέρῳ ἔτει

41

.

14

.

5

φασὶν αὐτοὺς τοῦτο ποιῆσαι. καὶ ἐκεῖνο μὲν καὶ αὖθις ἐγένετο, τότε δὲ καὶ ὁ Περπέρνας ὁ μετὰ τοῦ Φιλίππου ποτὲ τιμητεύσας ἀπέθανεν, ὡς ἔφην, τελευταῖος πάντων τῶν ἐν τῇ τιμητείᾳ αὐτοῦ

41

.

14

.

6

βουλευσάντων, καὶ ἐδόκει καὶ τοῦτό τι νεοχμώσειν. ἐταράττοντο μὲν οὖν ἐπὶ τοῖς τέρασιν ὥσπερ εἰκὸς ἦν, οἰόμενοι δὲ δὴ καὶ ἐλπί‐ ζοντες ἑκάτεροι ἐς τοὺς ἀντιστασιώτας σφῶν πάντα αὐτὰ ἀποσκή‐ ψειν οὐδὲν ἐξεθύσαντο.

41

.

15

.

1

ὁ οὖν Καῖσαρ ἐς μὲν τὴν Μακεδονίαν οὐδὲ ἐπείρασε τότε πλεῦ‐ σαι (πλοίων τε γὰρ ἠπόρει ἅμα καὶ περὶ τῇ Ἰταλίᾳ ἐδεδίει, μὴ αὐτὴν ἐκ τῆς Ἰβηρίας οἱ τοῦ Πομπηίου ὑποστράτηγοι ἐπελθόντες κατάσχωσι), τὸ δὲ δὴ Βρεντέσιον διὰ φυλακῆς, τοῦ μή τινα τῶν

41

.

15

.

2

ἀπηρκότων ἀναπλεῦσαι, ποιησάμενος πρός τε τὴν Ῥώμην ἦλθε, καὶ τῆς γερουσίας οἱ ἔξω τοῦ πωμηρίου ὑπό τε τοῦ Ἀντωνίου καὶ ὑπὸ τοῦ Λογγίνου παρασκευασθείσης (ἐκπεσόντες γὰρ ἐξ αὐτῆς τότε αὐτὴν ἤθροισαν) ἐδημηγόρησε πολλὰ καὶ ἐπιεικῆ, ὅπως πρός τε τὸ
5παρὸν εὔνοιαν αὐτοῦ καὶ πρὸς τὸ μέλλον ἐλπίδα χρηστὴν λάβωσιν.

41

.

15

.

3

ἐπειδὴ γὰρ τοῖς τε γιγνομένοις ἀχθομένους καὶ ἐς τὸ στρατιωτικὸν πλῆθος ὑποπτεύοντας αὐτοὺς ἑώρα, παραμυθήσασθαι καὶ τιθα‐ σεῦσαί σφας τρόπον τινὰ ἠθέλησεν, ἵνα τά γε ἐκείνων, ἕως ἂν δια‐

41

.

15

.

4

πολεμήσῃ, ἐν ἡσυχίᾳ μείνῃ. καὶ διὰ τοῦτ’ οὔτ’ ᾐτιάσατό τινα οὔτ’ ἠπείλησέ τινι οὐδέν, ἀλλὰ καὶ καταδρομὴν κατὰ τῶν πολεμεῖν πο‐ λίταις ἐθελόντων οὐκ ἄνευ ἀρῶν ἐποιήσατο, καὶ τὸ τελευταῖον πρέ‐ σβεις ὑπέρ τε τῆς εἰρήνης καὶ ὑπὲρ τῆς ὁμονοίας σφῶν παραχρῆμα
5πρός τε τοὺς ὑπάτους καὶ πρὸς τὸν Πομπήιον πεμφθῆναι ἐσηγή‐

41

.

16

.

1

σατο. τὰ δ’ αὐτὰ ταῦτα καὶ πρὸς τὸν δῆμον, καὶ αὐτὸν ἔξω τοῦ πωμηρίου συνελθόντα, εἰπὼν σῖτόν τε ἐκ τῶν νήσων μετεπέμψατο καὶ πέντε καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστῳ δώσειν ὑπέσχετο. καὶ ὁ μὲν τούτοις αὐτοὺς δελεάσειν ἤλπιζεν, οἱ δ’ ἄνθρωποι λογιζόμε‐
5νοι ὅτι οὔτε φρονοῦσιν οὔτε πράττουσι τὰ αὐτὰ οἵ τε ἐφιέμενοί

41

.

16

.

2

τινων καὶ οἱ τυχόντες, ἀλλ’ ἐν μὲν ταῖς ἀρχαῖς τῶν ἔργων πάντα τὰ ἥδιστα προβάλλουσι τοῖς ἀντιπρᾶξαί τι δυναμένοις, ἐπειδὰν δὲ
κατορθώσωσιν ὅσα βούλονται, οὔτε τινὸς αὐτῶν μνημονεύουσι καὶ ἐπ’ αὐτοὺς ἐκείνους ταῖς δυνάμεσιν ἃς παρ’ αὐτῶν ἔλαβον χρῶνται,

41

.

16

.

3

μεμνημένοι δὲ καὶ τὸν Μάριον τόν τε Σύλλαν, ὡς πολλὰ καὶ φι‐ λάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθ’ οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τά τε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν

41

.

16

.

4

τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο, ἀλλ’ ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες καὶ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθ’ ὅτι οἱ πρέ‐ σβεις οἱ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλ’ ὅτι καὶ ἐμνήσθη ποτὲ περὶ αὐτῶν ὁ Πίσων ὁ

41

.

17

.

1

πενθερὸς αὐτοῦ αἰτίαν ἔσχε. τοσούτου τε ἐδέησαν τὰ χρήματα ἃ ὑπέσχετό σφισι τότε γε λαβεῖν, ὥστε καὶ τἆλλά οἱ πάνθ’ ὅσα ἐν τῷ δημοσίῳ ἦν πρὸς τὴν τῶν στρατιωτῶν, οὓς ἐφοβοῦντο, τροφὴν ἔδοσαν. καὶ ἐπὶ πᾶσιν τούτοις ὡς καὶ ἀγαθοῖς οὖσι τὴν ἐσθῆτα
5τὴν εἰρηνικὴν μετημπίσχοντο· οὐδέπω γὰρ αὐτὴν μετειλήφεσαν.

41

.

17

.

2

ἀντεῖπε μὲν οὖν πρὸς τὴν περὶ τῶν χρημάτων ἐσήγησιν Λούκιός τις Μέτελλος δήμαρχος, καὶ ἐπειδὴ μηδὲν ἐπέρανε, πρός τε τοὺς θησαυροὺς ἦλθε καὶ τὰς θύρας αὐτῶν ἐν τηρήσει ἐποιήσατο· σμι‐ κρὸν δὲ δὴ καὶ τῆς φυλακῆς αὐτοῦ, ὥσπερ που καὶ τῆς παρρησίας,
5οἱ στρατιῶται φροντίσαντες τήν τε βαλανάγραν διέκοψαν (τὴν γὰρ κλεῖν οἱ ὕπατοι εἶχον, ὥσπερ οὐκ ἐξόν τισι πελέκεσιν ἀντ’ αὐτῆς

41

.

17

.

3

χρήσασθαι) καὶ πάντα τὰ χρήματα ἐξεφόρησαν. καὶ μέντοι καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, ὥς μοι πολλαχόθι εἴρηται, ὀνόματι μὲν ἰσονομίας (καὶ γὰρ διὰ τοῦ Ἀντωνίου τὰ πλείω αὐτῶν ἐσεφέρετο) ἔργῳ δὲ δυναστείας καὶ ἐψηφίζετο καὶ ἐπράττετο. τούς τε γὰρ
5ἀντιστασιάζοντάς σφισι πολεμίους ἑκάτεροι τῆς πατρίδος ὀνομά‐ ζοντες, καὶ ἑαυτοὺς ὑπὲρ τῶν κοινῶν πολεμεῖν λέγοντες, τά τε ἴδια μόνα ηὖξον, κἀκεῖνα ὁμοίως ἀμφότεροι ἔφθειρον.

41

.

18

.

1

ὁ δ’ οὖν Καῖσαρ ταῦτά τε οὕτως ἐποίησε, καὶ τὴν Σαρδὼ τήν τε Σικελίαν ἀμαχεὶ κατέσχεν, ἐκχωρησάντων τῶν τότε ἐν αὐταῖς ἀρ‐ χόντων. τόν τε Ἀριστόβουλον οἴκαδε ἐς τὴν Παλαιστίνην, ὅπως

41

.

18

.

2

τῷ Πομπηίῳ τι ἀντιπράξῃ, ἔστειλε· καὶ τοῖς παισὶ τῶν ὑπὸ τοῦ Σύλλου ἐπικηρυχθέντων ἀρχὰς αἰτεῖν ἐφῆκε, τά τε ἄλλα πάντα, καὶ τὰ ἐν τῇ πόλει καὶ τὰ ἐν τῇ λοιπῇ Ἰταλίᾳ, πρὸς τὸ ἐπιτηδειό‐

41

.

18

.

3

τατον ἑαυτῷ ὡς ἐκ τῶν παρόντων κατέστησε. καὶ ἐκεῖνα μὲν τῷ
Ἀντωνίῳ ἐπέτρεψεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν, τά τε τοῦ Πομπηίου ἰσχυρῶς αἱρουμένην καὶ ἐς δέος αὐτόν, μὴ καὶ τὰς Γαλατίας προσ‐

41

.

18

.

4

αποστήσῃ, καθιστάντας, ὥρμησε. κἀν τούτῳ ἄλλοι τε βουλευταὶ καὶ ὁ Κικέρων, μηδὲ ἐς ὄψιν τῷ Καίσαρι ἐλθών, πρὸς τὸν Πομ‐ πήιον ὥς γε τά τε δικαιότερα πράττοντα καὶ τῷ πολέμῳ κρατή‐

41

.

18

.

5

σοντα ἀπεχώρησεν. οἵ τε γὰρ ὕπατοι, πρὶν ἐκπλεῖν, καὶ ἐκεῖνος, ἅτε ἀντὶ ὑπάτου ἄρχων, πάντας αὐτοὺς ἐκέλευσαν ἐς Θεσσαλονίκην ἀκολουθῆσαι, ὡς τοῦ μὲν ἄστεως πρὸς πολεμίων τινῶν ἐχομένου, αὐτοὶ δὲ ἥ τε γερουσία ὄντες καὶ τὸ τῆς πολιτείας πρόσχημα, ὅπου

41

.

18

.

6

ποτ’ ἂν ὦσιν, ἕξοντες. καί σφισι διὰ ταῦτα τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων οἱ πλείους, οἱ μὲν εὐθὺς τότε οἱ δὲ καὶ ὕστερον, καὶ αἱ πόλεις πᾶσαι, ὅσαι μὴ ὑπὸ τῶν τοῦ Καίσαρος ὅπλων κατείρ‐ γοντο, προσεχώρησαν.

41

.

19

.

1

οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τῇ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαρι οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ

41

.

19

.

2

καὶ ἀπόκρισιν αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν· τῷ τε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τι μήθ’ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδι‐ κεῖ εἶναι ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλ‐
5θεῖν, καὶ ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξεσθαι ἔλεγον, ἐπὶ

41

.

19

.

3

πολέμῳ δὲ οὐδέτερον. καταστάντες τε ἐς πολιορκίαν αὐτόν τε ἐκεῖ‐ νον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷ τε Βρούτῳ τῷ Δεκίμῳ μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρ‐
5τέρησε (καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ

41

.

19

.

4

κρατήσας ὑπὸ Μασσαλιωτῶν οὐκ ἐδέχετο), ἔπειτ’ ἐπειδὴ ἀντήρ‐ κουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν

41

.

20

.

1

ἠπείχθη. ἐπεπόμφει μὲν γὰρ ἐς αὐτὴν Γάιον Φάβιον, δείσας δὲ μὴ καθ’ ἑαυτὸν ἀγωνισάμενος πταίσῃ, καὶ αὐτὸς ἐστράτευσεν. εἶχον δὲ τότε τὰ πράγματα τὰ περὶ τὸν Ἴβηρα ὅ τε Ἀφράνιος καὶ
ὁ Πετρέιος, καὶ φυλακὴν μὲν καὶ τῆς ὑπερβολῆς τῶν ὀρῶν ἐπε‐
5ποίηντο, τὸ δ’ ὅλον ἐς Ἰλέρδαν τὰς δυνάμεις ἀθροίσαντες ἐνταῦθα

41

.

20

.

2

τοὺς ἐπιόντας ὑπέμενον. καὶ τῷ μὲν Φαβίῳ τήν τε ἐπὶ τοῦ Πυρη‐ ναίου φρουρὰν ποιησαμένῳ καὶ τὸν ποταμὸν τὸν Σίκοριν διαβαί‐ νοντι προσπεσόντες ἐξαίφνης πολλοὺς ἀπέκτειναν ἀποληφθέντας· ἡ γὰρ γέφυρα πρὶν διελθεῖν αὐτοὺς καταρραγεῖσα πλεῖστόν σφισι

41

.

20

.

3

συνήρατο· τῷ δὲ δὴ Καίσαρι ἐπελθόντι τε οὐ πολλῷ ὕστερον καὶ τὸν ποταμὸν καθ’ ἑτέραν γέφυραν διαβάντι, προκαλουμένῳ τε αὐτοὺς ἐς μάχην οὐκ ἐτόλμησαν ἐπὶ πάνυ πολλὰς ἡμέρας συμβα‐

41

.

20

.

4

λεῖν, ἀλλ’ ἀντιστρατοπεδευσάμενοι αὐτῷ ἡσύχαζον. θαρσήσας οὖν ἐκ τούτου καταλαβεῖν τὸ χωρίον τὸ μεταξὺ τοῦ τε ταφρεύ‐ ματός σφων καὶ τῆς πόλεως καρτερὸν ὂν ἐπεχείρησεν, ὡς καὶ τῶν τειχῶν αὐτοὺς ἀποκλείσων. αἰσθόμενοι δὲ τοῦτο οἱ περὶ τὸν

41

.

20

.

5

Ἀφράνιον προκατέσχον αὐτό, καὶ τούς τε προσβάλλοντάς σφισιν ἀπεώσαντο, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τοὺς ἀντεπεξελθόν‐ τας ἐκ τοῦ ἐρύματος ὑπέστησαν, ἐνδόντες τε ἐξεπίτηδες ὑπήγαγόν σφας ἐς χωρία ἑαυτοῖς ἐπιτήδεια, κἀνταῦθα πολλῷ πλείους ἐφό‐
5νευσαν. κἀκ τούτων ἐπιθαρσήσαντες τοῖς τε προνομεύουσιν αὐτῶν

41

.

20

.

6

ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλύπουν· καί ποτε δια‐ βάντων τινῶν ἐς τὰ ἐπέκεινα τοῦ ποταμοῦ, κἀν τούτῳ χειμῶνός τε πολλοῦ γενομένου καὶ τῆς γεφύρας ᾗ ἐκέχρηντο διαφθαρείσης, ἐπιδιέβησαν κατὰ τὴν ἑτέραν γέφυραν τὴν πρὸς τῇ πόλει οὖσαν
5καὶ πάντας αὐτοὺς ἀνάλωσαν, μηδενός σφισιν ἐπαμῦναι δυνηθέντος.

41

.

21

.

1

ὁ οὖν Καῖσαρ, ὡς ταῦτ’ ἐγίγνετο καὶ οὔτε τῶν συμμάχων τις ἐπεκούρει οἱ (ἐκδεχόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι, ὡς ἑκάστους
αἴσθοιντο προσιόντας, ...) τά 〈τ’〉 ἐπιτήδεια, ἅτε ἔν τε ἀλλοτρίᾳ

41

.

21

.

2

ὢν καὶ πταίων, χαλεπῶς ἐπορίζετο, ἐν παντὶ ἐγένετο. πυνθανό‐ μενοι δὲ ταῦθ’ οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐκείνου τε ὡς οὐκέτι πλείω χρόνον περιοίσοντος ἀπέγνωσαν καὶ πρὸς τὸν Πομπήιον ἀπέκλι‐ νον· καί τινες καὶ τότε πρὸς αὐτὸν ἄλλοι τε καὶ βουλευταὶ ἀπῆ‐

41

.

21

.

3

ραν. καὶ εἴγε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷ τε μεγέθει τῶν νεῶν αὐτοῦ καὶ τῇ ῥώμῃ τῶν ἐπιβα‐ τῶν, καίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν κἀκ τούτου παντελῶς ἀπε‐
5κλείσθησαν, οὐδὲν ἂν ἐκώλυσε πάντα τὰ πράγματα αὐτοῦ φθα‐

41

.

21

.

4

ρῆναι. νῦν δὲ ἐπὶ τὸ μεῖζον ἐκ παρασκευῆς τοῖς Ἴβηρσιν ἀγγελ‐ θέντα ταῦτα οὕτως ἠλλοίωσέ τινας αὐτῶν ὥστε καὶ τὰ τοῦ Καίσαρος φρονῆσαι. καὶ αὐτοὺς παραλαβὼν τῆς τε τροφῆς ηὐ‐ πόρησε καὶ γεφύρας κατεσκεύασε, τούς τε ἐναντίους ἐλύπει, καί
5ποτε συχνοὺς αὐτῶν αἰφνίδιον ἐν τῇ χώρᾳ πλανωμένους ἀπολαβὼν ἀπώλεσεν.

41

.

22

.

1

ὁ οὖν Ἀφράνιος ἀθυμήσας ἐπὶ τούτοις, καὶ τὰ 〈ἐν〉 Ἰλέρδᾳ οὔτε ἀσφαλῆ οὔτε ἐπιτήδεια πρὸς χρόνιον διατριβὴν ἰδὼν ὄντα, ἀνα‐ χωρῆσαι πρός τε τὸν Ἴβηρα καὶ πρὸς τὰς ἐκεῖ πόλεις ἔγνω, καὶ

41

.

22

.

2

νυκτός, ὡς λήσων ἢ φθάσων τοὺς ἐναντίους, ἄρας ἐπορεύετο. καὶ οὐκ ἔλαθε μὲν ἀνιστάμενος, οὐ μέντοι καὶ εὐθὺς ἐπεδιώχθη· ὁ γὰρ Καῖσαρ οὐχ ἡγήσατο ἀσφαλὲς εἶναι 〈ἐν〉 σκότῳ πολεμίοις ἐμ‐ πείροις τῆς χώρας μετὰ ἀπείρων ἐπακολουθῆσαι. ὡς μέντοι ἡ
5ἡμέρα διέλαμψεν, ἠπείχθη, καὶ αὐτοὺς ἐν μέσῃ τῇ ὁδῷ καταλαβὼν πανταχόθεν ἐξαπίνης πόρρωθεν περιεστοιχίσατο· τῷ τε γὰρ πλή‐ θει πολὺ περιῆν, καὶ τὸ χωρίον κοῖλον ὂν συμμαχοῦν ἔσχεν.

41

.

22

.

3

ὁμόσε γὰρ οὐκ ἠθέλησέ σφισι χωρῆσαι, τὸ μέν τι φοβηθεὶς μὴ καὶ ἐς ἀπόνοιαν καταστάντες ἐξεργάσωνταί τι δεινόν, τὸ δὲ καὶ ἄλλως ἀκονιτί σφας παραστήσεσθαι ἐλπίσας. ὃ καὶ ἐγένετο· ὡς γὰρ πολλαχῇ πειράσαντες οὐδαμῇ διαπεσεῖν ἠδυνήθησαν, καὶ ἔκ
5τε τούτου καὶ ἐκ τῆς ἀγρυπνίας τῆς τε πορείας ἐκεκμήκεσαν, καὶ προ‐

41

.

22

.

4

σέτι οὔτε τροφὴν εἶχον (αὐθημερὸν γὰρ τὸν σταθμὸν διατελέσειν προσδοκήσαντες οὐδὲν ἐπηνέγκαντο) οὔθ’ ὕδατος εὐπόρουν (τὰ γὰρ χωρία ἐκεῖνα δεινῶς ἐστιν ἄνυδρα), παρέδοσάν σφας, ἐφ’ ᾧ μήτε τι
δεινὸν πάθωσι μήτε ἐπὶ τὸν Πομπήιον ἀναγκασθῶσίν οἱ συστρα‐

41

.

23

.

1

τεῦσαι. καὶ αὐτοῖς ἀκριβῶς ἑκάτερον ὁ Καῖσαρ ἐφύλαξεν· οὔτε γὰρ ἀπέκτεινε τὸ παράπαν τῶν ἐν τούτῳ τῷ πολέμῳ ἁλόντων οὐδένα, καίτοι ἐκείνων ποτὲ ἐν ἀνοχῇ τινι ἀφυλάκτως τινὰς τῶν ἑαυτοῦ ἔχοντας φθειράντων, οὔτε τῷ Πομπηίῳ ἀντιπολεμῆσαι
5ἐξεβιάσατο, ἀλλὰ τοὺς μὲν λογιμωτάτους ἠφίει, τοῖς δ’ ἄλλοις ἐθελονταῖς συμμάχοις διά τε τὰ κέρδη καὶ διὰ τὰς τιμὰς ἐχρῆτο.

41

.

23

.

2

καὶ οὐκ ἐλάχιστά γε ἐκ τούτων οὔτε ἐς τὴν δόξαν οὔτε ἐς τὰ πράγματα ἀπώνητο· τάς τε γὰρ πόλεις τὰς ἐν τῇ Ἰβηρίᾳ πάσας καὶ τοὺς στρατιώτας τοὺς ἐκεῖ πάντας (ἦσαν δὲ ἄλλοι τε ἐν τῇ Βαιτικῇ καὶ μετὰ Μάρκου Τερεντίου Οὐάρρωνος ὑποστρατήγου

41

.

24

.

1

συχνοί) προσεποιήσατο. παραλαμβάνων τε οὖν ἅμα αὐτοὺς καὶ καθιστάμενος διέδραμε μέχρι Γαδείρων. καὶ ἐλύπησε μὲν οὐδένα οὐδὲν πλὴν χρημάτων ἐκλογῆς (ταῦτα γὰρ παμπληθῆ ἐσέπραξεν), ἐτίμησε δὲ καὶ ἰδίᾳ καὶ κοινῇ πολλούς· καὶ τοῖς γε Γαδειρεῦσι
5πολιτείαν ἅπασιν ἔδωκεν, ἣν καὶ ὁ δῆμός σφισιν ὕστερον ἐπεκύ‐

41

.

24

.

2

ρωσε. τοῦτο δὲ ἐποίησεν ἀμειβόμενός σφας τῆς τοῦ ὀνείρου ὄψεως, δι’ ἧς ἐνταῦθα, ὅτε ἐταμίευσε, συγγεγονέναι τῇ μητρὶ ἔδοξε, καὶ ἀπ’ αὐτοῦ καὶ τὴν ἐλπίδα τῆς μοναρχίας, ὥσπερ εἶπον, ἔλαβεν. πράξας δὲ ταῦτα τὸ μὲν ἔθνος ἐκεῖνο τῷ Λογγίνῳ τῷ Κασσίῳ
5προσέταξεν, ἐπειδὴ συνήθης αὐτοῖς ἐκ τῆς ταμιείας ἣν ὑπὸ τῷ

41

.

24

.

3

Πομπηίῳ ἐτεταμιεύκει 〈ἦν〉· αὐτὸς δὲ μέχρι Ταρρακώνης πλοίοις ἐκομίσθη. ἐντεῦθεν δὲ διὰ τοῦ Πυρηναίου προχωρῶν τρόπαιον μὲν οὐδὲν ἐπ’ αὐτοῦ ἔστησεν, ὅτι μηδὲ τὸν Πομπήιον καλῶς ἀκού‐ σαντα ἐπὶ τούτῳ ᾔσθετο, βωμὸν δὲ δὴ 〈ἐκ〉 λίθων ξεστῶν συνῳ‐
5κοδομημένον μέγαν οὐ πόρρω τῶν ἐκείνου τροπαίων ἱδρύσατο.

41

.

25

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, οἱ Μασσαλιῶται νεῶν σφισι παρὰ τοῦ Πομπηίου αὖθις πεμφθεισῶν ἀνεκινδύνευσαν. καὶ ἡττήθησαν μὲν καὶ τότε, διεκαρτέρουν δέ, καίτοι καὶ τὴν Ἰβηρίαν ἤδη τὸν
Καίσαρα ἔχοντα πυνθανόμενοι, καὶ τάς τε προσβολὰς ἰσχυρῶς
5ἀπεκρούοντο, καὶ διοκωχήν τινα ὡς καὶ τῷ Καίσαρι, ἐπειδὰν ἔλθῃ, προσχωρήσοντες ποιησάμενοι τόν τε Δομίτιον ὑπεξέπεμψαν, καὶ τοὺς στρατιώτας ἐπιθεμένους σφίσιν ἐν ταῖς σπονδαῖς νυκτὸς

41

.

25

.

3

οὕτω διέθεσαν ὥστε μηδὲν ἔτι τολμῆσαι. τῷ μέντοι Καίσαρι αὐτῷ ἐλθόντι ὡμολόγησαν· καὶ ὃς ἐκείνων τότε μὲν τά τε ὅπλα καὶ τὰς ναῦς τά τε χρήματα ἀφείλετο, ὕστερον δὲ καὶ τὰ λοιπὰ πάντα πλὴν τοῦ τῆς ἐλευθερίας ὀνόματος. ἀνθ’ ὧν ἡ Φώκαια
5〈ἡ〉 μητρόπολίς σφων ἐλευθέρα ὑπὸ τοῦ Πομπηίου ἀφείθη.

41

.

26

.

1

καὶ στρατιωτῶν τινων ἐν Πλακεντίᾳ στασιασάντων καὶ μηκέτ’ ἀκολουθῆσαί οἱ ἐθελόντων, πρόφασιν μὲν ὡς τεταλαιπωρημένων, τὸ δ’ ἀληθὲς ὅτι μήτε τὴν χώραν διαρπάζειν μήτε τἆλλα ὅσα ἐπεθύμουν ποιεῖν αὐτοῖς ἐπέτρεπε (καὶ γὰρ ἤλπιζον οὐδενὸς ὅτου
5[οὖν] οὐ τεύξεσθαι παρ’ αὐτοῦ ἅτε καὶ ἐν χρείᾳ τοσαύτῃ σφῶν

41

.

26

.

2

ὄντος), οὐχ ὑπεῖξεν, ἀλλὰ συγκαλέσας καὶ ἐκείνους καὶ τοὺς ἄλλους, τῆς τε παρ’ αὐτῶν ἀσφαλείας ἕνεκα, καὶ ἵνα τῶν τε λεγομένων ἀκούσαντες καὶ τοὺς κολαζομένους ἰδόντες μηδὲν ἔξω τῶν καθη‐ κόντων ἐθελήσωσι πρᾶξαι, ἔλεξε τάδε.

41

.

27

.

1

“ἐγώ, ὦ ἄνδρες στρατιῶται, βούλομαι μὲν φιλεῖσθαι ὑφ’ ὑμῶν, οὐ μέντοι καὶ συνεξαμαρτάνειν ἂν ὑμῖν διὰ τοῦθ’ ἑλοίμην· ἀγαπῶ τε γὰρ ὑμᾶς, καὶ ἐθέλοιμ’ ἄν, ὡς πατὴρ παῖδας, καὶ σώ‐

41

.

27

.

2

ζεσθαι καὶ εὐθενεῖν καὶ εὐδοξεῖν. μὴ γάρ τοι νομίσητε φιλοῦντος ἔργον εἶναι τὸ συγχωρεῖν τισιν ἃ μὴ προσήκει πράττειν, ἐξ ὧν καὶ κινδύνους καὶ ἀδοξίας ἀνάγκη πᾶσα αὐτοῖς συμβαίνειν, ἀλλὰ τό τε τὰ ἀμείνω αὐτοὺς διδάσκειν καὶ τὸ τῶν χειρόνων ἀπείργειν

41

.

27

.

3

καὶ νουθετοῦντα καὶ σωφρονίζοντα. γνώσεσθε δὲ ὅτι τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ πα‐
5ραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πο‐ λεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.

41

.

28

.

1

πρὸς οὖν τί ταῦτα λέγω; ὅτι τὰ ἐπιτήδεια ἀφθόνως ἔχοντες (λέξω γὰρ μετὰ παρρησίας, μηδὲν ὑποστειλάμενος· τήν τε γὰρ μισθοφορὰν ἐντελῆ καὶ κατὰ καιρὸν λαμβάνετε, καὶ τῆς τροφῆς ἀεὶ καὶ πανταχοῦ πολλῆς ἐμπίμπλασθε) καὶ μήτε πόνον τινὰ ἄδο‐
5ξον μήτε κίνδυνον ἀνωφελῆ ὑπομένοντες, καὶ προσέτι τῆς μὲν ἀν‐ δραγαθίας πολλὰ καὶ μεγάλα γέρα καρπούμενοι, τῶν δ’ ἁμαρτη‐

41

.

28

.

2

μάτων σμικρὸν 〈ἢ〉 οὐδὲν ἐπιτιμώμενοι, οὐκ ἀξιοῦτε τούτοις ἀρκεῖσθαι. λέγω δὲ ταῦτα οὐ πρὸς πάντας ὑμᾶς (οὐδὲ γὰρ τοιοῦτοί ἐστε) ἀλλὰ πρὸς ἐκείνους μόνους οἵτινες τῇ ἑαυτῶν πλεονεξίᾳ καὶ τοὺς ἄλλους διαβάλλουσιν. ὑμεῖς μὲν γὰρ οἱ πολλοὶ
5καὶ πάνυ ἀκριβῶς καὶ καλῶς τοῖς τε παραγγέλμασι τοῖς ἐμοῖς πείθεσθε καὶ τοῖς ἤθεσι τοῖς πατρίοις ἐμμένετε, καὶ διὰ τοῦτο καὶ χώραν τοσαύτην καὶ πλοῦτον καὶ δόξαν ἐκτήσασθε· ὀλίγοι δὲ δή τινες πολλὴν αἰσχύνην καὶ ἀδοξίαν ἅπασιν ἡμῖν προστρίβονται.

41

.

28

.

3

καίτοι ἔγωγε πρότερον σαφῶς ἐπιστάμενος τοιούτους αὐτοὺς ὄντας (οὐδὲν γάρ μοι τῶν ὑμετέρων ἀμελές ἐστιν) οὐ προσεποιούμην εἰδέναι, νομίζων ἀμείνους σφᾶς ἐκ τοῦ λαθεῖν ἂν δοκεῖν ἁμαρ‐ τόντας τινὰ γενήσεσθαι, τοῦ μὴ πλεονάσαντάς ποτε καὶ ἐφ’ οἷς

41

.

28

.

4

συνεγνώσθησαν κολασθῆναι· ἐπεὶ μέντοι αὐτοί τε ὡς καὶ ἐξόν σφισι πάνθ’ ὅσα βούλονται πράττειν, ὅτι μὴ κατὰ πρώτας εὐθὺς ἐδικαιώθησαν, ὑπερθρασύνονται, καὶ τοὺς ἄλλους τοὺς μηδὲν πλημμελοῦντας προσστασιάζειν ἐπιχειροῦσιν, ἀναγκαῖόν ἐστί μοι

41

.

29

.

1

θεραπείαν τέ τινα καὶ ἐπιστροφὴν αὐτῶν ποιήσασθαι. οὔτε γὰρ ἄλλο τι σύστημα ἀνθρώπων συμμεῖναι καὶ σωθῆναι δύναται, ἂν μὴ τὸ κακουργοῦν σωφρονίζηται· τὸ γάρ τοι νοσῆσαν ἂν μὴ τὴν

41

.

29

.

2

προσήκουσαν ἴασιν λάβῃ, συγκάμνειν καὶ τὸ λοιπὸν πᾶν ὥσπερ ἐν τοῖς σώμασι ποιεῖ· ἐν δὲ δὴ ταῖς στρατιαῖς ἥκιστα, διότι αὐτοί τε ἰσχὺν ἔχοντες τολμηρότεροι γίγνονται, καὶ τοὺς ἀγαθοὺς προσδιαφθείρουσιν, ἀθυμοτέρους ποιοῦντες ὡς οὐδὲν ὄφελος ἐκ
5τοῦ δικαιοπραγεῖν ἕξοντας. παρ’ οἷς γὰρ ἂν τὸ θρασυνόμενον πλεονεκτῇ, παρὰ τούτοις ἀνάγκη τὸ ἐπιεικὲς ἐλαττοῦσθαι· καὶ ἐν οἷς 〈ἂν〉 ἀδικία ἀτιμώρητος ᾖ, καὶ τὸ σωφρονοῦν ἀγέραστον γίγνε‐

41

.

29

.

3

ται. τί μὲν γὰρ ἂν ὑμεῖς ἀγαθὸν ποιεῖν φήσαιτε, εἰ μηδὲν οὗτοι
κακὸν δρῶσιν; πῶς δ’ ἂν εἰκότως τιμᾶσθαι ἐθελήσαιτε, ἂν μὴ τὴν δικαίαν οὗτοι τιμωρίαν ὑπόσχωσιν; ἢ ἀγνοεῖτε τοῦθ’, ὅτι ἂν τὸ μὲν τῶν φόβων τῆς δίκης ἐλευθερωθῇ, τὸ δὲ τῆς ἐλπίδος τῶν
5ἄθλων στερηθῇ, ἀγαθὸν μὲν οὐδὲν κακὰ δὲ μυρία ἀπεργάζεται;

41

.

29

.

4

ὥστ’ εἴπερ ἀρετὴν ὄντως ἀσκεῖτε, μισήσατε μὲν τούτους ὡς πο‐ λεμίους (οὐ γάρ που φύσει τινὶ τὸ φίλιον ἀπὸ τοῦ ἐχθροῦ δια‐ κέκριται, ἀλλὰ τοῖς τε τρόποις καὶ ταῖς πράξεσι διορίζεται, ὧν ἀγαθῶν μὲν ὄντων πᾶν καὶ τὸ ἀλλότριον οἰκειοῦται, πονηρῶν δὲ

41

.

30

.

1

πᾶν καὶ τὸ συγγενὲς ἀλλοτριοῦται), ἀπολογήσασθε δὲ ὑπὲρ ὑμῶν αὐτῶν. ἀνάγκη γὰρ καὶ ἡμᾶς δι’ αὐτοὺς πάντας κακῶς ἀκού‐ ειν, καὶ εἰ μηδὲν ἀδικοῦμεν· πᾶς γάρ τις πυνθανόμενος τό τε πλῆθος ἡμῶν καὶ τὴν ὁρμήν, ἐς πάντας ἡμᾶς καὶ τὰ τοῖς ὀλί‐
5γοις πλημμελούμενα ἀναφέρει, καὶ οὕτω τῶν πλεονεξιῶν οὐ συμ‐

41

.

30

.

2

μετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον φερόμεθα. τίς γὰρ ἂν οὐκ ἀγανακτήσειεν ἀκούων ὄνομα μὲν ἡμᾶς Ῥωμαίων ἔχοντας, ἔργα δὲ Κελτῶν δρῶντας; τίς δ’ οὐκ ἂν ὁρῶν ὀδύραιτο τὴν Ἰτα‐ λίαν ὁμοίως τῇ Βρεττανίᾳ πορθουμένην; πῶς δ’ οὐ δεινὸν τὰ
5μὲν τῶν Γαλατῶν τῶν καταπολεμηθέντων μηκέθ’ ἡμᾶς λυπεῖν, τὰ δὲ ἐντὸς τῶν Ἄλπεων ὥς τινας Ἠπειρώτας ἢ Καρχηδονίους ἢ

41

.

30

.

3

Κίμβρους πορθεῖν; πῶς δ’ οὐκ αἰσχρὸν σεμνύνεσθαι μὲν ἡμᾶς καὶ λέγειν ὅτι ἡμεῖς πρῶτοι Ῥωμαίων καὶ τὸν Ῥῆνον διέβημεν καὶ τὸν ὠκεανὸν ἐπλεύσαμεν, τὴν δὲ οἰκείαν ἀπαθῆ κακῶν ἀπὸ τῶν πολεμίων οὖσαν διαρπάσαι, καὶ ἀντὶ μὲν ἐπαίνου μέμψιν, ἀντὶ
5δὲ τιμῆς ἀτιμίαν, ἀντὶ δὲ κερδῶν ζημίας, ἀντὶ δὲ ἄθλων τιμωρίας

41

.

31

.

1

λαβεῖν; μὴ γάρ τοι νομίσητε μήθ’, ὅτι στρατεύεσθε, κρείττους παρὰ τοῦτο τῶν οἴκοι πολιτῶν εἶναι· Ῥωμαῖοι γάρ ἐστε ἀμφό‐ τεροι, καὶ ὁμοίως ὑμῖν καὶ ἐκεῖνοι καὶ ἐστρατεύσαντο καὶ στρατεύ‐ σονται· μήθ’, ὅτι ὅπλα ἔχετε, ἐξεῖναι ὑμῖν κακουργεῖν· οἵ τε γὰρ
5νόμοι κυριώτεροι ὑμῶν εἰσιν, καὶ πάντως ποτὲ καὶ ταῦτα κατα‐

41

.

31

.

2

θήσεσθε. μὴ μέντοι μηδὲ τῷ πλήθει θαρσεῖτε· πολὺ γὰρ πλείους ὑμῶν οἱ ἀδικούμενοι, ἄν γε καὶ συστραφῶσιν, εἰσί. συστραφή‐ σονται δέ, ἂν τοιαῦτα ποιῆτε. μηδ’ ὅτι τοὺς βαρβάρους ἐνική‐ σατε, καὶ τούτων καταφρονεῖτε ὧν οὐδὲν 〈οὔτε〉 κατὰ γένος οὔτε
5κατὰ παιδείαν, οὐκ ἐκ τῆς τροφῆς, οὐκ ἐκ τῶν ἐπιτηδευμάτων,

41

.

31

.

3

διαφέρετε· ἀλλ’ ὥσπερ που καὶ προσῆκον καὶ συμφέρον ἐστὶν ὑμῖν, μήτε βιάζεσθέ τινα αὐτῶν μήτ’ ἀδικεῖτε, ἀλλὰ τά τε ἐπιτήδεια παρ’ ἑκουσίων σφῶν λαμβάνετε καὶ τὰ γέρα παρ’ ἑκόντων προσ‐

41

.

32

.

1

δέχεσθε. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, τοῖς τε ἄλλοις ὅσα ἄν τις μηκύνων περὶ τῶν τοιούτων διεξέλθοι, καὶ ἐκεῖνο δεῖ ὑμᾶς προσλογίζεσθαι, ὅτι νῦν ἡμεῖς ἐνταῦθ’ ἥκομεν ἵνα τῇ τε πατρίδι ἀδικουμένῃ βοηθήσωμεν καὶ τοὺς κακουργοῦντας αὐτὴν ἀμυνώμεθα,

41

.

32

.

2

ἐπεὶ εἴγε ἐν μηδενὶ δεινῷ ἦν, οὔτ’ ἂν ἐς τὴν Ἰταλίαν μετὰ τῶν ὅπλων ἤλθομεν (οὐ γὰρ ἔξεστιν) οὔτ’ ἂν τά τε τῶν Κελτῶν καὶ τὰ τῶν Βρεττανῶν ἀτέλεστα κατελίπομεν, δυνηθέντες ἂν καὶ ἐκεῖνα

41

.

32

.

3

προσκατεργάσασθαι. οὐκοῦν πῶς μὲν οὐκ ἄτοπον ἐπὶ τῇ τῶν ἀδικούντων τιμωρίᾳ παρόντας ἡμᾶς μηδὲν ἧττον ἐκείνων πλεο‐ νεκτοῦντας φανῆναι; πῶς δ’ οὐ σχέτλιον πρὸς ἐπικουρίαν τῆς πατρίδος ἀφιγμένους συμμάχων αὐτὴν ἑτέρων ἀναγκάσαι καθ’

41

.

32

.

4

ἡμῶν δεηθῆναι; καίτοι ἔγωγε τοσοῦτον περιεῖναι τοῖς δικαιώμασι τοῦ Πομπηίου νομίζω ὥστε καὶ ἐς δίκην πολλάκις αὐτὸν προκα‐ λέσασθαι, καὶ ἐπειδή γε μὴ ἠθέλησεν εἰρηνικῶς ὑπὸ τοῦ συνει‐ δότος διακριθῆναι, πάντα μὲν τὸν δῆμον πάντας δὲ τοὺς συμμά‐

41

.

32

.

5

χους ἐλπίσαι διὰ τοῦτο προσθήσεσθαι. ἀλλὰ νῦν, ἄν γε καὶ τοιαῦτα ποιῶμεν, οὔτ’ αὐτὸς ἐπιτήδειόν τι ἕξω προΐσχεσθαι οὔτε ἐκείνοις ἀνεπιεικὲς ἐγκαλέσαι. δεῖ δὲ δὴ καὶ τοῦ δικαίου πᾶσαν ἡμᾶς πρόνοιαν ποιεῖσθαι· μετὰ μὲν γὰρ τούτου καὶ ἡ παρὰ τῶν
5ὅπλων ἰσχὺς εὔελπίς ἐστιν, ἄνευ δ’ ἐκείνου βέβαιον οὐδέν, κἂν παραυτίκα τις κατορθώσῃ τι, ἔχει.

41

.

33

.

1

καὶ ὅτι ταῦθ’ οὕτω πέφυκε, καὶ ὑμῶν οἱ πλείους ἐπίστανται· πάντα γοῦν τὰ προσήκοντα ἀπαράκλητοι πράττετε. ὅθεν που καὶ ἐγὼ συνεκάλεσα ὑμᾶς, ἵνα καὶ μάρτυρας καὶ ἐπόπτας τῶν τε λεγο‐

41

.

33

.

2

μένων καὶ 〈τῶν〉 πραττομένων ποιήσωμαι. ἀλλ’ ὑμεῖς 〈μὲν〉 οὐ τοιοῦτοί ἐστε, καὶ διὰ ταῦτα καὶ ἐπαινεῖσθε· ὀλίγοι δὲ δή τινες ὁρᾶτε ὅπως, πρὸς τῷ πολλὰ κεκακουργηκέναι καὶ μηδεμίαν αὐτῶν
δίκην δεδωκέναι, καὶ προσεπαπειλοῦσιν ἡμῖν. οὐ μέντοι καὶ ἐγὼ
5οὔτ’ ἄλλως καλὸν εἶναι νομίζω ἄρχοντά τινα τῶν ἀρχομένων ἡττᾶ‐

41

.

33

.

3

σθαι, οὔτ’ ἂν σωτήριόν τι γενέσθαι ποτέ, εἰ τὸ ταχθὲν ὑπηρετεῖν τινι κρατεῖν αὐτοῦ ἐπιχειρήσειεν. σκέψασθε δέ, ποῖος μὲν 〈ἂν〉 κόσμος οἰκίας γένοιτο, ἂν οἱ ἐν τῇ ἡλικίᾳ ὄντες τῶν πρεσβυτέρων καταφρονήσωσι, ποῖος δὲ διδασκαλείων, ἂν οἱ φοιτῶντες τῶν παι‐
5δευτῶν ἀμελήσωσι; τίς ὑγίεια νοσοῦσιν, ἂν μὴ πάντα τοῖς ἰατροῖς οἱ κάμνοντες πειθαρχῶσι, τίς δὲ ἀσφάλεια ναυτιλλομένοις, ἂν οἱ

41

.

33

.

4

ναῦται τῶν κυβερνητῶν ἀνηκουστῶσι; φύσει τε γὰρ ἀναγκαίᾳ τινὶ καὶ σωτηρίᾳ τὸ μὲν ἄρχειν ἐν τοῖς ἀνθρώποις τὸ δὲ ἄρχεσθαι τέτακται, καὶ ἀδύνατόν ἐστιν ἄνευ αὐτῶν καὶ ὁτιοῦν καὶ ἐφ’ ὁπο‐ σονοῦν διαγενέσθαι. προσήκει τε τῷ μὲν ἐπιστατοῦντί τινος ἐκ‐
5φροντίζειν τε τὰ δέοντα καὶ ἐπιτάττειν, τῷ δὲ ὑποτεταγμένῳ πει‐

41

.

33

.

5

θαρχεῖν τε ἀπροφασίστως καὶ ἐκπονεῖν τὸ κελευόμενον· ἐξ οὗ καὶ μάλιστα τό τε ἔμφρον τοῦ ἄφρονος καὶ τὸ ἐπιστῆμον τοῦ ἀνεπιστήμονος ἐν παντὶ προτετίμηται.

41

.

34

.

1

οὕτω δὴ οὖν τούτων ἐχόντων οὐκ ἄν ποτε οὔτε συγχωρήσαιμί τι τούτοις τοῖς θορυβήσασιν ἀναγκασθεὶς οὔτ’ ἂν ἐπιτρέψαιμι

41

.

34

.

2

βιασθείς. ἢ τί μὲν ἀπό τε τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Ἰούλου γέ‐ γονα, τί δὲ ἐστρατήγησα, τί ὑπάτευσα, ἐπὶ τί δὲ ὑμᾶς τοὺς μὲν οἴκοθεν ἐξήγαγον τοὺς δ’ ὕστερον προσκατέλεξα, ἐπὶ τί τοσοῦτον

41

.

34

.

3

ἤδη χρόνον τὴν ἐξουσίαν τὴν ἀνθύπατον ἔχω λαβών, ἄν γε δου‐ λεύσω τινὶ ὑμῶν καὶ νικηθῶ τινος ὑμῶν ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ, πρὸς τὴν Ῥώμην, δι’ οὗ καὶ Γαλάτας ἐχειρώσασθε καὶ Βρεττανῶν

41

.

34

.

4

ἐκρατήσατε; τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀπο‐ κτείνῃ; ἀλλ’ εἰ μὲν πάντες ταῦτ’ ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τό τε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα

41

.

34

.

5

τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι· πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖς τε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ

41

.

35

.

1

δίκαια τὰ τῶν νόμων ἐν ταῖς χερσὶ ποιεῖσθαι. ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐπηπείληκέ τις αὐτῶν (καὶ γὰρ ἂν καὶ παραχρῆμα εὖ οἶδ’ ὅτι πρὸς ὑμῶν τῶν ἄλλων ἀπέσφακτο), τὴν δὲ δὴ στρατείαν ὡς κεκμηκότες ἐξίστανται καὶ τὰ ὅπλα ὡς καὶ πεπονημένοι κατα‐
5τίθενται, καὶ πάντως, ἄν γε μὴ παρ’ ἑκόντος μου τούτου τύχωσι,
καὶ τὴν τάξιν ἐκλείψουσι καὶ πρὸς τὸν Πομπήιον μεταστήσονται·

41

.

35

.

2

ἅπερ που 〈καὶ〉 παραδηλοῦσί τινες. καὶ τίς μὲν οὐκ ἂν ἐθελήσειε τοιούτων ἀνθρώπων στερηθῆναι, τίς δ’ οὐκ ἂν εὔξαιτο τοιούτους ἐκείνῳ στρατιώτας ὑπάρξαι, οἵτινες μήτε τοῖς διδομένοις ἀρκοῦνται μήτε τοῖς προσταττομένοις πείθονται, ἀλλ’ ἐν ἡλικίᾳ γῆρας καὶ
5ἐν ἰσχύι ἀσθένειαν προβαλλόμενοι δεσπόζειν τε τῶν ἀρχόντων καὶ

41

.

35

.

3

τυραννεῖν τῶν ἡγουμένων σφῶν ἀξιοῦσιν; ἐγὼ γὰρ μυριάκις ἂν καὶ πρὸς τὸν Πομπήιον ὁπωσδήποτε καταλλαγῆναι καὶ ἄλλο ὁτιοῦν παθεῖν ἑλοίμην ἤ τι ἀνάξιον τοῦ τε πατρίου φρονήματος καὶ τῆς ἐμαυτοῦ προαιρέσεως πρᾶξαι. 〈ἢ〉 ἀγνοεῖτε ὅτι οὔτε δυναστείας

41

.

35

.

4

οὔτε πλεονεξίας ἐπιθυμῶ, οὐδέ μοι πρόκειται πάντως τι καὶ ἐκ παντὸς τρόπου καταπρᾶξαι, ὥστε τι ἐπὶ τούτῳ καὶ ψεύσασθαι καὶ θωπεῦσαι καὶ κολακεῦσαί τινας; παύσασθε μὲν δὴ διὰ ταῦτα τῆς στρατείας, ὦ τί ἂν ὑμᾶς ὀνομάσαιμι; οὐ μέντοι ὡς καὶ αὐτοὶ καὶ
5βούλεσθε καὶ φατέ, ἀλλ’ ὡς τῷ κοινῷ καὶ ἐμοὶ συμφέρει.”

41

.

35

.

5

ταῦτ’ εἰπὼν ἐκλήρωσεν αὐτοὺς ἐπὶ θανάτῳ, καὶ τοὺς μὲν θρασυτάτους (οὗτοι γὰρ ἐκ παρασκευῆς ἔλαχον) ἐδικαίωσε, τοὺς δ’ ἄλλους ὡς οὐδέν σφων δεόμενος διῆκε. καὶ ἐκεῖνοι μὲν μετα‐

41

.

36

.

1

νοήσαντες ἐφ’ οἷς ἔπραξαν ἀναστρατεύεσθαι ἔμελλον· ἐν ὁδῷ δὲ ἔτ’ ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ ὕστερον γενόμενος, τῷ τε δήμῳ συνεβούλευσε στρατηγῶν δικτάτορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν

41

.

36

.

2

παρὰ τὰ πάτρια. καὶ ὃς ὑπέστη μὲν τὴν ἀρχήν, ἐπειδὴ πρῶτον ἐς τὴν πόλιν ἐσῆλθεν, οὐ μέντοι καὶ φοβερὸν οὐδὲν ἐν αὐτῇ ἔπρα‐ ξεν, ἀλλὰ τοῖς τε ἐκπεπτωκόσι κάθοδον πᾶσι πλὴν τοῦ Μίλωνος ἔδωκε, καὶ τὰς ἐς νέωτα ἀρχὰς ἀπέδειξεν (ἐς γὰρ τὸ παρὸν τότε

41

.

36

.

3

οὐδένα ἀντὶ τῶν ἀπόντων ἀνθείλοντο· καίτοι μηδενὸς ἀγορανόμου ἐπιδημοῦντος οἱ δήμαρχοι πάντα τὰ ἐπιβάλλοντα αὐτοῖς διήγα‐ γον), ἱερέας τε ἀντὶ τῶν ἀπολωλότων ἀντικατέστησεν, οὐ πάντα τὰ κατ’ αὐτοὺς ἐν τῷ τοιούτῳ νενομισμένα τηρήσας, καὶ τοῖς
5Γαλάταις τοῖς ἐντὸς τῶν Ἄλπεων ὑπὲρ τὸν Ἠριδανὸν οἰκοῦσι

41

.

36

.

4

τὴν πολιτείαν, ἅτε καὶ ἄρξας αὐτῶν, ἀπέδωκε. ποιήσας δὲ ταῦτα
καὶ τὸ ὄνομα τῆς δικτατορίας ἀπεῖπε· τὴν γὰρ δὴ δύναμιν τό τε ἔργον αὐτῆς καὶ πάνυ ἀεὶ διὰ χειρὸς ἔσχε. τῇ τε γὰρ παρὰ τῶν ὅπλων ἰσχύι ἐχρῆτο, καὶ προσέτι καὶ ἐξουσίαν ἔννομον δή
5τινα παρὰ τῆς ἐκεῖ βουλῆς προσέλαβε· πάντα γὰρ μετὰ ἀδείας ὅσα ἂν βουληθῇ πράττειν οἱ ἐπετράπη.

41

.

37

.

1

τυχὼν δὲ τούτου μέγα εὐθὺς καὶ ἀναγκαῖον πρᾶγμα διώρθω‐ σεν. ἐπειδὴ γὰρ οἵ τε δεδανεικότες τισὶ πικροτάτας τὰς ἐσπρά‐ ξεις, ἅτε καὶ πολλῶν χρημάτων διά τε τὰς στάσεις καὶ διὰ τοὺς πολέμους προσδεόμενοι, ἐποιοῦντο, καὶ τῶν ὀφειλόντων συχνοὶ

41

.

37

.

2

οὐδὲ ἐθέλοντες ἀποδοῦναί τι ὑπὸ τῶν αὐτῶν ἐδύναντο (οὔτε γὰρ ἀποδόσθαι τι οὔτε ἐπιδανείσασθαι ῥᾴδιον αὐτοῖς ἐγίγνετο), κἀκ τούτου πολλὰ μὲν ἄπιστα πολλὰ δὲ καὶ δολερὰ πρὸς ἀλλήλους ἔπραττον, καὶ δέος ἦν μὴ καὶ ἐς ἀνήκεστόν τι κακὸν προχωρή‐
5σωσιν, ἐμετριάσθη μὲν καὶ πρὸ τούτου πρὸς δημάρχων τινῶν τὰ

41

.

37

.

3

κατὰ τοὺς τόκους, ἐπεὶ δ’ οὐδ’ ὣς ἀπεδίδοντο, ἀλλ’ οἱ μὲν τῶν ἐνεχύρων ἐξίσταντο οἱ δὲ καὶ τὸ ἀρχαῖον ἐν ἀργυρίῳ ἀπῄτουν, ἀμφοτέροις τότε ὁ Καῖσαρ ὡς οἷόν τε ἦν ἐπεκούρησε· τά τε γὰρ ἐνέχυρα πρὸς τὴν ἀξίαν ἐναποτιμηθῆναι ἐκέλευσε, καὶ δικαστὰς

41

.

38

.

1

αὐτῆς τοῖς ἀμφισβητοῦσί τι ἀποκληροῦσθαι προσέταξεν. ἐπειδή τε συχνοὶ πολλά τε χρήματα ἔχειν καὶ πάντα αὐτὰ ἀποκρύπτειν ἐλέγοντο, ἀπηγόρευσε μηδένα πλεῖον πεντακισχιλίων καὶ μυρίων δραχμῶν ἐν ἀργυρίῳ ἢ καὶ χρυσίῳ κεκτῆσθαι, οὐχ ὡς καὶ αὐτὸς

41

.

38

.

2

τὸν νόμον τοῦτον τιθείς, ἀλλ’ ὡς καὶ πρότερόν ποτε ἐσενεχθέντα ἀνανεούμενος, εἴτ’ οὖν ἵνα τοῖς τε δανεισταῖς οἱ ὀφείλοντές τι ἐκτίνωσι καὶ τοῖς δεομένοις οἱ ἄλλοι δανείζωσιν, εἴτε καὶ ὅπως οἵ τε εὐποροῦντες ἔκδηλοι γένωνται καὶ χρήματα μηδεὶς αὐτῶν

41

.

38

.

3

ἀθρόα ἔχῃ, μὴ καὶ ἀπόντος τι νεωτερισθῇ. ἐπαρθέντος δὲ ἐπὶ τούτῳ τοῦ πλήθους, καὶ ἀξιοῦντος καὶ τοῖς οἰκέταις μήνυτρα ἐπ’ αὐτῷ κατὰ τῶν δεσποτῶν προτεθῆναι, οὔτε προσέγραψεν αὐτὸ τῷ νόμῳ, καὶ προσέτι καὶ ἐξώλειαν ἑαυτῷ προσεπηράσατο, ἄν ποτέ
5τι δούλῳ κατὰ τοῦ δεσπότου εἰπόντι πιστεύσῃ.

41

.

39

.

1

Καῖσαρ μὲν δὴ ταῦτά τε πράξας καὶ τὰ ἀναθήματα, τά τε ἄλλα καὶ τὰ ἐκ τοῦ Καπιτωλίου πάντα, ἀνελόμενος ἐς τὸ Βρεντέ‐ σιον ἐπ’ ἐξόδῳ τοῦ ἔτους, καὶ πρὶν ἐς τὴν ὑπατείαν ἐς ἣν ἐκε‐

41

.

39

.

2

χειροτόνητο ἐσελθεῖν, ἐξώρμησε. καὶ αὐτοῦ τὰ τῆς ἐκστρατείας ποιοῦντος ἴκτινος ἐν τῇ ἀγορᾷ κλωνίον δάφνης ἑνὶ τῶν συμπαρ‐ όντων οἱ ἐπέρριψε· καὶ μετὰ τοῦτο τῇ Τύχῃ θύοντος ὁ ταῦρος
ἐκφυγὼν πρὶν τιτρώσκεσθαι, ἔξω τε τῆς πόλεως ἐξεχώρησε καὶ

41

.

39

.

3

πρὸς λίμνην τινὰ ἐλθὼν διενήξατο αὐτήν. κἀκ τούτων ἐπὶ πλέον θαρσήσας ἠπείχθη, καὶ μάλισθ’ ὅτι οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ

41

.

39

.

4

νίκην ἔσεσθαι ἔφασαν. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιείους σφᾶς οἱ δὲ Καισαρείους ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν οἱ τῇ τοῦ
5Καίσαρος προσωνυμίᾳ χρώμενοι.

41

.

40

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰβηρίᾳ ἐγίγνετο, Μᾶρκος μὲν Ὀκτάουιος καὶ Λούκιος Σκριβώνιος Λίβων Πούπλιον Κορνήλιον Δολοβέλλαν, τά τε τοῦ Καίσαρος πράττοντα καὶ ἐν τῇ Δελματίᾳ ὄντα, ἐξήλασαν ἐξ αὐτῆς τῷ τοῦ Πομπηίου ναυτικῷ

41

.

40

.

2

χρώμενοι. καὶ μετὰ τοῦτο Γάιον Ἀντώνιον ἐπαμῦναί οἱ ἐθελή‐ σαντα ἔς τε νησίδιόν τι κατέκλεισαν, κἀνταῦθα πρός τε τῶν ἐπι‐ χωρίων ἐγκαταλειφθέντα καὶ λιμῷ πιεσθέντα πασσυδὶ πλὴν ὀλίγων εἷλον· ἔς τε γὰρ τὴν ἤπειρον ἔφθησάν τινες αὐτῶν διαφυγόντες,
5καὶ ἕτεροι ἐν σχεδίαις διαπλέοντες καὶ ἁλισκόμενοι σφᾶς αὐτοὺς

41

.

41

.

1

ἀπεχρήσαντο. Κουρίων δὲ Σικελίαν 〈μὲν〉 ἀμαχεὶ παρεστήσατο (ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε [μὲν] πρὸς τὸν

41

.

41

.

2

Πομπήιον), ἐς δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς

41

.

41

.

3

καὶ πόλεις καὶ ἡττηθεὶς ὑπ’ αὐτοῦ ἀπέβαλεν· ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομ‐ πηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κου‐ ρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν
5ἀφελέσθαι καὶ τήν [τε] χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν, ἰσχυ‐

41

.

41

.

4

ρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρή‐

41

.

41

.

5

σασθαι ἐπεθύμει), ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ

41

.

42

.

1

σφισι καὶ οὐ διήμαρτεν ὧν ἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔς τε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶν τε νεῶν, ἂν

41

.

42

.

2

βιάζηται, ἐπιβῆναι καὶ τὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν· ἐπεὶ δὲ ὀλίγους τέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφ’ ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων

41

.

42

.

3

καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο. κἀκ τούτου τοῖς λοιποῖς ὑπὸ τὴν ἕω προκεχωρηκόσιν ἐκ τοῦ στρατο‐ πέδου ἐντυχὼν οὐδεμίαν ἀναβολὴν ἐποιήσατο, ἀλλὰ καίτοι τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς πορείας καὶ ὑπὸ τῆς ἀγρυπνίας τεταλαι‐

41

.

42

.

4

πωρημένων ἐς χεῖράς σφισι παραχρῆμα ἦλθε. κἀν τούτῳ ἑστώ‐ των τε αὐτῶν καὶ ἀντιρρόπως ἀγωνιζομένων, ὁ Ἰόβας αἰφνιδίως οἱ ἐπιφανεὶς τῷ τε ἀδοκήτῳ ἅμα αὐτὸν καὶ τῷ πλήθει κατειργάσατο, καὶ ἐκεῖνον μὲν καὶ τῶν ἄλλων τοὺς πλείστους αὐτοῦ ταύτῃ ἀπέκ‐
5τεινεν, τοὺς δὲ λοιποὺς μέχρι τε τῆς ταφρείας ἐπεδίωξε καὶ μετὰ

41

.

42

.

5

τοῦτο ἐς τὰς ναῦς καθεῖρξε, καὶ τῷ ταράχῳ τούτῳ πολλῶν μὲν χρημάτων ἐκράτησε πολλοὺς δὲ ἄνδρας ἔφθειρε. συχνοὶ δὲ δὴ καὶ διαφυγόντες αὐτῶν ἀπώλοντο, οἱ μὲν ἐν τῇ ἐς τὰ πλοῖα ἐσβάσει ὑπὸ τοῦ ὠθισμοῦ σφαλέντες, οἱ δὲ καὶ ἐν αὐτοῖς τοῖς σκάφεσιν

41

.

42

.

6

ὑπὸ τοῦ βάρους αὐτῶν βαπτισθέντες. γιγνομένων δὲ τούτων φοβη‐
θέντες τινὲς μὴ τὰ αὐτὰ αὐτοῖς πάθωσι, προσεχώρησαν μὲν τῷ Οὐάρῳ ὡς καὶ σωθησόμενοι, εὕροντο δ’ οὐδὲν ἐπιεικές· ὁ γὰρ Ἰόβας προϊσχόμενος ὅτι αὐτός σφας ἐνενικήκει, καὶ ἐκείνους πλὴν
5ὀλίγων ἐφόνευσεν. Κουρίων μὲν δὴ πλεῖστά τε τῷ Καίσαρι συναρά‐

41

.

42

.

7

μενος καὶ πάμπολλα [ἐπ’] αὐτὸν ἐπελπίσας οὕτως ἀπώλετο· Ἰόβας δὲ πρὸς μὲν τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν ἐν τῇ Μακεδονίᾳ βουλευτῶν τιμάς τε εὕρετο καὶ βασιλεὺς προσηγορεύθη, πρὸς δὲ δὴ τοῦ Καίσαρος τῶν τε ἐν τῇ πόλει αἰτίαν εἶχε καὶ πολέμιος
5ἀπεδείχθη, ὅ τε Βόκχος καὶ ὁ Βογούας βασιλῆς, ὅτι ἐχθροὶ αὐτῷ ἦσαν, ὠνομάσθησαν.

41

.

43

.

1

τῷ δὲ ἐχομένῳ ἔτει διττοί τε τοῖς Ῥωμαίοις ἄρχοντες παρὰ τὸ καθεστηκὸς ἐγένοντο καὶ μάχη μεγίστη δὴ συνηνέχθη. οἱ μὲν γὰρ ἐν τῷ ἄστει καὶ ὑπάτους τόν τε Καίσαρα καὶ Πούπλιον Σερ‐ ουίλιον καὶ στρατηγοὺς τά τε ἄλλα τὰ ἐκ τῶν νόμων ᾕρηντο, οἱ δὲ

41

.

43

.

2

ἐν τῇ Θεσσαλονίκῃ τοιοῦτο μὲν οὐδὲν προπαρεσκευάσαντο, καίτοι τῆς τε ἄλλης βουλῆς, ἐς διακοσίους ὥς φασί τινες, καὶ τοὺς ὑπά‐ τους ἔχοντες, καί τι καὶ χωρίον ἐς τὰ οἰωνίσματα, τοῦ δὴ καὶ ἐν νόμῳ δή τινι αὐτὰ δοκεῖν γίγνεσθαι, δημοσιώσαντες, ὥστε καὶ τὸν
5δῆμον δι’ αὐτῶν τήν τε πόλιν ἅπασαν ἐνταῦθα εἶναι νομίζεσθαι,

41

.

43

.

3

(αἴτιον δὲ ὅτι τὸν νόμον οἱ ὕπατοι τὸν φρατριατικὸν οὐκ ἐσενηνόχε‐ σαν), τοῖς δὲ δὴ αὐτοῖς ἐκείνοις οἷσπερ καὶ πρόσθεν ἐχρήσαντο, τὰς ἐπωνυμίας σφῶν μόνας μεταβαλόντες καὶ τοὺς μὲν ἀνθυπά‐ τους τοὺς δὲ ἀντιστρατήγους τοὺς δὲ ἀντιταμίας ὀνομάσαντες.

41

.

43

.

4

πάνυ γάρ που τῶν πατρίων αὐτοῖς ἔμελε τά τε ὅπλα ἀνταιρομέ‐ νοις καὶ τὴν πατρίδα ἐκλελοιπόσιν, ὥστε μὴ πάντα τὰ ἀναγκαῖα πρὸς τὴν τῶν παρόντων ἀπαίτησιν καὶ παρὰ τὴν τῶν τεταγμένων

41

.

43

.

5

ἀκρίβειαν ποιεῖν. οὐ μὴν ἀλλὰ τῷ μὲν ὀνόματι οὗτοί σφισιν ἑκα‐
τέροις ἦρχον, ἔργῳ δὲ ὁ Πομπήιος καὶ ὁ Καῖσαρ, τῆς μὲν φήμης ἕνεκα τὰς ἐννόμους ἐπικλήσεις, ὁ μὲν τὴν τοῦ ὑπάτου ὁ δὲ τὴν τοῦ ἀνθυπάτου, ἔχοντες, πράττοντες δὲ οὐχ ὅσα ἐκεῖναι ἐπέτρεπον
5ἀλλ’ ὅσα αὐτοὶ ἤθελον.

41

.

44

.

1

τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμέ‐ νης, Πομπήιος μὲν δὴ ἔν τε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴ τε καὶ πα‐
5ρείη, ἀλλ’ ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸν

41

.

44

.

2

Ἰόνιον διαβαλεῖν), Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόν τε πόρρω [τε] ὄντα καὶ τὴν καταντιπέρας Ἤπειρον ἀμελῶς τηρουμένην, τό τε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ αὐτοῦ ἐπέθετο. μεσοῦντος γοῦν τοῦ χειμῶνος
5μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας

41

.

44

.

3

ἅμα αὐτοὺς περᾶσαι), καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα· ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος
5ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦς ἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς

41

.

44

.

4

λοιποὺς ἔστειλε· καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐ‐ τυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.

41

.

45

.

1

ἐν δ’ οὖν τῇ διατριβῇ ταύτῃ τό τε Ὠρικὸν καὶ τὴν Ἀπολλω‐ νίαν ἄλλα τε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομ‐ πηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη 〈ἡ〉 Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆς θαλάσσης, ποταμῶν τε

41

.

45

.

2

ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ
πρὸς τῷ Ἄνᾳ ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτ’ αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ
5πλησία θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις τῶν ὄμβρων ἐπαύξει

41

.

45

.

3

καὶ ἐς ὕψος ἐξαίρεται. καὶ διὰ τοῦτο αὐτό τε Νυμφαῖον ὀνομά‐ ζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶ βούλει, ῥίπτεις αὐτὸν τὴν

41

.

45

.

4

εὐχὴν φέροντα. κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κἂν ἄρα καὶ ἔξω που προπέσῃ, προσ‐ δραμὸν ἥρπασε καὶ κατανάλωσεν· ἂν δὲ ἀτέλεστον ᾖ, οὔτ’ ἄλλως αὐτῷ προσέρχεται, κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖ

41

.

45

.

5

τε καὶ ἐκφεύγει. καὶ ταῦθ’ οὕτως ἑκάτερα περὶ πάντων ὁμοίως, πλὴν θανάτου τε καὶ γάμου, ποιεῖ· περὶ γὰρ τούτων οὐδὲ ἔξεστί τινι ἀρχὴν αὐτοῦ πυθέσθαι τι.

41

.

46

.

1

τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ τοὺς ὑπομείναντας ἐν τῷ Βρεντεσίῳ κομίσαι ἐπετέ‐ τακτο, καὶ οὐδὲ ἀγγελίας τινὸς περὶ αὐτῶν διά τε τὸν χειμῶνα καὶ διὰ τὸν Βίβουλον φοιτώσης, ὑπώπτευσέ σφας μεσεύειν τε καὶ ἐφε‐
5δρεύειν τοῖς πράγμασιν, οἷά που ἐν ταῖς στάσεσι φιλεῖ γίγνεσθαι.

41

.

46

.

2

καὶ διὰ τοῦτο βουληθεὶς αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦ‐ σαι, ἐπέβη μὲν ἀκατίου τινὸς ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καί‐ σαρος πεπέμφθαι, καὶ τὸν κυβερνήτην αὐτοῦ καίπερ πνεύματος

41

.

46

.

3

ὄντος ἐξεβιάσατο ἀναχθῆναι· ὡς μέντοι ἀπὸ τῆς γῆς ἐγένοντο καὶ ὅ τε ἄνεμος ἰσχυρῶς κατέσπερχε καὶ ὁ κλύδων δεινῶς σφας ἐξε‐ τάραττεν, ὥστε τὸν κυβερνήτην μηδ’ ἀναγκαζόμενον ἔτι τολμῆσαι περαιτέρω πλεῦσαι, ἀλλὰ καὶ ἄκοντος αὐτοῦ ἐπανιέναι ἐπιχειρῆσαι,
5ἐξέφηνεν ἑαυτὸν καθάπερ ἐκ τούτου καὶ τὸν χειμῶνα παύσων, καὶ

41

.

46

.

4

ἔφη “θάρσει· Καίσαρα γὰρ ἄγεις.” τοιοῦτον μὲν δὴ φρόνημα καὶ τοιαύτην ἐλπίδα ἤτοι τὴν ἄλλως ἢ καὶ ἐκ μαντείας τινὸς εἶχεν ὥστε καὶ παρὰ τὰ φαινόμενα πίστιν τῆς σωτηρίας ἐχέγγυον ποιεῖ‐ σθαι· οὐ μέντοι καὶ ἐπεραιώθη, ἀλλ’ [ὡς] ἐπὶ πολὺ μάτην πονή‐
5σας ἀνέπλευσεν.

41

.

47

.

1

καὶ μετὰ τοῦτο τῷ Πομπηίῳ περὶ τὸν Ἄψον ἀντεστρατοπε‐ δεύσατο. ἐκεῖνος γὰρ ἐπειδὴ πρῶτον τῆς ἀφίξεως αὐτοῦ ᾔσθετο, οὐκ ἀνεβάλετο, ἀλλὰ ἐλπίσας ῥᾳδίως αὐτόν, πρὶν καὶ τοὺς ἄλλους τοὺς μετὰ τοῦ Ἀντωνίου ὄντας προσλαβεῖν, κατεργάσεσθαι, σπουδῇ

41

.

47

.

2

πρὸς τὴν Ἀπολλωνίαν δυνάμει τινὶ ἤλασεν. ὁ οὖν Καῖσαρ μέχρι μὲν τοῦ ποταμοῦ ἀπήντησέν οἱ, νομίσας ἀξιόμαχος καὶ ὣς τοῖς τότε προσιοῦσι γενήσεσθαι· ἐπεὶ δὲ ἔμαθεν ὅτι πολὺ τῷ πλήθει ἠλαττοῦτο, ἡσύχασε. καὶ ὅπως γε μήθ’ ὑπὸ δέους τοῦτο ποιεῖν
5μήτε ἐξάρχειν τοῦ πολέμου νομισθείη, λόγους τέ τινας συμβατη‐

41

.

47

.

3

ρίους σφίσι καθίει καὶ κατὰ τοῦτο διῆγε. γνοὺς δὲ ταῦθ’ ὁ Πομ‐ πήιος συμβαλεῖν μὲν αὐτῷ ὡς ὅτι τάχιστα ἠθέλησε, καὶ διὰ τοῦτο καὶ τὸν ποταμὸν ἐπιδιαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώ‐
5λοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτό‐ μενος ἐπταίκει. κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντος φοβη‐

41

.

48

.

1

θεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. ἕως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδ’ ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντεσίου ἐτόλμησεν· τοσαύτη που φυ‐ λακὴ αὐτοῦ ἐγίγνετο· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπω‐ ρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρό‐

41

.

48

.

2

νησεν αὐτοῦ καὶ ἀνηγάγετο ὡς καὶ βιασόμενος τὸν ἔκπλουν. κατα‐ ραχθείς τε ἐς τὴν γῆν ἠμύνατό τε αὐτὸν ἰσχυρῶς προσβαλόντα οἱ, καὶ μετὰ τοῦτο ἐπεκβῆναί ποι βουληθέντα οὐδαμῇ τῆς ταύτῃ ἠπεί‐

41

.

48

.

3

ρου προσορμισθῆναι εἴασεν. ἀπορήσας οὖν ὁ Λίβων καὶ ὅρμου καὶ ὕδατος (τὸ γὰρ νησίδιον τὸ πρὸς τοῦ λιμένος ὄν, ἐς ὅπερ μόνον προσέχειν ἐδύνατο, καὶ ἄνυδρον καὶ ἀλίμενόν ἐστιν) ἀπέπλευσε

41

.

48

.

4

πόρρω ποι, ὅπου ἀμφοτέρων εὐπορήσειν ἔμελλε. καὶ οὕτως ὁ Ἀν‐ τώνιος ἐξαναχθεὶς ὕστερον πρὸς μὲν ἐκείνου, καίπερ μετεώροις σφί‐ σιν ἐπιχειρῆσαι ἐθελήσαντος, οὐδὲν ἔπαθε· χειμὼν γὰρ σφοδρὸς ἐπι‐ γενόμενος ἐκώλυσε τὴν ἐπίθεσιν· πρὸς δὲ δὴ αὐτοῦ τούτου ἀμφό‐
5τεροι ἐκακοπάθησαν.

41

.

49

.

1

διασωθέντων δ’ οὖν τῶν στρατιωτῶν ὅ τε Πομπήιος ἐς τὸ
Δυρράχιον, ὥσπερ εἶπον, ἀνεχώρησε, καὶ ὁ Καῖσαρ ἐπηκολούθησεν αὐτῷ θαρσήσας, ὅτι τῷ πλήθει τῶν τότε συνόντων οἱ περιῆν ἐκ

41

.

49

.

2

τῶν προσγεγενημένων. τὸ δὲ Δυρράχιον ἐν τῇ γῇ τῇ πρότερον μὲν Ἰλλυριῶν τῶν Παρθινῶν, νῦν δὲ καὶ τότε γε ἤδη Μακεδονίας νε‐ νομισμένῃ κεῖται, καὶ ἔστιν ἐπικαιρότατον, εἴτ’ οὖν ἡ Ἐπίδαμνος [καὶ] ἡ τῶν Κερκυραίων εἴτε καὶ ἑτέρα τις οὖσα. καὶ οἱ μὲν τοῦτο
5γράψαντες τήν τε κτίσιν αὐτῆς καὶ τὸ ὄνομα ἐς Δυρράχιον ἥρωα

41

.

49

.

3

ἀναφέρουσιν· οἱ δ’ ἕτεροι Δυρράχιον ἀντονομασθῆναι τὸ χωρίον ὑπὸ τῶν Ῥωμαίων πρὸς τὴν τῆς ῥαχίας δυσχέρειαν ἔφασαν, ὅτι ἡ τῆς Ἐπιδάμνου πρόσρησις ζημιώδη δήλωσιν ἐν τῇ τῶν Λατίνων γλώσσῃ ἔχουσα δυσοιώνιστός σφισιν ἐς τὸ περαιοῦσθαι ἐς αὐτὴν
5ἔδοξεν εἶναι.

41

.

50

.

1

πρὸς οὖν τοῦτο τὸ Δυρράχιον ὁ Πομπήιος καταφυγὼν στρα‐ τόπεδόν τε ἔξω τῆς πόλεως ἐποιήσατο, καὶ τάφρους βαθείας σταυ‐ ρώματά τε ἰσχυρὰ περιεβάλετο. καὶ αὐτῷ ὁ Καῖσαρ ἐπιστρατοπε‐ δεύσας προσέμιξε μὲν ὡς καὶ δι’ ὀλίγου τὸ χαράκωμα τῷ πλήθει
5τῶν στρατιωτῶν αἱρήσων, ἐπεὶ δὲ ἀπεκρούσθη, ἐπεχείρησεν αὐτὸ

41

.

50

.

2

ἀποτειχίσαι. καὶ ἐκεῖνός τε ἅμα τοῦτ’ εἰργάζετο, καὶ ὁ Πομπήιος τὰ μὲν διεσταύρου τὰ δὲ ὑπετείχιζε καὶ διετάφρευε, πύργους τε ἐπὶ τῶν μετεώρων καὶ φυλακὰς ἐπικαθίστη, ὡς τήν τε περίοδον τοῦ περιτειχίσματος ἀπέραντον καὶ τὴν ἔφοδον καὶ κρατοῦσι τοῖς
5ἐναντίοις ἄπορον ποιῆσαι. πολλαὶ μὲν οὖν καὶ ἐν τούτῳ μάχαι

41

.

50

.

3

αὐτῶν, βραχεῖαι δ’ οὖν [αὐτῶν] ἐγίγνοντο· καὶ ἐν ταύταις τοτὲ μὲν οὗτοι τοτὲ δὲ ἐκεῖνοι καὶ ἐνίκων καὶ ἐνικῶντο, ὥστε καὶ θνήσκειν
τινὰς ἀμφοτέρων ὁμοίως. αὐτοῦ δὲ δὴ τοῦ Δυρραχίου ὁ Καῖσαρ μεταξὺ τῶν τε ἑλῶν καὶ τῆς θαλάσσης νυκτός, ὡς καὶ προδοθησο‐
5μένου 〈ὑπὸ〉 τῶν [τε] ἀμυνομένων, πειράσας εἴσω μὲν τῶν στενῶν

41

.

50

.

4

παρῆλθε, προσπεσόντων δέ οἱ ἐνταῦθα πολλῶν μὲν κατὰ πρόσωπον πολλῶν δὲ καὶ κατόπιν, οἳ πλοίοις παρακομισθέντες ἐξαίφνης αὐτῷ ἐπέθεντο, καὶ συχνοὺς ἀπέβαλε καὶ ὀλίγου καὶ αὐτὸς ἐφθάρη. γενομένου δὲ τούτου ὁ Πομπήιος ἐπιθαρσήσας ἐπεβούλευσε νυκτὸς
5τῷ περιτειχίσματι, καὶ ἐκείνου τέ τι ἀπροσδόκητος προσπεσὼν εἷλε, καὶ φόνον τῶν αὐλιζομένων πρὸς αὐτῷ πολὺν εἰργάσατο.

41

.

51

.

1

ὁ οὖν Καῖσαρ, ὡς ταῦτά τε συνεβεβήκει καὶ ὁ σῖτος αὐτὸν ἐπελελοίπει (ἥ τε γὰρ θάλασσα καὶ ἡ γῆ πᾶσα ἡ πλησία ἀλλοτρία αὐτῷ ἦν, καί τινες διὰ ταῦτα καὶ ἀπηυτομολήκεσαν), δείσας μὴ ἤτοι προσεδρεύων καταπολεμηθῇ ἢ καὶ ὑπὸ τῶν ἄλλων ἐγκαταλει‐
5φθῇ, πάντα μὲν τὰ ᾠκοδομημένα κατέστρεψε, πάντα δὲ τὰ παρα‐ βεβλημένα προσδιέφθειρε, καὶ μετὰ τοῦτο ἐξαίφνης ἄρας ἐς Θεσ‐

41

.

51

.

2

σαλίαν ὥρμησεν. ἐν γὰρ τῷ αὐτῷ τούτῳ χρόνῳ 〈ᾧ〉 τὸ Δυρράχιον ἐπολιορκεῖτο, Λούκιός τε Κάσσιος Λογγῖνος καὶ Γναῖος Δομίτιος Καλουῖνος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θεσσαλίαν ὑπ’ αὐτοῦ πεμφθέντες, Λογγῖνος μὲν ἐνταῦθα ὑπό τε τοῦ Σκιπίωνος καὶ ὑπὸ

41

.

51

.

3

Σαδάλου Θρᾳκὸς ἰσχυρῶς ἐσφάλη, Καλουῖνος δὲ τῆς μὲν Μακεδο‐ νίας ὑπὸ τοῦ Φαύστου ἀπεώσθη, Λοκρῶν δὲ δὴ καὶ Αἰτωλῶν προσχωρησάντων οἱ ἔς τε τὴν Θεσσαλίαν μετ’ αὐτῶν ἐσέβαλε, καὶ τὸν Σκιπίωνα μάχαις, τῇ μὲν λοχισθεὶς τῇ δ’ ἀντενεδρεύσας, ἐνέ‐

41

.

51

.

4

δρευσε, καὶ ἀπ’ αὐτοῦ καὶ πόλεις τινὰς προσεποιήσατο. ἐνταῦθ’ οὖν ὁ Καῖσαρ, ὡς καὶ ῥᾷον σὺν ἐκείνοις τῆς τε τροφῆς εὐπορήσων καὶ τὸν πόλεμον διοίσων, ἠπείχθη. καὶ ἐπειδὴ οὐδεὶς αὐτὸν ἅτε κακῶς πεπραγότα ἐδέχετο, τῶν μὲν ἄλλων καὶ ἄκων ἀπείχετο, Γόμ‐
5φοις δὲ δὴ πολίχνῃ τινὶ Θεσσαλικῇ προσπεσὼν καὶ κρατήσας πολ‐

41

.

51

.

5

λούς τε ἔκτεινε καὶ πάντα διήρπασεν, ὅπως καὶ τοὺς ἄλλους ἐκ τούτου καταφοβήσῃ. αὐτίκα γοῦν Μητρόπολις, ἕτερόν τι πόλισμα, οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθεν, ἀλλ’ ἀμαχεὶ ὡμολόγησε· καί σφας κα‐ κὸν οὐδὲν δράσας ῥᾷον καὶ ἄλλους τινὰς ἀφ’ ἑκατέρου προσ‐
5εποιήσατο.

41

.

52

.

1

καὶ ὁ μὲν ἰσχυρὸς αὖθις ἐγίγνετο, Πομπήιος δὲ οὐκ ἐπεδίωξε
μὲν αὐτόν (νυκτός τε γὰρ ἐξαπιναίως ἀπανέστη, καὶ τὸν ποταμὸν τὸν Γενουσὸν σπουδῇ διέβη), οὕτω μέντοι τὴν γνώμην εἶχεν ὡς καὶ διαπεπολεμηκώς. κἀκ τούτου τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα
5ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι ἢ καὶ δάφνην τινὰ ταῖς ῥάβδοις περιῆψεν, δυσχεραίνων ἐπὶ πολίταις τοιοῦτό τι ποιῆσαι.

41

.

52

.

2

ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐδὲ ἐς τὴν Ἰταλίαν οὔτ’ αὐτὸς ἔπλευσεν οὔτ’ ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει ἅτε πεντακο‐ σίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ
5οὔτ’ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ 〈τὰ〉 μάλιστα ἠλλοτρίωτο,

41

.

52

.

3

ἀξιόμαχά γε ἀντιπολεμῆσαι ἦν. πόρρω τε γὰρ τοῦ περὶ αὐτῆς δό‐ ξαι πολεμεῖν ἀφεστηκέναι ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτ’ οὐκ ἐπείρασεν, οὐ μὴν οὐδὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέν‐
5των οὐδέν· ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθ’ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.

41

.

53

.

1

ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἡ μὲν ὄψις τῶν στρατοπέ‐ δων πολέμου τινὰ εἰκόνα ἔφερεν, ἡ δὲ δὴ χρεία τῶν ὅπλων ὡς καὶ ἐν εἰρήνῃ ἡσύχαζε. τό τε γὰρ μέγεθος τοῦ κινδύνου διασκοποῦν‐ τες, καὶ τὸ ἄδηλον τό τε ἀστάθμητον τῶν πραγμάτων προορώμε‐
5νοι, καί τινα καὶ αἰδῶ τοῦ τε ὁμοφύλου καὶ τῆς συγγενείας ἔτι

41

.

53

.

2

ποιούμενοι διέμελλον, κἀν τούτῳ καὶ λόγους περὶ φιλίας σφίσιν ἀντέπεμπον, καί τισι καὶ συναλλαγήσεσθαι διὰ κενῆς ἔδοξαν. αἴτιον δὲ ὅτι τοῦ τε παντὸς κράτους ἀμφότεροι ἐφιέμενοι, καὶ πολλῇ μὲν φιλοτιμίᾳ ἐμφύτῳ πολλῇ δὲ καὶ φιλονεικίᾳ ἐπικτήτῳ χρώμενοι

41

.

53

.

3

(πρός τε γὰρ τῶν ἴσων καὶ πρὸς τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσιν) οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ ἀμφότεροι κρατῆσαι δυνάμενοι, οὔτε πιστεῦσαι, κἂν συμβαθῇ τι, ἐδύναντο μὴ οὐ τοῦ πλείονός τε ἀεί σφας ὀριγνήσεσθαι καὶ ὑπὲρ

41

.

54

.

1

τοῦ παντὸς αὖθις στασιάσειν. γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρ’ ἑκόντων τε τιμᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαί τε ἐσπούδαζε,
5τῷ δὲ οὐδὲν ἔμελεν, εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι,

41

.

54

.

2

τάς τε τιμὰς αὐτὸς ἑαυτῷ διδοίη. τὰ μέντοι ἔργα, δι’ ὧν ἤλπιζον
πάνθ’ ὅσα ἐβούλοντο καταπράξειν, ἀμφότεροι ὁμοίως καὶ ἀνάγκῃ ἐποίουν· ἀδύνατον γὰρ ἦν αὐτῶν κατατυχεῖν τινι μὴ οὐ τοῖς τε οἰκείοις πολεμοῦντι καὶ τοὺς ὀθνείους ἐπὶ τοὺς ὁμοφύλους ἄγοντι,
5καὶ πολλὰ μὲν χρήματα ἀδίκως συλῶντι, πολλοὺς δὲ καὶ τῶν

41

.

54

.

3

φιλτάτων ἀνόμως κτείνοντι. ὥστε εἰ καὶ ταῖς ἐπιθυμίαις διήλ‐ λαττον, ἀλλὰ ταῖς γε πράξεσι, δι’ ὧν ἀποπληρώσειν αὐτὰς ἤλ‐ πιζον, ὡμοιοῦντο. καὶ διὰ τοῦ〈τ’ οὔ〉θ’ ὑφίεντό τινος ἀλλήλοις, καίπερ πολλὰς δικαιώσεις προτεινάμενοι, καὶ ἐς χεῖρας τελευτῶντες
5ἦλθον.

41

.

55

.

1

ἐγένετο δὲ ὁ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοί τε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε ἀνθρώπων ἠξιοῦντο εἶναι· οἷα γὰρ ἐκ παίδων τε ἐν αὐτοῖς ἠσκημένοι καὶ διὰ παντὸς
5αὐτοῖς ὡμιληκότες, ἔργα τε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιοστρατηγητότατοι καὶ

41

.

55

.

2

ἀξιονικότατοι ἦσαν· καὶ δυνάμεις Καῖσαρ μὲν τοῦ τε πολιτικοῦ τὸ πλεῖστον καὶ καθαρώτατον, καὶ ἐκ τῆς ἄλλης Ἰταλίας τῆς τε Ἰβη‐ ρίας καὶ τῆς Γαλατίας πάσης τῶν τε νήσων ὧν ἐκράτει τοὺς μα‐ χιμωτάτους εἶχε, Πομπήιος δὲ συχνοὺς μὲν καὶ ἐκ τῆς βουλῆς τῆς
5τε ἱππάδος κἀκ τῶν καταλόγων ἐπῆκτο, παμπληθεῖς δὲ παρά τε τῶν λοιπῶν ὑπηκόων καὶ παρὰ τῶν ἐνσπόνδων καὶ δήμων καὶ βασι‐

41

.

55

.

3

λέων ἠθροίκει. ἄνευ γὰρ δὴ τοῦ τε Φαρνάκου καὶ τοῦ Ὀρώδου (καὶ γὰρ τοῦτον, καίτοι πολέμιον ἀφ’ οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησε) πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφ’ ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας οἱ

41

.

55

.

4

μὲν ἔπεμψαν οἱ δὲ ἤγαγον. ὁ δὲ δὴ Πάρθος ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπή‐ μυνε. προύχοντος δ’ οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντό σφισιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ· καὶ οὕτως ἀπ’ ἀντιπάλου πλεο‐
5νεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.

41

.

56

.

1

ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς αἰτίας τῆς τε ὑποθέσεως τοῦ πολέμου ἀξιολογώτατος ἀγὼν συνηνέχθη. ἥ τε γὰρ πόλις ἡ τῶν Ῥωμαίων καὶ ἡ ἀρχὴ αὐτῆς ἅπασα, καὶ πολλὴ καὶ μεγάλη ἤδη οὖσα, ἆθλόν σφισι προύκειτο· εὔδηλον γάρ που πᾶσιν ἦν ὅτι

41

.

56

.

2

τῷ τότε κρατήσαντι δουλωθήσεται. τοῦτό τε οὖν ἐκλογιζόμενοι, καὶ προσέτι καὶ τῶν προτέρων ἔργων, Πομπήιος μὲν τῆς τε Ἀφρι‐
κῆς καὶ τοῦ Σερτωρίου τοῦ τε Μιθριδάτου καὶ τοῦ Τιγράνου καὶ τῆς θαλάσσης, Καῖσαρ δὲ τῆς τε Γαλατίας καὶ τῆς Ἰβηρίας τοῦ

41

.

56

.

3

τε Ῥήνου καὶ τῆς Βρεττανίας, ἀναμιμνησκόμενοι, καὶ κινδυνεύειν τε καὶ περὶ ἐκείνοις ἡγούμενοι καὶ προσκτήσασθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι, ὤργων. τά τε γὰρ ἄλλα τῶν ἡττημέ‐ νων τοῖς κρατοῦσι προσγίγνεται καὶ ἡ εὔκλεια ὅτι μάλιστα· ὅσῳ
5γὰρ ἂν μείζω καὶ δυνατώτερόν τις ἀνταγωνιστὴν καθέλῃ, τόσῳ καὶ

41

.

57

.

1

αὐτὸς ἐπὶ μεῖζον αἴρεται. καὶ διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δ’ οὖν ἀλλήλοις παρῄνεσαν, εἰπόντες πάνθ’ ὅσα ἐν τῷ τοιούτῳ πρός τε τὸ αὐτίκα τοῦ κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκ τε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι

41

.

57

.

2

καὶ ὑπὲρ τῶν αὐτῶν λόγους ποιούμενοι, καὶ ἀλλήλους τε τυράννους καὶ αὑτοὺς ἐλευθερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδέν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλ’ ὅτι τοῖς μὲν ἀποθανεῖν τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτους τοῖς δὲ ἐν δεσπότου μοίρᾳ πάντα τε ἔχειν ἢ πάντων

41

.

57

.

3

στερηθῆναι καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσό‐ νων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον
5ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους, τοὺς

41

.

57

.

4

ὁμοσπόνδους. καὶ τί ἄν τις τὰ τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντα τε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κῆδός τέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατὴρ ὁ δὲ ὡς
5πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχοντο; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν μίξασα συνέδησε, τότε ταῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ δι’ ἐκείνους καὶ ἡ Ῥώμη περί τε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκά‐ ζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.

41

.

58

.

1

τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν· οὐ μέντοι καὶ εὐθὺς συν‐ έμιξαν, ἀλλ’ οἷα ἔκ τε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἑστίας ὁρμώμενοι, καὶ τά τε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲ καὶ φονεῦσαί τι‐

41

.

58

.

2

νας ἑκάτεροι. σιγή τε οὖν ἀμφοτέρων καὶ κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει οὔθ’ ὅλως ἐκινεῖτο, ἀλλ’
ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροί πως
5γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖς τε σαλπι‐

41

.

58

.

3

κταῖς σημῆναι καὶ ἐκείνοις συμβοῆσαι τὸ πολεμικόν. καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἐκ τε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τό τε ὁμόφυλόν σφων ἐξέφηναν καὶ
5τὸ ὁμογενὲς ἐξήλεγξαν, κἀκ τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπε‐ σον. ὀψὲ δ’ οὖν ποτε τῶν συμμαχικῶν προκαταρξάντων καὶ ἐκεῖ‐

41

.

59

.

1

νοι συνέμιξαν, ἔκφρονες ἐπ’ αὐτοῖς γενόμενοι. καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐδὲ γὰρ εἰ‐

41

.

59

.

2

δότες οὓς ἔβαλλον, ἐτόξευον ἠκόντιζον ἐσφενδόνων· οἱ δὲ δὴ ὁπλῖ‐ ται οἵ τε ἱππῆς χαλεπώτατα ἀπήλλασσον, ἅτε γὰρ ἐγγὺς ἀλλήλων ὄντες καί τι καὶ λαλεῖν σφίσι δυνάμενοι ἐγνώριζόν τε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν

41

.

59

.

3

πατρίδων ἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε Ῥωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ

41

.

59

.

4

καὶ οἴκαδε δι’ αὐτῶν τῶν σφαγέων ἐνετέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ τῆς σφετέρας ἐλευθερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ἅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι,
5ὁμοδούλους σφᾶς ἔχειν.

41

.

60

.

1

μεγίστη τε οὖν ἡ μάχη καὶ πολυτροπωτάτη διά τε ταῦτα καὶ διὰ τὸ πλῆθος τό τε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται πάμπολλοι δὲ καὶ ἱππῆς, τοξόται τε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τό τε πεδίον πᾶν κατέλαβον, καὶ σκεδα‐
5σθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέ‐

41

.

60

.

2

ροις ἀναμὶξ ἐμάχοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσ‐ βολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτ’ αὖθις καὶ μάλ’ αὖθις ἐπετίθεντό σφισι, τοτὲ μὲν ἐνταῦθα τοτὲ

41

.

60

.

3

δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσ‐ βάλλουσιν ἐγίγνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ
5πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπ’ αὐτὸ τοῦτο συνετετάχατο.

41

.

60

.

4

καὶ ταῦτα οὐ καθ’ ἕν, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίγνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινὰς τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίας πολ‐

41

.

60

.

5

λὰς δὲ καὶ ἱππομαχίας ὁρᾶσθαι. κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε. καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκ‐ κλίνας τινὰ ἀντεπετίθετο αὐτῷ· πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώ‐ σκετο, καὶ πεπτωκὼς ἄλλος τὸν ἑστηκότα ἀπεκτίννυε. καὶ πολλοὶ

41

.

60

.

6

μὲν καὶ ἄτρωτοι ἔθνησκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτες ἐφόνευον. καὶ οἱ μὲν ἔχαιρον καὶ ἐπαιώνιζον, οἱ δὲ ἐλυποῦντο καὶ ὠλοφύροντο, ὥστε βοῆς καὶ στεναγμῶν πάντα πληρωθῆναι, καὶ τοῖς μὲν πλείοσι καὶ ἐκ τούτου ταραχὴν ἐγγενέσθαι (τὰ γὰρ λεγόμενα ἄσημά σφισι
5διά τε τὸ ἀλλοεθνὲς καὶ διὰ τὸ ἀλλόθροον ὄντα δεινῶς αὐτοὺς ἐξέπλησσε), τοῖς δὲ δὴ συνιεῖσιν ἀλλήλων πολλαπλάσιον τὸ κακὸν συμβῆναι· πρὸς γὰρ τοῖς ἰδίοις σφῶν παθήμασι καὶ τὰ τῶν πέλας καὶ ἑώρων ἅμα καὶ ἤκουον.

41

.

61

.

1

τέλος δέ, ἰσορρόπως αὐτῶν ἐπὶ μακρότατον ἀγωνισαμένων, καὶ πολλῶν ἀμφοτέρωθεν ὁμοίως καὶ πεσόντων καὶ τρωθέντων, ὁ Πομ‐ πήιος ἅτε καὶ Ἀσιανὸν καὶ ἀγύμναστον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων

41

.

61

.

2

ἡττήθη, ὥσπερ που καὶ πρὸ τοῦ ἔργου οἱ ἐδεδήλωτο· κεραυνοί τε γὰρ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσέπεσον, καὶ πῦρ ἀέριον ὑπὲρ τῆς τοῦ Καίσαρος ταφρείας φανὲν ἐς τὴν ἐκείνου κατέσκηψε, τά τε σημεῖα αὐτοῦ τὰ στρατιωτικὰ μέλισσαι περιέσχον, καὶ πολλὰ τῶν

41

.

61

.

3

ἱερείων αὐτοῖς ἤδη τοῖς βωμοῖς προσαγόμενα ἐξέδρα. καὶ οὕτω γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὁ ἀγὼν ἐκεῖνος ἔτεινεν ὥστε
πολλαχόθι ἐν αὐτῇ τῇ τῆς μάχης ἡμέρᾳ καὶ στρατοπέδων συνόδους καὶ ὅπλων κτύπους συμβῆναι, ἕν τε Περγάμῳ τυμπάνων τέ τινα
5καὶ κυμβάλων ψόφον ἐκ τοῦ Διονυσίου ἀρθέντα διὰ πάσης τῆς πόλεως χωρῆσαι, καὶ ἐν Τράλλεσι φοίνικά τε ἐν τῷ τῆς Νίκης ναῷ ἀναφῦναι καὶ τὴν θεὸν αὐτὴν πρὸς εἰκόνα τοῦ Καίσαρος ἐν πλα‐ γίῳ που κειμένην μεταστραφῆναι, τοῖς τε Σύροις δύο τινὰς νεανί‐ σκους τὸ τέλος τῆς μάχης ἀγγείλαντας ἀφανεῖς γενέσθαι, καὶ ἐν
10Παταουίῳ τῆς νῦν Ἰταλίας τότε δὲ ἔτι Γαλατίας ὄρνιθάς τινας οὐχ

41

.

61

.

5

ὅτι διαγγεῖλαι αὐτὴν ἀλλὰ καὶ δεῖξαι τρόπον τινά· Γάιος γάρ τις Κορνήλιος πάντα τὰ γενόμενα ἀκριβῶς τε ἐξ αὐτῶν ἐτεκμήρατο καὶ τοῖς παροῦσιν ἐξηγήσατο. ταῦτα μὲν ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ὡς ἕκαστα συνηνέχθη, καὶ παραχρῆμα μὲν ἠπιστεῖτο, ὥσπερ εἰκὸς
5ἦν, ἀγγελθέντων δὲ τῶν πραχθέντων ἐθαυμάζετο.

41

.

62

.

1

τῶν δὲ δὴ Πομπηιείων τῶν μὴ ἐν χερσὶ φθαρέντων οἱ μὲν ἔφυγον ὅπῃ ποτὲ ἠδυνήθησαν, οἱ δὲ καὶ μετὰ τοῦτο ......· καὶ αὐτῶν ὁ Καῖσαρ τοὺς μὲν ἐν τῷ τεταγμένῳ στρατευομένους ἐς τὰ

41

.

62

.

2

ἑαυτοῦ στρατόπεδα ἐσέγραψε, μηδέν σφισι μνησικακήσας, τῶν δὲ δὴ βουλευτῶν τῶν τε ἱππέων ὅσους μὲν καὶ πρότερόν ποτε ᾑρηκὼς ἠλεήκει ἀπέκτεινε, πλὴν εἴ τινας οἱ φίλοι αὐτοῦ ἐξῃτήσαντο (τού‐

41

.

62

.

3

τοις γὰρ ἕνα ἑκάστῳ τότε σῶσαι συνεχώρησε), τοὺς δὲ λοιποὺς τοὺς τότε πρῶτον ἀντιπολεμήσαντας αὐτῷ ἀφῆκεν, εἰπὼν ὅτι οὐδέν με ἠδικήκασιν οἳ τὰ τοῦ Πομπηίου φίλου σφίσιν ὄντος ἐσπούδασαν, μη‐

41

.

62

.

4

δεμίαν εὐεργεσίαν παρ’ ἐμοῦ ἔχοντες. τὸ δ’ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς δυνάστας τούς τε δήμους τοὺς συναραμένους οἱ ἐποίησε· πᾶσι γὰρ αὐτοῖς συνέγνω, ἐννοῶν ὅτι αὐτὸς μὲν ἤ τινα ἢ οὐδένα αὐτῶν ἠπί‐

41

.

62

.

5

στατο, παρ’ ἐκείνου δὲ δὴ πολλὰ καὶ ἀγαθὰ προεπεπόνθεσαν. καὶ πολύ γε τούτους μᾶλλον ἐπῄνει τῶν εὐεργεσίαν μέν τινα παρὰ τοῦ Πομπηίου προλαβόντων, ἐν δὲ δὴ τοῖς κινδύνοις αὐτὸν ἐγκαταλι‐

41

.

62

.

6

πόντων· τοὺς μὲν γὰρ καὶ ἑαυτῷ δι’ εὐνοίας ἔσεσθαι ἤλπιζε, τοὺς
δέ, εἰ καὶ τὰ μάλιστα ἔδοξάν τί οἱ καὶ χαρίσασθαι, ἀλλὰ προδότας γε τοῦ νῦν φίλου γενομένους οὐδὲ ἑαυτοῦ ποτὲ φείσεσθαι ἐνόμιζε.

41

.

63

.

1

τεκμήριον δὲ ὅτι Σαδάλου μὲν τοῦ Θρᾳκὸς καὶ Δηιοτάρου τοῦ Γα‐ λάτου, καίτοι καὶ ἐν τῇ μάχῃ γενομένων, Ταρκονδιμότου τε ἐν μέρει μέν τινι τῆς Κιλικίας δυναστεύοντος, πλεῖστον δὲ αὐτῷ πρὸς τὰ ναυ‐

41

.

63

.

2

τικὰ βοηθήσαντος, ἐφείσατο. τί γὰρ δεῖ τοὺς ἄλλους τοὺς τὰς συμ‐ μαχίας πέμψαντας καταλέγειν, οἷς καὶ αὐτοῖς συγγνώμην ἔνειμε, χρή‐ ματα μόνον παρ’ αὐτῶν λαβών; ἄλλο γὰρ οὐδὲν οὔτε ἔδρασέ σφας οὔτ’ ἀφείλετο, καίπερ πολλῶν πολλὰ καὶ μεγάλα, τὰ μὲν πάλαι τὰ

41

.

63

.

3

δὲ καὶ τότε, παρὰ τοῦ Πομπηίου εἰληφότων. μέρος μὲν γάρ τι τῆς Ἀρμενίας τῆς τοῦ Δηιοτάρου γενομένης Ἀριοβαρζάνει τῷ τῆς Καπ‐ παδοκίας βασιλεῖ ἔδωκεν, οὐ μέντοι καὶ τὸν Δηιόταρον ἐν τούτῳ τι ἔβλαψεν, ἀλλὰ καὶ προσευηργέτησεν· οὐ γὰρ ἐκείνου τὴν χώραν ἀπε‐
5τέμετο, ἀλλ’ ὑπὸ τοῦ Φαρνάκου πᾶσαν τὴν Ἀρμενίαν καταληφθεῖσαν καταλαβὼν τὸ μέν τι αὐτῆς τῷ Ἀριοβαρζάνει τὸ δὲ δὴ τῷ Δηιο‐

41

.

63

.

4

τάρῳ ἐχαρίσατο. καὶ τούτοις μὲν οὕτως ἐχρήσατο· τῷ δὲ δὴ Φαρ‐ νάκῃ προβαλλομένῳ ὅτι μὴ προσαμύναι τῷ Πομπηίῳ, κἀκ τούτου συγγνώμης ἐφ’ οἷς ἐπεποιήκει τυχεῖν ἀξιοῦντι, οὔτε ἔνειμεν ἐπιεικὲς οὐδέν, καὶ προσέτι καὶ αὐτὸ τοῦτ’ ἐπεκάλεσεν, ὅτι καὶ πονηρὸς καὶ

41

.

63

.

5

ἀνόσιος περὶ τὸν εὐεργέτην ἐγένετο. τοσαύτῃ μὲν καὶ φιλανθρωπίᾳ καὶ ἀρετῇ πρὸς ἅπαντας τοὺς ἀντιπολεμήσαντας αὐτῷ ἐπίπαν ἐχρῆτο· ἀμέλει καὶ τὰ γράμματα 〈τὰ〉 ἀπόθετα τὰ ἐν τοῖς τοῦ Πομπηίου κι‐ βωτίοις εὑρεθέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν
5πρὸς ἑαυτὸν δύσνοιαν ἤλεγχεν, οὔτ’ ἀνέγνω οὔτ’ ἐξεγράψατο ἀλλ’

41

.

63

.

6

εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπ’ αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι, ὥστε τινὰ καὶ διὰ ταῦτα τοὺς ἐπιβουλεύσαντας αὐτῷ μισῆσαι. τοῦτο δὲ οὐκ ἄλλως εἶπον, ἄλλ’ ὅτι καὶ ὁ Καιπίων ὁ Βροῦτος ὁ Μᾶρκος, ὁ μετὰ τοῦτο αὐτὸν ἀποκτείνας, καὶ ἑάλω ὑπ’ αὐτοῦ
5καὶ ἐσώθη.

42

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Πομπήιος ἡττηθεὶς ἐν Θεσσαλίᾳ ἔφυγεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν. β. Ὡς Καῖσαρ Πομπήιον ἐπιδιώκων εἰς Αἴγυπτον ἦλθεν. γ. Ὡς ἠγγέλθη τὰ κατὰ Καίσαρα καὶ Πομπήιον εἰς Ῥώμην καὶ 〈ἃ〉 ἐψηφίσαντο
5τῷ Καίσαρι. δ. Ὡς ἐστασίασαν οἱ ἐν Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀποδημίαν. ε. Ὡς Καῖσαρ Αἰγυπτίοις πολεμήσας κατεστρέψαντο αὐτοὺς καὶ τῇ Κλεοπάτρᾳ ἐχαρίσατο. ζ. Ὡς Καῖσαρ Φαρνάκην ἐνίκησεν.
10η. Ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐν αὐτῇ κατεστήσατο. θ. Ὡς Καῖσαρ ἐς Ἀφρικὴν ἐστράτευσεν. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. Ἰουλίου Καίσαρος τὸ βʹ καὶ Πουπλίου Σερουιλίου Ἰσαυρικοῦ ὑπατείας καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμού‐ μενοι οἵδε ἐγένοντο
15Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ βʹ Μ. Ἀντώνιος Μ. υἱ. ἵππαρχος ὑπάτω δὲ Κ. Φούριος Κ. υἱ. Καλῆνος ὑπ. Π. Οὐατίνιος Π. υἱ.

42

.

1

.

1

Ἡ μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπ’ αὐτῆς ὁ Πομ‐ πήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτ’ οὔτε τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν πλή‐ θους οὔθ’ ὅτι πολλάκις ἡ τύχη δι’ ἐλαχίστου τοὺς πταίσαντας ἀνα‐
5λαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα

42

.

1

.

2

ἐσφάλη ἀεί ποτε σχών. αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος
ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλ’ ἐπ’ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρ‐ σοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ
5ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτ’ οὔθ’ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.

42

.

1

.

3

οὔκουν οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδ’ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατός τε γὰρ καθ’ ἑκά‐ στην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἐν
5τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχεν), ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ τῶν συνόντων ἐκ‐

42

.

1

.

4

βιασθείς, συνέβαλε. καὶ διὰ ταῦτ’, ἐπειδὴ τάχιστα ἐνικήθη, δει‐ νῶς ἐξεπλάγη καὶ οὔτε τι βούλευμα καίριον οὔτ’ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ
5ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστ’ αὐτὸν κάκιστόν τε καὶ

42

.

1

.

5

ἀσθενέστατον τῶν πρακτέων κριτὴν γενέσθαι· οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δ’ ὑστερήσωσιν, ἡτ‐ τῶνται.

42

.

2

.

1

διὰ μὲν δὴ ταῦτα καὶ ὁ Πομπήιος, ὡς οὐδὲν αὐτῶν προενόησε, καὶ γυμνὸς καὶ ἄφρακτος εὑρέθη, τάχ’ ἂν μὴ χαλεπῶς, εἴπερ τι προεώρατο, πάντα διὰ ταχέων ἀνακτησάμενος. τῶν τε γὰρ μεμα‐ χημένων συχνοὶ περιεγεγόνεσαν, καὶ ἑτέρας δυνάμεις οὐ σμικρὰς εἶχε·
5τό τε μέγιστον καὶ χρήματα πολλὰ ἐκέκτητο καὶ τῆς θαλάσσης ἁπάσης ἐκράτει, αἵ τε πόλεις καὶ αἱ αὐτοῦ καὶ αἱ ἐν τῇ Ἀσίᾳ καὶ

42

.

2

.

2

δυστυχήσαντα αὐτὸν ἠγάπων. νῦν δ’ ἐπειδήπερ ἐφ’ ᾧ μάλιστα ἐθάρσει κακῶς ἀπήλλαξεν, οὐδὲ ἐκείνων οὐδενὶ ὑπὸ τῆς αὐτίκα τοῦ φόβου προσβολῆς ἐχρήσατο, ἀλλὰ τό τε ἔρυμα εὐθὺς ἐξέλιπε

42

.

2

.

3

καὶ πρὸς Λάρισσαν μετ’ ὀλίγων ἔφυγε. καὶ ἐς μὲν τὴν πόλιν οὐκ ἐσῆλθε καίτοι τῶν Λαρισσαίων ἐσκαλούντων, φοβηθεὶς μή τινα
αἰτίαν ἐκ τούτου ὄφλωσιν· ἀλλ’ ἐκείνους μὲν τῷ κρατοῦντι προσ‐ χωρῆσαι ἐκέλευσεν, αὐτὸς δὲ τά τε ἐπιτήδεια λαβὼν καὶ ἐπὶ τὴν
5θάλασσαν καταβὰς ἐς Λέσβον ὁλκάδι πρός τε τὴν γυναῖκα τὴν Κορ‐

42

.

2

.

4

νηλίαν καὶ πρὸς τὸν υἱὸν τὸν Σέξτον ἔπλευσε. καὶ αὐτοὺς παραλαβὼν καὶ μηδὲ ἐς τὴν Μυτιλήνην ἐσελθὼν ἐς Αἴγυπτον ἀπῆρε, συμμαχίαν παρὰ τοῦ Πτολεμαίου τοῦ βασιλεύοντος αὐτῆς σχήσειν ἐλπίσας· τοῦ τε γὰρ Πτολεμαίου τοῦ διὰ τοῦ Γαβινίου τὴν βασιλείαν παρ’
5αὐτοῦ ἀπολαβόντος υἱὸς ἦν, καὶ διὰ τοῦτο καὶ τὸ ναυτικὸν ἐς ἐπι‐

42

.

2

.

5

κουρίαν οἱ ἐπεπόμφει. ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυ‐ γεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοί τε γὰρ τούς τε Ῥωμαίους πάντας, ἀφ’ οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν
5ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας

42

.

2

.

6

ἐλθόντα δῆσαι καίπερ βουλευτὴν ὄντα· καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης

42

.

3

.

1

ὑπέμεινε δυστυχήσας γενέσθαι. ἀλλ’ ἐς τὴν Αἴγυπτον δι’ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεο‐

42

.

3

.

2

πάτρᾳ 〈τῇ〉 ἀδελφῇ πολεμῶν ἐστρατοπέδευτο. τάς τε ναῦς ἀνο‐ κωχεύσας ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμι‐ μνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι·

42

.

3

.

3

ἐκβῆναι γὰρ πρὶν ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦν) ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συν‐ εστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ
5καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν ἐς φυλακὴν

42

.

3

.

4

αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνο‐
σίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα
5ἐβούλοντο, παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπή‐

42

.

4

.

1

κοον ἐσεγράφησαν. ἐν δ’ οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς ὁ στρατίαρχος, ἄλλοι τε μετ’ αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξε‐ σθαι τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη· καὶ τούς τε ἐλθόντας παρ’ αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαν‐
5τες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ,

42

.

4

.

2

καὶ τά τε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ 〈ναῦν〉 δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ

42

.

4

.

3

ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸν ἰδεῖν. καὶ ὁ μὲν οὕτω, καίτοι πάν‐ των οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς ........ τοσοῦτον μόνον εἰπών, “ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
5κείνου ’στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·”

42

.

4

.

4

οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπ’ αὐτοῦ ἐκείνου ἢ καὶ ὑπὸ τῶν Ῥω‐ μαίων τῶν συνόντων αὐτῷ ἢ καὶ ὑπὸ τῶν Αἰγυπτίων (καὶ γὰρ εὔνοιαν 〈αὐτοῦ〉 μεγάλην εἶχον), ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦ‐

42

.

4

.

5

σαι, μηδὲν μήτ’ εἰπόντα μήτ’ ὀδυράμενον. ὡς γὰρ τάχιστα τῆς τε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτ’ ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.

42

.

5

.

1

τοιοῦτον μὲν τὸ τέλος τῷ Πομπηίῳ ἐκείνῳ τῷ μεγάλῳ ἐγένετο, ὥστε καὶ διὰ τούτου τήν τε ἀσθένειαν καὶ τὴν ἀτοπίαν τοῦ ἀν‐

42

.

5

.

2

θρωπείου γένους ἐλεγχθῆναι. προμηθείας τε γὰρ οὐδὲν ἐλλείπων,
ἀλλὰ πρὸς τὸ κακουργῆσαί τι δυνάμενον ἀσφαλέστατος ἀεί ποτε γενόμενος ἠπατήθη, καὶ νίκας μὲν πολέμων πολλὰς ἐν τῇ Ἀφρικῇ πολλὰς δὲ καὶ ἐν 〈τῇ〉 Ἀσίᾳ τῇ τε Εὐρώπῃ παραδόξους καὶ κατὰ γῆν
5καὶ κατὰ θάλασσαν ἐκ μειρακίου ἀνελόμενος ἡττήθη παραλόγως

42

.

5

.

3

ὀκτώ τε καὶ πεντηκοντούτης ὤν, τήν τε θάλασσαν τὴν τῶν Ῥωμαί‐ ων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρός τε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔς τε ἐκεί‐

42

.

5

.

4

νην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε, διεφθάρη· ὃν γάρ τοι καὶ τότε ἔτι στρατιῶται Ῥωμαῖοι διὰ τὴν τοῦ Πομπηίου χάριν ὑπὸ τοῦ Γαβινίου, διὰ τὸ τῶν Αἰγυπτίων ἐς τὸν πατέρα αὐτοῦ μῖσος, καταλειφθέντες ἐφρούρουν, οὗτος αὐτὸν δι’ αὐτῶν ἐκείνων ἑκατέ‐

42

.

5

.

5

ρων ἀπεκτονέναι ἔδοξε. Πομπήιος μὲν δὴ κράτιστος πρότερον Ῥω‐ μαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνονα αὐτὸν ἐπικαλεῖσθαι, τότε καθάπερ τις καὶ αὐτῶν τῶν Αἰγυπτίων ἔσχατος, πρός τε τῷ Κα‐ σίῳ ὄρει καὶ ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ
5τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν, ἐσφάγη, ὥστε μηδὲν μηδὲ ἐν

42

.

5

.

6

τούτῳ ὁμολογηθῆναι· ἔν τε γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ λαμπρότατα πρὶν πράξας τότε τὰ ἀλγεινότατα ἔπαθε, καὶ ἐς πάντας τοὺς πολί‐ τας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων πρὸς μὲν ἀνδρὸς Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπί‐

42

.

5

.

7

κλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη. τῶν δὲ δὴ συμ‐ πλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοι τε καὶ ὁ παῖς ἥ τε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν
5πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη· τούτοις γὰρ δὴ τοῖς ὀνό‐ μασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφό‐ τεροι εἶχον.

42

.

6

.

1

Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκή‐
σατο, τὴν μὲν Ἑλλάδα τά τε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσ‐ ποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν
5ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶς ὅπῃ πεπλευκὼς ἦν ἠπίστατο,

42

.

6

.

2

ἐνδιέτριψεν. οὕτω δ’ οὖν ἐν τύχῃ πάντα αὐτῷ προεχώρει ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ τοῦ Πομπηίου ναυτικῷ μετὰ τοῦ Κασσίου τοῦ Λουκίου πλέοντι, οὐ μόνον δὲ οὐδὲν δεινὸν ὑπ’ αὐτῶν ἔπαθεν, ἀλλὰ καὶ προσκατα‐

42

.

6

.

3

πλήξας σφᾶς προσεποιήσατο. κἀκ τούτου καὶ τὰ ἄλλα τὰ ἐκείνῃ, μηδενὸς ἔτ’ ἀνταίροντος, παρελάμβανε καὶ διῴκει, χρημάτων μὲν ἐκλογήν, ὥσπερ εἶπον, ποιούμενος, ἄλλο δὲ μηδὲν μηδένα λυπῶν, ἀλλὰ καὶ εὐεργετῶν πάντας ὅσα ἐνεδέχετο. τοὺς γοῦν τελώνας πι‐
5κρότατά σφισι χρωμένους ἀπαλλάξας, ἐς φόρου συντέλειαν τὸ συμ‐ βαῖνον ἐκ τῶν τελῶν κατεστήσατο.

42

.

7

.

1

κἀν τούτῳ πυθόμενος τὸν Πομπήιον πρὸς τὴν Αἴγυπτον πλέοντα, καὶ δείσας μὴ προκατασχὼν αὐτὴν αὖθις ἰσχύσῃ, ἀφωρ‐

42

.

7

.

2

μήθη κατὰ τάχος. καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα κατέλαβε, τῇ δ’ Ἀλεξανδρείᾳ αὐτῇ μετ’ ὀλίγων πολὺ πρὸ τῶν ἄλλων, πρὶν τὸν Πτολεμαῖον ἐκ τοῦ Πηλουσίου ἐλθεῖν, προσπλεύσας, καὶ τοὺς Ἀλε‐ ξανδρέας θορυβουμένους ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ εὑρών, οὐκ
5ἐθάρσησεν εὐθὺς ἐς τὴν γῆν ἐκβῆναι, ἀλλ’ ἀνορμισάμενος ἀνεῖχε μέχρις οὗ τήν τε κεφαλὴν καὶ τὸν δακτύλιον αὐτοῦ πεμφθέντα οἱ

42

.

7

.

3

ὑπὸ τοῦ Πτολεμαίου εἶδεν. οὕτω δὴ ἐς μὲν τὴν ἤπειρον θαρσούν‐ τως προσέσχεν, ἀγανακτήσεως δὲ ἐπὶ τοῖς ῥαβδούχοις αὐτοῦ παρὰ τοῦ πλήθους γενομένης αὐτὸς μὲν ἀγαπητῶς ἐς τὰ βασί‐ λεια προκατέφυγε, τῶν δὲ δὴ στρατιωτῶν τινες τὰ ὅπλα ἀφῃρέ‐
5θησαν, καὶ διὰ τοῦθ’ οἱ λοιποὶ ἀνωρμίσαντο αὖθις, ἕως πᾶσαι

42

.

8

.

1

αἱ νῆες ἐπικατήχθησαν. ὁ δ’ οὖν Καῖσαρ τὴν τοῦ Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρατο, πολίτην τε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθ’ ὅσα ποτὲ ἀλλήλοις ἀνθυ‐ πουργήκεσαν ἀναριθμούμενος. τοῖς τε ἀποκτείνασιν αὐτὸν οὐχ
5ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ
ἐκείνην κοσμῆσαί τε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶν ἐκέλευσε.

42

.

8

.

2

καὶ ἐπὶ μὲν τούτῳ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπ’ ἀρχῆς ἐφιέ‐ μενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τά τε ἄλλα ἐπ’ αὐτῷ πάντα πράξας καὶ τὸν πόλεμον

42

.

8

.

3

τόνδε οὐκ ἐπ’ ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρω‐ τεύσῃ, τότε τε ἐς τὴν Αἴγυπτον οὐ δι’ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.

42

.

9

.

1

καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλεί‐ πεσθαι νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων· πό‐

42

.

9

.

2

λεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν. ἥ τε γὰρ Αἴ‐ γυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶ‐ τον τόν τε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς [τε] πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖν τε γὰρ αὐτοὺς ἐν τῇ
5στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώ‐

42

.

9

.

3

σειν ἤλπισεν), εἴχετο δὲ καὶ τότε τῶν προκειμένων, ὅτι τε ἅπαξ ἐκεκίνητο καὶ ὅτι πόρρω τὸν Καίσαρα ὄντα ἐπύθετο, καὶ πολλά γε χωρία προκατέλαβε. κἀν τούτῳ καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων, οἵ τε ἄλλοι οἱ τὴν αὐτήν σφισι γνώμην ἔχοντες, καὶ ἐμφύλιον καὶ
5ὀθνεῖον ἐν τῇ Ἀφρικῇ πόλεμον ἤγειραν.

42

.

10

.

1

ἔσχε γὰρ οὕτως. ὁ Κάτων ἐν τῷ Δυρραχίῳ πρὸς τοῦ Πομ‐ πηίου τά τε ἐκ τῆς Ἰταλίας ἐπιτηρεῖν, ἄν τις διαβαίνῃ, καὶ τοὺς Παρθινοὺς κατείργειν, ἄν τι παρακινῶσι, καταλειφθεὶς τὸ μὲν

42

.

10

.

2

πρῶτον ἐκείνοις ἐπολέμει, ἡττηθέντος δὲ τοῦ Πομπηίου τὴν μὲν Ἤπειρον ἐξέλιπεν, ἐς δὲ Κέρκυραν μετὰ τῶν ὁμογνωμονούντων οἱ κομισθεὶς ἐνταῦθα τούς τε ἐκ τῆς μάχης διαφυγόντας καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτὰ φρονοῦντας ἐδέχετο. Κικέρων μὲν γὰρ καὶ

42

.

10

.

3

ἄλλοι τινὲς τῶν βουλευτῶν ἐς τὴν Ῥώμην παραχρῆμα ἀπῆραν· οἱ δὲ δὴ πλείους μετά τε τοῦ Λαβιήνου καὶ μετὰ τοῦ Ἀφρανίου, ἅτε μηδεμίαν ἐν τῷ Καίσαρι ἐλπίδα, ὁ μὲν ὅτι ηὐτομολήκει, ὁ δὲ ὅτι σωθεὶς ὑπ’ αὐτοῦ αὖθίς οἱ ἐπεπολεμήκει, ἐχόντων, πρός τε τὸν

42

.

11

.

1

Κάτωνα ἦλθον καὶ ἐκεῖνον προστησάμενοι ἐπολέμουν. καὶ μετὰ τοῦτο καὶ ὁ Ὀκτάουιός σφισι προσεγένετο. ὡς γὰρ τότε τὸν Ἰόνιον ἐσέπλευσε καὶ τὸν Ἀντώνιον τὸν Γάιον συνέλαβεν, ἄλλων μέν τι‐ νων χωρίων ἐκράτησε, τὴν δὲ δὴ Σάλωνα, καίπερ ἐπὶ πλεῖστον αὐ‐

42

.

11

.

2

τὴν πολιορκήσας, οὐχ εἷλε. τά τε γὰρ ἄλλα ἰσχυρῶς αὐτὸν ἀπε‐ κρούοντο, βοηθοῦντά σφισι τὸν Γαβίνιον ἔχοντες, καὶ τέλος μετὰ τῶν γυναικῶν ἐπεκδραμόντες μέγα ἔργον εἰργάσαντο· ἐκεῖναί τε γὰρ τάς τε κόμας καθεῖσαι καὶ στολὰς μελαίνας ἐνδυσάμεναι λαμ‐
5πάδας τε λαβοῦσαι, καὶ τὸ σύμπαν πρὸς τὸ φοβερώτατον σχημα‐

42

.

11

.

3

τισάμεναι, τῷ τε στρατοπέδῳ τῷ πολιορκοῦντί σφας νυκτὸς μέσης προσέμιξαν, καὶ τοὺς προφύλακας ὡς καὶ δαίμονές τινες ἐκπλήξα‐ σαι τὸ πῦρ ἐς τὸ χαράκωμα ἁπανταχόθεν ἅμα ἐνέβαλον, καὶ αὐ‐ τοὶ ἐπισπόμενοί σφισι πολλοὺς μὲν ταραττομένους πολλοὺς δὲ καὶ
5καθεύδοντας ἐφόνευσαν, καὶ ἐκεῖνό τε εὐθὺς κατέσχον, καὶ τὸ ναύ‐

42

.

11

.

4

σταθμον ἐν ᾧ ὁ Ὀκτάουιος ηὐλίζετο αὐτοβοεὶ εἷλον. οὐ μέντοι καὶ ἐν ῥᾳστώνῃ τινὶ ἐγένοντο· διαφυγὼν γάρ πως αὐτοὺς δύναμίν τε αὖθις ἤθροισε, καὶ μάχῃ νικήσας προσήδρευε σφίσι. κἀν τούτῳ τοῦ Γαβινίου νόσῳ τελευτήσαντος τῆς τε θαλάσσης τῆς ἐκεῖ πάσης

42

.

11

.

5

ἐκράτησε, καὶ ἐς τὴν γῆν ἐκβαίνων πολλὰ αὐτῆς ἐκακούργει, μέχρις οὗ ἥ τε πρὸς [τῷ] Φαρσάλῳ μάχη ἐγένετο, καὶ οἱ στρατιῶται αὐτοῦ ἐπιπλευσάντων τινῶν ἐκ τοῦ Βρεντεσίου σφίσι μετέστησαν, μηδὲ ἐς χεῖρας αὐτοῖς ἐλθόντες. τότε γὰρ ἐρημωθεὶς τῶν συμμάχων
5ἐς τὴν Κέρκυραν ἀπεχώρησε.

42

.

12

.

1

καὶ ὁ Πομπήιος δὲ ὁ Γναῖος πρότερον μὲν τῷ τῶν Αἰγυπτίων ναυτικῷ περιπλέων τήν τε Ἤπειρον καλουμένην κατέτρεχε καὶ
Ὠρικὸν ὀλίγου εἷλε, Μάρκου Ἀκιλίου αὐτὸ κατέχοντος, καὶ τόν τε ἔσπλουν τὸν ἐς τὸν λιμένα πλοίοις λίθων γέμουσι χώσαντος, καὶ
5περὶ τὸ στόμα αὐτοῦ πύργους ἑκατέρωθεν ἐπί τε τῆς ἠπείρου καὶ

42

.

12

.

2

ἐφ’ ὁλκάδων ἐγείραντος. τούς τε γὰρ λίθους τοὺς ἐν τοῖς σκάφε‐ σιν ἐγκειμένους κολυμβηταῖς ὑφύδροις διασκεδάσας, καὶ αὐτὰ ἐκεῖνα κουφισθέντα ἑλκύσας, τόν τε ἔσπλουν ἠλευθέρωσε, καὶ μετὰ τοῦτο ὁπλίτας ἐφ’ ἑκάτερα τῆς χηλῆς ἐκβιβάσας ἐπεσέπλευσε, καὶ τά τε

42

.

12

.

3

πλοῖα πάντα καὶ τῆς πόλεως τὸ πολὺ κατέκαυσεν. εἷλε δ’ ἂν καὶ τὴν λοιπήν, εἰ μὴ τρωθεὶς δέος τοῖς Αἰγυπτίοις μὴ καὶ ἀποθάνῃ παρέσχε. θεραπευθεὶς δ’ οὖν Ὠρικῷ μὲν οὐκέτι προσέβαλε, τὰ δ’ ἄλλα περιφοιτῶν ἐπόρθει, καί ποτε καὶ αὐτοῦ τοῦ Βρεντεσίου μά‐

42

.

12

.

4

την, ὥσπερ που καὶ ἄλλοι τινές, ἐπείρασε. τέως μὲν δὴ ταῦτ’ ἐποίει· ἐπεὶ δὲ ὅ τε πατὴρ αὐτοῦ ἡττήθη καὶ οἱ Αἰγύπτιοι πυθό‐ μενοι τοῦτο οἴκαδε ἀπέπλευσαν, οὕτω δὴ πρὸς τὸν Κάτωνα ἀφί‐

42

.

13

.

1

κετο. καὶ αὐτὸν Κάσσιος ὁ Γάιος ἐμιμήσατο, πλεῖστα μὲν καὶ τῆς Σικελίας καὶ τῆς Ἰταλίας λυπήσας, πολλαῖς δὲ μάχαις ἔν τε τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ συχνοὺς νικήσας.

42

.

13

.

2

προύχοντα μὲν δὴ τὸν Κάτωνα ἀρετῇ σφῶν ἰδόντες πολλοὶ πρὸς αὐτὸν συγκατέφυγον, καὶ αὐτοῖς ἐκεῖνος συναγωνισταῖς καὶ συμβούλοις πρὸς πάντα χρώμενος ἐς Πελοπόννησον, ὡς καὶ κατα‐ ληψόμενος αὐτήν, ἔπλευσεν· οὐ γάρ πω τὸν Πομπήιον τεθνεῶτα

42

.

13

.

3

ἠκηκόει. καὶ Πάτρας μὲν κατέσχον, κἀνταῦθα ἄλλους τε πολλοὺς καὶ τὸν Πετρέιον Πομπήιον τὸν Φαῦστον προσέλαβον· Κυίντου δὲ δὴ Φουφίου Καλήνου μετὰ τοῦτο ἐπιστρατεύσαντός σφισιν ἐξανή‐ χθησαν, καὶ ἐς Κυρήνην ἐλθόντες καὶ ἐκεῖ τὸν τοῦ Πομπηίου θά‐

42

.

13

.

4

νατον μαθόντες οὐκέτι συνεφρόνησαν, ἀλλ’ ὁ μὲν Κάτων δι’ ἀχθη‐ δόνα τῆς τοῦ Καίσαρος δυναστείας, καὶ ἄλλοι τινὲς δι’ ἀπόγνωσιν τῆς παρ’ αὐτοῦ συγγνώμης, ἔς τε τὴν Ἀφρικὴν μετὰ τοῦ στρατοῦ ἔπλευσαν καὶ τὸν Σκιπίωνα προσλαβόντες πάντα ἐπὶ τῷ Καίσαρι

42

.

13

.

5

ἔπραττον, οἱ δὲ δὴ πλείους ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἄλλοι ἀποχωρήσαντες ἀπήλλαξαν ὥς που καὶ συνέτυχε σφίσιν, οἱ δὲ καὶ πρὸς τὸν Καίσαρα παραχρῆμα ἐλθόντες, ἄλλοι τε καὶ Γάιος Κάσ‐ σιος, ἀδείας ἔτυχον.

42

.

14

.

1

ὁ δὲ δὴ Καλῆνος ἐπέμφθη τε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης
ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλα τε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦ Πομπηίου ἥττης λαβεῖν·

42

.

14

.

2

τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μη‐ δὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διά τε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήν τε

42

.

14

.

3

ἀρετὴν αὐτῶν ἐφείσατο. Ἀθῆναι μὲν οὖν καὶ τὰ ἄλλα τὰ πλείω τῆς Ἑλλάδος εὐθὺς τότε ὡμολόγησαν αὐτῷ, Μεγαρεῖς δὲ καὶ ὣς ἀντέσχον· πολλῷ τε ὕστερον χρόνῳ τὰ μὲν βίᾳ τὰ δὲ καὶ προδο‐ σίᾳ ἥλωσαν. ὅθενπερ φόνος τε αὐτῶν πολὺς ἐγένετο καὶ οἱ λοι‐

42

.

14

.

4

ποὶ ἐπράθησαν. ὁ μέντοι Καλῆνος τοῦτο μέν, ἵνα δὴ καὶ κατ’ ἀξίαν αὐτοὺς τετιμωρῆσθαι δόξῃ, ἐποίησε· φοβηθεὶς δὲ μὴ καὶ παντελῶς ἡ πόλις ἀπόληται, πρῶτα μὲν τοῖς ἐπιτηδείοις σφᾶς, ἔπειτα δὲ καὶ ἐλαχίστου ἀπέδοτο, ἵν’ ἐλευθερωθῶσι.

42

.

14

.

5

καὶ ὁ μὲν ταῦτα πράξας ἐπί τε τὰς Πάτρας ἐπεστράτευσε, καὶ ἀμαχεὶ αὐτάς, τόν τε Κάτωνα καὶ τοὺς μετ’ αὐτοῦ προεκφοβήσας,

42

.

15

.

1

κατέσχεν· ἐν ᾧ δὲ ταῦτα [τε] ὡς ἕκαστα ἐπράττετο, καὶ ἡ Ἰβηρία καί‐ περ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ ὁ Λογγῖνος ὁ Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστη‐

42

.

15

.

2

σαν ὡς καὶ ἀποκτενοῦντες αὐτόν· ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες, ἐπανέστησαν

42

.

15

.

3

αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι. οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τό τε ἀστάθμη‐ τον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφ’ ἑκάτερα προσ‐ δεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπρατ‐
5τεν, ὥστε, ἄν τε ὁ Καῖσαρ ἄν τε καὶ ὁ Πομπήιος κρατήσῃ, ἀμφοτέ‐

42

.

15

.

4

ροις σφίσι συνηγωνίσθαι δόξαι. Πομπηίῳ μὲν γάρ, ὅτι τούς τε μεταστάντας πρὸς αὐτὸν ἐδέξατο καὶ τῷ Λογγίνῳ τὰ τοῦ Καίσα‐ ρος πράττειν λέγοντι ἀντεπολέμησεν, ἐχαρίσατο, Καίσαρι δὲ ὅτι
καὶ τοὺς στρατιώτας, ὡς καὶ τοῦ Λογγίνου νεωτερίζοντός τι, πα‐
5ραλαβὼν τούτους τε αὐτῷ ἐτήρησε καὶ ἐκεῖνον οὐκ εἴασε πολεμω‐

42

.

15

.

5

θῆναι. καὶ τό γε ὄνομα τὸ τοῦ Πομπηίου τῶν στρατιωτῶν ταῖς ἀσπίσιν ἐπιγραψάντων ἀπήλειψεν, ὅπως καὶ ἐκ τοῦ τοιούτου τῷ μὲν τὰ ἔργα τῶν ὅπλων τῷ δὲ τὴν δόκησιν προβάλλων, καὶ τῶν μὲν ὑπὲρ τοῦ κρατήσαντος γεγονότων προσποιούμενος, τὰ δὲ ἐναν‐
5τία ἔς τε τὴν ἀνάγκην καὶ ἐς ἄλλους τινὰς ἀναφέρων, ἀσφαλὴς εἴη·

42

.

16

.

1

καὶ διὰ τοῦτο, καίτοι παρασχὸν αὐτῷ παντελῶς τοῦ Λογγίνου τῷ πλήθει κρατῆσαι, οὐκ ἠθέλησεν, ἀλλ’ ἔς τε ἔνδειξιν καὶ ἐς παρα‐ σκευὴν ὧν ἐβούλετο προάγων τὰ πράγματα, ἐπ’ ἄλλοις τισὶ τὰ ἀμφίλογα αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἐν οἷς ἠλαττώθη καὶ ἐν οἷς
5ἐπλεονέκτησέ τι, ὑπὲρ τοῦ αὐτοῦ ὁμοίως τὰ μὲν ὡς αὐτὸς καὶ ἐποίησε, καὶ οὐκ ἐποίησε, τὰ δὲ ὡς ἕτεροι, προτείνασθαι δυνηθῆναι.

42

.

16

.

2

καὶ ὁ μὲν οὕτω διαγαγὼν μέχρις οὗ καὶ ὁ Καῖσαρ ἐνίκησε, παρα‐ χρῆμα μὲν ἐς ὀργὴν αὐτῷ ἦλθε καὶ ὑπερωρίσθη, ἔπειτα δὲ κατ‐ ῆλθε καὶ ἐτιμήθη· Λογγῖνος δέ, καταβοησάντων αὐτοῦ διὰ πρε‐ σβείας τῶν Ἰβήρων, τῆς τε ἀρχῆς ἐξέπεσε, καὶ οἴκαδε ἀνακομιζό‐
5μενος ἐφθάρη πρὸς ταῖς τοῦ Ἴβηρος ἐκβολαῖς.

42

.

17

.

1

ταῦτα μὲν ἔξω ἐγίγνετο· οἱ δὲ ἐν τῇ Ῥώμῃ, τέως μὲν ἔν τε ἀμφιλόγῳ καὶ ἐν μετεώρῳ τά τε τοῦ Καίσαρος καὶ τὰ τοῦ Πομ‐ πηίου πράγματα ἦν, ἐκ μὲν τοῦ προφανοῦς πάντες τὰ τοῦ Καίσα‐ ρος ὑπό τε τῆς δυνάμεως αὐτοῦ τῆς συνούσης σφίσι καὶ ὑπὸ τοῦ

42

.

17

.

2

Σερουιλίου τοῦ συνάρχοντος ἐσπούδαζον, καὶ εἴτε που κρατήσας ἠγγέλθη, ἔχαιρον, εἴτε καὶ πταίσας, ἐλυποῦντο, οἱ μὲν ἀληθῶς οἱ δὲ πλαστῶς ἑκάτερον· καὶ γὰρ κατάσκοποί σφων καὶ κατήκοοι, πάνθ’ ὅσα ἐπ’ αὐτοῖς καὶ ἐλέγετο καὶ ἐγίγνετο παρατηροῦντες, πολλοὶ πε‐

42

.

17

.

3

ριενόστουν· ἰδίᾳ δὲ τὰ ἐναντιώτατα τῶν φανερῶν οἱ τῷ τε Καί‐ σαρι ἀχθόμενοι καὶ τὰ τοῦ Πομπηίου προαιρούμενοι καὶ ἔλεγον καὶ ἐποίουν, κἀκ τούτου τά τε ἀγγελλόμενα κατὰ τὸ πρόσφορόν σφισιν ἀμφότεροι λαμβάνοντες τοῖς μὲν δεδιότως τοῖς δὲ θαρσούν‐

42

.

17

.

4

τως ἐχρῶντο, καὶ οἷα πολλῶν καὶ ποικίλων ἔν τε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ πολλάκις λογοποιουμένων χαλεπώτατα διετί‐ θεντο· καὶ γὰρ ἥδοντο καὶ ἐλυποῦντο καὶ ἐθάρσουν καὶ ἐφοβοῦντο

42

.

18

.

1

διὰ βραχυτάτου. ἀγγελθείσης δὲ τῆς Φαρσαλικῆς μάχης ἐπὶ πολὺ μὲν ἠπίστουν· οὔτε γὰρ ὁ Καῖσαρ τῷ κοινῷ τι ἐπέστειλεν, ὀκνήσας δημοσίᾳ χαίρων ἐπὶ τοιαύτῃ νίκῃ φανῆναι (διόπερ οὐδὲ
ἐπινίκια αὐτῆς ἔπεμψε), καὶ ὁ παράλογος πρός τε τὴν παρασκευὴν

42

.

18

.

2

αὐτῶν καὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο. ὡς δ’ οὖν ἐπί‐ στευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦ τε Πομπηίου καὶ τοῦ Σύλ‐ λου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν· συχνοὶ μὲν γὰρ οὐδὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ
5δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷ τε

42

.

18

.

3

Καίσαρι καὶ ἐκεῖνο ἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον ἐπ’ αὐτῷ γενήσεσθαί σφισι προσεδόκων. ἐπεὶ μέν‐ τοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν (ἐνεγέγλυπτο δὲ ἐν

42

.

19

.

1

αὐτῷ τρόπαια τρία, ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλου), ὡς δ’ οὖν ἐτε‐ θνήκει, φανερῶς τε ἤδη τὸν μὲν ἐπῄνουν τὸν δὲ ἐλοιδόρουν, καὶ πᾶν ὅ τι ποτὲ ἐξευρεῖν ἐδύναντο ἐσηγοῦντο δοθῆναι τῷ Καίσαρι. καὶ ἔν τε τούτῳ πολλὴ 〈ἦν〉 παρὰ πάντων ὡς εἰπεῖν τῶν πρώτων
5ἅμιλλα, ὑπερβάλλειν σφῶν ἀλλήλους τῇ κολακείᾳ σπουδαζόντων,

42

.

19

.

2

καὶ ἐν τῇ ἐπιχειροτονίᾳ αὐτῶν· τοῖς τε γὰρ ἐπιβοήμασι καὶ τοῖς σχήμασι πάντες, ὡς καὶ παρόντος καὶ ὁρῶντος τοῦ Καίσαρος, πολὺ πλείστην σπουδὴν ἐνεδείκνυντο, καὶ ἐνόμιζον εὐθὺς ἀντ’ αὐτῶν, ὥσπερ τι αὐτῷ χαριζόμενοι ἀλλ’ οὐκ ἐξ ἀνάγκης αὐτὸ ποιοῦντες,

42

.

19

.

3

ὁ μὲν ἀρχὴν ὁ δὲ ἱερωσύνην ὁ δὲ καὶ χρήματα ἀντιλήψεσθαι. ἐγὼ οὖν τὰ μὲν ἄλλα, ὅσα ἤτοι καὶ ἑτέροις τισὶ πρότερον ἐψήφισται, εἰκόνας τε καὶ στεφάνους καὶ προεδρίας τά τε τοιουτότροπα, ἢ καινὰ μὲν καὶ τότε ἐσενεχθέντα πρῶτον ἦν, οὐ μέντοι καὶ ὑπὸ τοῦ
5Καίσαρος ἐβεβαιώθη, παραλείψω, μὴ καὶ δι’ ὄχλου γένωμαι εἰ

42

.

19

.

4

πάντα αὐτὰ ἐπεξίοιμι· τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα, καὶ μᾶλλόν γε ὅσῳ καὶ πλείω καὶ ἀτοπώτερα ἀεὶ ἐσήγετο, ποιήσω· μόνα δὲ δὴ ὅσα ἴδιόν τέ τι καὶ ἐξαίρετον ἔχοντα ἐκυροῦτο κατα‐

42

.

20

.

1

λέξω. τούς τε γὰρ τὰ τοῦ Πομπηίου φρονήσαντας ἐπέτρεψαν αὐτῷ πάνθ’ ὅ τι ποτ’ ἂν ἐθελήσῃ δρᾶσαι, οὐχ ὅτι καὶ αὐτὸς παρ’ ἑαυτοῦ οὐ τοῦτ’ ἤδη λαβὼν εἶχεν, ἀλλ’ ἵνα καὶ ἐν νόμῳ δή τινι αὐτὸ ποιεῖν δόξῃ· καὶ πολέμων καὶ εἰρήνης κύριον, προφάσει τῶν
5ἐν τῇ Ἀφρικῇ συνισταμένων, πρὸς πάντας ἀνθρώπους ἀπέδειξαν αὐτόν, κἂν μηδὲν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ περὶ αὐτῶν κοι‐

42

.

20

.

2

νώσηται. καὶ ἦν μέν που καὶ τοῦτο καὶ πρὶν ἐπ’ ἐκείνῳ ἅτε καὶ δύναμιν τηλικαύτην ἔχοντι· τοὺς γοῦν πολέμους οὓς ἐπολέμησε πάντας ὀλίγου καθ’ ἑαυτὸν ἀνείλετο· ὅμως δ’ οὖν αὐτῷ (πολῖταί τε γὰρ καὶ αὐτοτελεῖς ἔτι δοκεῖν εἶναι ἤθελον) ταῦτά τε οὕτως ἐψη‐
5φίσαντο καὶ τἆλλα πάντα 〈ἃ〉 καὶ ἀκόντων αὐτῶν ἔχειν ἐδύνατο.

42

.

20

.

3

ὕπατός τε γὰρ ἔτη πέντε ἐφεξῆς γενέσθαι καὶ δικτάτωρ οὐκ ἐς ἕκ‐ μηνον ἀλλ’ ἐς ἐνιαυτὸν ὅλον λεχθῆναι ἔλαβεν, τήν τε ἐξουσίαν τῶν δημάρχων διὰ βίου ὡς εἰπεῖν προσέθετο· συγκαθέζεσθαί τε γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων καὶ ἐς τἆλλα συνεξετάζεσθαί σφισιν, ὃ

42

.

20

.

4

μηδενὶ ἐξῆν, εὕρετο. αἵ τε [γὰρ] ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπ’ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐ‐ τοῦ ἀναβληθεῖσαι ἐπ’ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγε‐ μονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν,
5τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο· ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ

42

.

20

.

5

δεδογμένα σφίσιν ἐπανῆλθον. καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν· τοῦ γὰρ πολέμου τοῦ πρός τε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετ’ αὐτοῦ πολεμήσαντας· ὃν ὁ
5Καῖσαρ οὐδέπω τότε οὐδ’ ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν.

42

.

21

.

1

ταῦτ’ οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη· καὶ ὅ τε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μηδὲ ἐστρατηγηκότα ἵππαρχον προελομένος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντ‐
5ειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι.

42

.

21

.

2

ἀλλ’ ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες,

42

.

22

.

1

περὶ δὲ δὴ τοῦ ἱππάρχου ἀκριβολογούμενοι· ὁ δὲ δὴ Καίλιος ὁ
Μᾶρκος καὶ ἀπώλετο τολμήσας τὰ περὶ τῶν δανεισμάτων ὑπὸ τοῦ Καίσαρος ὁρισθέντα, καθάπερ ἡττημένου τε αὐτοῦ καὶ ἐφθαρμέ‐ νου, λῦσαι, καὶ διὰ τοῦτο καὶ τὴν Ῥώμην καὶ τὴν Καμπανίαν

42

.

22

.

2

ἐκταράξας. οὗτος γὰρ ἔπραξε 〈μὲν〉 ἀνὰ πρώτους τὰ τοῦ Καίσαρος, διὸ καὶ στρατηγὸς ἀπεδείχθη· ὀργισθεὶς δὲ ὅτι τε μὴ ἠστυνόμησεν καὶ ὅτι καὶ ὁ Τρεβώνιος ὁ συνάρχων αὐτοῦ οὐ κληρωτός, ὥσπερ εἴθιστο, ἀλλ’ αἱρετὸς ὑπὸ τοῦ Καίσαρος ἐς τὴν ἀστυνομίαν προ‐

42

.

22

.

3

εκρίθη, ἠναντιοῦτο πρὸς πάντα τῷ συνάρχοντι καὶ οὔτ’ ἄλλο τι τῶν ἐπιβαλλόντων οἱ ποιεῖσθαι ἐπέτρεπεν, οὔτε τὰς δίκας κατὰ τοὺς τοῦ Καίσαρος νόμους τελεῖσθαι συνεχώρει, καὶ προσέτι τοῖς ὀφείλουσί τι βοηθήσειν ἐπὶ τοὺς δεδανεικότας καὶ τοῖς ἐν ἀλλο‐

42

.

22

.

4

τρίων οἰκοῦσι τὸ ἐνοίκιον ἀφήσειν ἐπηγγέλλετο. προσθέμενος δὲ ἐκ τούτου συχνοὺς ἐπῆλθε μετ’ αὐτῶν τῷ Τρεβωνίῳ, κἂν ἀπέκτει‐ νεν αὐτὸν εἰ μὴ τήν τε ἐσθῆτα ἠλλάξατο καὶ διέφυγέ σφας ἐν τῷ ὄχλῳ. διαμαρτὼν δὲ τούτου νόμον ἰδίᾳ ἐξέθηκε, προῖκά τε πᾶσιν

42

.

23

.

1

οἰκεῖν διδοὺς καὶ τὰ χρέα ἀποκόπτων. ὁ οὖν Σερουίλιος στρατιώ‐ τας τέ τινας ἐς Γαλατίαν κατὰ τύχην παριόντας μετεπέμψατο, καὶ τὴν βουλὴν τῇ παρ’ αὐτῶν φρουρᾷ συναγαγὼν προέθηκε γνώμην περὶ τῶν παρόντων, καὶ κυρωθέντος μὲν μηδενός (δήμαρχοι γὰρ
5ἐκώλυσαν) συγγραφέντος δὲ τοῦ δόξαντος ἐκέλευσε τοῖς ὑπηρέταις

42

.

23

.

2

καθελεῖν τὰ πινάκια. ἐπειδή τε ὁ Καίλιος ἐκείνους τε ἀπήλασε καὶ αὐτὸν τὸν ὕπατον ἐς θόρυβον κατέστησε, συνῆλθον αὖθις φραξά‐ μενοι τοῖς στρατιώταις, καὶ τὴν φυλακὴν τῆς πόλεως τῷ Σερουιλίῳ,

42

.

23

.

3

ὥσπερ ἄνω μοι πολλάκις περὶ αὐτῆς εἴρηται, παρέδοσαν. καὶ ὁ μὲν οὐδὲν ἐκ τούτου τῷ Καιλίῳ ὡς καὶ στρατηγοῦντι πρᾶξαι ἐφῆ‐ κεν, ἀλλὰ τά τε προσήκοντα τῇ ἀρχῇ αὐτοῦ ἄλλῳ τῳ τῶν στρα‐ τηγῶν προσέταξε, καὶ αὐτὸν ἐκεῖνον τοῦ τε συνεδρίου εἶρξε καὶ
5ἀπὸ τοῦ βήματος καταβοῶντά τι κατέσπασε, τόν τε δίφρον αὐτοῦ

42

.

24

.

1

συνέτριψεν· ὁ δὲ ὀργὴν μὲν πολλὴν καθ’ ἕκαστον αὐτῶν ἐποιεῖτο, δεδιὼς δὲ μὴ καὶ κολασθῇ (δύναμιν γὰρ ἀξιόμαχον ἐν τῇ πόλει εἶχεν) ἐς Καμπανίαν πρὸς Μίλωνα νεωτερίζοντά τι ἀπᾶραι ἔγνω.

42

.

24

.

2

ἐκεῖνος γὰρ ἐπειδὴ μόνος τῶν φευγόντων οὐ κατήχθη πρὸς τοῦ
Καίσαρος, ἔς τε τὴν Ἰταλίαν ἀφίκετο, καὶ πολλοὺς ἀνθρώπους, τοὺς μὲν βίου δεομένους τοὺς δὲ καὶ τιμωρίαν τινὰ δεδιότας, συλ‐ λέξας τήν τε χώραν ἐκακούργει καὶ ταῖς πόλεσι ταῖς τε ἄλλαις καὶ

42

.

24

.

3

τῇ Καπύῃ προσέβαλλε. πρὸς οὖν τοῦτον ὁ Καίλιος ἀφορμῆσαι ἐθελήσας ὡς μετ’ αὐτοῦ πᾶν ὅ τι δύναιτο τὸν Καίσαρα λυπήσῃ, ἔπειτ’ ἐπειδὴ μήτε ἐκ τοῦ προφανοῦς ἐκδημῆσαι ἐδύνατο (παρετη‐ ρεῖτο γάρ) μήτ’ αὖ ἐκδρᾶναι ἐτόλμα διά τε τἆλλα καὶ ὅτι πολλῷ
5πλείω ἔν τε τῷ σχήματι καὶ ἐν τῷ ὀνόματι τῷ τῆς στρατηγίας ὢν καταπράξειν ἤλπιζε, τῷ τε ὑπάτῳ προσῆλθε καὶ παρῃτεῖτο αὐτόν,

42

.

24

.

4

λέγων καὶ πρὸς τὸν Καίσαρα ἀπελθεῖν βούλεσθαι. ὑποτοπήσας οὖν ἐκεῖνος τὴν διάνοιαν αὐτοῦ ἐπέτρεψε μέν οἱ τοῦτο ποιῆσαι, ἄλλως τε καὶ ὅτι πολὺς ἐνέκειτο τό τε τοῦ Καίσαρος ὄνομα ἐπικαλούμε‐ νος καὶ πρὸς τὴν ἀπολογίαν δὴ ἐπείγεσθαι σκηπτόμενος, συνέπεμψε
5δὲ αὐτῷ δήμαρχόν τινα, ἵν’ εἴ τι νεοχμῶσαι τολμήσειε κωλυθείη.

42

.

25

.

1

ὡς δὲ ἐν τῇ Καμπανίᾳ ἐγένοντο, καὶ ὅ τε Μίλων πταίσας πρὸς τῇ Καπύῃ ἐς τὰ Τιφατῖνα ὄρη κατεπεφεύγει καὶ ὁ Καίλιος οὐκέτι περαιτέρω προυχώρει, δείσας ὁ δήμαρχος οἴκαδε ἐπαναγαγεῖν αὐ‐

42

.

25

.

2

τὸν ἠθέλησε. προπυθόμενος οὖν ταῦθ’ ὁ Σερουίλιος τῷ μὲν Μί‐ λωνι πόλεμον ἐν τῇ βουλῇ ἐπήγγειλε, τὸν δὲ δὴ Καίλιον ὑπομεῖναι μὲν ἐν τῷ προαστείῳ, μὴ καὶ ταράξῃ τι, ἐκέλευσεν, οὐ μέντοι διὰ φυλακῆς ἀκριβοῦς ἅτε καὶ στρατηγοῦντα ἐποιήσατο. ἀπέδρα τε

42

.

25

.

3

οὖν καὶ πρὸς τὸν Μίλωνα ἠπείγετο. κἂν ἔπραξέ τι ταραχῶδες, εἰ ζῶντα αὐτὸν εὑρήκει. νῦν δὲ ἐκ τῆς Καμπανίας ἐκπεσόντος αὐτοῦ καὶ ἐν Ἀπουλίᾳ φθαρέντος, ἔς τε τὴν Βρεττίαν ἦλθεν ὡς ἐνταῦθά γέ τι συστήσων, καὶ ἐκεῖ πρὶν ποιῆσαί τι λόγου ἄξιον ἀπώλετο·
5συστραφέντες γὰρ οἱ τὰ τοῦ Καίσαρος πράττοντες ἀπέκτειναν αὐτόν.

42

.

26

.

1

καὶ οἱ μὲν οὕτως ἀπέθανον, οὐ μέντοι καὶ ἡσυχία παρὰ τοῦτο ἐν τῇ Ῥώμῃ ἐγένετο, ἀλλὰ πολλὰ καὶ δεινὰ συνηνέχθη, ὥσπερ που καὶ τὰ τέρατα προεδήλωσεν. ἐκείνῳ τε γὰρ τῷ ἔτει τελευτῶντι ἄλλα τέ τινα συνέβη, καὶ μέλισσαι ἐν τῷ Καπιτωλίῳ παρὰ τὸν

42

.

26

.

2

Ἡρακλέα ἱδρύθησαν. 〈καὶ〉 (ἐτύγχανε γὰρ ἱερὰ Ἴσιδι ἐνταῦθα τότε γιγνόμενα) ἔδοξε γνώμῃ τῶν μάντεων πάντα αὖθις τά τε ἐκείνης καὶ τὰ τοῦ Σαράπιδος τεμενίσματα κατασκάψαι· γενομένου δὲ τού‐
του καὶ Ἐνυεῖόν τι λαθόν σφας προσκαθῃρέθη, καὶ ἐν αὐτῷ κε‐

42

.

26

.

3

ράμια ἀνθρωπείων σαρκῶν μεστὰ εὑρέθη. τῷ τε ἐχομένῳ σεισμός τε ἰσχυρὸς ἐγένετο καὶ βύας ὤφθη, κεραυνοί τε ἔς τε τὸ Καπι‐ τώλιον καὶ ἐς τὸν τῆς Τύχης τῆς δημοσίας καλουμένης ναὸν ἔς τε τοὺς τοῦ Καίσαρος κήπους κατέσκηψαν, κἀνταῦθα ἵππος τις τῶν

42

.

26

.

4

οὐκ ἠμελημένων ἀπέθανεν ὑπ’ αὐτῶν, καὶ τὸ Τυχαῖον αὐτόματον ἀνεῴχθη. πρὸς δὲ τούτοις αἷμά τε ἐξ ἐργαστηρίου σιτοποιοῦ προ‐ χυθὲν ἀφίκετο πρὸς νεὼν ἕτερον Τύχης, ἣν ἐκ τοῦ πάντα τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ κατόπιν καὶ ἐφορᾶν καὶ ἐκλογίζεσθαι
5χρῆναί τινα, μηδὲ ἐπιλανθάνεσθαι ἐξ οἵων οἷος ἐγένετο, καὶ ἱδρύ‐

42

.

26

.

5

σαντο καὶ ἐπεκάλεσαν τρόπον τινὰ οὐκ εὐαφήγητον Ἕλλησι· καὶ βρέφη τινὰ τὰς ἀριστερὰς ἐπὶ τῆς κεφαλῆς χεῖρας ἔχοντα ἐγεν‐ νήθη, ὥστε ἔκ τε τῶν ἄλλων μηδὲν ὑγιὲς ὑποπτεύεσθαι, καὶ ἐκ τούτων μάλιστα τὴν τῶν ὑποδεεστέρων κατὰ τῶν προτετιμημένων
5ἐπανάστασιν τούς τε μάντεις προειπεῖν καὶ τὸν δῆμον προσδέ‐ χεσθαι.

42

.

27

.

1

ταῦτα μὲν οὕτως ὑπὸ τοῦ δαιμονίου προδειχθέντα ἐτάραττεν αὐτούς· συνεπελάβετο δέ σφισι τοῦ φόβου καὶ ἡ ὄψις αὐτὴ τῆς πόλεως καὶ δεινὴ καὶ ἀήθης ἔν τε τῇ νουμηνίᾳ καὶ ἔπειτα ἐπὶ πολὺ

42

.

27

.

2

γενομένη. ὕπατος μὲν γὰρ οὐδεὶς οὐδὲ στρατηγὸς οὐδέπω ἦν, ὁ δὲ δὴ Ἀντώνιος οὐδέπω μὲν ἐσθῆτος ἕνεκα (τῇ γὰρ περιπορφύρῳ ἐχρῆτο) καὶ ῥαβδούχων (τοὺς γὰρ ἓξ μόνους εἶχε) τοῦ τε τὴν βου‐ λὴν ἀθροίζειν εἰκόνα τινὰ τῆς δημοκρατίας παρείχετο, τῷ δὲ δὴ
5ξίφει ὃ παρέζωστο καὶ τῷ πλήθει τῶν συνόντων οἱ στρατιωτῶν

42

.

27

.

3

τοῖς τε ἔργοις αὐτοῖς ὅτι μάλιστα τὴν μοναρχίαν ἐνεδείκνυτο· καὶ γὰρ ἁρπαγαὶ καὶ ὕβρεις καὶ σφαγαὶ πολλαὶ ἐγίγνοντο. καὶ ἦν οὐ τὸ παρὸν μόνον τοῖς Ῥωμαίοις χαλεπώτατον, ἀλλ’ ὅτι καὶ ἐς τὸν Καίσαρα πολὺ πλείω καὶ δεινότερα ὑπωπτεύετο· ὅπου γὰρ ὁ ἵπ‐
5παρχος οὐδὲ ἐν ταῖς πανηγύρεσι τὸ ξίφος κατετίθετο (τὰς γὰρ

42

.

27

.

4

πλείους ταῖς τοῦ Καίσαρος παρασκευαῖς ἐπετέλεσεν· ὀλίγας γάρ τινας καὶ οἱ δήμαρχοι ἐποίησαν), τίς οὐκ ἂν αὐτὸν τὸν δικτάτορα ὑπετόπησεν; εἰ γάρ τις καὶ τὴν χρηστότητα αὐτοῦ, ὑφ’ ἧς πολλῶν καὶ ἀντιπολεμησάντων οἱ ἐπέφειστο, ἐνενόει, ἀλλ’ οὔτοι καὶ ἐπὶ τῶν
5ὁμοίων τούς τε ἐφιεμένους ἀρχῆς καὶ τοὺς καταπράξαντας αὐτὴν

42

.

28

.

1

μένοντας ἰδόντες καὶ ἐκεῖνον ἀλλοιωθήσεσθαι προσεδόκων. ἐλυ‐ ποῦντό τε οὖν, καὶ πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις
ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο· κἂν γὰρ πάνυ φίλοι ἐδόκουν τινῶν εἶναι, συγγενεῖς τε ἕτεροι, διέ‐
5βαλλόν σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶ παντάπασι κατα‐

42

.

28

.

2

ψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπά‐ θουν, ὅτι μήτε προσολοφύρασθαι μήτ’ ἐπικοινῶσαι ἔχοντες οὐδ’ ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπα‐

42

.

28

.

3

θεῖς συνουσία ἔφερέ τινα αὐτοῖς κούφισιν, καί τις ἀσφαλῶς ἐκλα‐ λήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο· ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐ‐ τῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μηταποραην μήτ’

42

.

28

.

4

ἀνάπαυσίν τινα λαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορ‐ τάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπ’ αὐτοῖς ἠναγκάζοντο.

42

.

29

.

1

οὕτω μὲν οἱ Ῥωμαῖοι οἱ ἐν τῇ πόλει τότε ὄντες διετίθεντο· ὥσπερ δὲ οὐκ ἀποχρῶν αὐτοῖς ὑπὸ τοῦ Ἀντωνίου κακοῦσθαι, Λού‐ κιός τέ τις Τρεβέλλιος καὶ Πούπλιος Κορνήλιος Δολοβέλλας δή‐ μαρχοι ἐστασίασαν. οὗτος μὲν γὰρ τοῖς ὀφείλουσιν, ἐξ ὧν καὶ
5αὐτὸς ἦν, [καὶ] διὸ καὶ ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπὶ τῇ

42

.

29

.

2

δημαρχίᾳ μετέστη, συνηγωνίζετο· ἐκεῖνος δὲ ἔλεγε μὲν τῶν ἀμει‐ νόνων προΐστασθαι, ἐκ δὲ δὴ τοῦ ὁμοίου αὐτῷ καὶ γράμματα ἐξετίθει καὶ σφαγαῖς ἐχρῆτο. ταραχή τε οὖν καὶ ἐκ τούτων πολλὴ ἐγίγνετο, καὶ ὅπλα πολλὰ καὶ πανταχοῦ ἑωρᾶτο, καίτοι τῶν τε βουλευτῶν
5ἀπαγορευσάντων μηδὲν πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως καινοτο‐ μηθῆναι, καὶ τοῦ Ἀντωνίου μηδένα ἐν τῷ ἄστει ἰδιώτην ὁπλοφορεῖν.

42

.

29

.

3

καὶ οὐ γὰρ ἐσήκουον, ἀλλὰ πάντα δὴ πάντως καὶ ἐπ’ ἀλλήλοις καὶ ἐπ’ ἐκείνοις ἐποίουν, τρίτη στάσις τοῦ τε Ἀντωνίου καὶ τῆς γερου‐ σίας ἐγένετο· ἵνα γὰρ καὶ παρ’ αὐτῆς τά τε ὅπλα καὶ τὴν ἐξουσίαν τὴν ἀπ’ αὐτῶν, ᾗ φθάσας ἐχρῆτο, προστεθεῖσθαι νομισθείη, στρα‐
5τιώτας τε ἐντὸς τοῦ τείχους τρέφειν καὶ τὴν πόλιν διὰ φυλακῆς

42

.

29

.

4

μετὰ τῶν ἄλλων δημάρχων ποιεῖσθαι ἔλαβε. κἀκ τούτου Ἀντώ‐ νιος μὲν ἐν νόμῳ δή τινι πάνθ’ ὅσα ἐπεθύμει ἔδρα, Δολοβέλλας δὲ καὶ Τρεβέλλιος ὄνομα μὲν βιαίου πράξεως εἶχον, ἀντηγωνίζοντο δὲ ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς παρασκευῆς καὶ ἀλλήλοις
5καὶ ἐκείνῳ, ὥσπερ τινὰ καὶ αὐτοὶ ἡγεμονίαν παρὰ τῆς βουλῆς εἰ‐

42

.

30

.

1

ληφότες. κἀν τούτῳ Ἀντώνιος πυθόμενος τὰ στρατόπεδα, ἃ μετὰ τὴν μάχην ὁ Καῖσαρ ἐς τὴν Ἰταλίαν ὡς καὶ ἐφεψόμενός σφισι προέπεμψε, μηδὲν ὑγιὲς δρᾶν, καὶ φοβηθεὶς μή τι νεωτερίσωσι, τὸ μὲν ἄστυ τῷ Καίσαρι τῷ Λουκίῳ ἐπέτρεψε, πολίαρχον αὐτὸν
5ἀποδείξας, ὃ μηπώποτε πρὸς ἱππάρχου ἐγεγόνει, αὐτὸς δὲ πρὸς

42

.

30

.

2

τοὺς στρατιώτας ἐξώρμησεν. οἱ οὖν δήμαρχοι οἱ ἀντιστασιάζον‐ τές σφισι τοῦ τε Λουκίου διὰ τὸ γῆρας κατεφρόνησαν, καὶ πολλὰ καὶ δεινά, μέχρις οὗ τὸν Καίσαρα τά τε ἐν τῇ Αἰγύπτῳ διῳκη‐ κότα καὶ ἐς τὴν Ῥώμην ὡρμηκότα ἐπύθοντο, καὶ ἑαυτοὺς καὶ τοὺς

42

.

30

.

3

ἄλλους ἐξειργάσαντο. ὡς γὰρ οὐκέτ’ αὐτοῦ ἐπανήξοντος, ἀλλ’ ἐκεῖ που πρὸς τῶν Αἰγυπτίων, ὥσπερ που ἤκουον, ἀπολουμένου, διε‐ φέροντο. τότε δὲ χρόνον μέν τινα ἐμετρίασαν, ἐπεὶ δὲ ἐπὶ τὸν

42

.

31

.

1

Φαρνάκην ἐκεῖνος πρότερον ἐπεστράτευσεν, ἐστασίασαν αὖθις. ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλα τε ἐπῃτιᾶτο καὶ ὅτι

42

.

31

.

2

τοὺς στρατιώτας σφετερίζοιτο· ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκεί‐ μενον, ἠχθέσθη καὶ μετεβάλετο, ἄλλως τε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος 〈οὐκ〉 ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευ‐

42

.

31

.

3

τῶν αἰτίας τὸ πλεῖστον μετελάμβανε. καὶ τῷ μὲν λόγῳ ἐν μέσῳ ἀμφοῖν ἔστη, τῷ δὲ ἔργῳ τὸν Τρεβέλλιον κρύφα ἀνθείλετο, καὶ τά τε ἄλλα αὐτῷ συνηγωνίζετο καὶ στρατιώτας λαβεῖν ἐπέτρεψεν. καὶ ὁ μὲν θεατὴς ἐκ τούτου καὶ ἀγωνοθέτης αὐτῶν ἐγίγνετο, ἐκεῖ‐
5νοι δὲ ἐμάχοντο, καὶ τῆς τε πόλεως τὰ ἐπικαιρότατα ἀντικατελάμ‐ βανον καὶ φόνους τε καὶ ἐμπρήσεις [τε] ἐποίουν, ὥστε καὶ τὰ ἱερά

42

.

32

.

1

ποτε ἐκ τοῦ Ἑστιαίου ὑπὸ τῶν ἀειπαρθένων ἐκκομισθῆναι. αὖθίς τε οὖν φυλακὴν οἱ βουλευταὶ τῆς πόλεως ἀκριβεστέραν τῷ ἱππάρχῳ ἐψηφίσαντο, καὶ στρατιωτῶν ἅπασα ὡς εἰπεῖν ἡ πόλις ἐπληρώθη.

42

.

32

.

2

οὐ μέντοι καὶ παῦλά τις ἐγένετο. ὁ γὰρ Δολοβέλλας ἀπογνοὺς συγ‐
γνώμης τινὸς παρὰ τοῦ Καίσαρος τεύξεσθαι, μέγα τι κακὸν ἐπε‐ θύμει δράσας ἀπολέσθαι ὡς καὶ ὄνομα ἐκ τούτου ἐς ἀεὶ σχήσων· ἤδη γάρ τινες καὶ τῶν κακίστων ἔργων ἐρασταὶ ἐπὶ τῇ φήμῃ γίγ‐
5νονται. ὑφ’ οὗπερ καὶ ἐκεῖνος τά τε ἄλλα ἐτάραττε, καὶ τοὺς νό‐ μους, τόν τε περὶ τῶν χρεῶν καὶ τὸν περὶ τῶν ἐνοικίων, ἐν ῥητῇ

42

.

32

.

3

τινὶ ἡμέρᾳ θήσειν ὑπέσχετο. ὡς οὖν τοῦτό τε προεπήγγελτο καὶ ὁ ὄχλος τά τε περὶ τὴν ἀγορὰν ἀποφράξας καὶ πύργους ἔστιν ᾗ ξυλίνους ἐπικαταστήσας ἕτοιμος παντὶ τῷ ἐναντιωθησομένῳ σφίσιν ἐπιχειρῆσαι ἐγένετο, ἐνταῦθ’ ὁ Ἀντώνιος στρατιώτας ἅμα τῇ ἡμέρᾳ
5πολλοὺς ἐκ τοῦ Καπιτωλίου καταγαγὼν τάς τε σανίδας τῶν νόμων κατέκοψε, καί τινας καὶ μετὰ τοῦτο ταραχώδεις ἀπ’ αὐτοῦ τοῦ Καπιτωλίου κατεκρήμνισεν.

42

.

33

.

1

οὐ μέντοι καὶ ἐπαύσαντο διὰ τοῦτο στασιάζοντες, ἀλλ’ ὅσῳ πλείους αὐτῶν ἀπώλλυντο, τόσῳ μᾶλλον οἱ περιλιπεῖς ἐθορύβουν, νομίζοντες τὸν Καίσαρα μεγίστῳ τε καὶ δυσχερεστάτῳ πολέμῳ συμ‐ πεπλέχθαι. οὐδὲ ἐπέσχον πρὶν αὐτὸν ἐκεῖνον ἐξαπιναίως σφίσιν

42

.

33

.

2

ὀφθῆναι. οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγος τε ἐπ’ αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν 〈ἦν〉, τῶν μὲν τὰ τῶν δὲ τὰ δικαιούντων· ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇ τε
5γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενο‐ μένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντων τε ἐφείσατο καί τινας

42

.

33

.

3

αὐτῶν καὶ ἐτίμησεν, ἄλλους τε καὶ τὸν Δολοβέλλαν. εὐεργεσίαν γάρ τινα αὐτῷ ὀφείλων οὐκ ἠξίωσεν αὐτῆς ἐκλαθέσθαι· οὐ γὰρ ὅτι ἠδικήθη, διὰ τοῦτο καὶ ἐκείνης ὠλιγώρησεν, ἀλλ’ ἐξ ὧν εὖ ἐπε‐ πόνθει, καὶ ἐπὶ τούτῳ οἱ συνέγνω, καὶ τά τε ἄλλα αὐτὸν ἐν τιμῇ
5ἤγαγεν, καὶ ὕπατον οὐ πολλῷ ὕστερον μηδὲ στρατηγήσαντα ἀπέ‐ δειξε.

42

.

34

.

1

ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγέ‐ νετο· χρόνιος δὲ ἐπ’ αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπρά‐ ξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτι μηδὲ τῶν ἱερῶν τις ἀπεί‐

42

.

34

.

2

χετο (θρησκεύουσί τε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πο‐ λέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθ’ ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς τιμῶντές τινα, ἀναιροῦνται), τού‐
τοις τε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεο‐
5πάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃ παραδοθῶσιν, ἐταρά‐

42

.

34

.

3

χθησαν. ἐκείνη τε γὰρ τέως μὲν δι’ ἑτέρων παρ’ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέ‐ μαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετο), πέμπει πρὸς αὐτὸν [καὶ] προδίδοσθαί τε
5ὑπὸ τῶν φίλων λέγουσα, καὶ ἀξιοῦσα αὐτὴ δι’ ἑαυτῆς ἀγωνίσα‐

42

.

34

.

4

σθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε,

42

.

34

.

5

καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέ‐ ρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ πάντα ἐν τῷ κάλλει τὰ δικαιώ‐

42

.

34

.

6

ματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦν) καὶ ἐς τὰ βασίλεια λάθρᾳ

42

.

35

.

1

τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε

42

.

35

.

2

ταύτῃ συνεδίκει. ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου
5συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ

42

.

35

.

3

δὲ δὴ Αἰγύπτιον ἐταράττετο· κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες εἷλον (τοῖς γὰρ Ῥω‐
μαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆν), εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν
5τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι, πράξειν ὑπέ‐

42

.

35

.

4

σχετο. καὶ μετὰ τοῦτο ἐς ἐκκλησίαν ἐσελθὼν τόν τε Πτολεμαῖον καὶ τὴν Κλεοπάτραν παρεστήσατο, καὶ τὰς διαθήκας τοῦ πατρὸς αὐτῶν ἀνέγνω, ἐν αἷς ἐκείνους μὲν συνοικῆσαί τε ἀλλήλοις κατὰ τὰ τῶν Αἰγυπτίων πάτρια καὶ βασιλεύειν ἅμα, τὸν δὲ δὴ τῶν

42

.

35

.

5

Ῥωμαίων δῆμον τὴν ἐπιτροπείαν σφῶν ἔχειν ἐγέγραπτο. πράξας δὲ τοῦτο, καὶ ἐπειπὼν ὅτι ἑαυτῷ, δικτάτορι ὄντι καὶ πᾶν τὸ τοῦ δήμου κράτος ἔχοντι, τήν τε ἐπιμέλειαν τῶν παίδων ποιεῖσθαι καὶ τὰ δόξαντα τῷ πατρὶ αὐτῶν ἐπιτελεῖν προσήκει, ἐκείνοις τε
5τὴν βασιλείαν ἀμφοτέροις ἔδωκε, καὶ τῇ Ἀρσινόῃ τῷ τε Πτολε‐ μαίῳ τῷ νεωτέρῳ, τοῖς ἀδελφοῖς σφων, Κύπρον ἐχαρίσατο.

42

.

35

.

6

τοσοῦτον γάρ που δέος αὐτὸν ἔσχεν ὥστε μὴ μόνον μηδὲν τῶν τῆς Αἰγύπτου προσλαβεῖν, ἀλλὰ καὶ τῶν οἰκείων τι αὐτοῖς προσ‐ δοῦναι.

42

.

36

.

1

τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκι‐ νήθησαν ὥστε καὶ πολεμῆσαι. ὁ γὰρ Ποθεινὸς ὁ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος (εὐνοῦχος δὲ ἦν

42

.

36

.

2

καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστα συνετεταράχει), δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν ἐκφοβήσας τε ἅμα καὶ ἐπελπίσας προσηταιρίσατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλ‐

42

.

36

.

3

λους τοὺς τὰ ὅπλα ἔχοντας ᾠκειώσατο. πᾶσί τε γὰρ ὁμοίως δει‐ νὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνου μόνῃ τῇ Κλεο‐

42

.

36

.

4

πάτρᾳ αὐτὴν προσθήσειν· καὶ ἀντίπαλοι τῷ τότε παρόντι αὐτοῦ στρατῷ ἐνόμιζον εἶναι. καὶ οἱ μὲν ἐπὶ τὴν Ἀλεξάνδρειαν εὐθὺς

42

.

37

.

1

ἄραντες ἤλασαν· πυθόμενος δὲ τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τό τε πλῆθος αὐτῶν καὶ τὰς τόλμας, ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλ‐
λᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κε‐ λεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παι‐
5δὸς ἀλλ’ ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ,

42

.

37

.

2

ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώ‐ τας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως
5τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέ‐

42

.

37

.

3

μου καταστῶσι. μαθὼν οὖν ταῦτα ὁ Καῖσαρ τούς τε ἐκ τῆς Συρίας στρατιώτας μετεπέμψατο, καὶ τὰ βασίλεια τά τε ἄλλα τὰ πλησίον αὐτῶν οἰκοδομήματα διετάφρευσε καὶ ἀπετείχισε μέχρι τῆς

42

.

38

.

1

θαλάσσης. κἀν τούτῳ καὶ ὁ Ἀχιλλᾶς μετά τε τῶν Ῥωμαίων καὶ μετὰ τῶν ἄλλων τῶν ὑπὸ τοῦ Γαβινίου σὺν τῷ Σεπτιμίῳ πρὸς τὴν τοῦ Πτολεμαίου φρουρὰν καταλειφθέντων ἐπελθών (ἐκ γὰρ δὴ τῆς ἐκεῖ διατριβῆς καὶ τοὺς τρόπους ἐς τὸ ἐπιχώριον μετεβεβλήκεσαν)
5τῶν τε Ἀλεξανδρέων τὸ πλεῖστον εὐθὺς προσεποιήσατο καὶ τὰ ἐπι‐

42

.

38

.

2

καιρότατα ἐκρατύνατο. κἀκ τούτου πολλαὶ μὲν μάχαι καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ αὐτοῖς ἐγίγνοντο, πολλὰ δὲ καὶ κατεπίμπρατο, ὥστε ἄλλα τε καὶ τὸ νεώριον τάς τε ἀποθήκας καὶ τοῦ σίτου καὶ τῶν βίβλων, πλείστων δὴ καὶ ἀρίστων, ὥς φασι, γενομένων, καυ‐
5θῆναι. ἐκράτει δὲ τῆς μὲν ἠπείρου ὁ Ἀχιλλᾶς, χωρὶς ὧν ὁ Καῖ‐ σαρ ἐνετετείχιστο, τῆς δὲ δὴ θαλάσσης ἐκεῖνος, ἄνευ τοῦ λιμένος.

42

.

38

.

3

καὶ ναυμαχίᾳ τε ἐνίκησε, καὶ ἐπειδὴ διὰ τοῦτο φοβηθέντες οἱ Αἰ‐ γύπτιοι μὴ ἐς τὸν λιμένα σφῶν ἐπεσπλεύσῃ, τὸ στόμα αὐτοῦ πλὴν βραχέος ἔχωσαν, καὶ ἐκεῖνο προσαπέφραξεν, ὁλκάδας λίθων πλήρεις καταποντώσας, ὥστ’ αὐτοὺς μηδ’ εἰ πάνυ τι βούλοιντο ἐκπλεῦσαι,

42

.

38

.

4

δυνηθῆναί ποι ἀπᾶραι. ποιήσας δὲ τοῦτο ῥᾷον τὰ ἐπιτήδεια τά τε ἄλλα καὶ ὕδωρ ἐπήγετο· τὴν γὰρ αὐτόθεν ὑδρείαν ὁ Ἀχιλλᾶς σφας ἀφῄρητο, τοὺς ὀχετοὺς διακόψας.

42

.

39

.

1

τούτων δὲ οὕτω πραττομένων Γανυμήδης τις εὐνοῦχος τὴν Ἀρ‐ σινόην οὐ πάνυ φρουρουμένην ἐς τοὺς Αἰγυπτίους ὑπεξήγαγε· καὶ ταύτην ἐκεῖνοι βασιλίδα ἀποδείξαντες προθυμότερον τοῦ πολέμου, ὡς καὶ προστάτιν τινὰ ἐκ τοῦ τῶν Πτολεμαίων γένους ἔχοντες, ἀν‐

42

.

39

.

2

τελάβοντο. ὁ οὖν Καῖσαρ φοβηθεὶς μὴ καὶ ὁ Ποθεινὸς τὸν Πτο‐ λεμαῖον ἐκκλέψῃ, τὸν μὲν ἀπέκτεινε, τὸν δὲ οὐκέτ’ ἐπικρυπτόμενος ἀκριβῶς ἐφρούρει. παροξυνθέντων δὲ καὶ ἐπὶ τούτοις τῶν Αἰ‐ γυπτίων, καὶ ἐκείνοις μὲν πλειόνων ἀεὶ προσγιγνομένων, τοῖς δὲ δὴ
5Ῥωμαίοις μηδέπω τῶν στρατιωτῶν ἐκ τῆς Συρίας παρόντων, ἐς

42

.

39

.

3

φιλίαν αὐτοὺς ὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβι‐ βάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευ‐ σεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο· πρός τε τὰς σπον‐

42

.

39

.

4

δὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειν αὐτάς. καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι· νῦν δ’ ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.

42

.

40

.

1

προϊόντος δὲ τοῦ χρόνου στάσις τοῖς περὶ τὴν Ἀρσινόην οὖσιν ἐνέπεσε, καὶ αὐτὴν ὁ Γανυμήδης ἔπεισε τὸν Ἀχιλλᾶν ὡς καὶ τὸ ναυτικὸν προδώσοντα ἀποκτεῖναι. γενομένου δὲ τούτου τήν τε ἡγε‐ μονίαν τῶν στρατιωτῶν παρέλαβε, καὶ τὰ πλοῖα ὅσα ἐν τῷ ποταμῷ

42

.

40

.

2

καὶ ἐν τῇ λίμνῃ ἦν συνήγαγεν, ἄλλα τε προσκατεσκεύασε, καὶ πάντα αὐτὰ ἐς τὴν θάλασσαν διὰ τῶν διωρύχων κομίσας τοῖς τε Ῥω‐ μαίοις μὴ προσδεχομένοις προσέβαλε, καὶ τὰς μὲν κατέπρησε τῶν ὁλκάδων αὐτῶν τὰς δὲ ἀνεδήσατο, καὶ μετὰ τοῦτο τόν τε ἔσπλουν
5τοῦ λιμένος ἐξεκάθηρε, κἀνταῦθα ναυλοχῶν πολλά σφας ἐλύπει.

42

.

40

.

3

τηρήσας οὖν ποτε αὐτοὺς ὁ Καῖσαρ ἀμελῶς ὑπὸ τοῦ κρατεῖν ἔχον‐ τας ἔς τε τὸν λιμένα αἰφνιδίως ἐπεσέπλευσε, καὶ συχνὰ πλοῖα καύ‐ σας ἔς τε τὴν Φάρον ἀπέβη καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἐφόνευ‐ σεν. ἰδόντες δὲ τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι κατά τε τὰς
5γεφύρας ἐπεβοήθησαν αὐτοῖς, καὶ συχνοὺς τῶν Ῥωμαίων ἀνταποκτεί‐

42

.

40

.

4

ναντες τοὺς λοιποὺς ἐς τὰς ναῦς ἐσήραξαν. καὶ αὐτῶν ὁπουδήποτε καὶ ἀθρόως ἐσβιαζομένων ἐς αὐτὰς ἄλλοι τε πολλοὶ ἐς τὴν θάλασ‐ σαν ἐξέπεσον καὶ ὁ Καῖσαρ. κἂν διέφθαρτο κακῶς, ὑπό τε τῶν ἱματίων βαρυνόμενος καὶ ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος (ἁλουρ‐
5γῶν γὰρ αὐτῶν ὄντων ἐστοχάζοντο), εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει

42

.

40

.

5

καὶ μετὰ τοῦτο διανεύσας πῃ ἐς ἀκάτιον ἐσεβεβήκει. καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμάτων βρέξας ἃ πολλὰ ἐν τῇ ἀρι‐ στερᾷ χειρὶ ἀνέχων ἐνήξατο· τὴν δὲ δὴ ἐσθῆτα αὐτοῦ οἱ Αἰγύ‐ πτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν τῆς τροπῆς ταύτης,
5ἀνεκρέμασαν ὡς καὶ αὐτὸν ἐκεῖνον ᾑρηκότες. καὶ ἤδη γὰρ καὶ τὰ στρατεύματα ἃ ἀπὸ τῆς Συρίας μετεπέπεμπτο ἐπλησίασε, τάς τε

42

.

40

.

6

κατάρσεις ἐτήρουν καὶ πολλὰ αὐτοὺς ἔβλαπτον. τοῖς μὲν 〈γὰρ〉 πρὸς τὴν Λιβύην σφῶν προσπίπτουσιν ὁ Καῖσαρ τρόπον τινὰ ἤμυνε· συχνοὺς δὲ δὴ περὶ τὰς τοῦ Νείλου ἐκβολὰς πυρσοῖς ὡς καὶ Ῥωμαῖοι ὄντες ἠπάτων τε καὶ συνελάμβανον, ὥστε τοὺς λοιποὺς
5μηκέτι τολμᾶν παρακομίζεσθαι, μέχρις οὗ Τιβέριος Κλαύδιος Νέ‐ ρων ἐς αὐτὸν τότε τὸν ποταμὸν ἀναπλεύσας ἐκείνους τε μάχῃ ἐκρά‐

42

.

41

.

1

τησε καὶ τοῖς σφετέροις ἀδεέστερον τὸν πρόσπλουν ἐποίησε. κἀν τούτῳ Μιθριδάτης ὁ Περγαμηνὸς ἐπικληθεὶς ἐπεχείρησε μὲν ἐς τὸ στόμα τοῦ Νείλου τὸ κατὰ Πηλούσιον ταῖς ναυσὶν ἀναβῆναι, ἀπο‐ φραξάντων δὲ τῶν Αἰγυπτίων τοῖς πλοίοις τὸν ἔσπλουν προσεκομί‐

42

.

41

.

2

σθη νυκτὸς ἐπὶ τὴν διώρυχα, καὶ ναῦς ἐς αὐτὴν ὑπερενεγκών (οὐ γὰρ ἐξίησιν ἐς τὴν θάλασσαν) οὕτω διὰ ταύτης ἐς τὸν Νεῖλον ἀνέ‐ πλευσε, καὶ μετὰ τοῦτο αἰφνίδιον ἔκ τε τῆς θαλάσσης καὶ ἐκ τοῦ ποταμοῦ ἅμα τοῖς φρουροῦσι τὸ στόμα αὐτοῦ προσμίξας τήν τε

42

.

41

.

3

ἀπόκλεισίν σφων ἔλυσε, καὶ τὸ Πηλούσιον τῷ τε πεζῷ ἅμα καὶ τῷ ναυτικῷ προσβαλὼν εἷλε. προχωρῶν τε ἐπὶ τὴν Ἀλεξάνδρειαν, καὶ πυθόμενος Διοσκουρίδην τινὰ ἀπαντήσειν σφίσιν, ἐνήδρευσέ τε αὐτὸν καὶ κατειργάσατο.

42

.

42

.

1

αἰσθόμενοι δὲ ταῦθ’ οἱ Αἰγύπτιοι τὸν 〈μὲν〉 πόλεμον οὐδ’ ὣς κατελύσαντο, ἀχθεσθέντες δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται, καθυπέρ‐

42

.

42

.

2

τεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτ’ ἐπειδὴ οὐδένα τρόπον ἐξαρπά‐ σαι αὐτὸν ἠδυνήθησαν (δεινῶς γὰρ ἐφυλάσσετο), ἐπλάσαντο ταῖς τε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοί τε καὶ τὸν Πτολεμαῖον αἰτοῦν‐
5τες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφ’ οἷς γενήσοιντο, βου‐

42

.

42

.

3

λεύσωνται. ὁ οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς με‐ ταβεβλῆσθαι (ἄλλως τε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετο), εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλ’ ὅπως μὴ διὰ τοῦτ’ ἐμποδίζων τὴν
5εἰρήνην νομισθῇ, συνεπαινεῖν τέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον

42

.

42

.

4

ἔπεμψεν. οὔτε γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκ τε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγή‐ σεσθαί οἱ ἐφ’ οἷς ἐβούλετο ἢ δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπ’ εὐλόγου δή τινος προ‐

42

.

42

.

5

φάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι· οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπ’ αὐτῶν, ἄλλως τε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,

42

.

43

.

1

προσεδόκησε. παραλαβόντες δὲ τὸ παιδάριον οἱ Αἰγύπτιοι τῶν μὲν σπονδῶν οὐδὲν ἐφρόντισαν, ἐπὶ δὲ τὸν Μιθριδάτην παραχρῆμα ὥρμησαν ὡς δὴ καὶ μέγα τι ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ γένει τῷ τοῦ Πτολεμαίου κατορθώσοντες· καὶ αὐτὸν πρὸς τῇ λίμνῃ ἐν μέσῳ

42

.

43

.

2

τοῦ τε ποταμοῦ καὶ τῶν ἑλῶν ἀπολαβόντες ἐθορύβουν. ὁ οὖν Καῖσαρ ἐκείνους μὲν οὐκ ἐπεδίωξεν, δεδιὼς μὴ λοχισθείη· ἀναχθεὶς δὲ νυκτὸς ὡς πρὸς ἐκβολήν τινα τοῦ Νείλου ἐπειγόμενος, καὶ φῶς, ὅπως ἐπὶ πλεῖστον ταύτῃ προϊέναι νομισθῇ, πάμπολυ καθ’ ἑκάστην
5ναῦν ἀνάψας, τὸ μὲν πρῶτον ἐπιπλεῖν ὥρμητο, ἔπειτα δὲ ἀποσβέ‐

42

.

43

.

3

σας αὐτὸ ἀνεκομίσθη, καὶ παραπλεύσας τὴν πόλιν πρός τε τὴν χερρόνησον τὴν πρὸς τῇ Λιβύῃ οὖσαν κατῆρε, κἀνταῦθα τοὺς στρατιώτας ἐκβιβάσας περιῆλθέ τε τὴν λίμνην, καὶ τοῖς Αἰγυπτίοις ἀπροσδόκητος ὑπὸ τὴν ἕω προσπεσὼν εὐθύς τε αὐτοὺς κατέπληξεν

42

.

43

.

4

ὥστε καὶ ἐπικηρυκεύσασθαι, καὶ μετὰ τοῦτο (τὴν γὰρ ἱκετείαν αὐ‐ τῶν οὐκ ἐδέξατο) μάχῃ τε ὀξείᾳ κατεκράτησε καὶ παμπληθεῖς ἐφό‐ νευσε· καί τινες καὶ ἐν τῷ ποταμῷ μετὰ τοῦ Πτολεμαίου, σπουδῇ δι’ αὐτοῦ φυγόντες, ἐφθάρησαν.

42

.

44

.

1

οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ,

42

.

44

.

2

ἧσπερ ἕνεκα καὶ ἐπεπολεμήκει, ἐχαρίσατο. φοβηθεὶς μέντοι μὴ οἱ Αἰγύπτιοι νεωτερίσωσιν αὖθις γυναικὶ ἄρχειν παραδοθέντες, καὶ οἱ Ῥωμαῖοι διά τε τοῦτο καὶ ὅτι καὶ συνῆν αὐτῷ χαλεπήνωσι, τῷ τε ἑτέρῳ ἀδελφῷ συνοικῆσαι δῆθεν αὐτὴν ἐκέλευσε, καὶ τὴν βασι‐

42

.

44

.

3

λείαν ἀμφοτέροις σφίσιν, ὥς γε καὶ λόγῳ εἰπεῖν, ἔδωκε. τῷ γὰρ ἔργῳ ἡ Κλεοπάτρα μόνη πᾶν τὸ κράτος σχήσειν ἔμελλεν· ὅ τε γὰρ
ἀνὴρ αὐτῆς παιδίον ἔτι ἦν, καὶ ἐκείνη πρὸς τὴν παρὰ τοῦ Καίσα‐

42

.

44

.

4

ρος εὔνοιαν οὐδὲν ὅ τι οὐκ ἐδύνατο, ὥστε πρόσχημα μὲν ὡς καὶ τῷ ἀδελφῷ συνοικοῦσα καὶ τὴν ἀρχὴν ἐπίκοινον αὐτῷ ἔχουσα ἐκέ‐ κτητο, τὸ δ’ ἀληθὲς μόνη τε ἐβασίλευε καὶ τῷ Καίσαρι συνδιῃτᾶτο.

42

.

45

.

1

καὶ αὐτὸν ἐπὶ πλεῖον ἂν ἐν τῇ Αἰγύπτῳ κατέσχεν, ἢ καὶ ἐς τὴν Ῥώμην εὐθὺς αὐτῷ συναπῆρεν, εἰ μήπερ ὁ Φαρνάκης καὶ ἐκεῖθεν πάνυ ἄκοντα τὸν Καίσαρα ἐξήγαγε καὶ ἐς τὴν Ἰταλίαν

42

.

45

.

2

ἐπειχθῆναι ἐκώλυσεν. οὗτος γὰρ παῖς μὲν τοῦ Μιθριδάτου ἦν καὶ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἦρχεν, ὥσπερ εἴρηται, ἐπιθυμήσας δὲ πᾶσαν τὴν πατρῴαν βασιλείαν ἀνακτήσασθαι ἐπανέστη κατ’ αὐτὴν τήν τε τοῦ Καίσαρος καὶ τὴν τοῦ Πομπηίου στάσιν, καὶ
5οἷα τῶν Ῥωμαίων τότε μὲν πρὸς ἀλλήλους ἀσχόλων γενομένων,

42

.

45

.

3

αὖθις δὲ ἐν τῇ Αἰγύπτῳ κατασχεθέντων, τήν τε Κολχίδα ἀκονιτὶ προσηγάγετο καὶ τὴν Ἀρμενίαν ἀπόντος τοῦ Δηιοτάρου πᾶσαν, τῆς τε Καππαδοκίας καὶ τῶν τοῦ Πόντου πόλεών τινας, αἳ τῷ τῆς

42

.

46

.

1

Βιθυνίας νομῷ προσετετάχατο, κατεστρέψατο. πράσσοντος δὲ αὐ‐ τοῦ ταῦτα ὁ Καῖσαρ αὐτὸς μὲν οὐκ ἐκινήθη (οὔτε γὰρ ἡ Αἴγυπτός πω καθειστήκει, καὶ ἐλπίδος τι εἶχε δι’ ἑτέρων αὐτὸν χειρώσεσθαι), Γναῖον δὲ Δομίτιον Καλουῖνον ἔπεμψε, τήν τε Ἀσίαν οἱ καὶ ......

42

.

46

.

2

στρατόπεδα προστάξας. καὶ ὃς τὸν Δηιόταρον καὶ τὸν Ἀριο‐ βαρζάνην προσλαβὼν ἤλασεν εὐθὺς ἐπὶ τὸν Φαρνάκην ἐν τῇ Νικο‐ πόλει ὄντα (καὶ γὰρ ταύτην προκατειλήφει), καὶ καταφρονήσας, ἐπειδὴ ἐκεῖνος τὴν παρουσίαν αὐτοῦ φοβηθεὶς ἀνοχὴν ἐπὶ πρεσβεύ‐
5σει ἑτοίμως ἔσχε ποιήσασθαι, οὔτε ἐσπείσατο αὐτῷ καὶ συμβαλὼν

42

.

46

.

3

ἡττήθη. καὶ ὁ μὲν ἐκ τούτου ἐς τὴν Ἀσίαν, ἐπειδὴ μήτε ἀξιόμα‐ χός οἱ ἦν καὶ ὁ χειμὼν προσῄει, ἀνεχώρησεν· Φαρνάκης δὲ μεγάλα δὴ φρονῶν τά τε ἄλλα τὰ ἐν τῷ Πόντῳ προσκατεστήσατο, καὶ Ἀμισὸν καίπερ ἐπὶ πλεῖον ἀντισχοῦσαν εἷλέ τε καὶ διήρπασε,
5τούς τε ἡβῶντας ἐν αὐτῇ πάντας ἀπέκτεινε, καὶ ἐς τὴν Βιθυνίαν

42

.

46

.

4

τήν τε Ἀσίαν ἐπὶ ταῖς αὐταῖς τῷ πατρὶ ἐλπίσιν ἠπείγετο. κἀν
τούτῳ μαθὼν τὸν Ἄσανδρον, ὃν ἐπίτροπον τοῦ Βοσπόρου κατελε‐ λοίπει, νενεοχμωκότα, οὐκέτι περαιτέρω προεχώρησεν· ἐκεῖνος γάρ, ἐπειδὴ τάχιστα πόρρω τε ὁ Φαρνάκης ἀπ’ αὐτοῦ προϊὼν ἠγγέλθη,
5καὶ ἐδόκει, εἰ καὶ τὰ μάλιστα ἔν γε τῷ παρόντι ἀνθοῖ, ἀλλ’ οὔτι γε καὶ ἔπειτα καλῶς ἀπαλλάξειν, ἐπανέστη αὐτῷ ὡς καὶ τοῖς Ῥωμαίοις τι χαριούμενος τήν τε δυναστείαν τοῦ Βοσπόρου παρ’

42

.

47

.

1

αὐτῶν ληψόμενος. τοῦτ’ οὖν ὁ Φαρνάκης ἀκούσας ὥρμησεν ἐπ’ αὐτὸν μάτην· τὸν γὰρ Καίσαρα ἐν τῇ ὁδῷ εἶναι καὶ ἐς τὴν Ἀρμε‐ νίαν ἐπείγεσθαι πυθόμενος ἀνέστρεψε, κἀνταῦθα αὐτῷ περὶ Ζέ‐ λαν συνέτυχεν. ὁ γὰρ Καῖσαρ τοῦ τε Πτολεμαίου τελευτήσαντος
5καὶ τοῦ Δομιτίου νικηθέντος οὔτε εὐπρεπῆ οὔτε λυσιτελῆ οἱ τὴν ἐν τῇ Αἰγύπτῳ διατριβὴν ἐνόμισεν εἶναι, ἀλλὰ ἀφωρμήθη, καὶ

42

.

47

.

2

τάχει πολλῷ χρησάμενος ἐς τὴν Ἀρμενίαν ἀφίκετο. ἐκπλαγεὶς οὖν ὁ βάρβαρος, καὶ πολὺ μᾶλλον τὴν ὁρμὴν ἢ τὸν στρατὸν αὐτοῦ κα‐ ταδείσας, προσέπεμψεν αὐτῷ πρὶν πλησιάσαι πολλάκις προκηρυ‐

42

.

47

.

3

κευόμενος, εἴ πως τὸ παρὸν ἐφ’ ὁτῳδὴ συνθέμενος ἐκφύγοι. προ‐ ΐσχετο δὲ ἄλλα τε καὶ ἐν τοῖς μάλιστα ὅτι οὐ συνήρατο τῷ Πομ‐ πηίῳ· καὶ ἤλπιζεν ὑπάξεσθαί τε αὐτὸν ἐς σπονδὰς ἅτε καὶ ἐς τὴν Ἰταλίαν τήν τε Ἀφρικὴν ἐπειγόμενον, καὶ ἀπελθόντος αὐτοῦ ῥᾳ‐

42

.

47

.

4

δίως αὖθις πολεμήσειν. ὑποπτεύσας οὖν τοῦτο ὁ Καῖσαρ τοὺς μὲν πρώτους καὶ τοὺς δευτέρους πρέσβεις ἐφιλοφρονήσατο, ὅπως ὅτι μάλιστα ἀπροσδοκήτῳ οἱ τῇ τῆς εἰρήνης ἐλπίδι προσπέσῃ, τῶν δὲ τρίτων ἐλθόντων τά τε ἄλλα ἐπεκάλεσεν αὐτῷ καὶ ὅτι τὸν Πομ‐
5πήιον τὸν εὐεργέτην ἐγκατέλιπεν. καὶ οὐκ ἀνεβάλετο, ἀλλ’ εὐθὺς

42

.

47

.

5

αὐθημερόν, ὥσπερ εἶχεν ἐκ τῆς ὁδοῦ, συνέμιξε, καί τινα χρόνον ὑπό τε τῆς ἵππου καὶ ὑπὸ τῶν δρεπανηφόρων ἐκταραχθεὶς ἔπειτα τοῖς ὁπλίταις ἐκράτησε. καὶ ἐκεῖνον μὲν ἐκφυγόντα ἐπὶ τὴν θά‐ λασσαν, καὶ ἐς τὸν Βόσπορον μετὰ τοῦτο ἐσβιαζόμενον, ὁ Ἄσαν‐

42

.

48

.

1

δρος εἶρξέ τε καὶ ἀπέκτεινε· Καῖσαρ δὲ ἐπὶ τῇ νίκῃ, καίπερ οὐ πάνυ διαπρεπεῖ γενομένῃ, πολὺ καὶ ὅσον ἐπ’ οὐδεμιᾷ ἄλλῃ ἐφρό‐
νησεν, ὅτι ἔν τε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ καὶ ἦλθε πρὸς τὸν πολέμιον καὶ εἶδεν αὐτὸν καὶ ἐνίκησε. καὶ τά τε λάφυρα πάντα,

42

.

48

.

2

καίτοι πλεῖστα γενόμενα, τοῖς στρατιώταις ἐδωρήσατο, καὶ τρό‐ παιον, ἐπειδήπερ ὁ Μιθριδάτης ἀπὸ τοῦ Τριαρίου ἐνταῦθά που ἐγηγέρκει, ἀντανέστησε· καθελεῖν μὲν γὰρ τὸ τοῦ βαρβάρου οὐκ ἐτόλ‐ μησεν ὡς καὶ τοῖς ἐμπολεμίοις θεοῖς ἱερωμένον, τῇ δὲ δὴ τοῦ ἰδίου
5παραστάσει καὶ ἐκεῖνο συνεσκίασε καὶ τρόπον τινὰ καὶ κατέστρεψε.

42

.

48

.

3

καὶ μετὰ τοῦτο τὴν χώραν ὅσην τῶν τε Ῥωμαίων καὶ τῶν ἐνόρ‐ κων σφίσιν ἀποτετμημένος ὁ Φαρνάκης ἦν ἐκομίσατο, καὶ αὐτὴν πᾶσαν ὡς ἑκάστοις τοῖς ἀπολέσασιν ἔδωκε, πλὴν μέρους τινὸς τῆς

42

.

48

.

4

Ἀρμενίας, ὃ τῷ Ἀριοβαρζάνει ἐχαρίσατο. τούς τε Ἀμισηνοὺς ἐλευ‐ θερίᾳ ἠμείψατο, καὶ τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τετραρχίαν τε ἐν Γαλατίᾳ καὶ βασιλείας ὄνομα ἔδωκε, πρός τε τὸν Ἄσανδρον πολεμῆσαι ἐπέτρεψεν, ὅπως καὶ τὸν Βόσπορον κρατήσας αὐτοῦ
5λάβῃ, ὅτι πονηρὸς ἐς τὸν φίλον ἐγένετο.

42

.

49

.

1

πράξας δὲ ταῦτα, καὶ τὰ λοιπὰ τῷ Δομιτίῳ καταστήσασθαι κελεύσας, ἐς τὴν Βιθυνίαν ἦλθε, κἀντεῦθεν ἔς τε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἔπλευσε, πολλὰ καὶ ἐπὶ πάσῃ προφάσει χρήματα

42

.

49

.

2

παρὰ πάντων, ὥσπερ καὶ πρίν, ἐκλέγων. τοῦτο μὲν γάρ, ὅσα τινὲς τῷ Πομπηίῳ προϋπέσχηντο, ἐπράξατο, τοῦτο δὲ καὶ ἄλλα ἔξωθεν, προσεπικαλῶν τινα, ᾔτει. τά τε ἀναθήματα τοῦ ἐν τῇ Τύρῳ Ἡρα‐ κλέους πάντα ἀνείλετο, ὅτι τήν τε γυναῖκα καὶ τὸν παῖδα τοῦ Πομ‐

42

.

49

.

3

πηίου ὑπεδέξαντο ὅτε ἔφυγον. καὶ στεφάνους ἐπὶ ταῖς νίκαις συ‐ χνοὺς καὶ παρὰ τῶν δυναστῶν τῶν τε βασιλέων χρυσοῦς ἔλαβε. ταῦτα δὲ οὐχ ὑπὸ κακίας ἐποίει, ἀλλ’ ὅτι καὶ ἐδαπάνα παμπληθῆ, καὶ ἀνάλωσιν πολὺ πλείω ἔς τε τὰ στρατόπεδα καὶ ἐς τὰ ἐπινίκια,

42

.

49

.

4

τά τε ἄλλα ὅσα ἐλαμπρύνετο, ποιήσειν ἔμελλε. τό τε σύμπαν εἰ‐ πεῖν, χρηματοποιὸς ἀνὴρ ἐγένετο, δύο τε εἶναι λέγων τὰ τὰς δυ‐ ναστείας παρασκευάζοντα καὶ φυλάσσοντα καὶ ἐπαύξοντα, στρα‐

42

.

49

.

5

τιώτας καὶ χρήματα, καὶ ταῦτα δι’ ἀλλήλων συνεστηκέναι· τῇ τε γὰρ τροφῇ τὰ στρατεύματα συνέχεσθαι, καὶ ἐκείνην ἐκ τῶν ὅπλων συλλέγεσθαι· κἂν θάτερον ὁποτερονοῦν αὐτῶν ἐνδεὲς ᾖ, καὶ τὸ
ἕτερον συγκαταλυθήσεσθαι.

42

.

50

.

1

περὶ μὲν οὖν τούτων οὕτω καὶ ἐφρόνει ἀεὶ καὶ ἔλεγεν· ἐς δὲ δὴ τὴν Ἰταλίαν, ἀλλ’ οὐκ ἐς τὴν Ἀφρικὴν καίπερ πεπολεμωμένην οἱ, ἠπείχθη ὅτι ταραττόμενα τὰ ἐν τῷ ἄστει πυθόμενος ἐφοβήθη μὴ καὶ ἐς ἀνήκεστον προχωρήσῃ. οὐ μέντοι καὶ κακὸν οὐδένα

42

.

50

.

2

οὐδέν, ὥσπερ εἶπον, εἰργάσατο, πλὴν ὅτι κἀνταῦθα πολλὰ ἠργυρο‐ λόγησε, τὰ μέν τινα ἐν δωρεᾶς μέρει, στεφάνους καὶ ἀγάλματα καὶ ὅσα ἄλλα τοιαῦτα, λαμβάνων, τὰ δὲ καὶ δανειζόμενος δῆθεν, οὐχ

42

.

50

.

3

ὅτι παρὰ τῶν ἰδιωτῶν ἀλλὰ καὶ παρὰ τῶν πόλεων. τοῦτο γὰρ τὸ ὄνομα ταῖς ἐκλογαῖς τῶν χρημάτων, ἐφ’ αἷς μηδεμία ἄλλη πρόφα‐ σις εὔλογος ἦν, ἐτίθετο, ἐπεὶ τήν γε ἄλλως καὶ βιαίως, οὐδὲν ἧτ‐ τον τῶν ὀφειλομένων, καὶ ἐκεῖνα ἐπράττετο, καὶ ἔμελλε μηδέποτε
5ἀποδοθήσεσθαι. ἔλεγε μὲν γὰρ ὑπὲρ τοῦ δημοσίου τὰ οἰκεῖα δε‐

42

.

50

.

4

δαπανηκέναι, καὶ διὰ τοῦτο καὶ δανείζεσθαι· ὅθενπερ καὶ χρεῶν ἀποκοπὰς ἀξιοῦντος τοῦ πλήθους γενέσθαι οὐκ ἐποίησεν, εἰπὼν ὅτι καὶ αὐτὸς πολλὰ ὀφείλω· εὔδηλος δὲ ἐγίγνετο καὶ τὰ ἀλλότρια τῇ

42

.

50

.

5

δυναστείᾳ παρασπώμενος. οἵ τε οὖν ἄλλοι διὰ τοῦτο ἤχθοντο αὐτῷ καὶ οἱ ἑταῖροι· τῶν γὰρ δεδημευμένων συχνά, καὶ ὑπὲρ τὴν ἀξίαν γε ἔστιν ἅ, ἐλπίδι τοῦ προῖκα αὐτὰ ἕξειν ἀγοράσαντες πᾶσαν τὴν τιμὴν ἀποτίνειν ἠναγκάζοντο.

42

.

51

.

1

ἀλλὰ τούτους μὲν 〈ἐν〉 οὐδενὶ λόγῳ ἐποιεῖτο. καίτοι καὶ ἐκείνους τρόπον τινὰ ὡς ἑκάστους ἐθεράπευσε. τοῖς τε γὰρ πολλοῖς ἐχαρί‐ σατο τόν τε τόκον τὸν ἐποφειλόμενόν σφισιν ἐξ οὗ πρὸς τὸν Πομ‐ πήιον ἐξεπολεμώθη πάντα, καὶ τὸ ἐνοίκιον ὅσον ἐς πεντακοσίας

42

.

51

.

2

δραχμὰς ἦν ἐνιαυτοῦ ἑνὸς ἀφείς, καὶ προσέτι καὶ τὰς τιμήσεις τῶν κτημάτων, ἐν οἷς τὴν ἀπόδοσιν τῶν δανεισμάτων κατὰ τοὺς νόμους γίγνεσθαι ἔδει, πρὸς τὴν ἐν τῷ χρόνῳ ἀξίαν ἐπαναγαγών, ἐπειδὴ

42

.

51

.

3

τῷ πλήθει τῶν δεδημοσιωμένων πολὺ πάντα ἐπευώνιστο. τούτους τε οὖν ταῦτα πράξας ἀνηρτήσατο, καὶ τῶν προσεταιριστῶν τῶν τε συναγωνιστῶν τοὺς μὲν βουλευτὰς ἱερωσύναις τε καὶ ἀρχαῖς ταῖς τε ἐς τὸν λοιπὸν τοῦ ἔτους ἐκείνου χρόνον καὶ ταῖς ἐς νέωτα (ἵνα
5γὰρ πλείους αὐτῶν ἀμείψηται, στρατηγούς τε δέκα ἐς τὸ ἐπιὸν

42

.

51

.

4

ἔτος ἀπέδειξε καὶ ἱερέας ὑπὲρ τὸ νενομισμένον· τοῖς τε γὰρ ποντί‐
φιξι καὶ τοῖς οἰωνισταῖς, ὧν καὶ αὐτὸς ἦν, τοῖς τε πεντεκαίδεκα καλουμένοις ἕνα ἑκάστοις προσένειμε, καίπερ αὐτὸς βουληθεὶς πά‐

42

.

51

.

5

σας τὰς ἱερωσύνας λαβεῖν ὥσπερ ἐψήφιστο), τοὺς δὲ ἱππέας τοῦ τέλους τούς τε ἑκατοντάρχους καὶ τοὺς ὑπομείονας ἄλλοις τέ τισι καὶ τῷ καὶ ἐς τὸ συνέδριόν τινας ἀπ’ αὐτῶν ἀντὶ τῶν ἀπολωλότων καταλέξαι.

42

.

52

.

1

τὰ δὲ δὴ στρατόπεδα οὐχ ἡσυχῇ αὐτὸν ἐτάραξε· πολλὰ γὰρ λήψεσθαι ἐλπίσαντες, καὶ εὑρόμενοι τῆς μὲν ἀξίας οὐκ ἐλάττω τῆς δὲ προσδοκίας καταδεέστερα, ἐθορύβησαν. ἐν Καμπανίᾳ δὲ οἱ πλείους αὐτῶν, ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσούμενοι, ἦσαν.

42

.

52

.

2

οὗτοι οὖν τόν τε Σαλούστιον παρ’ ὀλίγον ἀπέκτειναν (στρατηγὸς γὰρ ἐπὶ τῷ τὴν βουλείαν ἀναλαβεῖν ἀπεδέδεικτο), καὶ ἐπειδὴ καὶ ἐκεῖ‐ νος διαφυγὼν αὐτοὺς ἐς τὴν Ῥώμην πρὸς τὸν Καίσαρα ὥρμησε, τὰ γιγνόμενά οἱ δηλώσων, ἐφέσποντό τε αὐτῷ συχνοὶ μηδενὸς φει‐
5δόμενοι, καὶ ἄλλους τε τῶν ἐντυχόντων σφίσι καὶ βουλευτὰς δύο

42

.

52

.

3

ἔσφαξαν. ὁ οὖν Καῖσαρ ὡς τάχιστα τῆς προσόδου αὐτῶν ᾔσθετο, ἠθέλησε μὲν τὸ δορυφορικὸν ἐπ’ αὐτοὺς ἀντιπέμψαι, φοβηθεὶς δὲ μὴ καὶ ἐκεῖνοι συστασιάσωσί σφισιν ἡσύχασε, μέχρις οὗ ἐς τὸ προ‐ άστειον ἀφίκοντο. ἐνταῦθα δὲ δὴ οὖσιν αὐτοῖς προσέπεμψε, καὶ

42

.

52

.

4

ἐπύθετο τί βουλόμενοι καὶ τίνος χρῄζοντες ἥκοιεν. ἀποκριναμένων τέ σφων ὅτι αὐτῷ ἐκείνῳ ἐροῦσιν, ἐπέτρεψε μὲν αὐτοῖς ἐς τὴν πόλιν ἄνευ τῶν ὅπλων, πλὴν τῶν ξιφῶν, ἐσελθεῖν· ταῦτα γὰρ καὶ ἄλλως καὶ ἐν τῷ ἄστει φορεῖν εἰώθεσαν, καὶ τότε οὐκ ἂν ὑπέμει‐

42

.

53

.

1

ναν καταθέσθαι· εἰπόντων δὲ αὐτῶν πολλὰ μὲν περὶ ὧν καὶ ἐπό‐ νησαν καὶ ἐκινδύνευσαν, πολλὰ δὲ καὶ περὶ ὧν ἤλπισαν ἀξίους τέ σφας τυχεῖν ἔφασκον εἶναι, καὶ μετὰ τοῦτο ἀφεθῆναί τε τῆς στρατείας

42

.

53

.

2

ἀξιούντων καὶ δεινῶς διὰ τοῦτ’ αὐτῷ ἐγκειμένων, οὐχ ὅτι καὶ ἰδιω‐ τεῦσαι ἐβούλοντο (ἥκιστα γάρ, ἅτε καὶ συνήθεις ταῖς πλεονεξίαις ἐκ πολλοῦ γεγονότες, τοῦτ’ ἤθελον) ἀλλ’ ὅτι καταπλήξειν τε ἐξ αὐτοῦ τὸν Καίσαρα καὶ πᾶν ὁτιοῦν καταπράξειν, ἅτε καὶ ὑπογύου

42

.

53

.

3

οἱ τῆς ἐς τὴν Ἀφρικὴν στρατείας οὔσης, ἐνόμιζον, περὶ μὲν τῶν ἄλλων οὐδέν σφισι τὸ παράπαν ἀπεκρίνατο, αὐτὰ δὲ ταῦτα εἰπὼν μόνα “ἀλλ’ ὀρθῶς γε, ὦ Κυιρῖται, λέγετε· καὶ γὰρ κεκμήκατε καὶ κατατέτρωσθε” πάντας αὐτοὺς παραχρῆμα ὡς μηδὲν δῆθεν αὐτῶν
5δεόμενος διῆκε, καὶ τοῖς τὸν τεταγμένον χρόνον ἐστρατευμένοις καὶ

42

.

53

.

4

τὰ γέρα ἐντελῆ δώσειν ὑπέσχετο. λεχθέντων δὲ τούτων κατεπλά‐ γησαν ἔκ τε τῆς ἄλλης αὐτοῦ διανοίας, καὶ μάλιστα ὅτι Κυιρίτας ἀλλ’ οὐ στρατιώτας σφᾶς ὠνόμασε, καὶ ταπεινωθέντες φοβηθέντες τε μὴ πάθωσί τι δεινὸν μετεβάλοντο, καὶ πολλὰ μὲν ἱκετεύοντες
5αὐτὸν εἶπον, πολλὰ δὲ καὶ ἐπαγγελλόμενοι καὶ συστρατεύσειν οἱ

42

.

53

.

5

ἐθελονταὶ καὶ τὸν πόλεμον μόνοι διαπολεμήσειν ὑπέσχοντο. ὡς οὖν ἐνταῦθα ἦσαν, καί τις καὶ τῶν στρατιαρχῶν ἐν τοσούτῳ, ἢ καὶ ἀφ’ ἑαυτοῦ γνώμης 〈ἢ〉 χαριζόμενος τῷ Καίσαρι, διελέχθη τέ τινα ὑπὲρ αὐτῶν καὶ ἐδεήθη, “ἀφίημι μέν” ἔφη “καὶ ὑμᾶς τοὺς παρόν‐
5τας καὶ τοὺς ἄλλους πάντας, ὅσοις τὰ τῆς στρατείας ἔτη ἐξήκει·

42

.

53

.

6

οὐδὲ γὰρ οὐδὲ δέομαί τι ὑμῶν· τὰ μέντοι γέρα καὶ ὣς ὑμῖν ἀπο‐ δώσω, ἵνα μήποτέ τις εἴπῃ ὅτι ἐγὼ χρησάμενος ὑμῖν ἐν τοῖς κιν‐ δύνοις ἔπειτα ἀχάριστος ἐγενόμην, εἰ καὶ τὰ μάλιστα καὶ τοῖς σώμασιν ἐρρωμένοι καὶ πάντα καὶ τὰ λοιπὰ προσδιαπολεμῆσαι

42

.

54

.

1

δυνάμενοι οὐκ ἠθελήσατέ μοι συστρατεῦσαι.” καὶ ὁ μὲν ταῦτά τε σοφιζόμενος εἶπε (πάνυ γὰρ αὐτῶν ἔχρῃζε) καὶ χώραν ἔκ τε τῆς δημοσίας καὶ ἐκ τῆς ἑαυτοῦ δὴ πᾶσί σφισιν ἔνειμεν, ἄλλους ἄλλῃ, καὶ πάνυ πόρρω ἀπ’ ἀλλήλων, ἀπαρτήσας, ὥστε μήτε τοῖς ὁμοχώ‐
5ροις σφᾶς φοβεροὺς μήτ’ αὖ πρὸς νεωτερισμὸν ἑτοίμους, καθ’ ἕν

42

.

54

.

2

που συνοικοῦντας, γενέσθαι. τῶν τε ἐποφειλομένων σφίσι χρημά‐ των, ἃ πολλὰ καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν πρᾶξιν ὑπέσχητο δώσειν, τὰ μὲν εὐθὺς ἀπαλλάξειν, τὰ δὲ οὐκ ἐς μακρὰν καὶ σὺν τόκῳ γε διαλύσειν ἐπηγγείλατο. εἰπὼν δὲ ταῦτα, καὶ δουλωσάμενος αὐτοὺς
5ὥστε μήτε τι θρασύνεσθαι καὶ προσέτι καὶ χάριν εἰδέναι, προσ‐

42

.

54

.

3

επεῖπεν “ἀπέχετε μὲν παρ’ ἐμοῦ πάντα, καὶ οὐδένα ἔθ’ ὑμῶν ἀναγ‐ κάσω στρατεύσασθαι· εἰ μέντοι τις ἑκούσιος ἐθέλοι καὶ τὰ λοιπά μοι συγκατεργάσασθαι, ἡδέως αὐτὸν δέξομαι.” ἀκούσαντες δὲ τοῦτο ἐκεῖνοι ὑπερήσθησαν καὶ πάντες ὁμοίως ἀναστρατεύσασθαι

42

.

55

.

1

ἠθέλησαν. ὁ οὖν Καῖσαρ τοὺς ταραχώδεις αὐτῶν, οὐ πάντας ἀλλ’ ὅσοι μετρίως πως ὄντες γεωργίαις ζῆν ἐδύναντο, ἀπολέξας τοῖς λοι‐ ποῖς ἐχρήσατο. καὶ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων στρατιωτῶν ἐποίη‐

42

.

55

.

2

σεν· τοὺς γὰρ πάνυ τε θρασεῖς καὶ ἱκανοὺς μέγα τι κακὸν δρᾶσαι ἐκ μὲν τῆς Ἰταλίας ἐξήγαγεν, ὅπως μηδὲν ἐκεῖ καταλειφθέντες νεο‐ χμώσωσιν, ἐν δὲ δὴ τῇ Ἀφρικῇ καὶ μάλα ἡδέως, ἄλλους κατ’ ἄλ‐
λην πρόφασιν, ἀνάλωσε· τούς τε γὰρ ἐναντίους ἅμα δι’ αὐτῶν

42

.

55

.

3

κατειργάζετο καὶ ἐκείνων ἀπηλλάττετο. φιλανθρωπότατός 〈τε〉 γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖς τε ἄλλοις καὶ τοῖς στρα‐ τιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε.

42

.

55

.

4

ταῦτά 〈τε〉 ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπ’ ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅ τε

42

.

56

.

1

Καλῆνος καὶ ὁ Οὐατίνιος ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρι‐ κὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε· πλεῖ‐ στον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς 〈ἐκ〉 τοῦ ἀπροσδοκήτου
5στρατείαις κατέπραττεν, ὥστ’ εἴ τις ἐκλογίζοιτο ὅτῳ τοσοῦτον τῶν καθ’ ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν 〈ἂν〉 ἄλλο τούτου

42

.

56

.

2

μᾶλλον ὂν ἔμπροσθε παραβαλὼν εὕροι. ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐδὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅ τε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκι‐
5πίων οἵ τε ἄλλοι οἱ μετ’ αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατ‐

42

.

56

.

3

έφυγον, κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τά τε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇ τε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάς τε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπ’ αὐτῶν καὶ ὅπλα τόν τε σίδηρον τὸν ἄλλον, οὗπέρ που καὶ μόνου ἔχρῃζον,

42

.

56

.

4

〈ἐπόριζον〉, τελευτῶντές τε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς δια‐ νοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι. στασιάζειν τε γὰρ αὐτὴν
5πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου

42

.

56

.

5

παῖδα ὄντα δέξεσθαι νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήν τε Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρ‐ μήσων, οἱ δὲ ὡς τὸν πλοῦν ἅμα τὸν ἐς τὴν Ἰταλίαν ποιησόμενοι.

42

.

57

.

1

κατ’ ἀρχὰς μὲν γὰρ διατριβή τις αὐτοῖς ἐγένετο, τοῦ τε Οὐάρου τῷ [τε] Σκιπίωνι τῆς ἡγεμονίας ἀμφισβητήσαντος, ἐπειδὴ αὐτὸς ἐκ
πλείονος ἐν τοῖς ταύτῃ χωρίοις ἦρχε, καὶ τοῦ Ἰόβου τῇ νίκῃ ἐπαιρο‐

42

.

57

.

2

μένου καὶ τὰ πρῶτα δι’ αὐτὴν ἀξιοῦντος φέρεσθαι· συμφρονήσαντες δὲ ὅ τε Σκιπίων καὶ ὁ Κάτων, οἷα ὁ μὲν τῇ ἀξιώσει ὁ δὲ τῇ συν‐ έσει πολὺ πάντων σφῶν προήκοντες, τούς τε ἄλλους προσεποιή‐ σαντο καὶ ἐκείνους ἔπεισαν τῷ Σκιπίωνι πάντα ἐπιτρέψαι. ὁ γὰρ
5Κάτων δυνηθεὶς ἂν ἐξ ἴσου αὐτῷ ἢ καὶ μόνος ἄρξαι οὐκ ἠθέλησε,

42

.

57

.

3

τὸ μὲν ὅτι βλαβερώτατον τοῖς τοιούτοις ἡγεῖτο εἶναι, τὸ δὲ ὅτι τῷ πολιτικῷ ἀξιώματι ἠλαττοῦτο αὐτοῦ· πολὺ γὰρ ἄλλως τε καὶ ἐν τοῖς στρατιωτικοῖς ἑώρα δυνάμενον τὸ τὸν ἄρχοντα καὶ νόμῳ δή τινι τῶν ἄλλων προκεκρίσθαι, καὶ διὰ τοῦτο τῆς τε ἀρχῆς ἑκὼν
5αὐτῷ παρεχώρησε, καὶ προσέτι καὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο

42

.

57

.

4

παρέδωκε. καὶ ὁ μὲν ἐκ τούτου τήν τε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλ‐ λων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήν τε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπε‐

42

.

57

.

5

τράπη· τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρ ἦρχε. καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδ’ ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.

42

.

58

.

1

μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθ’ ἑαυτοῦ στρατευόμενοι πεπεισμένοι τε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκ τε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα

42

.

58

.

2

καὶ τὴν προσηγορίαν ταύτην φέροντα (ἐπεκαλεῖτο δὲ Σαλάττων), καὶ οὕτω τόν τε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐ‐ τικῇ ἰσχυρῶς ἐφρουρεῖτο), καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς. ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε
5ἐγένετο, ὑφ’ ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐση‐

42

.

58

.

3

μαίνετο, ἀλλὰ καὶ αὐτό γε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλ’ ἐκτείνας τὼ χεῖρε τήν τε γῆν,
5ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας

42

.

58

.

4

εἶπεν “ἔχω σε, Ἀφρική.” ἐκ δὲ τούτου προσέβαλε μὲν τῷ Ἀδρυ‐ μήτῳ, ἀποκρουσθεὶς δὲ καὶ προσέτι καὶ ἐκ τοῦ στρατοπέδου βιαίως ἐκβληθεὶς μετέστη πρὸς πόλιν ἑτέραν Ῥούσπινα, καὶ δεχθεὶς ὑπ’ αὐτῶν χειμάδιόν τε ἐν αὐτῇ κατεσκευάσατο, καὶ ἐκεῖθεν ὁρμώμε‐
5νος ἐπολέμει.

43

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ Σκιπίωνα καὶ Ἰόβαν ἐνίκησεν. β. Ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον. γ. Ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν.
5δ. Ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστή‐ σατο. ε. Ὡς ἥ τε ἀγορὰ Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη. ζ. Ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν νῦν τρόπον κατεστήσατο. η. Ὡς καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν Ἰβηρίᾳ ἐνίκησεν.
10θ. Ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν. ι. Ὡς Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη. ια. Ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν. Χρόνου πλῆθος ἔτη τρία, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ γʹ
15μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπ〈ατοσ〉 τὸ γʹ μετὰ Αἰμιλίου Λεπίδου [ὑπ.] Γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δʹ μετὰ Αἰμιλίου 〈Λεπίδου〉 ἱππάρχου καὶ ὕπατος τὸ δʹ μόνος
20〈Γ.〉 Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ εʹ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ εʹ μετὰ 〈Μ.〉 Ἀντωνίου [ὑπ.]

43

.

1

.

1

τότε μὲν ταῦτ’ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει καὶ ἐδικτατόρευσεν ἅμα καὶ ὑπάτευσε, τρίτον ἑκάτερον, τοῦ Λεπίδου οἱ ἀμφοτέρωθι συνάρξαντος. ἐπειδὴ γὰρ δικτάτωρ ὑπ’ αὐτοῦ τὸ πρῶτον ἐλέχθη,
παραχρῆμά τε αὐτὸν μετὰ τὴν στρατηγίαν ἐς τὴν Ἰβηρίαν τὴν

43

.

1

.

2

πλησιαιτέραν ἔστειλε, καὶ ἐπανελθόντα ἐπινικίοις, μήτε τινὰς νική‐ σαντα μήτ’ ἀρχὴν μαχεσάμενόν τισιν, ἐτίμησε, πρόφασιν ὅτι τοῖς ὑπό τε τοῦ Λογγίνου καὶ ὑπὸ τοῦ Μαρκέλλου πραχθεῖσι παρεγέ‐

43

.

1

.

3

νετο. οὔκουν οὐδὲ ἔπεμψέ τι ἐπ’ ἀληθείας, πλὴν τῶν χρημάτων ἃ τοὺς συμμάχους ἐσεσυλήκει. τούτοις τε οὖν αὐτὸν ἤγηλε, καὶ μετὰ τοῦτο καὶ συνάρχοντα ἑκατέρωθι προσείλετο.

43

.

2

.

1

καὶ αὐτῶν ἀρχόντων ἤδη οἵ τε ἐν τῇ Ῥώμῃ ἐταράχθησαν ὑπὸ σημείων· λύκος τε γὰρ ἐν αὐτῇ ὤφθη, καὶ χοῖρος ἐλέφαντι πλὴν τῶν ποδῶν ὅμοιος ἐγεννήθη· κἀν τῇ Ἀφρικῇ ὅ τε Πετρέιος καὶ ὁ Λαβιῆνος τηρήσαντες τὸν Καίσαρα πρὸς κώμας ἐπὶ σῖτον ἐξελη‐

43

.

2

.

2

λυθότα, τήν τε ἵππον αὐτοῦ μηδέπω καλῶς ἐκ τῆς θαλάσσης ἐρ‐ ρωμένην ἐς τοὺς πεζοὺς τοῖς Νομάσι κατήραξαν, καὶ συνταραχθεί‐ σης πρὸς τοῦτο τῆς ἀσπίδος πολλοὺς μὲν αὐτῶν ἐν χερσὶν ἀπέκτει‐ ναν, πάντας δ’ ἂν καὶ τοὺς λοιποὺς ἀνειληθέντας ἐπὶ μετέωρόν τι

43

.

2

.

3

ἐξέκοψαν, εἰ μὴ ἰσχυρῶς ἐτρώθησαν. ἐπὶ πλεῖον δ’ οὖν καὶ ὥς, τούτου συμβεβηκότος, τὸν Καίσαρα κατέπληξαν. λογιζόμενος μὲν γὰρ ὡς ὑπὸ ὀλίγων ἔπταισε, προσδεχόμενος δὲ καὶ τὸν Σκιπίωνα τόν τε Ἰόβαν πάσαις, ὥσπερ ἠγγέλλοντο, ταῖς δυνάμεσιν εὐθὺς

43

.

2

.

4

ἀφίξεσθαι, διηπόρει καὶ οὐκ εἶχεν ὅ τι πράξῃ· τόν τε γὰρ πόλεμον μηδέπω καλῶς διενεγκεῖν δυνάμενος, καὶ τὴν ἐν ταὐτῷ μονὴν χαλε‐ πήν, κἂν οἱ πολέμιοί σφων ἀπέχωνται, διὰ τὴν τῆς τροφῆς ἀπο‐ ρίαν, τήν τε ἀνάστασιν ἀδύνατον τῶν πολεμίων καὶ ἐκ τῆς ἠπείρου
5καὶ ἐκ τῆς θαλάσσης ἐπικειμένων οἱ ὁρῶν οὖσαν, ἠθύμει.

43

.

3

.

1

ἐνταῦθ’ οὖν αὐτῷ ὄντι Πούπλιός τις Σίττιος, εἴγε ἐκεῖνον ἀλλὰ μὴ τὸ δαιμόνιον δεῖ λέγειν, τήν τε σωτηρίαν ἅμα καὶ τὴν ἐπικρά‐ τησιν ἔδωκεν. οὗτος γὰρ ἐξέπεσε μὲν ἐκ τῆς Ἰταλίας, παραλαβὼν δὲ συμφυγάδας τινὰς καὶ περαιωθεὶς ἐς Μαυριτανίαν χεῖρά τε

43

.

3

.

2

ἤθροισε, καὶ παρὰ τῷ Βόκχῳ στρατηγήσας ἐπεχείρησε τῷ Καίσαρι, μήτε τινὰ εὐεργεσίαν αὐτοῦ προέχων μήτ’ ἄλλως ἐν γνώσει οἱ ὤν, τοῦ τε πολέμου συνάρασθαι καὶ τὰ παρόντα συγκατεργάσασθαι.

43

.

3

.

3

κἀκ τούτου αὐτῷ μὲν ἐκείνῳ οὐκ ἐπήμυνε· πόρρω τε γὰρ αὐτὸν ἤκουεν ὄντα, καὶ βραχύ τι ὑφ’ ἑαυτοῦ (οὐ γάρ πω μεγάλην ἰσχὺν εἶχεν) ὠφελήσεσθαι ἐνόμιζε· τὸν δὲ δὴ Ἰόβαν ἐκστρατεύσαντα τη‐

43

.

3

.

4

ρήσας ἔς τε τὴν Νουμιδίαν ἐνέβαλε, καὶ ταύτην τε καὶ τὴν Γαι‐ τουλίαν μέρος τῆς ἀρχῆς αὐτοῦ οὖσαν ἐλυμήνατο, ὥστε τὸν βασι‐ λέα τῶν τε ἐν χερσὶν ἀφέσθαι καὶ ἐκ μέσης τῆς ὁδοῦ μετὰ τοῦ πλείονος στρατοῦ ἀναστρέψαι· ἔστι γὰρ ὅ τι καὶ τῷ Σκιπίωνι ἀπ’

43

.

3

.

5

αὐτοῦ συνέπεμψεν. ἐξ οὗπερ καὶ τὰ μάλιστα διεφάνη ὅτι εἰ καὶ ἐκεῖνος ἐληλύθει, οὐκ ἄν ποτε αὐτοῖς ὁ Καῖσαρ ἀντέσχεν. οὔκουν οὐδὲ μόνῳ τῷ Σκιπίωνι συμβαλεῖν εὐθὺς ἐτόλμησε· τά τε γὰρ ἄλλα καὶ τοὺς ἐλέφαντας, τὸ μέν τι καὶ ἐπὶ τῇ μάχῃ, τὸ δὲ δὴ πλεῖον

43

.

4

.

1

ὅτι τὸ ἱππικὸν αὐτοῦ ἐτάρασσον, δεινῶς ἐδεδίει. ἐν φυλακῇ οὖν τὸ στρατόπεδον ἐς ὅσον ἐδύνατο ποιῶν ὁ Καῖσαρ στρατιώτας τε ἐκ τῆς Ἰταλίας καὶ ἐλέφαντας μετεπέμπετο, οὐχ ὡς καὶ ἀξιόμαχόν τι δι’ αὐτῶν δράσων (οὐδὲ γὰρ πολλοὶ ἦσαν), ἀλλ’ ἵνα οἱ ἵπποι
5πρός τε τὴν ὄψιν καὶ πρὸς τὴν φωνὴν αὐτῶν ἐκμελετήσωσιν οὐδὲν

43

.

4

.

2

ἔτι τοὺς τῶν πολεμίων φοβεῖσθαι. κἀν τούτῳ οἵ τε Γαίτουλοι προσεχώρησαν αὐτῷ καὶ ἕτεροί τινες τῶν πλησιοχώρων, τὰ μὲν δι’ ἐκείνους, ἐπειδή σφας μεγάλως τιμηθέντας ἤκουσαν, τὰ δὲ καὶ τῇ

43

.

4

.

3

τοῦ Μαρίου μνήμῃ, ὅτι προσήκων αὐτοῦ ἦν. ὡς δὲ ταῦτά τε ἐγέ‐ νετο, καὶ οἱ ἐκ τῆς Ἰταλίας βραδέως μὲν καὶ ἐπικινδύνως ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῶν πολεμίων περαιωθέντες, ὅμως δ’ οὖν ἦλθόν ποτε, οὐκέθ’ ἡσύχασεν, ἀλλὰ καὶ τοὐναντίον ἠπείχθη πρὸς
5τὴν μάχην, ὅπως πρὶν τὸν Ἰόβαν ἐπελθεῖν φθάσῃ τὸν Σκιπίωνα

43

.

4

.

4

προκατεργασάμενος. καὶ προχωρήσας ἐπ’ αὐτὸν πρὸς πόλιν Οὐζ‐ ζίττα ἐπὶ λόφου τινός, ὑπέρ τε ἐκείνης καὶ ὑπὲρ τοῦ στρατοπέδου ἅμα αὐτῶν ὄντος, ἱδρύθη, προεκκρούσας τοὺς κατέχοντας αὐτόν, καὶ μετὰ τοῦτο προσπεσόντα οἱ τὸν Σκιπίωνα ἀπό τε τοῦ μετεώρου

43

.

4

.

5

ἀπεδίωξε καὶ τοῖς ἱππεῦσιν ἐπικαταδραμὼν ἐκάκωσε. τοῦτό τε οὖν τὸ χωρίον κατέσχε καὶ ἐνετειχίσατο, καὶ ἕτερον ἐπὶ θάτερα τῆς πό‐ λεως, τὸν Λαβιῆνον ἀπ’ αὐτοῦ κρατήσας, ἔλαβε· κἀκ τούτου καὶ
πᾶσαν αὐτὴν ἀπετείχισεν. ὁ γὰρ Σκιπίων δείσας μὴ προαναλωθῇ,

43

.

4

.

6

ἐς μάχην μὲν οὐκέτ’ αὐτῷ ᾔει, τὸν δὲ Ἰόβαν μετεπέμπετο, καὶ αὐτῷ, ἐπειδὴ μὴ ὑπήκουέν οἱ, πάντα τὰ ἐν τῇ Ἀφρικῇ τοῖς Ῥω‐ μαίοις ὄντα χαρίσασθαι ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τῷ μὲν Σιττίῳ ἄλλους ἀντέταξεν, αὐτὸς δὲ ἐπὶ τὸν Καίσαρα αὖθις ὥρ‐
5μησεν.

43

.

5

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, ὁ Καῖσαρ ἐπείρασε μὲν πάντα τρόπον ἐς χεῖρας τὸν Σκιπίωνα ὑπαγαγέσθαι, μὴ δυνηθεὶς δὲ λόγους τε φιλίους ἐς τοὺς στρατιώτας αὐτοῦ καθῆκε καὶ βιβλία βραχέα διέρ‐

43

.

5

.

2

ριψεν, ὑπισχνούμενος δι’ αὐτῶν τῷ μὲν ἐπιχωρίῳ τά τε οἰκεῖα ἀκέ‐ ραια τηρήσειν καὶ αὐτοὺς ἐλευθέρους ἀφήσειν, τῷ δὲ Ῥωμαίῳ τήν τε ἄδειαν καὶ τὰ γέρα ἃ καὶ τοῖς συνοῦσίν οἱ ὤφειλε δώσειν· καὶ

43

.

5

.

3

συχνούς γε ἐκ τούτου προσεποιήσατο. Σκιπίων δὲ ἐπεχείρησε μὲν καὶ αὐτὸς καὶ βιβλία καὶ λόγους ἐς τοὺς ἐναντίους ἐσβαλεῖν ὡς καὶ σφετεριούμενός τινας, οὐ μέντοι καὶ μεταστῆσαι αὐτοὺς ἠδυ‐ νήθη, οὐχ ὅτι οὐκ ἂν καὶ τὰ ἐκείνου τινὲς ἀνθείλοντο, εἴπερ τι

43

.

5

.

4

τῶν ὁμοίων ἐπηγγέλλετο, ἀλλ’ ὅτι ἆθλον μέν σφισιν οὐδὲν ὑπι‐ σχνεῖτο, τὸν δὲ δὴ δῆμον τὸν τῶν Ῥωμαίων τήν τε γερουσίαν ἄλ‐ λως ἐλευθερῶσαι αὐτοὺς παρεκάλει. καὶ οὕτως, ἐν ᾧ δὴ τὰ εὐ‐ πρεπέστερα τῷ λόγῳ μᾶλλον ἢ τὰ χρησιμώτερα τοῖς παροῦσιν
5ᾑρεῖτο, οὐδένα αὐτῶν ᾠκειώσατο.

43

.

6

.

1

μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθ’ οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴ βου‐

43

.

6

.

2

λομένους συμβαλεῖν ἐλύπουν, τῷ τε ἱππικῷ τοὺς ἀποσκεδαννυμέ‐ νους σφῶν ἰσχυρῶς ἔβλαπτον· ὁ δὲ δὴ Καῖσαρ οὔτε ἐς χεῖρας αὐ‐ τοῖς ἑκὼν ᾔει, καὶ τὴν περιτείχισιν ἐπέσχε, καὶ τὴν τροφὴν ἀγαπη‐

43

.

6

.

3

τῶς ἥρπαζε, καὶ δυνάμεις ἄλλας οἴκοθεν προσμετεπέμπετο. καὶ ὀψὲ μὲν καὶ χαλεπῶς ἐλθούσας αὐτάς (οὔτε γὰρ ἀθρόαι ἦσαν ἀλλὰ κατὰ βραχὺ συνελέγοντο, καὶ πλοίων ὥσθ’ ἅμα περαιωθῆναι ἠπό‐ ρουν)—ἐλθούσας δ’ οὖν ποτε προσλαβὼν ἀνεθάρσησεν αὖθις, καὶ

43

.

6

.

4

ἐπεξαγαγὼν παρετάξατο πρὸ τῆς ταφρείας. ἰδόντες δὲ τοῦτο οἱ ἐναντίοι ἀντιπαρετάξαντο μέν, οὐ μὴν καὶ συνέβαλόν σφισιν. καὶ
τοῦτο ἐπὶ πλείους ἡμέρας ἐγένετο· πλὴν γὰρ ὅτι τοῖς ἱππεῦσιν ἐπὶ βραχὺ συμμιγνύντες ἀνεχώρουν, οὐδὲν οὐδέτεροι μέγα παρέ‐
5βαλον.

43

.

7

.

1

ὁ οὖν Καῖσαρ ἐννοήσας ὅτι οὐκ ἂν δύναιτο ἄκοντας αὐτοὺς ὑπὸ τῶν χωρίων ἐς χεῖρας ἐλθεῖν ἀναγκάσαι, πρὸς Θάψον ὥρμη‐ σεν, ἵν’ ἢ προσβοηθησάντων αὐτῶν τῇ πόλει συμβάλῃ σφίσιν, ἢ

43

.

7

.

2

περιιδόντων ἐκείνην γε ἕλῃ. ἡ δὲ δὴ Θάψος κεῖται μὲν ἐν χερρο‐ νήσῳ τρόπον τινά, ἔνθεν μὲν τῆς θαλάσσης ἔνθεν δὲ λίμνης παρη‐ κούσης, στενὸν δὲ δὴ τὸν ἰσθμὸν καὶ ἑλώδη διὰ μέσου οὕτως ἔχει ὥστε διχῇ μὲν δι’ ἐλαχίστου δὲ ἐφ’ ἑκάτερα τοῦ ἕλους παρ’ αὐτὴν

43

.

7

.

3

τὴν ῥαχίαν ἀμφοτέρωθεν παριέναι. πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον (οὐ γὰρ ἦσαν ἀξιόμαχοι), ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ ἰσθμοῦ,
5καθ’ ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι

43

.

8

.

1

διχῇ διαλαβόντες ἀνταποτειχίσαι. ἐν ἔργῳ δὲ αὐτῶν ὄντων καὶ πολὺ καθ’ ἑκάστην ἡμέραν ἀνυόντων (ὅπως γάρ τοι θᾶσσον δια‐ τειχίσωσι, τούς τε ἐλέφαντας καθ’ ὃ μηδέπω διετετάφρευτο ἀλλ’ εὐέφοδόν τι τοῖς πολεμίοις ἦν προσέταξαν, καὶ τὰ λοιπὰ πάντες

43

.

8

.

2

εἰργάζοντο) ἐπέθετο ὁ Καῖσαρ αἰφνίδιον τοῖς ἑτέροις 〈τοῖσ〉 περὶ τὸν Σκιπίωνα, καὶ τοὺς ἐλέφαντας πόρρωθεν σφενδόναις καὶ τοξεύμα‐ σιν ἐκταράξας ἐφέσπετό τε αὐτοῖς ἀναχωρήσασι, καὶ παρὰ δόξαν τοῖς ἐργαζομένοις προσμίξας καὶ ἐκείνους ἐτρέψατο, καί σφισι φυ‐

43

.

8

.

3

γοῦσιν ἐς τὸ ἔρυμα συνεσπεσὼν αὐτοβοεὶ αὐτὸ εἷλεν. ἰδὼν δὲ ταῦτα ὁ Ἰόβας οὕτως ἐξεπλάγη καὶ ἔδεισεν ὡς μήτε ἐς χεῖράς τινι ὑπομεῖναι ἐλθεῖν μήτε τὸ στρατόπεδον διὰ φυλακῆς ποιήσασθαι.

43

.

8

.

4

ἐκεῖνος μὲν οὖν φυγὼν καὶ οἴκαδε ἐπειχθείς, ἔπειτ’ ἐπειδὴ μηδεὶς αὐτόν, ἄλλως τε καὶ τοῦ Σιττίου τοὺς ἀντικαταστάντας οἱ προνε‐ νικηκότος, ἐδέξατο, ἀπέγνω τε τὴν σωτηρίαν, καὶ τῷ Πετρεΐῳ μηδε‐ μίαν μηδ’ αὐτῷ ἐλπίδα ἀδείας ἔχοντι ἐμονομάχησε καὶ συναπέθανε.

43

.

9

.

1

Καῖσαρ δὲ τό τε σταύρωμα εὐθὺς μετὰ τὴν φυγὴν αὐτοῦ ἔλαβε, καὶ φόνον πλεῖστον τῶν προστυχόντων ἁπάντων σφίσιν ἐποίησεν·
οὐδὲ γὰρ τῶν μεταστάντων ἐφείσατο. κἀκ τούτου τάς τε ἄλλας

43

.

9

.

2

πόλεις μηδενὸς ἀνθισταμένου παρεστήσατο, καὶ τοὺς Νομάδας λα‐ βὼν ἔς τε τὸ ὑπήκοον ἐπήγαγε καὶ τῷ Σαλουστίῳ λόγῳ μὲν ἄρχειν ἔργῳ δὲ ἄγειν τε καὶ φέρειν ἐπέτρεψεν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασεν, ὥστε καὶ κατηγορηθῆναι 〈καὶ〉 αἰσχύνην ἐσχά‐

43

.

9

.

3

την ὀφλεῖν, ὅτι τοιαῦτα συγγράμματα συγγράψας καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα ἀφείθη ὑπὸ τοῦ Καί‐ σαρος, ἀλλ’ αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε.

43

.

9

.

4

τοῦτό τε οὖν οὕτως ἐγένετο, καὶ τὰ ἔθνη τὰ ἐν τῇ Λιβύῃ ταῦτα τὸ μὲν περὶ τὴν Καρχηδόνα, ὃ δὴ καὶ Ἀφρικὴν καλοῦμεν, παλαιόν, ὅτι ἐκ πολλοῦ κατείργαστο, τὸ δὲ δὴ τῶν Νομάδων νέον,

43

.

9

.

5

ὅτι νεωστὶ εἴληπτο, ἐπωνομάσθη. Σκιπίων δὲ ἐκ μὲν τῆς μάχης ἔφυγε, καὶ πλοίου ἐπιτυχὼν ἐς τὴν Ἰβηρίαν πρός τε τὸν Πομπήιον ἀπῆρεν, ἐκπεσὼν δὲ ἐς τὴν Μαυριτανίαν καὶ τὸν Σίττιον φοβηθεὶς

43

.

10

.

1

ἑαυτὸν διεχρήσατο. ὅ τε Κάτων τὸ μὲν πρῶτον συγκαταφυγόντων πρὸς αὐτὸν πολλῶν παρεσκευάζετο τῶν τε πραγμάτων ἀντιλαβέ‐ σθαι καὶ τὸν Καίσαρα τρόπον τινὰ ἀμύνασθαι· ὡς δὲ οἵ τε Οὐ‐

43

.

10

.

2

τικήσιοι, ἅτε μηδὲ ἐν τῷ πρὶν ἐχθρωδῶς τῷ Καίσαρι ἔχοντες καὶ τότε νενικηκότα αὐτὸν ὁρῶντες, οὐκ ἐπείθοντο αὐτῷ, καὶ οἱ ἐκ τῆς γερουσίας τῶν τε ἱππέων παρόντες ἐφοβήθησαν μὴ συλληφθῶσιν ὑπ’ αὐτῶν καὶ δρασμὸν ἐβουλεύσαντο, αὐτὸς μὲν οὔτ’ ἀντιπολεμῆ‐
5σαι (οὐδὲ γὰρ οἷός τε ἦν) οὔτ’ αὖ προσχωρῆσαι τῷ Καίσαρι ἔγνω,

43

.

10

.

3

οὐχ ὅτι τι ἐδεδίει (καὶ γὰρ εὖ ἠπίστατο καὶ πάνυ ἂν σπουδάσαντα αὐτὸν ἑαυτοῦ, τῆς ἐπὶ φιλανθρωπίᾳ δόξης ἕνεκα, φείσασθαι), ἀλλ’ ὅτι τῆς τε ἐλευθερίας ἰσχυρῶς ἤρα, καὶ ἡττᾶσθαι οὐδενὸς ἐς οὐ‐ δὲν ἐβούλετο, τοῦ τε θανάτου πολὺ τὸν παρὰ τοῦ Καίσαρος ἔλεον

43

.

10

.

4

χαλεπώτερον ἡγεῖτο εἶναι. συγκαλέσας δὲ τοὺς παρόντας τῶν πο‐ λιτῶν, καὶ διερωτήσας ὅποι ἕκαστος αὐτῶν ὥρμηται, ἐκείνους μὲν μετ’ ἐφοδίων ἐξέπεμψε, τῷ δὲ υἱεῖ πρὸς τὸν Καίσαρα ἐλθεῖν ἐκέ‐ λευσε. πυθομένου τε τοῦ νεανίσκου “διὰ τί οὖν οὐχὶ καὶ σὺ τοῦτο

43

.

10

.

5

ποιεῖς;” ἀπεκρίνατο αὐτῷ ὅτι “ἐγὼ μὲν ἔν τε ἐλευθερίᾳ καὶ ἐν παρ‐ ρησίᾳ τραφεὶς οὐ δύναμαι τὴν δουλείαν ἐκ μεταβολῆς ἐπὶ γήρως μεταμαθεῖν· σοὶ δ’ ἐν τοιαύτῃ καταστάσει καὶ γεννηθέντι καὶ τρα‐

43

.

11

.

1

φέντι τὸν δαίμονα τὸν λαχόντα σε θεραπεύειν προσήκει”. ταῦτ’ οὖν πράξας, καὶ τοῖς Οὐτικησίοις τήν τε διοίκησιν ἀπολογισάμενος καὶ τὰ λοιπὰ χρήματα τά τε ἄλλα ὅσα αὐτῶν εἶχεν ἀποδούς, προαπαλλα‐

43

.

11

.

2

γῆναι πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως ἠθέλησε. καὶ μεθ’ ἡμέραν μὲν οὐκ ἐπεχείρησε τοῦτο ποιῆσαι· ὅ τε γὰρ υἱὸς καὶ οἱ ἄλλοι οἱ περὶ αὐτὸν ὄντες φυλακὴν αὐτοῦ εἶχον· ἐπεὶ δὲ ἑσπέρα ἐγένετο, ξι‐ φίδιόν τέ τι κρύφα ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκε, καὶ τὸ τοῦ
5Πλάτωνος βιβλίον τὸ περὶ τῆς ψυχῆς αὐτῷ γεγραμμένον ᾔτησε,

43

.

11

.

3

εἴτ’ οὖν πόρρω τῆς ὑποψίας τοῦ τι τοιοῦτο βουλεύσασθαι τοὺς πα‐ ρόντας ἀπαγαγεῖν σπουδάσας, ὅπως ὡς ἥκιστα παρατηρηθῇ, εἴτε καὶ παραμύθιόν τι πρὸς τὸν θάνατον ἐκ τῆς ἀναγνώσεως αὐτοῦ λαβεῖν ἐπιθυμήσας. ὡς δὲ ἐκεῖνό τε ἀνελέξατο καὶ ἡ νὺξ ἐμέσου,

43

.

11

.

4

τό τε ἐγχειρίδιον ὑφείλκυσε, καὶ ἑαυτὸν ἐπὶ τὴν γαστέρα παίσας εὐθὺς ἂν ἐτελεύτησεν ἔξαιμος γενόμενος, εἰ μὴ καταπεσὼν ἐκ τοῦ σκιμποδίου ψόφον τε ἐποίησε καὶ τοὺς προκοιτοῦντας ἐξήγειρε. καὶ οὕτως ὅ τε υἱὸς καὶ ἄλλοι τινὲς ἐσπεσόντες τά τε ἔντερα αὐ‐
5τοῦ ἐς τὴν γαστέρα αὖθις κατέταξαν καὶ θεραπείαν αὐτῷ προσ‐

43

.

11

.

5

ήγαγον. καὶ οἱ μὲν τό τε ξιφίδιον ἦραν καὶ τὰς θύρας ἔκλεισαν, ὅπως ὕπνου λάχῃ (οὐ γὰρ δὴ καὶ ἄλλως πως ἀποθανεῖν αὐτὸν προσεδόκησαν)· ἐκεῖνος δὲ ἔς τε τὸ τραῦμα τὰς χεῖρας ἐνέβαλε καὶ τὰς ῥαφὰς αὐτοῦ διαρρήξας ἀπέψυξεν.

43

.

11

.

6

ὁ μὲν οὖν Κάτων καὶ δημοτικώτατος [καὶ ἰσχυρότατος] καὶ ἰσχυρογνωμονέστατος πάντων τῶν καθ’ ἑαυτὸν ἀνθρώπων γενό‐ μενος μεγάλην δόξαν καὶ ἀπ’ αὐτοῦ τοῦ θανάτου ἔλαβεν, ὥστε καὶ ἐπωνυμίαν Οὐτικήσιος, ὅτι τε ἐν τῇ Οὐτικῇ οὕτως ἐτελεύτησε

43

.

12

.

1

καὶ ὅτι δημοσίᾳ ὑπ’ αὐτῶν ἐτάφη, κτήσασθαι· ὁ δὲ Καῖσαρ ἐκείνῳ μὲν ὀργίζεσθαι ἔφη ὅτι οἱ τῆς ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ εὐ‐ κλείας ἐφθόνησε, τὸν δὲ υἱὸν καὶ τῶν ἄλλων τοὺς πλείους ἀφῆκεν, ὥσπερ εἴθιστο· οἱ μὲν γὰρ εὐθὺς οἱ δὲ καὶ ὕστερον, ὅπως ἀμ‐
5βλυτέρῳ αὐτῷ ὑπὸ τοῦ χρόνου γενομένῳ προσέλθωσιν, ἐθελονταὶ

43

.

12

.

2

προσεχώρησαν. καὶ οἱ μὲν ἐσώθησαν, Ἀφράνιος δὲ καὶ Φαῦστος ἑκόντες μὲν οὐκ ἦλθον πρὸς αὐτόν (καὶ γὰρ εὖ ᾔδεσαν ἀπολού‐ μενοι), φυγόντες δὲ ἐς Μαυριτανίαν συνελήφθησαν ὑπὸ τοῦ Σιτ‐ τίου. καὶ ἐκείνους μὲν ἀκρίτους ὁ Καῖσαρ ὡς καὶ αἰχμαλώτους

43

.

12

.

3

ἀπέσφαξεν· τὸν δὲ δὴ Καίσαρα τὸν Λούκιον, καίπερ ἐν γένει οἱ ὄντα καὶ ἐθελούσιον ἱκετεύσαντα, ὅμως ἐπειδὴ διὰ παντὸς αὐτῷ προσεπεπολεμήκει, τὸ μὲν πρῶτον ἀποδικῆσαι ἐκέλευσεν ὥστε ἐν δίκῃ τινὶ κατεψηφίσθαι αὐτοῦ δόξαι, ἔπειτα δὲ ὀκνήσας αὐτὸν
5τῇ ἑαυτοῦ φωνῇ θανατῶσαι τότε μὲν ἀνεβάλετο, ὕστερον δὲ καὶ

43

.

13

.

1

κρύφα ἀπέκτεινε. καὶ γὰρ τῶν συνόντων οἱ τοὺς οὐκ ἐπιτηδείους τοὺς μὲν πρὸς τῶν ἐναντίων οὐκ ἀκουσίως ἀπέβαλλε, τοὺς δὲ καὶ δι’ αὐτῶν τῶν σφετέρων ἐξ ἐπιβουλῆς ἐν αὐταῖς ταῖς μάχαις

43

.

13

.

2

ἀπόλλυσθαι ἐποίει. οὐ γάρ τοι καὶ φανερῶς πᾶσι τοῖς λυπήσασί τι αὐτόν, ὥσπερ εἶπον, ἐπεξῄει, ἀλλ’ ὅσους μηδενὶ ἀξιόχρεῳ ἐγ‐ κλήματι μετελθεῖν ἐδύνατο, ἐν τρόπῳ δή τινι ἀφανεῖ ὑπεξῄρει, καίτοι τότε τὰ γράμματα, ὅσα ἐν τοῖς ἀπορρήτοις τοῦ Σκιπίωνος
5κιβωτίοις εὑρέθη, πάντα καύσας πρὶν ἀναγνῶναι, καὶ τῶν ἀντι‐

43

.

13

.

3

πολεμησάντων οἱ πολλοὺς μὲν δι’ αὐτοὺς ἐκείνους πολλοὺς δὲ καὶ διὰ τοὺς φίλους σώσας· τῶν τε γὰρ συναγωνιστῶν καὶ τῶν ἑταίρων ἑκάστῳ ἕνα ἐξαιτεῖσθαι, ὥσπερ εἴρηται, ἐπέτρεπε. καὶ δὴ καὶ τὸν

43

.

13

.

4

Κάτωνα ἔσωσεν ἄν· οὕτω γὰρ αὐτὸν ἐτεθαυμάκει ὥστε τοῦ Κικέ‐ ρωνος ἐγκώμιον μετὰ ταῦτα αὐτοῦ γράψαντος ἀγανακτῆσαι μὲν μηδέν, καίπερ καὶ ἐκείνου οἱ προσπολεμήσαντος, βιβλίον δέ τι γράψαι ὃ Ἀντικάτωνα ἐπεκάλεσε.

43

.

14

.

1

Καῖσαρ μὲν ταῦτά τε πράξας, καὶ τοὺς ἀφηλικεστέρους τῶν στρατιωτῶν παραχρῆμα καὶ πρὶν ἐς τὴν Ἰταλίαν περαιωθῆναι, μὴ καὶ στασιάσωσιν αὖθις, ἀπαλλάξας, τά τε ἄλλα τὰ ἐν τῇ Ἀφρικῇ

43

.

14

.

2

διὰ βραχέος, ὡς ἐνῆν μάλιστα, καταστήσας, μέχρι μὲν τῆς Σαρ‐ δοῦς παντὶ τῷ ναυτικῷ ἔπλευσεν, ἐντεῦθεν δὲ ἐκείνους μὲν ἔς τε τὴν Ἰβηρίαν καὶ ἐπὶ τὸν Πομπήιον μετὰ Γαΐου Διδίου ἔπεμψεν,
αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἐκομίσθη, τὸ μὲν πλεῖστον 〈ἐπὶ〉 τῇ τῶν ἔρ‐
5γων λαμπρότητι, ἤδη δὲ καὶ ἐπὶ τοῖς τῇ βουλῇ δόξασι μεγαλοφρο‐

43

.

14

.

3

νούμενος. τεσσαράκοντά τε γὰρ ἡμέρας ἐπὶ τῇ νίκῃ αὐτοῦ θύειν ἔγνωσαν, καὶ τὰ ἐπινίκια τὰ προεψηφισμένα ἐπί τε λευκῶν ἵππων καὶ μετὰ ῥαβδούχων τῶν 〈τε〉 τότε αὐτῷ συνόντων καὶ ἑτέρων ὅσοις ἐν τῇ πρώτῃ δικτατορίᾳ ἐκέχρητο, ἄλλων τε αὖ ὅσους ἐν τῇ δευ‐

43

.

14

.

4

τέρᾳ ἐσχήκει, πέμψαι οἱ ἔδοσαν. τῶν τε τρόπων τῶν ἑκάστου ἐπι‐ στάτην (οὕτω γάρ πως ὠνομάσθη ὥσπερ οὐκ ἀξίας αὐτοῦ τῆς τοῦ τιμητοῦ προσρήσεως οὔσης) ἐς τρία αὐτὸν ἔτη καὶ δικτάτορα ἐς

43

.

14

.

5

δέκα ἐφεξῆς εἵλοντο. καὶ προσέτι ἐπί τε ἀρχικοῦ δίφρου μετὰ τῶν ἀεὶ ὑπάτων ἐν τῷ συνεδρίῳ καθίζειν καὶ γνώμην ἀεὶ πρῶτον ἀπο‐ φαίνεσθαι, ἔν τε ταῖς ἱπποδρομίαις ἁπάσαις ἀποσημαίνειν, καὶ τὰς ἀρχὰς τά τε ἄλλα ὅσα τισὶν ὁ δῆμος πρότερον ἔνεμεν ἀποδεικνύναι

43

.

14

.

6

ἐψηφίσαντο. ἅρμα τέ τι αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἀντιπρόσωπον τῷ Διὶ ἱδρυθῆναι, καὶ ἐπὶ εἰκόνα αὐτὸν τῆς οἰκουμένης χαλκοῦν ἐπιβιβασθῆναι, γραφὴν ἔχοντα ὅτι ἡμίθεός ἐστι, τό τε ὄνομα αὐ‐ τοῦ ἐπὶ τὸ Καπιτώλιον ἀντὶ τοῦ Κατούλου [γραφῆναι], ὡς καὶ
5τὸν νεών, ἐφ’ οὗ τῇ ἐκποιήσει εὐθύνειν ἐκεῖνον ἐπεχείρησεν, ἐκτε‐

43

.

14

.

7

λέσαντος, ἀντεγγραφῆναι ἐκέλευσαν. ταῦτα δὲ μόνα κατέλεξα οὐχ ὅτι καὶ μόνα ἐψηφίσθη (παμπληθῆ τε γὰρ ἐσεφέρετο καὶ δῆλον ὅτι καὶ ἐκυροῦτο) ἀλλ’ ὅτι τὰ μὲν ἄλλα παρήκατο, ταῦτα δὲ προσε‐ δέξατο.

43

.

15

.

1

δεδογμένων δὲ ἤδη αὐτῶν ἦλθέ τε ἐς τὴν Ῥώμην, καὶ ἰδὼν τοὺς ἀνθρώπους τήν τε δύναμιν αὐτοῦ φοβουμένους καὶ τὸ φρό‐ νημα ὑποτοπουμένους, κἀκ τούτου πολλὰ καὶ δεινά, οἷά που καὶ πρὶν ἐγεγόνει, πείσεσθαι προσδοκῶντας, καὶ διὰ τοῦτο καὶ ὑπερόγκους

43

.

15

.

2

οἱ τιμὰς κολακείᾳ ἀλλ’ οὐκ εὐνοίᾳ ἐψηφισμένους, παρεμυθήσατό τε αὐτοὺς καὶ ἐπήλπισεν εἰπὼν ἐν τῇ βουλῇ τοιάδε· “μηδεὶς ὑμῶν, ὦ πατέρες, προσδοκήσῃ μήτε ἐρεῖν με χαλεπὸν μηδὲν μήτε πράξειν, ὅτι καὶ νενίκηκα καὶ δύναμαι πᾶν μὲν ὅ τι ἂν ἐθελήσω ἀνεύθυνος

43

.

15

.

3

εἰπεῖν, πᾶν δ’ ὅ τι ἂν βουληθῶ μετ’ ἐξουσίας δρᾶσαι. μὴ μέντοι μηδ’ ὅτι καὶ Μάριος καὶ Κίννας καὶ Σύλλας, οἵ τε ἄλλοι πάντες ὡς εἰπεῖν ὅσοι πώποτε τοὺς ἀντιστασιάσαντάς σφισιν ἐκράτησαν, ἐν μὲν ταῖς ἐπιχειρήσεσι τῶν πραγμάτων πολλὰ καὶ φιλάνθρωπα καὶ εἶ‐

43

.

15

.

4

πον καὶ ἔπραξαν, ἐξ ὧν οὐχ ἥκιστα προσαγαγόμενοί τινας μάλιστα
μὲν συμμάχοις αὐτοῖς, εἰ δὲ μή, οὐκ ἀνταγωνισταῖς γε ἐχρήσαντο, νικήσαντες δὲ καὶ ἐγκρατεῖς ὧν ἐπεθύμουν γενόμενοι πολὺ τἀναντία ἐκείνων καὶ λόγῳ καὶ ἔργῳ ἔπραξαν, καὶ ἐμέ τις ὑπολάβῃ τὸ αὐτὸ

43

.

15

.

5

τοῦτο ποιήσειν. οὔτε γὰρ ἄλλως πως πεφυκὼς ἔπειτα τὸν μὲν ἔμ‐ προσθε χρόνον προσποιητῶς ὑμῖν ἐνωμίλησα, νῦν δέ, ὅτι ἔξεστιν, ἀσφαλῶς θρασύνομαι· οὔτ’ αὖ ὑπὸ τῆς πολλῆς εὐπραγίας ἐξῆγμαι καὶ τετύφωμαι ὥστε καὶ τυραννῆσαι ὑμῶν ἐπιθυμῆσαι (ταῦτα γὰρ
5ἔμοιγε ἀμφότερα ἢ τό γε ἕτερον αὐτῶν ἐκεῖνοι παθεῖν δοκοῦσιν)·

43

.

15

.

6

ἀλλ’ εἰμί τε τῇ φύσει τοιοῦτος ὁποίου μου ἀεὶ πεπείρασθε (τί γὰρ δεῖ με καθ’ ἕκαστον ἐπεξιόντα ἐπαχθῆ, ὡς καὶ ἐμαυτὸν ἐπαινοῦντα, γενέσθαι;) καὶ τὴν τύχην οὐκ ἂν προπηλακίσαιμι, ἀλλ’ ὅσῳ μᾶλλον ἀγαθῆς αὐτῆς πεπείραμαι, τόσῳ μᾶλλον πρὸς πάντα κρείττω αὐτῇ

43

.

15

.

7

χρήσομαι. οὐδὲ γὰρ οὐδ’ ἐπ’ ἄλλο τι τοσοῦτό τ’ ἰσχῦσαι καὶ τηλι‐ κοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαν‐ τας κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα

43

.

16

.

1

καὶ ἀνδραγαθίζεσθαι ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς δύνωμαι. οὔτε γὰρ ἄλλως καλὸν ἢ δίκαιον, ὅσα τις τοῖς διχογνωμονήσασιν ἐπεκά‐ λεσε, ταῦτα αὐτὸν ποιοῦντα ἐξελεγχθῆναι· οὔτ’ ἂν ἔγωγε ἀξιώσαιμί ποτε, τῇ τῶν ἔργων ζηλώσει ὁμοιωθεὶς αὐτοῖς, μόνῃ τῇ τῆς παντε‐

43

.

16

.

2

λοῦς νίκης φήμῃ διαλλάξαι. τίς μὲν γὰρ πλείω καὶ μείζω τινὰς εὖ ποιεῖν ὀφείλει τοῦ μάλιστα δυναμένου; τίς δὲ ἧττον ἐξαμαρτάνειν τοῦ πλεῖστον ἰσχύοντος; τίς εὐβουλότερον τοῖς ἐκ τοῦ δαιμονίου δο‐ θεῖσι χρῆσθαι τοῦ τὰ μέγιστα παρ’ αὐτοῦ λαβόντος; τίς ὀρθότερον
5τὰ παρόντα ἀγαθὰ μεταχειρίζεσθαι τοῦ πλεῖστά τε ἔχοντος καὶ μά‐

43

.

16

.

3

λιστα περὶ αὐτῶν μὴ καὶ ἀπόληται φοβουμένου; ἡ μὲν γὰρ εὐπραγία σωφροσύνην λαβοῦσα διαμένει, καὶ ἡ ἐξουσία μετριάσασα πάντα τὰ κτηθέντα τηρεῖ· τό τε μέγιστον, καὶ ὅπερ ἥκιστα τοῖς εὖ χωρὶς ἀρετῆς φερομένοις ὑπάρχει, καὶ ζῶσιν ἀδόλως φιλεῖσθαι καὶ τελευτήσασιν

43

.

16

.

4

ἀληθῶς ἐπαινεῖσθαι διδόασιν. ὁ δὲ ἀνέδην ἐς πάντα ἁπλῶς τῇ δυνάμει καταχρώμενος οὔτε εὔνοιαν ἀληθῆ οὔτ’ ἀσφάλειαν ἀκριβῆ
εὑρίσκεται, ἀλλ’ ἐν μὲν τῷ φανερῷ πλαστῶς | κολακεύεται ...· τὸν γὰρ τῆς ἑαυτοῦ ἐξουσίας ἀκράτορα οἵ τε ἄλλοι πάντες καὶ οἱ μά‐
5λιστα αὐτῷ χρώμενοι καὶ ὑποπτεύουσι καὶ φοβοῦνται.

43

.

17

.

1

ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλ’ ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδ’ ἀπ’ αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπ’ ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθ’ ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ
5μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλατ‐

43

.

17

.

2

τόμην, οὐκ ἂν ἀνεβαλόμην ἀλλ’ ἤδη καὶ τήμερον ἐξέφηνα. ἀλλ’ οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δί’ οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν
5ἀλλ’ ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθ’ ὅσα ὑπὲρ ὑμῶν δεῖ πράτ‐ τειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ κακῶς ποιῆσαί τινα

43

.

17

.

3

ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐ ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ 〈ἂν〉 ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν ἀντιπραξαμένων μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατ’ ἐμοῦ προσήραντο, πάντας δὲ καὶ τοὺς
5ἅπαξ ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον

43

.

17

.

4

ἀντιμαχεσαμένων σώσας; πῶς δ’ ἂν μνησικακήσαιμί τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτ’ ἀναγνοὺς μήτ’ ἐκγραψάμενος ἀλλ’ εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθό‐
5μενοι μὲν πάντων τῶν συμβεβηκότων ὡς καὶ ἀνάγκῃ τινὶ δαιμονίᾳ

43

.

17

.

5

γεγονότων, ἀρξάμενοι δὲ ἀνυπόπτως ἀλλήλους καθάπερ τινὰς καινοὺς πολίτας φιλεῖν, ἵν’ ὑμεῖς τε ὡς πρὸς πατέρα με προσφέρησθε, τὴν μὲν πρόνοιαν τήν τε κηδεμονίαν τὴν παρ’ ἐμοῦ καρπούμενοι, τῶν δὲ δυσχερεστέρων μηδὲν φοβούμενοι, καὶ ἐγὼ ὡς παίδων ὑμῶν

43

.

17

.

6

ἐπιμελῶμαι, πάντα μὲν τὰ κάλλιστα ἀεὶ γίγνεσθαι ὑφ’ ὑμῶν εὐχό‐ μενος, φέρων δὲ ἀναγκαίως τὰ ἀνθρώπινα, καὶ τοὺς μὲν ἀγαθοὺς ταῖς προσηκούσαις τιμαῖς ἀγάλλων, τοὺς δὲ λοιποὺς ἐπανορθῶν
καθ’ ὅσον ἐνδέχεται.

43

.

18

.

1

μὴ μέντοι μηδὲ τοὺς στρατιώτας δείσητε, μηδ’ ἄλλο τι αὐτοὺς ἢ φύλακας τῆς τε ἐμῆς ἀρχῆς καὶ τῆς ὑμετέρας ἅμα νομίσητε εἶναι· τρέφεσθαι μὲν γάρ σφας ἀνάγκη πολλῶν ἕνεκα, τραφήσονται δὲ οὐκ ἐφ’ ὑμᾶς ἀλλ’ ὑπὲρ ὑμῶν, τοῖς τε διδομένοις ἀρκούμενοι καὶ

43

.

18

.

2

τοὺς διδόντας αὐτὰ ἀγαπῶντες. διὰ γὰρ τοῦτο καὶ τὰ χρήματα ἐπὶ πλεῖον τοῦ συνήθους ἐσπέπρακται, ἵνα τό τε στασιάσαν ἅμα σωφρονισθῇ καὶ τὸ κεκρατηκὸς αὐτάρκη τροφὴν λαβὸν μὴ στασιάσῃ. οὐ γάρ που καὶ ἰδίᾳ τι αὐτῶν ἀποκεκέρδαγκα, ὅς γε πάντα μὲν
5τὰ ὑπάρχοντά μοι, πολλὰ δὲ καὶ δεδανεισμένος προσανάλωκα

43

.

18

.

3

ὑμῖν· ἀλλ’ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδα‐ πάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ’ ὧν ἥ τε πόλις κοσμη‐ θήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται. ὥστε τὸ μὲν ἐπίφθονον τῆς ἐσπράξεως αὐτὸς ἀνεδεξάμην, τῆς δ’ ὠφελίας κοινῇ πάντες ἀπο‐

43

.

18

.

4

λαύσετε, τά τε ἄλλα καὶ ἐν ταῖς στρατείαις· τῶν τε γὰρ ὅπλων ἀεὶ ἡμῖν δεῖ, ἐπειδὴ μὴ οἷόν τέ ἐστιν ἄνευ αὐτῶν πόλιν τε τηλι‐ καύτην οἰκοῦντας καὶ ἀρχὴν τοσαύτην ἔχοντας ἀσφαλῶς ζῆσαι, καὶ

43

.

18

.

5

ἡ περιουσία τῶν χρημάτων καὶ ἐκεῖνα ἰσχυρῶς ὠφελεῖ. μὴ μέντοι καὶ ὑποπτεύσῃ τις ὑμῶν ὅτι ἢ τῶν πλουσίων τινὰ λυπήσω 〈ἢ〉 καὶ τέλη τινὰ καινὰ καταστήσω· τοῖς τε γὰρ παροῦσιν ἀρκεσθήσομαι, καὶ προθυμήσομαι συνευπορῆσαί τι μᾶλλον ὑμῖν ἢ διὰ χρήματά
5τινα ἀδικῆσαι.”

43

.

18

.

6

τοιαῦτα ὁ Καῖσαρ ἔν τε τῷ συνεδρίῳ καὶ μετὰ τοῦτο καὶ ἐν τῷ δήμῳ εἰπὼν ἐπεκούφισε μέν πως αὐτοὺς τοῦ δέους, οὐ μέντοι καὶ ἠδυνήθη πεῖσαι παντάπασι θαρσεῖν, πρὶν καὶ τοῖς ἔργοις τὰς

43

.

19

.

1

ἐπαγγελίας βεβαιώσασθαι. μετὰ δὲ δὴ τοῦτο τά τε ἄλλα λαμπρῶς, ὥσπερ εἰκὸς ἐπί τε τοσαύταις καὶ τηλικαύταις ἅμα νίκαις ἦν, ἐποίει, καὶ τὰ ἐπινίκια τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρ‐ νάκου καὶ τοῦ Ἰόβου τετραχῇ χωρὶς τέσσαρσιν ἡμέραις ἔπεμψε.

43

.

19

.

2

καὶ τὰ μὲν ἄλλα ηὔφρανέ που τοὺς ὁρῶντας, ἡ δ’ Ἀρσινόη ἡ Αἰ‐ γυπτία (καὶ γὰρ ἐκείνην ἐν τοῖς αἰχμαλώτοις παρήγαγε) τό τε πλῆθος τῶν ῥαβδούχων καὶ τὰ ἀπὸ τῶν πολιτῶν τῶν ἐν τῇ Ἀφρικῇ

43

.

19

.

3

ἀπολωλότων πομπεῖα δεινῶς αὐτοὺς ἐλύπησεν. ὅ τε γὰρ ἀριθμὸς ὁ τῶν ῥαβδούχων ἐπαχθέστατόν σφισιν ὄχλον, ἅτε μήπω πρό‐
τερον τοσούτους ἅμα ἑορακόσι, παρέσχε· καὶ ἡ Ἀρσινόη γυνή τε οὖσα καὶ βασιλίς ποτε νομισθεῖσα ἔν τε δεσμοῖς, ὃ μηπώποτε ἔν

43

.

19

.

4

γε τῇ Ῥώμῃ ἐγεγόνει, ὀφθεῖσα πάμπολυν οἶκτον ἐνέβαλε, κἀκ τού‐ του ἐπὶ τῇ προφάσει ταύτῃ καὶ τὰ οἰκεῖα πάθη παρωδύραντο. οὐ μὴν ἀλλ’ ἐκείνη μὲν διὰ τοὺς ἀδελφοὺς ἀφείθη, ἄλλοι δὲ καὶ ὁ Οὐερκιγγετόριξ ἐθανατώθησαν.

43

.

20

.

1

δυσχερῶς μὲν οὖν διὰ ταῦθ’ ἅπερ εἶπον διετέθησαν, ἐλάχιστα δ’ οὖν αὐτὰ πρός γε τὸ πλῆθος τῶν ἑαλωκότων καὶ πρὸς τὸ μέ‐ γεθος τῶν κατειργασμένων ἐνόμιζον εἶναι. τούτων τε οὖν ἕνεκα καὶ ὑπερεθαύμαζον αὐτόν, καὶ ὅτι καὶ τὴν παρρησίαν τοῦ στρα‐
5τοῦ πρᾳότατα ἤνεγκε. τούς τε γὰρ ἐς τὸ συνέδριόν σφων ὑπ’

43

.

20

.

2

αὐτοῦ καταλεχθέντας ἐτώθασαν, καὶ τά τε ἄλλα ὅσα ποτ’ ἐντίζετο, καὶ 〈ἐν〉 τοῖς μάλιστα τόν τε τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρ’ αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν
5ὅτι Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης.

43

.

20

.

3

τέλος δὲ ἐφ’ ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. τοῦτο δὲ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδῷ τῷ δήμῳ τὴν αὐτονο‐ μίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφ’ οἷς ἔξω
5τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, ἂν δὲ τῇ δυναστείᾳ ἐμ‐

43

.

20

.

4

μείνῃ, ὅπερ που ἀδικοῦντος ἔργον ἦν, μοναρχήσει. οὐ μέντοι καὶ
ἐκεῖνος ἤχθετο ταῦτα αὐτῶν λεγόντων, ἀλλὰ καὶ πάνυ ἔχαιρεν ὅτι τοσαύτῃ πρὸς αὐτὸν παρρησίᾳ, πίστει τοῦ μὴ ἂν ὀργισθῆναί ποτε ἐπ’ αὐτῇ, ἐχρῶντο, πλὴν καθ’ ὅσον τὴν συνουσίαν τὴν πρὸς τὸν
5Νικομήδη διέβαλλον· ἐπὶ γὰρ τούτῳ πάνυ τε ἐδυσκόλαινε καὶ ἔν‐ δηλος ἦν λυπούμενος, ἀπολογεῖσθαί τε ἐπεχείρει καὶ κατώμνυε, κἀκ τούτου καὶ γέλωτα προσεπωφλίσκανεν.

43

.

21

.

1

ἐν δ’ οὖν τῇ πρώτῃ τῶν νικητηρίων τέρας οὐκ ἀγαθὸν αὐτῷ ἐγένετο· ὁ γὰρ ἄξων τοῦ ἅρματος τοῦ πομπικοῦ παρ’ αὐτῷ τῷ Τυ‐ χαίῳ τῷ ὑπὸ τοῦ Λουκούλλου οἰκοδομηθέντι συνετρίβη, ὥστε ἐφ’

43

.

21

.

2

ἑτέρου αὐτὸν τὰ λοιπὰ ἐπιτελέσαι. καὶ τότε μὲν καὶ τοὺς ἀναβα‐ σμοὺς τοὺς ἐν τῷ Καπιτωλίῳ τοῖς γόνασιν ἀνερριχήσατο μηδὲν μήτε [ἐς] τὸ ἅρμα τὸ πρὸς τὸν Δία ἀνιδρυθὲν αὐτῷ μήτε τὴν εἰκόνα τῆς οἰκουμένης τὴν ὑπὸ τοῖς ποσὶν αὐτοῦ κειμένην μήτε τὸ
5ἐπίγραμμα αὐτῆς ὑπολογισάμενος, ὕστερον δὲ τὸ τοῦ ἡμιθέου ὄνομα ἀπ’ αὐτοῦ ἀπήλειψεν.

43

.

21

.

3

οὕτω μὲν δὴ τὰ ἐπινίκια ἔπεμψε, καὶ ἐπ’ αὐτοῖς τόν τε δῆμον λαμπρῶς εἱστίασε καὶ σῖτον ἔξω τοῦ τεταγμένου καὶ ἔλαιον προσ‐ έδωκεν αὐτῷ. καὶ τῷ μὲν σιτοδοτουμένῳ ὄχλῳ τάς τε ἑβδομήκοντα καὶ πέντε δραχμὰς ἃς προϋπέσχητο καὶ ἑτέρας πέντε καὶ εἴκοσι,

43

.

21

.

4

τοῖς δὲ δὴ στρατιώταις πεντακισχιλίας ὅλας ἔνειμε. οὐ μέντοι καὶ ἁπλῶς ἐμεγαλοφρονεῖτο, ἀλλὰ τά τε ἄλλα διηκριβοῦτο, καὶ τοῦ πλήθους τοῦ τὸν σῖτον φέροντος ἐπὶ μακρότατον, οὐ κατὰ δίκην ἀλλ’ ὥς που ἐν ταῖς στάσεσιν εἴωθε γίγνεσθαι, ἐπαυξηθέντος ἐξέ‐
5τασιν ἐποιήσατο, καὶ τούς γε ἡμίσεις ὁμοῦ τι αὐτῶν προαπήλειψε.

43

.

22

.

1

τὰς μὲν δὴ οὖν ἄλλας τῶν νικητηρίων ἡμέρας ὥς που ἐνενό‐ μιστο διήγαγε· τῇ δὲ τελευταίᾳ ἐπειδὴ ἐκ τοῦ δείπνου ἐγένοντο, ἔς τε τὴν ἑαυτοῦ ἀγορὰν ἐσῆλθε βλαύτας ὑποδεδεμένος καὶ ἄνθεσι παντοδαποῖς ἐστεφανωμένος, καὶ ἐκεῖθεν οἴκαδε παντὸς μὲν ὡς
5εἰπεῖν τοῦ δήμου παραπέμποντος αὐτόν, πολλῶν δὲ ἐλεφάντων λαμ‐

43

.

22

.

2

πάδας φερόντων ἐκομίσθη. τὴν γὰρ ἀγορὰν τὴν ἀπ’ αὐτοῦ κεκλη‐
μένην κατεσκευάσατο· καὶ ἔστι μὲν περικαλλεστέρα τῆς Ῥωμαίας, τὸ δὲ ἀξίωμα τὸ ἐκείνης ἐπηύξησεν, ὥστε καὶ μεγάλην αὐτὴν ὀνο‐ μάζεσθαι. ταύτην τε οὖν καὶ τὸν νεὼν τὸν τῆς Ἀφροδίτης, ὡς
5καὶ ἀρχηγέτιδος τοῦ γένους αὐτοῦ οὔσης, ποιήσας καθιέρωσεν εὐθὺς

43

.

22

.

3

τότε· καὶ πολλούς γε ἐπ’ αὐτοῖς καὶ παντοδαποὺς ἀγῶνας ἔθηκε, θέατρόν τι κυνηγετικὸν ἰκριώσας, ὃ καὶ ἀμφιθέατρον ἐκ τοῦ πέριξ πανταχόθεν ἕδρας ἄνευ σκηνῆς ἔχειν προσερρήθη. καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῇ θυγατρὶ καὶ θηρίων σφαγὰς καὶ ἀνδρῶν ὁπλο‐

43

.

22

.

4

μαχίας ἐποίησεν, ὧν ἐάν τις τὸν ἀριθμὸν γράψαι ἐθελήσῃ, ὄχλον ἂν τῇ συγγραφῇ οὐδ’ ἀληθῆ ἴσως παράσχοι· πάντα γὰρ τὰ τοι‐ αῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται. τοῦτο μὲν οὖν καὶ ἐπὶ τῶν ἄλ‐ λων τῶν ὁμοίων τῶν ἔπειτα γενομένων ἐάσω, πλὴν εἰ μή τι πάνυ

43

.

23

.

1

μοι δόξειεν ἀναγκαῖον εἰπεῖν εἶναι· περὶ δὲ δὴ τῆς καμηλοπαρδά‐ λιδος ὠνομασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἔς τε τὴν Ῥώμην ὑπ’ αὐτοῦ ἐσήχθη καὶ πᾶσιν ἐπεδείχθη. τὸ γὰρ ζῷον τοῦτο τὰ μὲν ἄλλα κάμηλός ἐστι, πλὴν καθ’ ὅσον οὐκ ἐκ τοῦ ἴσου τῶν κώλων ἔχει.

43

.

23

.

2

τὰ μὲν γὰρ ὀπίσθια αὐτοῦ χθαμαλώτερά ἐστιν· ἀρχόμενον δὲ ἀπὸ τῶν γλουτῶν ὑψοῦται κατὰ βραχὺ ὥστ’ ἀναβαίνοντί ποι ἐοικέναι, καὶ μετεωρισθὲν ἐπὶ πλεῖστον τὸ μὲν ἄλλο σῶμα ἐπὶ τῶν ἐμπρο‐ σθίων σκελῶν, τὸν δ’ αὐχένα ἐς ὕψος αὖ ἴδιον ἀνατείνει. τὴν δὲ
5δὴ χρόαν κατέστικται ὥσπερ πάρδαλις, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα

43

.

23

.

3

ἐπίκοινον ἀμφοτέρων φέρει. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι· τοὺς δ’ ἄνδρας συνέβαλλε μὲν καὶ ἕνα ἑνὶ ἐν τῇ ἀγορᾷ, ὥσπερ εἴθιστο, συνέβαλλε δὲ καὶ ἐν τῷ ἱπποδρόμῳ πλείους, καὶ ἱππέας ἱππεῦσι καὶ πεζοὺς πεζοῖς, ἄλλους τε ἀναμὶξ ἀλλήλοις ἴσους. καί τινες καὶ

43

.

23

.

4

ἀπ’ ἐλεφάντων τεσσαράκοντα ἐμαχέσαντο. καὶ τέλος ναυμαχίαν οὐκ ἐν τῇ θαλάσσῃ οὐδὲ ἐν λίμνῃ τινὶ ἀλλ’ ἐν τῇ ἠπείρῳ ἐποίησε· χωρίον γάρ τι ἐν τῷ Ἀρείῳ πεδίῳ κοιλάνας ὕδωρ τε ἐς αὐτὸ ἐσῆκε καὶ ναῦς ἐσήγαγεν. ἐμάχοντο δὲ ἐν πᾶσι τοῖς ἀγῶσιν οἵ τε αἰχμά‐

43

.

23

.

5

λωτοι καὶ οἱ θάνατον ὠφληκότες· καί τινες καὶ τῶν ἱππέων, οὐχ ὅτι τῶν ἄλλων ἀλλὰ καὶ ἐστρατηγηκότος τινὸς ἀνδρὸς υἱός, ἐμονο‐
μάχησαν. καὶ βουλευτὴς δέ τις Φόλουιος Σεπῖνος ἠθέλησε μὲν ὁπλομαχῆσαι, ἐκωλύθη δέ· ἐκεῖνο μὲν γὰρ ἀπηύξατο ὁ Καῖσαρ μή‐
5ποτε συμβῆναι, τοὺς δ’ ἱππέας περιεῖδε μαχομένους. τήν τε ἱππα‐ σίαν τὴν Τροίαν καλουμένην οἱ παῖδες οἱ εὐπατρίδαι κατὰ τὸ ἀρ‐ χαῖον ἐποιήσαντο· καὶ ἐφ’ ἁρμάτων οἱ νεανίσκοι οἱ ὁμότιμοι αὐτοῖς ἡμιλλήσαντο.

43

.

24

.

1

ἔσχε μὲν οὖν καὶ ἐπὶ τῷ πλήθει τῶν φονευομένων αἰτίαν, ὅτι μήτ’ αὐτὸς διακορὴς σφαγῶν ἐγεγόνει καὶ τῷ δήμῳ τὰς τῶν οἰ‐ κείων κακῶν εἰκόνας ἐπεδείκνυε, πολὺ δὲ δὴ μείζω ὅτι ἀμύθητα χρήματα ἐς πάντα ἐκεῖνα ἀνάλωσεν, ὡς καὶ καθ’ ἑκάτερον ἐπιβο‐
5ᾶσθαι, καὶ ὅτι ἀδίκως αὐτῶν τὰ πλείω συνελέξατο, καὶ ὅτι ἐς τὰ

43

.

24

.

2

τοιαῦτα αὐτοῖς κατεχρήσατο. ἓν γάρ τι τῆς πολυτελείας τῆς τότε γενομένης ἐχόμενον εἰπὼν καὶ τἆλλα δι’ αὐτοῦ πάντα σημανῶ. ἵνα γὰρ μηδένα τῶν θεωμένων ὁ ἥλιος λυπήσῃ, παραπετάσματα ὑπὲρ αὐτῶν σηρικά, ὥς γέ τινές φασιν, ὑπερεπέτασεν. τοῦτο δὲ τὸ ὕφα‐
5σμα χλιδῆς βαρβάρου ἔργον ἐστί, καὶ παρ’ ἐκείνων καὶ πρὸς ἡμᾶς

43

.

24

.

3

ἐς τρυφὴν τῶν πάνυ γυναικῶν περιττὴν ἐσπεφοίτηκεν. ἐπ’ οὖν τούτοις οἱ μὲν ἄλλοι καὶ ἀνάγκῃ τὴν ἡσυχίαν ἦγον, οἱ δὲ δὴ στρα‐ τιῶται ἐθορύβησαν, οὐχ ὅτι ἔμελέ σφισι τῶν εἰκῇ δαπανωμένων, ἀλλ’ ὅτι οὐ καὶ αὐτοὶ καὶ τὰ ἐκείνων ἔλαβον. καὶ οὐ πρότερόν γε
5ἐπαύσαντο ταραττόμενοι πρὶν τὸν Καίσαρα ἄφνω τε αὐτοῖς ἐπελθεῖν

43

.

24

.

4

καὶ κρατήσαντά τινα αὐτοχειρίᾳ πρὸς τιμωρίαν παραδοῦναι. οὗτος μὲν οὖν διὰ ταῦτα ἐδικαιώθη, ἄλλοι δὲ δύο ἄνδρες ἐν τρόπῳ τινὶ ἱερουργίας ἐσφάγησαν. καὶ τὸ μὲν αἴτιον οὐκ ἔχω εἰπεῖν (οὔτε γὰρ ἡ Σίβυλλα ἔχρησεν, οὔτ’ ἄλλο τι τοιοῦτο λόγιον ἐγένετο), ἐν
5δ’ οὖν τῷ Ἀρείῳ πεδίῳ πρός τε τῶν ποντιφίκων καὶ πρὸς τοῦ ἱε‐ ρέως τοῦ Ἄρεως ἐτύθησαν, καὶ αἵ γε κεφαλαὶ αὐτῶν πρὸς τὸ βα‐ σίλειον ἀνετέθησαν.

43

.

25

.

1

ταῦτά τε ἅμα ἐπράττετο, καὶ ἐνομοθετεῖτο πολλά, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, τῶν δὲ δὴ λόγου μάλιστα ἀξίων μνησθήσο‐
μαι. τά τε γὰρ δικαστήρια τοῖς τε βουλευταῖς καὶ τοῖς ἱππεῦσι μόνοις ἐπέτρεψεν, ὅπως τὸ καθαρώτατον ὅτι μάλιστα ἀεὶ δικάζοι·

43

.

25

.

2

πρότερον γὰρ καὶ ἐκ τοῦ ὁμίλου τινὲς συνδιεγίγνωσκον αὐτοῖς· καὶ τὰ ἀναλώματα τῶν τι ἐχόντων ἐπὶ πλεῖστον ὑπ’ ἀσωτίας ἐξηγμένα οὐκ ἐν νόμῳ μόνον ἐμετρίασεν, ἀλλὰ καὶ τῷ ἔργῳ ἰσχυρῶς ἐν φυ‐ λακῇ ἐποιήσατο. ἐπειδή τε δεινὴ ὀλιγανθρωπία διὰ τὸ τῶν ἀπολω‐
5λότων πλῆθος, ὡς ἔκ τε τῶν ἀπογραφῶν (καὶ γὰρ ἐκείνας τά τε ἄλλα ὥσπερ τις τιμητὴς ἐποίησε) καὶ ἐκ τῆς ὄψεως αὐτῆς ἠλέγ‐

43

.

25

.

3

χετο, ἦν, πολυπαιδίας ἆθλα ἐπέθηκεν. ὅτι τε αὐτὸς πολλοῖς τῶν Γαλατῶν ἐφεξῆς ἔτεσιν ἄρξας ἔς τε τὴν ἐπιθυμίαν ἀπ’ αὐτοῦ τῆς δυναστείας μᾶλλον προήχθη καὶ ἐς τὴν παρασκευὴν τῆς ἰσχύος ἐπηυ‐ ξήθη, κατέκλεισε νόμῳ τοὺς μὲν ἐστρατηγηκότας ἐπ’ ἐνιαυτὸν τοὺς
5δὲ ὑπατευκότας ἐπὶ δύο ἔτη κατὰ τὸ ἑξῆς ἄρχειν, καὶ μηδενὶ τὸ παράπαν ἐπὶ πλεῖον ἡγεμονίαν τινὰ ἔχειν ἐξεῖναι.

43

.

26

.

1

ταῦτά τε ἐνομοθέτησε, καὶ τὰς ἡμέρας τῶν ἐτῶν οὐ πάντῃ ὁμολογούσας σφίσι (πρὸς γὰρ τὰς τῆς σελήνης περιόδους ἔτι καὶ τότε τοὺς μῆνας ἦγον) κατεστήσατο ἐς τὸν νῦν τρόπον, ἑπτὰ καὶ ἑξήκοντα ἡμέρας ἐμβαλών, ὅσαιπερ ἐς τὴν ἀπαρτιλογίαν παρέφε‐

43

.

26

.

2

ρον. ἤδη μὲν γάρ τινες καὶ πλείους ἔφασαν ἐμβληθῆναι, τὸ δ’ ἀληθὲς οὕτως ἔχει. τοῦτο δὲ ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ διατριβῆς ἔλαβε, πλὴν καθ’ ὅσον ἐκεῖνοι μὲν τριακονθημέρους τοὺς μῆνας λο‐ γίζονται, ἔπειτα ἐπὶ παντὶ τῷ ἔτει τὰς πέντε ἡμέρας ἐπάγουσιν, ὁ
5δὲ δὴ Καῖσαρ ἐς μῆνας ἑπτὰ ταύτας τε καὶ τὰς ἑτέρας δύο, ἃς

43

.

26

.

3

ἑνὸς μηνὸς ἀφεῖλεν, ἐνήρμοσε. τὴν μέντοι μίαν τὴν ἐκ τῶν τε‐ ταρτημορίων συμπληρουμένην διὰ πέμπτων καὶ αὐτὸς ἐτῶν ἐσήγαγεν ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ [ἐν] ἑνὶ ἔτει μιᾶς
5ἄλλης ἡμέρας ἐμβολίμου δέονται.

43

.

27

.

1

καὶ ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτ’ ἰδιογνωμονῶν οὔτ’ ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δ’ ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχύτερόν τινα νομοθετήσας, ὅμως

43

.

27

.

2

ἤρεσέ σφισι. καὶ ἐπὶ μὲν τούτοις καὶ ἔπαινον ἐλάμβανεν, ὅτι δὲ δὴ τῶν φευγόντων ἐκ δικαστηρίου πολλοὺς διὰ δημάρχων δή τι‐
νων κατήγαγε, καὶ ὅτι τοῖς δεκασμοῦ ἐπ’ ἀρχῆς ἀποδείξει ἁλοῦσιν ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ἐπέτρεψεν, ἔτι τε ἐς τὴν βουλὴν αὖθις
5οὐκ ἀξίους τινὰς αὐτῆς ἐγκατέλεξε, πολλὰ καὶ παντοδαπὰ ἐθρυλεῖτο.

43

.

27

.

3

πλείστην δ’ οὖν ὅμως αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ ἔτι (ἐκεῖνος γὰρ ἠκούετο) ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ [ἐπ’] ἐκεῖνον ἐπ’ ἀμ‐
5φοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μὴν καὶ ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψε.

43

.

28

.

1

κἀν τούτῳ ἐμάνθανε μὲν πάντα καθ’ ἕκαστον ὧν ὁ Πομπήιος ἐν τῇ Ἰβηρίᾳ ἐποίει, οὐ μέντοι καὶ δυσνίκητον αὐτὸν εἶναι νομίζων πρότερον μὲν τὸ ναυτικὸν ἐκ τῆς Σαρδοῦς ἐπ’ αὐτὸν ἀπέστειλεν, ὕστερον δὲ καὶ τὰ στρατεύματα 〈τὰ〉 ἐκ καταλόγου ἔπεμψεν ὡς καὶ

43

.

28

.

2

δι’ ἑτέρων διαπολεμήσων. ἐπεὶ δὲ ᾔσθετο ἐκεῖνόν τε ἐπὶ μέγα προ‐ χωροῦντα καὶ τοὺς πεμφθέντας οὐχ ἱκανοὺς ἀντιπολεμεῖν αὐτῷ ὄν‐ τας, οὕτω δὴ καὶ αὐτὸς ἐξεστράτευσεν, τὴν πόλιν τῷ τε Λεπίδῳ καὶ πολιανόμοις τισὶν ὀκτώ, ὥς τισι δοκεῖ, ἢ ἕξ, ὡς μᾶλλον πεπίστευ‐

43

.

29

.

1

ται, ἐπιτρέψας. ἐπειδὴ γὰρ ἐπί τε τοῦ Λογγίνου καὶ ἐπὶ τοῦ Μαρκέλλου τὰ στρατόπεδα τὰ ἐν τῇ Ἰβηρίᾳ ἐκινήθη καί τινες καὶ τῶν πόλεων ἐνεωτέρισαν, ἡμέρας μέν τινας τοῦ τε Λογγίνου ἀπαλλαγέντος καὶ τοῦ Τρεβωνίου τὴν διαδοχὴν αὐτοῦ λαβόν‐

43

.

29

.

2

τος ἡσύχασαν, ἔπειτα δέει τῆς ἐκ τοῦ Καίσαρος τιμωρίας ἐπρε‐ σβεύσαντο κρύφα πρὸς τὸν Σκιπίωνα, μεταστῆναι βουλόμενοι· καὶ ὃς ἄλλους τέ σφισι καὶ τὸν Πομπήιον τὸν Γναῖον ἀπέ‐
στειλε. προσέχων δὲ ἐκεῖνος ταῖς Γυμνασίαις νήσοις τὰς μὲν ἄλλας
5ἀμαχεὶ, τὴν δὲ Ἔβεσον σὺν πόνῳ παρεστήσατο, κἀνταῦθα νο‐

43

.

29

.

3

σήσας μετὰ τῶν στρατιωτῶν διέτριψε. χρονίζοντος οὖν αὐτοῦ, πυθόμενοι οἱ στρατιῶται οἱ ἐν τῇ Ἰβηρίᾳ τόν τε Σκιπίωνα ἀπο‐ λωλότα καὶ τὸν Δίδιον ἐπιπλέοντά σφισι, καὶ φοβηθέντες μὴ διαφθαρῶσι πρὶν τὸν Πομπήιον ἐλθεῖν, οὐκ ἔμειναν αὐτόν, ἀλλὰ
5Τίτον τε Κυίντιον Σκαπούλαν καὶ Κύιντον Ἀπώνιον ἄνδρας ἱππέας προστησάμενοι τόν τε Τρεβώνιον ἐξέβαλον καὶ τὸ ἔθνος

43

.

30

.

1

τὸ Βαιτικὸν πᾶν συναπέστησαν. πραξάντων δὲ ταῦτα αὐτῶν Πομπήιος ῥαΐσας ἐς τὴν ἤπειρον τὴν κατ’ ἀντιπέρας διέπλευσε, καὶ ἄλλας μέν τινας πόλεις εὐθὺς ἑκουσίας προσεποιήσατο (ταῖς τε γὰρ ἐπιτάξεσι τῶν ἐφεστηκότων σφίσιν ἀχθόμενοι, καὶ ἐς ἐκεῖνον
5οὐκ ὀλίγα ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ μνήμης ἐπελπίζοντες ἑτοίμως αὐτὸν ἐδέξαντο), Καρχηδόνα δὲ οὐκ ἐθελήσασαν ὁμολογῆσαι ἐπο‐

43

.

30

.

2

λιόρκει. μαθόντες οὖν τοῦτο οἱ περὶ τὸν Σκαπούλαν ἦλθόν τε ἐν‐ ταῦθα, καὶ στρατηγὸν αὐτοκράτορα αὐτὸν ἑλόμενοι προσεῖχόν τε αὐτῷ τὰ μάλιστα καὶ προεθυμοῦντο ἰσχυρότατα, τὰ κέρδη τὰ ἐκεί‐ νου ἴδια καὶ τὰς συμφορὰς οἰκείας ποιούμενοι, ὥστ’ ἀφ’ ἑκατέρου,

43

.

30

.

3

τὰ μὲν ὅπως λάβωσι, τὰς δ’ ὅπως μὴ πάθωσιν, ἐρρῶσθαι. καὶ γὰρ ὁ Πομπήιος, οἷα ἐν τοιαύταις ταραχαῖς καὶ καταστάσεσι πάντες εἰώθασι ποιεῖν, καὶ μάλιστ’ ἐπειδή τινες τῶν Ἀλλοβρίγων, οὕς 〈οἱ〉 ὁ Ἰόβας ἐκ τοῦ πρὸς τὸν Κουρίωνα πολέμου ζωγρήσας ἐδεδώκει,
5ηὐτομόλησαν, οὐδὲν ὅ τι οὐχὶ καὶ λόγῳ καὶ ἔργῳ τοῖς λοιποῖς ἐχα‐

43

.

30

.

4

ρίζετο. οὗτοί τε οὖν αὐτῷ καὶ διὰ ταῦτα πολὺ προθυμότεροι ἐγέ‐ νοντο, καὶ τῶν ἐναντίων συχνοί, καὶ μάλισθ’ ὅσοι σὺν τῷ Ἀφρανίῳ ποτὲ ἐστράτευντο, προσεχώρησαν· τῶν τε ἐκ τῆς Ἀφρικῆς ἄλλοι τε καὶ ὁ ἀδελφὸς Σέξτος ὅ τε Οὐᾶρος καὶ ὁ Λαβιῆνος σὺν τῷ ναυ‐

43

.

30

.

5

τικῷ πρὸς αὐτὸν ἦλθον. κἀκ τούτου τῷ τε πλήθει τοῦ στρατοπέ‐ δου καὶ τῇ προθυμίᾳ ἀρθεὶς τήν τε χώραν ἀδεῶς διεπορεύετο, καὶ πόλεις τὰς μὲν ἑκούσας τὰς δὲ ἀκούσας προσετίθετο, καὶ ἐδόκει

43

.

31

.

1

καὶ ὑπὲρ τὸν πατέρα ἰσχύειν. ἦσαν μὲν γὰρ ἐν τῇ Ἰβηρίᾳ καὶ τοῦ
Καίσαρος στρατηγοὶ Κύιντός τε Φάβιος Μάξιμος καὶ Κύιντος Πέ‐ διος, οὐ μέντοι καὶ ἀξιόμαχοί οἱ νομίζοντες εἶναι αὐτοί τε ἡσύχα‐ ζον καὶ ἐκεῖνον σπουδῇ μετεπέμποντο.

43

.

31

.

2

τέως μὲν δὴ ταῦτ’ ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέντων τινὲς ἐκ τῆς Ῥώμης ἀφίκοντο καὶ προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε μεταγνῶναι, ἀλλ’ εὐ‐
5θύς, πρὶν πειραθῆναι τῶν ἐναντίων, ἐς τὴν Βαιτικὴν ἀνεχώρησε.

43

.

31

.

3

καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὐᾶρός τε ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν ἐναυκρατήθη, καὶ εἴγε μὴ προκαταφυ‐ γὼν ἐς τὴν γῆν ἀγκύρας ἐς τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλ‐ λαις ἐνεβεβλήκει καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς

43

.

31

.

4

ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ δὴ ἤπειρος ἡ ἐκεῖ πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην

43

.

32

.

1

γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι ἐπολιόρκει. κἀν τούτῳ καὶ ὁ Καῖσαρ μετ’ ὀλίγων ἐξαίφνης ἀδοκήτοις οὐχ ὅτι τοῖς περὶ τὸν Πομ‐ πήιον ἀλλὰ καὶ τοῖς ἑαυτοῦ στρατιώταις ἐπῆλθε· τοσούτῳ γὰρ τῷ τῆς πορείας τάχει ἐχρήσατο ὥστε καὶ τοῖς οἰκείοις ἅμα καὶ τοῖς
5ἐναντίοις ὀφθῆναι πρὶν καὶ ὅτι ὅλως ἐν τῇ Ἰβηρίᾳ γέγονεν ἀκου‐

43

.

32

.

2

σθῆναι. καὶ ὁ μὲν καὶ ἀπ’ αὐτοῦ τούτου, τῆς τε παρουσίας τῆς αὑτοῦ μόνης, καὶ ἐς τὰ ἄλλα καταπλήξειν τὸν Πομπήιον καὶ ἀπὸ τῆς πολιορκίας ἀπαλλάξειν ἤλπισε· τὸ γὰρ πλεῖον στράτευμα κατὰ τὴν ὁδὸν ὑπελέλειπτο· ἐκεῖνος δὲ ἕνα τε ἄνδρα ἑνὸς 〈οὐ〉 πολὺ δια‐
5φέρειν νομίζων, καὶ τῇ ἰσχύι ἑαυτοῦ πάνυ θαρσῶν, οὐκ ἐξεπλάγη πρὸς τὴν ἄφιξιν αὐτοῦ, ἀλλὰ καὶ προσήδρευε τῇ πόλει καὶ τὰς

43

.

32

.

3

προσβολὰς ὁμοίως ὥσπερ καὶ πρὶν ἐποιεῖτο. ὁ οὖν Καῖσαρ ἐκεῖ
μὲν ὀλίγους στρατιώτας ἐκ τῶν προαφιγμένων κατέλιπεν, αὐτὸς δὲ ἐπὶ Κόρδουβαν ὥρμησε, τὸ μέν τι καὶ αἱρήσειν αὐτὴν ἐκ προδο‐ σίας ἐλπίσας, τὸ δὲ δὴ πλεῖστον ἀπάξειν ἀπὸ τῆς Οὐλίας τὸν Πομ‐

43

.

32

.

4

πήιον τῷ περὶ αὐτῆς φόβῳ προσδοκήσας. καὶ ἔσχεν οὕτως· τὸ μὲν γὰρ πρῶτον μέρος τι τοῦ στρατοῦ κατὰ χώραν ἐάσας ἔς τε τὴν Κόρδουβαν ἦλθε, καὶ κρατυνάμενος αὐτήν, οὐχ ὑπομείναντός σφας

43

.

32

.

5

τοῦ Καίσαρος, τῷ ἀδελφῷ τῷ Σέξτῳ προσέταξεν· ἔπειτα δὲ ὡς οὔτε τι πρὸς τῇ Οὐλίᾳ ἐπέραινεν, ἀλλὰ καὶ πύργου τινός, καὶ τού‐ του οὐχ ὑπὸ σφῶν κατασεισθέντος ἀλλ’ ὑπὸ τοῦ πλήθους τῶν ἐπ’ αὐτοῦ ἀμυνομένων καταρραγέντος, ἐσῆλθον μέν τινες, οὐ μὴν καὶ

43

.

32

.

6

καλῶς ἀπήλλαξαν, καὶ ὁ Καῖσαρ πλησιάσας σφίσιν ἐκείνοις τε βοή‐ θειαν νυκτὸς λαθὼν ἐσέπεμψε καὶ αὐτὸς πρός τε τὴν Κόρδουβαν αὖθις ἐστράτευσε καὶ ἐς πολιορκίαν αὐτὴν ἀντικατέστησεν, οὕτω δὴ τῆς τε Οὐλίας παντελῶς ἀπανέστη καὶ ἐκεῖσε παντὶ τῷ στρατῷ
5οὐ μάτην ἠπείχθη. προπυθόμενος γὰρ τοῦτο ὁ Καῖσαρ ἀπεχώ‐

43

.

32

.

7

ρησε· νοσῶν γὰρ ἐτύγχανε. μετὰ δὲ ταῦτα αὐτός τε ἀναρρωσθεὶς καὶ τὰ στρατεύματα ἐπακολουθήσαντά οἱ προσλαβὼν ἠναγκάσθη καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι· ἔν τε γὰρ σκηνιδίοις φαύλοις αὐλι‐

43

.

33

.

1

ζόμενοι ἐκακοπάθουν καὶ τῆς τροφῆς ἐνελείποντο. ἐδικτατόρευε δὲ δὴ τότε, καὶ ὕπατος ὀψέ ποτε καὶ ἐπ’ ἐξόδῳ τοῦ ἔτους ἀπεδείχθη, τοῦ Λεπίδου ἐν τῇ ἱππαρχίᾳ τὸν δῆμον ἐς τοῦτο συναγαγόντος· ἱππάρχησε γὰρ καὶ τότε, αὐτὸς ἑαυτὸν ἐν τῇ ὑπατείᾳ ἐπειπὼν ἵπ‐
5παρχον παρὰ τὰ πάτρια.

43

.

33

.

2

ἀναγκασθεὶς οὖν ὁ Καῖσαρ, ὥσπερ εἶπον, καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι, τῇ μὲν Κορδούβῃ οὐ προσέβαλεν (ἰσχυρῶς γὰρ ἐφυλάτ‐ τετο), πυθόμενος δὲ ἐν Ἀττεγούᾳ πόλει σῖτον πολὺν εἶναι πρὸς ἐκεί‐ νην καίτοι καρτερὰν οὖσαν ἐτράπετο, ἐλπίσας τῷ τε πλήθει τοῦ
5στρατοῦ καὶ τῇ παρ’ ἑαυτοῦ αἰφνιδίῳ ἐκπλήξει καταφοβήσας σφᾶς αἱρήσειν· καὶ αὐτὴν διὰ βραχέος καὶ ἀπεσταύρωσε καὶ περιετά‐

43

.

33

.

3

φρευσεν. ὁ γὰρ Πομπήιος τῇ φύσει τοῦ χωρίου θαρσῶν, καὶ τὸν Καίσαρα οὐκ ἐπὶ πολὺ διὰ τὸν χειμῶνα προσεδρεύσειν αὐτῷ νομί‐ ζων, τούς τε ἑαυτοῦ στρατιώτας μὴ βουληθεὶς ἐν τῷ ῥίγει κακῶ‐

43

.

33

.

4

σαι, περιεῖδε καὶ οὐκ ἐπήμυνεν αὐτοῖς τήν γε πρώτην· ὕστερον γάρ, ὡς τό τε πόλισμα ἀπετετείχιστο καὶ ὁ Καῖσαρ αὐτῷ προσεκάθητο, δείσας ἐπεβοήθησέ σφισι, καὶ νυκτὸς ἐξαίφνης ὁμιχλώδους τοῖς προφύλαξι προσμίξας συχνοὺς ἔφθειρεν. ἐπειδή τε ἀστρατήγητοι

43

.

34

.

1

οἱ ἔνδον ἦσαν, Μουνάτιον αὐτοῖς Φλάκκον ἐσέπεμψεν. ἠδυνήθη γὰρ ἐκεῖνος ὧδε εἴσω παρελθεῖν. νύκτωρ τῶν φυλάκων τινὰς μό‐ νος, ὡς καὶ ὑπὸ τοῦ Καίσαρος ἐς ἐφοδείαν ἀπεσταλμένος, ἀνήρετο τὸ σύνθημα, καὶ μαθών (οὔτε γὰρ ἐγιγνώσκετο, καὶ κατὰ μόνας
5οὐκ ἄν ποτε ὑπωπτεύθη μὴ φίλιός σφισιν ὢν τοῦτο ποιῆσαι) ἐκεί‐

43

.

34

.

2

νους μὲν εἴασεν, ἐκπεριελθὼν δὲ ἑτέρωσε τοῦ περιτειχίσματος ἄλ‐ λοις τισὶ φύλαξιν ἐνέτυχε, καὶ τό τε σύνθημα αὐτοῖς εἰπών, καὶ ἐπὶ προδοσίᾳ τῆς πόλεως εἶναι πλασάμενος, δι’ ἑκόντων τε αὐτῶν

43

.

34

.

3

καὶ παραπεμπόντων γε ἐσῆλθεν. οὐ μέντοι καὶ περιεποιήσατο αὐ‐ τήν. τά τε γὰρ ἄλλα πολλά, καί ποτε πῦρ ἔς τε τὰς μηχανὰς καὶ ἐς τὰ σταυρώματα τὰ τῶν Ῥωμαίων ἐμβαλόντες ἐκείνους μὲν οὐ‐ δὲν ὅ τι καὶ ἀξιόλογον ἔβλαψαν, αὐτοὶ δὲ ἀνέμου σφίσιν ἐξ ἐναν‐

43

.

34

.

4

τίας ἐν τούτῳ σφοδροῦ προσπεσόντος κακῶς ἀπήλλαξαν· τά τε γὰρ οἰκοδομήματα ἐπεφλέχθη, καὶ ἄνθρωποι συχνοὶ τοῖς τε λίθοις καὶ τοῖς βέλεσι, μηδὲ προϊδέσθαι τι ὑπὸ τοῦ καπνοῦ δυνηθέντες, ἐξώ‐ λοντο. ὡς οὖν τοῦτό τε αὐτοῖς συνεβεβήκει καὶ ἡ γῆ ἐπορθεῖτο

43

.

34

.

5

τοῦ τε τείχους τινὰ ἐξ ὑπονόμων ἔπιπτεν, ἐστασίασαν, καὶ πρό‐ τερος μὲν ὁ Φλάκκος ἐπ’ ἀδείᾳ ἑαυτοῦ τε καὶ τῶν συνόντων οἱ πρὸς τὸν Καίσαρα διεκηρυκεύσατο, ἔπειτα δὲ οὗτος μέν (οὐ γὰρ ἠθέ‐ λησε τὰ ὅπλα παραδοῦναι) διήμαρτεν αὐτῆς, οἱ δὲ ἄλλοι οἱ ἐπι‐
5χώριοι μετὰ τοῦτο καὶ ἐπρεσβεύσαντο καὶ συνέβησαν ἐφ’ οἷς ἐκε‐ λεύοντο.

43

.

35

.

1

ἐκείνης δὲ δὴ τῆς πόλεως ἁλούσης οὐκέτ’ οὐδὲ οἱ ἄλλοι ἠτρέ‐ μιζον, ἀλλὰ πολλοὶ μὲν αὐτοὶ πρὸς τὸν Καίσαρα πρεσβευσάμενοι μεθίσταντο, πολλοὶ δὲ καὶ ἐπιόντα αὐτὸν τούς τε ὑποστρατήγους

43

.

35

.

2

αὐτοῦ ἐδέχοντο, ὥστε τὸν Πομπήιον ἀπορήσαντα ὅ τι χρὴ πρᾶξαι, τὸ μὲν πρῶτον ἄλλοτε ἄλλῃ τῆς χώρας μεθιστάμενον πλανᾶσθαι, ἔπειτα δὲ φοβηθέντα μὴ καὶ ἐξ αὐτοῦ τούτου καὶ οἱ λοιποὶ αὐτὸν
ἐγκαταλίπωσι, διακινδυνεῦσαι ἐθελῆσαι, καίτοι τοῦ δαιμονίου τὴν

43

.

35

.

3

ἧτταν ἐναργέστατα αὐτῷ προσημήναντος. οἱ μὲν γὰρ ἱδρῶτες τῶν ἀγαλμάτων καὶ αἱ ἠχαὶ τῶν στρατοπέδων, τά τε ζῷα 〈ἃ〉 πολλὰ παρὰ τὴν ἑαυτῶν φύσιν ἐγεννήθη, καὶ αἱ δᾷδες αἱ πρὸς τὰς δυ‐ σμὰς ἐκ τῶν ἀνατολῶν ᾄττουσαι (ταῦτα γὰρ ἐν τῇ Ἰβηρίᾳ τότε
5ἅμα πάντα συνηνέχθη). σαφὲς οὐδέν, ὁποτέροις σφῶν προφαίνοιτο,

43

.

35

.

4

διεδήλου· οἱ δὲ δὴ ἀετοὶ τῶν στρατοπέδων αὐτοῦ τάς τε πτέρυγας σείσαντες καὶ τοὺς κεραυνούς, οὓς ἐν τοῖς ποσί τινες αὐτῶν χρυ‐ σοῦς ἔφερον, ἐκβαλόντες ἐκείνῳ τε τὸ κακὸν ἄντικρυς ἐνέσκηπτον καὶ αὐτοὶ πρὸς τὸν Καίσαρα ἀπεπέτοντο. ἀλλ’ ἦγε γὰρ τὸ δαι‐
5μόνιον, ἔν τε ὀλιγωρίᾳ αὐτὸ ἐποιήσατο, καὶ ἐς πόλιν Μοῦνδαν πρὸς μάχην δὴ κατέστη.

43

.

36

.

1

εἶχον μὲν δὴ πρὸς τοῖς ἄλλοις τοῖς τε πολιτικοῖς καὶ τοῖς ξε‐ νικοῖς στρατεύμασι πολλοὺς μὲν τῶν ἐπιχωρίων πολλοὺς δὲ καὶ Μαύρων ἀμφότεροι· Βόκχος μὲν γὰρ τοὺς υἱεῖς τῷ Πομπηίῳ ἔπεμψε, Βογούας δὲ αὐτὸς τῷ Καίσαρι συνεστράτευσεν· ὁ δὲ ἀγὼν

43

.

36

.

2

οὐχ ὡς τῶν ἄλλων ἀλλ’ ὡς αὐτῶν τῶν Ῥωμαίων ἐγένετο. οἵ τε γὰρ Καισάρειοι στρατιῶται τῷ τε πλήθει καὶ τῇ ἐμπειρίᾳ καὶ παρὰ πάντα τῇ αὐτοῦ ἐκείνου παρουσίᾳ θαρσοῦντες ἀπαλλαγῆναί ποτε τοῦ τε πολέμου καὶ τῶν ἐν αὐτῷ κακῶν ἐσπούδαζον, καὶ οἱ
5Πομπηίειοι τούτοις μὲν ἐλαττούμενοι, τῇ δ’ ἀπογνώσει τῆς σωτη‐

43

.

36

.

3

ρίας, ἂν μὴ κρατήσωσιν, ἐρρωμένοι προεθυμοῦντο· οἷα γὰρ μετά τε τοῦ Ἀφρανίου καὶ μετὰ τοῦ Οὐάρρωνος οἱ πλείους αὐτῶν καὶ ἁλόντες καὶ σωθέντες, καὶ μετὰ τοῦτο τῷ τε Λογγίνῳ ἀποδοθέντες καὶ ἀπ’ αὐτοῦ ἀποστάντες, οὔτε τινὰ ἐλπίδα συγγνώμης ἡττηθέν‐
5τες εἶχον, κἀκ τούτου πρὸς ἀπόνοιαν, ὡς καὶ θαρσῆσαι τότε ἢ

43

.

36

.

4

πάντως γε ἀπολέσθαι δεόμενοι, προήχθησαν. συμμίξαντες οὖν ἐμάχοντο· οὐδὲ γὰρ οὐδὲ αἰδῶ τινα ἀλλήλων εἶχον ἔτι, τοσαυτάκις ἀντιπεπολεμηκότες, καὶ διὰ τοῦτο μηδὲ παραινέσεώς τινος δεόμενοι.

43

.

37

.

1

κἀν τούτῳ τὰ μὲν συμμαχικὰ ταχέως ἑκατέρωθεν ἐτράπη καὶ ἔφυ‐
γεν, αὐτοὶ δὲ ἐκεῖνοι συσταδὸν ἀντικόπτοντες ἀλλήλους ἐπὶ πλεῖ‐ στον ἠγωνίσαντο. οὐδὲ 〈γὰρ〉 ἐνέδωκεν αὐτῶν οὐδείς, ἀλλ’ ἐν χώρᾳ μένοντες ἔσφαζον ἔθνησκον, ὡς καὶ αὐτὸς ἕκαστος ἢ τῆς νίκης ἢ

43

.

37

.

2

τῆς ἥττης καὶ τοῖς ἄλλοις ἅπασιν αἴτιος ἐσόμενος. καὶ διὰ τοῦτο οὐδὲ ἔμελεν αὐτοῖς ὁρᾶν ὅπως οἱ σύμμαχοί σφων ἐμάχοντο, ἀλλ’ ὡς καὶ μόνοι κινδυνεύοντες ὑπερεθυμοῦντο. καὶ οὔτε ἐπαιώνιζέ τις αὐτῶν οὔτε ἔστενεν, ἀλλὰ τοσοῦτο μόνον ἑκάτεροι βοῶντες,
5“παῖσον, ἀπόκτεινον,” πολὺ τῷ ἔργῳ τὰς γλώσσας σφῶν ἔφθανον.

43

.

37

.

3

ὁρῶντες οὖν ταῦτα ἀπό τε ἵππων καὶ ἀπὸ μετεώρων τινῶν χωρίων ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος οὐκ εἶχον 〈οὔθ’ ὅπως ἐλπί‐ σωσιν〉 οὔθ’ ὅπως ἀπογνῶσιν, ἀλλ’ ἀμφίβολοι ταῖς γνώμαις γιγ‐

43

.

37

.

4

νόμενοι δι’ ἴσου καὶ τῷ δέει καὶ τῷ θάρσει ἐκακοπάθουν. ἀντι‐ πάλου γὰρ τῆς μάχης οὔσης ταῖς τε ὄψεσι δεινῶς ἔκαμνον, ἐπι‐ θυμοῦντές τι ἰδεῖν πλεονέκτημα καὶ ὀκνοῦντές τι ἰδεῖν ἐλάττωμα, καὶ ταῖς ψυχαῖς, εὐχόμενοί τέ τι ἅμα καὶ ἀπευχόμενοι καὶ ῥων‐
5νύμενοι καὶ φοβούμενοι. οὔκουν οὐδ’ ἠδυνήθησαν ἐπὶ πολὺ καρ‐ τερῆσαι, ἀλλὰ καταπηδήσαντες ἀπὸ τῶν ἵππων συμμετέσχον αὐ‐

43

.

37

.

5

τῆς. οὕτω που τῷ τοῦ σώματος καὶ πόνῳ καὶ κινδύνῳ μᾶλλον ἢ τῇ τῆς ψυχῆς συντάσει συνεῖναι εἵλοντο, ῥοπήν τινα τοῖς ἑαυ‐ τοῦ στρατιώταις ἑκάτερος τῇ τῆς μάχης κοινωνίᾳ παρέξειν ἐλπί‐ σαντες· ἢ εἴγε ἐκείνης ἁμάρτοιεν, συντελευτῆσαί γε αὐτοῖς ἠθέ‐
5λησαν.

43

.

38

.

1

καὶ οἱ μὲν καὶ αὐτοὶ ἐμάχοντο· τοῖς δὲ δὴ στρατοπέδοις πλεο‐ νεξία μὲν οὐδεμία οὐδετέροις ἐκ τούτου ἐγένετο, μακρῷ δὲ δὴ πλείων, ὡς ἐκείνους συγκινδυνεύοντάς σφισιν εἶδον, τοῦ τε σφετέρου θανά‐ του καταφρόνησις καὶ τοῦ τῶν ἐναντίων ὀλέθρου ἔφεσις ἀμφοτέ‐

43

.

38

.

2

ροις ὁμοίως ἐνέπεσε. καὶ διὰ τοῦτο οὔτε ἔφυγον τότε γε οὐδέτεροι, ἀλλ’ ἰσοπαλεῖς ταῖς γνώμαις ὄντες ἰσοκρατεῖς καὶ τοῖς σώμασιν ἐγί‐ γνοντο· κἂν πάντες ἀπέθανον ἢ καὶ ὑπὸ τῆς νυκτὸς ἀγχώμαλοι διε‐ κρίθησαν, εἰ μὴ ὅ τε Βογούας ἔξωθέ που τῶν συνεστηκότων ὢν
5ἐπὶ τὸ τοῦ Πομπηίου στρατόπεδον ὥρμησε, καὶ ὁ Λαβιῆνος ὡς τοῦτο

43

.

38

.

3

εἶδε, τήν τε τάξιν ἐξέλιπε καὶ πρὸς ἐκεῖνον ἐτράπετο. φεύγειν γὰρ αὐτὸν οἱ Πομπηίειοι νομίσαντες ἠθύμησαν. καὶ ἔμαθον μέν που τὸ ἀληθὲς ὕστερον, οὐ μέντοι καὶ ἀναλαβεῖν ἑαυτοὺς ἔτ’ ἠδυνήθη‐ σαν, ἀλλ’ οἱ μὲν ἐς τὴν πόλιν οἱ δὲ ἐς τὸ τάφρευμα ἀποφυγόντες
5οὗτοί τε τοὺς προσμίξαντάς σφισιν ἰσχυρῶς ἀπεμαχέσαντο, καὶ οὐ

43

.

38

.

4

πρότερόν γε ἔπεσον πρὶν ἀμφίβολοι γενέσθαι, καὶ ἐκεῖνοι τὸ τεῖχος ἐπὶ πολὺ διέσωσαν, ὥστε μὴ πρότερον αὐτὸ ἁλῶναι πρὶν πάντας σφᾶς ἐν ταῖς ἐκδρομαῖς ἀπολέσθαι. τοσοῦτον δ’ οὖν τὸ σύνολον τῶν Ῥωμαίων πάθος ἑκατέρωθεν ἐγένετο ὥστ’ ἀπορήσαντας ὅπως
5τὴν πόλιν, μὴ καὶ νυκτὸς ἐκδρῶσί τινες, ἀποτειχίσωσιν, αὐτὰ τὰ σώματα τῶν νεκρῶν αὐτῇ περινῆσαι.

43

.

39

.

1

κρατήσας δὲ οὕτως ὁ Καῖσαρ καὶ τὴν Κόρδουβαν εὐθὺς ἔλα‐ βεν· ὅ τε γὰρ Σέξτος οἱ προεξεχώρησε, καὶ οἱ ἐπιχώριοι, καίτοι τῶν δούλων ἀνθισταμένων σφίσιν ἐπειδήπερ ἠλευθέρωντο, προσ‐

43

.

39

.

2

εχώρησαν αὐτῷ. καὶ ὃς τοὺς μὲν ἐν τοῖς ὅπλοις ὄντας ἀπέσφαξε, τοὺς δὲ λοιποὺς ἐξηργυρίσατο. τὸ δ’ αὐτὸ τοῦτο καὶ τοὺς τὴν Ἴσπαλιν ἔχοντας ἔδρασεν, οἳ τὸ μὲν πρῶτον ὡς καὶ ἑκούσιοι φρου‐ ρὰν παρ’ αὐτοῦ ἐσεδέξαντο, ἔπειτα δὲ διαφθείραντες τοὺς ἐλθόν‐

43

.

39

.

3

τας ἐπολέμησαν. ἐπεστράτευσέ τε οὖν ἐπ’ αὐτούς, καὶ ἀμελέστερον δῆθεν προσεδρεύων ἐλπίδας σφίσιν ὡς καὶ διαφυγεῖν δυνησομένοις παρέσχε. κἀκ τούτου περιορῶν δὴ τοὺς ἐκ τοῦ τείχους ἐξιόντας ἐκείνους τε ἐλόχιζε καὶ ἀπώλλυε, καὶ τὴν πόλιν οὕτως ἀνδρῶν κατὰ

43

.

39

.

4

βραχὺ ἐρημωθεῖσαν εἷλε. καὶ μετὰ τοῦτο καὶ τὴν Μοῦνδαν καὶ τὰ ἄλλα, τὰ μὲν ἀκούσια σὺν πολλῷ φόνῳ, τὰ δὲ καὶ ἐθελούσια πα‐ ρέλαβε καὶ ἠργυρολόγησεν, ὥστε μηδὲ τῶν τοῦ Ἡρακλέους ἀναθη‐ μάτων τῶν ἐν τοῖς Γαδείροις ἀνακειμένων φείσασθαι, χώρας τέ τι‐

43

.

39

.

5

νων ἀπετέμετο, καὶ ἑτέροις τὸν φόρον προσεπηύξησε. ταῦτα μὲν τοὺς ἀντιπολεμήσαντάς οἱ ἔδρασε, τοῖς δὲ εὔνοιάν τινα αὐτοῦ σχοῦ‐ σιν ἔδωκε μὲν καὶ χωρία καὶ ἀτέλειαν, πολιτείαν τέ τισι, καὶ ἄλ‐ λοις ἀποίκοις τῶν Ῥωμαίων νομίζεσθαι, οὐ μὴν καὶ προῖκα αὐτὰ
5ἐχαρίσατο.

43

.

40

.

1

Καῖσαρ μὲν δὴ ταῦτ’ ἔπραττε, Πομπήιος δὲ διαφυγών πως ἐν τῇ τροπῇ ἦλθε μὲν ἐπὶ τὴν θάλασσαν ὡς καὶ τῷ ναυτικῷ τῷ ἐν τῇ Καρτηίᾳ ὁρμοῦντι χρησόμενος, εὑρὼν δὲ αὐτοὺς πρὸς τὸν κρα‐ τοῦντα ἀποκεκλικότας ἐπέβη μὲν πλοίου τινός, προσδοκήσας ἐπ’ αὐ‐

43

.

40

.

2

τοῦ διαδράσεσθαι, πληγεὶς δὲ ἐν τούτῳ καὶ ἀθυμήσας τῇ τε γῇ αὖθις προσέσχε, κἀνταῦθα συνελθόντας τινὰς παραλαβὼν πρὸς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτός τε Καισεννίῳ Λέντωνι περιπεσὼν ἡττήθη, καὶ ἐς ὕλην τινὰ καταφυγὼν ἐφθάρη· καὶ ὁ Δίδιος ἀγνοῶν
5τε τοῦτο, καὶ πλανώμενος ὡς καὶ συμμίξων που αὐτῷ, συνέτυχεν ἑτέροις τισὶ καὶ ἀπώλετο.

43

.

41

.

1

εἵλετο δ’ ἂν καὶ ὁ Καῖσαρ ἐκεῖ που πρός τε τῶν ἔτι ἀνθεστη‐ κότων καὶ ἐν τῇ τοῦ πολέμου δόξῃ πεπτωκέναι μᾶλλον ἢ ὅπερ οὐκ ἐς μακρὰν ἔπαθεν, ἔν τε τῇ πατρίδι καὶ ἐν τῷ συνεδρίῳ πρὸς τῶν

43

.

41

.

2

φιλτάτων σφαγῆναι. τοῦτον γὰρ τὸν πόλεμον τελευταῖον κατώρ‐ θωσε καὶ ταύτην τὴν νίκην ἐσχάτην ἀνείλετο, καίπερ οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ἄλλων τῶν μεγίστων καταπράξειν ἐλπίσας διά τε τἆλλα, καὶ οὐχ ἥκιστα ὅτι βλαστός τις ἐκ φοίνικος ἐν τῷ τῆς μά‐

43

.

41

.

3

χης χωρίῳ ὄντος εὐθὺς ἐπὶ τῇ νίκῃ ἐξέφυ. καὶ οὐ λέγω μὲν ὅτι οὐκ ἔφερέ ποι τοῦτο, ἀλλ’ οὐκ ἐκείνῳ γε ἔτι, ἀλλὰ τῷ τῆς ἀδελφῆς αὐτοῦ ἐγγόνῳ τῷ Ὀκταουίῳ· συνεστρατεύετό τε γὰρ αὐτῷ, καὶ ἐκ τῶν πόνων τῶν τε κινδύνων αὐτοῦ ἐκλάμψειν ἔμελλεν. ἀγνοῶν δ’
5οὖν τοῦτο, καὶ ἐφ’ ἑαυτῷ ἔτι πολλὰ καὶ μεγάλα ἐλπίζων, οὐδὲν μέ‐

43

.

42

.

1

τριον ἔπραττεν, ἀλλ’ ὡς καὶ ἀθάνατος ὢν ὑπερεφρόνησε. τά τε γὰρ ἐπινίκια, καίτοι μηδενὸς ἀλλοτρίου κρατήσας ἀλλὰ καὶ τοσοῦτο πλῆθος πολιτῶν ἀπολέσας, οὐ μόνον αὐτὸς ἔπεμψε, πάντα τὸν δῆμον ἐν αὐτοῖς ὡς καὶ ἐπὶ κοινοῖς τισιν ἀγαθοῖς αὖθις ἑστιάσας,
5ἀλλὰ καὶ τῷ Φαβίῳ τῷ τε Κυΐντῳ, καίτοι ὑποστρατηγήσασιν αὐτῷ

43

.

42

.

2

καὶ μηδὲν ἰδίᾳ κατορθώσασι, διεορτάσαι ἐπέτρεψε. καὶ ἦν μέν που γέλως ἐπί τε τούτῳ, καὶ ὅτι καὶ ξυλίναις ἀλλ’ οὐκ ἐλεφαντίναις ἔργων τέ τινων εἰκόσιν ἄλλοις τε τοιούτοις πομπείοις ἐχρήσαντο·
οὐ μὴν ἀλλ’ ἐμφανέστατα τριττά τε νικητήρια καὶ τριτταὶ πομπαὶ
5τῶν Ῥωμαίων ἐπ’ αὐτῶν ἐκείνων ἐποιήθησαν, καὶ προσέτι καὶ ἱε‐

43

.

42

.

3

ρομηνίαι ἐπὶ πεντήκοντα ἡμέρας ἤχθησαν. τά τε [γὰρ] Παρίλια ἱπ‐ ποδρομίᾳ ἀθανάτῳ, οὔτι γε καὶ διὰ τὴν πόλιν, ὅτι ἐν αὐτοῖς ἔκτι‐ στο, ἀλλὰ διὰ τὴν τοῦ Καίσαρος νίκην, ὅτι ἡ ἀγγελία αὐτῆς τῇ προτεραίᾳ πρὸς ἑσπέραν ἀφίκετο, ἐτιμήθη.

43

.

43

.

1

τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτο. καὶ πρό‐ φασιν μὲν ἐποιεῖτο τούτου ὅτι ἀναφαλαντίας ἦν, παρεῖχε δὲ καὶ
5ἀπ’ αὐτοῦ ἐκείνου λόγον τινά, καὶ 〈ὅτι〉 τότε ἔτι, καίπερ παρηβηκώς,

43

.

43

.

2

ἐς κάλλος ἤσκει· τῇ τε γὰρ ἐσθῆτι χαυνοτέρᾳ ἐν πᾶσιν ἐνηβρύνετο, καὶ τῇ ὑποδέσει καὶ μετὰ ταῦτα ἐνίοτε καὶ ὑψηλῇ καὶ ἐρυθροχρόῳ κατὰ τοὺς βασιλέας τοὺς ἐν τῇ Ἄλβῃ ποτὲ γενομένους, ὡς καὶ προσ‐

43

.

43

.

3

ήκων σφίσι διὰ τὸν Ἴουλον, ἐχρῆτο. τό τε ὅλον τῇ τε Ἀφροδίτῃ πᾶς ἀνέκειτο, καὶ πείθειν πάντας ἤθελεν ὅτι καὶ ἄνθος τι ὥρας ἀπ’ αὐτῆς ἔχοι· καὶ διὰ τοῦτο καὶ γλύμμα αὐτῆς ἔνοπλον ἐφόρει, καὶ σύνθημα αὐτὴν ἐν τοῖς πλείστοις καὶ μεγίστοις κινδύνοις ἐποι‐

43

.

43

.

4

εῖτο. τὸ δ’ οὖν χαῦνον τοῦ ζώματος αὐτοῦ ὁ μὲν Σύλλας ὑπετό‐ πησεν, ὥστε καὶ ἀποκτεῖναι αὐτὸν ἐθελῆσαι, τοῖς τε ἐξαιτησαμένοις εἰπεῖν ὅτι “ἐγὼ μὲν χαριοῦμαι τοῦτον ὑμῖν, ὑμεῖς μέντοι καὶ πάνυ τοῦτον τὸν κακῶς ζωννύμενον φυλάττεσθε”· ὁ δὲ δὴ Κικέρων οὐ

43

.

43

.

5

συνενόησεν, ἀλλὰ καὶ σφαλεὶς ἔφη ὅτι “οὐκ ἄν ποτε προσεδόκησα τὸν κακῶς οὕτω ζωννύμενον Πομπηίου κρατήσειν”. τοῦτο μὲν οὖν ἐν ἐκβολῇ τοῦ λόγου, ὥστε μηδένα μηδὲν τῶν

43

.

44

.

1

περὶ τοῦ Καίσαρος λεγομένων ἀγνοῆσαι, ἔγραψα· ἐπὶ δὲ δὴ τῇ νίκῃ ἐκεῖνά τε ὅσα εἶπον ἡ γερουσία ἔγνω, καὶ προσέτι αὐτόν τε Ἐλευθερωτὴν καὶ ἐκάλουν καὶ ἐς τὰ γραμματεῖα ἀνέγραφον, καὶ

43

.

44

.

2

νεὼν Ἐλευθερίας δημοσίᾳ ἐψηφίσαντο. τό τε τοῦ αὐτοκράτορος ὄνομα οὐ κατὰ τὸ ἀρχαῖον ἔτι μόνον, ὥσπερ ἄλλοι τε καὶ ἐκεῖνος [ὡς] πολλάκις ἐκ τῶν πολέμων ἐπεκλήθησαν, οὐδ’ ὡς οἵ τινα αὐτοτελῆ ἡγεμονίαν ἢ καὶ ἄλλην τινὰ ἐξουσίαν λαβόντες ὠνομάζοντο, ἀλλὰ
5καθάπαξ τοῦτο δὴ τὸ καὶ νῦν τοῖς τὸ κράτος ἀεὶ ἔχουσι διδόμενον
ἐκείνῳ τότε πρώτῳ τε καὶ πρῶτον, ὥσπερ τι κύριον, προσέθεσαν.

43

.

44

.

3

καὶ τοσαύτῃ γε ὑπερβολῇ κολακείας ἐχρήσαντο ὥστε καὶ τοὺς παῖ‐ δας τούς τε ἐγγόνους αὐτοῦ οὕτω καλεῖσθαι ψηφίσασθαι, μήτε τέκνον τι αὐτοῦ ἔχοντος καὶ γέροντος ἤδη ὄντος. ὅθενπερ καὶ ἐπὶ πάντας τοὺς μετὰ ταῦτα αὐτοκράτορας ἡ ἐπίκλησις αὕτη, ὥσπερ
5τις ἰδία τῆς ἀρχῆς αὐτῶν οὖσα καθάπερ καὶ ἡ τοῦ Καίσαρος, ἀφί‐

43

.

44

.

4

κετο. οὐ μέντοι καὶ τὸ ἀρχαῖον ἐκ τούτου κατελύθη, ἀλλ’ ἔστιν ἑκάτερον· καὶ διὰ τοῦτο καὶ δεύτερον ἐπ’ αὐτῶν ἐπάγεται, ὅταν νίκην τινὰ τοιαύτην ἀνέλωνται. οἱ μὲν γὰρ αὐτὸ τοῦτο αὐτοκρά‐ τορες ἅπαξ τῇ προσηγορίᾳ ταύτῃ, ὥσπερ [ἐν] ταῖς ἄλλαις, καὶ

43

.

44

.

5

πρώτῃ γε χρῶνται· οἳ δ’ ἂν καὶ διὰ πολέμων ἄξιόν τι αὐτῆς κα‐ τορθώσωσι, καὶ ἐκείνην τὴν ἀπὸ τοῦ ἀρχαίου προσλαμβάνουσι, κἀκ τούτου καὶ δεύτερόν τις καὶ τρίτον πλεονάκις τε, ὁσάκις ἂν παράσχῃ οἱ, αὐτοκράτωρ ἐπονομάζεται.

43

.

44

.

6

ταῦτά τε οὖν τότε τῷ Καίσαρι, καὶ οἰκίαν ὥστε ἐν τῷ δημο‐ σίῳ οἰκεῖν, ἱερομηνίαν τε ἐξαίρετον ὁσάκις ἂν νίκη τέ τις συμβῇ καὶ θυσίαι ἐπ’ αὐτῇ γίγνωνται, κἂν μήτε συστρατεύσηται μήθ’

43

.

45

.

1

ὅλως ἐπικοινωνήσῃ τῶν καταπραχθέντων, ἔδοσαν. οὐ μὴν ἀλλ’ ἐκεῖνα μὲν εἰ καὶ ὑπέρογκα ἔξω τε τοῦ καθεστηκότος σφίσιν ἐδόκει εἶναι, οὔτι γε καὶ ἀδημοκράτητα ἦν· ἕτερα δὲ δὴ τοιάδε ἐψηφί‐ σαντο δι’ ὧν καὶ μόναρχον αὐτὸν ἄντικρυς ἀπέδειξαν. τάς τε γὰρ
5ἀρχὰς αὐτῷ καὶ τὰς τοῦ πλήθους ἀνέθεσαν, καὶ ὕπατον αὐτὸν ἐπὶ

43

.

45

.

2

δέκα ἔτη, ὥστε καὶ δικτάτορα πρότερον, προεχειρίσαντο· στρα‐ τιώτας τε μόνον ἔχειν καὶ τὰ δημόσια χρήματα μόνον διοικεῖν ἐκέ‐ λευσαν, ὥστε μηδενὶ ἄλλῳ μηδετέρῳ αὐτῶν, ὅτῳ μηδὲ ἐκεῖνος ἐπι‐ τρέψειεν, ἐξεῖναι χρῆσθαι. καὶ τότε μὲν ἀνδριάντα αὐτοῦ ἐλεφάν‐
5τινον, ὕστερον δὲ καὶ ἅρμα ὅλον ἐν ταῖς ἱπποδρομίαις μετὰ τῶν

43

.

45

.

3

θείων ἀγαλμάτων πέμπεσθαι ἔγνωσαν. ἄλλην τέ τινα εἰκόνα ἐς τὸν τοῦ Κυρίνου ναὸν Θεῷ ἀνικήτῳ ἐπιγράψαντες, καὶ ἄλλην ἐς τὸ
Καπιτώλιον παρὰ τοὺς βασιλεύσαντάς ποτε ἐν τῇ Ῥώμῃ ἀνέθεσαν.

43

.

45

.

4

καί μοι θαυμάσαι τῆς συντυχίας ἐπέρχεται· ὀκτὼ γὰρ ἅμα αὐτῶν (ἑπτὰ μὲν ἐκείνοις, ὀγδόης δὲ τῷ γε Βρούτῳ τῷ τοὺς Ταρκυνίους καταλύσαντι) οὐσῶν παρὰ ταύτην τότε τὴν τοῦ Καίσαρος ἔστησαν, καὶ δῆτα καὶ ἐκ τούτου ὅτι μάλιστα ὁ Βροῦτος ὁ Μᾶρκος κινη‐
5θεὶς ἐπεβούλευσεν αὐτῷ.

43

.

46

.

1

ταῦτ’ ἐπὶ 〈τῇ〉 νίκῃ (λέγω δὲ οὐ πάντα, ἀλλ’ ὅσα ἀξιόλογα εἶναί μοι ἔδοξεν) οὐκ ἐν μιᾷ γε ἡμέρᾳ, ἀλλ’ ὥς που καὶ ἔτυχεν, ἄλλο ἄλλῃ ἐκυρώθη· καί σφων ὁ Καῖσαρ τοῖς μὲν χρῆσθαι ἤρξατο

43

.

46

.

2

τοῖς δὲ ἔμελλεν, εἰ καὶ τὰ μάλιστά τινα αὐτῶν παρήκατο. τὴν δ’ οὖν ἀρχὴν τὴν ὕπατον παραχρῆμα μέν, καὶ πρὶν ἐς τὴν πόλιν ἐσελθεῖν, ἀνέλαβεν, οὐ μέντοι καὶ διὰ τέλους ἔσχεν, ἀλλ’ ἐν τῇ Ῥώμῃ γενόμενος ἀπεῖπέ τε αὐτὴν καὶ τῷ Φαβίῳ τῷ Κυίντῳ τῷ
5τε Τρεβωνίῳ τῷ Γαΐῳ ἐνεχείρισε. καὶ ἐπειδή γε ὁ Φάβιος τῇ τελευταίᾳ τῆς ὑπατείας ἡμέρᾳ ἀπέθανεν, εὐθὺς ἀντ’ αὐτοῦ ἕτε‐ ρον πρὸς τὰς περιλοίπους ὥρας Γάιον Κανίνιον Ῥήβιλον ἀνθεί‐

43

.

46

.

3

λετο. πρῶτον μὲν δὴ τότε τοῦτο παρὰ τὸ καθεστηκὸς ἐγένετο, τὸ μήτε ἐτησίαν μήτε ἐς πάντα τὸν λοιπὸν χρόνον τοῦ ἔτους τὴν ἀρχὴν ἐκείνην τὸν αὐτὸν ἔχειν, ἀλλὰ ζῶντά τινα αὐτῆς καὶ μὴ ἀναγκασθέντα μήτε ἐκ 〈τῶν〉 πατρίων μήτε ἐξ ἐπηγορίας τινὸς ἐκ‐

43

.

46

.

4

στῆναι, καὶ ἕτερον ἀντ’ αὐτοῦ ἀντικαταστῆναι. δεύτερον δὲ ὅτι ὁ Κανίνιος ἀπεδείχθη τε ἅμα ὕπατος καὶ ὑπάτευσε καὶ ἐπαύσατο· ὅπερ καὶ ὁ Κικέρων διασκώπτων τοσαύτῃ ἔφη τὸν ὕπατον καὶ ἀν‐ δρείᾳ καὶ φροντίδι ἐν τῇ ἀρχῇ κεχρῆσθαι ὥστε μηδὲ τὸ βραχύτα‐

43

.

46

.

5

τον ἐν αὐτῇ κεκοιμῆσθαι. ἐκ δ’ οὖν τοῦ χρόνου ἐκείνου οὐκέτι οἱ αὐτοὶ διὰ παντὸς τοῦ ἔτους, πλὴν ὀλίγων πάλαι γε, ὑπάτευσαν, ἀλλ’ ὥς που καὶ ἔτυχον, οἱ μὲν ἐπὶ πλείους οἱ δὲ ἐπ’ ἐλάττους, οἱ μὲν μῆνας οἱ δὲ ἡμέρας, ἐπεὶ νῦν γε οὐδεὶς οὔτε ἐπ’ ἐνιαυτὸν
5οὔτε ἐς πλείω διμήνου χρόνον ὡς πλήθει σὺν ἑτέρῳ τινὶ ἄρχει.

43

.

46

.

6

καὶ τὰ μὲν ἄλλα οὐδὲν διαφέρομεν ἀλλήλων, τὴν δὲ ἐξαρίθμησιν τῶν ἐτῶν οἱ κατὰ πρώτας αὐτῶν ὑπατεύοντες καρποῦνται. καὶ ἐγὼ οὖν τῶν μὲν ἄλλων τοὺς τοῖς πράγμασιν ἀναγκαίους ὀνομάσω, πρὸς δὲ δὴ τὴν τῶν ἀεὶ πραττομένων δήλωσιν τοὺς πρώτους ἄρ‐
5ξαντας, κἂν μηδὲν ἔργον ἐς αὐτὰ παράσχωνται.

43

.

47

.

1

περὶ μὲν οὖν τοὺς ὑπάτους ταῦθ’ οὕτως ἐγένετο· οἱ δὲ δὴ ἄλ‐ λοι ἄρχοντες λόγῳ μὲν ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ δήμου κατὰ τὰ πάτρια (τὴν γὰρ ἀπόδειξιν αὐτῶν ὁ Καῖσαρ οὐκ ἐδέξατο), ἔργῳ δὲ ὑπ’ ἐκείνου κατέστησαν, καὶ ἔς γε τὰ ἔθνη ἀκληρωτὶ ἐξε‐

43

.

47

.

2

πέμφθησαν. ἀριθμὸν δὲ οἱ μὲν ἄλλοι ὅσοιπερ καὶ πρότερον, στρατηγοὶ δὲ τεσσαρεσκαίδεκα ταμίαι τε τεσσαράκοντα ἀπεδείχθη‐ σαν. πολλοῖς γὰρ δὴ πολλὰ ὑπεσχημένος οὐκ εἶχεν ὅπως σφᾶς

43

.

47

.

3

ἄλλως ἀμείψηται, καὶ διὰ τοῦτο ταῦτ’ ἐποίει. καὶ προσέτι παμ‐ πληθεῖς μὲν ἐς τὴν γερουσίαν, μηδὲν διακρίνων μήτ’ εἴ τις στρα‐ τιώτης μήτ’ εἴ τις ἀπελευθέρου παῖς ἦν, ἐσέγραψεν, ὥστε καὶ ἐνακοσίους τὸ κεφάλαιον αὐτῶν γενέσθαι, πολλοὺς δὲ καὶ ἐς
5τοὺς εὐπατρίδας τούς τε ὑπατευκότας ἢ καὶ ἀρχήν τινα ἄρξαντας

43

.

47

.

4

ἐγκατέλεξεν. εὐθυνομένους τε ἐπὶ δώροις τινὰς καὶ ἐξελεγχομένους γε ἀπέλυσεν, ὥστε καὶ αἰτίαν δωροδοκίας ἔχειν. προσσυνελάβετο γὰρ τοῦ λόγου τούτου ὅτι καὶ τοὺς χώρους τοὺς δημοσίους, οὐχ ὅτι τοὺς βεβήλους ἀλλὰ καὶ τοὺς ἱερούς, πάντας τε 〈ἐξέθηκεν ἐς τὸ〉

43

.

47

.

5

πρατήριον, καὶ ἀπεκήρυξε τοὺς πλείονας. συχνὰ δ’ οὖν ὅμως καὶ ἐν ἀργυρίῳ τῇ τε πράσει τῶν χωρίων ἔστιν οἷς ἔνειμε· καὶ Λου‐ κίῳ τινὶ Βασίλῳ ἡγεμονίαν μὲν ἔθνους οὐδεμίαν καίτοι στρατη‐ γοῦντι ἐπέτρεψε, χρήματα δὲ ἀντ’ αὐτῆς πάμπολλα ἐχαρίσατο,
5ὥστε καὶ ἐπιβόητον αὐτὸν ἔν τε τούτῳ γενέσθαι, καὶ ὅτι προπηλακι‐

43

.

47

.

6

σθεὶς ἐν τῇ στρατηγίᾳ ὑπ’ αὐτοῦ ἀντεκαρτέρησε. ταῦτα δὴ πάντα
τοῖς μὲν λαμβάνουσί τι ἢ καὶ προσδοκῶσι λήψεσθαι ἀρεστὰ ἐγί‐ γνετο, μηδὲν τοῦ κοινοῦ προτιμῶσι πρὸς τὸ ἀεὶ δι’ αὐτῶν αὔ‐ ξεσθαι· οἱ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἔφερον, καὶ πολλά γε ἐλο‐
5γοποίουν πρός τε ἀλλήλους, καὶ ὅσοις γε καὶ ἀσφάλειά τις ἦν, παρρησιαζόμενοι, καὶ βιβλία δὲ ἀνώνυμα ἐκτιθέντες.

43

.

48

.

1

ἐν δ’ οὖν τῷ ἔτει ἐκείνῳ ἐκεῖνά τε ἐπράχθη, καὶ ἐπὶ τῆς διοι‐ κήσεως δύο τῶν πολιανομούντων, ἐπειδὴ ταμίας οὐδεὶς προεκεχει‐ ροτόνητο, ἐγένοντο. ὥσπερ γάρ ποτε πρότερον, καὶ τότε ἐν τῇ ἀποδημίᾳ τῇ τοῦ Καίσαρος οἱ πολιανόμοι πάντα τὰ ἐν τῷ ἄστει

43

.

48

.

2

πράγματα μετὰ τοῦ Λεπίδου ἱππαρχοῦντος ἔσχον· καὶ αἰτιαθέν‐ τες γε ὅτι καὶ ῥαβδούχοις καὶ τῇ ἐσθῆτι τῷ τε δίφρῳ τοῖς ἀρχι‐ κοῖς, ὥσπερ καὶ ὁ ἵππαρχος, ἐκέχρηντο, ἀφείθησαν, νόμον τινὰ προβαλλόμενοι δι’ οὗ πᾶσι τοῖς παρὰ δικτάτορος ἀρχήν τινα λα‐

43

.

48

.

3

βοῦσι χρῆσθαι αὐτοῖς ἐδίδοτο. τὸ δ’ οὖν κατὰ τὴν διοίκησιν, ἐξ ἐκείνου δι’ ἅπερ εἶπον παρατραπέν, οὐκέτι τοῖς ταμίαις ἀεὶ ἐπε‐ τράπη, ἀλλὰ τὸ τελευταῖον τοῖς ἐστρατηγηκόσι προσετάχθη. τούς τε οὖν θησαυροὺς τοὺς δημοσίους δύο τότε τῶν πολιανομούντων
5διῴκησαν, καὶ τὰ Ἀπολλώνια ὁ ἕτερος αὐτῶν τῇ τοῦ Καίσαρος

43

.

48

.

4

παρασκευῇ ἐπετέλεσε. καὶ οἱ ἀγορανόμοι οἱ ἐκ τοῦ πλήθους τὰ Μεγαλήσια κατὰ δόγμα ἐποίησαν. πολίαρχός τέ τις ἐν ταῖς ἀνο‐ χαῖς καταστὰς ἕτερον αὐτὸς τῆς ὑστεραίας ἀνθείλετο, καὶ ἐκεῖνος ἄλλον· ὃ μήτε πρότερον μήθ’ ὕστερόν ποτε ἐγένετο.

43

.

49

.

1

ταῦτα μὲν τότε ἐπράχθη· τῷ δὲ ἐχομένῳ ἔτει, ἐν ᾧ ὁ Καῖσαρ ἐδικτατόρευσέ τε ἅμα τὸ πέμπτον, ἵππαρχον τὸν Λέπιδον προσλα‐ βών, καὶ ὑπάτευσε τὸ πέμπτον, συνάρχοντα τὸν Ἀντώνιον προσ‐ ελόμενος, στρατηγοί τε ἑκκαίδεκα ἦρξαν (καὶ τοῦτο καὶ ἐπὶ πολλὰ
5ἔτη ...), καὶ τὸ βῆμα ἐν μέσῳ που πρότερον τῆς ἀγορᾶς ὂν ἐς τὸν νῦν τόπον ἀνεχωρίσθη, καὶ αὐτῷ ἡ τοῦ Σύλλου τοῦ τε Πομπηίου

43

.

49

.

2

εἰκὼν ἀπεδόθη. καὶ ἐπί 〈τε〉 τούτῳ εὔκλειαν ὁ Καῖσαρ ἔσχεν, καὶ ὅτι τῷ Ἀντωνίῳ καὶ τῆς δόξης τοῦ ἔργου καὶ τῆς ἐπ’ αὐτῷ ἐπι‐ γραφῆς παρεχώρησε. θέατρόν τέ τι κατὰ τὸν Πομπήιον οἰκοδο‐
μῆσαι ἐθελήσας προκατεβάλετο μέν, οὐκ ἐξετέλεσε δέ. ἀλλὰ τοῦτο
5μὲν ὁ Αὔγουστος μετὰ ταῦτα ἐκποιήσας ἀπὸ Μάρκου Μαρκέλλου

43

.

49

.

3

τοῦ ἀδελφιδοῦ ἐπωνόμασε· τὰς δὲ οἰκίας τούς τε ναοὺς τοὺς ἐν τῷ χωρίῳ ἐκείνῳ ὄντας ὁ Καῖσαρ καθελὼν αἰτίαν ἔλαβεν, ὅτι τε τὰ ἀγάλματα, ξύλινα πλὴν ὀλίγων ὄντα, κατέκαυσε, καὶ θησαυροὺς χρημάτων συχνοὺς εὑρὼν πάντας αὐτοὺς ἐσφετερίσατο.

43

.

50

.

1

ταῦτά τε ἐποίει καὶ νόμους ἐσέφερε τό τε πωμήριον ἐπὶ πλεῖον ἐπεξήγαγε. καὶ ἐν μὲν τούτοις ἄλλοις τέ τισιν ὅμοια τῷ Σύλλᾳ πρᾶξαι ἔδοξεν· ἐκ δὲ τοῦ τοῖς τε περιλειφθεῖσι τῶν ἀντιπολεμη‐ σάντων οἱ τάς τε αἰτίας ἀφεῖναι καὶ ἄδειαν ἐπί τε τῇ ἴσῃ καὶ ἐπὶ

43

.

50

.

2

τῇ ὁμοίᾳ δοῦναι, καὶ ἐκείνων τε τὰς ἀρχὰς προαγαγεῖν καὶ ταῖς γυναιξὶ τῶν ἀπολωλότων τὰς προῖκας ἀποδοῦναι, τοῖς τε παισὶν αὐτῶν μέρη τῶν οὐσιῶν χαρίσασθαι, τήν τε τοῦ Σύλλου μιαιφονίαν μεγάλως ἤλεγξε, καὶ αὐτὸς οὐκ ἐπ’ ἀνδρείᾳ μόνον ἀλλὰ καὶ ἐπὶ
5χρηστότητι ἰσχυρῶς εὐδοκίμησεν, καίτοι χαλεπὸν ὂν ὡς πλήθει τὸν

43

.

50

.

3

αὐτὸν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ διαπρέψαι. τούτοις τε οὖν ἐσε‐ μνύνετο, καὶ ὅτι καὶ τὴν Καρχηδόνα τήν τε Κόρινθον ἀνέστησεν. πολλὰς μὲν γὰρ καὶ ἄλλας ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω πόλεις τὰς μὲν

43

.

50

.

4

ἀνῳκοδόμησε, τὰς δὲ καὶ ἐκ καινῆς κατεστήσατο· ἀλλὰ τοῦτο μὲν καὶ ἄλλοις τισὶν ἐπέπρακτο, τὴν δὲ δὴ Κόρινθον τήν τε Καρχη‐ δόνα, πόλεις ἀρχαίας λαμπρὰς ἐπισήμους ἀπολωλυίας, ᾗ μὲν ἀποι‐ κίας Ῥωμαίων ἐνόμισεν, ἀπῴκισεν, ᾗ δὲ τοῖς ἀρχαίοις ὀνόμασιν

43

.

50

.

5

ἐτίμησεν, ἀπέδωκεν τῇ μνήμῃ τῶν ἐνοικησάντων ποτὲ αὐτάς, μηδὲν διὰ τὴν ἐκείνων ἔχθραν τοῖς χωρίοις τοῖς μηδέν σφας ἀδικήσασι μνησικακήσας. καὶ αἱ μέν, ὥσπερ ἅμα πρότερον καθῃρέθησαν, οὕτω καὶ

43

.

51

.

1

τότε ἅμα ἀνεβιώσκοντο καὶ ἔμελλον καὶ αὖθις ἀνθήσειν· πράτ‐ τοντος δὲ αὐτοῦ ταῦτα ἐπιθυμία τε πᾶσι τοῖς Ῥωμαίοις ὁμοίως ἐσῆλθε τιμωρῆσαι τῷ τε Κράσσῳ καὶ τοῖς σὺν αὐτῷ φθαρεῖσι, καὶ ἐλπὶς τότε, εἴπερ ποτέ, τοὺς Πάρθους καταστρέψασθαι. τόν
5τε οὖν πόλεμον τῷ Καίσαρι ὁμοθυμαδὸν ἐψηφίσαντο, καὶ τὴν

43

.

51

.

2

παρασκευὴν αὐτοῦ πολλὴν ἐποιοῦντο. τά τε γὰρ ἄλλα, καὶ ὅπως ἐκεῖνός τε πλείοσιν ὑπηρέταις χρῆσθαι ἔχῃ, καὶ ἡ [τε] πόλις μήτ’ ἄνευ ἀρχόντων ἐν τῇ ἀπουσίᾳ αὐτοῦ γένηται μήτ’ αὖ καθ’ ἑαυτὴν αἱρουμένη τινὰς στασιάσῃ, διενοοῦντο μὲν καὶ ἐς τρία ἔτη αὐτοὺς
5προκαταστῆσαι (τοσούτου γὰρ χρόνου πρὸς τὴν στρατείαν χρῄζειν

43

.

51

.

3

ἐδόκουν), οὐ μέντοι καὶ πάντας προαπέδειξαν. ᾑρεῖτο 〈δέ〉 τῷ μὲν λόγῳ τοὺς ἡμίσεις ὁ Καῖσαρ, ἐν νόμῳ τινὶ τοῦτο ποιησάμενος, ἔργῳ δὲ πάντας. καὶ ἐς μὲν τὸ πρῶτον ἔτος ταμίαι τεσσαράκοντα προεχειρίσθησαν ὥσπερ καὶ πρότερον, καὶ ἀγορανόμοι τότε πρῶτον
5δύο μὲν καὶ ἐξ εὐπατριδῶν, τέσσαρες δὲ ἐκ τοῦ πλήθους, ὧν οἱ δύο τὴν ἀπὸ τῆς Δήμητρος ἐπίκλησιν φέρουσιν, ὅπερ που καὶ ἐς

43

.

51

.

4

τόδε ἐξ ἐκείνου καταδειχθὲν ἐμμεμένηκε. στρατηγοὶ δὲ ἀπεδείχθη‐ σαν μὲν ἑκκαίδεκα· ἀλλ’ οὐ τοῦτο γράφω (καὶ γὰρ πρόσθεν ἐγεγό‐ νεσαν) ἀλλ’ ὅτι καὶ ὁ Πούπλιος ὁ Οὐεντίδιος ἐν αὐτοῖς ᾑρέθη. οὗτος γὰρ τὸ μὲν ἀρχαῖον ἐκ τοῦ Πικήνου, ὥσπερ εἴρηταί μοι, ἦν,
5ἀντιπολεμήσας δὲ τοῖς Ῥωμαίοις ὅτε οἱ σύμμαχοί σφισιν ἐπολε‐

43

.

51

.

5

μώθησαν, ἥλω τε ὑπὸ τοῦ Πομπηίου τοῦ Στράβωνος καὶ ἐν τοῖς νικητηρίοις αὐτοῦ δεδεμένος ἐπόμπευσε, καὶ μετὰ τοῦτο ἀφεθεὶς ἔς τε τὸ συνέδριον χρόνῳ ὕστερον ἐνεγράφη καὶ στρατηγὸς τότε ὑπὸ τοῦ Καίσαρος ἀπεδείχθη, καὶ ἐς τοσοῦτόν γε προϊὼν ἐπηυ‐
5ξήθη ὥστε καὶ τοὺς Πάρθους νικῆσαι καὶ ἐπινίκια αὐτῶν πέμψαι.

43

.

51

.

6

οἱ μὲν οὖν τῷ πρώτῳ μετ’ ἐκεῖνο ἔτει ἄρξοντες πάντες προκατέ‐ στησαν, ἐς δὲ δὴ τὸ δεύτερον οἵ τε ὕπατοι καὶ οἱ δήμαρχοι μόνοι·

43

.

51

.

7

τοσοῦτον ἐδέησε καὶ ἐς τὸ τρίτον τινὰ ἀποδειχθῆναι. καὶ ἔμελλε καὶ αὐτὸς δικτάτωρ ἐν ἀμφοτέροις αὐτοῖς ἄρξειν, τούς τε ἱππαρ‐ χήσοντας ἄλλον τέ τινα καὶ τὸν Ὀκτάουιον, καίπερ μειράκιον ἔτι

43

.

51

.

8

καὶ τότε ὄντα, προεχειρίσατο. ἔς τε τὸ παρόν, ἐν ᾧ ταῦτ’ ἐγί‐ γνετο, ὕπατόν τε ἀνθ’ ἑαυτοῦ τὸν Δολοβέλλαν ἀντικατέστησε, καίτοι
τοῦ Ἀντωνίου πάντα τὸν ἐνιαυτὸν μέλλοντος ἄρξειν· καὶ τῷ Λε‐ πίδῳ τήν τε Γαλατίαν τὴν περὶ Νάρβωνα καὶ τὴν Ἰβηρίαν τὴν
5πλησιόχωρον προστάξας, δύο ἀντ’ αὐτοῦ ἑτέρους, ἰδίᾳ γε ἑκάτερον,

43

.

51

.

9

ἱππαρχῆσαι ἐποίησε. πολλοῖς γὰρ εὐεργεσίας ὀφείλων διά τε τῶν τοιούτων αὐτὰς καὶ διὰ τῶν ἱερωσυνῶν ἀπεδίδου, ἔς τε τοὺς πεντεκαίδεκα ἕνα καὶ ἐς τοὺς ἑπτὰ αὖ καλουμένους τρεῖς ἑτέ‐
ρους προσαποδείξας.

44

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τετάρτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Περὶ τῶν τῷ Καίσαρι ψηφισθέντων. β. Περὶ τῆς ἐπιβουλῆς τῆς ἐπ’ αὐτὸν συστάσης. γ. Ὡς Καῖσαρ ἐσφάγη.
5δ. Ὡς δόγμα ἐγένετο μὴ μνησικακεῖν αὐτοὺς ἀλλήλοις. ε. Περὶ τῆς τοῦ Καίσαρος ταφῆς καὶ τοῦ λεχθέντος ἐπ’ αὐτῷ λόγου. Χρόνου πλῆθος μέχρι τῆς Ἰουλίου Καίσαρος δικτατορίας τὸ εʹ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ εʹ μετὰ Μάρκου Ἀντωνίου.

44

.

1

.

1

Ὁ μὲν οὖν Καῖσαρ ταῦθ’ οὕτως ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων ἔπραξεν, οἶστρος δέ τισιν ἀλιτηριώδης φθόνῳ τε τοῦ προήκοντος καὶ μίσει τοῦ προτετιμημένου σφῶν προσπεσὼν ἐκεῖνόν τε ἀνόμως ἀπέκτεινε, καινὸν ἀνοσίου δόξης ὄνομα προσλαβών, καὶ

44

.

1

.

2

τὰ ψηφισθέντα διεσκέδασε, στάσεις τε αὖθις ἐξ ὁμονοίας καὶ πο‐ λέμους ἐμφυλίους τοῖς Ῥωμαίοις παρεσκεύασεν· ἔλεγον μὲν γὰρ κα‐ θαιρέται τε τοῦ Καίσαρος καὶ ἐλευθερωταὶ τοῦ δήμου γεγονέναι, τὸ δὲ ἀληθὲς ἐκείνῳ τε ἀσεβῶς ἐπεβούλευσαν καὶ τὴν πόλιν ὀρθῶς

44

.

2

.

1

ἤδη πολιτευομένην ἐστασίασαν. δημοκρατία γὰρ ὄνομα μὲν εὔ‐ σχημον ἔχει καί τινα καὶ ἰσομοιρίαν πᾶσιν ἐκ τῆς ἰσονομίας φέ‐ ρειν δοκεῖ, ἐν δὲ δὴ τοῖς ἔργοις ἐλέγχεται μηδὲν ὁμολογοῦσα τῷ προσρήματι· καὶ τοὐναντίον ἡ μοναρχία δυσχερὲς μὲν ἀκοῦσαι,
5χρησιμώτατον δὲ ἐμπολιτεύσασθαι ἐστί. ῥᾷόν τε γὰρ ἕνα τινὰ

44

.

2

.

2

χρηστὸν ἢ πολλοὺς εὑρεῖν· ἄν τε καὶ τοῦτο χαλεπόν τισιν εἶναι δοκῇ, πᾶσα ἀνάγκη ἐκεῖνό γε ἀδύνατον ὁμολογηθῆναι εἶναι· οὐ γὰρ
προσήκει τοῖς πολλοῖς ἀρετὴν κτᾶσθαι. εἰ δ’ οὖν καὶ φαῦλός τις αὐταρχήσειεν, ἀλλὰ τοῦ γε πλήθους τῶν ὁμοίων αἱρετώτερός ἐστιν,
5ὥσπερ που καὶ τὰ ἔργα τά τε τῶν Ἑλλήνων καὶ τὰ τῶν βαρβά‐

44

.

2

.

3

ρων, τῶν τε Ῥωμαίων αὐτῶν, τεκμηριοῖ. τά τε γὰρ ἀμείνω πολὺ μείζω καὶ πλείω καὶ πόλεσι καὶ ἰδιώταις ἐκ βασιλέων ἢ δήμων ἀεί ποτε ἐγένετο, καὶ τὰ δυσχερέστερα ἐν ταῖς μοναρχίαις ἢ ταῖς ὀχλοκρατίαις συμβαίνει. εἰ γάρ που καὶ δημοκρατία τις ἤνθησεν,
5ἀλλ’ ἔν γε βραχεῖ χρόνῳ ἤκμασεν, μέχρις οὗ μήτε μέγεθος μήτ’ ἰσχὺν ἔσχον ὥστε ἢ ὕβρεις σφίσιν ἐξ εὐπραγίας ἢ φθόνους ἐκ

44

.

2

.

4

φιλοτιμίας ἐγγενέσθαι. πόλιν τε αὐτήν τε τηλικαύτην οὖσαν καὶ τοῦ τε καλλίστου τοῦ τε πλείστου τῆς ἐμφανοῦς οἰκουμένης ἄρ‐ χουσαν, καὶ πολλὰ μὲν ἀνθρώπων ἤθη καὶ διάφορα κεκτημένην πολλοὺς δὲ καὶ μεγάλους πλούτους ἔχουσαν, ταῖς τε πράξεσι καὶ
5ταῖς τύχαις παντοδαπαῖς καὶ ἰδίᾳ καὶ δημοσίᾳ χρωμένην, ἀδύνα‐ τον μὲν ἐν δημοκρατίᾳ σωφρονῆσαι, ἀδυνατώτερον δὲ μὴ σωφρο‐

44

.

2

.

5

νοῦσαν ὁμονοῆσαι. ὥστ’ εἴπερ ταῦτα οὕτως ὅ τε Βροῦτος ὁ Μᾶρ‐ κος καὶ ὁ Κάσσιος ὁ Γάιος ἐξελογίσαντο, οὐκ ἄν ποτε τόν τε προ‐ στάτην καὶ τὸν κηδεμόνα αὐτῆς ἀπέκτειναν, οὐδ’ ἂν μυρίων αἴτιοι κακῶν καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις τοῖς τότε ἀνθρώποις ἐγένοντο.

44

.

3

.

1

ἔσχε δὲ ὧδε, καὶ αἰτίαν τήνδε ὁ θάνατος αὐτοῦ ἔλαβεν· οὐ γὰρ δὴ καὶ ἀναίτιον πάντῃ τὸ ἐπίφθονον ἐκτήσατο, πλὴν καθ’ ὅσον αὐτοὶ οἱ βουλευταὶ ταῖς τε καινότησι καὶ ταῖς ὑπερβολαῖς τῶν τι‐ μῶν ἐπάραντές τε αὐτὸν καὶ φυσήσαντες ἔπειτα ἐπ’ αὐταῖς ἐκείναις
5καὶ ἐμέμφοντο καὶ διέβαλλον ὡς ἡδέως τέ σφας λαμβάνοντα καὶ

44

.

3

.

2

ὀγκηρότερον ἀπ’ αὐτῶν ζῶντα. ἔστι μὲν γὰρ ὅτε καὶ ὁ Καῖσαρ ἥμαρτε, δεξάμενός τέ τινα τῶν ψηφισθέντων οἱ καὶ πιστεύσας ὄν‐ τως αὐτῶν ἀξιοῦσθαι, πλεῖστον δὲ ὅμως ἐκεῖνοι, οἵτινες ἀρξάμενοι τιμᾶν αὐτὸν ὡς καὶ ἄξιον, προήγαγον ἐς αἰτίαν οἷς ἐψηφίζοντο.

44

.

3

.

3

οὔτε γὰρ διωθεῖσθαι πάντα αὐτὰ ἐτόλμα, μὴ καὶ ὑπερφρονεῖν νο‐ μισθείη, οὔτ’ αὖ λαμβάνων ἀσφαλὴς εἶναι ἐδύνατο· τὸ γὰρ ὑπερ‐
βάλλον τῶν τε τιμῶν καὶ τῶν ἐπαίνων χαυνοτέρους πως καὶ τοὺς πάνυ σώφρονας, ἄλλως τε κἂν ἀληθῶς γίγνεσθαι δοκῶσι, ποιεῖ.

44

.

4

.

1

ἐγένετο δὲ τὰ δοθέντα αὐτῷ μετ’ ἐκεῖνα ὅσα εἴρηται τοσάδε καὶ τοιάδε· καθ’ ἓν γάρ, εἰ καὶ μὴ πάντα ἅμα μήτε ἐσηνέχθη μήτε

44

.

4

.

2

ἐκυρώθη, λελέξεται. τὰ μὲν γὰρ πρῶτα φαίνεσθαί τε αὐτὸν ἀεὶ καὶ ἐν αὐτῇ τῇ πόλει τὴν στολὴν τὴν ἐπινίκιον ἐνδεδυκότα, καὶ κα‐ θέζεσθαι ἐπὶ τοῦ ἀρχικοῦ δίφρου πανταχῇ πλὴν ἐν ταῖς πανηγύρε‐ σιν, ἐψηφίσαντο· τότε γὰρ ἐπί τε τοῦ δημαρχικοῦ βάθρου καὶ μετὰ

44

.

4

.

3

τῶν ἀεὶ δημαρχούντων θεᾶσθαι ἔλαβε. σκῦλά τέ τινα ὀπῖμα ἐς τὸν τοῦ Διὸς τοῦ Φερετρίου νεὼν ἀναθεῖναί οἱ ὥσπερ τινὰ πολέ‐ μιον αὐτοστράτηγον αὐτοχειρίᾳ [ποῖ] πεφονευκότι, καὶ τοῖς ῥαβ‐ δούχοις δαφνηφοροῦσιν ἀεὶ χρῆσθαι, μετά τε τὰς ἀνοχὰς τὰς Λα‐
5τίνας ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐκ τοῦ Ἀλβανοῦ ἐσελαύνειν ἔδοσαν.

44

.

4

.

4

πρός τε τούτοις τοιούτοις οὖσι πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπωνόμασαν καὶ ἐς τὰ νομίσματα ἐνεχάραξαν, τά τε γενέθλια αὐτοῦ δημοσίᾳ θύειν ἐψηφίσαντο, καὶ ἐν ταῖς πόλεσι τοῖς τε ναοῖς τοῖς

44

.

4

.

5

ἐν τῇ Ῥώμῃ πᾶσιν ἀνδριάντα τινὰ αὐτοῦ εἶναι ἐκέλευσαν, καὶ ἐπί γε τοῦ βήματος δύο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος τὸν δὲ ὡς τὴν πόλιν ἐκ πολιορκίας ἐξῃρημένου, μετὰ τῶν στεφάνων τῶν ἐπὶ τοῖς τοιούτοις νενομισμένων ἱδρύσαντο. νεών τε Ὁμονοίας
5καινῆς, ὡς καὶ δι’ αὐτοῦ εἰρηνοῦντες, οἰκοδομῆσαι, καὶ πανήγυριν

44

.

5

.

1

αὐτῇ ἐτησίαν ἄγειν ἔγνωσαν. ὡς δὲ ταῦτα ἐδέξατο, τά τε ἕλη οἱ τὰ Πομπτῖνα χῶσαι καὶ τὸν ἰσθμὸν τὸν τῆς Πελοποννήσου διορύξαι βουλευτήριόν τέ τι καινὸν ποιῆσαι προσέταξαν, ἐπειδὴ τὸ Ὁστί‐

44

.

5

.

2

λιον καίπερ ἀνοικοδομηθὲν καθῃρέθη, πρόφασιν μὲν τοῦ ναὸν
Εὐτυχίας ἐνταῦθ’ οἰκοδομηθῆναι, ὃν καὶ ὁ Λέπιδος ἱππαρχήσας ἐξεποίησεν, ἔργῳ δὲ ὅπως μήτε ἐν ἐκείνῳ τὸ τοῦ Σύλλου ὄνομα σώζοιτο καὶ ἕτερον ἐκ καινῆς κατασκευασθὲν Ἰούλιον ὀνομασθείη,
5ὥσπερ που καὶ τόν τε μῆνα ἐν ᾧ ἐγεγέννητο Ἰούλιον κἀκ τῶν

44

.

5

.

3

φυλῶν μίαν τὴν κλήρῳ λαχοῦσαν Ἰουλίαν ἐπεκάλεσαν. καὶ αὐτὸν μὲν τιμητὴν καὶ μόνον καὶ διὰ βίου εἶναι, τά τε τοῖς δημάρχοις δεδομένα καρποῦσθαι, ὅπως, ἄν τις ἢ ἔργῳ ἢ καὶ λόγῳ αὐτὸν ὑβρίσῃ, ἱερός τε ᾖ καὶ ἐν τῷ ἄγει ἐνέχηται, τὸν δὲ δὴ υἱόν, ἄν
5τινα γεννήσῃ ἢ καὶ ἐσποιήσηται, ἀρχιερέα ἀποδειχθῆναι ἐψηφί‐

44

.

6

.

1

σαντο. ὡς δὲ καὶ τούτοις ἔχαιρε, δίφρος τέ οἱ ἐπίχρυσος, καὶ στολὴ ᾗ ποτε οἱ βασιλῆς ἐκέχρηντο, φρουρά τε ἐκ τῶν ἱππέων καὶ ἐκ τῶν βουλευτῶν ἐδόθη· καὶ προσέτι καὶ εὔχεσθαι ὑπὲρ αὐτοῦ δημοσίᾳ κατ’ ἔτος ἕκαστον, τήν τε τύχην αὐτοῦ ὀμνύναι,

44

.

6

.

2

καὶ τὰ πραχθησόμενα αὐτῷ πάντα κύρια ἕξειν ἐνόμισαν. κἀκ τούτου καὶ πενταετηρίδα οἱ ὡς ἥρωι, ἱεροποιούς τε ἐς τὰς τοῦ Πανὸς γυμνοπαιδίας, τρίτην τινὰ ἑταιρίαν [ἣν] Ἰουλίαν ὀνομάσαντες, κἀν ταῖς ὁπλομαχίαις μίαν τινὰ ἀεὶ ἡμέραν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν

44

.

6

.

3

τῇ ἄλλῃ Ἰταλίᾳ ἀνέθεσαν. καὶ ἐπειδὴ καὶ τούτοις ἠρέσκετο, οὕτω δὴ ἔς τε τὰ θέατρα τόν τε δίφρον αὐτοῦ τὸν ἐπίχρυσον καὶ τὸν στέφανον τὸν διάλιθον καὶ διάχρυσον, ἐξ ἴσου τοῖς τῶν θεῶν, ἐσκο‐

44

.

6

.

4

μίζεσθαι κἀν ταῖς ἱπποδρομίαις ὀχὸν ἐσάγεσθαι ἐψηφίσαντο. καὶ τέλος Δία τε αὐτὸν ἄντικρυς Ἰούλιον προσηγόρευσαν, καὶ ναὸν αὐτῷ τῇ 〈τ’〉 Ἐπιεικείᾳ αὐτοῦ τεμενισθῆναι ἔγνωσαν, ἱερέα σφίσι τὸν Ἀντώνιον ὥσπερ τινὰ Διάλιον προχειρισάμενοι.

44

.

7

.

1

καὶ ἅ γε μάλιστα τὴν διάνοιαν αὐτῶν ἐξέφηνεν, ἅμα τε ταῦτα ἐψηφίζοντο καὶ τάφον αὐτῷ ἐντὸς τοῦ πωμηρίου ποιήσασθαι ἔδο‐ σαν· τά τε δόγματα τὰ περὶ τούτων γιγνόμενα ἐς μὲν στήλας
ἀργυρᾶς χρυσοῖς γράμμασιν ἐνέγραψαν, ὑπὸ δὲ δὴ τοὺς πόδας τοῦ
5Διὸς τοῦ Καπιτωλίου ὑπέθεσαν, δηλοῦντές οἱ καὶ μάλα ἐναργῶς

44

.

7

.

2

ὅτι ἄνθρωπος εἴη. ἤρξαντο μὲν γὰρ τιμᾶν αὐτὸν ὡς καὶ μετριά‐ σοντα· προχωροῦντες δέ, ἐπειδὴ χαίροντα τοῖς ψηφιζομένοις ἑώρων (πλὴν γὰρ ὀλίγων τινῶν πάντα αὐτὰ ἐδέξατο), ἀεί τι μεῖζον ἄλλος ἄλλο καθ’ ὑπερβολὴν ἐσέφερον, οἱ μὲν ὑπερκολακεύοντες αὐτὸν οἱ

44

.

7

.

3

δὲ καὶ διασκώπτοντες. ἀμέλει καὶ γυναιξὶν ὅσαις ἂν ἐθελήσῃ συν‐ εῖναί οἱ ἐτόλμησάν τινες ἐπιτρέψαι, ὅτι πολλαῖς καὶ τότε ἔτι, καίπερ πεντηκοντούτης ὤν, ἐχρῆτο. ἕτεροι δέ, καὶ οἵ γε πλείους, ἔς τε τὸ ἐπίφθονον καὶ ἐς τὸ νεμεσητὸν προάγειν αὐτὸν ὅτι τάχιστα βουλό‐

44

.

7

.

4

μενοι τοῦτ’ ἐποίουν, ἵνα θᾶσσον ἀπόληται. ὅπερ που ἐγένετο, καίτοι τοῦ Καίσαρος καὶ δι’ αὐτὰ ταῦτα θαρσήσαντος ὡς οὐκ ἄν ποτε οὔθ’ ὑπ’ ἐκείνων τοιαῦτά γε ψηφιζομένων οὔθ’ ὑπ’ ἄλλου τινὸς δι’ αὐτοὺς ἐπιβουλευθησομένου, κἀκ τούτου οὐδὲ σωματο‐
5φύλαξιν ἔτι χρησαμένου· τῷ γὰρ δὴ λόγῳ τὸ πρός τε τῶν βου‐ λευτῶν καὶ πρὸς τῶν ἱππέων τηρεῖσθαι προσέμενος, καὶ τὴν ἐκ

44

.

8

.

1

τοῦ πρὶν φρουρὰν προσκατέλυσεν. ἐπειδὴ γὰρ ἐν μιᾷ ποτε ἡμέρᾳ τά τε πλείω καὶ τὰ μείζω σφῶν ψηφισάμενοι (πλὴν γὰρ τοῦ Κασ‐ σίου καί τινων ἄλλων, οἳ περιβόητοι ἐπὶ τούτῳ ἐγένοντο, οὐ μέν‐ τοι καὶ ἔπαθόν τι, ἐξ οὗπερ καὶ τὰ μάλιστα ἡ ἐπιείκεια αὐτοῦ
5διεφάνη, τοῖς γε ἄλλοις ὁμοθυμαδὸν ἐγνώσθη) προσῆλθον αὐτῷ ἐν τῷ τοῦ Ἀφροδισίου προνάῳ καθημένῳ ὡς καὶ πάντες ἅμα τὰ

44

.

8

.

2

δεδογμένα σφίσιν ἀπαγγελοῦντες (ἀπόντος γὰρ αὐτοῦ τὰ τοιαῦτα, τοῦ μὴ δοκεῖν ἀναγκαστοὶ ἀλλ’ ἐθελονταὶ αὐτὰ ποιεῖν, ἐχρημά‐ τιζον), καθήμενός σφας, εἴτ’ οὖν θεοβλαβείᾳ τινὶ εἴτε καὶ περι‐ χαρείᾳ, προσεδέξατο, καὶ ὀργὴν ἐκ τούτου πᾶσιν, οὐχ ὅτι τοῖς
5βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις, τοσαύτην ἐνέβαλεν ὥστε ἐν τοῖς μάλιστα πρόφασιν τῆς ἐπιβουλῆς τοῖς ἀποκτείνασιν αὐτὸν παρα‐

44

.

8

.

3

σχεῖν. ἔλεγον μὲν γὰρ ἀπολογούμενοί τινες ὑπὲρ αὐτοῦ μετὰ ταῦτα ὅτι τῆς τε κοιλίας ἀκρατὴς ὑπὸ διαρροίας ἐγεγόνει, καὶ διὰ τοῦτο,
ἵνα μὴ ἐξιδίσῃ, κατέμεινεν· οὐ μέντοι καὶ πείθειν τοὺς πολλοὺς ἐδύναντο διὰ τὸ μετ’ οὐ πολὺ ἐξεγερθέντα αὐτὸν αὐτοποδίᾳ οἴ‐

44

.

8

.

4

καδε κομισθῆναι, ἀλλ’ ὑπετόπουν τε αὐτὸν ὑπεραυχεῖν, καὶ δὴ ἐμίσουν ὡς ὑπερήφανον ὃν αὐτοὶ ταῖς ὑπερβολαῖς τῶν τιμῶν ὑπέρ‐ φρονα ἐπεποιήκεσαν. τούτου δὲ δὴ τοιούτου γενομένου προσεπηύ‐ ξησε τὴν ὑποψίαν ὅτι καὶ δικτάτωρ διὰ βίου μετὰ ταῦτα ἀποδει‐
5χθεὶς ἠνέσχετο.

44

.

9

.

1

ἐνταῦθα οὖν αὐτοῦ ὄντος οὐδὲν ἔτι ἐνδοιαστῶς οἱ ἐπιβουλεύον‐ τές οἱ ἔπραττον, ἀλλ’ ὅπως δὴ καὶ τοῖς πάνυ φίλοις ἐν μίσει γέ‐ νηται, ἄλλα τε ἐπὶ διαβολῇ αὐτοῦ ἐποίουν καὶ τέλος βασιλέα αὐ‐ τὸν προσηγόρευον, καὶ πολὺ τοῦτο τοὔνομα καὶ κατὰ σφᾶς διεθρύ‐

44

.

9

.

2

λουν. ἐπειδή τε ἐξίστατο μὲν αὐτὸ καὶ ἐπετίμα πῃ τοῖς οὕτως αὐτὸν ἐπικαλοῦσιν, οὐ μέντοι καὶ ἔπραξέ τι δι’ οὗ ἂν ἄχθεσθαι τῷ προσρήματι ὡς ἀληθῶς ἐπιστεύθη, τὴν εἰκόνα αὐτοῦ τὴν ἐπὶ τοῦ

44

.

9

.

3

βήματος ἑστῶσαν διαδήματι λάθρᾳ ἀνέδησαν. καὶ αὐτὸ Γαΐου τε Ἐπιδίου Μαρύλλου καὶ Λουκίου Καισητίου Φλάουου δημάρχων καθελόντων ἰσχυρῶς ἐχαλέπηνε, καίτοι μήτε τι ὑβριστικὸν αὐτῶν εἰπόντων, καὶ προσέτι καὶ ἐπαινεσάντων αὐτὸν ἐν τῷ πλήθει ὡς
5μηδενὸς τοιούτου δεόμενον. καὶ τότε μὲν καίπερ ἀσχάλλων ἡσύ‐

44

.

10

.

1

χασεν· ὡς μέντοι μετὰ τοῦτο ἐσιππεύοντα αὐτὸν ἀπὸ τοῦ Ἀλβανοῦ βασιλέα αὖθίς τινες ὠνόμασαν, καὶ αὐτὸς μὲν οὐκ ἔφη βασιλεὺς ἀλλὰ Καῖσαρ καλεῖσθαι, οἱ δὲ δὴ δήμαρχοι ἐκεῖνοι καὶ δίκην τῷ πρώτῳ αὐτὸν εἰπόντι ἔλαχον, οὐκέτι τὴν ὀργὴν κατέσχεν, ἀλλ’
5ὡς καὶ ὑπ’ αὐτῶν ἐκείνων προσστασιαζόμενος ὑπερηγανάκτησε.

44

.

10

.

2

καὶ ἐν μὲν τῷ παρόντι οὐδὲν δεινὸν αὐτοὺς ἔδρασεν, ὕστερον δέ σφων προγραφὴν ἐκθέντων ὡς οὔτε ἐλευθέραν οὔτ’ ἀσφαλῆ τὴν ὑπὲρ τοῦ κοινοῦ παρρησίαν ἐχόντων περιοργὴς ἐγένετο, καὶ παρα‐ γαγών σφας ἐς τὸ βουλευτήριον κατηγορίαν τε αὐτῶν ἐποιήσατο

44

.

10

.

3

καὶ ψῆφον ἐπήγαγε. καὶ οὐκ ἀπέκτεινε μὲν αὐτούς, καίτοι καὶ τού‐ του τινῶν τιμησάντων σφίσι, προαπαλλάξας δὲ ἐκ τῆς δημαρχίας διὰ Ἐλουίου Κίννου συνάρχοντος αὐτῶν ἀπήλειψεν ἐκ τοῦ συνεδρίου. καὶ οἱ μὲν ἔχαιρόν τε ἐπὶ τούτῳ, ἢ καὶ ἐπλάττοντο, ὡς οὐδεμίαν
5ἀνάγκην ἕξοντες παρρησιαζόμενοι κινδυνεῦσαι, καὶ ἔξω τῶν πραγ‐

44

.

10

.

4

μάτων ὄντες τὰ γιγνόμενα ὥσπερ ἀπὸ σκοπιᾶς καθεώρων· ὁ δὲ δὴ Καῖσαρ καὶ ἐκ τούτου διεβλήθη, ὅτι δέον αὐτὸν τοὺς τὸ ὄνομά οἱ τὸ βασιλέως προστιθέντας μισεῖν, ὁ δὲ ἐκείνους ἀφεὶς τοῖς δημάρ‐ χοις ἀντ’ αὐτῶν ἐνεκάλει.

44

.

11

.

1

τούτων δ’ οὖν οὕτω γενομένων τοιόνδε τι ἕτερον, οὐκ ἐς μα‐ κρὰν συνενεχθέν, ἐπὶ πλέον ἐξήλεγξεν ὅτι λόγῳ μὲν διεκρούετο τὴν

44

.

11

.

2

ἐπίκλησιν, ἔργῳ δὲ λαβεῖν ἐπεθύμει. ἐπειδὴ γὰρ ἐν τῇ τῶν Λυ‐ καίων γυμνοπαιδίᾳ ἔς τε τὴν βασιλείαν ἐσῆλθε, καὶ ἐπὶ τοῦ βήμα‐ τος τῇ τε ἐσθῆτι τῇ βασιλικῇ κεκοσμημένος καὶ τῷ στεφάνῳ τῷ διαχρύσῳ λαμπρυνόμενος ἐς τὸν δίφρον τὸν κεχρυσωμένον ἐκαθί‐
5ζετο, καὶ αὐτὸν ὁ Ἀντώνιος βασιλέα τε μετὰ τῶν συνιερέων προσ‐ ηγόρευσε καὶ διαδήματι ἀνέδησεν, εἰπὼν ὅτι τοῦτό σοι ὁ δῆμος δι’

44

.

11

.

3

ἐμοῦ δίδωσιν, ἀπεκρίνατο μὲν ὅτι 〈Ζεὺσ〉 μόνος τῶν Ῥωμαίων βασι‐ λεὺς εἴη, καὶ τὸ διάδημα αὐτῷ ἐς τὸ Καπιτώλιον ἔπεμψεν, οὐ μέν‐ τοι καὶ ὀργὴν ἔσχεν, ἀλλὰ καὶ ἐς τὰ ὑπομνήματα ἐγγραφῆναι ἐποίη‐ σεν ὅτι τὴν βασιλείαν παρὰ τοῦ δήμου διὰ τοῦ ὑπάτου διδομένην
5οἱ οὐκ ἐδέξατο. ὑπωπτεύθη τε οὖν ἐκ συγκειμένου τινὸς αὐτὸ πε‐ ποιηκέναι, καὶ ἐφίεσθαι μὲν τοῦ ὀνόματος, βούλεσθαι δὲ ἐκβιασθῆ‐

44

.

11

.

4

ναί πως λαβεῖν αὐτό, καὶ δεινῶς ἐμισήθη. κἀκ τούτου τούς τε δη‐ μάρχους ἐκείνους ὑπάτους τινὲς ἐν ταῖς ἀρχαιρεσίαις προεβάλοντο,
καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τούς τε ἄλλους τοὺς φρονηματώδεις ἰδίᾳ

44

.

12

.

1

τε προσιόντες ἀνέπειθον καὶ δημοσίᾳ προσπαρώξυνον. γράμματά τε γάρ, τῇ ὁμωνυμίᾳ αὐτοῦ τῇ πρὸς τὸν πάνυ Βροῦτον τὸν τοὺς Ταρκυνίους καταλύσαντα καταχρώμενοι, πολλὰ ἐξετίθεσαν, φημί‐ ζοντες αὐτὸν ψευδῶς ἀπόγονον ἐκείνου εἶναι· ἀμφοτέρους γὰρ τοὺς
5παῖδας, τοὺς μόνους οἱ γενομένους, μειράκια ἔτι ὄντας ἀπέκτεινε,

44

.

12

.

2

καὶ οὐδὲ ἔγγονον ὑπελίπετο. οὐ μὴν ἀλλὰ τοῦτό τε οἱ πολλοί, ὅπως ὡς καὶ γένει προσήκων αὐτῷ ἐς ὁμοιότροπα ἔργα προαχθείη, ἐπλάττοντο, καὶ συνεχῶς ἀνεκάλουν αὐτόν, “ὦ Βροῦτε Βροῦτε”

44

.

12

.

3

ἐκβοῶντες, καὶ προσεπιλέγοντες ὅτι “Βρούτου χρῄζομεν”. καὶ τέλος τῇ τε τοῦ παλαιοῦ Βρούτου εἰκόνι ἐπέγραψαν “εἴθε ἔζης”, καὶ τῷ τούτου βήματι (ἐστρατήγει γὰρ καὶ βῆμα καὶ τὸ τοιοῦτον ὀνο‐ μάζεται ἐφ’ οὗ τις ἱζόμενος δικάζει) ὅτι “καθεύδεις ὦ Βροῦτε”
5καὶ “Βροῦτος οὐκ εἶ”.

44

.

13

.

1

ταῦτά τε οὖν αὐτόν, ἄλλως τε καὶ ἀπ’ ἀρχῆς ἀντιπολεμήσαντα τῷ Καίσαρι, ἀνέπεισεν ἐπιθέσθαι οἱ καίπερ εὐεργέτῃ μετὰ τοῦτο γενομένῳ, καὶ ὅτι τοῦ Κάτωνος τοῦ Οὐτικησίου κληθέντος, ὥσπερ εἶπον, καὶ ἀδελφιδοῦς καὶ γαμβρὸς ἦν. καὶ μόνη γε γυναικῶν ἡ

44

.

13

.

2

γαμετὴ αὐτοῦ ἡ Πορκία τὴν ἐπιβουλήν, ὥς φασι, συνέγνω. φρον‐ τίζοντι γάρ τι αὐτῷ περὶ αὐτῶν τούτων ἐπιστᾶσα ἀνεπύθετο ὅ τι σύννους εἴη, καὶ ἐπειδὴ μηδὲν ἀπεκρίνατο, ὑπώπτευσέ τε διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἀπιστεῖσθαι, μὴ καὶ ἄκουσά τι ἐκ βασά‐

44

.

13

.

3

νων ἐξείπῃ, καὶ πρᾶγμα μέγα ἐτόλμησε. τὸν γὰρ μηρὸν τὸν ἑαυ‐ τῆς κρύφα κατέτρωσεν, ὅπως πειραθείη εἰ δύναιτο πρὸς αἰκισμοὺς ἀντικαρτερῆσαι· καὶ ἐπειδὴ μὴ περιήλγησε, κατεφρόνησε τοῦ τραύ‐ ματος καὶ προσελθοῦσα αὐτῷ ἔφη “σὺ μέν, ὦ ἄνερ, καίτοι τῇ
5ψυχῇ μου πιστεύων ὅτι οὐδὲν ἐκλαλήσει, ὅμως ἠπίστεις τῷ σώματι, καὶ ἔπασχές γέ τι ἀνθρώπινον· ἐγὼ δὲ καὶ τοῦτο εὕρηκα σιωπᾶν

44

.

13

.

4

δυνάμενον”. ταῦτα εἰποῦσα τόν τε μηρὸν ἐπέδειξέν οἱ, καὶ τὴν αἰτίαν τοῦ γεγονότος ἐκφήνασα ἔφη “λέγε τοίνυν θαρσῶν πάνθ’ ὅσα συγκρύπτεις· ἐμὲ γὰρ οὐ πῦρ, οὐ μάστιγες, οὐ κέντρα ἀναγ‐ κάσει τι ἐκλαλῆσαι· οὐχ οὕτω γυνὴ γεγένημαι. ὡς, ἄν γε ἀπι‐
5στήσῃς μοι ἔτι, καλῶς ἔχει μοι τεθνάναι μᾶλλον ἢ ζῆν· ἢ μηκέτι με μηδεὶς μήτε Κάτωνος θυγατέρα μήτε σὴν γυναῖκα νομιζέτω”.

44

.

14

.

1

ἀκούσας δὲ ταῦτα ὁ Βροῦτος ἐθαύμασε, καὶ οὐδὲν ἔτ’ αὐτὴν ἀπε‐ κρύψατο, ἀλλὰ αὐτός τε ἐπὶ μᾶλλον ἐρρώσθη καὶ ἐκείνῃ πάντα

44

.

14

.

2

διηγήσατο. καὶ μετὰ τοῦτο τὸν Κάσσιον τὸν Γάιον, σωθέντα μὲν καὶ αὐτὸν ὑπὸ τοῦ Καίσαρος καὶ προσέτι καὶ στρατηγίᾳ τιμηθέντα, τῆς δὲ ἀδελφῆς ἄνδρα ὄντα, προσέλαβε. κἀκ τούτου καὶ τοὺς

44

.

14

.

3

ἄλλους τοὺς τὰ αὐτά σφισι βουλομένους ἤθροιζον. καὶ ἐγένοντο μὲν οὐκ ὀλίγοι· ἐγὼ δὲ τὰ μὲν τῶν ἄλλων ὀνόματα οὐδὲν δέομαι καταλέγειν, ἵνα μὴ καὶ δι’ ὄχλου γένωμαι, τὸν δὲ δὴ Τρεβώνιον τόν τε Βροῦτον τὸν Δέκιμον, ὃν καὶ Ἰούνιον Ἀλβῖνόν τε ἐπεκάλουν,

44

.

14

.

4

οὐ δύναμαι παραλιπεῖν. πλεῖστα γὰρ καὶ οὗτοι εὐεργετηθέντες ὑπὸ τοῦ Καίσαρος, καὶ ὅ γε Δέκιμος καὶ ὕπατος ἐς τὸ δεύτερον ἔτος ἀποδεδειγμένος καὶ τῇ Γαλατίᾳ τῇ πλησιοχώρῳ προστεταγ‐ μένος, ἐπεβούλευσαν αὐτῷ.

44

.

15

.

1

καὶ ὀλίγου γε ἐφωράθησαν ὑπό τε τοῦ πλήθους τῶν συνειδό‐ των, καίτοι τοῦ Καίσαρος μήτε λόγον τινὰ περὶ τοιούτου τινὸς προσδεχομένου καὶ πάνυ ἰσχυρῶς τοὺς ἐσαγγέλλοντάς τι τοιουτό‐

44

.

15

.

2

τροπον κολάζοντος, καὶ ὑπὸ τοῦ διαμέλλειν. αἰδῶ τε γὰρ αὐτοῦ καὶ ὣς ἔχοντες, καὶ φοβούμενοι, καίπερ μηδεμιᾷ ἔτι φρουρᾷ χρω‐ μένου, μὴ καὶ ὑπὸ τῶν ἄλλων τῶν περὶ αὐτὸν ἀεί ποτε ὄντων φθαρῶσι, διῆγον, ὥστε καὶ κινδυνεῦσαι ἐλεγχθέντες ἀπολέσθαι.

44

.

15

.

3

καὶ ἔπαθον ἂν τοῦτο, εἰ μὴ συνταχῦναι τὸ ἐπιβούλευμα καὶ ἄκον‐ τες ἠναγκάσθησαν. λόγου γάρ τινος, εἴτ’ οὖν ἀληθοῦς εἴτε καὶ ψευδοῦς, οἷά που φιλεῖ λογοποιεῖσθαι, διελθόντος ὡς τῶν ἱερέων τῶν πεντεκαίδεκα καλουμένων διαθροούντων ὅτι ἡ Σίβυλλα εἰρηκυῖα
5εἴη μήποτ’ ἂν τοὺς Πάρθους ἄλλως πως πλὴν ὑπὸ βασιλέως ἁλῶ‐

44

.

15

.

4

ναι, καὶ μελλόντων διὰ τοῦτο αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῷ Καίσαρι δοθῆναι ἐσηγήσεσθαι, τοῦτό τε πιστεύσαντες ἀληθὲς εἶναι, καὶ ὅτι καὶ τοῖς ἄρχουσιν, ὧνπερ καὶ ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἦν, ἡ ψῆφος ἅτε καὶ ὑπὲρ τηλικούτου βουλεύματος ἐπαχθήσοιτο,
5καὶ οὔτ’ ἀντειπεῖν τολμῶντες οὔτε σιωπῆσαι ὑπομένοντες, ἐπέ‐ σπευσαν τὴν ἐπιβουλὴν πρὶν καὶ ὁτιοῦν περὶ αὐτοῦ χρηματισθῆναι.

44

.

16

.

1

ἐδέδοκτο δὲ αὐτοῖς ἐν τῷ συνεδρίῳ τὴν ἐπιχείρησιν ποιήσασθαι. τόν τε γὰρ Καίσαρα ἥκιστα ἐνταῦθα ὑποτοποῦντά τι πείσεσθαι εὐαλωτότερον ἔσεσθαι, καὶ σφίσιν εὐπορίαν ἀσφαλῆ ξιφῶν ἐν κιβωτίοις ἀντὶ γραμματείων τινῶν ἐσκομισθέντων ὑπάρξειν, τούς
5τε ἄλλους οὐ δυνήσεσθαι, οἷά που καὶ ἀόπλους ὄντας, ἀμῦναι

44

.

16

.

2

προσεδόκων· εἰ δ’ οὖν τις καὶ τολμήσειέ που, ἀλλὰ τούς γε μονο‐
μάχους, οὓς πολλοὺς ἐν τῷ Πομπηίῳ θεάτρῳ, πρόφασιν ὡς καὶ ὁπλομαχήσοντας, προπαρεσκευάσαντο, βοηθήσειν σφίσιν ἤλπιζον· ἐκεῖ γάρ που ἐν οἰκήματί τινι τοῦ περιστῴου συνεδρεύειν ἔμελλον.
5καὶ οἱ μὲν, ἐπειδὴ ἡ κυρία ἧκεν, ἔς τε τὸ βουλευτήριον ἅμα ἕῳ

44

.

17

.

1

συνελέγησαν καὶ τὸν Καίσαρα παρεκάλουν· ἐκείνῳ δὲ προέλεγον μὲν καὶ μάντεις τὴν ἐπιβουλήν, προέλεγε δὲ καὶ ὀνείρατα. ἐν γὰρ τῇ νυκτὶ ἐν ᾗ ἐσφάγη, ἥ τε γυνὴ αὐτοῦ τήν τε οἰκίαν σφῶν συμ‐ πεπτωκέναι καὶ τὸν ἄνδρα συντετρῶσθαί τε ὑπό τινων καὶ ἐς
5τὸν κόλπον αὐτῆς καταφυγεῖν ἔδοξε, καὶ ὁ Καῖσαρ ἐπί τε τῶν νεφῶν μετέωρος αἰωρεῖσθαι καὶ τῆς τοῦ Διὸς χειρὸς ἅπτεσθαι.

44

.

17

.

2

πρὸς δ’ ἔτι καὶ σημεῖα οὔτ’ ὀλίγα οὔτ’ ἀσθενῆ αὐτῷ ἐγένετο· τά τε γὰρ ὅπλα τὰ Ἄρεια παρ’ αὐτῷ τότε ὡς καὶ παρὰ ἀρχιερεῖ κατά τι πάτριον κείμενα ψόφον τῆς νυκτὸς πολὺν ἐποίησε, καὶ αἱ θύραι

44

.

17

.

3

τοῦ δωματίου ἐν ᾧ ἐκάθευδεν αὐτόμαται ἀνεῴχθησαν. τά τε ἱερὰ ἃ ἐπ’ αὐτοῖς ἐθύσατο οὐδὲν αἴσιον ὑπέφηνε, καὶ οἱ ὄρνιθες δι’ ὧν ἐμαντεύετο οὐκ ἐπέτρεπον αὐτῷ ἐκ τῆς οἰκίας ἐξελθεῖν. ἤδη δέ τισι καὶ τὸ τοῦ δίφρου τοῦ ἐπιχρύσου ἐνθύμιον μετά γε τὴν
5σφαγὴν αὐτοῦ ἐγένετο, ὅτι αὐτὸν ὁ ὑπηρέτης βραδύνοντος τοῦ Καί‐ σαρος ἐξεκόμισεν ἐκ τοῦ συνεδρίου, νομίσας μηκέτ’ αὐτοῦ χρείαν ἔσεσθαι.

44

.

18

.

1

χρονίζοντος δ’ οὖν διὰ ταῦτα τοῦ Καίσαρος, δείσαντες οἱ συν‐ ωμόται μὴ ἀναβολῆς γενομένης (θροῦς γάρ τις διῆλθεν ὅτι οἴκοι τὴν ἡμέραν ἐκείνην μενεῖ) τό τε ἐπιβούλευμά σφισι διαπέσῃ καὶ αὐτοὶ φωραθῶσι, πέμπουσι τὸν Βροῦτον τὸν Δέκιμον, ὅπως ὡς

44

.

18

.

2

καὶ πάνυ φίλος αὐτῷ δοκῶν εἶναι ποιήσῃ αὐτὸν ἀφικέσθαι. καὶ ὃς τά τε προταθέντα ὑπ’ αὐτοῦ φαυλίσας, καὶ τὴν γερουσίαν σφό‐ δρα ἐπιθυμεῖν ἰδεῖν αὐτὸν εἰπών, ἔπεισε προελθεῖν. κἀν τούτῳ εἰκών τις αὐτοῦ, ἣν ἐν τοῖς προθύροις ἀνακειμένην εἶχε, κατέπεσεν

44

.

18

.

3

ἀπὸ ταὐτομάτου καὶ συνεθραύσθη. ἀλλ’ ἔδει γὰρ αὐτὸν τότε μετ‐ αλλάξαι, οὐδὲν οὔτε τούτου ἐφρόντισε οὔτε τινὸς τὴν ἐπιβουλήν οἱ μηνύοντος ἤκουσε. καὶ βιβλίον τι παρ’ αὐτοῦ λαβών, ἐν ᾧ πάντα τὰ πρὸς τὴν ἐπίθεσιν παρεσκευασμένα ἀκριβῶς ἐνεγέγραπτο,

44

.

18

.

4

οὐκ ἀνέγνω, νομίσας ἄλλο τι αὐτὸ τῶν οὐκ ἐπειγόντων ἔχειν. τό τε σύμπαν οὕτως ἐθάρσει ὥστε καὶ πρὸς τὸν μάντιν τὸν τὴν ἡμέ‐ ραν ἐκείνην φυλάσσεσθαί ποτε αὐτῷ προαγορεύσαντα εἰπεῖν ἐπι‐ σκώπτων “ποῦ δῆτά σου τὰ μαντεύματα; ἢ οὐχ ὁρᾷς ὅτι τε ἡ
5ἡμέρα ἣν ἐδεδίεις πάρεστι, καὶ ἐγὼ ζῶ”; καὶ ἐκεῖνος τοσοῦτον, ὥς φασι, μόνον ἀπεκρίνατο, ὅτι “ναὶ πάρεστιν, οὐδέπω δὲ παρ‐ ελήλυθεν”.

44

.

19

.

1

ὡς δ’ οὖν ἀφίκετό ποτε πρὸς τὸ συνέδριον, Τρεβώνιος μὲν Ἀντώνιον ἔξω που ἀποδιέτριψεν. ἐβουλεύσαντο μὲν γὰρ καὶ τοῦ‐

44

.

19

.

2

τον τόν τε Λέπιδον ἀποκτεῖναι· φοβηθέντες δὲ μὴ καὶ ἐκ τοῦ πλήθους τῶν ἀπολομένων διαβληθῶσιν ὡς καὶ ἐπὶ δυναστείᾳ ἀλλ’ οὐκ ἐπ’ ἐλευθερώσει τῆς πόλεως, 〈ἣν〉 προεβάλλοντο, τὸν Καίσαρα πεφονευκότες, οὐδὲ παρεῖναι τὸν Ἀντώνιον τῇ σφαγῇ αὐτοῦ ἠθέ‐
5λησαν, ἐπεὶ ὅ γε Λέπιδος ἐξεστράτευτο καὶ ἐν τῷ προαστείῳ ἦν.

44

.

19

.

3

ἐκείνῳ μὲν δὴ Τρεβώνιος διελέγετο· οἱ δὲ δὴ ἄλλοι τὸν Καίσαρα ἐν τούτῳ ἀθρόοι περιστάντες (εὐπρόσοδός τε γὰρ καὶ φιλοπροσή‐ γορος ἐν τοῖς μάλιστα ἦν) οἱ μὲν ἐμυθολόγουν, οἱ δὲ ἱκέτευον

44

.

19

.

4

δῆθεν αὐτόν, ὅπως ἥκιστά τι ὑποπτεύσῃ. ἐπεί τε ὁ καιρὸς ἐλάμ‐ βανε, προσῆλθέ τις αὐτῷ ὡς καὶ χάριν τινὰ γιγνώσκων, καὶ τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τοῦ ὤμου καθείλκυσεν, σημεῖόν τι τοῦτο κατὰ τὸ συγκείμενον τοῖς συνωμόταις αἴρων· κἀκ τούτου προσπεσόντες

44

.

19

.

5

αὐτῷ ἐκεῖνοι πολλαχόθεν ἅμα κατέτρωσαν αὐτόν, ὥσθ’ ὑπὸ τοῦ πλήθους αὐτῶν μήτ’ εἰπεῖν μήτε πρᾶξαί τι τὸν Καίσαρα δυνηθῆ‐ ναι, ἀλλὰ συγκαλυψάμενον σφαγῆναι πολλοῖς τραύμασι. ταῦτα μὲν τἀληθέστατα· ἤδη δέ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τὸν
5Βροῦτον [τὸν] ἰσχυρῶς πατάξαντα ἔφη “καὶ σύ, τέκνον”;

44

.

20

.

1

θορύβου δ’ οὖν πολλοῦ παρὰ τῶν ἄλλων τῶν τε ἔνδον ὄντων
καὶ 〈τῶν〉 ἔξωθεν προσεστηκότων πρός τε τὸ αἰφνίδιον τοῦ πάθους, καὶ ὅτι ἠγνόουν τούς τε σφαγέας καὶ τὸ πλῆθος τήν τε διάνοιαν

44

.

20

.

2

αὐτῶν, γενομένου πάντες ὡς καὶ κινδυνεύσοντες ἐταράσσοντο, καὶ αὐτοί τε ἐς φυγὴν ὥρμησαν ᾗ ἕκαστος ἐδύνατο, καὶ τοὺς προστυγ‐ χάνοντάς σφισιν ἐξέπλησσον, σαφὲς μὲν οὐδὲν λέγοντες, αὐτὰ δὲ

44

.

20

.

3

ταῦτα μόνον βοῶντες, “φεῦγε κλεῖε κλεῖε”. καὶ αὐτὰ καὶ οἱ λοιποὶ παραλαμβάνοντες παρ’ ἀλλήλων ὡς ἕκαστος διεβόων, καὶ τήν τε πόλιν θρήνων ἐπλήρουν, καὶ αὐτοὶ ἔς τε τὰ ἐργαστήρια καὶ ἐς τὰς οἰκίας ἐσπίπτοντες ἀπεκρύπτοντο, καίτοι τῶν σφαγέων
5ἔς τε τὴν ἀγορὰν ὥσπερ εἶχον ὁρμησάντων, καὶ τοῖς τε σχήμασιν

44

.

20

.

4

ἐνδεικνυμένων καὶ προσεκβοώντων μὴ φοβεῖσθαι. ἐκεῖνοι μὲν γὰρ τοῦτό τε ἅμα ἔλεγον καὶ τὸν Κικέρωνα συνεχῶς ἀνεκάλουν, ὁ δὲ ὅμιλος οὔτ’ ἄλλως ἐπίστευέ σφισιν ἀληθεύειν οὔτε ῥᾳδίως καθί‐ στατο· ὀψὲ δ’ οὖν ποτε καὶ μόλις, ὡς οὔτε τις ἐφονεύετο οὔτε

44

.

21

.

1

συνελαμβάνετο, θαρσήσαντες ἡσύχασαν. καὶ συνελθόντων αὐτῶν ἐς ἐκκλησίαν πολλὰ μὲν κατὰ τοῦ Καίσαρος πολλὰ δὲ καὶ ὑπὲρ τῆς δημοκρατίας οἱ σφαγεῖς εἶπον, θαρσεῖν τέ σφας καὶ μηδὲν δει‐ νὸν προσδέχεσθαι ἐκέλευον· οὔτε γὰρ ἐπὶ δυναστείᾳ οὔτ’ ἐπ’ ἄλλῃ
5πλεονεξίᾳ οὐδεμιᾷ ἀπεκτονέναι αὐτὸν ἔφασαν, ἀλλ’ ἵν’ ἐλεύθεροί

44

.

21

.

2

τε καὶ αὐτόνομοι ὄντες ὀρθῶς πολιτεύωνται. τοιαῦτα ἄττα εἰπόν‐ τες τοὺς μὲν πολλοὺς κατέστησαν, καὶ μάλισθ’ ὅτι οὐδένα ἠδίκουν· αὐτοὶ δὲ δὴ φοβούμενοι καὶ ὣς μή τις σφίσιν ἀντεπιβουλεύσῃ, ἀνῆλθον ἐς τὸ Καπιτώλιον ὡς καὶ τοῖς θεοῖς προσευξόμενοι, καὶ

44

.

21

.

3

ἐκεῖ τήν τε ἡμέραν καὶ τὴν νύκτα ἐνδιέτριψαν. καὶ αὐτοῖς καὶ ἄλλοι τινὲς τῶν πρώτων ἀφ’ ἑσπέρας, τῆς μὲν ἐπιβουλῆς οὐ συμ‐ μετασχόντες, τῆς δὲ ἀπ’ αὐτῆς δόξης, ὡς καὶ ἐπαινουμένους σφᾶς ἑώρων, καὶ τῶν ἄθλων ἃ προσεδέχοντο μεταποιησόμενοι, συνεγέ‐

44

.

21

.

4

νοντο. καὶ συνέβη γε αὐτοῖς ἐς τοὐναντίον τὸ πρᾶγμα δικαιότατα περιστῆναι· οὔτε γὰρ τὸ ὄνομα τοῦ ἔργου ἅτε μηδὲν αὐτοῦ προσ‐ κοινωνήσαντες ἔλαβον, καὶ τοῦ κινδύνου τοῦ τοῖς δράσασιν αὐτὸ
συμβάντος ὡς καὶ συνεπιβουλεύσαντές σφισι μετέσχον.

44

.

22

.

1

ἰδὼν δὲ ταῦτα ὁ Δολοβέλλας οὐδ’ αὐτὸς ἠξίου τὴν ἡσυχίαν ἄγειν, ἀλλ’ ἔς τε τὴν ὕπατον ἀρχὴν καίπερ μηδέπω οἱ προσήκουσαν ἐσῆλθεν, καὶ δημηγορήσας τι περὶ τῶν παρόντων ἐς τὸ Καπιτώ‐

44

.

22

.

2

λιον ἀνέβη. τούτων δὲ ἐνταῦθα ὄντων, ὁ Λέπιδος μαθὼν τὰ γε‐ γενημένα τήν τε ἀγορὰν μετὰ τῶν στρατιωτῶν τῆς νυκτὸς κατέ‐ λαβε, καὶ κατὰ τῶν σφαγέων ἅμα ἕῳ ἐδημηγόρει. ὁ οὖν Ἀντώνιος, καίτοι παραχρῆμα μετὰ τὸν τοῦ Καίσαρος θάνατον φυγὼν καὶ τήν
5τε ἐσθῆτα τὴν ἀρχικήν, ὅπως διαλάθῃ, ῥίψας καὶ τὴν νύκτα κρυ‐

44

.

22

.

3

φθείς, ὅμως ἐπειδὴ τούς τε σφαγέας ἐν τῷ Καπιτωλίῳ καὶ τὸν Λέπιδον ἐν τῇ ἀγορᾷ ὄντα ᾔσθετο, τήν τε γερουσίαν ἐς τὸ τῆς Γῆς τέμενος ἤθροισε καὶ γνώμας ὑπὲρ τῶν παρόντων προέθηκε. καὶ εἶπον ἄλλοι τε ἄλλα, ὡς ἕκαστος αὐτῶν ἐγίγνωσκε, καὶ ὁ Κικέρων
5τάδε, οἷσπερ καὶ ἐπείσθησαν·

44

.

23

.

1

“ἀεὶ μὲν ἔγωγε οἶμαι χρῆναι μηδένα μηδὲν 〈μήτε πρ〉ὸς χάριν μήτε πρὸς φιλονεικίαν λέγειν, ἀλλ’ ὃ βέλτιστον ἕκαστος εἶναι νομί‐

44

.

23

.

2

ζει, τοῦτ’ ἀποφαίνεσθαι. δεινὸν γὰρ εἰ τοὺς μὲν στρατηγοῦντας τούς θ’ ὑπατεύοντας πάντα ἀπὸ ὀρθῆς τῆς διανοίας ποιεῖν ἀξιώ‐ σομεν, κἂν ἄρα πως σφαλῶσιν, εὐθύνας παρ’ αὐτῶν καὶ τῆς τύχης ἀπαιτήσομεν, ἐν δὲ δὴ τῷ βουλεύεσθαι, ἐν ᾧ κυριώτατοι τῆς ἡμε‐
5τέρας αὐτῶν γνώμης ἐσμέν, τὰ κοινῇ συμφέροντα τῶν ἰδίων ἕνεκα

44

.

23

.

3

πλεονεξιῶν προησόμεθα. ἀεὶ μὲν δὴ διὰ ταῦτα, ὦ πατέρες, πάντα ἁπλῶς καὶ δικαίως ἡγοῦμαι δεῖν ἡμᾶς συμβουλεύειν ὑμῖν, μάλιστα δὲ ἐν τοῖς παροῦσι πράγμασιν, ἐν οἷς ἂν 〈μὲν〉 μηδὲν πολυπραγ‐ μονήσαντες ὁμονοήσωμεν, αὐτοί τε σωθησόμεθα καὶ τοὺς ἄλλους

44

.

23

.

4

ἅπαντας περιποιήσομεν, ἂν δ’ ἀκριβῶς πάντα ἐξετάσαι ἐθελήσωμεν, δέδοικα μὴ κακῶς—· δυσχερὲς δ’ οὐδὲν ἀρχόμενος τῶν λόγων

44

.

24

.

1

εἰπεῖν βούλομαι. πρότερον μὲν γάρ, οὐκ ὀλίγος ἐξ οὗ χρόνος, οἱ τὰ ὅπλα ἔχοντες καὶ τῆς πολιτείας ἐγκρατεῖς ὡς τὸ πολὺ ἐγίγνοντο, ὥστ’ αὐτοὺς ὅ τι δεῖ βουλεύειν ὑμῖν ἐπιτάττειν, ἀλλ’ οὐχ ὑμᾶς ὅ

44

.

24

.

2

τι χρὴ πράττειν ἐκείνους προσκοπεῖν· νῦν δ’ ἐς τοῦτο καιροῦ πάνθ’ ὡς εἰπεῖν τὰ πράγματα πάρεστιν ὥστε ἐφ’ ὑμῖν τε αὐτὰ εἶναι
καὶ ἐς ὑμᾶς ἀνακεῖσθαι, καὶ παρ’ ὑμῶν ἤτοι τὴν ὁμόνοιαν καὶ μετὰ ταύτης τὴν ἐλευθερίαν, ἢ στάσεις καὶ πολέμους ἐμφυλίους

44

.

24

.

3

αὖθις καὶ ἀπ’ αὐτῶν καὶ δεσπότην λαβεῖν. ὅ τι γὰρ ἂν τήμερον ψηφίσησθε, τούτῳ καὶ οἱ ἄλλοι πάντες ἀκολουθήσουσι. τούτων οὖν οὕτως, ὥς γε ἐμαυτὸν πείθω, ἐχόντων φημὶ δεῖν ἡμᾶς τὰς μὲν πρὸς ἀλλήλους ἔχθρας ἢ φιλονεικίας, ἢ ὅπως ἄν τις αὐτὰς
5ὀνομάσῃ, καταλύσασθαι, πρὸς δὲ δὴ τὴν παλαιὰν ἐκείνην εἰρήνην

44

.

24

.

4

καὶ φιλίαν καὶ ὁμόνοιαν ἐπανελθεῖν, ἐνθυμηθέντας τοῦτό γε, εἰ μηδὲν ἄλλο, ὅτι τέως μὲν ἐκείνως ἐπολιτευόμεθα, καὶ χώρας καὶ πλούτους καὶ δόξαν καὶ συμμάχους ἐκτησάμεθα, ἀφ’ οὗ δὲ ἐς τὰ πρὸς ἀλλήλους κακὰ προήχθημεν, οὐχ ὅσον οὐκ ἀμείνους ἀλλὰ καὶ

44

.

24

.

5

πολὺ χείρους ἐγενόμεθα. καὶ ἔγωγε τοσούτου δέω νομίζειν ἄλλο τι σῶσαι ἂν [μὲν] ἐν τῷ παρόντι τὴν πόλιν, ὥστ’ ἂν μή τι τήμερον καὶ ἤδη γε ὅτι τάχιστα προβουλεύσωμεν, οὐδ’ ἀναλαβεῖν δυνησόμεθα.

44

.

25

.

1

σκοπεῖτε δὲ ὡς ἀληθῆ λέγω, πρός τε τὰ παρόντα ἀπιδόντες καὶ τὰ ἀρχαῖα ἀναλογισάμενοι. ἢ οὐχ ὁρᾶτε μὲν τὰ γιγνόμενα, καὶ ὅτι διαιρεῖταί τε καὶ περισπᾶται ὁ δῆμος αὖθις, καὶ οἱ μὲν ταῦτα οἱ δὲ ἐκεῖνα προαιρούμενοι διχῇ τε ἤδη νενέμηνται καὶ διχῇ

44

.

25

.

2

στρατοπεδεύονται, καὶ οἱ μὲν τὸ Καπιτώλιον προκατειλήφασιν ὥσπερ τινὰς Γαλάτας φοβούμενοι, οἱ δὲ ἐκ τῆς ἀγορᾶς πολιορκεῖν αὐτοὺς παρασκευάζονται καθάπερ Καρχηδόνιοί τινες ἀλλ’ οὐ Ῥω‐

44

.

25

.

3

μαῖοι καὶ αὐτοὶ ὄντες; οὐκ ἀκούετε δὲ ὅτι καὶ πρότερον πολλάκις διχογνωμονησάντων τινῶν ὥστε καὶ τὸν Ἀουεντῖνόν ποτε καὶ τὸ Καπιτώλιον, ἔστι δ’ οὓς αὐτῶν καὶ τὸ ἱερὸν ὄρος κατασχεῖν, ὁσά‐ κις μὲν ἐπὶ τοῖς ἴσοις, ἢ καὶ βραχύ τι συγχωρήσαντες οἱ ἕτεροι
5τοῖς ἑτέροις, κατηλλάγησαν, μισοῦντές τε ἀλλήλους εὐθὺς ἐπαύ‐

44

.

25

.

4

σαντο, καὶ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τὸ λοιπὸν τοῦ χρόνου διήγαγον οὕτως ὥστε καὶ πολλοὺς καὶ μεγάλους πολέμους κοινῇ κατορθῶσαι· ὁσάκις δὲ δὴ πρὸς φόνους καὶ σφαγὰς ἐχώρησαν, οἱ μὲν δικαιώσει τοῦ ἀμύνεσθαι τοὺς προϋπάρξαντας, οἱ δὲ καὶ φιλονεικίᾳ τοῦ μη‐
5δενὸς ἐλασσοῦσθαι δοκεῖν ἀπατηθέντες, οὐδὲν πώποτε χρηστὸν

44

.

25

.

5

ἐγένετο; τί γὰρ δεῖ πρὸς οὐδὲν ἧττον ὑμᾶς εἰδότας τὸν Οὐαλέριον,
τὸν Ὁράτιον, τὸν Σατορνῖνον, τὸν Γλαυκίαν, τοὺς Γράκχους λέγοντα διατρίβειν; τοιαῦτ’ οὖν παραδείγματα, καὶ ταῦτα οὐκ ἀλλότρια

44

.

25

.

6

ἀλλ’ οἰκεῖα ἔχοντες, μὴ μελλήσητε τὰ μὲν ζηλῶσαι τὰ δὲ φυλά‐ ξασθαι, ἀλλ’ ἅτε ἀπ’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν τῆς ἐκβά‐ σεως ὧν βουλεύεσθε προειληφότες, μηκέτι τοὺς ἐμοὺς λόγους ὡς καὶ ῥήματα διασκοπεῖτε, ἀλλὰ 〈τὰ〉 τῷ κοινῷ διαφέροντα ὡς καὶ

44

.

25

.

7

ἐν τῷ ἔργῳ ἤδη ὄντα θεωρεῖτε. οὐδὲ γὰρ ἀσαφεῖ τινι ἐνθυμήσει τἀφανὲς τῆς ἐλπίδος ἀναρρίψετε, ἀλλ’ ἐχεγγύῳ πίστει τὸ βέβαιον τοῦ λογισμοῦ προνοήσετε.

44

.

26

.

1

ὑπάρχει μὲν οὖν ὑμῖν τοῦθ’, ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι· καὶ διὰ τοῦτο οὐδὲ ξε‐ νικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δ’ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρ’ ἧς οὐδ’ οἱ
5πατέρες ἡμῶν ἐπάγεσθαί τινας νόμους ἀπηξίωσαν, παρέξομαι·

44

.

26

.

2

καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν Ἀθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν (λέγω δὲ ὃ πάντες ἴστε) στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ τῶν δυνα‐

44

.

26

.

3

τωτέρων πολιτῶν τυραννηθέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειν τινί.

44

.

26

.

4

τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στα‐ σιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν καὶ τήν τε πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιή‐ σαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακε‐

44

.

26

.

5

δαιμονίους αὐτοὺς καὶ τοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ ἠθελήκεσαν ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πει‐ ραιῶς κατελθόντες τιμωρήσασθαι τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ

44

.

26

.

6

δ’ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν. ὥσπερ γὰρ κρείτ‐ τους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχ’ ἄν τι καὶ ἠλαττώθη‐

44

.

27

.

1

σαν αὖθις. οὐ γάρ ἐστιν ἐν τοῖς τοιούτοις βέβαιον οὐδέν, οὐδ’ ἐξ
ὧν ἰσχύει τις, πρὸς ἐπικράτησιν, ἀλλὰ πάμπολλοι μὲν θαρσοῦντες ἔπταισαν, πάμπολλοι δὲ ζητοῦντες ἀμύνασθαί τινα προσαπώλοντο.

44

.

27

.

2

οὔτε γὰρ τὸ πλεονεκτούμενον ἔν τινι πάντως εὐτυχεῖ, διότι καὶ ἀδι‐ κεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοῖ, διότι καὶ προ‐ ήκει, ἀλλ’ ἀμφότερα ἀπὸ τῆς ἴσης καὶ τῷ παραλόγῳ τοῦ ἀνθρω‐ πίνου καὶ τῷ ἀσταθμήτῳ τῆς τύχης ὑποκείμενα, καὶ τὴν ῥοπὴν
5πολλάκις οὐ πρὸς τὸ σφέτερον εὔελπι ἀλλὰ πρὸς τὸ ἐκείνων ἀδό‐

44

.

27

.

3

κητον λαμβάνει. ὅθεν ἔκ τε τούτων καὶ ἐκ τῆς φιλονεικίας (δεινὸν γάρ ἐστιν ἄνθρωπος ἀδικηθεὶς ἢ νομίσας γε ἀδικεῖσθαι ὑπὲρ δύναμιν θρασύνασθαι) καὶ πολλοὶ πολλάκις καὶ παρὰ τὴν ἰσχὺν ἐπαίρονται διακινδυνεύειν ὡς καὶ κρατήσοντες ἢ οὔτι γε καὶ ἀναι‐

44

.

27

.

4

μωτὶ διολούμενοι, καὶ οὕτω τὰ μὲν νικῶντες τὰ δὲ ἡττώμενοι, καὶ τοτὲ μὲν ἀντεπικρατοῦντες ἄλλων τοτὲ δὲ ἀντελαττούμενοι, οἱ μὲν πασσυδὶ συναπόλλυνται, οἱ δὲ τήν τε Καδμείαν λεγομένην νίκην νικῶσιν, καὶ ἐν τῷ χρόνῳ, ὅτ’ οὐδὲν ὄφελός ἐστιν, αἰσθάνονται
5ὅτι κακῶς ἐβουλεύσαντο.

44

.

28

.

1

καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, καὶ ὑμεῖς ἔργῳ μεμαθήκατε. σκο‐ πεῖτε δέ· ἴσχυσέ τινα χρόνον ἐν τοῖς στασιωτικοῖς ὁ Μάριος, εἶτ’ ἐκπεσὼν καὶ δύναμιν ἀθροίσας ἴστε οἷα εἰργάσατο. ὁμοίως ὁ Σύλλας, ἵνα μὴ τὸν Κίνναν μηδὲ τὸν Στράβωνα μηδὲ τοὺς ἄλλους
5τοὺς διὰ μέσου καταλέγω, δυνηθεὶς τὴν πρώτην, εἶτ’ ἐλαττωθείς, ἔπειτα δυναστεύσας οὐδὲν ὅ τι οὐχὶ τῶν δεινοτάτων ἔπραξε. τί γὰρ δεῖ τὸν Μάριον τὸ δεύτερον ἢ τὸν Κίνναν ἐκεῖνον αὐτὸν ἢ

44

.

28

.

2

τὸν Κάρβωνα ὀνομάζειν; μετὰ ταῦτα Λέπιδος ἰδίαν τέ τινα, ὡς δὴ καὶ τούτοις ἐπεξιών, στάσιν ἤγειρε, καὶ πᾶσαν ὀλίγου τὴν Ἰτα‐ λίαν ἐτάραξεν. ὡς δ’ ἀπηλλάγημέν ποτε καὶ τούτου, μέμνησθε ὅσα αὖ καὶ οἷα πρός τε τοῦ Σερτωρίου καὶ πρὸς τῶν ἄλλων τῶν

44

.

28

.

3

μετ’ αὐτοῦ φυγόντων ἐπάθομεν. τί δ’ ὁ Πομπήιος, τί δ’ ὁ Καῖσαρ αὐτὸς οὗτος; ἵνα μηδὲν ἐνταῦθα μήτε τοῦ Κατιλίνου μήτε τοῦ Κλωδίου μνημονεύσω. οὐ πρότερον 〈μὲν〉 ἐπολέμησαν ἀλλήλοις, καὶ ταῦτα συγγενεῖς ὄντες, ἔπειτα μυρίων κακῶν οὐ μόνον τὴν
5πόλιν ἡμῶν ἢ καὶ τὴν λοιπὴν Ἰταλίαν, ἀλλὰ καὶ πᾶσαν ὡς εἰπεῖν

44

.

28

.

4

τὴν οἰκουμένην ἀνέπλησαν; ἆρ’ οὖν μετά τε τὸν τοῦ Πομπηίου
θάνατον καὶ τὸν πολὺν ἐκεῖνον τῶν πολιτῶν ὄλεθρον ἡσυχία τις ἐγένετο; πόθεν; πολλοῦ γε καὶ δεῖ. οἶδε δὲ ἡ Ἀφρική, οἶδεν ἡ Ἰβηρία τὸ πλῆθος τῶν ἑκατέρωθι ἀπολομένων. τί οὖν; ἐπί γε

44

.

28

.

5

τούτοις εἰρηνήσαμεν; καὶ πῶς; ὁπότε κεῖται μὲν αὐτὸς ὁ Καῖσαρ οὕτω σφαγείς, κατέχεται δὲ τὸ Καπιτώλιον, καὶ πεπλήρωται μὲν ἡ ἀγορὰ τῶν ὅπλων, πεπλήρωται δὲ καὶ πᾶσα ἡ πόλις τοῦ φόβου.

44

.

29

.

1

οὕτως ἐπειδὰν ἄρξωνταί τινες στασιάζειν, καὶ τὰ βίαια ἀεὶ τοῖς βιαίοις ἀμύνεσθαι ζητῶσι, καὶ τὰς τιμωρίας μήτε πρὸς τὸ ἐπιεικὲς μήτε πρὸς τὸ ἀνθρώπινον ἀλλὰ πρός τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐξουσίαν τὴν ἐκ τῶν ὅπλων ποιῶνται, κύκλος τις ἐξ ἀνάγκης ἀεὶ
5τῶν κακῶν γίγνεται καὶ ἀνταπόδοσις ἐκ διαδοχῆς τῶν δεινῶν συμ‐

44

.

29

.

2

βαίνει. τό τε γὰρ εὐτυχῆσαν ὕβρει τε πλεονάζει καὶ οὐδένα ὅρον τῆς πλεονεξίας ποιεῖται, καὶ τὸ πταῖσαν ὀργῇ τῆς συμφορᾶς, ἄν γε μὴ παραχρῆμα ἀπόληται, ἀντιτιμωρήσασθαι τὸν ἀδικήσαντα

44

.

29

.

3

ἐπιθυμεῖ μέχρις ἂν τὸν θυμὸν ἐκπλήσῃ. καὶ αὐτοῖς καὶ τὸ λοιπὸν πλῆθος, κἂν μὴ συμμετάσχῃ τῶν πραγμάτων, ἀλλὰ τότε γε τῷ τε ἐλέῳ τοῦ νενικημένου καὶ τῷ φθόνῳ τοῦ κεκρατηκότος, δεῖσάν τε ἅμα μὴ καὶ τὰ αὐτὰ ἐκείνῳ πάθῃ, καὶ ἐλπίσαν τὰ αὐτὰ τούτῳ

44

.

29

.

4

δράσειν, συναίρεται. καὶ οὕτω καὶ τὰ μέσα τῶν πολιτῶν στασιά‐ ζειν προάγεται, καὶ ἄλλοι τε ἐπ’ ἄλλοις τὸ κακόν, προφάσει τιμωρίας τῶν ἀεὶ ἐλαττουμένων, ὥσπερ τι ἔννομον καὶ ἐγκύκλιον πρᾶγμα ἀνταμυνόμενοι διαδέχονται, καὶ αὐτοὶ μὲν ὡς ἕκαστοι
5ἀπαλλάσσουσι, τὸ δὲ δὴ κοινὸν ἐξ ἅπαντος τρόπου φθείρουσιν.

44

.

30

.

1

ἢ οὐχ ὁρᾶτε πόσον μὲν χρόνον κατατετρίμμεθα πολεμοῦντες ἀλλή‐ λοις, ὅσα δὲ καὶ οἷα ἐν αὐτῷ πεπόνθαμεν, καὶ ὅ γε ἔτι τούτου δει‐

44

.

30

.

2

νότερόν ἐστι, καὶ δεδράκαμεν; καὶ τίς ἂν ἀριθμῆσαι δύναιτο τὸ πλῆθος τῶν χρημάτων ἃ τούς τε συμμάχους περιδύοντες καὶ τοὺς θεοὺς περισυλῶντες, καὶ προσέτι καὶ αὐτοὶ ἐξ ὧν οὐκ εἴχομεν

44

.

30

.

3

συνεσφέροντες, ἐπ’ ἀλλήλοις δεδαπανήμεθα; τίς τὸ πλῆθος τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐχ ὅτι τῶν ἄλλων, ἐπεὶ τοῦτό γ’ ἀνεξ‐ εύρετόν ἐστιν, ἀλλὰ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ὧν εἷς ἕκαστος καὶ πᾶσαν τὴν πόλιν ἐν τοῖς ὀθνείοις πολέμοις σῶσαι

44

.

30

.

4

καὶ ζῶν καὶ ἀποθανὼν ἐδύνατο; πόσοι μὲν γὰρ Κούρτιοι, πόσοι δὲ Δέκιοι Φάβιοι Γράκχοι Μάρκελλοι Σκιπίωνες τεθνήκασιν; οὐ μὰ Δί’ οὐχ ἵνα Σαυνίτας ἢ Λατίνους ἢ Ἴβηρας ἢ Καρχηδονίους

44

.

30

.

5

ἀμύνωνται, ἀλλ’ ἵνα καὶ αὐτοὶ προσαπόλωνται. καὶ τῶν μὲν ἐν τοῖς ὅπλοις τετελευτηκότων, εἰ καὶ τὰ μάλιστα καὶ ἐκείνων ὀδύ‐ ραιτο ἄν τις, ἀλλ’ ἧττόν γε ἄξιόν ἐστιν ὀλοφύρασθαι· ἔς τε γὰρ τὰς μάχας ἐθελονταί, εἴγε ἐθελοντὰς τοὺς ἀναγκασθέντας φόβῳ
5καλεῖν δεῖ, ἦλθον, καὶ θάνατον εἰ καὶ ἄδικον ἀλλὰ ἀνδρεῖόν γε ὑπέμειναν, ἔν τε ἀγῶνι ἰσοπαλεῖ καὶ ἐν ἐλπίδι τοῦ κἂν περιγενέ‐

44

.

30

.

6

σθαι καὶ κρατῆσαι ἔπεσον ἀναισθήτως. τοὺς δὲ ἔν τε ταῖς οἰκίαις καὶ ἐν ταῖς ὁδοῖς τῇ τε ἀγορᾷ τῷ τε βουλευτηρίῳ αὐτῷ τῷ τε Καπιτωλίῳ αὐτῷ βιαίως, οὐχ ὅπως ἄνδρας ἀλλὰ καὶ γυναῖκας, οὐχ ὅπως ἀκμάζοντας ἀλλὰ καὶ γέροντας καὶ παῖδας, οἰκτρῶς ἐξο‐

44

.

30

.

7

λωλότας πῶς ἄν τις κατ’ ἀξίαν θρηνήσειε; καὶ ταῦτα μέντοι τοι‐ αῦτα 〈καὶ τοσαῦτα〉 οἷα καὶ ὅσα οὔτ’ αὐτοί ποτε πρὸς πάντων ἅμα τῶν πολεμίων ἐπάθομεν οὔτε ἐκείνους ἐδράσαμεν, διατιθέντες ἀλλήλους οὐχ ὅσον οὐκ ἀχθόμεθα, οὐδ’ ἀπαλλαγῆναί ποτε αὐτῶν
5ἀνδρικῶς ἐθέλομεν, ἀλλὰ καὶ χαίρομεν καὶ ἑορτάζομεν, καὶ εὐερ‐

44

.

30

.

8

γέτας τοὺς ποιοῦντας αὐτὰ ὀνομάζομεν· καίτοι ἔγωγε οὐδ’ ἀνθρώ‐ πινόν τινα βίον ἡγοῦμαι τοῦτον ἡμᾶς βεβιωκέναι, ἀλλά τινων θη‐ ρίων, ἃ δι’ ἀλλήλων φθείρεται.

44

.

31

.

1

καὶ τὰ μὲν ἤδη συμβεβηκότα τί ἂν ἐπὶ πλέον ὀδυραίμεθα; οὐ γάρ που καὶ ἀγένητα 〈ἂν〉 αὐτὰ ποιησαίμεθα· τῶν δὲ δὴ μελλόν‐

44

.

31

.

2

των προϊδώμεθα. διὰ γὰρ ταῦτα καὶ ἐκείνων ἐμνημόνευσα, οὐχ ἵνα τὰς κοινὰς συμφοράς, ἅς γε μηδὲ γενέσθαι ὤφελε, καταλέξω, ἀλλ’ ἵν’ ὑμᾶς ἐξ αὐτῶν ἀναπείσω τὰ γοῦν λοιπὰ διασῶσαι· τοῦτο γὰρ 〈ἄν τισ〉 μόνον τῶν κακῶν ἀπόναιτο, τὸ μηδὲν αὖθις ὅμοιόν

44

.

31

.

3

σφισι παθεῖν φυλάξασθαι. ἔξεστι δὲ τοῦθ’ ὑμῖν ἐν τῷ παρόντι μάλιστα ποιῆσαι, ἕως ἔτι τὸ δεινὸν ἄρχεται καὶ οὔτε πολλοί πω συνεστήκασιν, οἵ τε κεκινημένοι οὔτε πεπλεονεκτήκασιν ἀπ’ ἀλλή‐ λων οὔτ’ ἠλάττωνται, ὥστ’ ἢ ἐλπίδι τοῦ κρείττονος 〈ἢ〉 ὀργῇ τοῦ
5καταδεεστέρου καὶ παρὰ τὸ συμφέρον σφίσιν ἀπερισκέπτως κιν‐

44

.

31

.

4

δυνεῦσαι προαχθῆναι. καὶ τοῦτο μέντοι τηλικοῦτο 〈ὂν〉 κατορθώ‐
σετε μήτε πόνον τινὰ πονήσαντες μήτε κινδυνεύσαντες, μὴ χρήματα ἀναλώσαντες, μὴ σφαγὰς ποιήσαντες, ἀλλ’ αὐτὸ τοῦτο μόνον ψηφι‐

44

.

32

.

1

σάμενοι, μὴ μνησικακεῖν ἀλλήλοις. εἰ γάρ τοί τινα καὶ ἡμάρτηταί τισιν, ἀλλ’ οὔτι γε καιρός ἐστιν οὔτε πολυπραγμονῆσαι αὐτὰ οὔτε ἐξελέγξαι οὔτε τιμωρήσασθαι. οὐδὲ γὰρ δικάζετέ τισιν [ἂν] ἐν τῷ παρόντι, ὥστε τὸ πάνυ ἀκριβὲς δίκαιον ζητηθῆναι δεῖν, ἀλλὰ βου‐
5λεύεσθε περὶ τῶν ἐνεστηκότων, ὅπως ὡς ἀσφαλέστατα καταστῇ.

44

.

32

.

2

τοῦτο δὲ οὐκ ἂν ὑπάρξειεν ἡμῖν, εἰ μή τι παρίδοιμεν, ὥσπερ που καὶ ἐπὶ τῶν παίδων ποιεῖν εἰώθαμεν. οὔτε γὰρ πάντα ἀκριβῶς ἐπ’ αὐτῶν ἐκλογιζόμεθα, καὶ πολλὰ καὶ παρορῶμεν ἀναγκαίως· τῶν γὰρ μετρίων ἁμαρτημάτων ἕνεκα οὐδέν’ ἀνηκέστως δεῖ κολά‐

44

.

32

.

3

ζειν, ἀλλὰ πρᾴως σωφρονίζειν. καὶ νῦν οὖν, ἅτε καὶ κοινοὶ παντὸς τοῦ δήμου πατέρες οὐ μόνον ὀνομαζόμενοι ἀλλὰ καὶ ἀληθῶς ὄντες, μὴ καὶ πάντα ἀκριβολογώμεθα, ἵνα μὴ καὶ πάντες ἀπολώμεθα, ἐπεί τοι πολλὰ μὲν ἄν τις καὶ αὐτῷ τῷ Καίσαρι ἐγκαλέσειεν,

44

.

32

.

4

ὥστε καὶ δικαίως αὐτὸν πεφονεῦσθαι δόξαι, πολλὰ δὲ καὶ τοὺς ἀποκτείναντας αὐτὸν αἰτιάσαιτο, ὥστε καὶ τιμωρίας αὐτοὺς ἀξίους εἶναι νομισθῆναι. ἀλλὰ τοῦτο μὲν ἀνδρῶν ἔργον ἐστὶ στασιάσαι αὖθις ἐπιθυμούντων· δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους μὴ τὸ πάν‐
5τῃ δίκαιον ἐξακριβοῦντας βλάπτεσθαι, ἀλλὰ καὶ τῷ ἐπιεικεῖ προσ‐

44

.

32

.

5

χρωμένους σώζεσθαι. ὥστε τὰ μὲν γεγενημένα ταῦτα χαλάζης τέ τινος καὶ κατακλυσμοῦ τρόπον συμβεβηκέναι νομίσαντες λήθῃ παράδοτε· γνωρίσαντες δὲ νῦν γε ἀλλήλους, ἅτε καὶ ὁμόφυλοι καὶ πολῖται συγγενεῖς τε ὄντες, ὁμονοήσατε.

44

.

33

.

1

καὶ ὅπως γε μηδεὶς ὑμῶν ὑποπτεύσῃ με χαρίσασθαί τι τοῖς τὸν Καίσαρα ἀποκτείνασιν, ἵνα μὴ δίκην δῶσιν, ὅτι ποτὲ ἐν τῇ

44

.

33

.

2

τοῦ Πομπηίου μερίδι ἐγενόμην, βούλεσθαι, ἕν τι ὑμῖν ἐρῶ. καὶ γάρ τοι καὶ νομίζω πάντας ὑμᾶς πεπεῖσθαι σαφῶς ὅτι οὔτε φιλίαν οὔτε ἔχθραν πρὸς οὐδένα πώποτε δι’ ἐμαυτὸν ἀνειλόμην, ἀλλ’ ἀεὶ πάντας ὑμῶν ἕνεκα καὶ τῆς κοινῆς καὶ ἐλευθερίας καὶ ὁμονοίας τοὺς
5μὲν ἐμίσησα τοὺς δὲ ἠγάπησα. δι’ οὖν τοῦτο τὰ μὲν ἄλλα ἐάσω,

44

.

33

.

3

βραχὺ δέ τι ὑμῖν μόνον φράσω. τοσούτου γὰρ δέω τοῦτο ποιεῖν καὶ μὴ τῆς κοινῆς σωτηρίας προσκοπεῖν, ὥστε καὶ τοῖς ἑτέροις οὐχ
ὅτι τὴν ἄδειαν ἁπάντων ὧν ἐπιπολάσαντες ἐπὶ τοῦ Καίσαρος ἔξω τοῦ καθεστηκότος ἐποίησαν δοθῆναί φημι χρῆναι, ἀλλὰ καὶ τὰς
5τιμὰς καὶ τὰς ἀρχὰς καὶ τὰς δωρεάς, ὅσας ἔλαβον παρ’ αὐτοῦ,

44

.

33

.

4

καίπερ οὐκ ἀρεσκόμενός τισιν αὐτῶν, φυλαχθῆναι. πρᾶξαι μὲν γὰρ ἔτι καὶ προχειρίσασθαί τι τοιοῦτον οὐκ ἂν ὑμῖν συμβουλεύσαιμι· ἐπειδὴ δὲ γέγονεν, οὐδὲν οὐδὲ ἐκείνων οἶμαι δεῖν ὑμᾶς πολυπραγ‐ μονῆσαι. τί γὰρ ἂν καὶ ζημιωθείητε τοσοῦτον, ἄν 〈τι〉 ὁ δεῖνα ἢ ὁ
5δεῖνα ἔξω τοῦ δικαίου καὶ παρὰ τὴν ἀξίαν λαβὼν ἔχῃ, ὅσον ὠφε‐ ληθείητε μήτε φόβον μήτε ταραχὴν τοῖς γε δυνηθεῖσι τότε παρα‐ σχόντες;

44

.

33

.

5

ταῦτα μὲν ἐν τῷ παρόντι πρὸς τὸ κατεπεῖγον ἤδη λέγω· ἐπει‐ δὰν δὲ καταστῇ τὰ πράγματα, τότε καὶ περὶ τῶν λοιπῶν σκεψώ‐ μεθα.”

44

.

34

.

1

Κικέρων μὲν τοιαῦτα εἰπὼν ἔπεισε τὴν γερουσίαν μηδένα μη‐ δενὶ μνησικακῆσαι ψηφίσασθαι· ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, καὶ οἱ σφαγεῖς ὑπέσχοντο τοῖς στρατιώταις μηδὲν τῶν ὑπὸ τοῦ Καίσαρος

44

.

34

.

2

πραχθέντων καταλύσειν. ἐπειδὴ γὰρ δεινῶς αὐτοὺς ἀγανακτοῦντας ᾔσθοντο μὴ καὶ τῶν δοθέντων σφίσιν ὑπ’ αὐτοῦ στερηθῶσιν, ἔσπευσαν, πρὶν καὶ ὁτιοῦν τὴν βουλὴν διαγνῶναι, προκαταλαβεῖν αὐτούς, κἀκ τούτου τούς τε παρόντας αὐτοῦ κάτω προκαλοῦντες

44

.

34

.

3

ἐς ἐπήκοον διελέγοντό σφισι τὰ προσήκοντα, καὶ ἐς τὴν ἀγορὰν γράμματα καταπέμποντες ἐπηγγέλλοντο μήτ’ ἀφαιρήσεσθαι μηδένα μηδὲν μήτ’ ἄλλως λυπήσειν, τό τε κῦρος σύμπασι τοῖς πραχθεῖσιν ὑπὸ τοῦ Καίσαρος ἐκβεβαιοῦν· καὶ ἐς τὴν ὁμόνοιαν αὐτοὺς προ‐
5ετρέποντο, ὅρκοις τοῖς μεγίστοις ἦ μὴν ἀψευδήσειν πάντα πιστού‐

44

.

34

.

4

μενοι. ὡς οὖν καὶ τὰ τῇ βουλῇ δόξαντα διηγγέλθη, οὔτε οἱ στρα‐ τιῶται τῷ Λεπίδῳ ἔτι προσεῖχον οὔτε ἐκεῖνοι δέος τι αὐτοῦ ἔσχον, ἀλλ’ ἐς τὰς καταλλαγάς, τοῦ Ἀντωνίου τὰ μάλιστα ἐνάγοντός σφας,

44

.

34

.

5

καὶ παρὰ τὴν γνώμην αὐτοῦ ὥρμησαν. ὁ μὲν γὰρ Λέπιδος πρό‐ σχημα τὴν τοῦ Καίσαρος τιμωρίαν ποιούμενος νεωτέρων πραγμά‐ των ἐπεθύμει, καὶ ἅτε καὶ στρατεύματα ἔχων τήν τε δυναστείαν αὐτοῦ διαδέξεσθαι καὶ ἐν κράτει γενήσεσθαι προσεδόκα, καὶ διὰ
5ταῦτ’ ἐπολεμοποίει· ὁ δὲ Ἀντώνιος τά τε ἐκείνου τοιαῦθ’ ὁρῶν

44

.

34

.

6

ὄντα, καὶ αὐτὸς μηδεμίαν ἰσχὺν περιβεβλημένος, οὔτε τι ἐτόλμησε τότε γε νεοχμῶσαι, καὶ τὸν Λέπιδον ἡττηθῆναι τοῦ πλείονος, ἵνα μὴ μείζων γένηται, προσανέπεισεν. συνέβησαν μὲν οὖν ἐφ’ οἷσπερ ἐψήφιστο, οὐ μέντοι καὶ πρότερον οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες κατ‐
5έβησαν πρὶν τόν τε τοῦ Λεπίδου καὶ τὸν τοῦ Ἀντωνίου παῖδα ἐν ὁμήρων λόγῳ λαβεῖν. καὶ Βροῦτος μὲν πρὸς τὸν Λέπιδον (καὶ γὰρ

44

.

34

.

7

ἐν γένει αὐτῷ ἦν), Κάσσιος δὲ πρὸς τὸν Ἀντώνιον ἐπ’ ἀσφαλείᾳ .......... συνδειπνούντων δὲ αὐτῶν ἄλλα τε, ὥσπερ εἰκὸς ἐν τῷ τοιούτῳ, πολλὰ ἐλέγετο, καὶ ἐπήρετο τὸν Κάσσιον ὁ Ἀντώνιος “ἆρά γε καὶ νῦν ξιφίδιόν τι ὑπὸ μάλης ἔχεις;” καὶ ὃς “μάλα”
5ἔφη “μέγα, ἄν γε καὶ σὺ τυραννῆσαι ἐπιθυμήσῃς.”

44

.

35

.

1

τότε μὲν δὴ ταῦθ’ οὕτως ἐπράχθη, καὶ δεινὸν οὐδὲν οὔτε ἐγί‐ γνετο οὔτε ἠλπίζετο, ἀλλ’ οἵ τε πολλοὶ ἔχαιρον τῆς [τε] δυναστείας τοῦ Καίσαρος ἀπηλλαγμένοι, (καί τινες καὶ ἄταφον τὸ σῶμα αὐτοῦ ῥῖψαι ἐνενόουν), καὶ ἐκεῖνοι εὐθυμοῦντο μήτε προσπεριεργαζόμενοί

44

.

35

.

2

τι καὶ ἐλευθερωταὶ τυραννοφόνοι τε ὀνομαζόμενοι. τῆς δὲ διαθήκης αὐτοῦ μετὰ ταῦτα ἀναγνωσθείσης, μαθὼν ὁ δῆμος ὅτι τόν τε Ὀκτά‐ ουιον υἱὸν πεποίηται, καὶ τὸν Ἀντώνιον τόν τε Δέκιμον καί τινας ἄλλους τῶν σφαγέων ἐπιτρόπους τε αὐτοῦ καὶ κληρονόμους τῆς οὐ‐

44

.

35

.

3

σίας, ἄν γε μὴ ἐς ἐκεῖνον ἔλθῃ, καταλέλοιπε, καὶ προσέτι καὶ δω‐ ρεὰς ἄλλοις τέ τινας καὶ τῇ πόλει τούς τε κήπους τοὺς παρὰ τὸν
Τίβεριν καὶ δραχμάς, ὡς μὲν αὐτὸς ὁ Ὀκτάουιος γράφει, τριάκοντα, ὡς δὲ ἕτεροι, πέντε καὶ ἑβδομήκοντα ἑκάστῳ σφῶν δοθῆναι κεκέ‐

44

.

35

.

4

λευκεν, ἐταράχθησαν. καὶ αὐτοὺς ὁ Ἀντώνιος ἐπιπαρώξυνε, τόν τε νεκρὸν ἐς τὴν ἀγορὰν ἀνοητότατα κομίσας, καὶ προθέμενος ᾑματω‐ μένον τε, ὥσπερ εἶχε, καὶ τραύματα ἐκφαίνοντα, καί τινα καὶ λό‐ γον ἐπ’ αὐτῷ, ἄλλως μὲν περικαλλῆ καὶ λαμπρόν, οὐ μέντοι καὶ
5συμφέροντα τοῖς τότε παροῦσιν, εἰπών. ἔλεξε γὰρ τοιάδε·

44

.

36

.

1

“εἰ μὲν οὗτος ἰδιωτεύων ἐτεθνήκει κἀγὼ ἐν ἰδιωτείᾳ ὢν ἐτύγ‐ χανον, οὔτ’ ἂν πολλῶν, ὦ Κυιρῖται, λόγων ἐδεήθην, οὔτ’ ἂν πᾶσι τοῖς ὑπ’ αὐτοῦ πεπραγμένοις ἐπεξῆλθον, ἀλλ’ ὀλίγα ἂν περί τε τοῦ γένους καὶ περὶ τῆς παιδείας τῶν τε τρόπων αὐτοῦ εἰπών, καί πῃ
5καὶ τῶν ἐς τὸ κοινὸν αὐτῷ πεπολιτευμένων μνησθείς, ἠρκέσθην,

44

.

36

.

2

ἵνα μὴ καὶ δι’ ὄχλου τοῖς οὐδέν οἱ προσήκουσι γένωμαι. ἐπειδὴ δὲ οὗτός τε τὴν μεγίστην ἐν ὑμῖν ἡγεμονίαν ἔχων ἀπόλωλε καὶ ἐγὼ τὴν δευτέραν ἄρχω λαβών, τόν τε λόγον ἀνάγκη μοι διπλοῦν, τὸν μὲν ὡς κληρονόμῳ γεγραμμένῳ τὸν δὲ ὡς ἄρχοντι, ποιήσασθαι, καὶ
5μηδ’ ὁτιοῦν τῶν λεχθῆναι ὀφειλόντων παραλιπεῖν, ἀλλ’ ἅπερ ἂν ὁ σύμπας δῆμος ἀπὸ μιᾶς γλώσσης, εἴγε μίαν φωνὴν ἠδυνήθη λαβεῖν,

44

.

36

.

3

ὕμνησεν, εἰπεῖν. εὖ μὲν γὰρ οἶδα τοῦθ’, ὅτι χαλεπόν ἐστι τῆς δια‐ νοίας ὑμῶν τυχεῖν. ἄλλως τε γὰρ οὐ ῥᾴδιον τῶν τηλικούτων ἐφι‐ κέσθαι· τίς γὰρ ἂν λόγος ἔργοις μεγάλοις ἐξισωθείη; καὶ ὑμεῖς τὰ βουλήματα ἄπληστα ἐξ ὧν σύνιστε ἔχοντες οὐκ εὐχερεῖς αὐτῶν

44

.

36

.

4

κριταὶ γενήσεσθε. εἰ μὲν γὰρ ἐν ἀγνῶσί τισιν οἱ λόγοι ἐγίγνοντο, ῥᾷστον ἂν ἦν αὐτοὺς τῷ γε μεγέθει τῶν ἔργων ἐκπλήξαντα πεῖσαι· νῦν δ’ ὑπὸ τοῦ συνήθους ἔλαττον ἀνάγκη ἐστὶ πᾶν τὸ λεχθησόμε‐

44

.

36

.

5

νον τοῦ πεπραγμένου νομισθῆναι. οἱ μὲν γὰρ ἀλλότριοι, κἂν ἀπι‐ στήσωσιν αὐτοῖς διὰ φθόνον, ἀλλ’ ὑπ’ αὐτοῦ γε ἐκείνου πᾶν τὸ ἀκουσθὲν αὔταρκες ἡγοῦνται· τὸ δὲ ὑμέτερον ἀκόρεστον ὑπὸ τῆς εὐνοίας ἐξ ἀνάγκης γίγνεται. τῶν γὰρ ἀρετῶν τῶν τοῦ Καίσαρος
5αὐτοὶ πλεῖστον ἀπολελαυκότες καὶ τὸν ἔπαινον αὐτῶν οὐ φθονερῶς,

44

.

36

.

6

ὡς οὐδὲν προσήκοντα, ἀλλ’ εὐμενῶς, ὡς οἰκεῖον, ἀπαιτεῖτε. σπου‐ δάσω δ’ οὖν ἐπὶ μακρότατον τὰς βουλήσεις ὑμῶν ἀποπληρῶσαι, εὖ εἰδὼς ὅτι οὐ πρὸς τὴν δύναμίν μου τῶν λόγων καὶ τὴν προαί‐ ρεσιν ἐξετάσετε, ἀλλ’ ἐκ τῆς προθυμίας καὶ τὸ κατ’ ἐκείνην ἐνδεὲς
5ἀνισώσετε.

44

.

37

.

1

λέξω δὲ περὶ τοῦ γένους αὐτοῦ πρῶτον, οὐχ ὅτι λαμπρότατόν ἐστι· καίτοι καὶ τοῦτο οὐ σμικρὸν ἐς ἀρετῆς φύσιν φέρει, τὸ μήτε ἀπὸ ταὐτομάτου τινὰ ἀλλ’ ἐκ παρασκευῆς συγγενοῦς ἀγαθὸν γενέ‐

44

.

37

.

2

σθαι. οἱ μὲν γὰρ οὐκ ἐξ εὐγενῶν φύντες δύναιντο μὲν ἂν καὶ προσ‐ ποιητῶς ἀνδραγαθίζεσθαι, δύναιντο δ’ ἂν καὶ ἐλεγχθῆναί ποτε ἐς τὸ κακογενὲς ὑπὸ τοῦ συμφύτου· ὅσοις δὲ ἄνωθεν ἐκ πολλοῦ σπέρμα ἀνδραγαθίας ὑπάρχει, πᾶσα αὐτοὺς ἀνάγκη καὶ αὐτόφυτον καὶ

44

.

37

.

3

διαρκῆ τὴν ἀρετὴν ἔχειν. οὐ μὴν ἀλλ’ ἔγωγε οὐ τοῦτο μάλιστα νῦν ἐπαινῶ τοῦ Καίσαρος, ὅτι τὰ μὲν νεώτατα ἐκ πολλῶν καὶ γεν‐ ναίων ἀνδρῶν ἔφυ, τὰ δὲ ἀρχαιότατα ἐκ βασιλέων καὶ θεῶν ἐγί‐ γνετο, ἀλλ’ ὅτι πρῶτον μὲν τῆς πόλεως ἡμῶν ὅλης συγγενής ἐστιν

44

.

37

.

4

(ἐκ γὰρ ὧν οὗτος ἐγεννήθη, πρὸς τούτων ἡμεῖς ᾠκίσθημεν), ἔπειθ’ ὅτι τῶν προπατόρων αὐτοῦ ἐς τὸ θεῖον δι’ ἀρετὴν ἀνήκειν νομι‐ σθέντων οὐχ ὅπως ἐπηλήθευσε τὴν φήμην, ἀλλὰ καὶ ἐπηύξησεν, ὥστ’ εἰ καί τις ἠμφεσβήτει πρότερον μήποτ’ ἂν ἐκ τῆς Ἀφροδί‐

44

.

37

.

5

της τὸν Αἰνείαν γενέσθαι, νῦν δὴ πιστευσάτω. θεοῖς μὲν γὰρ ἤδη τινὲς οὐκ ἄξιοι παῖδες ἐπεφημίσθησαν· τούτου δὲ οὐδ’ ἂν εἷς ἀπα‐ ξιώσειεν θεοὺς τοὺς προγόνους γεγονέναι. ἐβασίλευσε μὲν γὰρ καὶ αὐτὸς ὁ Αἰνείας καὶ τῶν ἐγγόνων αὐτοῦ τινες. τοσούτῳ δὲ οὗτος
5ἀμείνων ἐκείνων ἐγένετο ὅσῳ οἱ μὲν Λαουινίου καὶ Ἄλβης ἐμονάρ‐

44

.

37

.

6

χησαν, οὗτος δὲ τῆς Ῥώμης οὐκ ἠθέλησε βασιλεῦσαι, καὶ οἱ μὲν τὴν κρηπῖδα τῆς πόλεως ἡμῶν προκατεβάλοντο, οὗτος δὲ ἐς τοσοῦ‐ τον αὐτὴν ἐπῆρεν ὥστε τά τε ἄλλα καὶ ἀποικίας μείζους ὧν ἐκεῖνοι πόλεων ἐβασίλευσαν καταστήσασθαι.

44

.

38

.

1

τὰ μὲν οὖν τοῦ γένους οὕτως αὐτῷ ἔχει· ὅτι δὲ δὴ τήν τε τροφὴν καὶ τὴν παιδείαν ἀκόλουθον τῷ τῆς εὐγενείας ὄγκῳ ἔλαβε, πῶς ἄν τις μᾶλλον κατανοήσειεν ἢ οἷς τὰ ἔργα πίστιν ἀναγκαίαν

44

.

38

.

2

αὐτῷ παρέχεται; ᾧ γὰρ τό τε σῶμα διαρκέστατον καὶ ἡ ψυχὴ πο‐ λυαρκεστάτη πρὸς πάνθ’ ὁμοίως καὶ τὰ εἰρηναῖα καὶ τὰ πολέμια διαφανῶς ὑπῆρξε, πῶς οὐκ ἀνάγκη τοῦτον καὶ τεθράφθαι ἄριστα; καίτοι χαλεπὸν μὲν περικαλλέστατόν τινα ἀνδρῶν ὄντα καρτερικώ‐

44

.

38

.

3

τατον γενέσθαι, χαλεπὸν δὲ ἰσχυριζόμενόν τινα τῷ σώματι φρονιμώ‐
τατον ἐκβῆναι, παγχάλεπον δὲ τὸν αὐτὸν καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις διαπρέψαι. οὗτός γε μήν—λέγω δὲ ἐν εἰδόσιν, ὥστε μήτε τι ἀρχὴν ψεύσασθαι, καὶ γὰρ ἂν αὐτόφωρος ἁλισκοίμην, μήτε
5ἐπὶ τὸ μεῖζον ὀγκῶσαι, καὶ γὰρ 〈ἂν〉 ἐς τοὐναντίον οὗ βούλομαι καθ‐

44

.

38

.

4

ισταίμην. αὐτός τε γὰρ ἀλαζονεύεσθαι δικαιότατα, ἄν γέ τι τοι‐ οῦτο ποιήσω, ὑποπτευθήσομαι, καὶ τὴν τούτου ἀρετὴν ἐλάσσω τῆς ὑπαρχούσης αὐτῷ παρ’ ὑμῖν δόξης φαίνεσθαι ποιεῖν νομισθήσομαι. πᾶς γὰρ λόγος ἐν τῷ τοιῷδε λεγόμενος, κἂν τὸ βραχύτατον ψεύ‐
5δους προσλάβῃ, οὐχ ὅσον οὐκ ἔπαινον αὐτῷ φέρει, ἀλλὰ καὶ ἔλεγ‐

44

.

38

.

5

χον αὐτοῦ ἔχει· τὸ γὰρ συνειδὸς τῶν ἀκροωμένων, οὐχ ὁμολογοῦν τῷ πεπλασμένῳ, πρός τε τὴν ἀλήθειαν φέρεται, καὶ τάχα ἀρκεσθὲν αὐτῇ μανθάνει τε ἅμα ὁποῖόν τινα ἐχρῆν εἶναι, καὶ παραβάλλον ἑκάτερα καταφωρᾷ τὸ λεῖπον. ἀληθεύων οὖν λέγω τοῦθ’, ὅτι ὁ
5Καῖσαρ οὗτος τό τε σῶμα ἅμα ἱκανώτατος καὶ τὴν ψυχὴν εὐκο‐

44

.

38

.

6

λώτατος ἐγένετο. τῇ τε γὰρ τῆς φύσεως ἰσχύι θαυμαστῇ ἐκέχρητο, καὶ παιδείᾳ παντοδαπῇ ἀκριβῶς ἤσκητο, καὶ διὰ τοῦτο οὐκ ἀπει‐ κότως καὶ γνῶναι πᾶν τὸ δέον ὀξύτατα καὶ ἑρμηνεῦσαι πιθανώ‐ τατα διαθέσθαι τε καὶ διοικῆσαι φρονιμώτατα ἀεὶ ἠδυνήθη, καὶ
5οὔτε τις αὐτὸν καιροῦ ῥοπὴ αἰφνιδίως οἱ προσπεσοῦσα προκατέλα‐

44

.

38

.

7

βεν, οὔτ’ ἀπόρρητος μέλλησις χρονίσασα διέλαθε. πάντα γὰρ ἀεὶ πρὶν ἀπαρτηθῆναι καὶ προδιεγίγνωσκε, καὶ πρὸς πάντα τὰ συμβῆναί τινι δυνάμενα προπαρεσκεύαστο· τό τε κρυπτόμενον ἰσχυρῶς ἀνευ‐ ρεῖν καὶ τὸ φαινόμενον πιθανῶς ψευδαγνοεῖν, τό τε λανθάνον εἰδέναι

44

.

38

.

8

προσποιήσασθαι καὶ τὸ γιγνωσκόμενον ἀποκρύψασθαι, τούς τε και‐ ρούς σφισιν ἐφαρμόσαι καὶ τοὺς λογισμοὺς ὑπὲρ αὐτῶν ἀποδοῦναι, καὶ προσέτι καὶ ἐπιτελέσαι καὶ ἐπεξελθεῖν πάνθ’ ὡς ἕκαστα καλῶς

44

.

39

.

1

ἠπίστατο. τεκμήριον δέ, τά τε ἴδια εὐοικότατός τε ἅμα καὶ εὐδα‐ πανώτατος ἐγένετο, ἀκριβὴς μὲν ὢν ἐς τὸ τὰ ὑπάρχοντα διαρκῶς φυλάξαι, δαψιλὴς δὲ ἐς τὸ τὰ προσήκοντα ἀφειδῶς ἀναλῶσαι, καὶ τοὺς συγγενεῖς πάντας πλὴν τῶν ἀνοσιωτάτων ἰσχυρῶς ἠγάπησεν·

44

.

39

.

2

οὔτε γὰρ δυστυχήσαντά τινα αὐτῶν ὑπερεῖδεν οὔτε εὐτυχήσαντί τινι ἐφθόνησεν, ἀλλὰ καὶ τούτοις τὰ προϋπάρχοντα συνεπηύξησε καὶ ἐκείνοις τὰ ἐλλείποντα ἀνεπλήρωσε, τοῖς μὲν χρήματα τοῖς δὲ

44

.

39

.

3

χωρία τοῖς δὲ ἀρχὰς τοῖς δὲ ἱερωσύνας δούς. καὶ μέντοι καὶ πρὸς τοὺς φίλους τούς τε ἄλλους τοὺς προσομιλοῦντάς οἱ θαυμαστῶς προσεφέρετο· οὔτε γὰρ ὑπερεφρόνει τινὰ αὐτῶν οὔθ’ ὕβριζεν, ἀλλ’ εὐπροσήγορος πᾶσιν ὁμοίως ὢν τούς τε ὑπουργοῦντάς τι πολλα‐
5πλασίως ἠμείβετο καὶ τοὺς λοιποὺς εὐεργεσίαις ἀνηρτᾶτο, καὶ οὔτε λαμπρυνόμενόν τινα ἐβάσκηνέ ποτε οὔτ’ αὐξανόμενον ἐταπείνωσεν,

44

.

39

.

4

ἀλλ’ ὡς καὶ αὐτὸς διὰ πάντων σφῶν καὶ μεγαλυνόμενος καὶ ἰσχὺν καὶ κόσμον προσκτώμενος, ἔχαιρε πλείστους ἑαυτῷ παρισουμένους. τοιοῦτος μέντοι περὶ τοὺς φίλους καὶ περὶ τοὺς γνωρίμους ὢν

44

.

39

.

5

οὐδ’ ἐς τοὺς ἐχθροὺς ὠμὸς οὐδ’ ἀπαραίτητος ἐγένετο, ἀλλὰ πολ‐ λοὺς μὲν καὶ τῶν ἰδίᾳ τι προσκρουσάντων οἱ ἀθῴους ἀφῆκε, πολ‐ λοὺς δὲ καὶ τῶν προσπολεμησάντων ἀπέλυσε, καί τισιν αὐτῶν καὶ τιμὰς καὶ ἀρχὰς ἔδωκεν. οὕτω που πᾶς πρὸς ἀρετὴν ἐπεφύκει,
5καὶ κακίαν οὐ μόνον αὐτὸς οὐκ εἶχεν ἀλλ’ οὐδὲ ἐν ἄλλῳ τινὶ ἐνεῖναι ἐπίστευεν.

44

.

40

.

1

ἐπεὶ δὲ ἐς τούτους τοὺς λόγους ἀφικόμην, ἄρξομαι περὶ τῶν κοινῶν αὐτοῦ πολιτευμάτων λέγειν. καὶ γὰρ εἰ μὲν ἐν ἡσυχίᾳ ἐβε‐ βιώκει, τάχ’ ἂν ἀνέλεγκτον τὴν ἀρετὴν ἔσχεν· νῦν δὲ ἐπὶ πλεῖστον αὐξηθείς, καὶ μέγιστος οὐχ ὅτι τῶν καθ’ ἑαυτὸν ἀνθρώπων ἀλλὰ
5καὶ τῶν ἄλλων ἁπάντων τῶν τι δυνηθέντων γενόμενος, ἐκπρεπέστε‐

44

.

40

.

2

ρον αὐτὴν ἐπεδείξατο. ἐκείνους μὲν γὰρ σχεδόν τι πάντας αὕτη ἡ ἐξουσία διήλεγξε, τοῦτον δὲ ἐπὶ μᾶλλον ἐξέφηνε· τῷ γὰρ μεγέθει τῆς ἀρετῆς ἀντιπάλους πράξεις λαβὼν ἰσοστάσιος αὐταῖς ηὑρέθη, καὶ μόνος ἀνθρώπων τηλικαύτην αὑτῷ τύχην ἐξ ἀνδραγαθίας κτη‐

44

.

40

.

3

σάμενος οὔτε διέβαλεν αὐτὴν οὔθ’ ὕβρισεν. ὅσα μὲν οὖν ἄλλως στρατευόμενος ἐλαμπρύνετο, ἢ ὅσα ἐν ταῖς ἐγκυκλίοις λειτουργίαις ἐμεγαλοφρονήσατο, παραλείψω, καίπερ τοσαῦτα ὄντα ὥστ’ ἄλλῳ τινὶ καὶ πάνυ ἂν ἐς ἔπαινον ἐξαρκέσαι· πρὸς γάρ τοι τὴν ἐπι‐
5φάνειαν τῶν μετὰ ταῦτα αὐτοῦ ἔργων σμικρολογεῖσθαι δόξω, ἂν καὶ ἐκεῖνα ἀκριβῶς ἐπεξίω· ὅσα δὲ δὴ [ὁ] ἄρχων ὑμῶν ἔπραξε,

44

.

40

.

4

ταῦτ’ ἐρῶ μόνα. καὶ οὐδὲ ταῦτα μέντοι πάντα καθ’ ἕκαστον ἀκρι‐ βῶς διηγήσομαι· οὔτε γὰρ ἐξικέσθαι ποτ’ ἂν αὐτῶν δυνηθείην, καὶ πάμπολυν ἂν ὑμῖν ὄχλον ἄλλως τε καὶ εἰδόσι ταῦτα παρά‐ σχοιμι.

44

.

41

.

1

ὁ γὰρ ἀνὴρ οὗτος πρῶτον μὲν πάντων στρατηγήσας ἐν Ἰβηρίᾳ, καὶ ὕπουλον αὐτὴν εὑρών, οὐ περιεῖδέ σφας ὑπὸ τῷ τῆς εἰρήνης ὀνόματι ἀνανταγωνίστους γιγνομένους, οὐδ’ εἵλετο αὐτὸς ἐν ἡσυχίᾳ τὸν τῆς ἀρχῆς χρόνον διαγενέσθαι μᾶλλον ἢ τὰ κοινῇ συμφέροντα
5πρᾶξαι, ἀλλ’ ἐπειδήπερ ἑκόντες οὐ μετεμέλοντο, καὶ ἄκοντάς σφας

44

.

41

.

2

ἐσωφρόνισεν, ὥστε καὶ τοὺς πρότερόν ποτε εὐδοκιμήσαντας κατ’ αὐτῶν τοσοῦτον ὑπερβαλέσθαι ὅσον τὸ φυλάξαι τι τοῦ κτήσασθαι χαλεπώτερόν ἐστι, καὶ τὸ μηδ’ αὖθίς ποτε νεωτερίσαι τινὰς δυνη‐ θῆναι ἐξεργάσασθαι τοῦ τὴν ἀρχὴν ὑπηκόους αὐτούς, ἀκεραίου τῆς

44

.

41

.

3

δυνάμεώς σφισιν οὔσης, ποιήσασθαι λυσιτελέστερον. τοιγάρτοι καὶ τὰ ἐπινίκια αὐτῷ διὰ τοῦτ’ ἐψηφίσασθε καὶ τὴν ἀρχὴν τὴν ὕπατον εὐθὺς ἐδώκατε. ἐξ οὗ δὴ καὶ τὰ μάλιστα διεφάνη τοῦθ’, ὅτι οὔτε ἐπιθυμίας οὔτε εὐκλείας οἰκείας ἕνεκα τόν τε πόλεμον ἐκεῖ‐

44

.

41

.

4

νον ἐποιήσατο καὶ πρὸς τὰ λοιπὰ παρεσκευάζετο. παριδὼν γοῦν τὴν πέμψιν τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δὲ αὐτῇ ἐκείνῃ πρὸς

44

.

42

.

1

τὴν δόξαν, ὑπάτευσε. καὶ ὅσα μὲν παρὰ τὴν ἀρχὴν ἐν τῇ πόλει διῴκησεν, ἦ μυρία ἂν εἴη λέγειν· ἀλλ’ ἐπειδὴ τάχιστα ἔκ τε ἐκείνης ἐξῆλθε καὶ πρὸς τὸν Γαλατικὸν πόλεμον ἐστάλη, θεωρήσατε ὅσα

44

.

42

.

2

αὖ καὶ ἡλίκα ἐνταῦθα κατειργάσατο. τοῖς μὲν γὰρ συμμάχοις οὐχ
ὅπως βαρὺς ἐγένετο, ἀλλὰ καὶ προσεβοήθησεν, ἐπειδὴ μήτε τι αὐ‐ τοὺς ὑπώπτευσε καὶ προσέτι καὶ ἀδικουμένους εἶδε· τοὺς δὲ δὴ πολεμίους, οὐχ ὅτι τοὺς προσοικοῦντας αὐτοῖς ἀλλὰ καὶ τοὺς ἄλ‐
5λους πάντας τοὺς τὴν Γαλατίαν νέμοντας, κατεστρέψατο, καὶ τοῦτο μὲν χώραν παμπληθῆ τοῦτο δὲ καὶ πόλεις ἀναριθμήτους, ὧν οὐδὲ

44

.

42

.

3

τὰ ὀνόματα πρότερον ᾔδειμεν, προσεκτήσατο. καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μήτε χρήματα αὐτάρκη παρ’ ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δὲ ἀσφαλῶς κατεστήσατο [καὶ]
5ὥστε καὶ ἐπιβατὴν ἀπ’ αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴν Βρετ‐

44

.

42

.

4

τανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμ‐ βρονας καὶ τοὺς Κίμβρους ἐφ’ ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδ’ Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λίγρος καὶ Ῥῆνος αὐτὸς καὶ ὠκεανὸς

44

.

42

.

5

αὐτός. ὧν γὰρ οὐδὲ τὰς ἐπικλήσεις ἀκούοντες ἐπιστεύομεν αὐτὰ εἶναι, ταῦθ’ ἡμῖν προσκατείργασται, ἐμβατὰ μὲν τὰ πρὶν ἄγνωστα, πλωτὰ δὲ τὰ πρὶν ἀδιερεύνητα ἀπό τε τῆς μεγαλοπρεπείας καὶ

44

.

43

.

1

ἀπὸ τῆς μεγαλογνωμοσύνης ποιήσας. καὶ εἴγε μὴ φθονήσαντες αὐτῷ τινες, μᾶλλον δὲ ὑμῖν, ἐστασιάκεσαν, καὶ δεῦρο αὐτὸν πρὸ τοῦ προσήκοντος καιροῦ ἐπανελθεῖν ἠνάγκασαν, πάντως ἂν καὶ τὴν Βρεττανίαν ὅλην μετὰ τῶν ἄλλων νήσων τῶν περικειμένων αὐτῇ
5καὶ τὴν Κελτικὴν πᾶσαν μέχρι τοῦ ἀρκτικοῦ ὠκεανοῦ ἐκεχείρωτο, ὥσθ’ ἡμᾶς ὅρους μὴ γῆν μηδ’ ἀνθρώπους τὸ λοιπόν, ἀλλὰ ἀέρα

44

.

43

.

2

καὶ τὴν ἔξω θάλασσαν ἔχειν. διὰ γὰρ ταῦτα καὶ ὑμεῖς, ὁρῶντες τό τε μέγεθος τῆς διανοίας αὐτοῦ καὶ τὰ ἔργα καὶ τὴν τύχην, ἐπὶ πλεῖστον ἄρξαι αὐτῷ προσετάξατε· ὅπερ, ἀφ’ οὗ ἐδημοκρατήθημεν, οὐδενὶ ἄλλῳ ὑπῆρξε, λέγω δὲ τὸ ὀκτὼ ἔτεσιν ὅλοις ἐφεξῆς ἡγεμο‐
5νεῦσαι. οὕτως αὐτὸν πάντα ἐκεῖνα ὑμῖν ὄντως προσκτᾶσθαι ἐνο‐
μίσατε, καὶ οὐδεπώποτε ἐφ’ ὑμᾶς αὐξηθήσεσθαι ὑπωπτεύσατε.

44

.

43

.

3

ἀλλὰ ὑμεῖς μὲν ἐπὶ μακρότατον αὐτὸν ἐγχρονίσαι τοῖς χωρίοις ἐκείνοις ἐπεθυμήσατε· οὐ μέντοι καὶ ἐπέτρεψαν οἱ τὴν πολιτείαν μηκέτι κοινὴν ἀλλ’ ἰδίαν αὑτῶν νομίζοντες εἶναι οὔτε τούτῳ τὰ λοιπὰ προσκαταστρέψασθαι οὔθ’ ὑμῖν πάντων αὐτῶν κυριεῦσαι,
5ἀλλὰ τῇ ἀσχολίᾳ αὐτοῦ ἀποχρησάμενοι πολλὰ καὶ ἀνόσια ἐτόλμη‐

44

.

44

.

1

σαν, ὥσθ’ ὑμᾶς τῆς παρ’ αὐτοῦ βοηθείας δεηθῆναι. καὶ διὰ τοῦτο καταλιπὼν τὰ προκείμενα ταχέως ὑμῖν ἐπεκούρησε, καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τῶν ἐπαρτηθέντων αὐτῇ κινδύνων ἠλευθέρωσε, καὶ προσέτι τήν τε Ἰβηρίαν ἀλλοτριουμένην ἐκομίσατο, καὶ τὸν Πομ‐
5πήιον τήν τε πατρίδα καταλιπόντα καὶ βασιλείαν ἰδίαν ἐν Μακε‐

44

.

44

.

2

δονίᾳ κατασκευάζοντα, καὶ ἐκεῖσε πάντα τὰ ὑμέτερα ἀγαθὰ μετα‐ φέροντα, τούς τε ὑπηκόους ὑμῶν ἐφ’ ὑμᾶς συσκευαζόμενον καὶ τοῖς χρήμασιν ὑμῶν ἐφ’ ὑμᾶς χρώμενον ἰδὼν τὸ μὲν πρῶτον πεῖσαί πως ἠθέλησε, καὶ ἰδίᾳ καὶ κοινῇ προσπέμπων, παύσασθαι καὶ μεταθέ‐
5σθαι, πίστεις λαβόντα μεγίστας ἦ μὴν ἐν τοῖς ἴσοις 〈καὶ〉 ὁμοίοις

44

.

44

.

3

αὖθις αὐτὸν γενήσεσθαι· ἐπεὶ δ’ οὐδένα τρόπον ἠδυνήθη τοῦτο ποιῆσαι, ἀλλ’ ἐκεῖνος τά τε ἄλλα καὶ τὴν συγγένειαν τὴν πρὸς τὸν Καίσαρα αὐτῷ ὑπάρξασαν ὑπερβὰς ἀντιπολεμεῖν ὑμῖν εἵλετο, οὕτω δὴ καταναγκασθεὶς τοῦ ἐμφυλίου πολέμου προσάψασθαι τί

44

.

44

.

4

μὲν δεῖ λέγειν ὡς εὐτόλμως ἐπ’ αὐτόν, καίπερ χειμῶνος ὄντος, ἔπλευσε, τί δὲ ὡς εὐθαρσῶς αὐτῷ, καίτοι πάντα τὰ ἐκεῖ χωρία ἔχοντι, συνέμιξε, τί δὲ ὡς ἀνδρικῶς αὐτοῦ, καίπερ πολὺ τῷ πλήθει τῶν στρατιωτῶν ἐλαττούμενος, ἐκράτησεν; ἂν γάρ τις καθ’ ἕκαστον
5αὐτῶν ἐπεξελθεῖν ἐθελήσῃ, παῖδα ἂν ἀποδείξειε τὸν θαυμαστὸν ἐκεῖνον Πομπήιον· οὕτως ἐν πᾶσιν αὐτοῖς κατεστρατηγήθη.

44

.

45

.

1

ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ οὐδ’ αὐτὸς ὁ Καῖσαρ ἐσεμνύ‐ νατό ποτε ἐπ’ αὐτοῖς, μισῶν αὐτὰ τῆς ἀνάγκης· ἐπεὶ δὲ τὸ δαιμό‐ νιον δικαιότατα τὴν μάχην ἔκρινε, τίνα μὲν τῶν τότε πρῶτον ἁλόν‐ των ἀπέκτεινε, τίνα δὲ οὐκ ἐτίμησεν, οὐχ ὅτι τῶν βουλευτῶν ἢ τῶν
5ἱππέων ἢ καὶ ὅλως τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν συμμάχων τῶν τε

44

.

45

.

2

ὑπηκόων; οὐδὲ γὰρ οὐδὲ ἐκείνων τις οὔτ’ ἀπέθανε βιαίως οὔτε αἰτίαν ἔλαβεν, οὐκ ἰδιώτης, οὐ βασιλεύς, οὐκ ἔθνος, οὐ πόλις· ἀλλ’ οἱ μὲν καὶ συνεξητάσθησαν αὐτῷ, οἱ δὲ τὴν γοῦν ἄδειαν ἐν‐ τίμως ἔσχον, ὥστε τότε δὴ καὶ πάντας ὀδύρεσθαι τῶν ἀπολωλό‐

44

.

45

.

3

των. τοσαύτῃ γὰρ περιουσίᾳ φιλανθρωπίας ἐχρήσατο ὥστε τοὺς μὲν συναραμένους τῷ Πομπηίῳ ἐπαινέσαι καὶ πάντα σφίσι τὰ δοθέντα ὑπ’ αὐτοῦ φυλάξαι, τὸν δὲ δὴ Φαρνάκην καὶ τὸν Ὀρώδην

44

.

45

.

4

μισῆσαι ὅτι οὐκ ἐπεκούρησαν φίλοι αὐτοῦ ὄντες. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τῷ μὲν οὐκ ἐς μακρὰν ἐπολέμησε, τῷ δὲ ἐπιστρα‐ τεύσειν ἔμελλε. πάντως δ’ ἂν καὶ ... ζῶντα εἰλήφει. τεκμήριον δὲ ὅτι μήτε εὐθὺς αὐτὸν ἐπεδίωξεν ἀλλὰ κατὰ σχολὴν εἴασε φυ‐

44

.

45

.

5

γεῖν, καὶ τὸν θάνατον αὐτοῦ ἀηδῶς ἤκουσε, τούς τε φονεύσαντας αὐτὸν οὐκ ἐπῄνεσεν ἀλλὰ καὶ ἀνταπέκτεινεν οὐ πολλῷ ὕστερον, καὶ αὐτόν γε τὸν Πτολεμαῖον, ὅτι καίτοι παῖς ὢν τὸν εὐεργέτην ἀπολόμενον περιεῖδε, προσδιέφθειρε.

44

.

46

.

1

μετὰ ταῦτα τοίνυν ὅπως μὲν τὴν Αἴγυπτον κατεστήσατο, καὶ ὅσα χρήματα ἐκεῖθεν ὑμῖν ἐκόμισε, περιττὸν ἂν εἴη λέγειν· στρα‐ τεύσας δὲ ἐπὶ τὸν Φαρνάκην οὐκ ὀλίγα ἤδη τοῦ τε Πόντου καὶ τῆς Ἀρμενίας ἔχοντα, προσηγγέλθη τε ἅμα αὐτῷ προσιὼν καὶ ὤφθη

44

.

46

.

2

παρὼν καὶ συνέβαλεν αὐθημερὸν καὶ ἐνίκησεν. ἀφ’ ὧνπερ οὐχ ἥκιστα διέδειξεν ὅτι οὐδὲν χείρων ἐν τῇ Ἀλεξανδρείᾳ ἐγένετο, οὐδ’ ὑπὸ τρυφῆς ἐν αὐτῇ ἐνεχρόνισε· πῶς γὰρ ἂν ῥᾳδίως ἐκεῖνα ἔπραξε μὴ πολλῇ μὲν παρασκευῇ διανοίας πολλῇ δὲ καὶ ῥώμῃ χρώμενος;

44

.

46

.

3

ὡς δ’ οὖν καὶ ὁ Φαρνάκης ἔφυγε, παρεσκευάζετο μὲν εὐθὺς ἐπὶ τὸν Πάρθον στρατεῦσαι, στασιασάντων δὲ αὖθις ἐνταῦθά τινων ἀνεκομίσθη τε ἄκων, καὶ οὕτως αὖ καὶ ταῦτα διέθετο ὥστε μηδ’

44

.

46

.

4

ὅτι ἀρχὴν ἐταράχθη πιστευθῆναι. οὔτε γὰρ ἀπέθανεν οὔτε ἔφυγεν, ἀλλ’ οὐδ’ ἠτιμώθη τὸ παράπαν ἐξ ἐκείνων τῶν πραγμάτων οὐδείς, οὐχ ὅτι οὐ δικαιότατα ἂν πολλοὶ ἐκολάσθησαν, ἀλλ’ ὅτι τοὺς μὲν
πολεμίους ἀφειδῶς ἀπολλύναι τοὺς δὲ δὴ πολίτας σώζειν, κἂν

44

.

46

.

5

φαῦλοί τινες ὦσιν, ἡγεῖτο δεῖν, καὶ διὰ τοῦτο τῇ μὲν ἀνδρείᾳ τοὺς ἀλλοφύλους κατηγωνίζετο, τῇ δὲ φιλανθρωπίᾳ καὶ τοὺς στασιά‐ ζοντας τῶν πολιτῶν, καίτοι καὶ ἀναξίους πολλάκις τούτου γεγο‐ νότας ἀφ’ ὧν ἔπραττον, διετήρει. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ
5Ἀφρικῇ τῇ τε Ἰβηρίᾳ αὖθις ἔπραξε, πάντας ὅσοι μὴ καὶ πρότερόν

44

.

46

.

6

ποτε ἁλόντες ὑπ’ αὐτοῦ ἠλέηντο ἀφείς. τὸ μὲν γὰρ τοὺς πολλάκις ἐπιβουλεύοντάς οἱ ἀεὶ περιποιεῖσθαι μωρίαν, οὐ φιλανθρωπίαν ἐνόμιζε· τὸ δὲ ἐν τοῖς πρώτοις ἁμαρτήμασι συγγιγνώσκειν τισί, καὶ μήτ’ ἀκατάλλακτον ὀργὴν ἔχειν καὶ προσέτι καὶ τιμὰς νέμειν,
5ἂν δὲ ἐν τοῖς αὐτοῖς ἐμμένωσιν, ἀπαλλαγὴν αὐτῶν ποιεῖσθαι, καὶ

44

.

46

.

7

πάνυ ἀνδρὸς ἔργον ἡγεῖτο εἶναι. καίτοι τί τοῦτο εἶπον; πολλοὺς γάρ τοι καὶ ἐκείνων ἔσωσε, δοὺς τοῖς τε ἑταίροις ἅπασι καὶ τοῖς συννικήσασιν αὐτῷ ἕνα ἑκάστῳ τῶν ἁλόντων περιποιήσασθαι.

44

.

47

.

1

καὶ μέντοι καὶ ὅτι ταῦτα πάντα ἀπ’ ἐμφύτου χρηστότητος, καὶ οὔτε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇ πλεονεξίας τινός, ὥσπερ ἕτεροι συχνοὶ ἐφιλανθρωπεύσαντό τινα, ἔπραξε, μέγιστον μὲν καὶ ἐκεῖνο μαρτύριόν ἐστιν, ὅτι πανταχοῦ καὶ διὰ πάντων ὅμοιος ἐγέ‐
5νετο καὶ οὔτ’ ὀργή τις αὐτὸν ἠγρίανεν οὔτε εὐπραγία διέφθειρεν,

44

.

47

.

2

οὐ τὸ κράτος ἠλλοίωσεν, οὐχ ἡ ἐξουσία μετέβαλεν. καίτοι χαλεπώ‐ τατον ἐν τοῖς τοσούτοις καὶ τοιούτοις καὶ προσέτι καὶ ἐπαλλήλοις πράγμασιν ἐξετασθέντα, καὶ τὰ μὲν κατωρθωκότα τὰ δὲ ἐν χερσὶν ἔτ’ ἔχοντα τὰ δ’ ὑποπτεύοντα, χρηστόν τε ἀεὶ δι’ ἴσου γενέσθαι,
5καὶ μηδὲν τραχὺ μηδὲ δεινόν, εἰ καὶ μὴ πρὸς τιμωρίαν τῶν παρε‐ ληλυθότων, ἀλλὰ πρός γε φυλακὴν τῶν μελλόντων ἐθελῆσαι ποιῆ‐

44

.

47

.

3

σαι. ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστότητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώ‐ ζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνα, ὅτι τοῖς τε αὐτῷ πολεμήσασι τὸ μηδ’ ὑπ’ ἄλλου τινὸς κολασθῆναι παρε‐

44

.

47

.

4

σκεύασε, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικότας ἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶ μετὰ τοῦ Σερτωρίου γενομένοις
ἄδειαν δοθῆναι ἐποίησε, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυ‐ χθέντων ὑπὸ τοῦ Σύλλου περιλειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρ‐
5εσκεύασε, καὶ αὐτοὺς μετὰ τοῦτο κατήγαγε, τούς τε παῖδας ἁπάν‐ των τῶν ὑπ’ ἐκείνου θανατωθέντων καὶ τιμῶν καὶ ἀρχῶν ἠξίωσεν.

44

.

47

.

5

καί [τοι] τὸ μέγιστον, πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ παρὰ τῷ Πομπηίῳ ἢ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε, μήτ’ ἀναγνούς τι αὐτῶν μήτε τηρήσας, ἵνα μηδ’ ἄλλῳ τινὶ πονηρευ‐ θῆναί τι δι’ αὐτὰ ἐγγένηται. ὅτι δὲ ταῦθ’ οὕτως οὐκ εἶπε μόνον
5ἀλλὰ καὶ ἔπραξε, δηλοῖ τὰ ἔργα· οὐδεὶς γοῦν ἐκ τῶν γραμμάτων

44

.

47

.

6

ἐκείνων οὐχ ὅσον οὐκ ἔπαθέ τι δεινόν, ἀλλ’ οὐδ’ ἐφοβήθη. οὔ‐ κουν οὐδ’ οἶδεν οὐδεὶς τοὺς ἐξ αὐτῶν περιγενομένους πλὴν αὐ‐ τῶν ἐκείνων. τοῦτο γάρ ἐστι παραδοξότατον καὶ μηδεμίαν ὑπερ‐ βολὴν ἔχον, ὅτι τε ἀφείθησαν πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν
5πρὶν κινδυνεῦσαι, καὶ οὐδ’ αὐτὸς ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς ἠλέησε.

44

.

48

.

1

καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τἆλλα ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ καθ’ ἑαυτὰ ὄντα, παρὰ μικρὸν δ’ ἂν πρὸς ἐκεῖνα νομισθέντα, ἃ οὐ χρὴ ἀκριβῶς ἐπεξιέναι, καὶ ἐφι‐ λήσατε αὐτὸν ὡς πατέρα καὶ ἠγαπήσατε ὡς εὐεργέτην, τιμαῖς τε

44

.

48

.

2

οἵαις οὐδένα ἄλλον ἠγήλατε, καὶ προστάτην διατελῆ τῆς τε πόλεως καὶ τῆς ἀρχῆς ἁπάσης ἔχειν ἐπεθυμήσατε, μηδὲν περὶ τῶν ὀνομά‐ των διενεχθέντες, ἀλλὰ καὶ πάντα αὐτῷ ὡς καὶ ἐλάττονα αὐτοῦ προσθέντες, ἵν’ ὅσον καθ’ ἕκαστον αὐτῶν ἐκ τοῦ νομιζομένου πρὸς
5τὸ τελειότατον καὶ τῆς τιμῆς καὶ τῆς ἐξουσίας ἐνέδει, τοῦτο ἐκ τῆς

44

.

48

.

3

παρὰ τῶν ἄλλων συντελείας ἀνταναπληρωθῇ. διὰ γὰρ τοῦτο ἀρ‐ χιερεὺς μὲν πρὸς τοὺς θεούς, ὕπατος δὲ πρὸς ἡμᾶς, αὐτοκράτωρ δὲ πρὸς τοὺς στρατιώτας, δικτάτωρ δὲ πρὸς τοὺς πολεμίους ἀπε‐ δείχθη. καὶ τί ταῦτ’ ἐξαριθμοῦμαι, ὁπότε καὶ πατέρα αὐτὸν ἑνὶ
5λόγῳ τῆς πατρίδος ἐπεκαλέσατε; ἵνα μὴ τὰς ἄλλας αὐτοῦ προσ‐
ηγορίας καταλέγω.

44

.

49

.

1

ἀλλ’ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεὺς ὁ ἄσυλος ὁ ἥρως ὁ θεὸς τέθνηκεν, οἴμοι, τέθνηκεν οὐ νόσῳ βιασθείς, οὐδὲ γήρᾳ μα‐ ρανθείς, οὐδὲ ἔξω που ἐν πολέμῳ τινὶ τρωθείς, οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπασθείς, ἀλλὰ ἐνταῦθα ἐντὸς τοῦ τείχους ἐπι‐

44

.

49

.

2

βουλευθεὶς ὁ καὶ ἐς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ καὶ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ὁ καὶ ἴδιον ἄλλο κατασκευάσας, ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς
5ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδ’ ἐς τὴν θάλασσαν ἐκπεσόντα ἀποκτεῖναι ἠδυνήθη, ὑπὸ τῶν ἑταίρων

44

.

49

.

3

ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρω‐ πία, ποῦ δὲ ἡ ἀσυλία, ποῦ δὲ οἱ νόμοι; ἀλλὰ σὺ μέν, ὅπως μηδ’ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται, πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι, καὶ νῦν ἔν τε τῇ ἀγορᾷ πρόκεισαι
5ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος, καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος, ἀφ’ οὗ πολλάκις ἐδημηγόρη‐

44

.

49

.

4

σας. οἴμοι πολιῶν ᾑματωμένων, ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἵν’ ἐν ταύτῃ σφαγῇς.”

44

.

50

.

1

τοιαῦτα τοῦ Ἀντωνίου λέγοντος ὁ δῆμος τὰ μὲν πρῶτα ἠρε‐ θίζετο, ἔπειτα δὲ ὠργίζετο, καὶ τέλος οὕτως ἐφλέγμηνεν ὥστε τούς τε φονέας αὐτοῦ ζητεῖν καὶ τοῖς ἄλλοις βουλευταῖς ἐγκαλεῖν, ὅτι οἱ μὲν ἀπέκτειναν οἱ δὲ ἐπεῖδον ἀποθνήσκοντα ἄνδρα ὑπὲρ οὗ δημο‐
5σίᾳ κατ’ ἔτος εὔχεσθαι ἐψηφίσαντο, καὶ οὗ τήν τε ὑγίειαν τήν τε τύχην ὤμνυσαν, καὶ ὃν ἐξ ἴσου τοῖς δημάρχοις ἄσυλον ἐπεποιήκε‐

44

.

50

.

2

σαν. κἀκ τούτου τό τε σῶμα αὐτοῦ ἁρπάσαντες οἱ μὲν ἐς τὸ οἴ‐ κημα ἐν ᾧ ἀπέσφακτο, οἱ δὲ ἐς τὸ Καπιτώλιον κομίσαι τε ἐβού‐ λοντο καὶ ἐκεῖ καῦσαι, κωλυθέντες δὲ ὑπὸ τῶν στρατιωτῶν φόβῳ τοῦ μὴ καὶ τὸ θέατρον τούς τε ναοὺς συγκαταπρησθῆναι, αὐτοῦ

44

.

50

.

3

ἐν τῇ ἀγορᾷ, ὥσπερ εἶχον, ἐπὶ πυρὰν ἐπέθηκαν. πολλὰ δ’ ἂν καὶ ὣς τῶν πέριξ οἰκοδομημάτων ἐφθάρη, εἰ μὴ οἵ τε στρατιῶται ἐμ‐
ποδὼν ἐγένοντο καί τινας τῶν θρασυτέρων οἱ ὕπατοι κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἔωσαν. οὐ μέντοι καὶ ἐπαύσαντο διὰ

44

.

50

.

4

τοῦτο οἱ λοιποὶ ταραττόμενοι, ἀλλ’ ἐπί τε τὰς οἰκίας τῶν σφα‐ γέων ὥρμησαν, καὶ ἄλλους τε ἐν τούτῳ καὶ Ἔλουιον Κίνναν δημαρ‐ χοῦντα μάτην ἀπέκτειναν· οὐ γὰρ ὅπως ἐπεβούλευσε τῷ Καίσαρι, ἀλλὰ καὶ ἐν τοῖς μάλιστα αὐτὸν ἠγάπα. ἐπλανήθησαν δὲ ὅτι Κορ‐

44

.

51

.

1

νήλιος Κίννας ὁ στρατηγὸς συμμετέσχε τῆς ἐπιθέσεως. καὶ μετὰ τοῦτο ἀπειπόντων τῶν ὑπάτων μηδένα ἔξω τῶν στρατιωτῶν ἔνο‐ πλον εἶναι, τῶν μὲν φόνων ἀπέσχοντο, βωμὸν δέ τινα ἐν τῷ τῆς πυρᾶς χωρίῳ ἱδρυσάμενοι (τὰ γὰρ 〈ὀστᾶ〉 αὐτοῦ οἱ ἐξελεύθεροι
5προανείλοντο καὶ ἐς τὸ πατρῷον μνημεῖον κατέθεντο) θύειν τε ἐπ’ αὐτῷ καὶ κατάρχεσθαι τῷ Καίσαρι ὡς καὶ θεῷ ἐπεχείρουν.

44

.

51

.

2

οἱ οὖν ὕπατοι ἐκεῖνόν τε ἀνέτρεψαν, καί τινας ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐκόλασαν, καὶ νόμον ἐξέθηκαν μηδένα αὖθις δικτάτορα γενέσθαι, ἀράς τε ποιησάμενοι καὶ θάνατον προειπόντες ἄν 〈τέ〉 τις ἐσηγήσηται τοῦτο ἄν θ’ ὑποστῇ, καὶ προσέτι καὶ χρήματα

44

.

51

.

3

αὐτοῖς ἄντικρυς ἐπικηρύξαντες. ταῦτα μὲν ἐς τὸ ἔπειτα προεί‐ δοντο, ὥσπερ ἐν τοῖς ὀνόμασι τῆς τῶν ἔργων δεινότητος οὔσης, ἀλλ’ οὐκ ἐκ τῶν ὅπλων καὶ ἐκ τῶν ἑκάστου τρόπων καὶ γιγνο‐ μένων αὐτῶν καὶ τὰς τῆς ἐξουσίας, ἐν ᾗ ποτ’ ἂν τύχῃ δρώμενα,

44

.

51

.

4

προσρήσεις διαβαλλόντων· ἐν δὲ τῷ τότε παρόντι τούς τε κλη‐ ρούχους τοὺς ὑπὸ τοῦ Καίσαρος προκεχειρισμένους ἐς τὰς ἀποικίας εὐθύς, μὴ καὶ νεοχμώσωσί τι, ἔστειλαν, καὶ τῶν σφαγέων τοὺς μὲν ἄρξαι τινῶν εἰληχότας ἐς τὰ ἔθνη, τοὺς δὲ λοιποὺς ἄλλον ἄλλοσε
5ἐπὶ προφάσει τινὶ ἐξέπεμψαν· καὶ αὐτοὺς ὡς καὶ εὐεργέτας σφῶν πολλοὶ ἐτίμησαν.

44

.

52

.

1

οὕτω μὲν ὁ Καῖσαρ μετήλλαξε. καὶ ἐπειδὴ ἔν τε τῷ τοῦ Πομ‐ πηίου οἰκοδομήματι καὶ παρὰ τῷ ἀνδριάντι αὐτοῦ τῷ τότε ἐκεῖ ἑστῶτι ἐσφάγη, ἔδοξέ τινα τιμωρίαν αὐτῷ δεδωκέναι, ἄλλως τε ὅτι καὶ βρονταὶ ἄπλετοι καὶ ὑετὸς λάβρος ἐπεγένετο. ἐν δ’ οὖν
5τῷ θορύβῳ ἐκείνῳ καὶ τοιόνδε τι οὐκ ἀπάξιον μνήμης συνηνέχθη.

44

.

52

.

2

Γάιος γάρ τις Κάσκας δημαρχῶν, καὶ ἰδὼν ὅτι ὁ Κίννας ἐκ τῆς
πρὸς τὸν στρατηγὸν ὁμωνυμίας ἀπώλετο, ἐφοβήθη μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὅτι Πούπλιος Σερουίλιος Κάσκας ἔκ τε τῶν δημάρχων

44

.

52

.

3

καὶ ἐκ τῶν σφαγέων ἦν, καὶ γράμματα ἐξέθηκε τήν τε κοινωνίαν σφῶν ἐκ τῆς μιᾶς προσηγορίας καὶ τὴν διαφορὰν τῆς γνώμης δη‐ λῶν. καὶ ἔπαθε μὲν οὐδέτερος δεινὸν οὐδέν (καὶ γὰρ ὁ Σερουί‐ λιος ἰσχυρῶς ἐφυλάσσετο), λόγον δὲ δή τινα ὁ Γάιος, ὥστε καὶ
5μνημονεύεσθαι διὰ τοῦτο, ἔσχεν.

44

.

53

.

1

τότε μὲν δὴ ταῦτα πρός τε τῶν ἄλλων καὶ πρὸς τῶν ὑπάτων ἐγένετο· καὶ γὰρ τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, καίτοι μὴ βουληθεὶς τὰ πρῶτα ἐς τὴν ἀρχὴν ὡς οὐδέπω καθήκουσάν οἱ προσλαβεῖν,

44

.

53

.

2

ὅμως προσέθετο, δείσας μὴ στασιάσῃ. ὡς μέντοι ὅ τε θόρυβος κατέστη καὶ αὐτὸς ὁ Ἀντώνιος τό τε ἐξετάσαι τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος καὶ τὸ πάντα τὰ δόξαντα αὐτῷ ποιῆσαι ἐπετράπη, οὐκέτ’ ἐσωφρόνησεν, ἀλλ’ ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων
5αὐτοῦ ἐγένετο, πολλὰ μὲν ἀπήλειψε πολλὰ δὲ καὶ ἀντενέγραψεν, ἄλλα

44

.

53

.

3

τε καὶ νόμους. καὶ προσέτι καὶ χρήματα καὶ ἀρχὰς τὰς μὲν ἀφεί‐ λετό τινων τὰς δὲ ἔδωκεν ἄλλοις, ὡς καὶ ἐκ τῶν ἐκείνου δὴ γραμ‐ μάτων αὐτὰ ποιῶν. κἀκ τούτου συχνὰ μὲν αὐτόθεν ἥρπασε, συχνὰ δὲ καὶ παρ’ ἰδιωτῶν τῶν τε δήμων καὶ τῶν βασιλέων ἠργυρολό‐
5γησε, τοῖς μὲν χώραν τοῖς δὲ ἐλευθερίαν, ἄλλοις πολιτείαν, ἄλλοις

44

.

53

.

4

ἀτέλειαν πωλῶν, καίτοι τῆς βουλῆς τὸ μὲν πρῶτον ψηφισαμένης μηδεμίαν στήλην ὡς καὶ τοῦ Καίσαρος συγγεγραφότος τι ἀνατε‐ θῆναι (ἐς γὰρ στήλας χαλκᾶς πάντα τὰ τοιαῦτα ἐσεγράφετο), ἔπειτα δέ, ὡς ἐκεῖνος ἐνέκειτο λέγων πολλὰ καὶ ἀναγκαῖα ὑπ’ αὐτοῦ προ‐
5βεβουλεῦσθαι, κελευσάσης πάντας τοὺς πρώτους κοινῇ αὐτὰ δια‐

44

.

53

.

5

κρῖναι. ἀλλ’ οὔτε τι τούτων ἐφρόντισε, καὶ τὸ σύμπαν τοῦ 〈μὲν〉 Ὀκταουίου ἅτε καὶ μειρακίου καὶ πραγμάτων ἀπείρου, τήν τε κλη‐ ρονομίαν ὡς καὶ χαλεπὴν καὶ δυσμεταχείριστον οὖσαν ἀπωθου‐
μένου, κατεφρόνησεν, αὐτὸς δὲ ὡς καὶ κληρονόμος οὐ μόνον τῆς
5οὐσίας ἀλλὰ καὶ τῆς δυναστείας τῆς τοῦ Καίσαρος ὢν πάντα διε‐

44

.

53

.

6

χείριζε· τά τε γὰρ ἄλλα καὶ φυγάδας τινὰς κατήγαγεν. ἐπειδή τε ὁ Λέπιδος ἰσχύν τε μεγάλην εἶχε καὶ φόβον αὐτῷ πολὺν ἐπήρτα, τήν τε θυγατέρα τῷ υἱεῖ αὐτοῦ συνῴκισε καὶ ἀρχιερέα αὐτὸν ἀπο‐ δειχθῆναι παρεσκεύασεν, ἵνα μηδὲν ὧν ἔπραττε πολυπραγμονοίη.

44

.

53

.

7

ὅπως γὰρ δὴ ῥᾳδίως αὐτὸ ποιήσῃ, ἔς τε τοὺς ἱερέας αὖθις ἀπὸ τοῦ δήμου τὴν αἵρεσιν τοῦ ἀρχιερέως ἐπανήγαγε, κἀν τούτοις αὐ‐ τὸν οὐδὲν ἢ ὀλίγα τῶν νενομισμένων πράξας ἐτέλεσε, δυνηθεὶς ἂν
αὐτὸς ἱερώσασθαι.

45

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Περὶ Γαΐου Ὀκταουίου τοῦ μετὰ ταῦτα Αὐγούστου ἐπικληθέντος. β. Περὶ Σέξτου Πομπηίου τοῦ Πομπηίου υἱέος. γ. Ὡς Καῖσαρ καὶ Ἀντώνιος στασιάζειν ἤρξαντο.
5δ. Ὡς Κικέρων κατὰ Ἀντωνίου ἐδημηγόρησεν. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. Ἰουλίου Καίσαρος δικτατορίας τὸ εʹ μετὰ Μ. Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ εʹ μετὰ Μ. Ἀντωνίου.

45

.

1

.

1

Ἀντώνιος μὲν δὴ ταῦτ’ ἐποίει, ὁ δὲ δὴ Γάιος ὁ Ὀκτάουιος
Καιπίας (οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφῆς υἱὸς ὠνομάζετο) ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ
5μητρὶ καὶ παρὰ τῷ ἀδελφῷ αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ

45

.

1

.

2

συνδιέτριβε τῷ Καίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπ’ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνό‐ ματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ ὅτι ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος
5αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰ τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε.

45

.

1

.

3

πρίν τε ἢ ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φί‐
5γουλος βουλευτὴς παραχρῆμα αὐτῷ τὴν αὐταρχίαν ἐμαντεύσατο·

45

.

1

.

4

ἄριστα γὰρ 〈τῶν〉 καθ’ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθ’ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρή‐

45

.

1

.

5

τους διατριβὰς ποιούμενος ἔσχεν. οὗτος οὖν τότε τὸν Ὀκτάουιον βραδύτερον ἐς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον (ἔτυχε γὰρ βουλὴ οὖσα) ἀπαντήσαντα ἀνήρετο διὰ τί ἐβράδυνε, καὶ μαθὼν τὴν αἰτίαν ἀνεβόησεν ὅτι “δεσπότην ἡμῖν ἐγέννησας”, καὶ αὐτὸν ἐκ‐
5ταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέ‐
σχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τότε μὲν

45

.

2

.

1

δὴ ταῦτ’ ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χει‐ ρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο κατα‐ πτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ τὴν

45

.

2

.

2

διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθι‐ μῆσθαι καὶ μάστιγα παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ,

45

.

2

.

3

καὶ γνωρίσας αὐτὸν διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κά‐ τουλος οὐδ’ αὐτός πω ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖ‐ δας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσ‐ οδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ

45

.

2

.

4

τῆς Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς ὄψεως ἐβεβαιώσατο.

45

.

2

.

5

μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόν‐ τος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθ’ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγα‐

45

.

2

.

6

θόν τι προσημαίνοι ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ὅτι “τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς

45

.

2

.

7

πόδας μου σχήσω”, ἔκβασιν πρὸς τὸ λεχθὲν ἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπ’ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐ‐ τὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθ’ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατ’ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρ‐

45

.

2

.

8

χειν ἀκριβῶς ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρα‐ τείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.

45

.

3

.

1

οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμ‐ πτο), πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ
5μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθ’ ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει πω, καὶ προσέτι καὶ ὁ δῆμος

45

.

3

.

2

ὁμονοῶν ἐπὶ τῷ γεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δή‐ μου τὴν δευτέραν μαθών, οὐκέτ’ ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθ’ ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέν‐
5τας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε

45

.

4

.

1

καὶ τοῦ κλήρου αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀν‐

45

.

4

.

2

δρείας ὄνομα προσεκτήσατο. πολλὰ γὰρ ἤδη τινὲς οὐκ ὀρθῶς ἐπι‐ χειρήσαντες δόξαν, ὅτι ἐπιτυχεῖς αὐτῶν ἐγένοντο, εὐβουλίας ἔσχον· καὶ ἕτεροι ἄριστά τινα προελόμενοι μωρίαν, ὅτι μὴ κατέτυχον αὐ‐

45

.

4

.

3

τῶν, ὦφλον. καὶ ἐκεῖνος σφαλερῶς μὲν καὶ ἐπικινδύνως ἐποίησεν ὅτι τήν τε ἡλικίαν τὴν ἄρτι ἐκ παίδων ἄγων (ὀκτωκαιδεκέτης γὰρ ἦν) καὶ τὴν διαδοχὴν καὶ τοῦ κλήρου καὶ τοῦ γένους καὶ ἐπίφθο‐ νον καὶ ἐπαίτιον ὁρῶν οὖσαν, ἔπειτ’ ἐπὶ τοιαῦτα ὥρμησεν ἐφ’ οἷς
5ὅ τε Καῖσαρ ἐπεφόνευτο καὶ τιμωρία οὐδεμία αὐτοῦ ἐγίγνετο, καὶ

45

.

4

.

4

οὔτε τοὺς σφαγέας οὔτε τὸν Λέπιδον τόν τε Ἀντώνιον ἔδεισεν· οὐ μέντοι καὶ κακῶς βεβουλεῦσθαι ἔδοξεν, ὅτι καὶ κατώρθωσε. τὸ μέντοι δαιμόνιον πᾶσαν οὐκ ἀσαφῶς τὴν αὐτόθεν μέλλουσάν σφισι ταραχὴν ἔσεσθαι προεσήμηνεν· ἐς γὰρ τὴν Ῥώμην ἐσιόντος αὐτοῦ
5ἶρις πάντα τὸν ἥλιον πολλὴ καὶ ποικίλη περιέσχεν.

45

.

5

.

1

οὕτως ὁ πρότερον μὲν Ὀκτάουιος, τότε δὲ ἤδη Καῖσαρ, μετὰ δὲ τοῦτο Αὔγουστος ἐπικληθεὶς ἥψατο τῶν πραγμάτων, καὶ αὐτὰ καὶ κατέπραξε καὶ κατειργάσατο παντὸς μὲν ἀνδρὸς νεανικώτερον, παν‐

45

.

5

.

2

τὸς δὲ πρεσβύτου φρονιμώτερον. πρῶτον μὲν γάρ, ὡς καὶ ἐπὶ μόνῃ τῇ τοῦ κλήρου διαδοχῇ, καὶ ἰδιωτικῶς καὶ μετ’ ὀλίγων, ἄνευ ὄγκου τινός, ἐς τὴν πόλιν ἐσῆλθεν· ἔπειτ’ οὔτ’ ἠπείλει οὐδενὶ οὐδέν, οὔτε ἐνεδείκνυτο ὅτι ἄχθοιτό τε τοῖς γεγονόσιν καὶ τιμωρίαν

45

.

5

.

3

αὐτῶν ποιήσοιτο. τόν τε Ἀντώνιον οὐχ ὅσον οὐκ ἀπῄτει τι τῶν χρημάτων ὧν προηρπάκει, ἀλλὰ καὶ ἐθεράπευε, καίτοι καὶ προπη‐ λακιζόμενος ὑπ’ αὐτοῦ καὶ ἀδικούμενος· τά τε γὰρ ἄλλα ἐκεῖνος καὶ λόγῳ καὶ ἔργῳ αὐτὸν ἐκάκου, καὶ τὸν νόμον τὸν φρατριατικὸν
5ἐσφερόμενον, καθ’ ὃν τὴν ἐσποίησιν αὐτοῦ τὴν ἐς τὰ τοῦ Καί‐

45

.

5

.

4

σαρος γενέσθαι ἔδει, αὐτὸς μὲν ἐσπούδαζε δῆθεν ἐσενεγκεῖν, διὰ δὲ δημάρχων τινῶν ἀνεβάλλετο, ὅπως, ὡς μηδέπω παῖς αὐτοῦ ἐκ τῶν νόμων ὤν, μήτε τι τῆς οὐσίας πολυπραγμονοίη καὶ πρὸς τὰ

45

.

6

.

1

ἄλλα ἀσθενέστερος εἴη. ἐπ’ οὖν τούτοις ὁ Καῖσαρ ἤσχαλλε μέν, οὐ μέντοι καὶ ἀσφαλῶς παρρησιάσασθαί τι δυνάμενος ἠνείχετο, μέχρις οὗ τὸ πλῆθος, ὑφ’ οὗ τὸν πατέρα αὐξηθέντα ἠπίστατο,

45

.

6

.

2

προσεποιήσατο. ὀργήν τε γὰρ αὐτοὺς ἐπὶ τῷ ἐκείνου θανάτῳ ἔχον‐ τας εἰδώς, καὶ ἑαυτὸν ὡς καὶ παῖδα αὐτοῦ σπουδάσειν ἐλπίσας, τόν τε Ἀντώνιον διά τε τὴν ἱππαρχίαν καὶ διὰ τὴν τῶν σφαγέων οὐ τιμωρίαν μισοῦντας αἰσθόμενος, ἐπεχείρησε μὲν δημαρχῆσαι
5πρός τε τὴν τῆς δημαγωγίας ἀφορμὴν καὶ πρὸς τὴν ὑποδοχὴν τῆς

45

.

6

.

3

ἐξ αὐτῆς δυναστείας, καὶ διὰ τοῦτο τῆς τοῦ Κίννου χώρας κενῆς οὔσης ἀντεποιήσατο, κωλυθεὶς δὲ ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον οὐχ
ἡσύχασεν, ἀλλὰ Τιβέριον Καννούτιον δημαρχοῦντα ἀναπείσας ἔς τε τὸν ὅμιλον ὑπ’ αὐτοῦ ἐσήχθη, πρόφασιν τὴν δωρεὰν τὴν καταλειφ‐
5θεῖσαν ὑπὸ τοῦ Καίσαρος ποιησάμενος, καὶ δημηγορήσας ὅσα ἥρμοττε, ταύτην τε εὐθὺς ἐκτίσειν σφίσιν ὑπέσχετο καὶ ἄλλα αὐ‐

45

.

6

.

4

τοὺς πολλὰ προσεπήλπισε. καὶ μετὰ τοῦτο τὴν πανήγυριν τὴν ἐπὶ τῇ τοῦ Ἀφροδισίου ἐκποιήσει καταδειχθεῖσαν, ἣν ὑποδεξάμενοί τινες ζῶντος ἔτι τοῦ Καίσαρος ἐπιτελέσειν ἐν ὀλιγωρίᾳ, ὥσπερ που καὶ τὴν τῶν Παριλίων ἱπποδρομίαν, ἐποιοῦντο, αὐτὸς ἐπὶ τῇ
5τοῦ πλήθους θεραπείᾳ, ὡς καὶ προσήκουσαν διὰ τὸ γένος, τοῖς οἰ‐

45

.

6

.

5

κείοις τέλεσι διέθηκε. καὶ τότε μὲν οὔτε τὸν δίφρον τὸν τοῦ Καί‐ σαρος τὸν ἐπίχρυσον οὔτε τὸν στέφανον τὸν διάλιθον ἐς τὸ θέα‐

45

.

7

.

1

τρον ἐσήγαγεν ὥσπερ ἐψήφιστο, φοβηθεὶς τὸν Ἀντώνιον· ἐπεὶ μέν‐ τοι ἄστρον τι παρὰ πάσας τὰς ἡμέρας ἐκείνας ἐκ τῆς ἄρκτου πρὸς ἑσπέραν ἐξεφάνη, καὶ αὐτὸ κομήτην τέ τινων καλούντων καὶ προ‐ σημαίνειν οἷά που εἴωθε λεγόντων οἱ πολλοὶ τοῦτο μὲν οὐκ ἐπί‐
5στευον, τῷ δὲ δὴ Καίσαρι αὐτὸ ὡς καὶ ἀπηθανατισμένῳ καὶ ἐς τὸν τῶν ἄστρων ἀριθμὸν ἐγκατειλεγμένῳ ἀνετίθεσαν, θαρσήσας χαλκοῦν αὐτὸν ἐς τὸ Ἀφροδίσιον, ἀστέρα ὑπὲρ τῆς κεφαλῆς ἔχοντα,

45

.

7

.

2

ἔστησεν. ἐπειδή τε οὐδὲ τοῦτό τις φόβῳ τοῦ ὁμίλου ἐκώλυσεν, οὕτω δὴ καὶ ἄλλα τινὰ τῶν ἐς τὴν τοῦ Καίσαρος τιμὴν προδε‐ δογμένων ἐγένετο· τόν τε γὰρ μῆνα τὸν Ἰούλιον ὁμοίως ἐκάλεσαν, καὶ ἱερομηνίαις τισὶν ἐπινικίοις ἰδίαν ἡμέραν ἐπὶ τῷ ὀνόματι
5αὐτοῦ ἐβουθύτησαν. καὶ διὰ ταῦτα καὶ οἱ στρατιῶται ἑτοίμως, ἄλλως τε καὶ χρήμασι θεραπευθέντων τινῶν, συνίσταντο πρὸς τὸν Καίσαρα.

45

.

7

.

3

θροῦς τε οὖν ἐγίγνετο, καὶ ἐδόκει τι νέον ἔσεσθαι, καὶ μάλιστα ὅτι ὁ Ἀντώνιος αὐτὸν ἐν τῷ δικαστηρίῳ ἀπὸ μετεώρου καὶ ἀπὸ περιόπτου τινός, καθάπερ ἐπὶ τοῦ πατρὸς εἰώθει ποιεῖν, ἐντυχεῖν τι ἐθελήσαντα οὐ προσεδέξατο, ἀλλὰ καὶ κατέσπασε καὶ ἐξήλασε

45

.

8

.

1

διὰ τῶν ῥαβδούχων. δεινῶς γὰρ δὴ πάντες ἠγανάκτησαν, καὶ οὐχ ἥκιστα ὅτι ὁ Καῖσαρ οὐδὲ ἐς τὴν ἀγορὰν ἔτι, πρός τε τὸ ἐκείνου ἐπίφθονον καὶ πρὸς τὸ τοῦ πλήθους ἐπαγωγόν, ἐφοίτησε. φοβη‐ θεὶς οὖν ὁ Ἀντώνιος διελέξατό ποτε τοῖς παροῦσιν ὅτι οὔτε τινὰ
5ὀργὴν τῷ Καίσαρι ἔχοι, ἀλλὰ καὶ εὔνοιαν αὐτῷ ὀφείλοι, καὶ ὅτι

45

.

8

.

2

ἕτοιμος εἴη πᾶσαν τὴν ὑποψίαν ἀπολύσασθαι. ἀγγελθέντων δὲ τού‐ των ἐκείνῳ συνῆλθον μὲν ἐς λόγους, καὶ κατηλλάχθαι τισὶν ἔδοξαν (τάς τε γὰρ γνώμας σφῶν ἀκριβῶς εἰδότες, καὶ ἐξελέγξαι τότε αὐ‐ τὰς ἄκαιρον εἶναι νομίσαντες, ἀνθυπεῖξάν τινα ἀλλήλοις συμβιβα‐
5ζόμενοι), καὶ ἡμέρας μέν τινας ἡσύχασαν, ἔπειτα δὲ ἀνθυποπτεύ‐ σαντες ἀλλήλους, εἴτ’ ἐξ ἀληθοῦς ἐπιβουλῆς εἴτε καὶ ἐκ ψευδοῦς διαβολῆς, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι, διηνέχθησαν αὖθις.

45

.

8

.

3

ὅταν γάρ τινες ἐκ μεγάλης ἔχθρας συνενεχθῶσι, πολλὰ μὲν μη‐ δὲν δεινὸν ἔχοντα πολλὰ δὲ καὶ ἐκ συντυχίας συμβαίνοντα ὑποτο‐ ποῦσι· πᾶν γὰρ ἑνὶ λόγῳ ὡς καὶ ἐξεπίτηδες καὶ ἐπὶ κακῷ τινι γιγνόμενον πρὸς τὸ προϋπάρξαν ἔχθος λαμβάνουσι. καὶ αὐτοῖς ἐν
5τούτῳ καὶ οἱ διὰ μέσου ὄντες συνεπιτίθενται· διαγγέλλοντες γάρ

45

.

8

.

4

τινα προσποιήσει εὐνοίας ἐπιπαροξύνουσιν αὐτούς. πλεῖστόν τε γάρ ἐστι τὸ βουλόμενον πάντας τούς τι δυναμένους ἀλλήλοις δια‐ φέρεσθαι, καὶ διὰ τοῦτ’ ἐπιχαῖρόν τε ἐπὶ τῇ ἔχθρᾳ αὐτῶν καὶ συν‐ επιβουλεῦόν σφισι· καὶ ῥᾷστον ἀπατηθῆναι λόγοις ἐπιτετηδευ‐
5μένοις ἐκ φιλίας ἀνυπόπτου τὸ προδιαβεβλημένον. ἐκ μὲν οὖν τούτου καὶ ἐκεῖνοι, οὐδὲ ἐν τῷ πρὶν πιστεύοντες ἀλλήλοις, ἐπὶ πλέον ἠλλοτριώθησαν.

45

.

9

.

1

ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυ‐ τῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ [τε] γεωργεῖσθαι δυνα‐
5μένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρ‐

45

.

9

.

2

χοῦντος ἐσηγήσατο. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάιος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν
5τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν

45

.

9

.

3

ἐνόμιζον εἶναι, παῦσαι, ἑτέρους δὲ ἀντ’ αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάιος σφετερίσασθαι, τὴν δὲ
5Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσε‐ τέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων 〈τῶν〉 ἐς τὴν Ἀπολ‐ λωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις

45

.

9

.

4

καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν. ταῦτά τε οὖν ἐψηφίσθη, καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ δύναμιν ἤδη πολλὴν ἔχοντι ἥ τε ἄδεια, καίτοι ὑπὸ τοῦ Καίσαρος ὥσπερ καὶ τοῖς ἄλλοις δοθεῖσα, ἐβε‐ βαιώθη, καὶ τὰ χρήματα, ὅσα ἔν τε ἀργυρίῳ καὶ ἐν χρυσίῳ τὸ
5δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει, ἀποδοθῆναι ἐγνώ‐ σθη τῶν γὰρ χωρίων αὐτῆς τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν ἀπόδοσιν ἐποιήσατο.

45

.

10

.

1

ἐκεῖνοι μὲν δὴ ταῦτ’ ἔπραττον, διηγήσομαι δὲ καὶ τὰ κατὰ τὸν Σέξτον γενόμενα. ὡς γὰρ τότε ἀπὸ τῆς Κορδούβης ἔφυγε, τὸ μὲν πρῶτον ἐς Λακητανίαν ἐλθὼν ἐνταῦθα ἐκρύφθη· ἐπεδιώχθη μὲν γάρ, διέλαθε δὲ εὐνοϊκῶς τῶν ἐπιχωρίων οἱ διὰ τὴν τοῦ πατρὸς

45

.

10

.

2

μνήμην ἐχόντων· ἔπειτα δὲ ἐπειδὴ ὅ τε Καῖσαρ ἐς τὴν Ἰταλίαν ἀπῆρε καὶ ἐν τῇ Βαιτικῇ στράτευμα οὐ πολὺ ὑπελείφθη, συνέστη‐ σαν πρὸς αὐτὸν καὶ ἐκεῖνοι καὶ οἱ ἐκ τῆς μάχης διασωθέντες, καὶ οὕτω μετ’ αὐτῶν ἔς τε τὴν Βαιτικήν, ὡς καὶ ἐπιτηδειοτέραν ἐμ‐

45

.

10

.

3

πολεμῆσαι οὖσαν, αὖθις ἀφίκετο, κἀνταῦθα καὶ στρατιώτας καὶ πόλεις, ἄλλως τε καὶ ἐπειδὴ ὁ Καῖσαρ ἀπέθανε, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βίᾳ προσλαβών (ὁ γὰρ ἄρχων αὐτῶν Γάιος Ἀσίνιος Πωλίων οὐδὲν ἰσχυρὸν εἶχεν) ὥρμησε μὲν ἐπὶ τὴν Καρχηδόνα τὴν

45

.

10

.

4

Ἰβηρικήν, ἐπιθεμένου δὲ ἐν τούτῳ τοῦ Πωλίωνος τῇ ἀπουσίᾳ αὐ‐ τοῦ καὶ κακώσαντός τινα ἐπανῆλθε χειρὶ πολλῇ, καὶ συμβαλὼν
αὐτόν τε ἐτρέψατο, καὶ τοὺς λοιποὺς ἰσχυρῶς ἀγωνιζομένους ἔπειτ’

45

.

10

.

5

ἐκ συντυχίας τοιᾶσδε ἐξέπληξε καὶ ἐνίκησεν. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν τὴν χλαμύδα τὴν στρατηγικὴν ἀπέρριψεν ὥστε ῥᾷον τῇ φυγῇ λαθεῖν, ἕτερος δέ τις ὁμώνυμός τε αὐτῷ καὶ ἐπιφανὴς ἱππεὺς ἔπεσε, καὶ ὁ μὲν ἔκειτο ἡ δὲ ἑαλώκει, τὸ μὲν ἀκούσαντες οἱ στρατιῶται
5τὸ δὲ ἰδόντες ἠπατήθησαν ὡς καὶ τοῦ στρατηγοῦ σφων ἀπολωλό‐

45

.

10

.

6

τος καὶ ἐνέδοσαν. καὶ οὕτως ὁ Σέξτος νικήσας πάντα ὀλίγου τὰ ταύτῃ κατέσχε. δυνατοῦ δὲ ἤδη αὐτοῦ ὄντος ὁ Λέπιδος τῆς τε ὁμόρου Ἰβηρίας ἄρξων ἀφίκετο, καὶ ἔπεισεν αὐτὸν ἐς ὁμολογίαν ἐλθεῖν ἐπὶ τῷ τὰ πατρῷα κομίσασθαι. καὶ οὕτω καὶ ὁ Ἀντώνιος
5διά τε τὴν τοῦ Λεπίδου φιλίαν καὶ διὰ τὴν τοῦ Καίσαρος ἔχθραν ψηφισθῆναι ἐποίησεν. καὶ ὁ μὲν οὕτω τε καὶ ἐπὶ τούτοις ἐκ τῆς Ἰβηρίας ἀπηλλάγη·

45

.

11

.

1

Καῖσαρ δὲ καὶ Ἀντώνιος πάντα μὲν ἐπ’ ἀλλήλοις ἔπραττον, οὐ μέντοι καὶ φανερῶς πω συνερρώγεσαν, ἀλλὰ καίπερ τῷ ἔργῳ ἐκ‐ πεπολεμωμένοι, τῇ γοῦν δοκήσει ἐπεκρύπτοντο. κἀκ τούτου καὶ τἆλλα τὰ ἐν τῇ πόλει πάντα ἔν τε ἀκρισίᾳ πολλῇ ἦν καὶ συνεκέχυτο.

45

.

11

.

2

εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαν‐ τάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίγνετο. καὶ ἐν μὲν τῷ ἐμφα‐ νεῖ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα
5αὐτοῦ, τὸ δὲ καὶ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστον δὲ ὅτι τῷ τε Ἀντωνίῳ πολὺ δυναμένῳ ἤχθοντο καὶ τῷ Καίσαρι μηδέπω

45

.

11

.

3

ἰσχύοντι συνῄροντο. ἐφίλουν μὲν γὰρ οὐδέτερον, νέων δὲ δὴ ἀεὶ πραγμάτων ἐπιθυμοῦντες, καὶ τὸ μὲν κρεῖττον ἀεὶ πᾶν καθαιρεῖν τῷ δὲ πιεζομένῳ βοηθεῖν πεφυκότες, ἀπεχρῶντο αὐτοῖς πρὸς τὰ σφέτερα ἐπιθυμήματα. ταπεινώσαντες οὖν τότε διὰ τοῦ Καίσαρος

45

.

11

.

4

τὸν Ἀντώνιον, ἔπειτα κἀκεῖνον καταλῦσαι ἐπεχείρησαν. τοῖς γάρ τι ἀεὶ δυναμένοις βαρυνόμενοι τούς τε ἀσθενεστέρους προσελάμ‐
βανον καὶ διὰ τούτων αὐτοὺς καθῄρουν· ἔπειτα καὶ ἐκείνοις ἠλλο‐ τριοῦντο. κἀκ τούτου ἀντικαθιστάντες σφᾶς ἐς τὸ ἐπίφθονον τοὺς
5αὐτοὺς καὶ ἐφίλουν καὶ ἐμίσουν, καὶ ηὖξον καὶ ἐταπείνουν.

45

.

12

.

1

οὕτως οὖν αὐτῶν καὶ περὶ τὸν Καίσαρα καὶ περὶ τὸν Ἀντώ‐ νιον ἐχόντων ἀρχὴν τήνδε ὁ πόλεμος ἔλαβεν. ὁ Καῖσαρ τοῦ Ἀντω‐ νίου ἐς τὸ Βρεντέσιον πρὸς τοὺς στρατιώτας τοὺς ἐκ τῆς Μακεδο‐ νίας περαιωθέντας ἀφορμήσαντος ἐκεῖσε μὲν ἑτέρους τινὰς μετὰ

45

.

12

.

2

χρημάτων, ὅπως σφᾶς σφετερίσωσι, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος ἀνδρῶν ἐκ τῆς Καπύης μάλιστα, ἅτε καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ, ᾧ τιμωρεῖν ἔλεγε, τήν τε χώραν καὶ τὴν πόλιν εἰληφότων, ἤθροισεν, ὑπισχνεῖτό τέ σφισι πολλά, καὶ

45

.

12

.

3

ἔδωκεν εὐθὺς τότε κατὰ πεντακοσίας δραχμάς. ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ τὸ τῶν ἠουοκάτων [ἢ βηκάτων] σύστημα, οὓς ἀνακλή‐ τους ἄν τις ἑλληνίσας, ὅτι πεπαυμένοι τῆς στρατείας ἐπ’ αὐτὴν αὖθις ἀνεκλήθησαν, ὀνομάσειεν, ἐνομίσθη. καὶ αὐτοὺς παραλαβὼν
5ὁ Καῖσαρ ἠπείχθη τε ἐς τὴν Ῥώμην πρὶν τὸν Ἀντώνιον ἀνακομι‐

45

.

12

.

4

σθῆναι, καὶ ἐς τὸν ὅμιλον ὑπὸ τοῦ Καννουτίου παρασκευασθέντα αὐτῷ ἐσελθὼν πολλὰ μὲν τοῦ πατρὸς αὐτοὺς ἀνέμνησεν, ἐπεξιὼν ὅσα καλῶς ἐπεποιήκει, πολλὰ δὲ καὶ ὑπὲρ ἑαυτοῦ καὶ μέτρια διε‐

45

.

12

.

5

λέχθη, τοῦ τε Ἀντωνίου κατηγόρησε, καὶ τοὺς στρατιώτας τοὺς ἀκολουθήσαντάς οἱ ἐπῄνεσεν ὡς καὶ ἐθελοντὶ πρὸς ἐπικουρίαν τῆς πόλεως παρόντας καὶ ἑαυτόν τε ἐπ’ αὐτῇ προκεχειρισμένους καὶ

45

.

12

.

6

δι’ ἑαυτοῦ πᾶσι ταῦτα δηλοῦντας. ἐπαίνων τε ἐπὶ τούτοις ἔκ τε τῆς ἄλλης παρασκευῆς καὶ ἐκ τοῦ συνόντος αὐτῷ πλήθους τυχὼν ἀπῆρεν ἐς τὴν Τυρσηνίαν, ὅπως καὶ ἐκεῖθεν δύναμίν τινα προσ‐

45

.

13

.

1

λάβῃ. καὶ ὁ μὲν ταῦτ’ ἔπραττεν, Ἀντώνιον δὲ τὴν μὲν ἀρχὴν φιλοφρόνως οἱ στρατιῶται ἐν τῷ Βρεντεσίῳ ἐδέξαντο, προσδοκή‐
σαντες πλείω παρ’ αὐτοῦ τῶν προτεινομένων σφίσιν ὑπὸ τοῦ Καί‐ σαρος λήψεσθαι, ἐπειδὴ καὶ πολλῷ πλείω κεκτῆσθαι αὐτὸν ἐκείνου

45

.

13

.

2

ἐνόμιζον· ὡς μέντοι ἑκατόν τε ἑκάστῳ δραχμὰς δώσειν ὑπέσχετο, καὶ αὐτῶν ἐπὶ τούτῳ θορυβησάντων σφαγῆναι ἄλλους τέ τινας καὶ ἑκατοντάρχους ἔν τε τοῖς αὑτοῦ καὶ ἐν τοῖς τῆς γυναικὸς ὀφ‐

45

.

13

.

3

θαλμοῖς ἐκέλευσε, τότε μὲν ἡσύχασαν, πορευόμενοι δὲ ἐς τὴν Γαλα‐ τίαν καὶ κατὰ τὸ ἄστυ γεγενημένοι ἐνεωτέρισαν, καὶ καταφρονή‐ σαντες τῶν ὑποστρατήγων τῶν ἐπιτεταγμένων σφίσι συχνοὶ πρὸς τὸν Καίσαρα μετέστησαν· καὶ τό γε Ἄρειον τό 〈τε〉 τέταρτον στρα‐

45

.

13

.

4

τόπεδον ὠνομασμένον ὅλον αὐτῷ προσεχώρησε. παραλαβὼν οὖν αὐτούς, καὶ ἀργύριον καὶ ἐκείνοις ὁμοίως δούς, προσέθετο καὶ ἄλλους ἐκ τούτου πολλούς, καὶ τούς τε ἐλέφαντας τοὺς τοῦ Ἀν‐ τωνίου πάντας ἔλαβεν ἐξαπίνης παρακομιζομένοις σφίσιν ἐντυχών,

45

.

13

.

5

ἐπειδή τε ἐκεῖνος ἄλλα τέ τινα [καὶ] ἐν τῇ Ῥώμῃ διοικήσας, καὶ τοὺς στρατιώτας τοὺς λοιποὺς τούς τε βουλευτὰς τοὺς σὺν αὐτοῖς ὄντας ὁρκώσας, ἐς τὴν Γαλατίαν ἐξώρμησε φοβηθεὶς μὴ καὶ αὐτή τι νεοχμώσῃ, οὐδ’ ὁ Καῖσαρ ἀνεβάλετο, ἀλλ’ ἐπηκολούθησεν αὐτῷ.

45

.

14

.

1

ἦρχε μὲν δὴ τότε τῆς χώρας ἐκείνης ὁ Βροῦτος ὁ Δέκιμος, καὶ αὐτοῦ ὁ Ἀντώνιος ἐλπίδα πολλὴν εἶχεν ἅτε καὶ τὸν Καίσαρα ἀπεκτονότος· ἐπράχθη δὲ ὧδε. ὁ Δέκιμος οὔτε τι ἐς τὸν Καίσαρα ὑποπτεύων (οὐδὲ γὰρ ἐπηπείλει τι τοῖς σφαγεῦσι) καὶ τὸν Ἀντώνιον
5οὐδὲν μᾶλλον ἐκείνου πολέμιον ἢ καὶ ἑαυτοῦ τῶν τε ἄλλων τῶν τι δυναμένων ὑπ’ ἐμφύτου πλεονεξίας ὁρῶν ὄντα, οὐχ ὑπεῖξεν αὐτῷ. μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ ἐπὶ πολὺ μὲν ἠπόρησεν ὅ τι πράξῃ.

45

.

14

.

2

ἐμίσει μὲν γὰρ ἀμφοτέρους αὐτούς, οὐ μέντοι καὶ εἶχεν ὅπως ἑκα‐ τέρῳ ἅμα μάχοιτο· οὐδὲ γὰρ τῷ ἑτέρῳ σφῶν ὁποτερῳοῦν ἀντί‐ παλος ἤδη ἦν, πρὸς δὲ καὶ ἐδεδίει μὴ τοῦτο τολμήσας συστήσῃ

45

.

14

.

3

τε αὐτοὺς ἀλλήλοις καὶ καθ’ ἓν ἀμφοτέροις πολεμήσῃ. λογισάμενος οὖν ὅτι ὁ μὲν πρὸς τὸν Ἀντώνιον ἀγὼν ἤδη τε ἐνέστηκε καὶ ἐπείγει, τῆς δὲ τιμωρίας τῆς τοῦ πατρὸς οὐδέπω καιρὸς εἴη, τὸν Δέκιμον προσηταιρίσατο. καὶ γὰρ εὖ ἠπίστατο ὅτι τούτῳ μέν, ἂν τῶν ἀντι‐
5καθεστηκότων δι’ αὐτοῦ κρατήσῃ, οὐδὲν μέγα ἔργον μετὰ τοῦτό οἱ προσπολεμήσας ἕξει, ἐκεῖνον δὲ ἰσχυρὸν αὖθις πολέμιον σχήσει·

45

.

15

.

1

τοσοῦτόν που ἀλλήλων διέφερον. πέμψας οὖν πρὸς τὸν Δέκιμον φιλίαν τε αὐτῷ ἐπηγγείλατο, καὶ συμμαχίαν, ἂν μὴ τὸν Ἀντώνιον δέξηται, προσυπισχνεῖτο. καὶ διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἄστει τὴν

45

.

15

.

2

χάριν τὴν τοῦ Καίσαρος συνῄροντο. τότε μὲν οὖν (ἤδη γὰρ ὅ τε ἐνιαυτὸς ἐξῄει καὶ ὕπατος οὐδεὶς παρῆν· ὁ γὰρ Δολοβέλλας ἐς τὴν Συρίαν ὑπὸ τοῦ Ἀντωνίου προεξεπέπεμπτο) ἔπαινοι ἐν τῇ βουλῇ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς στρατιώταις τοῖς τὸν Ἀντώνιον ἐγκατα‐
5λιποῦσι, τῶν δημάρχων ἐπιψηφισάντων, ἐγένοντο. καὶ ὅπως γε

45

.

15

.

3

μετὰ ἀδείας τοῦ νέου ἔτους ἐνστάντος βουλεύσωνται περὶ τῶν παρ‐ όντων, φρουρᾷ σφίσι στρατιωτῶν ἐν τῷ συνεδρίῳ χρῆσθαι ἔδοξε. ταῦτα γὰρ ἤρεσκε μὲν καὶ τοῖς ἄλλοις τοῖς πλείοσι τῶν ἐν τῇ Ῥώμῃ τότε ὄντων (τὸν γὰρ Ἀντώνιον δεινῶς ἐμίσουν), μάλιστα

45

.

15

.

4

δὲ δὴ τῷ Κικέρωνι· διὰ γὰρ τὸ πρὸς αὐτὸν ἔχθος σφοδρότατον ὑπάρχον τόν τε Καίσαρα ἐθεράπευε, καὶ πᾶν ὅσον ἐδύνατο καὶ λόγῳ καὶ ἔργῳ τούτῳ τε ἐβοήθει καὶ ἐκεῖνον ἐκάκου. καὶ διὰ τοῦτο, καίτοι ἐκχωρήσας ἐκ τῆς πόλεως ὡς καὶ τὸν υἱὸν Ἀθήναζε
5ἐπὶ παιδείᾳ προπέμψων, ἐπανῆλθεν ἐπειδήπερ ἐκπεπολεμωμένους σφᾶς ᾔσθετο.

45

.

16

.

1

ἐκείνῳ μὲν οὖν τῷ ἔτει ταῦτ’ ἐπράχθη, καὶ ὁ Σερουίλιος ὁ Ἰσαυρικὸς ὑπεργήρως ἀπέθανε. διά τε οὖν τοῦτο ἐμνημόνευσα
αὐτοῦ, καὶ ὅτι οὕτως οἱ τότε Ῥωμαῖοι τούς τε τῷ ἀξιώματι προή‐ κοντας ᾐδοῦντο καὶ τοὺς ἀναιδείᾳ τινὶ χρωμένους καὶ ἐπὶ τοῖς

45

.

16

.

2

ἐλαχίστοις ἐμίσουν ὥστε, ἐπειδὴ ἐκεῖνός τινα ἐν ὁδῷ ποτε ἀπαντή‐ σαντά οἱ βαδίζοντι ἱππεύοντα, καὶ μήτε ἀποπηδήσαντα καὶ προσ‐ έτι ἰσχυρῶς προσεξελάσαντα, ἐγνώρισέ τε μετὰ τοῦτο ἐν δικα‐ στηρίῳ κρινόμενον καὶ εἶπε τοῖς δικασταῖς τὸ γενόμενον, οὔτε
5λόγον ἔτ’ αὐτῷ ἔδοσαν καὶ κατεψηφίσαντο πάντες.

45

.

17

.

1

Αὔλου δὲ δὴ Ἱρτίου μετὰ Γαΐου Οὐιβίου ὑπατεύσαντος (οὗτος γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ ἐς τὰ λευκώματα τὰ Σύλλεια ἐσγρα‐ φέντος, ὕπατος τότε ἀπεδείχθη) βουλή τε ἐγένετο καὶ γνῶμαι ἐπὶ τρεῖς ἐφεξῆς ἡμέρας, ἀπ’ αὐτῆς τῆς νουμηνίας ἀρξάμεναι, προετέ‐

45

.

17

.

2

θησαν· ἔκ τε γὰρ τοῦ πολέμου ἐν χερσὶν ὄντος καὶ ἐκ τεράτων, ἃ πλεῖστα καὶ ἐξαισιώτατα ἐγεγόνει, ταρασσόμενοι οὐδὲ τῆς ἀποφρά‐ δος, τὸ μὴ ἐν ἐκείναις βουλεύσασθαί τι τῶν συμφερόντων σφίσιν, ἀπέσχοντο. κεραυνοί τε γὰρ παμπληθεῖς ἔπεσον, καί τινες αὐτῶν
5καὶ ἐς τὸν νεὼν τὸν τῷ Διὶ τῷ Καπιτωλίῳ ἐν τῷ Νικαίῳ ὄντα

45

.

17

.

3

κατέσκηψαν· καὶ πνεῦμα μέγα ἐπιγενόμενον τάς τε στήλας τὰς περὶ τὸ Κρόνιον καὶ περὶ τὸν τῆς Πίστεως νεὼν προσπεπηγυίας ἀπέρ‐ ρηξε καὶ διεσκέδασε, καὶ τὸ ἄγαλμα τὸ τῆς Ἀθηνᾶς τῆς Φυλα‐ κίδος, ὃ πρὸ τῆς φυγῆς ὁ Κικέρων ἐς τὸ Καπιτώλιον ἀνετίθει,

45

.

17

.

4

κατέβαλε καὶ κατέθραυσε. καὶ τοῦτο μὲν καὶ αὐτῷ τῷ Κικέρωνι τὸν ὄλεθρον προεδήλωσε· τοὺς δὲ ἄλλους ἐκεῖνά τε ἐτάραττε καὶ σεισμὸς μέγας γενόμενος, ταῦρός τέ τις τυθείς τε δι’ αὐτὸν ἐν τῷ Ἑστιαίῳ καὶ ἀναπηδήσας μετὰ τὴν ἱερουργίαν. πρὸς δὲ δὴ τού‐
5τοις τοιούτοις οὖσι λαμπὰς ἀπ’ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς

45

.

17

.

5

διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας ὤφθη. τό τε φῶς τοῦ ἡλίου ἐλαττοῦσθαί τε καὶ σβέννυσθαι, τοτὲ δὲ ἐν τρισὶ κύκλοις φαντάζεσθαι ἐδόκει, καὶ ἕνα γε αὐτῶν στέφανος σταχύων πυρώδης περιέσχεν, ὥστ’ εἴπερ τι ἄλλο, καὶ τοῦτο ἐναργέστατα
5αὐτοῖς ἐκβῆναι· οἵ τε γὰρ ἄνδρες οἱ τρεῖς ἐδυνάστευον, λέγω δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον, καὶ ἐξ αὐτῶν ὁ

45

.

17

.

6

Καῖσαρ μετὰ τοῦτο τὴν νίκην ἔλαβεν. τότε δ’ οὖν ταῦτά τε ἐγέ‐ νετο, καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. κόρακές τε ἐς τὸ Διοσκόρειον ἐσπετόμενοι τὰ τῶν ὑπάτων τοῦ τε Ἀντωνίου καὶ τοῦ Δολοβέλλου ὀνόματα, ἐνταῦθά που ἐν

45

.

17

.

7

πινακίῳ ἐγγεγραμμένα, ἐξεκόλαψαν. καὶ κύνες πολλοὶ νυκτὸς κατά τε τὴν ἄλλην πόλιν καὶ πρὸς τῇ τοῦ ἀρχιερέως τοῦ Λεπίδου οἰκίᾳ μάλιστα συστρεφόμενοι ὠρύοντο. ὅ τε Ἠριδανὸς ἐπὶ πολὺ τῆς πέριξ γῆς πελαγίσας ἐξαίφνης ἀνεχώρησε, καὶ παμπληθεῖς ἐν τῷ
5ξηρῷ ὄφεις ἐγκατέλιπε. καὶ ἰχθῦς ἐκ τῆς θαλάσσης ἀμύθητοι

45

.

17

.

8

κατὰ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἐς τὴν ἤπειρον ἐξέπεσον. ἐπε‐ γένετο μὲν οὖν καὶ [ὁ] λοιμὸς ἐπ’ αὐτοῖς πάσῃ ὡς εἰπεῖν τῇ Ἰταλίᾳ ἰσχυρός, καὶ διὰ τοῦτο τό τε βουλευτήριον τὸ Ὁστίλιον ἀνοικοδο‐ μηθῆναι καὶ τὸ χωρίον ἐν ᾧ ἡ ναυμαχία ἐγεγόνει συγχωσθῆναι
5ἐψηφίσθη· οὐ μέντοι καὶ ἐνταῦθα στήσεσθαι τὸ δεινὸν ἐδόκει,

45

.

17

.

9

ἄλλως τε καὶ ἐπειδὴ τοῦ Οὐιβίου τὰ ἐσιτήρια τῇ νουμηνίᾳ θύοντος ῥαβδοῦχός τις αὐτοῦ ἔπεσεν ἐξαίφνης καὶ ἀπέθανεν. διὰ μὲν οὖν ταῦτα καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἐβουλεύσαντό τε, καὶ εἶπον ἄλλοι τε ἐφ’ ἑκάτερα πολλοὶ καὶ ὁ Κικέρων ὧδε·

45

.

18

.

1

“ὧν μὲν ἕνεκα τὴν ἀποδημίαν, ὡς καὶ ἐπὶ πλεῖστον ἐκδημήσων, ἐστειλάμην, καὶ διὰ σπουδῆς τὴν ἐπάνοδον, ὡς καὶ πολλὰ ὑμᾶς ὠφελήσων, ἐποιησάμην, ἠκούσατε πρῴην, ὦ πατέρες, ὅθ’ ὑμῖν περὶ

45

.

18

.

2

αὐτῶν τούτων ἀπελογησάμην. οὔτε γὰρ ἐν δυναστείᾳ καὶ τυραννίδι ζῆν ὑπομείναιμ’ ἄν, ἐν ᾗ μήτε πολιτεύσασθαι μήτε παρρησιά‐ σασθαι ἀσφαλῶς μήτε τελευτῆσαι χρησίμως ὑμῖν δύναμαι, οὔτ’ αὖ παρὸν τῶν δεόντων τι πρᾶξαι, κατοκνήσαιμ’ ἂν καὶ μετὰ κιν‐

45

.

18

.

3

δύνου τοῦτο ποιῆσαι. νομίζω γὰρ ἀνδρὸς ἀγαθοῦ ὁμοίως ἔργον
εἶναι τοῖς τε τῆς πατρίδος συμφέρουσι τηρεῖν ἑαυτόν, φυλαττό‐ μενον μὴ μάτην ἀπόληται, κἀν τούτῳ μηδὲν ἐλλείπειν τῶν προση‐ κόντων μήτε λέγοντα μήτε πράττοντα, κἂν ἄρα τι καὶ παθεῖν σώ‐
5ζοντα αὐτὴν ἀναγκαῖον ᾖ.

45

.

19

.

1

οὕτω δὴ τούτων ἐχόντων ἦν μέν που πολλὴ καὶ παρὰ τοῦ Καίσαρος καὶ ἐμοὶ καὶ ὑμῖν ἀσφάλεια πρὸς τὸ τὰ δέοντα βουλεύ‐ σασθαι· ἐπεὶ δὲ καὶ μετὰ φρουρᾶς συνελθεῖν ἐψηφίσασθε, πάνθ’ ἡμᾶς οὕτω δεῖ καὶ εἰπεῖν καὶ πρᾶξαι τήμερον ὥστε καὶ τὰ παρόντα
5καταστήσασθαι καὶ τοῦ μέλλοντος προϊδέσθαι, [ὥστε] μὴ καὶ αὖ‐

45

.

19

.

2

θις ἀναγκασθῶμεν ὁμοίως ὑπὲρ αὐτῶν διαγνῶναι. ὅτι μὲν 〈οὖν〉 χαλεπὰ καὶ δεινὰ καὶ πολλῆς ἐπιμελείας καὶ φροντίδος δεόμενα τὰ πράγματα ἡμῶν ἐστι, καὶ ὑμεῖς αὐτοὶ δῆλον, εἰ καὶ ἐκ μηδενὸς ἄλλου, ἀλλ’ οὖν ἐκ τούτου γε πεποιήκατε· οὐ γὰρ ἂν ἐψηφίσασθε
5φυλακὴν τοῦ βουλευτηρίου σχεῖν, εἴγε ἐξῆν ὑμῖν ἔν τε τῷ εἰωθότι

45

.

19

.

3

κόσμῳ καὶ ἐν ἡσυχίᾳ ἀδεῶς τι βουλεύσασθαι. δεῖ δὲ ἡμᾶς καὶ διὰ τοὺς στρατιώτας τοὺς παρόντας ἀξιόλογόν τι πρᾶξαι, ἵνα μὴ καὶ αἰσχύνην ὄφλωμεν, αἰτήσαντες μὲν αὐτοὺς ὡς καὶ φοβούμενοί τινας, ἀμελήσαντες δὲ τῶν πραγμάτων ὡς ἐν οὐδενὶ δεινῷ καθε‐
5στηκότες, καὶ λόγῳ μέν σφας ὑπὲρ τῆς πόλεως ἐπ’ Ἀντώνιον

45

.

19

.

4

προσειληφότες, ἔργῳ δ’ ἐκείνῳ καθ’ ἡμῶν αὐτῶν δεδωκότες, ὥσπερ δέον αὐτόν, πρὸς τοῖς ἄλλοις στρατεύμασιν ἃ κατὰ τῆς πατρίδος συγκροτεῖ, καὶ αὐτοὺς τούτους προσλαβεῖν, ἵνα μηδὲν μηδὲ τήμερον κατ’ αὐτοῦ ψηφίσησθε.

45

.

20

.

1

καίτοι τινὲς ἐς τοῦτ’ ἀναιδείας ἐληλύθασιν ὥστε τολμᾶν λέγειν ὡς οὐ πολεμεῖ τῇ πόλει, καὶ τοσαύτην γε εὐήθειαν ὑμῶν κατεγνώ‐ κασιν ὥστε καὶ νομίζειν τοῖς λόγοις 〈τοῖσ〉 ἑαυτῶν πείσειν ὑμᾶς

45

.

20

.

2

προσέχειν μᾶλλον ἢ τοῖς ἔργοις τοῖς ἐκείνου. καὶ τίς ἂν ἀφεὶς τὸ τὰς πράξεις αὐτοῦ σκοπεῖν, καὶ τὴν στρατείαν ἣν ἐπὶ τοὺς συμμά‐ χους ἡμῶν μήτε τῆς βουλῆς μήτε τοῦ δήμου προστάξαντος πεποίη‐ ται, καὶ τὰς χώρας ἃς κατατρέχει, καὶ τὰς πόλεις ἃς πολιορκεῖ,
5καὶ τὰς ἀπειλὰς ἃς πᾶσιν ἡμῖν ἀπειλεῖ, καὶ τὰς ἐλπίδας ἐφ’ αἷς ἅπαντα ταῦτα ποιεῖ, τοῖς τε ῥήμασι τοῖς τούτων καὶ ταῖς ψευδο‐ λογίαις αἷς ἀναβάλλουσιν ὑμᾶς, σκήψεις καὶ προφάσεις λέγοντες,

45

.

20

.

3

ἐθελήσειε πεισθεὶς ἀπολέσθαι; ἐγὼ μὲν γὰρ τοσούτου δέω ταῦτα
ποιοῦντα αὐτὸν ἔννομόν τι καὶ πολιτικὸν πρᾶγμα φάναι πράττειν, ὥστε καὶ ὅτι τὴν τῆς Μακεδονίας ἀρχὴν τὴν ἐκ τοῦ κλήρου προσ‐ ταχθεῖσαν αὐτῷ κατέλιπε, καὶ ὅτι τὴν τῆς Γαλατίας ἀρχὴν τὴν

45

.

20

.

4

μηδὲν αὐτῷ προσήκουσαν ἀνθείλετο, καὶ ὅτι στρατεύματα ἃ ὁ Καῖ‐ σαρ ἐπὶ τοὺς Πάρθους προύπεμψε, συλλαβὼν περὶ αὑτόν, μηδε‐ νὸς ἐν τῇ Ἰταλίᾳ δεινοῦ ὄντος, ἔχει, καὶ ὅτι τὴν πόλιν ἐν τῷ τῆς ὑπατείας χρόνῳ ἐκλιπὼν περιέρχεται τὴν χώραν πορθῶν καὶ λυμαι‐

45

.

21

.

1

νόμενος, πάλαι φημὶ πολέμιον αὐτὸν ἁπάντων ἡμῶν εἶναι. εἰ δὲ μὴ παραχρῆμα τότε ᾐσθάνεσθε μηδὲ ἐφ’ ἑκάστῳ αὐτῶν ἠγανακ‐ τεῖτε, ἐκεῖνον μὲν καὶ διὰ τοῦτο ἔτι μᾶλλον μισεῖν ἄξιόν ἐστιν, ὅτι τοιούτους ὄντας ὑμᾶς ἀδικῶν οὐ παύεται, καὶ δυνηθεὶς ἂν ἴσως
5συγγνώμης ἐφ’ οἷς τὸ πρῶτον ἥμαρτε τυχεῖν, ἐς τοσοῦτο τῇ συνε‐ χείᾳ τῆς πονηρίας προελήλυθεν ὥστε καὶ ὑπὲρ ἐκείνων χρῆναι

45

.

21

.

2

δίκην ὑποσχεῖν· ὑμῖν δὲ ἐς ὑπερβολὴν ἐπιμελητέον ἐστὶ τῶν πραγ‐ μάτων, ὁρῶσι καὶ λογιζομένοις τοῦθ’, ὅτι τὸν τοσαυτάκις ὑμῶν ἐν τοσούτοις πράγμασι καταπεφρονηκότα ἀδύνατόν ἐστιν ἑκούσιον ὑπό τε τῆς αὐτῆς ἐπιεικείας καὶ τῆς αὐτῆς φιλανθρωπίας ὑμῶν
5σωφρονισθῆναι, ἀλλ’ ἀνάγκη καὶ ἄκοντα νῦν, εἰ καὶ μὴ πρότερον, τοῖς ὅπλοις κολασθῆναι.

45

.

22

.

1

μὴ γὰρ ὅτι καὶ ψηφίσασθαί τινα αὑτῷ τὰ μὲν ἀνέπεισεν ὑμᾶς τὰ δὲ ἐξεβιάσατο, ἧττόν τι παρὰ τοῦτο ἀδικεῖν αὐτὸν καὶ ἐλάττο‐

45

.

22

.

2

νος διὰ τοῦτο ἄξιον τιμωρίας εἶναι νομίσητε. πᾶν γὰρ τοὐναντίον καὶ ὑπὲρ αὐτοῦ τούτου μάλιστα δίκην ὀφείλει δοῦναι, ὅτι πολλὰ καὶ δεινὰ προελόμενος δρᾶσαι δι’ ὑμῶν τέ τινα αὐτῶν ἐποιήσατο, καὶ ταῖς παρ’ ὑμῶν ἀφορμαῖς, ἃς οὔτε εἰδότας οὔτε προορωμένους
5τι τοιοῦτον ἐξαπατήσας ἠνάγκασεν αὑτῷ ψηφίσασθαι, ἐφ’ ὑμᾶς

45

.

22

.

3

αὐτοὺς ἀπεχρήσατο. ποῦ γὰρ ἂν ἑκόντες ὑμεῖς τὰς μὲν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ κλήρου δοθείσας ἑκάστοις ἡγεμονίας κατελύ‐ σατε, τούτῳ δὲ ἐπετρέψατε τά τε ἄλλα πολλὰ τοῖς φίλοις καὶ τοῖς ἑταίροις διαδοῦναι, καὶ ἐς μὲν τὴν Μακεδονίαν τὸν ἀδελφὸν τὸν
5Γάιον πέμψαι, τὴν δὲ δὴ Γαλατίαν ἑαυτῷ μετὰ τῶν στρατευμάτων,

45

.

22

.

4

οἷς οὐδὲν ὑπὲρ ὑμῶν χρήσασθαι εἶχε, προστάξαι; ἢ οὐ μέμνησθε 〈ὅπωσ〉 ταραττομένους ὑμᾶς ἐπὶ τῇ τοῦ Καίσαρος τελευτῇ λαβὼν πάνθ’ ὅσα ἠβουλήθη διεπράξατο, τὰ μὲν ἐπικοινῶν ὑμῖν ὑπούλως 〈καὶ〉 ἀκαίρως, τὰ δὲ αὐτὸς ἐφ’ ἑαυτοῦ προσκακουργῶν, πάντα δὲ
5βιαζόμενος; στρατιώταις γοῦν, καὶ τούτοις βαρβάροις, καθ’ ὑμῶν

45

.

22

.

5

ἐχρήσατο. καὶ τοῦτο θαυμάσειεν ἄν τις, εἰ κατ’ ἐκείνους τοὺς χρό‐ νους ἐψηφίσθη τι οἷον οὐκ ἐχρῆν, ὁπότε μηδὲ νῦν παρρησίαν ἄλλως εἰπεῖν τι καὶ πρᾶξαι τῶν δεόντων, εἰ μὴ μετὰ φρουρᾶς, ἐσχήκαμεν; ἣν εἰ τότε περιβεβλημένοι ἦμεν, οὔτ’ ἂν ἐκεῖνος ὧν φήσει τις αὐ‐
5τὸν τυχεῖν ἔτυχεν, οὔτ’ ἂν τὰ μετὰ ταῦτα αὐξηθεὶς ἐξ αὐτῶν

45

.

22

.

6

ἔπραξε. μὴ οὖν ὅσα κελευόμενοι καὶ καταναγκαζόμενοι καὶ θρη‐ νοῦντες δεδωκέναι αὐτῷ ἐδόξαμεν, ταῦτά τις ὡς καὶ νομίμως καὶ δικαίως γεγονότα προβαλλέσθω· οὐδὲ γὰρ ἐν τοῖς ἰδίοις, ὅσα ἄν τις ἕτερος ὑφ’ ἑτέρου βιασθεὶς πράξῃ, κύρια ταῦτα τηρεῖται.

45

.

23

.

1

καίτοι ταῦτα μέν, ὅσα γε ψηφίσασθαι δοκεῖτε, καὶ βραχέα καὶ οὐ πάνυ ἔξω τοῦ καθεστηκότος ὄντα εὑρήσετε. τί γὰρ δεινὸν εἰ ἕτερος ἀνθ’ ἑτέρου Μακεδονίας ἢ Γαλατίας ἄρξειν ἔμελλεν; ἢ τί

45

.

23

.

2

χαλεπὸν εἴ τις στρατιώτας ὑπατεύων ἔλαβεν; ἀλλ’ ἐκεῖνα χαλεπὰ καὶ σχέτλια, τὸ τὴν χώραν ἡμῶν κακουργεῖσθαι, τὸ τὰς πόλεις τὰς συμμαχίδας πολιορκεῖσθαι, τὸ τοὺς στρατιώτας τοὺς ἡμετέρους ἐφ’ ἡμᾶς ὁπλίζεσθαι, τὸ τὰ ἡμέτερα καθ’ ἡμῶν ἀναλίσκεσθαι· ἃ μήτε

45

.

23

.

3

ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι 〈τινὰ〉 ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε καὶ τὰ μὴ δοθέντα πράττειν· μηδ’ ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ δι’ αὐτὸ τοῦτο καὶ
5μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρ’ ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς

45

.

23

.

4

ἄλλοις ἅπασι καθ’ ὑμῶν ἐτόλμησε χρήσασθαι. σκοπεῖτε δέ· ἐψη‐ φίσασθε τήν τε εἰρήνην καὶ τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους, καὶ ἐμοὶ πεισθέντες. ταύτην οὗτος πρυτανεῦσαι κελευσθεὶς οὕτω διῆχε πρόφασιν τὴν τοῦ Καίσαρος ταφὴν ποιησάμενος, ὥστε πᾶσαν μὲν
5τὴν πόλιν ὀλίγου καταπρησθῆναι, παμπόλλους δὲ αὖθις φονευθῆ‐

45

.

23

.

5

ναι. ἐβεβαιώσατε πάντα τὰ δοθέντα τισὶ καὶ νομοθετηθέντα πρὸς τοῦ Καίσαρος, οὐχ ὡς καλῶς πάντ’ ἔχοντα (πολλοῦ γε καὶ δεῖ), ἀλλ’ ὅτι μηδὲν αὐτῶν μετακινηθῆναι συνέφερεν, ὅπως ἀνυπόπτως χωρὶς ὑπούλου τινὸς ἀλλήλοις συνῶμεν. τούτων ἐξεταστὴς οὗτος
5γενόμενος πολλὰ μὲν τῶν πραχθέντων ὑπ’ αὐτοῦ καταλέλυκε, πολλὰ

45

.

23

.

6

δὲ ἕτερα ἀντεγγέγραφε· καὶ γὰρ χώρας καὶ πολιτείας καὶ ἀτελείας καὶ ἄλλας τινὰς τιμὰς τούς τε ἔχοντας ἀφῄρηται, καὶ ἰδιώτας καὶ βασιλέας καὶ πόλεις, καὶ τοῖς μὴ λαβοῦσι δέδωκε, παραποιησάμενος τὰ τοῦ Καίσαρος ὑπομνήματα, καὶ τοὺς μὲν μηδὲν ἐθελήσαντας
5αὐτῷ προΐεσθαι καὶ τὰ δοθέντα αὐτοῖς ἀφελόμενος, τοῖς δ’

45

.

23

.

7

ὠνητιάσασι καὶ ἐκεῖνα καὶ τἆλλα πάντα πωλήσας. καίπερ ὑμεῖς αὐτὰ ταῦτα προορώμενοι ἐψηφίσασθε μηδεμίαν στήλην μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὡς καὶ παρ’ ἐκείνου τῷ δεδομένον τι ἔχου‐ σαν, στῆναι. καὶ μέντοι καὶ μετὰ ταῦτα ὡς πολὺ τοῦτ’ ἐγίγνετο,
5καὶ ἔλεγεν ἀναγκαῖον εἶναί τινα τῶν ἐν τοῖς γράμμασι τοῖς τοῦ

45

.

23

.

8

Καίσαρος εὑρεθέντων ἐκλεχθῆναί τε καὶ πραχθῆναι, ὑμεῖς μὲν μετὰ τῶν πρώτων ἀνδρῶν προσετάξατε αὐτῷ ταῦτα διαλέξαι, ἐκεῖνος δὲ οὐδὲν αὐτῶν φροντίσας, πάνθ’ ὅσα ἐβούλετο μόνος καὶ περὶ τοὺς νόμους καὶ περὶ τοὺς φυγάδας καὶ περὶ τὰ ἄλλα ἃ μι‐
5κρῷ πρόσθεν εἶπον ἐξειργάσατο. οὕτω που πάντα τὰ δοκοῦντα ὑμῖν ποιεῖν βούλεται.

45

.

24

.

1

ἆρ’ οὖν ἐν τούτοις μόνον τοιοῦτος γέγονε, τὰ δ’ ἄλλα ὀρθῶς διῴκηκε; ποῦ; πόθεν; οὐ τὰ χρήματα τὰ κοινὰ τὰ καταλειφθέντα ὑπὸ τοῦ Καίσαρος ἐπιζητῆσαι καὶ ἀποδεῖξαι κελευσθεὶς ἥρπακε, καὶ τὰ μὲν τοῖς δανεισταῖς ἀποδέδωκε τὰ δὲ ἐς τρυφὴν κατανά‐

45

.

24

.

2

λωκεν, ὥστε μηκέτ’ αὐτῷ μηδὲ τούτων τι περιεῖναι; οὐ τὸ ὄνομα τὸ τοῦ δικτάτορος μισησάντων ὑμῶν διὰ τὴν ἐκείνου δυναστείαν καὶ παντελῶς ἐκ τῆς πολιτείας ἐκβαλόντων, τοῦτο μὲν ὥσπερ τι αὐτὸ ἐφ’ ἑαυτοῦ ἀδικῆσαι δυνάμενον οὐκ ἐπιτέθειται, τὰ δὲ ἔργα
5αὐτοῦ καὶ τὴν πλεονεξίαν ἐν τῷ τῆς ὑπατείας προσρήματι ἐπιδέ‐

45

.

24

.

3

δεικται; οὐχ ὑμεῖς μὲν πρύτανιν αὐτὸν τῆς ὁμονοίας ἀπεδείξατε, οὗτος δὲ πόλεμον αὐτὸς ἐφ’ ἑαυτοῦ τηλικοῦτον, οὔτε προσήκοντα οὔτε ἐγνωσμένον, ἀνῄρηται πρὸς Καίσαρα καὶ Δέκιμον, οὓς ὑμεῖς

45

.

24

.

4

ἐπαινεῖτε; μυρία δ’ ἂν εἴη λέγειν, εἴ τις ἐπεξιέναι καθ’ ἕκαστον ἐθελήσειεν ὧν ὑμεῖς μὲν ἐπετρέψατε αὐτῷ ὡς ὑπάτῳ διοικῆσαι, ἐκεῖνος δὲ οὐδ’ ὁτιοῦν ἐς δέον ἔπραξε, ἀλλὰ καὶ πάντα τἀναντία καθ’ ὑμῶν τῇ παρ’ ὑμῶν ἐξουσίᾳ δοθείσῃ χρώμενος πεποίηκεν.

45

.

24

.

5

ἆρ’ οὖν ἐς ὑμᾶς αὐτοὺς ἀναδέξεσθε καὶ ταῦτα τὰ κακῶς ὑπ’ αὐτοῦ πεπραγμένα, καὶ αὐτοὶ πάντων σφῶν αἴτιοι γεγονέναι φήσετε, ὅτι
τὴν διοίκησιν αὐτῶν καὶ τὸν ἐξετασμὸν αὐτῷ προσετάξατε; ἀλλὰ

45

.

24

.

6

ἄτοπον. οὐδὲ γὰρ ἂν στρατηγὸς ἢ καὶ πρεσβευτής τις αἱρεθεὶς μηδὲν τῶν δεόντων δράσῃ, τούτου τὴν αἰτίαν ὑμεῖς οἱ πέμψαντες αὐτοὺς ἕξετε. καὶ γὰρ ἂν εἴη δεινὸν εἰ πάντες οἱ προχειριζόμενοί τι πρᾶξαι τὰ μὲν κέρδη καὶ τὰς τιμὰς αὐτοὶ λαμβάνοιεν, τὰ δὲ

45

.

25

.

1

ἐγκλήματα καὶ τὰς αἰτίας ἐφ’ ὑμᾶς ἀναφέροιεν. οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι ‘ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπε‐ τρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς

45

.

25

.

2

τὰ στρατεύματα 〈τὰ〉 ἐκ τῆς Μακεδονίας ἐδώκατε.‘ ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τού‐ του δίκην παρ’ αὐτοῦ λαβεῖν, ὅτι ταῦθ’ ὑμᾶς ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, οὐδὲ τὸ τοὺς νόμους
5παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν

45

.

25

.

3

ἐπιχειρεῖν ἐδώκατέ ποτε αὐτῷ. οὐδὲ γὰρ οὐδ’ ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, ἐλάβετε, ὥσπερ που καὶ παρ’ αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ

45

.

25

.

4

νῦν πεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ κοινὰ προσελθὼν πέπραχε.

45

.

26

.

1

τὸν γὰρ δὴ ἴδιον αὐτοῦ βίον τάς τε ἰδίας ἀσελγείας καὶ πλεο‐ νεξίας ἑκὼν παραλείψω, οὐχ ὅτι οὐχὶ πολλὰ καὶ δεινὰ καὶ ἐν ἐκεί‐ νοις εὕροι τις 〈ἂν〉 αὐτὸν πεποιηκότα, ἀλλ’ ὅτι αἰδοῦμαι νὴ τὸν Ἡρακλέα ἀκριβῶς καθ’ ἕκαστον, ἄλλως τε 〈καὶ〉 πρὸς οὐδὲν ἧττον

45

.

26

.

2

εἰδότας ὑμᾶς, λέγειν ὅπως μὲν τὴν ὥραν τὴν ἐν παισὶν ὑμῖν διέ‐ θετο, ὅπως δὲ τὴν ἀκμὴν τὴν ἐφ’ ἥβης ἀπεκήρυξε, τὰς ἑταιρήσεις αὐτοῦ τὰς λαθραίας, τὰς πορνείας τὰς ἐμφανεῖς, ὅσα ἔπαθεν ἕως ἐνεδέχετο, ὅσα ἔδρασεν ἀφ’ οὗπερ ἠδυνήθη, τοὺς κώμους, τὰς

45

.

26

.

3

μέθας, τἆλλα πάντα τὰ τούτοις ἑπόμενα. ἀδύνατον γάρ ἐστιν ἄν‐ θρωπον ἔν τε ἀσελγείᾳ καὶ ἐν ἀναισχυντίᾳ τοσαύτῃ τραφέντα μὴ
οὐ πάντα τὸν ἑαυτοῦ βίον μιᾶναι· ὅθενπερ καὶ ἐπὶ τὰ κοινὰ ἀπὸ

45

.

26

.

4

τῶν ἰδίων καὶ τὴν κιναιδίαν καὶ τὴν πλεονεξίαν προήγαγε. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὴν ἐς Αἴγυπτον αὐτοῦ πρὸς Γα‐ βίνιον ἀποδημίαν, τήν τε ἐς Γαλατίαν πρὸς Καίσαρα ἀπόδρασιν, ἵνα μή μέ τις φῇ πάντα ἀκριβολογεῖσθαι, αἰσχυνθεὶς ὑπὲρ ὑμῶν
5ὅτι τοιοῦτον αὐτὸν ὄντα εἰδότες καὶ δήμαρχον καὶ ἵππαρχον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἀπεδείξατε· ἃ δὲ ἐπ’ αὐτοῖς τούτοις ἐπαρ‐ ῴνησε καὶ ἐκακούργησε, μόνα νῦν ἐρῶ.

45

.

27

.

1

οὗτος τοίνυν δημαρχήσας πρῶτον μὲν ἁπάντων ἐκώλυσεν ὑμᾶς τὰ τότε περιστάντα πράγματα εὖ θέσθαι, βοῶν καὶ κεκραγὼς καὶ

45

.

27

.

2

μόνος ἐξ ἁπάντων ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δὲ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε δι’ αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδε‐ μίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ
5Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθ’

45

.

27

.

3

ὑμῖν συμβάντων αἰτιώτατος ἐγένετο. εἰ γὰρ μὴ τότε τοῖς βουλή‐ μασιν ὑμῶν ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε σκῆψιν οὐ‐ δεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν ἠθροίκει, ἀλλ’
5ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων 〈ἀπήλλακτο〉 ἢ καὶ ἄκων ἐσεσωφρόνιστο.

45

.

27

.

4

νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυ‐ ξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς
5οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ τὸ δαιμόνιον ἐναρ‐

45

.

27

.

5

γῶς ἐσήμηνεν. ὅτε γοῦν τοὺς θαυμαστοὺς ἐκείνους νόμους ἐσέφερε, βροντῶν πάντα καὶ ἀστραπῶν ἐπληρώθη. ὧν οὐδὲν ὁ μιαρὸς οὗτος, καίπερ οἰωνιστὴς εἶναι λέγων, φροντίσας, κακῶν καὶ πολλῶν, ὥσπερ εἶπον, οὐ τὴν πόλιν μόνον ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπλήρωσε.
5μετὰ ταῦτα τοίνυν τί μὲν δεῖ λέγειν ὡς ἐπ’ ἐνιαυτὸν ὅλον

45

.

28

.

1

ἱππάρχησεν, ὃ μήπω πρότερον ἐγεγόνει; τί δ’ ὅτι καὶ τότε με‐ θύων τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπ’ αὐτοῦ

45

.

28

.

2

τοῦ βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δ’ ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει;

45

.

28

.

3

τί δ’ ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδε‐ σθείς, ἀλλ’ ἐφ’ οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθ’ ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπ’ ἐκεῖνα καὶ ἐπ’ ἄλλα πολλὰ ἐπεπήδησεν

45

.

28

.

4

ὡς μηδεμίαν αὐτῶν τιμὴν ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη· οὕτως αὐτοῦ καὶ ὁ Καῖσαρ κατέγνω· καὶ πάνθ’ ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ
5καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ ἡ Χάρυβδις.

45

.

29

.

1

〈καὶ〉 ταῦτα μὲν ἐάσω· τὰς δὲ δὴ ὕβρεις ἃς τὸ κοινὸν ὕβρισε, καὶ τὰς σφαγὰς ἃς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν εἰργάσατο, πῶς ἄν τις σιωπήσειεν; ἢ οὐ μέμνησθε πῶς βαρὺς μὲν ὑμῖν καὶ αὐτῇ τῇ

45

.

29

.

2

ὄψει, βαρύτατος δὲ τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε

45

.

29

.

3

χρῆσθαι καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ δι’ ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσ‐
5λαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενος ... αἰτιώτατος μὲν ἐγένετο

45

.

29

.

4

〈τοῦ〉 παμπληθεῖς σφων σφαγῆναι, αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρ‐ νάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπ’ αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε καὶ
5ἠδυνήθη, παντελῶς κατειργάσατο.

45

.

30

.

1

καὶ οὐδὲ ταῦτα μέντοι αὐτὸν ἐσωφρόνισεν, ἀλλ’ ὑπατεύσας γυμνός, ὦ πατέρες, γυμνὸς καὶ μεμυρισμένος ἔς τε τὴν ἀγορὰν ἐσῆλθε, πρόφασιν τὰ Λυκαῖα ποιησάμενος, κἀνταῦθα πρὸς τὸ βῆμα
μετὰ τῶν ῥαβδούχων προσῆλθε, καὶ ἐκεῖ κάτωθεν ἐδημηγόρησεν·

45

.

30

.

2

ὅπερ, ἀφ’ οὗ γέγονεν ἡ πόλις, οὐδένα ἄλλον οὐχ ὅτι ὕπατον ἀλλ’ οὐδὲ στρατηγὸν οὐδὲ δήμαρχον οὐδ’ ἀγορανόμον οὐδεὶς οἶδε πε‐ ποιηκότα. τὰ γὰρ Λυκαῖα ἦν, καὶ ἐπὶ τοῦ ἑταιρικοῦ τοῦ Ἰουλίου ἐτέτακτο· ταῦτα γὰρ ὁ Σέξτος αὐτὸν ὁ Κλώδιος τῶν δισχιλίων

45

.

30

.

3

πλέθρων τῶν ἐν τῇ Λεοντίνων γῇ δοθέντων ἐξεπαίδευσεν. ἀλλὰ καὶ ὑπάτευες, ὦ χρηστέ (ἐρῶ γὰρ ὡς πρὸς παρόντα σε), καὶ οὔτε ἔπρεπέ σοι οὔτε ἐξῆν τοιούτῳ ὄντι 〈ἐν〉 τῇ ἀγορᾷ πρὸς τῷ βήματι, πάντων ἡμῶν παρόντων, τοιαῦτ’ εἰπεῖν, ἵν’ ἅμα τε τὸ θαυμαστόν
5σου σῶμα καὶ εὔσαρκον καὶ βδελυρὸν θεωρῶμεν, καὶ τῆς μιαρᾶς σου φωνῆς τῆς μεμυρισμένης τὰ δεινὰ ἐκεῖνα λεγούσης ἀκούωμεν·

45

.

30

.

4

τοῦτο γὰρ περὶ τοῦ στόματός σου μᾶλλον ἤ τι ἕτερον εἰπεῖν βού‐ λομαι. τὰ μὲν γὰρ Λυκαῖα καὶ ἄλλως ἂν τῆς προσηκούσης θρη‐ σκείας οὐκ ἀπέτυχε, σὺ δὲ πᾶσαν ὁμοῦ τὴν πόλιν κατῄσχυνας, ἵνα

45

.

30

.

5

μηδὲν μηδέπω περὶ τῶν τότε λεχθέντων εἴπω· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ ὑπατεία δημοσία τοῦ δήμου παντός ἐστι, καὶ δεῖ τὸ ἀξίωμα αὐτῆς πανταχοῦ σώζεσθαι καὶ μηδαμοῦ μήτε γυμνοῦσθαι μήθ’

45

.

31

.

1

ὑβρίζεσθαι. τάχα γ’ ἂν οὗτος ἢ τὸν Ὁράτιον τὸν παλαιὸν ἐκεῖνον ἢ καὶ τὴν Κλοιλίαν τὴν ἀρχαίαν ἐμιμήσατο, ὧν ἡ μὲν τὴν ἐσθῆτα πᾶσαν ἐνδεδυκυῖα τὸν ποταμὸν διενήξατο, ὁ δὲ καὶ μετὰ τῶν ὅπλων ἐς τὸ ῥεῦμα ἑαυτὸν ἐνέβαλεν. ἄξιόν γε (οὐ γάρ;) καὶ τούτου τινὰ εἰκόνα
5στῆσαι, ἵν’ ὁ μὲν καὶ ἐν τῷ Τιβέριδι ὡπλισμένος, ὁ δὲ καὶ ἐν τῇ

45

.

31

.

2

ἀγορᾷ γυμνὸς ὁρῷτο. καὶ γάρ τοι διὰ ταῦτα ἐκεῖνοι μὲν ἡμᾶς καὶ ἔσωζον καὶ ἠλευθέρουν, οὗτος δὲ πᾶσαν μὲν τὴν ἐλευθερίαν ἡμῶν, ὅσον ἐπ’ αὐτῷ ἦν, ἀφείλετο, πᾶσαν δὲ τὴν δημοκρατίαν κατέλυσεν, καὶ δεσπότην μὲν ἀντὶ ὑπάτου τύραννον δὲ ἀντὶ δικτάτορος ἡμῖν
5ἀντικατέστησε. μέμνησθε γὰρ οἷα μὲν προσελθὼν πρὸς τὸ βῆμα

45

.

31

.

3

εἶπεν, οἷα δὲ ἀναβὰς ἐπ’ αὐτὸ ἔπραξε. καίτοι ὅστις ἐτόλμησε, Ῥωμαῖός τε ὢν καὶ ὑπατεύων, βασιλέα τινὰ Ῥωμαίων ἔν τε τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ καὶ πρὸς τῷ βήματι τῷ ἐλευθερίῳ, παντὸς μὲν τοῦ δήμου πάσης δὲ τῆς βουλῆς παρούσης ἀνειπεῖν, καὶ τό τε διά‐

45

.

31

.

4

δημα εὐθὺς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιθεῖναι, καὶ προσκαταψεύ‐
σασθαι πάντων ἡμῶν ἀκουόντων ὅτι αὐτοὶ ταῦτα αὐτῷ καὶ εἰπεῖν καὶ πρᾶξαι ἐπεσκήψαμεν, τί μὲν οὐκ ἂν τῶν δεινοτάτων τολμήσειε,

45

.

32

.

1

τίνος δ’ ἂν τῶν χαλεπωτάτων ἀπόσχοιτο; ἡμεῖς, ὦ Ἀντώνιε, ἡμεῖς σοι ταῦτ’ ἐνετειλάμεθα, οἱ τοὺς Ταρκυνίους ἐξελάσαντες, οἱ τὸν Βροῦτον ἀγαπήσαντες, οἱ τὸν Καπιτώλιον κατακρημνίσαντες, οἱ

45

.

32

.

2

τὸν Σπούριον ἀποκτείναντες; ἡμεῖς βασιλέα τινὰ ἀσπάσασθαί σε προσετάξαμεν, οἱ καὶ αὐτὴν τὴν ἐπωνυμίαν αὐτοῦ, καὶ προσέτι καὶ τὴν τοῦ δικτάτορος δι’ ἐκείνην, ἐπάρατον ποιησάμενοι; ἡμεῖς τύραν‐ νόν τινα ἀποδεῖξαί σοι ἐκελεύσαμεν, οἱ τὸν Πύρρον ἐκ τῆς Ἰταλίας
5ἐκβαλόντες, οἱ τὸν Ἀντίοχον ὑπὲρ τὸν Ταῦρον ἀπελάσαντες, οἱ καὶ

45

.

32

.

3

Μακεδονίαν τυραννουμένην παύσαντες; οὐ μὰ τὰς ῥάβδους τὰς Οὐαλερίου καὶ τὸν νόμον τὸν Πορκίου, οὐ μὰ τὸ σκέλος τὸ Ὁρατίου καὶ τὴν χεῖρα τὴν Μουκίου, οὐ μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος

45

.

32

.

4

τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δου‐ λεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. καὶ ποῦ τοῦτο γεγραμμένον εὗρες; οὗπερ καὶ τὸ τοὺς Κρῆτας ἐλευθέ‐
5ρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.

45

.

33

.

1

εἶτ’ ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμένετε καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα

45

.

33

.

2

γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλ’ ἐκβαλεῖ ποτε ἐκ τῆς δια‐ νοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ

45

.

33

.

3

εἰπὼν καὶ ποιήσας ἀτιμώρητος ἐγένετο; καὶ τίς ἀνθρώπων 〈ἃ〉 ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτ’ οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δ’ ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφ’ ἑαυτὸν ἅμα ἀποδεῖξαι τολ‐

45

.

34

.

1

μήσας οὐκ ἂν αὐτὸς μοναρχῆσαι ἐθελήσειεν; ὥστε εἰ καὶ τότε αὐτοῦ
ἐφείσασθε, ἀλλὰ νῦν γε καὶ δι’ ἐκεῖνα αὐτὸν μισήσατε· μηδ’ ἐθε‐ λήσητε μαθεῖν τί κατορθώσας ὅσα βούλεται δράσει, ἀλλ’ ἐκ τῶν ἤδη προτετολμημένων αὐτῷ τὸ μηδὲν ἔτι δεινὸν παθεῖν προνοήσατε.

45

.

34

.

2

καὶ γάρ τοι τί καὶ φήσειεν ἄν τις; ὀρθῶς τότε τὸν Καίσαρα ποιῆ‐ σαι μὴ προσδεξάμενον μήτε τὸ ὄνομα τοῦ βασιλέως μήτε τὸ διά‐ δημα; οὐκοῦν οὗτος κακῶς ταῦτα αὐτῷ προύτεινεν ἃ μηδὲ ἐκεῖνον

45

.

34

.

3

ἤρεσεν. ἀλλ’ ἁμαρτεῖν ὅτι καὶ τὴν ἀρχὴν τοιοῦτό τι ἀκούσας καὶ ἰδὼν ἠνέσχετο; οὐκοῦν εἴπερ ἐκεῖνος εἰκότως ἐπὶ τούτοις τέθνηκε, πῶς οὐ καὶ οὗτος, ὁμολογῶν τρόπον τινὰ τυραννῆσαι ἐπιθυμεῖν,

45

.

34

.

4

δικαιότατός ἐστιν ἀπολέσθαι; ὅτι γὰρ ταῦθ’ οὕτως ἔχει, δῆλον μέν ἐστι καὶ ἐκ τούτων ὧν προείρηκα, φανερώτατα δὲ ἐξ αὐτῶν ὧν μετὰ ταῦτ’ ἔπραξεν ἐλέγχεται. τίνος μὲν γὰρ ἄλλου ἕνεκα, ἐξὸν αὐτῷ τὴν ἡσυχίαν ἀσφαλῶς ἄγειν, ταράττειν τὰ πράγματα καὶ

45

.

34

.

5

πολυπραγμονεῖν ἐπικεχείρηκε; τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ

45

.

34

.

6

ἄκουσαν αὐτὴν βιάζεται; διὰ τί, τοῦ Βρούτου τοῦ Δεκίμου καὶ ἑαυτὸν καὶ τοὺς στρατιώτας καὶ τὰς πόλεις ἡμῖν παραδιδόντος, οὗτος οὐχ ὅπως οὐκ ἐμιμήσατο αὐτόν, ἀλλὰ καὶ πολιορκεῖ κατα‐ κλείσας; οὐκ ἔστιν ὅπως οὐκ ἐπ’ ἄλλο τι καὶ ἐφ’ ἡμᾶς κἀκεῖνα
5καὶ τἆλλα πάντα παρασκευάζεται.

45

.

35

.

1

ταῦτ’ οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦ‐ τον ἐφ’ ἡμᾶς αὐτοὺς τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευ‐

45

.

35

.

2

θερίας, ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ πολλὰ ὑπ’ αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐ‐ θαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν

45

.

35

.

3

ἐν τοῖς πολέμοις κρατήσας πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατον‐ τάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρ’ ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐ‐

45

.

35

.

4

τὴν ἀναπλῆσαι. καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θερα‐
πεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων
5ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;

45

.

36

.

1

μὴ τοίνυν ἀναμείνητε παθόντες τι τοιοῦτο μεταγνῶναι, ἀλλὰ πρὶν παθεῖν φυλάξασθε· σχέτλιον γάρ, ἐξὸν προκαταλαβεῖν τὰ δεινά, εἶτα περιιδόντας αὐτὰ γενόμενα μετανοῆσαι. μηδὲ ἐθελή‐ σητε, προέμενοι τὰ παρόντα, Κασσίου τινὸς αὖθις ἄλλου καὶ Βρού‐
5των τινῶν ἄλλων δεηθῆναι· γελοῖον γάρ, ἐξὸν αὐτοὺς ἑαυτοῖς τὰ κατὰ καιρὸν βοηθῆσαι, ζητεῖν μετὰ ταῦτα τοὺς ἐλευθεροῦντας

45

.

36

.

2

ἡμᾶς. οὓς ἴσως οὐδὲ εὑρήσομεν, ἄλλως τε κἂν οὕτω τοῖς παροῦσι χρησώμεθα. τίς γὰρ ἂν ἰδίᾳ ὑπὲρ τῆς δημοκρατίας κινδυνεῦσαι ἐθελήσειεν, ὁρῶν ἡμᾶς δημοσίᾳ πρὸς τὴν δουλείαν ἑτοίμως ἔχον‐ τας; καὶ μὴν ὅτι γε οὐ στήσεταί ποτε ταῦτα ποιῶν, ἀλλ’ ἐν τοῖς

45

.

36

.

3

πόρρω καὶ ἐλάττοσιν ἐφ’ ἡμᾶς αὐξάνεται, παντὶ δῆλόν ἐστιν. οὐ γάρ που δι’ ἄλλο τι Δεκίμῳ πολεμεῖ καὶ Μούτιναν πολιορκεῖ ἢ ἵνα νικήσας αὐτοὺς καὶ λαβὼν ἐφ’ ἡμᾶς συσκευάσηται· οὔτε γὰρ ἠδίκηταί τι ὑπ’ αὐτῶν ὥστ’ ἀμύνασθαι δοκεῖν, οὔτ’ αὖ τῶν μὲν
5ἀγαθῶν τῶν παρ’ ἐκείνοις ἐπιθυμεῖ, καὶ διὰ τοῦτο καὶ πόνους καὶ κινδύνους ὑπομένει, τῶν δ’ ἡμετέρων, οἳ καὶ ἐκεῖνα καὶ ἄλλα

45

.

36

.

4

πολλὰ κεκτήμεθα, ἐθελοντὴς ἀφέξεται. τοῦτ’ οὖν ἀναμενοῦμεν, ἵνα καὶ ταῦτα καὶ ἄλλα ἄττα προσλαβὼν δυσπολέμητος γένηται; καὶ πιστεύσομεν ἐξαπατῶντι αὐτῷ καὶ λέγοντι 〈ὅτι〉 οὐ πολεμεῖ

45

.

37

.

1

τῇ πόλει; καὶ τίς οὕτως εὐήθης ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμά‐ χους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορ‐

45

.

37

.

2

κεῖ, κακόνουν αὐτὸν ἡμῖν εἶναί φημι, ἀλλὰ καὶ ἐξ ὧν πρότερόν ποτε, οὐχ ὅτι τελευτήσαντος τοῦ Καίσαρος ἀλλὰ καὶ ζῶντος ἔτι, καὶ κακῶς καὶ ἀσελγῶς ἔπραξεν, καὶ ἐχθρὸν καὶ ἐπίβουλον καὶ τῆς

45

.

37

.

3

πολιτείας καὶ τῆς ἐλευθερίας ἡμῶν γεγονέναι διορίζομαι· τίς γὰρ ἂν τὴν πατρίδα φιλῶν ἢ τίς τυραννίδα μισῶν ἕν γέ τι τούτων ἐποίησεν ἃ πολλὰ καὶ παντοδαπὰ οὗτος δέδρακε; πολέμιος μὲν
δὴ πάλαι καὶ πανταχόθεν ὢν ἡμῖν ἐλέγχεται, ἔχει δὲ οὕτως. ἂν
5μὲν ἤδη καὶ τὴν ταχίστην ἀμυνώμεθα αὐτόν, πάντα καὶ τὰ προ‐

45

.

37

.

4

ειμένα ἀναληψόμεθα· ἂν δ’ ἀμελήσαντες τοῦτο ποιεῖν περιμένω‐ μεν ἕως ἂν ἡμῖν αὐτὸς ἐκεῖνος ἐπιβουλεύειν ὁμολογήσῃ, πάντων ἁμαρτησόμεθα. τοῦτο μὲν γὰρ οὐδ’ ἂν πρὸς αὐτὴν τὴν πόλιν προσελαύνῃ ποιήσει, ὥσπερ οὐδ’ ὁ Μάριος οὐδ’ ὁ Κίννας οὐδ’

45

.

37

.

5

ὁ Σύλλας· ἂν δὲ ἐν τῷ κράτει τῶν πραγμάτων γένηται, οὐκ ἔστιν ὅ τι οὐ δράσει τῶν αὐτῶν ἐκείνοις, ἢ καὶ χαλεπώτερον. ἄλλα τε γὰρ λέγειν οἱ πρᾶξαί 〈τι〉 γλιχόμενοι καὶ ἄλλα ποιεῖν οἱ κατορθώ‐ σαντες εἰώθασι· πρὸς μὲν γὰρ τὸ κρατῆσαι τούτου πάντα πλάτ‐

45

.

37

.

6

τονται, τυχόντες δὲ αὐτοῦ οὐδενὸς ὧν ἐπιθυμοῦσιν ἀπέχονται. καὶ προσέτι καὶ τὰ τετολμημένα τισὶν οἱ ἐπιγιγνόμενοι νικᾶν ἀεὶ ἐθέλουσι, τὸ μὲν ὅμοιον ὡς καὶ σμικρὸν ἐκ τοῦ προπεπρᾶχθαι νομίζοντες, τὸ δὲ ἄτοπον ὡς καὶ μόνον σφῶν ἄξιον ἐκ τοῦ παρα‐
5δόξου προαιρούμενοι.

45

.

38

.

1

ταῦτ’ οὖν ὁρῶντες, ὦ πατέρες, μηκέτι μέλλωμεν, μηδ’ ὑπὸ τῆς ἐν τῷ παρόντι ῥᾳστώνης δελεαζώμεθα, ἀλλὰ τῆς πρὸς τὸ

45

.

38

.

2

μέλλον ἀσφαλείας προϊδώμεθα. πῶς γὰρ οὐκ αἰσχρὸν Καίσαρα μέν, ἄρτι τε ἐκ παίδων προεληλυθότα καὶ οὐ πολὺς ἐξ οὗ χρόνος ἐς τοὺς ἐφήβους ἐγγεγραμμένον, τοσαύτην τοῦ κοινοῦ πρόνοιαν ποιεῖσθαι ὥστε καὶ τὰ χρήματα ὑπὲρ τῆς σωτηρίας αὐτοῦ ἀνα‐
5λίσκειν καὶ στρατιώτας ἀθροίζειν, ἡμᾶς δὲ μήτ’ αὐτούς τι τῶν δεόντων πρᾶξαι μήτε ἐκείνῳ συνάρασθαι προελέσθαι, καίπερ πεῖ‐

45

.

38

.

3

ραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ εἰληφότας; τίς γὰρ οὐκ οἶδεν 〈ὅτι〉 εἰ μὴ μετὰ τῶν ἐκ τῆς Καμπανίας στρατιωτῶν ἐνταῦθα ἀφῖκτο, πάντως 〈ἂν〉 Ἀντώνιος ἐκ τοῦ Βρεντεσίου εὐθύς, ὥσπερ εἶχεν, ἐς τὴν πόλιν ἡμῶν μετὰ πάντων τῶν στρατευμάτων ὥσπερ τις χει‐

45

.

38

.

4

μάρρους ἐσεπεπτώκει; καὶ μὴν καὶ ἐκεῖνο δεινόν, τοὺς μὲν πάλαι ἐστρατευμένους ἑκουσίους ἑαυτοὺς ὑμῖν πρὸς τὰ παρόντα πράγματα ἐπιδεδωκέναι, μήτε τὴν ἡλικίαν μήτε τὰ τραύματα, ἃ πρότερόν ποτε πολεμοῦντες ὑπὲρ ὑμῶν ἔλαβον, ὑπολογισαμένους, ὑμᾶς δὲ
5μηδὲ ἐπικυρῶσαι τὸν πόλεμον ἐθελῆσαι τὸν ὑπ’ αὐτῶν ἐκείνων

45

.

38

.

5

προκεχειροτονημένον, ἀλλὰ τοσούτῳ χείρους καὶ τῶν κινδυνευόντων αὐτῶν γίγνεσθαι ὥστε ἐπαινεῖν μὲν τοὺς στρατιώτας τοὺς τήν τε
μιαρίαν τοῦ Ἀντωνίου κατιδόντας καὶ ἐκείνου μὲν καὶ ὑπατεύον‐ τος ἀποστάντας, τῷ δὲ δὴ Καίσαρι, τοῦτ’ ἔστιν ὑμῖν δι’ αὐτοῦ,
5προσθεμένους, ἃ δ’ ὀρθῶς αὐτοὺς πεποιηκέναι φατέ, ταῦτ’

45

.

38

.

6

ὀκνῆσαι ψηφίσασθαι. καὶ μέντοι καὶ τῷ Βρούτῳ χάριν ἴσμεν ὅτι μήτε τὸ κατ’ ἀρχὰς ἐσεδέξατο τὸν Ἀντώνιον ἐς τὴν Γαλατίαν καὶ νῦν ἐπιστρατεύσαντα ἀπωθεῖται. τί ποτ’ οὖν οὐχὶ καὶ αὐτοὶ τὰ αὐτὰ ποιοῦμεν; τί δὲ οὐ τοὺς ἄλλους οὓς ὀρθῶς φρονοῦντας ἐπαι‐

45

.

39

.

1

νοῦμεν, [οὐ] μιμούμεθα; καίτοι δυοῖν ἡμᾶς ἀνάγκη θάτερον, ἢ τούτους πάντας, τὸν Καίσαρα λέγω, τὸν Βροῦτον, τοὺς πάλαι στρατιώτας, τὰ στρατόπεδα, κακῶς τε βεβουλεῦσθαι φάναι καὶ τιμωρίαν δεῖν ὑποσχεῖν ὅτι μήθ’ ἡμῶν μήτε τοῦ δήμου ψηφισα‐
5μένων ἐτόλμησαν, οἱ μὲν τὸν ὕπατόν σφων καταλιπόντες οἱ δὲ

45

.

39

.

2

ἐπ’ αὐτὸν ἀθροισθέντες, προσπολεμῆσαι αὐτῷ· ἢ τὸν Ἀντώνιον πάλαι τε [καὶ] ὑφ’ ἡμῶν τοῖς ἔργοις αὐτοῖς πολέμιον ὁμολογεῖν εἶναι κεκρίσθαι, καὶ χρῆναι καὶ κοινῇ γνώμῃ πρὸς πάντων ἡμῶν κολασθῆναι. καὶ μὴν ὅτι τοῦτο οὐ μόνον δικαιότερον ἀλλὰ καὶ

45

.

39

.

3

λυσιτελέστερον ἡμῖν ἐστιν, οὐδεὶς ἀγνοεῖ. ὁ μέν γε οὔτ’ αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν;) οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ

45

.

39

.

4

κοινωνοὺς ἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳ

45

.

40

.

1

προσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύ‐ λια κακὰ παρασκεύασας ἔπειτ’ ἐπ’ ἐλάχιστον τῶν κινδύνων μετ‐ έσχεν, ἐπὶ πολὺ μὲν 〈ἐν〉 τῷ Βρεντεσίῳ καταμείνας ὑπὸ δειλίας, ὥστ’ ὀλίγου τὸν Καίσαρα μονωθέντα δι’ αὐτὸν πταῖσαι, πάντας
5δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς

45

.

40

.

2

Φαρνάκην, τὸν ἐν Ἀφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς. τίς δ’ οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ,

45

.

40

.

3

εἴγε ἐγὼ τὴν ὑπόσχεσιν αὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι
τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρ’ αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερ‐
5όγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφ’ ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν.

45

.

41

.

1

καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπ’ αὐτὸν παρεσκεύ‐ ασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γε‐ γονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλ’ ὅτι καὶ τοῦτο
5κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπ’ αὐτοῦ

45

.

41

.

2

ἀπολωλέναι. ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον δια‐ βαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω

45

.

41

.

3

τῆς ἐλευθερίας ἀπ’ αὐτοῦ ἀπολαύσας, Ἀντώνιος δὲ ἄχθεται ὁ πᾶσαν μὲν τὴν ἐκείνου οὐσίαν διαρπάσας, πάμπολλα δὲ ἐπὶ τῇ τῶν γραμμάτων αὐτοῦ προφάσει κακουργήσας, καὶ τέλος πρὸς τὴν διαδοχὴν τῆς δυναστείας αὐτοῦ ἐπειγόμενος;

45

.

42

.

1

ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι οὔτ’ αὐτὸς ἀξιοστρατήγητόν τι ἢ ἀξιόνικον ἔχει, οὔτε στρατεύματα πολλὰ ἢ ἀξιόμαχα κέκτηται. οἱ μὲν γὰρ πλεῖστοι οἵ τε ἄριστοι τῶν στρατιωτῶν ἐγκαταλελοίπασιν αὐτόν, καὶ νὴ Δία καὶ τῶν ἐλεφάντων ἐστέρηται· οἱ δὲ δὴ λοιποὶ
5ὑβρίζειν καὶ ἁρπάζειν τὰ τῶν συμμάχων μᾶλλον ἢ πολεμεῖν μεμε‐

45

.

42

.

2

λετήκασι. τεκμήριον δὲ τοῦ μὲν τρόπου τῆς προαιρέσεως αὐτῶν, ὅτι καὶ νῦν ἔτ’ αὐτῷ συστρατεύονται, τῆς δὲ ἀνανδρίας, ὅτι τὴν Μούτιναν τοσοῦτον ἤδη χρόνον πολιορκοῦντες οὐχ ᾑρήκασι. καὶ τὰ μὲν τοῦ Ἀντωνίου τῶν τε συνόντων αὐτῷ τοιαῦτα ὄντα εὑρίσκε‐

45

.

42

.

3

ται· τὰ δὲ δὴ Καίσαρος τοῦ τε Βρούτου καὶ τῶν συνεξεταζομένων σφίσι δύσμαχα μὲν καὶ καθ’ ἑαυτά ἐστιν (ἀμέλει Καῖσαρ μὲν καὶ τῶν στρατιωτῶν αὐτοῦ συχνοὺς ἐσφετέρισται, Βροῦτος δὲ ἐκ τῆς

45

.

42

.

4

Γαλατίας αὐτὸν ἐξείργει), ἂν δὲ δὴ καὶ ὑμεῖς ἐπικουρήσητε αὐτοῖς, πρῶτον μὲν ἐπαινέσαντές σφας ἐφ’ οἷς ἰδιογνωμονήσαντες ἐποί‐ ησαν, ἔπειτα δὲ τὰ πραχθέντα ὑπ’ αὐτῶν βεβαιώσαντες, πρός τε τὸ μέλλον ἐξουσίαν ἔννομον αὐτοῖς δόντες, ἔπειτα τοὺς ὑπάτους
5ἀμφοτέρους ἐπὶ τὸν πόλεμον ἐκπέμψαντες, οὐκ ἔστιν ὅπως βοη‐

45

.

42

.

5

θήσουσί τινες αὐτῷ τῶν νῦν συνόντων. οὐ μὴν οὐδ’ ἂν τὰ μά‐ λιστα συμμείνωσιν, ἀντισχεῖν γε πρὸς πάντας ἅμα τοὺς ἄλλους δυνήσεται, ἀλλ’ ἤτοι ἑκών, ἐπειδὰν πρῶτον πύθηται ταῦθ’ ὑμᾶς ἐψηφισμένους, τά τε ὅπλα καταθήσεται καὶ ἐφ’ ὑμῖν ἑαυτὸν ποιή‐
5σεται, ἢ καὶ ἄκων ἐκ μιᾶς μάχης ἁλώσεται.

45

.

42

.

6

ἐγὼ μὲν δὴ ταῦθ’ ὑμῖν παραινῶ, καὶ εἴγε ὑπατεύων ἔτυχον, πάντως ἂν καὶ ἐποίησα, καθάπερ καὶ πρότερον, ὅτε καὶ τὸν Κα‐ τιλίναν καὶ τὸν Λέντουλον, αὐτῷ τούτῳ προσήκοντα, ἐπιβουλεύ‐

45

.

43

.

1

σαντας ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλ‐ λάττηται τῶν ὅπλων καὶ ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν ἄγειν,

45

.

43

.

2

ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφι‐ σθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλειν), λόγῳ μὲν εὐπρεπέστατον, τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς

45

.

43

.

3

καὶ πρεσβείαις πρὸς τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύ‐ λοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε,

45

.

43

.

4

δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας. δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή· καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλ’ ὥσπερ τοὺς οἰ‐
5κέτας τοὺς ἀποδιδράσκοντας καὶ μετιέναι καὶ κολάζειν ἐκ τοῦ

45

.

44

.

1

ὑπέρφρονος. πῶς δὲ οὐ δεινὸν ἐκεῖνον μὲν μὴ μελλῆσαι ἡμᾶς ἀδικεῖν, ἡμᾶς δὲ δὴ μέλλειν ἀμύνασθαι; καὶ ἐκεῖνον μὲν ἐκ πολλοῦ τὰ ὅπλα ἐν χερσὶν ἔχοντα πάντα τὰ τοῦ πολέμου πράττειν, ἡμᾶς δὲ ἐν ψηφίσμασι καὶ πρεσβείαις τοὺς χρόνους κατατρίβειν, καὶ ὃν
5ἐκ τῶν ἔργων ἀδικοῦντα πάλαι πεφωράκαμεν, τοῦτον συλλαβαῖς

45

.

44

.

2

καὶ ῥήμασι μόνοις μεταχειρίζεσθαι; τί προσδοκῶντας; ἢ ὅτι ὑπα‐ κούσει ποτὲ ἡμῖν καὶ αἰδεσθήσεταί ποτε ἡμᾶς; καὶ πῶς, ὅς γε ἐς τοῦτ’ ἤδη προκεχώρηκεν ὥστε μηδ’ ἂν βούληται δύνασθαι δημο‐
κρατικῶς ἡμῖν συμπολιτεῦσαι. εἰ μὲν γὰρ ἴσως καὶ κοινῶς ζῆν
5ἠβούλετο, οὐδ’ ἂν ἀπ’ ἀρχῆς τοιούτοις πράγμασιν ἐπεχείρησεν, εἴ τε καὶ ὑπ’ ἀνοίας ἢ καὶ προπετείας τοῦτ’ ἐποίησε, πάντως ἂν

45

.

44

.

3

ἑκὼν εὐθὺς αὐτῶν ἀπηλλάγη· νῦν δ’ ἅπαξ καὶ ἐκ τῶν νόμων καὶ ἐκ τῆς πολιτείας ἐκβάς, καί τινα καὶ δύναμιν ἐκ τούτου καὶ ἐξου‐ σίαν προσλαβών, οὐκ ἔστιν ὅπως ἂν ἐθελούσιος μεταβάλοιτο καὶ τῶν δογμάτων τι τῶν ὑμετέρων προτιμήσειεν, ἀλλ’ ἀνάγκη τὸν
5τοιοῦτον αὐτοῖς τοῖς ὅπλοις, οἷσπερ ἡμᾶς ἀδικεῖν ἐτόλμησε, καὶ

45

.

45

.

1

κολασθῆναι. καί μοι νῦν μάλιστα τὸ λεχθέν ποτε ὑπ’ αὐτοῦ ἐκείνου μνημονεύσατε, ὅτι οὐχ οἷόν τέ ἐστιν ὑμῖν, ἂν μὴ κρατή‐ σητε, σωθῆναι. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κελεύοντες ὑμᾶς πρεσβεύσασθαι ἢ ὅπως ὑμεῖς μὲν βραδύνητε, κἀκ τούτου καὶ τὰ

45

.

45

.

2

τῶν συμμαχούντων ὑμῖν ἀργότερα καὶ ἀθυμότερα γένηται, ἐκεῖνος δὲ ἐν τούτῳ καθ’ ἡσυχίαν πάνθ’ ὅσα ἂν βούληται πράξῃ, καὶ τόν τε Δέκιμον ἐξέλῃ καὶ τὴν Μούτιναν ἐκπολιορκήσῃ τήν τε Γα‐ λατίαν πᾶσαν λάβῃ, ὥστε μηκέθ’ ἡμᾶς ὅπως αὐτῷ χρησώμεθα
5εὑρεῖν δυνηθῆναι, ἀλλ’ ὑποδεδιέναι τε καὶ θεραπεύειν αὐτὸν καὶ

45

.

45

.

3

προσκυνεῖν ἀνάγκην ἔχειν. ἓν δὲ ἔτι τοῦτο περὶ τῆς πρεσβείας εἰπὼν παύσομαι, ὅτι οὐδὲ ὁ Ἀντώνιος λόγον τινὰ ὑμῖν ἔδωκε περὶ ὧν πράττειν ἔμελλεν, ἵνα καὶ ὑμεῖς τοῦτο ποιήσητε.

45

.

45

.

4

ἐγὼ μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα πάντα συμβουλεύω ὑμῖν μὴ μέλλειν μηδὲ διατρίβειν, ἀλλ’ ὅτι τάχιστα αὐτῷ πολεμῆσαι, λογισαμένους ὅτι τὰ πλείω τῶν πραγμάτων τοῖς καιροῖς ἢ ταῖς

45

.

45

.

5

δυνάμεσι κατορθοῦται, καὶ πάντως που καὶ ἐκ τούτου συνιέναι ὅτι οὐκ ἄν ποτε τὴν εἰρήνην, ἐν ᾗ καὶ πλεῖστον ἰσχύω καὶ πλοῦ‐ τον καὶ δόξαν ἐκτησάμην, ἀφείς, εἴγε καὶ τῷ ἔργῳ εἰρήνη ἦν, πο‐

45

.

46

.

1

λεμεῖν ὑμῖν, εἰ μή γε καὶ συμφέρειν ἡγούμην, παρῄνεσα. καὶ σοὶ δέ, ὦ Καλῆνε, τοῖς τε ἄλλοις τοῖς ταὐτά σοι φρονοῦσι συμβουλεύω καθ’ ἡσυχίαν ἐπιτρέψαι τῇ τε γερουσίᾳ τὰ προσήκοντα ψηφίσα‐ σθαι, καὶ μὴ τῆς ἰδίας ὑμῶν πρὸς Ἀντώνιον χάριτος ἕνεκα τὰ

45

.

46

.

2

κοινῇ πᾶσιν ἡμῖν συμφέροντα καταπροδοῦναι. ὡς ἔγωγε οὕτω γνώμης, ὦ πατέρες, ἔχω ὥστ’, ἂν μὲν πεισθῆτέ μοι, καὶ πάνυ ἂν ἡδέως καὶ τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας μεθ’ ὑμῶν ἀπο‐ λαῦσαι, ἂν δ’ ἄλλο τι ψηφίσησθε, τεθνάναι μᾶλλον ἢ ζῆν ἑλέσθαι.

45

.

46

.

3

οὔτε γὰρ ἄλλως τὸν θάνατόν ποτε τὸν ἐκ τῆς παρρησίας ἐφοβήθην (καὶ διὰ τοῦτο καὶ κατώρθωσα πλεῖστον· τεκμήριον δὲ ὅτι καὶ θῦσαι καὶ ἑορτάσαι ἐφ’ οἷς ὑπατεύων ἐποίησα ἐψηφίσασθε, ὅπερ οὐδενὶ πώποτε ἄλλῳ μὴ οὐκ ἐν πολέμῳ γέ τι καταπράξαντι ἐγένετο), νῦν

45

.

46

.

4

δὲ καὶ ἥκιστα. καὶ γὰρ ὁ μὲν θάνατος οὐκ ἂν ἄωρος ἄλλως τε καὶ πρὸ τοσούτων ἐτῶν ὑπατευκότι μοι γένοιτο (καίτοι μνημονεύετε ὅτι τοῦτο καὶ ἐν αὐτῇ τῇ ὑπατείᾳ ὑμῖν εἶπον, ἵνα μοι πρὸς πάντα ὡς καταφρονοῦντι αὐτοῦ προσέχητε)· τὸ δὲ δὴ φοβηθῆναί τινα
5καθ’ ὑμῶν καὶ τὸ δουλεῦσαί τινι μεθ’ ὑμῶν καὶ πάνυ ἄν μοι ἀω‐

45

.

46

.

5

ρότατον συμβαίη. ὅθενπερ τοῦτο μὲν καὶ συμφορὰν καὶ ὄλεθρον, οὐ τοῦ σώματος μόνον ἀλλὰ καὶ τῆς ψυχῆς τῆς τε δόξης, ὑφ’ ἧς που καὶ μόνης ἀίδιοι τρόπον τινὰ γιγνόμεθα, εἶναι νομίζω· τὸ δὲ δὴ λέγοντά τε καὶ πράττοντα ὑπὲρ ὑμῶν ἀποθανεῖν ἰσοστάσιον
5ἀθανασίᾳ ἄγω.

45

.

47

.

1

καὶ εἴγε καὶ Ἀντώνιος ταῦτ’ ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοι‐ αῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἂν ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνον

45

.

47

.

2

ἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ κατα‐
5στροφῇ περιπέσῃ), ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναι

45

.

47

.

3

κατέλιπεν. ἀλλ’ οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθ’, ὅτι πολλοὺς φεύ‐ γοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων

45

.

47

.

4

δὴ τῶν ἐκείνου καταγαγὼν οὐκ ἐπεκούρησε τῷ θείῳ, ἀλλὰ τὸν μὲν συγκυβευτὴν τὸν Λεντίκουλον τὸν ἐπὶ τῇ τοῦ βίου ῥᾳδιουργίᾳ φυ‐ γόντα ἐπανήγαγε, καὶ τὸν Βαμβαλίωνα τὸν καὶ ἀπ’ αὐτῆς τῆς
ἐπωνυμίας ἐπιβόητον ἀγαπᾷ, τοῖς δὲ δὴ συγγενεστάτοις οὕτως
5ὥσπερ εἶπον κέχρηται, καθάπερ τινὰ ὀργὴν αὐτοῖς ἔχων ὅτι τοι‐

45

.

47

.

5

οῦτος ἐγεννήθη. τοιγαροῦν τῶν μὲν ἐκείνου χρημάτων οὐκ ἐκλη‐ ρονόμησεν, ἄλλων δὲ δὴ καὶ πάνυ πολλούς, τοὺς μὲν μήτ’ ἰδὼν μήτ’ ἀκούσας πώποτε, τοὺς δὲ καὶ νῦν ἔτι ζῶντας· οὕτω γὰρ αὐτοὺς ἀποδέδυκε καὶ σεσύληκεν ὥστε μηδέν σφας νεκρῶν δια‐
5φέρειν.”

46

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν αʹ. Ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν. βʹ. Ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη. γʹ. Ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη.
5δʹ. Ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν. Χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Γ. Οὐίβιος Γ. υἱ. Πάνσας Καπρωνιανός 〈ὕπ.〉 Αὖλ. Ἵρτιος Αὔλ. υἱ.

46

.

1

.

1

τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος 〈ὁ〉 Φούφιος ἀνέστη καὶ ἔλεξεν “ἄλλως μὲν οὐδὲν οὔθ’ ὑπὲρ Ἀντω‐ νίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδ’ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα ἡ παρ‐
5οῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλ’ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας

46

.

1

.

2

ἔργα ἐστίν. ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχ‐ θραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέ‐

46

.

1

.

3

δην προπηλακίσειε, προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα
ὠφελήσῃ, μήθ’ ὑμεῖς ἀπατηθέντες ὑφ’ ὧν εἶπεν χεῖρον βουλεύσησθε,
5τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφε‐

46

.

2

.

1

ρόντων ἀντικαταλλαξάμενοι. οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέν‐ τες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπ’ ἀρχῆς, ἀφ’ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω καὶ

46

.

2

.

2

κάτω ταράττων διατετέλεκεν. ἢ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι δι’ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομ‐
5πήιον τήν τε Ἰταλίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι;

46

.

2

.

3

ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κα‐ τιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον ἄκριτον ἀπολέσας;

46

.

3

.

1

ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπ’ ἐκείνοις μεταγνόντες καὶ δίκην παρ’ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια

46

.

3

.

2

αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. ἢ οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθ’ ἡμῶν δι’ Ἀντώνιον ὅτι μάλιστα, ὡς οὐδ’ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς
5ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων· ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖ‐ θις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας

46

.

3

.

3

ἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται; κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν ἐπιθήσεται·

46

.

3

.

4

ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τρο‐ πὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφ’ ᾧπερ καὶ αὐ‐ τόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν
5νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.

46

.

4

.

1

διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ
αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει·
5οὔτε γὰρ ἡ φιλία οὔθ’ ἡ εὔνοια ἡμῶν ἡ πρὸς ἀλλήλους τοιοῦτον

46

.

4

.

2

δύνανται τρέφειν ῥήτορα. ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ ὁ πατὴρ αὐτῷ 〈ὁ〉 κναφεύς, ὁ τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, ἢ γένος ἢ πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ

46

.

4

.

3

τε τούτων καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύ‐ νει, λοιδορίαις τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις
5χρώμενος.

46

.

5

.

1

εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, ὦ μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀν‐ θρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους
5ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πά‐

46

.

5

.

2

τριον ἑορτὴν ποιῶν γυμνὸς ἐς τὴν ἀγορὰν ἐσῆλθεν; ἀλλὰ τί, ὦ πάσαις μὲν ταῖς ἀλλοτρίαις ἐσθῆσι διὰ τὴν πατρῴαν τέχνην ἀεὶ χρησάμενος, ὑφ’ ἁπάντων δὲ τῶν ἀπαντώντων καὶ γνωριζόντων αὐτὰς ἀποδυθείς, ἐχρῆν ποιῆσαι ἄνθρωπον μὴ μόνον ἱερέα ἀλλὰ
5καὶ ἡγεμόνα τῶν συνιερέων ὄντα; μὴ πέμψαι τὴν πομπήν, μὴ ἑορ‐ τάσαι τὴν ἑορτήν, μὴ θῦσαι κατὰ τὰ πάτρια, μὴ γυμνωθῆναι, μὴ

46

.

5

.

3

ἀλεῖψαι; ἀλλ’ οὐ τοῦτ’ αὐτῷ, φησίν, ἐγκαλῶ, ἀλλ’ ὅτι τε γυμνὸς ἐν τῇ ἀγορᾷ καὶ ὅτι τοιαῦτα ἐδημηγόρησε. πάνυ γὰρ πάντα τὰ προσήκοντα ἀκριβῶς ἐν τῷ κναφείῳ μεμάθηκεν, ἵνα καὶ ἁμαρ‐ τήματός τινος ἀληθινοῦ αἰσθάνηται καὶ ἐπιτιμᾶν αὐτῷ δικαίως
5δύνηται.

46

.

6

.

1

ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα ἃ προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔν τε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας

46

.

6

.

2

συμφοραῖς ἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα
οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν ἢ δο‐

46

.

6

.

3

κεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίς τίνι ἐπιβουλεύει; καὶ τού‐ τοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφά‐ σεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ
5δὴ πάντας τοὺς ἀπράγμονας ἢ καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένους

46

.

6

.

4

νομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐδ’ εἰδέναι δοκῶν, ἀλλὰ καὶ δι’ ὄχλου ποιούμενος, τοὺς δ’ ἄρτι προσιόντας σαίνων

46

.

7

.

1

καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι. καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις ὁ Βαμβαλίων οὗτός ἐστιν, ἢ τοι‐ οῦτον ἐπανῃρῆσθαι βίον ἐν ᾧ πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ

46

.

7

.

2

δικαίου λόγον πωλεῖν ἢ καὶ τοὺς ἀδικοῦντας σώζειν; καίτοι σύγε οὐδὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπει‐
5νόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθ’ ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις

46

.

7

.

3

μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τι εἰπεῖν εὑρίσκων. ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. ἢ
5οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγρα‐ φας, ὥσπερ οἱ τούς τε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πη‐

46

.

7

.

2

λίνους πλάττοντες; εἰ δ’ ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας. ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά σοι ἀκριβῶς λέγων αὐτὸς

46

.

8

.

1

οὐ προσήκοντας ἐμαυτῷ λόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, ᾧ τοὺς κατηγόρους παρασκευ‐ άσας ἔπειτα οὕτω συνεῖπες ὥστ’ αὐτὸν καταδικασθῆναι, τά τε συγγράμματα ἃ κατὰ τῶν φίλων συγγράφεις, ἐφ’ οἷς οὕτω σαυτῷ
5ἀδικοῦντι σύνοισθα ὥστε μηδὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνή‐

46

.

8

.

2

σασθαι ἃ πάντων αἴσχιστόν ἐστιν ὁμολογῆσαι. ἀλλ’ ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δε‐ δωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν· τὰ δὲ δὴ σὰ παιδεύματα

46

.

8

.

3

τίς οὐκ ἂν θαυμάσειεν; τίνα δ’ ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείτ‐ τονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημέ‐ νον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους δι’ ὧν

46

.

8

.

4

ἂν κακουργήσειν τι προσδοκήσῃς. καὶ διὰ τοῦτο τούς τε νεωτέ‐ ρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς

46

.

9

.

1

σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν προλείπεις. τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτ’ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας· ποίους μὲν γὰρ πολέμους ἐνι‐ κήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπα‐
5τεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθ’ ὅσα βούλει διοικεῖς,

46

.

9

.

2

δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους ‘ἐγὼ μόνος ὑμᾶς φιλῶ,‘ καὶ εἰ οὕτω τύχοι, ‘καὶ ὁ δεῖνα, οἱ δ’ ἄλλοι πάντες μισοῦσι,‘ καὶ ‘ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δ’ ἄλλοι πάντες ἐπιβουλεύουσι,‘ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν
5ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προσ‐

46

.

9

.

3

τίθεσαι. κἂν μέν τι χρηστὸν ὑφ’ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπ’ αὐτὸ ἐπιγράφεις, θρυλῶν ‘ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, καὶ δι’ ἐμὲ ταῦτα οὕτω πέ‐ πρακται·‘ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, τοὺς

46

.

9

.

4

δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων ‘μὴ γὰρ ἐστρατήγουν ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον;‘ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος 〈τοῦ〉 τι τῶν δεόντων εἰπεῖν ποιούμενος, ἔργον δὲ

46

.

10

.

1

δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν ἢ σέσωσται ἢ ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν
πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;

46

.

10

.

2

ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθ’ ἃ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτ’ οὖν, ὁρῶν ἡμᾶς ἀπ’ ἀρχῆς ὑπ’ αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθες αὐτῷ παραχρῆμα οὐδὲ

46

.

10

.

3

κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθ’ ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρ’ αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτός τε φιλόπολις ὡς ἀληθῶς ὢν
5ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρ’

46

.

10

.

4

αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα. καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, ἢ πεπιστευκότα σε τότε ταῦθ’ οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, ἢ μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.

46

.

11

.

1

ὅτι γὰρ τοῦθ’ οὕτως ἔχει, καθ’ ἕκαστον ὑμῖν, ὦ πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος· καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτ’ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο,
5ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφί‐ ησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος·

46

.

11

.

2

καὶ γὰρ οὗτος πάνθ’ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώ‐ σκετο. ἀλλ’ ἐμποδών, φησίν, ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ. καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθ’, ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολά‐

46

.

11

.

3

σθη; ἔφυγε γάρ, ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών. οὐκοῦν καὶ σύ, ὦ Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλ’ ἔφυγες, ὥσπερ καὶ πρό‐ τερον. ἀλλὰ μήτι γε καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προ‐ πετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο ὃ σὺ πεποίηκας, τό τε
5δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν αὐτὸς σαυτοῦ προκατα‐

46

.

11

.

4

γνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος· πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δ’ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος

46

.

11

.

5

δεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν· ἧς καὶ οἱ

46

.

12

.

1

λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν. εἶτα
τούτων οὕτως ἐχόντων τολμᾷς λέγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις
5Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας,

46

.

12

.

2

Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας· ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτει‐ νόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην
5ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ ἐς τὴν Μακεδονίαν ἀπέ‐

46

.

12

.

3

δρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτ’, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπ’ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τήν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτ’ ἐκ τοῦ ἀσφα‐

46

.

12

.

4

λοῦς αὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτ’ εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δι‐ καιότερον ἀπέκλινας. καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπ’ αὐτοῦ,
5ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ ἱππάρχησας.

46

.

13

.

1

εἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον δι’ ἔτους ἱππαρχῆσαι; οὐδὲ γὰρ τὸν Καίσαρα δι’ ἔτους δικτατορεῦσαι. ἀλλ’ εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτ’ ἐγένετο, ἐψηφίσθη τε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶ ἡμῖν καὶ τῷ δήμῳ.

46

.

13

.

2

τούτοις οὖν, ὦ Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπ’ αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλι‐ κούτων τυχεῖν παρέσχον· ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆ‐
5κον ποιῆσαι, τί τοῦτο Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλ’ οὐ τότε ἀντ‐

46

.

13

.

3

έλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴ Δία. εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δί‐ καια ἔμαθες, ἤ που ταῦτα τὰ νόμιμα ἀνέγνως;

46

.

14

.

1

ἀλλ’ οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατο. διὰ τί; ὅτι τὰ ὑπάρ‐
χοντα, φησί, τὰ τοῦ Πομπηίου ἠγόρασε. πόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ

46

.

14

.

2

κήρυκος φωνῇ ἀπεκηρύχθη, ἵνα τις αὐτὰ ἀγοράσῃ. ἀλλ’ οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα πεπρᾶσθαι. οὐκοῦν ἡμεῖς ἡμάρ‐ τομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά· ἢ ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που ὁ Καῖσαρ ἐπλημμέλησεν ὁ τοῦτο γε‐

46

.

14

.

3

νέσθαι κελεύσας· ᾧ οὐδὲν ἐπεκάλεσας. ἀλλ’ ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγόρηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμ‐ πολλα διὰ τοῦτο παρ’ αὐτοῦ λαβὼν ἔπειτα τὴν τιμὴν αὐτῶν βι‐

46

.

14

.

4

αίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθ’ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ ἡ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρει), τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.

46

.

15

.

1

ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων ὁ θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι καὶ πάν‐ των διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει,
5τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν

46

.

15

.

2

τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πι‐ στεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη
5καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος,

46

.

15

.

3

ὡς καὶ αὐτὸς οὗτος οἶδεν· ἀμέλει πολλὰ καὶ σχέτλια αὐτοῦ κατα‐ ψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδ’ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν ὅ τι ποτ’ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πνεῦμα, ἐκχέαι.

46

.

16

.

1

ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρ‐ χίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα
καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος,
5εἰπάτω μοι σαφῶς, καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλ’ οὐδὲν ἂν εἰπεῖν ἔχοι· εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον ἐξελάλησεν.

46

.

16

.

2

πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθ’ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρ’ ὑμῶν ἐπ’ αὐτοὺς ἐκείνους, οὐχ ὅπως
5ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρ) ἀλλὰ

46

.

16

.

3

καὶ συναινοῦντος, ἐπετράπη. ἢ δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρ’ ὑμῶν προσλαμβά‐ νοντα. ἀλλ’ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που ὁ μέγας οὗτος καὶ φι‐

46

.

16

.

4

λόπολις ῥήτωρ, ὁ πανταχοῦ καὶ ἀεὶ θρυλῶν καὶ λέγων ‘ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι· ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν· ἐγώ, κἂν ἀποθανεῖν
5ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλ’ ἡδέως τελευτήσω‘ οὐδ’

46

.

16

.

5

ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε εἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκό‐ τως· λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις
5κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;

46

.

17

.

1

ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα· ἥ, τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ ὁ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπ’ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος μετὰ ταῦτα ἀπεδείχθη.

46

.

17

.

2

καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο· εὑρή‐ σετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν [ἐν] τῇ πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλ’ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν ἃ καὶ αὐτὸς ἂν πεποιη‐

46

.

17

.

3

κέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ
ὅτι τι προσέδει νῦν αὐτῶν, ἀλλ’ ἵνα τήν τε ἐπιτέχνησιν αὐτοῦ καὶ

46

.

17

.

4

τὴν κατόρθωσιν τοῖς ἔξωθεν ψόφοις συσκιάσῃ. ὅστις, ὦ γῆ καὶ θεοί, (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσο‐ μαι), τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον

46

.

17

.

5

μετὰ τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψη‐ φίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως
5μήτε τὸ διάδημα, ἃ καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,

46

.

17

.

6

λαβεῖν. ἄλλος μὲν γὰρ 〈ἄν〉 τις ὑπό τε ἐκείνου ταῦτ’ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπ’ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε ἐψηφισμένων

46

.

17

.

7

καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων; Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν

46

.

17

.

8

ἀπ’ αὐτῶν καὶ ἀπέσπευσε. τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφ’ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἃ ἔπαθε.

46

.

18

.

1

ταῦθ’ οὕτως, ὦ Κικέρων ἢ Κικέρκουλε ἢ Κικεράκιε ἢ Κικέριθε ἢ Γραίκουλε, ἢ ὅ τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ὁ ἀπαί‐

46

.

18

.

2

δευτος, ὁ γυμνός, ὁ μεμυρισμένος· ὧν οὐδὲν σὺ ἐποίησας ὁ δεινός, ὁ σοφός, ὁ πολὺ πλείονι τῷ ἐλαίῳ τοῦ οἴνου χρώμενος, ὁ καὶ μέχρι τῶν σφυρῶν τὴν ἐσθῆτα σύρων, οὐ μὰ Δία οὐχ ὥσπερ οἱ ὀρχησταὶ οἱ τὰς ποικιλίας τῶν ἐνθυμημάτων διδάσκοντές σε τοῖς σχήμασιν,

46

.

18

.

3

ἀλλ’ ἵνα τὰ αἴσχη σου τῶν σκελῶν συγκρύπτῃς. οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς ὁ τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δ’ οὐκ ὀσφραίνεται τῶν πολιῶν σου τῶν κατ‐
5εκτενισμένων; τίς δ’ οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρ‐ θένον ὑπεργήρως ὤν, ἵν’ ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀπο‐

46

.

18

.

4

τίσῃς; καὶ οὐδὲ ἐκείνην μέντοι κατέσχες, ἵνα Καιρελλίαν ἐπ’ ἀδείας ἔχῃς, ἣν τοσούτῳ πρεσβυτέραν σαυτοῦ οὖσαν ἐμοίχευσας ὅσῳ νεω‐ τέραν τὴν κόρην ἔγημας, πρὸς ἣν καὶ αὐτὴν τοιαύτας ἐπιστολὰς γράφεις οἵας ἂν γράψειεν ἀνὴρ σκωπτόλης ἀθυρόγλωσσος πρὸς γυ‐

46

.

18

.

5

ναῖκα ἑβδομηκοντοῦτιν πληκτιζόμενος. καὶ ταῦτα μὲν ἄλλως ἐξήχθην, ὦ πατέρες, εἰπεῖν, ἵνα μηδὲ ἐν τούτοις ἔλαττόν τι ἔχων ἀπέλθῃ. καίτοι καὶ συμπόσιόν τι ἐτόλμησε τῷ Ἀντωνίῳ προενεγκεῖν, αὐτὸς μὲν ὕδωρ, ὥς φησι, πίνων, ἵνα τοὺς καθ’ ἡμῶν λόγους νυκτερεύων
5συγγράφῃ, τὸν δὲ υἱὸν ἐν τοσαύτῃ μέθῃ τρέφων ὥστε μήτε νύκτωρ

46

.

18

.

6

μήτε μεθ’ ἡμέραν σωφρονεῖν. καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μηδὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήν τε γυναῖκα προαγωγεύειν καὶ τὴν θυγατέρα μοιχεύειν.

46

.

19

.

1

ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. ὁ γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι,

46

.

19

.

2

δι’ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει. οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς δὴ δοκεῖν ὑπομένειν.

46

.

19

.

3

τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετ’ ἐλέγχου λαμβάνοντες, τὰ δ’ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετ’ αἰσχύνης ὑπο‐

46

.

19

.

4

πτεύοντες. ἅπερ που καὶ ὁ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα 〈καὶ〉 τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵν’ ὁ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα

46

.

19

.

5

ἐξ αὐτῶν τῶν χωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵν’ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε ὁ Ἀντώνιος ἔλεγεν, ἀλλ’ ὅσα ἂν ὁ δῆμος ὁ Ῥωμαίων εἰπεῖν τινι ἐνε‐ τείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτ’ ἐπεσταλκέναι τῳ,
5μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε ἐπιβοῶντα αἰσθό‐

46

.

19

.

6

μενος; ἀλλ’ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν ᾗ πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφ’ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευ‐ σάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου,
5καὶ ὑπὸ τοῦ ὑπάτου, ἵν’ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων ἔργα,

46

.

19

.

7

καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵν’ ἐνθυμηθῇ τοῦθ’, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλ’ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτ’ ἐταπείνωσε· καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσ‐
5ήνεγκε, λαβών, ἔπειτα δι’ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.

46

.

19

.

8

τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐδὲ χεῖρα κατακαύσαντος ἵνα Πορσέν‐ ναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ

46

.

20

.

1

Βρούτου, παύσαντος. σὺ δ’, ὦ Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἢ ἀγαθόν, ἀλλ’ οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον

46

.

20

.

2

ἄλλων τέ τινων καὶ δούλων παρακλήτων πληρώσας; οὐ τὸν Κατι‐ λίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κα‐ κῶς ἀπώλεσας; οὐ τὸν Λέντουλον καὶ τοὺς μετ’ αὐτοῦ μήτ’ ἀδι‐ κήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας,
5καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστη‐ ρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; ἃ εἴ τις ἀφέλοιτο τῶν σῶν λόγων,

46

.

20

.

3

τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε· σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα
5ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγό‐ νων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθ’ ὑπὸ τῆς ἡλικίας μήθ’

46

.

20

.

4

ὑπὸ τῶν τρόπων νεωτερίσαι δυνάμενον. τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, ὃ τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δ’ οὐκ ἀγα‐ θὸν εἶχε, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, ἵν’ οὕτως οἰκτρῶς καὶ
5ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι εἰπὼν μήτ’ ἀκούσας ἔς τε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ;

46

.

20

.

5

τοῦτο γάρ ἐστιν ὃ μάλιστα ὁ καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵν’ ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ [τῷ Τουλλιείῳ] τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀπο‐

46

.

21

.

1

κτείνῃ. καίτοι τί ποτ’ ἂν ἐποίησεν ἐνοπλίου ἐξουσίας λαβόμενος ὁ τοιαῦτα καὶ τοσαῦτα ἐκ μόνων τῶν λόγων εἰργασμένος; ταῦτα γάρ σου τὰ λαμπρὰ ἔργα ἐστί, ταῦτα τὰ μεγάλα στρατηγήματα· ἐφ’ οἷς οὕτως οὐχ ὅπως ὑπὸ τῶν ἄλλων κατεγνώσθης, ἀλλὰ καὶ αὐτὸς

46

.

21

.

2

σαυτοῦ κατεψηφίσω, ὥστε πρὶν καὶ κριθῆναι φυγεῖν. καίτοι τίς ἂν ἑτέρα μείζων ἀπόδειξις τῆς σῆς μιαιφονίας γένοιτο ἢ ὅτι καὶ ἐκινδύνευσας ἀπολέσθαι ὑπ’ αὐτῶν ἐκείνων ὑπὲρ ὧν ἐσκήπτου ταῦτα πεποιηκέναι, καὶ ἐφοβήθης αὐτοὺς ἐκείνους οὓς ἔλεγες ἐκ τούτων
5εὐηργετηκέναι, καὶ οὐχ ὑπέμεινας οὔτ’ ἀκοῦσαί τι αὐτῶν οὔτ’ εἰπεῖν τι αὐτοῖς ὁ δεινός, ὁ περιττός, ὁ καὶ τοῖς ἄλλοις βοηθῶν, ἀλλὰ

46

.

21

.

3

φυγῇ τὴν σωτηρίαν ὥσπερ ἐκ μάχης ἐπορίσω; καὶ οὕτω γε ἀναί‐ σχυντος εἶ ὥστε καὶ συγγράψαι ταῦτα τοιαῦτα ὄντα ἐπεχείρησας· ὃν ἐχρῆν εὔχεσθαι μηδὲ τῶν ἄλλων τινὰ αὐτὰ συνθεῖναι, ἵνα ἀλλὰ τοῦτό γε κερδάνῃς, τὸ συναπολέσθαι σοι τὰ πεπραγμένα καὶ μηδεμίαν
5αὐτῶν μνήμην τοῖς ἔπειτα παραδοθῆναι. καὶ ὅπως γε καὶ γελάσητε,

46

.

21

.

4

ἀκούσατε τὴν σοφίαν αὐτοῦ. προθέμενος γὰρ πάντα τὰ τῇ πόλει πεπραγμένα συγγράψαι (καὶ γὰρ σοφιστὴς καὶ ποιητὴς καὶ φιλόσο‐ φος καὶ ῥήτωρ καὶ συγγραφεὺς εἶναι πλάττεται) ἔπειτ’ οὐκ ἀπὸ τῆς κτίσεως αὐτῆς, ὥσπερ οἱ ἄλλοι οἱ τοῦτο ποιοῦντες, ἀλλὰ ἀπὸ
5τῆς ὑπατείας τῆς ἑαυτοῦ ἤρξατο, ἵνα ἀνάπαλιν προχωρῶν ἀρχὴν μὲν τοῦ λόγου ἐκείνην, τελευτὴν δὲ τὴν τοῦ Ῥωμύλου βασιλείαν ποιήσηται.

46

.

22

.

1

λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν· ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν ἢ αὐτὸς τὰ προσήκοντα πράτ‐

46

.

22

.

2

τειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν ἢ σεαυτὸν ἐπανορθοῦν. καίτοι πόσῳ σε κρεῖττον ἦν, ἀντὶ μὲν τῆς δειλίας ἣν Ἀντωνίῳ ὀνειδίζεις, αὐτὸν τὴν μαλακίαν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποθέσθαι, ἀντὶ δὲ τῆς ἀπιστίας ἣν ἐκείνῳ προφέρεις, αὐτὸν μήτ’ ἄπιστόν τι ποιεῖν
5μήτ’ αὐτομολεῖν, ἀντὶ δὲ τῆς ἀχαριστίας ἧς ἐκείνου κατηγορεῖς,

46

.

22

.

3

αὐτὸν μὴ ἀδικεῖν τοὺς εὐεργέτας; ἓν γάρ τοι καὶ τοῦτο τῶν κακῶν
τῶν ἐμφύτων αὐτῷ ἐστιν, ὅτι μισεῖ μάλιστα πάντων τούς τι αὐτὸν εὖ πεποιηκότας, καὶ τῶν μὲν ἄλλων ἀεί τινας θεραπεύει, τούτοις δὲ ἐπιβουλεύει. ἵνα γοῦν τἆλλα ἐάσω, ἐλεηθεὶς ὑπὸ τοῦ Καίσαρος
5καὶ σωθεὶς ἔς τε τοὺς εὐπατρίδας ἐγγραφεὶς ἀπέκτεινεν, οὐκ αὐτο‐ χειρίᾳ (πόθεν, δειλός τε οὕτω καὶ γύννις ὤν;) ἀλλ’ ἀναπείσας καὶ

46

.

22

.

4

παρασκευάσας τοὺς τοῦτο ποιήσαντας. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτοὶ ἐκεῖνοι ἐδήλωσαν· ὅτε γοῦν γυμνοῖς τοῖς ξίφεσιν ἐς τὴν ἀγο‐ ρὰν ἐσέδραμον, ὀνομαστὶ αὐτὸν ἀνεκάλεσαν συνεχῶς εἰπόντες, ὦ

46

.

22

.

5

Κικέρων, ὥσπερ που πάντες ἠκούσατε. ἐκεῖνόν τε οὖν εὐεργέτην ὄντα ἐφόνευσε, καὶ παρ’ αὐτοῦ τοῦ Ἀντωνίου καὶ τῆς ἱερωσύνης καὶ τῆς σωτηρίας, ὅτ’ ἀπολέσθαι ἐν τῷ Βρεντεσίῳ ὑπὸ τῶν στρα‐ τιωτῶν ἐκινδύνευσε, τυχὼν τοιαύτας αὐτῷ χάριτας ἀνταποδίδωσι,
5κακηγορῶν τε αὐτὸν ἐπὶ τούτοις ἃ μήτ’ αὐτὸς μήτ’ ἄλλος τις πώ‐

46

.

22

.

6

ποτε ἐμέμψατο, καὶ κατατρέχων ἐφ’ οἷς ἄλλους ἐπαινεῖ. τὸν γοῦν Καίσαρα τοῦτον, μήθ’ ἡλικίαν ἄρχειν ἤ τι τῶν πολιτικῶν πράττειν ἔχοντα μήθ’ ὑφ’ ἡμῶν προκεχειρισμένον, ὁρῶν καὶ δύναμιν πεπο‐ ρισμένον καὶ πόλεμον μήτε ἐψηφισμένων ἡμῶν μήτε προστεταχότων
5αὐτῷ ἀνῃρημένον, οὐ μόνον οὐκ αἰτιᾶταί τι ἀλλὰ καὶ ἐγκωμιάζει.

46

.

22

.

7

οὕτως οὔτε τὰ δίκαια πρὸς τοὺς νόμους οὔτε τὰ συμφέροντα πρὸς τὸ τῷ κοινῷ χρήσιμον ἐξετάζει, ἀλλὰ πάντα ἁπλῶς πρὸς τὴν ἑαυτοῦ βούλησιν διάγει, καὶ ἐφ’ οἷς ἄλλους ἀποσεμνύνει, ταῦθ’ ἑτέροις

46

.

23

.

1

ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προσδιαβάλλων ὑμᾶς. σύμ‐ παντα γὰρ τὰ μετὰ τὴν τοῦ Καίσαρος τελευτὴν ὑπ’ Ἀντωνίου πε‐ πραγμένα εὑρήσετε ὑφ’ ὑμῶν κεκελευσμένα. καὶ τὸ μὲν περί τε τῆς τῶν χρημάτων διοικήσεως καὶ περὶ τῆς τῶν γραμμάτων ἐξετάσεως

46

.

23

.

2

λέγειν περιττὸν εἶναι νομίζω. διὰ τί; ὅτι τὸ μὲν τῷ κληρονομοῦντι αὐτοῦ τῆς οὐσίας προσῆκον ἂν εἴη πολυπραγμονεῖν, τὸ δέ, εἴπερ τινὰ ἀλήθειαν κακουργίας εἶχε, τότε ἐχρῆν παραχρῆμα κεκωλῦσθαι. οὔτε γὰρ ὑπὸ μάλης τι αὐτῶν, ὦ Κικέρων, ἐπράχθη, ἀλλ’ ἐς στήλας,

46

.

23

.

3

ὡς καὶ αὐτὸς φῄς, πάντα ἀνεγράφη· εἰ δὲ ἐκεῖνος φανερῶς οὕτω καὶ ἀναισχύντως τά τε ἄλλα ἐκακούργησεν ὡς λέγεις, καὶ τὴν Κρή‐ την ὅλην ἥρπασεν ὡς καὶ ἐκ τῶν τοῦ Καίσαρος γραμμάτων ἐλευ‐ θέραν μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν ἀφειμένην, ἣν ὕστερον ἐκεῖνος
5παρ’ ἡμῶν ἐπετράπη, πῶς μὲν ἂν σὺ ἐσιώπησας, πῶς δ’ ἂν τῶν

46

.

23

.

4

ἄλλων τις ἠνέσχετο; ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, παραλείψω· οὔτε γὰρ ὀνομαστὶ τὰ πολλὰ αὐτῶν εἴρηται, οὔτ’ Ἀντώνιος ὁ δυ‐ νάμενος ὑμᾶς ἀκριβῶς καθ’ ἕκαστον ὧν πεποίηκε διδάξαι πάρεστι· περὶ δὲ δὴ τῆς Μακεδονίας τῆς τε Γαλατίας καὶ τῶν ἄλλων ἐθνῶν
5τῶν τε στρατοπέδων ὑμέτερα ἔστιν, ὦ πατέρες, ψηφίσματα, καθ’ ἃ τοῖς τε ἄλλοις ὡς ἕκαστα προσετάξατε καὶ ἐκείνῳ τὴν Γαλατίαν μετὰ τῶν στρατιωτῶν ἐνεχειρίσατε. καὶ τοῦτο καὶ Κικέρων οἶδεν·

46

.

23

.

5

παρῆν γάρ, καὶ πάντα γε αὐτὰ ὁμοίως ὑμῖν ἐψηφίζετο. καίτοι πόσῳ κρεῖττον ἦν τότε αὐτὸν ἀντειπεῖν, εἴπερ τι αὐτῶν μὴ δεόντως ἐγίγνετο, καὶ διδάξαι ὑμᾶς ταῦτα ἃ νῦν προΐσχεται, ἢ παραχρῆμα μὲν σιωπῆσαι 〈καὶ〉 περιιδεῖν ὑμᾶς ἁμαρτάνοντας, νῦν δὲ λόγῳ μὲν
5Ἀντωνίῳ ἐγκαλεῖν ἔργῳ δὲ τῆς βουλῆς κατηγορεῖν;

46

.

24

.

1

οὐδὲ γὰρ οὐδὲ τοῦτο δύναιτ’ ἄν τις σωφρονῶν εἰπεῖν, ὅτι ἐκεῖ‐ νος ταῦθ’ ὑμᾶς ψηφίσασθαι ἐβιάσατο. οὔτε γὰρ αὐτὸς ἰσχύν τινα στρατιωτῶν εἶχεν ὥστε παρὰ γνώμην ὑμᾶς ποιῆσαί τι καταναγκά‐

46

.

24

.

2

σαι, καὶ τὸ πρᾶγμα ὑπὲρ τῆς πόλεως πέπρακται. ἐπειδὴ γὰρ πρου‐ πέπεμπτο μὲν τὰ στρατεύματα καὶ συνειστήκει, δέος δὲ ἦν μὴ πυθόμενα τῆς τοῦ Καίσαρος σφαγῆς στασιάσῃ καί τινα φλαῦρον προστησάμενα αὖθις πολεμήσῃ, ἔδοξεν ὑμῖν, ὀρθῶς καὶ καλῶς
5ποιοῦσι, τὸν Ἀντώνιον ἐπ’ αὐτὰ ἐπιστῆσαι, τὸν ὕπατον, τὸν τὴν ὁμόνοιαν πρυτανεύσαντα, τὸν τὴν δικτατορίαν παντελῶς ἐκ τῆς

46

.

24

.

3

πολιτείας ἐκκόψαντα. καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵν’ ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφ’ ὑμῶν ποιήσῃ.

46

.

25

.

1

ταῦτα μὲν οὖν πρὸς ὑμᾶς εἶπον, ἵν’ εἰδῆτε ὀρθῶς βεβουλευμέ‐ νοι· πρὸς δὲ δὴ Κικέρωνα καὶ ἐκεῖνός μοι ὁ λόγος ἐξήρκει, ὅτι καὶ παρῆν πᾶσι τούτοις ὅτε ἐγίγνετο, καὶ μεθ’ ἡμῶν αὐτὰ ἐψηφίσατο, μήτε στρατιώτην τινὰ Ἀντωνίου ἔχοντος, μήθ’ ὅλως ἐνδείξασθαί
5τι φοβερὸν ἡμῖν δυναμένου, δι’ ὃ καὶ τῶν συμφερόντων ἄν τι παρ‐

46

.

25

.

2

είδομεν. ἀλλ’ εἰ καὶ τότε ἐσιώπησας, νῦν γε εἰπέ, τί ἐχρῆν ἡμᾶς ποιῆσαι τούτων οὕτως ἐχόντων; ἀφεῖναι τὰ στρατεύματα ἄναρχα; καὶ πῶς οὐκ ἂν μυρίων κακῶν καὶ τὴν Μακεδονίαν καὶ τὴν Ἰταλίαν

46

.

25

.

3

ἐνέπλησεν; ἀλλ’ ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐ‐

46

.

25

.

4

νοίας παρεσχημένου; τινὰ τῶν σφαγέων; οἷς οὐδ’ ἄλλως ἐν τῇ πόλει
διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούν‐ των; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳ

46

.

25

.

5

προφέρων παρὰ τοῦτον ἄλλος ἦν; ἀλλ’ ἀγανακτεῖς ὅτι μὴ σὲ προ‐ ειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δ’ οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένων σοι τούτων ἀντιθέτων, ὧν μόνων

46

.

26

.

1

ἦς κύριος; ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφί‐ ζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρ‐

46

.

26

.

2

ρησίας ἐνδεὴς ἦσθα· πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις. οὐ μὴν οὐδὲ ἐφοβήθης τινά· πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν ὁ μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον ὁ μὴ [φοβούμενος] τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ
5τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς.

46

.

26

.

3

οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος ὁ τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρ’ ἡμῶν διοικῶν, ἢ Καῖσαρ ὁ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; 〈Ἀντώνιοσ〉 ὁ πρὸς τὴν ἐπι‐ τραπεῖσαν αὐτῷ παρ’ ἡμῶν ἀρχὴν ἀπεληλυθώς, ἢ Βροῦτος ὁ κω‐

46

.

26

.

4

λύων αὐτὸν τῆς χώρας ἐπιβῆναι; Ἀντώνιος ὁ τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἢ ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφ’ ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ

46

.

26

.

5

ἀπεψηφισμένῳ προστεθειμένοι; Ἀντώνιος ὁ τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, ἢ οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκατα‐ λελοιπότες; Ἀντώνιος ὁ μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφ’ ἡμῶν αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, ἢ Καῖσαρ ὁ τοὺς

46

.

26

.

6

πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασι δεῦρο ἐλθεῖν; ἐγὼ μὲν γὰρ οὐδὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφ’ ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθ’ αὑτοὺς ἐτόλμησαν ὑποσχεῖν

46

.

26

.

7

ὀφείλειν. διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵν’ ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτ’ ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλ’ ἐκεί‐ νου τοῦ καὶ δύναμιν ἐπ’ αὐτὸν συνειλοχότος καὶ πολλοὺς στρατιώτας
5καὶ ἐν αὐτῇ τῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.

46

.

27

.

1

ταῦτα μὲν οὖν διὰ Κικέρωνα εἶπον, ἐπειδήπερ ἀδίκων ἐς ἡμᾶς λόγων ὑπῆρξεν· οὔτε γὰρ ἄλλως φιλαπεχθήμων εἰμὶ ὥσπερ οὗτος, οὔτ’ ἐμοὶ μέλει τὰ ἀλλότρια κακὰ πολυπραγμονεῖν, ὅπερ οὗτος ἀεὶ ποιῶν σεμνύνεται. ἃ δ’ ὑμῖν παραινῶ μήτ’ Ἀντωνίῳ τι χαριζόμε‐
5νος μήτε Καίσαρα ἢ Βροῦτον διαβάλλων, ἀλλ’ ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὥσπερ που προσήκει, βουλεύων, νῦν ἤδη φράσω.

46

.

27

.

2

φημὶ γὰρ δεῖν μήτε ἐχθρόν πω μηδένα τούτων τῶν τὰ ὅπλα ἐχόν‐ των ποιήσασθαι, μήτ’ ἀκριβῶς ἐξετάζειν τί καὶ πῶς ὑπ’ αὐτῶν πέπρακται. οὔτε γὰρ ὁ παρὼν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τοῦτο, καὶ πολιτῶν αὐτῶν ἡμετέρων πάντων ὁμοίως ὄντων, ἄν τέ τις πταίσῃ
5σφῶν, ἡμῖν ἀπολεῖται, ἄν τε καὶ κατορθώσῃ, ἐφ’ ἡμᾶς αὐξηθήσεται.

46

.

27

.

3

δι’ οὖν ταῦτα καὶ πολιτικῶς καὶ φιλικῶς αὐτοὺς ἡγοῦμαι χρῆναι μεταχειρίσασθαι, καὶ πέμψαι μὲν πρὸς πάντας ὁμοίως κελεύοντας αὐτοῖς ἔκ τε τῶν ὅπλων ἀπαλλαγῆναι καὶ ἐφ’ ἡμῖν καὶ ἑαυτοὺς καὶ τὰ στρατόπεδα ποιήσασθαι, πόλεμον δὲ μηδέπω πρὸς μηδένα αὐτῶν
5ἐξενεγκεῖν, ἀλλ’ ἐκ τῶν ἀπαγγελθησομένων τοὺς μὲν ἐθελήσαντας

46

.

27

.

4

ἡμῖν πειθαρχῆσαι ἐπαινέσαι, τοῖς δ’ ἀπειθήσασι πολεμῆσαι. τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλ’ ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθ’ οὕτως,
5ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.

46

.

28

.

1

καὶ σοὶ δέ, ὦ Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μηδὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν ἐς κίν‐

46

.

28

.

2

δυνον αὖθις καθιστάναι. καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθ’ οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας· εἰ δ’ οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλ’ ἡμῶν γε φεῖσαι, μηδὲ ἐσηγητὴς

46

.

28

.

3

ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆς τε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρ’ ᾗ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπ’ ὀρθῆς δια‐

46

.

28

.

4

νοίας ἀλλ’ ὑπό τινος ἄλλου τότε λεχθέντα. τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι ἢ εὐκλεές ἐστιν ἢ ἀσφαλές, μηδ’ ἂν εἴπῃς ὅτι τοῦ

46

.

28

.

5

θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ πιστεύσῃς. τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπ’ ἀπονοίας τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν· οὓς δ’ ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζου‐

46

.

28

.

6

σιν ὡς μηδὲν ἂν ἑκόντας ἄξιον θανάτου ποιήσαντας. καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δί’ ἐξ ὧν καὶ ἡμᾶς συν‐ απολέσεις.”

46

.

29

.

1

τοιαῦτα τοῦ Καλήνου εἰπόντος ὁ Κικέρων οὐκ ἤνεγκεν· αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντι‐ λαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοι‐
5δορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ

46

.

29

.

2

ἥκιστα μάτην κατατριβῆναι. τῇ δ’ οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφ’ ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τό τε τὰς ἄλλας ἀρχὰς δέκα

46

.

29

.

3

ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον αἰτῆσαι, καὶ τὸ τὰ χρήματα ἃ τοῖς στρατιώταις ἀναλώκει, παρὰ τῆς πόλεως, ὅτι δὴ καὶ καθ’ ἑαυτὸν ὑπὲρ αὐτῆς δὴ παρεσκεύασέ σφας, λαβεῖν, τοῦτο δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐκείνοις καὶ τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι,
5τὸ μήτ’ ἄλλον τινὰ πόλεμον πολεμῆσαι καὶ χώραν εὐθὺς δοθῆναι

46

.

29

.

4

ἐψηφίσαντο. πρός τε τὸν Ἀντώνιον πρεσβείαν ἔπεμψαν κελεύσουσάν οἱ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἐς τὴν Μακε‐ δονίαν ἀπελθεῖν. καὶ τοῖς συστρατευομένοις αὐτῷ προεῖπον οἴκαδε ἐντὸς ῥητῆς ἡμέρας ἀναχωρῆσαι, ἢ εἰδέναι ὅτι ἐν πολεμίου μοίρᾳ
5γενήσονται. καὶ προσέτι καὶ τοὺς βουλευτὰς τοὺς ἀρχὰς τῶν ἐθνῶν
παρ’ αὐτοῦ λαβόντας καταλύσαντες ἑτέρους ἀντ’ αὐτῶν ἀντιπεμ‐

46

.

29

.

5

φθῆναι ἔγνωσαν. τότε μὲν ταῦτ’ ἐκυρώθη· ὕστερον δὲ οὐ πολλῷ, πρὶν καὶ τὴν γνώμην αὐτοῦ μαθεῖν, ταραχήν τε εἶναι ἐψηφίσαντο καὶ τὴν ἐσθῆτα τὴν βουλευτικὴν ἀπεδύσαντο, τόν τε πόλεμον τὸν πρὸς αὐτὸν καὶ τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, στρατηγοῦ τινα ἀρ‐

46

.

29

.

6

χὴν δόντες, προσέταξαν, καί σφισι καὶ τὸν Λέπιδον Λούκιόν τε Μουνάτιον Πλάγκον ἐν μέρει τῆς ὑπὲρ τὰς Ἄλπεις Γαλατίας ἄρ‐ χοντα βοηθῆσαι ἐκέλευσαν.

46

.

30

.

1

οὕτω μὲν τῷ Ἀντωνίῳ καὶ ἄλλως πολεμησείοντι αὐτοὶ τὴν πρό‐ φασιν τῆς ἔχθρας παρέσχον. ἄσμενος γὰρ τῶν ἐψηφισμένων λα‐ βόμενος αὐτίκα τε τοῖς πρέσβεσιν ἐξωνείδισεν ὡς οὔτ’ ὀρθῶς οὔτ’

46

.

30

.

2

ἴσως οἱ πρὸς τὸ μειράκιον, τὸν Καίσαρα λέγων, ἐχρήσαντο, καὶ ἀντιπέμψας ἑτέρους, ὅπως ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περι‐ στήσῃ, ἀντιπροετείνατό τινα, ἃ αὐτῷ μὲν εὐπρέπειαν ἔφερεν, ἀδύ‐ νατα δ’ ἦν καὶ ὑπὸ τοῦ Καίσαρος καὶ ὑπὸ τῶν ἄλλων τῶν συναι‐

46

.

30

.

3

ρομένων οἱ πραχθῆναι. ἔμελλε μὲν γὰρ οὐδὲν τῶν προσταχθέντων ποιήσειν, εὖ δὲ ἐπιστάμενος ὅτι οὐδὲ ἐκεῖνοί τι τῶν προβληθέντων ὑπ’ αὐτοῦ πράξουσιν, ὑπισχνεῖτο δῆθεν πάντα τὰ δεδογμένα σφίσι ποιήσειν, ὅπως αὐτός τε ἀναφυγὴν ὡς κἂν πράξας αὐτὰ ἔχῃ, καὶ
5τὰ τῶν ἐναντίων, ἀρνησαμένων ἃ ἐπήγγελλεν, αἴτια τοῦ πολέμου

46

.

30

.

4

φθάσῃ γενόμενα. τήν τε γὰρ Γαλατίαν ἐκλείψειν καὶ τὰ στρατόπεδα ἀφήσειν ἔλεγεν, ἂν τούτοις τε τὰ αὐτὰ ἅπερ τοῖς τοῦ Καίσαρος ἐψηφίσαντο δῶσιν, καὶ τὸν Κάσσιον τόν τε Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἕλωνται. καὶ γὰρ τοῦτ’ ᾔτησε προσποιούμενος τοὺς ἄνδρας,
5ἵνα μηδεμίαν αὐτῷ ὀργὴν τῶν πρὸς τὸν Δέκιμον τὸν συνωμότην σφῶν πραττομένων ἔχοιεν.

46

.

31

.

1

Ἀντώνιος μὲν ταῦτα προΐσχετο, σαφῶς εἰδὼς μηδέτερον αὐτῶν ἐσόμενον· ὁ γὰρ Καῖσαρ οὐκ ἄν ποτε ὑπέμεινεν οὔτε τοὺς σφαγέας τοὺς τοῦ πατρὸς ὑπατεῦσαι, οὔτε τοὺς στρατιώτας τοὺς τοῦ Ἀντω‐ νίου τὰ αὐτὰ τοῖς ἑαυτοῦ λαβόντας προσφιλεστέρους αὐτῷ μᾶλλον

46

.

31

.

2

γενέσθαι. οὔκουν οὐδὲ ἐκυρώθη τι αὐτῶν, ἀλλὰ τῷ τε Ἀντωνίῳ τὸν πόλεμον πάλιν ἐπήγγειλαν, καὶ τοῖς συνοῦσίν οἱ προηγόρευσαν αὖθις ἐγκαταλιπεῖν αὐτόν, ἑτέραν τινὰ ἡμέραν τάξαντες. τάς τε
χλαμύδας τὰς στρατιωτικὰς πάντες, καὶ οἱ μὴ ἐκστρατεύσοντες,
5ἠμπέσχοντο, καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως ἐπέτρεψαν, ἐκεῖνο δὴ τὸ εἰθισμένον τῷ δόγματι προσγράψαντες, τὸ μηδὲν ἀπ’

46

.

31

.

3

αὐτῆς ἀποτριβῆναι. ἐπειδή τε πολλῶν χρημάτων ἐς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς καθ’ ἑκάστην κεραμίδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας ἢ αὐτοὶ ἐκέκτηντο

46

.

31

.

4

ἢ ἄλλων οὔσας ᾤκουν. καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλού‐ σιοι συνετέλεσαν, τά τε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίη‐ σαν· τοσαύτη γὰρ ἀχρηματία τὸ δημόσιον τότε ἔσχεν ὥστε μηδὲ
5τὰς πανηγύρεις τὰς ἐν τῷ καιρῷ ἐκείνῳ γενέσθαι ὀφειλούσας ἐπι‐

46

.

32

.

1

τελεσθῆναι, ἔξω βραχέων τινῶν ὁσίας ἕνεκα. ταῦτα δὲ ὅσοι μὲν τῷ τε Καίσαρι ἐχαρίζοντο καὶ τὸν Ἀντώνιον ἐμίσουν προθύμως ἔπραττον· οἱ δὲ δὴ πλείους, ἅτε καὶ ταῖς στρατείαις ἅμα καὶ ταῖς ἐσφοραῖς βαρούμενοι, ἐδυσχέραινον, καὶ μάλισθ’ ὅτι ἄδηλον μὲν
5ἦν ὁπότερος αὐτῶν κρατήσει, πρόδηλον δὲ ὅτι τῷ νικήσαντι δου‐

46

.

32

.

2

λεύσουσι. συχνοὶ δ’ οὖν καὶ τὰ τοῦ Ἀντωνίου βουλόμενοι, οἱ μὲν ἄντικρυς πρὸς αὐτόν, ἄλλοι τε καὶ δήμαρχοι στρατηγοί τέ τινες, ἀπῆλθον, οἱ δὲ καὶ κατὰ χώραν μείναντες, ὧν καὶ ὁ Καλῆνος ἦν, ἔπραττον ὑπὲρ αὐτοῦ πάνθ’ ὅσα ἐδύναντο, τὰ μὲν ἐπικρυπτόμενοι,

46

.

32

.

3

τὰ δὲ καὶ ἐκ τοῦ φανεροῦ διαδικαιοῦντες. οὔκουν οὐδὲ τὴν ἐσθῆτα εὐθὺς ἠλλάξαντο, ἀλλὰ καὶ ἔπεισαν αὖθις τὴν γερουσίαν πρέσβεις πρὸς τὸν Ἀντώνιον ἄλλους τε καὶ τὸν Κικέρωνα πέμψαι, πρό‐ φασιν μὲν ὡς καὶ πείσοντα αὐτὸν ὁμολογῆσαι, ἔργῳ δὲ ἵν’ ὑπεξ‐

46

.

32

.

4

αιρεθῇ σφίσι. συννοήσας οὖν τοῦτ’ ἐκεῖνος ἐφοβήθη καὶ οὐκ ἐτόλμησεν ἑαυτὸν ἐς τὰ τοῦ Ἀντωνίου ὅπλα ἐκδοῦναι. κἀκ τούτου οὐδ’ ἄλλος τις τῶν πρεσβευτῶν ἀπῆρεν.

46

.

33

.

1

ἐν ὅσῳ δὲ ταῦτ’ ἐπράττετο, τέρατα αὖθις οὐ σμικρὰ καὶ τῇ πόλει καὶ αὐτῷ τῷ ὑπάτῳ τῷ [βιβίῳ] Οὐιβίῳ ἐγένετο. ἐν γὰρ τῇ ἐσχάτῃ ἐκκλησίᾳ, μεθ’ ἣν ἐς τὸν πόλεμον ἐξώρμησεν, ἄνθρωπός τις τὴν νόσον που τὴν ἱερὰν καλουμένην ἔχων δημηγοροῦντός τι αὐτοῦ

46

.

33

.

2

κατέπεσεν· καὶ ἀνδριὰς αὐτοῦ χαλκοῦς ἐν τῷ τῆς οἰκίας προθύρῳ ἑστὼς ἀνετράπη αὐτόματος τῇ ἡμέρᾳ τῇ τε ὥρᾳ ᾗ ἐξεστράτευσεν.
τά τε ἱερὰ τὰ προπολέμια οἱ μάντεις οὐκ ἠδυνήθησαν ὑπὸ τοῦ πλήθους τοῦ αἵματος διαγνῶναι· καί τις ἐν τούτῳ φοίνικα αὐτῷ
5προσφέρων ἔν τε τῷ αἵματι τῷ προκεχυμένῳ ὤλισθε καὶ πεσὼν τὸν

46

.

33

.

3

φοίνικα ἐμίανεν. ἐκείνῳ μὲν δὴ ταῦτ’ ἐγένετο. ἀλλ’ εἰ μὲν ἰδιω‐ τεύοντί οἱ συνενήνεκτο, ἐς μόνον ἂν αὐτὸν ἔτεινεν, ἐπεὶ δ’ ὑπάτευε, καὶ ἐς πάντας ὁμοίως ἤνεγκεν, ὥσπερ τό τε τῆς Μητρὸς τῶν θεῶν ἄγαλμα τὸ ἐν τῷ παλατίῳ ὄν (πρὸς γάρ τοι τὰς τοῦ ἡλίου ἀνατο‐
5λὰς πρότερον βλέπον πρὸς δυσμὰς ἀπὸ ταὐτομάτου μετεστράφη)

46

.

33

.

4

καὶ τὸ τῆς Ἀθηνᾶς τὸ πρὸς τῇ Μουτίνῃ, παρ’ ᾗ καὶ τὰ μάλιστα ἐμαχέσαντο, τιμώμενον (αἷμά τε γὰρ πολὺ καὶ μετὰ τοῦτο καὶ γάλα ἀνῆκε), καὶ προσέτι καὶ τὸ τοὺς ὑπάτους τὴν ἔξοδον πρὸ τῶν Λα‐ τίνων ἀνοχῶν ποιήσασθαι· οὐ γὰρ ἔστιν ὁπότε τούτου γενομένου

46

.

33

.

5

καλῶς ἀπήλλαξαν. ἀμέλει καὶ τότε οἱ ὕπατοι ἀμφότεροι καὶ ἐκ τοῦ ὁμίλου πάμπολυ πλῆθος, τὸ μὲν ἐν τῷ παρόντι τὸ δὲ καὶ μετὰ ταῦτα, τῶν τε ἱππέων καὶ τῶν βουλευτῶν πολλοί, καὶ οἱ μάλιστα

46

.

33

.

6

ἀνὰ πρώτους ὄντες, ἀπώλοντο. τοῦτο μὲν γὰρ αἱ μάχαι, τοῦτο δὲ καὶ οἱ οἴκοι σφαγαὶ τὸν Σύλλειον τρόπον αὖθις γενόμεναι πᾶν ὅ τιπερ ἦν ἄνθος αὐτῶν, ἔξω τῶν δρώντων σφᾶς, ἔφθειραν.

46

.

34

.

1

αἴτιοι δὲ τῶν κακῶν τούτων αὐτοὶ ἑαυτοῖς οἱ βουλευταὶ ἐγέ‐ νοντο. δέον γὰρ αὐτοὺς ἕνα τινὰ τὸν τὰ ἀμείνω φρονοῦντα προ‐ στήσασθαι καὶ ἐκείνῳ διὰ παντὸς συνάρασθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὑπολαβόντες δὲ δή τινας καὶ ἐπὶ τοὺς ἑτέρους ἐπαυξή‐
5σαντες ἔπειτα καὶ ἐκείνους ἀντικαθελεῖν ἐπεχείρησαν, κἀκ τούτου

46

.

34

.

2

φίλον μὲν οὐδένα ἐχθροὺς δὲ πάντας ἔσχον. οὐ γὰρ τὸν αὐτὸν τρόπον πρός τε τοὺς λυπήσαντάς τινες καὶ πρὸς τοὺς εὐεργετήσαντας διατίθενται, ἀλλὰ τῆς μὲν ὀργῆς καὶ ἄκοντες μνημονεύουσι, τῆς δὲ δὴ χάριτος καὶ ἑκόντες ἐπιλανθάνονται, τὸ μέν τι ἀπαξιοῦντες
5εὖ πεπονθέναι δοκεῖν ὑπό τινων, ὡς καὶ ἀσθενέστεροί σφων δόξοντες εἶναι, τὸ δὲ ἀγανακτοῦντες εἴπερ ἀνατὶ κεκακῶσθαι νομισθήσονται

46

.

34

.

3

πρός τινος, ὡς καὶ ἀνανδρίαν ὀφλήσοντες. καὶ ἐκεῖνοι οὖν ἕνα μὲν
μηδένα προσδεξάμενοι, ἄλλῳ δὲ καὶ ἄλλῳ ἐν μέρει προσθέμενοι, καὶ τὰ μὲν ὑπὲρ αὐτῶν τὰ δὲ καὶ κατ’ αὐτῶν καὶ ψηφισάμενοι καὶ πράξαντες, πολλὰ μὲν δι’ αὐτοὺς πολλὰ δὲ καὶ ὑπ’ αὐτῶν ἔπαθον.

46

.

34

.

4

ἡ μὲν γὰρ ὑπόθεσις τοῦ πολέμου μία πᾶσί σφισιν ἦν, τόν τε δῆμον καταλυθῆναι καὶ δυναστείαν τινὰ γενέσθαι· μαχόμενοι δὲ οἱ μὲν ὅτῳ δουλεύσουσιν, οἱ δὲ ὅστις αὐτῶν δεσπόσει, τὰ μὲν πράγματα ἀμφότεροι ὁμοίως ἔφθειρον, πρὸς δὲ δὴ τὴν τύχην διάφορον ἑκά‐

46

.

34

.

5

τεροι δόξαν ἐκτήσαντο. οἱ μὲν γὰρ εὖ πράξαντες καὶ εὔβουλοι καὶ φιλοπόλιδες ἐνομίσθησαν, οἱ δὲ δὴ πταίσαντες καὶ πολέμιοι τῆς πατρίδος καὶ ἀλιτήριοι ὠνομάσθησαν. ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα προήχθη,

46

.

35

.

1

λέξω δὲ καὶ καθ’ ἕκαστον τῶν γενομένων· καὶ γὰρ καὶ παίδευσις ἐν τούτῳ τὰ μάλιστα εἶναί μοι δοκεῖ, ὅταν τις τὰ ἔργα τοῖς λο‐ γισμοῖς ὑπολέγων τήν τε ἐκείνων φύσιν ἐκ τούτων ἐλέγχῃ καὶ τού‐ τους ἐκ τῆς ἐκείνων ὁμολογίας τεκμηριοῖ.

46

.

35

.

2

ἐπολιόρκει μὲν ὁ Ἀντώνιος τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ ὄντα, ὡς μὲν τἀκριβὲς εἰπεῖν, ὅτι οὐ παρῆκεν αὐτῷ τὴν Γαλατίαν, ὡς δ’ αὐτὸς ἐπλάττετο, ὅτι τῶν τοῦ Καίσαρος σφαγέων ἐγεγόνει. ἐπειδὴ γὰρ οὔτε κόσμον οἱ ἡ ἀληθὴς τοῦ πολέμου αἰτία ἔφερε, καὶ ἅμα
5καὶ τὰ τοῦ δήμου πρὸς τὸν Καίσαρα ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμωρίᾳ ἀποβλέποντα ἑώρα, τοῦτο τὸ πρόσχημα τοῦ πολέμου προε‐

46

.

35

.

3

βάλετο. ὅτι γὰρ ἐσκήπτετο αὐτὸ ἵνα τὴν Γαλατίαν κατάσχῃ, καὶ αὐτὸς ἐδήλωσε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον τὸν Μᾶρκον ὑπά‐ τους ἀποδειχθῆναι αἰτήσας· πρὸς γάρ τοι τὰ ἑαυτοῦ συμφέροντα

46

.

35

.

4

ἑκάτερον ἐκ τοῦ ἐναντιωτάτου προσεποιεῖτο. Καῖσαρ δὲ ἐστράτευτο μὲν ἐπ’ αὐτὸν πρὶν καὶ ψηφισθῆναί οἱ τὸν πόλεμον, οὐ μὴν καὶ ἐπεποιήκει λόγου ἄξιον οὐδέν. μαθὼν δὲ δὴ τὰ δεδογμένα τὰς μὲν τιμὰς ἀπεδέχετο καὶ ἔχαιρεν, ἄλλως τε καὶ ὅτι θύοντι αὐτῷ,
5ὅτε τὸν κόσμον καὶ τὴν ἐξουσίαν τοῦ στρατηγοῦ ἀνέλαβε, διττὰ τὰ

46

.

35

.

5

ἥπατα ἐν πᾶσι τοῖς ἱερείοις δώδεκα οὖσιν εὑρέθη· τῷ δὲ δὴ καὶ πρὸς τὸν Ἀντώνιον καὶ πρέσβεις καὶ λόγους πεμφθῆναι, ἀλλὰ μὴ οὐκ ἀκήρυκτον εὐθὺς αὐτῷ τὸν πόλεμον ἐπαγγελθῆναι, ἤσχαλλε,

46

.

35

.

6

καὶ μάλισθ’ ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳ τε ἰδίᾳ τι περὶ τῆς ὁμο‐
νοίας ἐπεσταλκότας, καὶ γράμματα παρ’ αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοις τε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόν τε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα

46

.

35

.

7

τῇ τοῦ χειμῶνος προφάσει ποιουμένους ᾔσθετο. οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτ’ αὖ πεῖσαί τι ἢ καὶ βιάσασθαι ἐδύνατο) ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορ‐ νηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.

46

.

36

.

1

ἐκεῖνος γὰρ πρότερον μὲν ἰσχυρῶς τὸν Ἀντώνιον ἠμύνετο, καί ποτε ὑποτοπήσας τινὰς ἐς τὴν πόλιν ὑπ’ αὐτοῦ ἐπὶ διαφθορᾷ τῶν στρα‐ τιωτῶν ἐσπεπέμφθαι συνεκάλεσε πάντας τοὺς παρόντας, καὶ βραχέα ἄττα ὑπειπὼν ἐκήρυξε, δείξας τι χωρίον, τοὺς μὲν ἐν τοῖς
5ὅπλοις ἐπὶ τάδε τοὺς δὲ ἰδιώτας ἐπὶ θάτερα αὐτοῦ ἀπελθεῖν, καὶ οὕτως ἀπορήσαντας τοὺς τοῦ Ἀντωνίου ὅπῃ τράπωνται καὶ μονω‐ θέντας κατεφώρασε καὶ συνέλαβεν· ἔπειτα παντελῶς ἀπετειχίσθη.

46

.

36

.

2

δείσας οὖν ὁ Καῖσαρ μὴ βίᾳ ἁλῷ ἢ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι· ὁ γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούς τε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶν

46

.

36

.

3

Ἀντωνίων κατέλυεν. ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μου‐ τίνῃ ποταμοῦ τῆς τε ἐπ’ αὐτῷ φυλακῆς οὐχ οἷοί τε ἐγένοντο περαι‐

46

.

36

.

4

τέρω προχωρῆσαι. βουλόμενοι οὖν καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα ἀπείλιξαν αὐτὸν ὥσπερ

46

.

36

.

5

τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸς ὑφύδρῳ διενεγκεῖν ἔδωκαν. καὶ οὕτως ὁ Δέκιμος τήν τε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.

46

.

37

.

1

ὁ οὖν Ἀντώνιος ἰδὼν ὅτι ὁ Δέκιμος οὐκ ἐνδωσείει, ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, αὐτὸς δὲ ἐπί τε τὸν Καίσαρα
καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαι τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγί‐

46

.

37

.

2

γνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων ὁ Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν μὲν ὡς καὶ καθ’ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες,
5ὑπέστρεψαν δὲ δι’ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς

46

.

37

.

3

ἐφεπομένοις σφίσι προσπεσόντες συχνοὺς αὐτῶν ἀπέκτειναν. καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπ’ ἀμφοτέρων ἐς χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχη τέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν ὁ Ἀντώνιος. τούτοις τε οὖν
5ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον

46

.

37

.

4

τοῦ λοιποῦ πολεμήσειεν. καὶ ἐπειδὴ τά τε ἄλλα πρός τε τὰς συμ‐ φορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναι τέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μά‐
5λιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου

46

.

37

.

5

οἱ προσπέσωσι. διατάξας τε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόν τε ἐνεδρεύσας κατέ‐ τρωσε καὶ τοὺς πλείους τῶν στρατιωτῶν ἀπέκτεινε, τούς τε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν ἐξεῖλεν αὐτούς, εἰ καὶ ἐφ’ ὁπο‐

46

.

37

.

6

σονοῦν προσηδρεύκει σφίσι. νῦν δ’ ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ, καὶ ἐπ’ ἐκείνους αὖθις

46

.

37

.

7

ἐτράπετο. καὶ αὐτῷ ὁ Ἵρτιος ἔκ τε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτ’ ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτη‐ σεν· ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρα‐
5τοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ τὸν Ἀντώνιον ὥρμησεν.

46

.

38

.

1

ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον ὁ Ἵρτιος ἀλλὰ καὶ ὁ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, ὅ τε Καῖσαρ, καίτοι μηδὲ μα‐ χεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς βουλῆς ὠνομά‐

46

.

38

.

2

σθησαν. τοῖς τε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφή τε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖς τε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.

46

.

38

.

3

ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκ τε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀν‐ τιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, ὅ τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιον οὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ

46

.

38

.

4

ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τά τε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέ‐ λειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵ τε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον

46

.

38

.

5

ἐστασίαζον, ὁ μὲν Καῖσαρ ὅ τε Ἵρτιος ἐπῄροντό τε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτ’ ἐπειδὴ δύναμίς τις αὐτῷ παρὰ τοῦ Λεπίδου πεμφθεῖσα ἦλθεν,

46

.

38

.

6

ἀνεθάρσησεν. αὐτὸς μὲν γὰρ ὁ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε· τόν τε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπ’ αὐτὸν ἐκέκλητο, καὶ διά τε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευά‐

46

.

38

.

7

ζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳ ἐνετείλατο· ἐκεῖ‐ νος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρ’ ἀμφοτέρων πολ‐
5λοῦ γενομένου τραπεὶς ἔφυγε.

46

.

39

.

1

μέχρι μὲν οὖν τούτων ὁ Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου στρατοπέδου καταλήψει καὶ τὸν Οὐί‐
5βιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν

46

.

39

.

2

τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν. ἡ δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει,
πάνθ’ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, ἐπ’ ἀμφοτέροις μέν που ταῦτα ψηφι‐
5σάμενοι ὡς καὶ προκαταληψόμενοι δι’ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν.

46

.

39

.

3

τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν
5καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέν‐ τας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας,

46

.

40

.

1

ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφείλοντο· τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτ’ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρη‐ σαν, πάνθ’ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά
5τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ

46

.

40

.

2

Οὐιβίου προσέταξαν· τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπ‐ ήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθα‐
5νόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν· τά τε χρήματα ἃ ἐς τὴν πα‐ ρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς

46

.

40

.

3

κληρονόμοις αὐτοῦ ἀπέδωκαν. τό τε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπ’ αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μηδ’ ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκη‐
5σαν· τῷ τε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷ τε Κασσίῳ τήν τε Συρίαν καὶ τὸν

46

.

40

.

4

πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν. πάντως δ’ ἂν καὶ τὰς δυνάμεις ἃς εἶχε προσπαρείλοντο, εἰ μήπερ ἐφοβήθησαν
φανερῶς αὐτὸ ψηφίσασθαι διὰ τὸ εὔνους οἱ τοὺς στρατιώτας ἐπίστασθαι ὄντας. στασιάσαι δ’ οὖν σφας καὶ ὣς καὶ πρὸς ἀλλή‐

46

.

40

.

5

λους καὶ πρὸς ἐκεῖνον ἐπεχείρησαν. οὔτε γὰρ ἐπαινέσαι τε καὶ τιμῆσαι πάντας αὐτοὺς ἠθέλησαν, μὴ καὶ τὸ φρόνημα αὐτῶν ἐπὶ μεῖζον ἄρωσιν, οὔτ’ ἀτιμάσαι καὶ παριδεῖν πάντας, μὴ καὶ μᾶλλον αὐτοὺς ἀλλοτριώσωσι καὶ κατὰ τοῦτο καὶ συμφρονεῖν ἀναγκάσωσι.

46

.

40

.

6

διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δ’ οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δ’ οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐδὲ χαλκοῦν ψηφισάμενοι, συγ‐
5κρούσειν τε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.

46

.

41

.

1

καὶ τούς γε διαγγελοῦντάς σφισι ταῦτα οὐ πρὸς τὸν Καίσαρα ἀλλὰ πρὸς ἐκείνους ἔπεμψαν. περιοργὴς οὖν καὶ ἐπὶ τούτοις γενόμενος ἐπέτρεψε μὲν τῷ λόγῳ τοῖς πρεσβευταῖς ἄνευ ἑαυτοῦ τῷ στρατεύ‐ ματι συμμῖξαι, προπαραγγείλας μήτ’ ἀπόκρισίν τινα αὐτοῖς δο‐
5θῆναι καὶ ἑαυτὸν παραχρῆμα μεταπεμφθῆναι· ἐλθὼν δὲ ἐς τὸ στρατόπεδον, καὶ συνακούσας σφίσι τὰ ἐπεσταλμένα, πολὺ μᾶλλον

46

.

41

.

2

αὐτοὺς ἐξ αὐτῶν ἐκείνων ᾠκειώσατο. οἵ τε γὰρ προτετιμημένοι οὐ τοσοῦτον τῇ πλεονεξίᾳ ἔχαιρον ὅσον ὑπώπτευον τὸ γιγνόμενον, τοῦ Καίσαρός σφας ὅτι μάλιστα ἐνάγοντος· καὶ οἱ ἠτιμασμένοι ἐκείνοις μὲν οὐδὲν ὠργίζοντο, προσδιαβάλλοντες δὲ τὴν διάνοιαν
5τῶν ἐψηφισμένων τήν τε ἀτιμίαν σφῶν ἐπὶ πάντας ἦγον καὶ τὴν

46

.

41

.

3

ὀργὴν αὐτοῖς ἐκοινοῦντο. μαθόντες οὖν ταῦθ’ οἱ ἐν τῇ πόλει, καὶ φοβηθέντες, ὕπατον μὲν οὐδ’ ὣς αὐτὸν ἀπέδειξαν, οὗπερ που τὰ μάλιστα ἐγλίχετο, ταῖς δὲ δὴ τιμαῖς ταῖς ὑπατικαῖς ἐκόσμησαν, ὥστε καὶ γνώμην ἐν τοῖς ὑπατευκόσιν ἤδη τίθεσθαι. ἐπειδή τε
5ἐν οὐδενὶ λόγῳ τοῦτ’ ἔσχε, στρατηγόν τε αὐτὸν ἐν τοῖς πρῶτον

46

.

41

.

4

καὶ μετὰ τοῦτο καὶ ὕπατον αἱρεθῆναι ἐψηφίσαντο. καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα, ὥσπερ ὡς ἀληθῶς μειράκιόν τέ τι καὶ παῖδα, ἅπερ που διεθρύλουν, ὄντα, σοφῶς μετακεχειρίσθαι ἔδοξαν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ἐπ’ αὐτῷ τούτῳ, ὅτι παῖς ἤκουε, δεινῶς
5ἀγανακτῶν οὐκέτ’ ἐς ἀναβολὰς ἐποιήσατο, ἀλλ’ ἐπί τε τὰ ὅπλα

46

.

41

.

5

καὶ ἐπὶ τὴν ἰσχὺν αὐτῶν ἐτράπετο. καὶ πρός τε τὸν Ἀντώνιον κρύφα [καὶ] διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς αὐτός τ’ ἐνενικήκει καὶ ἡ βουλὴ πολεμίους ἐψήφιστο, συνή‐ θροιζε, καὶ κατηγορίας παρ’ αὐτοῖς καὶ κατὰ τῆς γερουσίας καὶ
5κατὰ τοῦ δήμου πολλὰς ἐποιεῖτο.

46

.

42

.

1

ἀκούοντες δὲ ταῦτα οἱ ἐν τῷ ἄστει τέως μὲν ἐν ὀλιγωρίᾳ αὐ‐ τὸν ἦγον, ἐπεὶ δὲ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον συμπεφρονη‐ κότας ᾔσθοντο, θεραπεύειν τε αὖθις ἤρξαντο, ἀγνοοῦντες τοὺς λόγους οὓς πρὸς τὸν Ἀντώνιον ἐπεποίητο, καὶ τῷ πολέμῳ τῷ

46

.

42

.

2

πρὸς ἐκείνους προσέταξαν. ὁ οὖν Καῖσαρ καὶ τοῦτον μέν, εἴ πως ὕπατος δι’ αὐτὸν ἀποδειχθείη, ὑπεδέξατο· πάνυ γάρ τι ἔπρασσεν διά τε ἄλλων καὶ διὰ τοῦ Κικέρωνος ὅπως χειροτονηθείη, οὕτως

46

.

42

.

3

ὥστε καὶ συνύπατον αὐτὸν ὑποσχέσθαι οἱ ποιήσειν. ἐπεὶ δ’ οὐδ’ ὣς ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφ’ ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ
5Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ

46

.

42

.

4

πρὸς τὸν Ἀντώνιον ἔφερεν· τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦν), ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν

46

.

43

.

1

βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε. τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δ’ ὅλον τά τε χρή‐ ματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα

46

.

43

.

2

ἀποδειχθῆναι ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πρα‐ ξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλ’ ἵνα ἀποπειραθῶσί τε
5αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, ἢ καὶ ἀφορμὴν ὀργῆς λάβωσι

46

.

43

.

3

τὸ καὶ δι’ ἐκείνην δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατ’ ἐκείνους ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς

46

.

43

.

4

πως διεκρούσθη) οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐ‐ τῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι
γὰρ ἐσεληλύθεσαν) ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει”. καὶ αὐτῷ ὁ Κικέρων

46

.

43

.

5

ὑπολαβὼν “ἂν οὕτως” ἔφη “παρακαλῆτε, λήψεται αὐτήν.” ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν· ὁ δὲ δὴ Καῖσαρ τὸ μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τά τε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐ‐
5τῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων ἢ παρὰ τοῦ Καί‐

46

.

43

.

6

σαρος ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον (καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτο) σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων

46

.

44

.

1

αὐτῶν ὥρμησε. καὶ τῶν τε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαν‐ τες ἐπὶ κατασκοπῇ σφῶν παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπί τε τῇ προφάσει ταύτῃ

46

.

44

.

2

καὶ ἄλλα πολλὰ ἐκακούργουν. πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τά τε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμ‐ ψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς

46

.

44

.

3

ἠπείγοντο, ὕπατον τὸν Καίσαρα ἀπέδειξαν. [καὶ] οὐδὲν μέντοι οὐδὲ ἐκ τούτου ἀπώνηντο· ὧν γὰρ οὐχ ἑκόντες ἀλλ’ ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ

46

.

44

.

4

πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο. μαθοῦσα οὖν ταῦθ’ ἡ γερουσία μετεβάλετο, καὶ ἐκείνοις τε ἀπηγόρευσε μὴ πελάσαι τῇ πόλει, ἀλλ’ ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἀπ’ αὐτῆς ἀποσχεῖν, καὶ αὐτοὶ τήν τε ἐσθῆτα αὖθις ἠλλάξαντο
5καὶ τοῖς στρατηγοῖς τὴν φυλακὴν τῆς πόλεως ἐνεχείρισαν, ὥσπερ

46

.

44

.

5

εἴθιστο. καὶ τά τε ἄλλα ἐν φρουρᾷ ἐποιήσαντο, καὶ τὸ Ἰανίκουλον μετά τε τῶν αὐτόθι στρατιωτῶν καὶ μεθ’ ἑτέρων ἐκ τῆς Ἀφρικῆς ἐπελθόντων προκατέλαβον.

46

.

45

.

1

ἕως μὲν δὴ ἐν ὁδῷ ἔθ’ ὁ Καῖσαρ ἦν, ταῦτά τε οὕτως ἐγίγνετο, καὶ ὁμοθυμαδὸν αὐτῶν πάντες οἱ ἐν τῇ Ῥώμῃ τότε ὄντες ἀντελαμ‐ βάνοντο, ὥσπερ που φιλοῦσιν οἱ πολλοί, πρὶν ἔς τε τὴν ὄψιν καὶ

46

.

45

.

2

ἐς τὴν πεῖραν τῶν δεινῶν ἀφικέσθαι, θρασύνεσθαι. ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκ τε τοῦ Ἰανικούλου κατέβησαν καὶ

46

.

45

.

3

τούς τε στρατιώτας καὶ ἑαυτοὺς αὐτῷ παρέδωκαν. τήν τε οὖν πό‐ λιν οὕτως ὁ Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέν‐ των, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα δι’ ὀλίγου οὕτως ἐπ’ αὐτὰς
5κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδας

46

.

45

.

4

ἀρχὰς ἐχόντων ἀποδημούντων. τοῦτο γὰρ τῶν δύο ἀνδρῶν διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον ἢ τὸ τοὺς ὑπά‐ τους δι’ αὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μηδ’ ἀρχήν τινα

46

.

45

.

5

ἰσχυροτέραν αὐτοῦ ἐσχηκέναι δόξειν. καὶ ἐγίγνετο μέν που ταῦθ’ ὑπὸ τῶν ὅπλων· ὁ δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλ’ οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.

46

.

46

.

1

οὕτω μὲν οὖν ὕπατος ᾑρέθη, καὶ αὐτῷ καὶ συνάρχων, εἴγε τοῦτο δεῖ, ἀλλὰ μὴ ὕπαρχον αὐτὸν εἰπεῖν, ὁ Πέδιος ὁ Κύιντος

46

.

46

.

2

ἐδόθη. καὶ ἐπί τε τούτῳ μέγιστον ἐφρόνει, ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, ὃ μηπώποτέ τινι ἐγεγόνει, ὑπατεύσειν ἔμελλε, καὶ ὅτι 〈τῇ〉 πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον ἐσελθὼν γῦπας ἓξ καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώτας ἄλλους δώδεκα

46

.

46

.

3

εἶδε· πρός τε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ λήψεσθαι προσεδό‐ κησεν. οὐ μέντοι ὡς καὶ δεύτερον ὑπατεύων, ὅτι ταῖς τιμαῖς ταῖς ὑπατικαῖς ἐκεκόσμητο, ἐσεμνύνατο. καὶ τοῦτο καὶ ἔπειτα ἐπὶ πάν‐

46

.

46

.

4

των τῶν ὁμοίων μέχρις ἡμῶν ἐτηρήθη· Σεουῆρος γὰρ αὐτοκράτωρ πρῶτος Πλαυτιανὸν ὑπατικαῖς τιμαῖς τιμήσας, καὶ μετὰ τοῦτο ἔς τε τὸ βουλευτικὸν ἐσαγαγὼν καὶ ὕπατον ἀποδείξας, ὡς καὶ δεύτε‐ ρον ὑπατεύσαντα ἀνεκήρυξεν, καὶ ἀπ’ ἐκείνου καὶ ἐφ’ ἑτέρων τὸ

46

.

46

.

5

αὐτὸ ἐγένετο. ὁ δ’ οὖν Καῖσαρ τά τε ἄλλα τὰ ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὑτῷ κατεστήσατο, καὶ χρήματα τοῖς στρατιώταις, τοῖς μὲν ὅσα τε καὶ ὅθεν ἐψήφιστο, τοῖς δὲ λοιποῖς ὡς ἑκάστοις, λόγῳ μὲν οἴκοθεν ἔργῳ δὲ ἐκ τῶν κοινῶν ἔδωκε.

46

.

46

.

6

τότε μὲν οὕτω τε καὶ ἐκ τοιαύτης αἰτίας οἱ στρατιῶται τὸ ἀργύριον ἔλαβον· παρακούσαντες δέ τινες τοῦτο ἔδοξαν ἀεὶ πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς στρατοπέδοις, ὅσα ἂν ἐς τὴν Ῥώμην μεθ’ ὅπλων ἀφίκηται, τὰς δισχιλίας καὶ πεντακοσίας δραχμὰς ἀναγκαῖον

46

.

46

.

7

εἶναι δίδοσθαι. καὶ διὰ ταῦτα καὶ οἱ μετὰ τοῦ Σεουήρου ἐπὶ τῇ τοῦ Ἰουλιανοῦ καθαιρέσει ἐς τὸ ἄστυ ἐλθόντες φοβερώτατοι αὐτῷ τε ἐκείνῳ καὶ ἡμῖν ἐγένοντο ἀπαιτοῦντες αὐτάς· καί σφας, οὐδ’ εἰδότων τῶν ἄλλων ὅ τι ποτὲ ἠξίουν, ἐθεράπευσεν ὁ Σεουῆρος πεν‐
5τήκοντα καὶ διακοσίαις δραχμαῖς.

46

.

47

.

1

ὁ δ’ οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τά τε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω· ἄνευ γὰρ τῆς παρ’ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα· τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν·
5ἃ γὰρ βιασάμενός σφας εὕρητο, ταῦθ’ ὡς καὶ παρ’ ἑκόντων αὐτῶν

46

.

47

.

2

εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθεν ἐτίθετο. καὶ ἐκεῖνοι οὖν ἐπί τε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσ‐ έτι ὃν οὐδ’ ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ

46

.

47

.

3

ᾖ, προτιμᾶσθαι ἔδοσαν· ᾧ τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθ’ ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν· καὶ ἐφ’ οὗ τῇ τε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύ‐

46

.

47

.

4

κεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδα προσέθεσαν. καὶ τέλος τήν τε φυλακὴν τῆς πόλεως, ὥστε πάνθ’ ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο.

46

.

47

.

5

ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη· οὐ μέντοι οὔτ’ ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ

46

.

47

.

6

ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς ἐπεκλήθη· νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχημα‐

46

.

47

.

7

τισθέν πως τηρεῖν. τοῦτο μὲν οὖν οὕτως ἔχει· ἐγὼ δὲ οὐκ Ὀκ‐ ταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν ἡ προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω.

46

.

47

.

8

προσεκτήσατο μὲν γὰρ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται· ἀλλ’ ἐκείνη μὲν ὅταν ἐς τὴν συγγραφὴν ἔλθῃ λελέξεται, μέχρι δὲ δὴ τότε ἀρκούν‐ τως ἡ τοῦ Καίσαρος ἐπίκλησις τὴν τοῦ Ὀκταουιανοῦ δήλωσιν ἀπο‐
5πληρώσει.

46

.

48

.

1

οὗτος οὖν ὁ Καῖσαρ ἐπειδὴ τάχιστα τούς τε στρατιώτας ᾠκειώ‐ σατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρός τε τὴν τοῦ πατρὸς τιμω‐ ρίαν ἐτράπετο, καὶ φοβηθεὶς μή πῃ τὸν ὅμιλον διὰ τοῦτ’ ἐκταράξῃ, οὐ πρότερον τὴν ἑαυτοῦ γνώμην ἐξέφηνε πρὶν τὴν ἀπόδοσιν τῶν

46

.

48

.

2

καταλειφθέντων σφίσι ποιήσασθαι. ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκ τε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλ’ ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμον τέ τινα
5περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶ δικαστήρια καὶ ἀποῦσί σφισιν

46

.

48

.

3

ἐκάθισεν. οἵ τε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγε‐ μονίας ἐθνῶν εἶχον· καὶ οἱ παρόντες οὔτ’ ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵ τε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφι‐
5σιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καί‐

46

.

48

.

4

σαρι ἀλλ’ οὐδὲ ἐν τῇ πόλει τότε γε ὄντες, ἥλωσαν. τοῦτο δὲ ἐπὶ τὸν Πομπήιον τὸν Σέξτον μάλιστα κατεσκευάσθη· καὶ γὰρ ἐκεῖνος ἥκιστα τῆς ἐπιθέσεως μετασχὼν ὅμως κατὰ τὸ πολέμιον αὐτοῦ κατεψηφίσθη. καὶ αὐτοί τε πυρὸς καὶ ὕδατος εἴρχθησαν, καὶ αἱ
5οὐσίαι αὐτῶν ἐδημεύθησαν· τά τε ἔθνη, οὐκ ἐκεῖνα μόνον ὧν τινες αὐτῶν ἦρχον, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα τοῖς τοῦ Καίσαρος φίλοις ἐπετράπη.

46

.

49

.

1

ἐν τούτοις δὲ τοῖς ὑπαιτίοις καὶ ὁ Κάσκας ὁ Πούπλιος ὁ Σερ‐
ουίλιος ὁ δήμαρχος ἐγένετο· καὶ ἐπειδὴ προϋποτοπήσας τὸν Καί‐ σαρα ὑπεξῆλθε πρὶν καὶ ἐς τὴν πόλιν αὐτὸν ἐσελθεῖν, τῆς τε ἀρχῆς ὡς καὶ παρὰ τὰ πάτρια ἀποδημήσας ἐπαύθη, τοῦ πλήθους ὑπὸ
5Πουπλίου Τιτίου συνάρχοντος αὐτῷ ἀθροισθέντος, καὶ οὕτως

46

.

49

.

2

ἑάλω. ἐπειδή τε ὁ Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον· οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, ἀλλὰ τοῦτο μὲν ὁ Βροῦ‐ τος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ ὁ
5Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, ὅ τε Κίννας ὁ τόν τε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.

46

.

49

.

3

ταῦτα μὲν οὕτω τετήρηται, τῶν δὲ δὴ τοῦ Καίσαρος φονέων συχνοὶ μὲν ἐς τὴν τοῦ παιδὸς αὐτοῦ χάριν, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἄθλων προσαναπειθόμενοι κατηγόρουν· χρήματά τε γὰρ ἐκ τῆς τοῦ ἁλόντος οὐσίας καὶ τὴν τιμὴν τήν τε ἀρχὴν τὴν ἐκείνου, εἴ τινα
5ἄρα ἔχων ἦν, τό τε μηκέτι μήτ’ αὐτὸν μήτε τοὺς υἱεῖς τούς τε ἐγ‐

46

.

49

.

4

γόνους αὐτοῦ στρατεύεσθαι ἐλάμβανον. τῶν γε μὴν δικασάντων σφίσιν οἱ μὲν πλείους τῇ τε χάριτι καὶ τῷ δέει τῷ τοῦ Καίσαρος κατεψηφίζοντο αὐτῶν, ἐνδεικνύμενοί πῃ ὡς καὶ δικαίως αὐτὸ ποι‐ οῦντες· εἰσὶ δὲ οἳ τὴν ψῆφον οἱ μὲν τῷ νόμῳ τῷ περὶ τῆς τιμωρίας
5σφῶν γεγραμμένῳ, οἱ δὲ καὶ τοῖς ὅπλοις τοῖς τοῦ Καίσαρος ἔδοσαν.

46

.

49

.

5

καί τις Σιλίκιος Κορωνᾶς βουλευτὴς ἄντικρυς τὸν Βροῦτον τὸν Μᾶρκον ἀπέλυσε. καὶ τότε μὲν αὐτός τε ἐπὶ τούτῳ μέγα ηὔχει καὶ παρὰ τῶν ἄλλων ἐπαίνους κρύφα ἐλάμβανε, τῷ τε Καίσαρι, ὅτι μὴ εὐθὺς ἀπέθανε, δόξαν ἐπιεικείας παρέσχεν, ὕστερον δὲ ἐκ
5προγραφῆς ἐθανατώθη.

46

.

50

.

1

ταῦτ’ οὖν πράξας ὁ Καῖσαρ ἐπί τε τὸν Λέπιδον καὶ ἐπὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν. ὁ γὰρ Ἀντώνιος, ὡς τότε ἐκ τῆς μάχης ἔφυγε καὶ αὐτὸν οὔθ’ ὁ Καῖσαρ, διὰ τὸ τῷ Δεκίμῳ τὸν πόλεμον ἐγχειρισθῆναι, οὔτε ἐκεῖνος, διὰ τὸ μὴ βούλεσθαι τὸν ἀν‐

46

.

50

.

2

τίπαλον τῷ Καίσαρι ὑπεξαιρεθῆναι, ἐπεδίωξε, συνελέξατο ὅσους ἠδυνήθη τῶν ἐκ τῆς μάχης περισωθέντων, καὶ πρὸς τὸν Λέπιδον ἀφίκετο παρασκευασάμενον μὲν ὡς καὶ αὐτὸν ἐς τὴν Ἰταλίαν κατὰ τὸ δόγμα στρατεύσοντα, προσταχθέντα δὲ αὖθις κατὰ χώραν μεῖ‐

46

.

50

.

3

ναι. οἱ γὰρ βουλευταὶ ἐπειδὴ ἐπύθοντο τὸν Σιλανὸν τὰ τοῦ Ἀντω‐ νίου πράξαντα, ἐφοβήθησαν τόν τε Λέπιδον καὶ τὸν Πλάγκον [καὶ] τὸν Λούκιον, μὴ καὶ ἐκεῖνοι αὐτῷ συνάρωνται, καὶ πέμψαντες πρὸς

46

.

50

.

4

αὐτοὺς οὐδὲν ἔτι δεῖσθαί σφων ἔφασαν. ἵνα τε μηδὲν ὑποτοπήσωσι κἀκ τούτου τι κακουργήσωσιν, ἐκέλευσαν αὐτοῖς τοὺς ἐκ Οὐιέννης τῆς Ναρβωνησίας ὑπὸ τῶν Ἀλλοβρίγων ποτὲ ἐκπεσόντας καὶ ἐς τὸ μεταξὺ τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ἀράριδος, ᾗ συμμίγνυνται ἀλλή‐

46

.

50

.

5

λοις, ἱδρυθέντας συνοικίσαι. καὶ οὕτως ἐκεῖνοι ὑπομείναντες τὸ Λουγούδουνον μὲν ὀνομασθὲν νῦν δὲ Λούγδουνον καλούμενον ἔκτι‐ σαν, οὐχ ὅτι οὐ καὶ ἐς τὴν Ἰταλίαν σὺν τοῖς ὅπλοις ἠδυνήθησαν ἂν ἐλθεῖν, εἴπερ ἠθελήκεσαν (ἀσθενέστατα γὰρ ἤδη τὰ ψηφίσματα

46

.

50

.

6

πρὸς τοὺς τὰς δυνάμεις ἔχοντας ἤγετο), ἀλλ’ ὅτι τὴν ἔκβασιν τοῦ Ἀντωνιείου πολέμου περισκοποῦντες τῇ τε βουλῇ πεπειθαρχηκέναι

46

.

51

.

1

δόξαι καὶ τὰ σφέτερα ἅμα κρατύνασθαι ἐβούλοντο. ἀμέλει τόν τε Σιλανὸν ὁ Λέπιδος ἐπὶ τῇ τοῦ Ἀντωνίου συμμαχίᾳ διεμέμψατο, καὶ αὐτῷ ἐκείνῳ ἐλθόντι οὐκ εὐθὺς ἐς λόγους ἀφίκετο, ἀλλὰ καὶ τῇ γερουσίᾳ προσκατηγορῶν αὐτοῦ ἐπέστειλεν, ὥστε καὶ ἐπαίνους

46

.

51

.

2

ἐκ τούτου καὶ τὴν ἡγεμονίαν τοῦ πρὸς αὐτὸν πολέμου λαβεῖν. τὸν μὲν δὴ ἄλλον χρόνον διὰ ταῦτα οὔτε προσίετο τὸν Ἀντώνιον οὔτε ἀπεωθεῖτο, ἀλλὰ περιεώρα μὲν ἐγγὺς ὄντα καὶ τοῖς συστρατευομέ‐ νοις οἱ προσομιλοῦντα, οὐ μέντοι καὶ ἐς λόγους αὐτῷ ᾔει· ἐπειδὴ
5δὲ τὴν ὁμολογίαν αὐτοῦ τὴν πρὸς τὸν Καίσαρα ἐπύθετο, τότε καὶ

46

.

51

.

3

αὐτὸς ἀμφοτέροις σφίσι συνηνέχθη. μαθὼν δὲ τὸ γιγνόμενον Μᾶρ‐ κος Ἰουουέντιος ὑποστράτηγος αὐτοῦ τὰ μὲν πρῶτα ἀποτρέπειν αὐτὸν ἐπειρᾶτο, ὡς δ’ οὐκ ἔπεισεν, αὐτὸς ἑαυτὸν τῶν στρατιωτῶν

46

.

51

.

4

ὁρώντων κατεχρήσατο. καὶ ἐκείνῳ μὲν ἐπαίνους τε ἐπὶ τούτῳ ἡ βουλὴ καὶ ἀνδριάντα τήν τε ταφὴν τὴν δημοσίαν ἐψηφίσατο, τὸν δὲ δὴ Λέπιδον τήν τε εἰκόνα τὴν ἐν τῷ βήματι ἱδρυμένην ἀφεί‐ λοντο καὶ πολέμιον ἐποιήσαντο· καί τινα καὶ ἡμέραν τοῖς συνοῦσιν
5αὐτῷ προέθεντο, πόλεμόν σφισιν ἀπειλήσαντες ἂν μὴ ἐντὸς ἐκείνης

46

.

51

.

5

ἐγκαταλείπωσιν αὐτόν. πρὸς δ’ ἔτι τήν τε ἐσθῆτα αὖθις μετέβαλον (ἐπὶ γὰρ τῇ τοῦ Καίσαρος ὑπατείᾳ τὴν ἀστικὴν ἀνειλήφεσαν) καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τόν τε Κάσσιον καὶ τὸν Σέξτον ἐπ’ αὐ‐ τοὺς μετεπέμψαντο· ἐπειδή τε ἐκεῖνοι χρονιεῖν ἐδόκουν, τῷ Καίσαρι,

46

.

52

.

1

ἀγνοίᾳ τῆς συνωμοσίας αὐτῶν, τὸν πόλεμον ἐπέτρεψαν. καὶ ὃς τῷ μὲν λόγῳ ὑπεδέξατο αὐτόν, καίτοι τοὺς στρατιώτας συμβοῆσαι ποιήσας ἅπερ εἴρηται, ἔργον δ’ οὐδὲν ἐχόμενον αὐτοῦ ἔπραξεν, οὐχ ὅτι καὶ ἐκεκοινολόγητο τῷ τε Ἀντωνίῳ καὶ δι’ ἐκείνου καὶ τῷ Λε‐

46

.

52

.

2

πίδῳ (βραχὺ γάρ τι τούτου ἐφρόντιζεν), ἀλλ’ ὅτι ἰσχυρούς τε αὐ‐ τοὺς ἑώρα ὄντας καὶ συμφρονοῦντας ὑπὸ τῆς συγγενείας ᾐσθάνετο, καὶ οὔτε βιάσασθαί σφας ἐδύνατο, καὶ ἐπήλπισε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα ἤδη δυναμένους δι’ αὐτῶν κατεργάσεσθαι,

46

.

52

.

3

καὶ μετὰ τοῦτο καὶ ἐκείνους δι’ ἀλλήλων χειρώσεσθαι. διὰ μὲν δὴ ταῦτα καὶ ἄκων τὰς συνθήκας πρὸς αὐτοὺς ἐφύλαξε, καί σφισι καὶ καταλλαγὰς πρός τε τὴν βουλὴν καὶ πρὸς τὸν δῆμον ἐπρυτά‐ νευσεν, οὐκ αὐτὸς ἐσηγησάμενος, ἵνα μὴ καὶ ὑποπτευθείη τι τῶν
5γεγονότων, ἀλλ’ ὁ μὲν ἐξεστράτευσεν ὡς καὶ πολεμήσων αὐτοῖς, ὁ δὲ δὴ Κύιντος τήν τε ἄδειαν καὶ τὴν κάθοδόν σφισιν, ὡς καὶ ἀφ’

46

.

52

.

4

ἑαυτοῦ γνώμης, δοθῆναι συνεβούλευσεν. οὐ μέντοι καὶ ἔλαβον αὐτὴν πρὶν τῷ τε Καίσαρι τὴν γερουσίαν ὡς καὶ ἀγνοοῦντι τὸ γιγνόμενον κοινώσασθαι, καὶ ἐκεῖνον ἄκοντα δῆθεν ὑπὸ τῶν στρα‐ τιωτῶν ἀναγκασθῆναι συγκαταθέσθαι.

46

.

53

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἐπράττετο, ὁ Δέκιμος τὸ μὲν πρῶτον ὡς καὶ πολεμήσων αὐτοῖς ὥρμησεν, καὶ τόν γε Πλάγκον τὸν Λούκιον, ἐπειδὴ καὶ συνύπατός οἱ ἐς τὸ ἐπιὸν ἔτος προαπεδέδεικτο, προσηται‐

46

.

53

.

2

ρίσατο· μαθὼν δὲ δὴ τήν τε ἑαυτοῦ καταψήφισιν καὶ τὴν ἐκείνων συναλλαγὴν ἠθέλησε μὲν ἐπὶ τὸν Καίσαρα ἐπιστρατεῦσαι, ἐγκατα‐ λειφθεὶς δὲ ὑπὸ τοῦ Πλάγκου τά τε τοῦ Λεπίδου καὶ τὰ τοῦ
Ἀντωνίου φρονήσαντος, τήν τε Γαλατίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μα‐
5κεδονίαν πρὸς τὸν Βροῦτον πεζῇ δι’ Ἰλλυριῶν ἐπειχθῆναι ἔγνω, καί τινας στρατιώτας, ἐν ᾧ δὴ τὰ ἐν χερσὶ καθίστατο, προέπεμ‐

46

.

53

.

3

ψεν. ὡς δὲ ἐκεῖνοί τε τὰ τοῦ Καίσαρος ἀνθείλοντο, καὶ τοὺς λοιποὺς ὅ τε Λέπιδος καὶ ὁ Ἀντώνιος ἐπιδιώξαντες δι’ ἑτέρων προσέθεντο, συνελήφθη τε μονωθεὶς ὑπ’ ἐχθροῦ τινος, καὶ μέλλων σφαγήσεσθαι ἐδεινοπάθει καὶ ὠδύρετο, μέχρις οὗ Ἕλουιός τις
5Βλασίων, εὐνοϊκῶς οἱ ἐκ συστρατείας ἔχων, ἑαυτὸν ἑκὼν ὁρῶντος αὐτοῦ προαπέκτεινε.

46

.

54

.

1

καὶ ὁ μὲν οὕτως ἐπαπέθανεν, ὁ δὲ δὴ Ἀντώνιος ὅ τε Λέπιδος ἐν μὲν τῇ Γαλατίᾳ ὑποστρατήγους κατέλιπον, αὐτοὶ δὲ ἐς τὴν Ἰτα‐ λίαν πρὸς τὸν Καίσαρα ὥρμησαν, τό τε πλεῖστον καὶ τὸ κράτιστον

46

.

54

.

2

τοῦ στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ ἀκριβῶς πω ἐπίστευον αὐτῷ, οὔτε εὐεργεσίαν τινὰ ὀφείλειν ἤθελον, ὡς καὶ δι’ ἑαυτοὺς τήν τε σφετέραν ἰσχύν, ἀλλ’ οὐ δι’ ἐκεῖνον καὶ τῆς ἀδείας καὶ τῆς καθό‐ δου τετυχηκότες· καὶ προσέτι καὶ ἤλπιζον, πάνθ’ ὅσα ἐβούλοντο
5καὶ τὸν Καίσαρα καὶ τοὺς ἄλλους τοὺς ἐν τῷ ἄστει τῇ τῶν στρα‐

46

.

54

.

3

τοπέδων σφῶν περιουσίᾳ ἐξεργάσεσθαι. τοιαύτῃ μὲν οὖν γνώμῃ ὡς καὶ διὰ φιλίας τῆς χώρας ᾔεσαν· ἐκακουργεῖτο δὲ ὑπὸ τοῦ πλή‐ θους τῆς τε θρασύτητος αὐτῶν οὐδενὸς πολέμου βραχύτερα. καὶ αὐτοῖς καὶ ὁ Καῖσαρ μετὰ πολλῶν στρατιωτῶν ἀπήντησε περὶ Βο‐
5νωνίαν, μάλα εὖ παρεσκευασμένος ἀμύνασθαί σφας ἄν τι βίαιον

46

.

54

.

4

πάσχῃ. οὐ μέντοι καὶ ἐδεήθη τότε τῶν ὅπλων ἐπ’ αὐτοὺς οὐδέν· ἐμίσουν μὲν γὰρ δεινῶς ἀλλήλους, τῷ δὲ δὴ τάς τε δυνάμεις ἀντι‐ πάλους πως ἔχειν, καὶ τοὺς ἄλλους ἐχθροὺς προτιμωρήσασθαι δι’

46

.

55

.

1

ἀλλήλων βούλεσθαι, προσποιητὸν ὁμολογίαν ἐποιήσαντο. συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ παρὰ τὴν Βονωνίαν παραρρέον‐

46

.

55

.

2

τος, ὥστε μηδένα ἄλλον μηδετέροις προσγενέσθαι· καὶ οὕτω πολὺ ἀπὸ τῶν παρόντων σφίσιν ἀποστάντες ἀλλήλους τε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ διαλεξάμενοί τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώ‐
5μοσαν, ἵνα δὲ δὴ μὴ καὶ τῆς ὀλιγαρχίας ἄντικρυς ἐφίεσθαι δόξωσι, καί τις αὐτοῖς φθόνος κἀκ τούτου καὶ ἐναντίωσις παρὰ τῶν ἄλλων

46

.

55

.

3

γένηται, τάδε διωμολογήσαντο· κοινῇ μὲν τοὺς τρεῖς πρός τε διοί‐ κησιν καὶ πρὸς κατάστασιν τῶν πραγμάτων ἐπιμελητάς τέ τινας καὶ διορθωτάς, καὶ τοῦτο οὐκ ἐς ἀεὶ δῆθεν ἀλλ’ ἐς ἔτη πέντε, αἱρεθῆναι, ὥστε τά τε ἄλλα πάντα, κἂν μηδὲν ὑπὲρ αὐτῶν μήτε
5τῷ δήμῳ μήτε τῇ βουλῇ κοινώσωσι, διοικεῖν, καὶ τὰς ἀρχὰς τάς

46

.

55

.

4

τε ἄλλας τιμὰς οἷς ἂν ἐθελήσωσι διδόναι, ἰδίᾳ δὲ δή, ὅπως μὴ καὶ πᾶσαν τὴν ἀρχὴν σφετερίζεσθαι νομισθῶσι, Καίσαρι μὲν τήν τε Λιβύην ἑκατέραν καὶ Σαρδὼ καὶ Σικελίαν, Λεπίδῳ δὲ τήν τε Ἰβηρίαν πᾶσαν καὶ τὴν Γαλατίαν [καὶ] τὴν Ναρβωνησίαν, Ἀντωνίῳ
5δὲ τὴν λοιπὴν Γαλατίαν, τήν τε ἐντὸς τῶν Ἄλπεων καὶ τὴν ὑπὲρ

46

.

55

.

5

αὐτὰς οὖσαν, ἄρχειν δοθῆναι. ἐκαλεῖτο δὲ ἐκείνη μὲν τογᾶτα, ὥσπερ εἶπον, ὅτι τε εἰρηνικωτέρα παρὰ τὰς ἄλλας ἐδόκει εἶναι καὶ ὅτι καὶ τῇ ἐσθῆτι τῇ Ῥωμαϊκῇ τῇ ἀστικῇ ἐχρῶντο ἤδη, αὕτη δὲ δὴ κομᾶτα, ὅτι οἱ Γαλάται οἱ ταύτῃ ἐς κόμην τὸ πλεῖστον τὰς
5τρίχας ἀνιέντες ἐπίσημοι κατὰ τοῦτο παρὰ τοὺς ἄλλους ἦσαν.

46

.

56

.

1

ταῦτά τε οὖν οὕτω διέλαχον, ἵνα αὐτοί τε τὰ ἰσχυρότατα λάβωσι καὶ τοῖς ἄλλοις δόξαν τοῦ μὴ καὶ τῶν πάντων ὀριγνᾶσθαι παρά‐ σχωσι, καὶ προσσυνέθεντο τῶν τε ἐχθρῶν σφῶν σφαγὰς ποιήσασθαι, καὶ Λέπιδον μὲν ἐς τὴν τοῦ Δεκίμου χώραν ὕπατον ἀποδειχθέντα
5τήν τε Ῥώμην καὶ τὴν λοιπὴν Ἰταλίαν διὰ φυλακῆς ἔχειν, ἐκείνους

46

.

56

.

2

δὲ ἐπί τε τὸν Βροῦτον καὶ ἐπὶ τὸν Κάσσιον στρατεύσασθαι. καὶ αὐτὰ καὶ ὅρκοις ἐπιστώσαντο. καὶ μετὰ τοῦτο τοὺς στρατιώτας, ὅπως καὶ ἐπήκοοι δῆθεν καὶ μάρτυρες τῶν ὡμολογημένων σφίσι γένωνται, συγκαλέσαντες ἐδημηγόρησαν ὅσα καὶ εὐπρεπὲς καὶ ἀσφα‐

46

.

56

.

3

λὲς ἦν αὐτοῖς εἰπεῖν. κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τὴν τῆς Φουλουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἠγγυημένῳ προεξένησαν,

46

.

56

.

4

τοῦ Ἀντωνίου δῆλον ὅτι τοῦτο κατασκευάσαντος. καὶ ὃς οὐκ ἀπηρνήσατο· οὐδὲ γὰρ ἐμποδισθήσεσθαί τι ἐκ τῆς ἐπιγαμίας πρὸς ἃ κατὰ τοῦ Ἀντωνίου πράξειν ἤμελλεν ἐνόμισε· τά τε γὰρ ἄλλα καὶ τὸν πατέρα τὸν Καίσαρα οὐδέν τι ἧττον ἐκ τῆς πρὸς
5τὸν Πομπήιον συγγενείας πάνθ’ ὅσα ἠθέλησε κατ’ αὐτοῦ πρά‐
ξαντα ἠπίστατο.

47

Pin

1

Τάδε ἔνεστιν ἐν τῇ Δίωνος Ῥωμαϊκῶν τετταρακοστῇ ἑβδόμῃ α. Ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος ἐς Ῥώμην ἐλθόντες σφαγὰς εἰργά‐ σαντο. β. Περὶ Βρούτου καὶ Κασσίου καὶ ὧν ἔπραξεν πρὸ τῆς πρὸς Φιλίπποις μά‐
5χης. γ. Ὡς Βροῦτος καὶ Κάσσιος ὑπὸ Καίσαρος ἡττήθησαν καὶ ἀπέθανον. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γαΐου Οὐιβίου Πάνσου καὶ Αὔλου Ἱρτίου ὑπατείας, καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Μ. Αἰμίλιος Μ. υἱ. Λέπιδος τὸ βʹ ὕπ.
10Λ. Μουνάτιος Λ. υἱ. Πλάγκος.

47

.

1

.

1

Ταῦτ’ οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον ἔσεσθαι προμα‐

47

.

1

.

2

θόντες· τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περι‐ πλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνο‐ ποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπ’ αὐτῇ προεσήμηνεν, τῷ δ’
5Ἀντωνίῳ γάλα τε πέριξ περὶ τὸ τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ τὸν ὄλεθρον τὸν ἀπ’

47

.

1

.

3

αὐτῶν προέδειξεν. ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν
ἐλθεῖν ἐγένετο· τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσ‐ πεσόντας οἱ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν
5νίκην κατ’ ἀμφοτέρων αὐτῶν ἔδωκε.

47

.

2

.

1

καὶ οἱ μὲν οὕτως ἐς τὴν Ῥώμην πρότερος μὲν ὁ Καῖσαρ ἔπειτα δὲ καὶ ἐκεῖνοι, χωρὶς ἑκάτερος, μετὰ τῶν στρατιωτῶν ἁπάντων ἦλθον, καὶ παραχρῆμα τὰ δόξαντά σφισι διὰ τῶν δημάρχων ἐνο‐

47

.

2

.

2

μοθέτησαν. ἃ γὰρ ἐπέταττον καὶ ἐβιάζοντο, τό τε ὄνομα τὸ τοῦ νόμου ἐλάμβανε καὶ προσέτι καὶ παράκλησιν αὐτοῖς ἔφερε· πάνυ γὰρ ἱκετευθῆναί σφας ἔδει ἵνα αὐτὰ ποιήσωσι. καὶ διὰ τοῦτο καὶ θυσίαι ἐπ’ αὐτοῖς ὡς καὶ ἐπ’ εὐτυχήμασί τισιν ἐψηφίσθησαν, καὶ
5ἡ ἐσθὴς ὡς καὶ εὐδαιμονούντων σφῶν μετεβλήθη, καίπερ πολλοῦ μὲν καὶ ἐξ αὐτῶν τῶν πραττομένων, πολλῷ δὲ ἔτι πλείονος ἐκ

47

.

2

.

3

τεράτων δέους αὐτοῖς ὄντος. τά τε γὰρ σημεῖα τοῦ στρατεύματος τοῦ τὴν πόλιν φυλάττοντος ἀραχνίων ἀνεπλήσθη, καὶ ὅπλα ἐκ τῆς γῆς ἐς τὸν οὐρανὸν ἀνιόντα ὤφθη, κτύπος τε ἀπ’ αὐτῶν πολὺς ἠκούσθη, καὶ ἐν τοῖς Ἀσκληπιείοις μέλισσαι ἐς τὴν ἄκραν πολλαὶ
5συνεστράφησαν, γῦπές τε ἐπί τε τοῦ νεὼ τοῦ Γενίου τοῦ δήμου

47

.

3

.

1

καὶ ἐπὶ 〈τοῦ〉 τῆς Ὁμονοίας παμπληθεῖς ἱδρύθησαν. καὶ αὐτῶν ἐνταῦθα ἔτι ὡς εἰπεῖν ὄντων αἵ τε σφαγαὶ ἐκεῖναι αἷς ποτε ὁ Σύλλας ἐκ τῶν προγραφῶν ἐκέχρητο ἐπανήχθησαν, καὶ ἡ πόλις ἅπασα νεκρῶν ἐπληρώθη· πολλοὶ μὲν γὰρ ἐν ταῖς οἰκίαις πολλοὶ
5δὲ καὶ ἐν ταῖς ὁδοῖς ἔν τε ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς σπο‐

47

.

3

.

2

ράδην ἀπεκτίννυντο, καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὖθις ἀνετίθεντο, καὶ τὰ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ τε ἐρριπτεῖτο καὶ ὑπὸ κυνῶν ὀρνίθων τε ἠσθίετο, τὰ δὲ ἐς τὸν ποταμὸν ἐνεβάλλετο. τά τε ἄλλα ὅσα ἐπὶ τοῦ Σύλλου πρότερον ἐπέπρακτο, καὶ τότε
5συνεφέρετο, πλὴν ὅτι δύο μόνα λευκώματα, χωρὶς μὲν τῶν βου‐

47

.

3

.

3

λευτῶν χωρὶς δὲ τῶν ἄλλων, ἐξετέθη. καὶ τὸ μὲν αἴτιον δι’ ὃ τοῦτ’ ἐγένετο, οὔτε παρ’ ἑτέρου τινὸς μαθεῖν οὔτ’ αὐτὸς εὑρεῖν
ἠδυνήθην· ὃ γάρ τοι μόνον ἄν τις, τό γε ἐλάττους θανατωθῆναι, ἐνενόησεν, ἥκιστα ἀληθές ἐστι· πολλῷ γὰρ πλείους, ἅτε καὶ ὑπὸ
5πλειόνων, ἐσεγράφησαν. τοῦτο δὲ οὐ παρὰ τὰς σφαγὰς τὰς ἐν τῷ

47

.

3

.

4

πρὶν γενομένας παρήλλαξεν· ἐπεὶ ὅτι γε οὐκ ἀναμὶξ τὰ ὀνόματα τῶν πρώτων τοῖς πολλοῖς ἀλλὰ χωρὶς ἐξετέθη, λῆρόν που πολὺν τοῖς γε ἐκ τοῦ ὁμοίου σφαγησομένοις ἔφερεν. ἀντ’ ἐκείνου δὲ δὴ ἕτερα καὶ πάνυ δυσχερῆ, καίπερ μηδεμίαν τῶν προτέρων ὑπερβο‐

47

.

4

.

1

λήν, ὥς γε καὶ ἐδόκει, λιπόντων, οὐκ ὀλίγα αὐτοῖς συνηνέχθη. ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵ τέ τι δρῶντες τάς τε τόλμας πρόσχημα, ἅτε καὶ πρῶτον τοῦ τοιούτου πειρώμενοι καὶ οὐκ ἐκ προβουλῆς, ἐποιοῦντο, καὶ διὰ τοῦθ’ ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ
5προνοίας ἀλλ’ ἐκ συντυχίας, ἔπραττον· καὶ οἱ πάσχοντες ἐξαπι‐ ναίαις τε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ

47

.

4

.

2

ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον. τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες οἱ δὲ ἰδόντες, οἱ δ’ ἀκοῇ γοῦν ὑπογύῳ ἀκριβοῦντες, πολλὰ δ’ οὖν ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ

47

.

4

.

3

δ’ ὡς πείσονται προσδείσαντες, ἐκεῖνοί τε πλείστην ἀτοπίαν τῇ τε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπ’ αὐτῶν ἐς τὸ καινῶ‐ σαί πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθ’ ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς
5καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς ἤδη ὄντες, διεκναίοντο.

47

.

5

.

1

κἄν 〈τε〉 τούτῳ χαλεπωτέρως ἢ πρὶν ἀπήλλασσον, καὶ διότι τότε μὲν μόνοι οἱ τοῦ Σύλλου τῶν τε περὶ αὐτὸν δυνατῶν ἐχθροὶ διώ‐ λοντο, τῶν δὲ δὴ φίλων αὐτοῦ τῶν τε ἄλλων ἀνθρώπων οὐδεὶς ἐκείνου γε κελεύσαντος ἐφθάρη, ὥστε ἔξω τῶν πάνυ πλουσίων

47

.

5

.

2

(τούτοις γὰρ οὐκ ἔστιν ὅτε εἰρήνη πρὸς τὸν ἰσχυρότερον ἐν τοῖς
τοιούτοις γίγνεται) οἵ γε λοιποὶ ἐθάρσουν· ἐν δὲ δὴ ταῖς δευτέ‐ ραις ταύταις σφαγαῖς οὐχ ὅπως οἱ ἐχθροὶ αὐτῶν ἢ καὶ οἱ πλού‐

47

.

5

.

3

σιοι, ἀλλὰ καὶ οἱ πάνυ φίλοι καὶ παρὰ δόξαν ἐκτείνοντο. ἄλλως μὲν γὰρ ἤ τις ἢ οὐδεὶς ἐς ἔχθραν ἀπ’ ἰδίας τινὸς αἰτίας τοῖς ἀν‐ δράσιν ἐκείνοις, ὡς καὶ σφαγῆναι πρὸς αὐτῶν, ἐληλύθει· τὰ δὲ δὴ κοινὰ πράγματα καὶ αἱ τῶν δυναστειῶν διαλλαγαὶ καὶ τὰς φι‐

47

.

5

.

4

λίας τάς τε ἔχθρας τὰς σφοδρὰς αὐτοῖς ἐπεποιήκεσαν. πάντας γὰρ τοὺς τῷ πέλας συναραμένους τέ τι καὶ συμπράξαντας ἐν πο‐ λεμίου μοίρᾳ οἱ ἕτεροι ἐτίθεντο· καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς πάντως γεγονέναι ὥστε, ἐν ᾧ
5ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντάς οἱ ἠμύνετο, καὶ τοὺς φιλτά‐

47

.

5

.

5

τους κοινῇ συναπώλλυσαν. ἐκ γὰρ τῶν πρὸς ἀλλήλους πραγμάτων τό τε οἰκειωθέν σφισι καὶ τὸ ἀλλοτριωθὲν ἐν λόγῳ τινὶ τιθέμενοι οὔτε τὸν ἑαυτοῦ τις αὐτῶν ἐχθρὸν τιμωρήσασθαι, φίλον ἑτέρου ὄντα, ἐδύνατο μὴ ἀντιδιδοὺς ἄλλον, καὶ ἐκ τῆς τῶν γεγονότων
5ὀργῆς τῆς τε ἔπειτα ὑποψίας παρ’ οὐδὲν τὴν τοῦ ἑταιρικοῦ σω‐ τηρίαν πρὸς τὴν τοῦ διαφόρου τιμωρίαν ποιούμενοι ῥᾳδίως σφᾶς

47

.

6

.

1

ἀντεδίδοσαν. κἀκ τούτου τούς τε φιλτάτους ἀντὶ τῶν ἐχθίστων ἀλλήλοις προέβαλλον, καὶ τοὺς πολεμιωτάτους ἀντὶ τῶν ἑταιροτά‐ των, τοῦτο μὲν ἴσους πρὸς ἴσους, τοῦτο δὲ ἀνθ’ ἑνὸς πλείονας ἢ καὶ ἀντὶ πλειόνων ἐλάττονας, ἠλλάττοντο, τά τε ἄλλα ἐν ἀγορᾶς

47

.

6

.

2

τρόπῳ ποιούμενοι, καὶ ὑπερβάλλοντες ὥσπερ ἐν πρατηρίῳ. εἰ μὲν εἷς τις ἑνός τινος ἀντάξιος ὥστ’ ἰσομοιρεῖν εὑρίσκετο, ἁπλῆ ἡ ἀν‐ τίδοσις ἐγίγνετο· ὅσους δὲ δὴ ἀρετή τις ἢ ἀξίωσις ἢ καὶ συγγένεια ἀνετίμα, ἀντὶ πλειόνων ἀπώλλυντο. ἅτε γὰρ ἐν ἐμφυλίοις πολέμοις,
5καὶ πολλῷ μὲν χρόνῳ πολλαῖς δὲ καὶ πράξεσι γενομένοις, συχνοὶ καὶ τοῖς πάνυ συγγενέσι κατὰ τὸ στασιωτικὸν προσεκεκρούκεσαν.

47

.

6

.

3

ἀμέλει τῷ τε Ἀντωνίῳ καὶ ὁ θεῖος Λούκιος [Ἀντώνιος] Καῖσαρ καὶ τῷ Λεπίδῳ καὶ ὁ ἀδελφὸς Λούκιος Παῦλος ἐπεπολέμωντο.
ἀλλ’ οὗτοι μὲν ἐσώθησαν, τῶν δὲ δὴ ἄλλων πολλοὶ καὶ παρ’ αὐ‐ τοῖς τοῖς τε φίλοις καὶ τοῖς ἀναγκαίοις, ὑφ’ ὧνπερ ἐς τὰ μά‐
5λιστα καὶ σωθήσεσθαι καὶ τιμηθήσεσθαι προσεδόκων, ἐσφάγησαν.

47

.

6

.

4

ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθ’ ὅσα ἐπ’ αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν ἐς τὰ δημόσια γράμματα ἐσγρά‐

47

.

6

.

5

ψουσι. τούς τε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτ’ ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο· παμπόλλων τε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπι‐ θυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν

47

.

6

.

6

πλουσίων ἔχθραν προσέθεντο. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ παρ‐ ενομήθη, καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵν’ ὡς ἐς ἄν‐ δρας ἤδη τελῶν ἀποθάνῃ.

47

.

7

.

1

ταῦτα δὲ ἐπράττετο μὲν ὑπό τε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρός τε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖς τε ἡγεμονίαις ἐπὶ

47

.

7

.

2

πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχον), ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δ’ ἔτι νέος
5τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτ’ ἄλλως [ἂν] ἀνάγκην

47

.

7

.

3

πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι ἤθελε. σημεῖον δὲ ὅτι, ἀφ’ οὗ τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον
πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι
5τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις

47

.

7

.

4

τισὶν ἐπιεικέστατα ἐχρήσατο. τεκμήριον δέ, Τανουσία γυνὴ ἐπι‐ φανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν· μετὰ δὲ τοῦτο δημοτελῆ
5ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον μόνον τῶν

47

.

7

.

5

τριῶν ἐσελθεῖν διεπράξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητο),
5τὸν δὲ Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι.

47

.

8

.

1

ἐκεῖνος μὲν οὖν πολλούς, ὅσους γε καὶ ἠδυνήθη, διεσώσατο· ὅ τε Λέπιδος τῷ τε ἀδελφῷ τῷ Παύλῳ ἐς Μίλητον ἐκδρᾶναι ἐπέ‐ τρεψε, καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν· ὁ δὲ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικου‐

47

.

8

.

2

ρῆσαί τινι αὐτῶν ἐπιχειρήσαντας ἔκτεινε. τάς τε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆς τε ἀνοσιωτάτης καὶ τῆς οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. καὶ ἥ γε Φουλουία πολλοὺς καὶ αὐτὴ καὶ κατ’ ἔχθραν καὶ διὰ χρήματα,
5καὶ ἔστιν οὓς οὐδὲ γιγνωσκομένους ὑπὸ τοῦ ἀνδρός, ἐθανάτωσεν·

47

.

8

.

3

ἑνὸς γοῦν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι “τοῦτον οὐκ ἠπιστάμην”. ὡς δ’ οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη σφίσι (φεύγων γὰρ καὶ καταληφθεὶς ἐσφάγη), ὁ μὲν Ἀντώνιος πολλὰ αὐτῷ καὶ δυσχερῆ
ἐξονειδίσας ἔπειτ’ ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ
5βήματι προτεθῆναι, ἵν’ ὅθεν κατ’ αὐτοῦ δημηγορῶν ἠκούετο, ἐν‐

47

.

8

.

4

ταῦθα μετὰ τῆς χειρὸς τῆς δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φουλουία ἔς τε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέ‐ ξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέ‐ θηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τήν τε γλῶσσαν ἐξείλκυσε καὶ
5ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα

47

.

8

.

5

καὶ μιαρὰ προσεπισκώπτουσα. καὶ οὗτοι δ’ οὖν ὅμως ἔσωσάν τινας, παρ’ ὧν γε καὶ πλείω χρήματα ἔλαβον ἢ τελευτησάντων εὑρήσειν ἤλπισαν· καὶ ἵνα γε μὴ κεναὶ αἱ ἐν τοῖς λευκώμασι χῶραι τῶν ὀνομάτων αὐτῶν ὦσιν, ἑτέρους ἀντενέγραψαν. πλήν γε ὅτι
5τὸν θεῖον ὁ Ἀντώνιος, πολλὰ τῆς μητρὸς τῆς ἑαυτοῦ τῆς Ἰουλίας ἱκετευσάσης, ἀφῆκεν, οὐδὲν ἄλλο χρηστὸν εἰργάσατο.

47

.

9

.

1

πολύτροποι μὲν οὖν διὰ ταῦτα αἱ σφαγαί, πολυειδεῖς δὲ καὶ σωτηρίαι τισὶν ἐγένοντο. συχνοὶ μὲν γὰρ καὶ πρὸς τῶν φιλτάτων ἀπώλοντο, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἐχθίστων ἐσώθησαν. ἄλλοι σφᾶς αὐτοὺς ἀπέκτειναν, ἄλλους αὐτοὶ οἱ ἐπελθόντες ὡς καὶ φονεύσοντες
5ἀπέλυσαν. προδόντες δέ τινες δεσπότας ἢ καὶ φίλους ἐκολάσθη‐ σαν, καὶ ἕτεροι δι’ αὐτὸ τοῦτο ἐτιμήθησαν· οἵ τε περιποιήσαντές

47

.

9

.

2

τινας οἱ μὲν δίκην ἔδοσαν οἱ δὲ καὶ γέρα ἔλαβον. οἷα γὰρ οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ τριῶν πρός τε τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἑκάστου καὶ πρὸς τὸ ἴδιον συμφέρον πάντα ποιούντων, καὶ μήτε τοὺς αὐ‐ τοὺς ἐχθροὺς ἢ φίλους ἡγουμένων, σωθῆναί τε πολλάκις ὃν ὁ ἕτε‐
5ρος ἀπολέσθαι, καὶ φθαρῆναι αὖ ὃν ὁ ἕτερος περιγενέσθαι ἤθελε, σπουδαζόντων, πολλὰ καὶ ποικίλα συνέβαινεν, ὥς που καὶ εὐνοίας

47

.

10

.

1

ἢ μίσους πρός τινα ἔχοντες ἦσαν. ἐγὼ οὖν τὸ μὲν πάντα αὐτὰ ἀκριβῶς καθ’ ἕκαστον ἐπεξελθεῖν παραλείψω (πάμπολύ τε γὰρ ἔργον ἂν εἴη, καὶ οὐδὲν μέγα τῇ συγγραφῇ παρέξεται), ἃ δὲ ἀξιο‐

47

.

10

.

2

μνημόνευτα μάλιστα εἶναι νομίζω, διηγήσομαι. τοῦτο μὲν γὰρ ἐς σπήλαιόν τις τὸν δεσπότην κατακρύψας, εἶτ’ ἐπειδὴ καὶ ὣς καθ’ ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήν τε ἐσθῆτα πρὸς αὐ‐ τὸν ἠλλάξατο, καὶ μετ’ αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος
5ὢν προαπήντησε καὶ ἐσφάγη· καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νο‐ μίσαντες ὃν ἐβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντων αὐτῶν ἑτέ‐

47

.

10

.

3

ρωσε διέφυγε. τοῦτο δὲ ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτός τε ἐς φορεῖον κατάστεγον ἐσῆλθε καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησε· κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐδ’ ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τις σκευοφόρος διεσώθη.

47

.

10

.

4

καὶ ταῦτα μὲν ἴσως ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν· στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν στίξαντα, ἀλλὰ καὶ πάνυ προθύμως ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέ τέ
5τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ

47

.

10

.

5

δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν, αὐτὸς δὲ τήν τε ἐσθῆτα καὶ τὸν δακτύλιον τοῦ δεσπότου λαβὼν ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκ τε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόν τε ἅμα ἔσωσε καὶ

47

.

10

.

6

αὐτὸς ἐτιμήθη. ταῦτα μὲν οὖν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνή‐ κει· Ὁσίδιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσε, καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε καὶ ὅσον ἐφ’ ἑαυτῷ ἔσωσεν.

47

.

10

.

7

αὐτὸς μὲν γὰρ καὶ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησε· μαθὼν δὲ ἐκεῖνος τὸ γιγνόμενον, καὶ θαυμάσας τε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς
5σφαγεῦσι παρέδωκεν.

47

.

11

.

1

ἀρετῆς μὲν δὴ καὶ εὐσεβείας τοσαῦτα τότε ἐπιφανῆ ἔργα ἐγέ‐ νετο· Ποπίλιος δὲ δὴ Λαίνας τὸν Κικέρωνα τὸν Μᾶρκον ἀπέκτεινε

47

.

11

.

2

καίπερ εὐεργέτην αὐτοῦ ἐκ συνηγορήματος ὄντα, καὶ ἵνα γε μὴ ἀκουόμενος μόνον ἀλλὰ καὶ ὁρώμενος πίστιν τοῦ πεφονευκέναι αὐ‐ τὸν λάβῃ, εἰκόνα ἑαυτοῦ πλησίον τῆς ἐκείνου κεφαλῆς ἐστεφανω‐ μένην ἔθηκε, καὶ τὸ ὄνομα καὶ τὸ ἔργον αὐτοῦ ἐπιγεγραμμένον
5ἔχουσαν. καὶ οὕτω γε καὶ τῷ Ἀντωνίῳ διὰ τοῦτ’ ἤρεσεν ὥστε καὶ

47

.

11

.

3

χρήματα πλείω τῶν ἐπηγγελμένων λαβεῖν. Μᾶρκος δὲ Τερέντιος Οὐάρρων ἠδίκησε μὲν οὐδέν, ὁμώνυμος δὲ δή τινι τῶν ἐπικεκηρυγ‐ μένων πλὴν μιᾶς προσηγορίας ὤν, καὶ δείσας μή τι κατὰ τοῦτο, οἷα καὶ ὁ Κίννας, πάθῃ, ἐξέθηκε γράμμα αὐτὸ τοῦτο δηλῶν· ἐδη‐

47

.

11

.

4

μάρχει δέ. καὶ ὁ μὲν διατριβὴν καὶ γέλωτα ἐπὶ τούτῳ ὠφλίσκανεν· τὸ δὲ δὴ ἀστάθμητον τοῦ βίου καὶ ἐξ ἐκείνου ἐτεκμηριώθη, ὅτι Λούκιος μὲν Φιλούσκιος ὑπό τε τοῦ Σύλλου πρότερον ἐπικηρυχθεὶς καὶ διαφυγὼν ἔς τε τὸ λεύκωμα αὖθις τότε ἐσεγράφη καὶ ἀπέθανε,
5Μᾶρκος δὲ Οὐαλέριος Μεσσάλας ὑπὸ τοῦ Ἀντωνίου θανατωθεὶς οὐχ ὅπως ἐν ἀσφαλείᾳ διεβίω, ἀλλὰ καὶ ὕπατος ἀντ’ αὐτοῦ ἐκείνου

47

.

11

.

5

ὕστερον ἀπεδείχθη. οὕτως ἔκ τε τῶν ἀπορωτάτων πολλοὶ περιγί‐ γνονται καὶ ἐκ τῶν θαρσούντως ἐχόντων οὐκ ἐλάττους ἀπόλλυνται· καὶ διὰ τοῦτο χρὴ μήτε ἐς τὸ ἀνέλπιστον πρὸς τὰς αὐτίκα συμφο‐ ρὰς ἐκπλήττεσθαί τινα μήτε ἐς τὸ ἀφρόντιστον ὑπὸ τοῦ παρα‐
5χρῆμα περιχαροῦς ἐπαίρεσθαι, ἀλλ’ ἐς τὸ μέσον ἐπ’ ἀμφότερα τὴν ἐλπίδα τοῦ μέλλοντος τιθέμενον ἀσφαλεῖς ἐφ’ ἑκάτερα τοὺς λογι‐

47

.

12

.

1

σμοὺς ποιεῖσθαι. καὶ τότε γοῦν ταῦτά τε οὕτως ἐγένετο, καὶ πλεῖστοι μὲν τῶν μὴ προγραφέντων διά τε ἔχθραν καὶ διὰ χρήματα παραπώλοντο, πλεῖστοι δὲ τῶν ἐπικηρυχθέντων οὐχ ὅτι περιεγένοντο ἀλλὰ καὶ κατῆλθον αὖθις, καί τινες αὐτῶν καὶ ἀρχὰς ἔσχον. ἡ
5δ’ ἀναχώρησίς σφισι πρός τε τὸν Βροῦτον καὶ πρὸς τὸν Κάσσιον

47

.

12

.

2

τόν τε Σέξτον ἐγίγνετο. καὶ οἵ γε πλείους πρὸς τοῦτον συγκατέ‐ φυγον· ναυαρχεῖν τε γὰρ πρότερον αἱρεθεὶς καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθεὶς ἰσχύν τε οἰκείαν, καίπερ τῆς ἀρχῆς μετὰ τοῦθ’ ὑπὸ τοῦ Καίσαρος ἀποστερηθείς, περιεβάλετο, καὶ τὴν Σικελίαν
5κατασχών, ἔπειθ’ ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ

47

.

12

.

3

ἐγίγνοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο. τῇ γὰρ Ἰταλίᾳ ἐγγύθεν ἐφορμῶν διέπεμπεν ἔς τε τὴν Ῥώμην καὶ ἐς τὰς ἄλλας πόλεις, τά τε ἄλλα τοῖς τινα περισώσασι 〈καὶ〉 διπλάσια τῶν τοῖς φονεύσουσι προ‐ κειμένων ἐπαγγελλόμενος, καὶ αὐτοῖς ἐκείνοις καὶ ὑποδοχὴν καὶ ἐπι‐
5κουρίαν καὶ χρήματα καὶ τιμὰς ὑπισχνούμενος. ὅθενπερ συχνοὶ

47

.

13

.

1

πρὸς αὐτὸν ἦλθον. ἀριθμὸν γὰρ οὔτε τῶν προγραφέντων οὔτε τῶν φονευθέντων ἢ καὶ διαφυγόντων οὐδὲ νῦν ἔγραψα, ὅτι πολλοὶ μὲν τῶν τὸ πρῶτον ἐς τὰ λευκώματα ἐγγραφέντων ἀπηλίφησαν, πολλοὶ δὲ ὕστερον ἀντ’ αὐτῶν ἀντενεγράφησαν, καὶ τούτων τε οὐκ

47

.

13

.

2

ὀλίγοι διεσώθησαν καὶ ἄλλοι συχνοὶ διεφθάρησαν. καὶ αὐτοὺς οὐδὲ πενθεῖν τισιν ἐξουσία ἦν, ἀλλὰ πολλοὶ καὶ ἐκ τούτου παρ‐ απώλοντο. καὶ τέλος, ὡς τό τε πεπλασμένον αὐτῶν πᾶν αἱ συμφο‐ ραὶ ἐξενίκων, καὶ οὐδεὶς οὐδὲ τῶν πάνυ ἀνδρικῶν ἀντικαρτερεῖν
5πρὸς αὐτὰς ἐδύνατο, ἀλλ’ ἔν τε τοῖς ἄλλοις πᾶσι καὶ ἔργοις καὶ λόγοις ἐσκυθρώπαζον καὶ ἐν τῇ ἀρχῇ τοῦ ἔτους οὐκ ἤμελλον, ὥσπερ εἰώθασιν, ἑορτάσειν, ἐκελεύσθησαν διὰ προγραφῆς εὐθυμεῖσθαι, θάνατον ὀφλήσοντες ἂν μὴ πειθαρχήσωσιν· οὕτω που, ὡς καὶ ἐπ’

47

.

13

.

3

ἀγαθοῖς, τοῖς κοινοῖς κακοῖς χαίρειν ἠναγκάζοντο. καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ ἐκείνοις (τοῖς τρισὶν ἀνδράσι λέγω) ἄλλα τε ὡς εὐεργέταις καὶ σωτῆρσι τῆς πόλεως γεγονόσι καὶ τοὺς στεφάνους τοὺς πολιτικοὺς ἐψηφίσαντο; οὐ γὰρ ὅτι τινὰς ἐφόνευον, αἰτίαν

47

.

13

.

4

ἔχειν ἠξίουν, ἀλλ’ ὅτι μὴ πλείονας, προσεπαινεῖσθαι ἤθελον. καὶ πρός γε τὸν δῆμον φανερῶς ποτε εἶπον ὅτι οὔτε τὴν τοῦ Μαρίου τοῦ τε Σύλλου ὠμότητα, ὥστε καὶ μισηθῆναι, οὔτ’ αὖ τὴν τοῦ Καίσαρος ἐπιείκειαν, ὥστε καὶ καταφρονηθῆναι καὶ ἀπ’ αὐτοῦ
5καὶ ἐπιβουλευθῆναι, ἐζηλώκασι.

47

.

14

.

1

τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίγνετο, πολλὰ δὲ δὴ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοι ταῖς τε γυναιξὶ ταῖς τῶν φονευομένων τὰς προῖκας καὶ τοῖς τέκνοις τοῖς μὲν ἄρρεσι
τὸ δέκατον ταῖς δὲ θηλείαις τὸ εἰκοστὸν τῆς ἑκάστου σφῶν οὐσίας
5δώσειν, ὡς καὶ δὴ δίκαιοι φιλάνθρωποί τε ὄντες, ἐπηγγείλαντο.

47

.

14

.

2

ἀλλ’ οὔτε ταῦτα πλὴν ὀλίγων ἐδόθη, τά τε τῶν λοιπῶν καὶ πάνυ πάντα ἀδεῶς ἐπορθεῖτο. τοῦτο μὲν γὰρ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν τε ἐν τῷ ἄστει καὶ τῶν ἐν τῇ ἄλλῃ Ἰταλίᾳ οἰκιῶν, ὧν μὲν ἐμεμισθώκεσάν τινες, ὅλον, ὧν δὲ αὐτοὶ ᾤκουν, ἐξ ἡμισείας, πρὸς
5τὴν τῆς καταγωγῆς ἀξίαν ἐσέπραξαν· τοῦτο δὲ τοὺς τὰ χωρία

47

.

14

.

3

ἔχοντας τὸ ἥμισυ τῶν προσόδων αὐτῶν ἀφείλοντο. καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε τροφὴν παρὰ τῶν πόλεων, ἐν αἷς ἐχεί‐ μαζον, προῖκα λαμβάνειν ἐποίησαν, καὶ κατὰ τὴν χώραν, ὡς ἐπὶ τὰ δεδημευμένα τά τε τῶν ἀνθισταμένων ἔτι, διαπέμποντες (καὶ
5γὰρ ἐκείνους, ὅτι μὴ ἐντὸς τῆς προρρηθείσης σφίσιν ἡμέρας μετέ‐ στησαν, πολεμίους ἐποιήσαντο) πάντα καὶ τὰ λοιπὰ προσδιήρπα‐

47

.

14

.

4

ζον. ἵνα γὰρ καὶ πρὸ τῶν ἔργων τοὺς μισθοὺς ἔχοντες πᾶν τὸ πρόθυμόν σφισι παρέχωνται, ταῦτά τε αὐτοῖς πράττειν ἐπέτρεπον καὶ πόλεις χώρας τε δώσειν ὑπισχνοῦντο· καὶ ἐπὶ τούτῳ καὶ γεω‐ νόμους ὁμοῦ καὶ οἰκιστὰς αὐτοῖς προσαπέδειξαν. τὸ μὲν οὖν πλῆ‐
5θος τῶν στρατιωτῶν τούτοις ἀνηρτῶντο, τῶν δὲ δὴ λογιμωτέρων τοὺς μὲν τοῖς κτήμασι τοῖς τῶν ἀπολλυμένων ἐδελέαζον, τὰ μὲν ἐπευωνίζοντες τὰ δὲ καὶ προῖκά σφισι χαριζόμενοι, τοὺς δὲ καὶ

47

.

14

.

5

ταῖς ἀρχαῖς ταῖς τε ἱερωσύναις αὐτῶν ἐτίμων. ὅπως γὰρ ἀδεῶς αὐτοί τε τὰ κάλλιστα καὶ τῶν χωρίων καὶ τῶν οἰκοδομημάτων λαμβάνωσι καὶ ἐκείνοις ὅσα βούλονται διδῶσι, προεῖπον μηδένα τῶν ἄλλων μὴ ὠνησείοντα ἐς τὸ πρατήριον ἀπαντᾶν, εἰ δὲ μή γε,
5θνήσκειν τὸν τοῦτο ποιήσαντα. καὶ ἐκείνους γε οὕτω μετεχειρίζοντο ὥστε 〈μήτε〉 τι καταφωρᾶν καὶ πλείστου ὅσου ἀγοράζειν ὧν ἔχρῃ‐ ζον, καὶ διὰ τοῦτο μηδ’ ὠνητιᾶν ἔτι.

47

.

15

.

1

περὶ μὲν οὖν τὰ κτήματα τοῦθ’ οὕτως ἐγίγνετο, τὰς δὲ ἀρχὰς
τάς τε ἱερωσύνας τῶν θανατωθέντων οὐ πρὸς τὸ νομιζόμενον ἐκ τῶν νόμων, ἀλλ’ ὥς που καὶ ἔδοξεν αὐτοῖς, διέδοσαν. καὶ ὑπάτους

47

.

15

.

2

〈τε〉, τοῦ μὲν Καίσαρος τὴν ἀρχὴν ἀπειπόντος (ἧς γὰρ οὕτως ἐπε‐ θύμησεν ὥστε καὶ πολεμῆσαι δι’ αὐτήν, ταύτης ἑκὼν ἐξέστη) τοῦ δὲ συνάρχοντος αὐτοῦ μεταλλάξαντος, ἄλλον τέ τινα καὶ τὸν Οὐεν‐ τίδιον τὸν Πούπλιον καίπερ στρατηγοῦντα ἀπέδειξαν, ἔς τε τὴν

47

.

15

.

3

στρατηγίαν αὐτοῦ τῶν ἀγορανομούντων τινὰ ἐσήγαγον· καὶ πάντας μετὰ τοῦτο τοὺς στρατηγούς, πέντε ἡμέρας ἔτι ἄρχοντας, παύσαν‐ τες ἐκείνους μὲν ἐς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔστειλαν, ἑτέρους δὲ ἀντ’ αὐτῶν ἀντικατέστησαν. νόμους τε τοὺς μὲν ἀπήλειψαν τοὺς
5δὲ ἀντενέγραψαν. καὶ συνελόντι εἰπεῖν, καὶ τἆλλα πάντα ὅπως

47

.

15

.

4

ποτὲ καὶ ἐδόκει αὐτοῖς ἔπρασσον· τῶν μὲν γὰρ ἐπικλήσεων τῶν ἐπιφθόνων καὶ διὰ τοῦτο καταλυθεισῶν οὐκ ἀντεποιήσαντο, τὰ δὲ δὴ πράγματα πρός τε τὸ βούλημα καὶ πρὸς τὸ ἐπιθύμημα τὸ ἑαυτῶν διῆγον, ὥστε χρυσὸν τὴν τοῦ Καίσαρος μοναρχίαν φανῆναι.
5τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτά τε οὕτως ἐποίησαν, καὶ

47

.

16

.

1

νεὼν τῷ τε Σαράπιδι καὶ τῇ Ἴσιδι ἐψηφίσαντο· τοῦ δὲ δὴ Λεπί‐ δου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου ὑπατευσάντων λευκώματα αὖθις ἐξετέθη, θάνατον μὲν μηδενὶ ἔτι φέροντα, τὰς

47

.

16

.

2

δὲ οὐσίας τῶν ζώντων ἀποσυλῶντα προσδεόμενοι γὰρ χρημάτων, ἅτε πολλὰ μὲν καὶ πολλοῖς στρατιώταις προοφειλήσαντες, πολλὰ δὲ καὶ ἐπὶ τοῖς γιγνομένοις δι’ αὐτῶν δαπανῶντες, πολλῷ δὲ ἔτι πλείω ἐς τοὺς προσδοκωμένους πολέμους ἀναλώσειν νομίζοντες, ἠρ‐

47

.

16

.

3

γυρολόγουν. οὐ μὴν ἀλλὰ τὸ μὲν τῶν τελῶν τῶν πρότερον μέν ποτε καταλυθέντων τότε δὲ αὖθις ἐπαναχθέντων ἢ καὶ ἐκ καινῆς προσκαταστάντων, τό τε τῶν συντελειῶν, ἃς πολλὰς μὲν ἐπὶ τῇ γῇ πολλὰς δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο, μετρίως πως τοὺς

47

.

16

.

4

ἀνθρώπους ἐλύπει· τὸ δὲ δὴ τοὺς καὶ ἐφ’ ὁποσονοῦν ἔτι οὐ μόνον τῶν βουλευτῶν ἢ καὶ τῶν ἱππέων, ἀλλὰ καὶ τῶν ἐξελευθέρων, καὶ
ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, εὐποροῦντας ἐς λευκώματα ἐσγρα‐ φῆναι καὶ δεκατείαν τινὰ καινὴν δεκατευθῆναι σφόδρα πάντας

47

.

16

.

5

ἠνίασε. τῷ μὲν γὰρ λόγῳ τὸ δέκατον τῆς οὐσίας παρ’ ἑκάστου σφῶν ἐπράχθη, ἔργῳ δὲ οὐδὲ τὸ δέκατόν τινι κατελείφθη· ἐπειδὴ γὰρ οὐ ῥητόν τι ἀργύριον πρὸς τὴν τῶν κτημάτων ἀξίαν ἐσενεγκεῖν ἐκελεύσθησαν, ἀλλ’ ἐπ’ αὐτοῖς αἱ τιμήσεις τῶν σφετέρων ἐγένοντο,
5κἀκ τούτου ὡς οὐκ ὀρθῶς αὐτὰ τετιμημένοι διεβάλλοντο, καὶ τὰ

47

.

17

.

1

λοιπὰ προσαπώλλυσαν. εἰ δ’ οὖν τινες τοῦτό πως διέφυγον, ἀλλ’ ὑπό τε τῶν τάξεων ἐς στενὸν κατακλειόμενοι καὶ ἀργυρίου δεινῶς σπανίζοντες πάντων καὶ αὐτοὶ τρόπον τινὰ ἀπεστεροῦντο. καὶ μέντοι καὶ ἕτερόν τι τοιόνδε, βαρὺ μὲν καὶ ἀκοῦσαι βαρύτατον δὲ

47

.

17

.

2

πραχθῆναι, ἐγένετο· τῷ γὰρ βουλομένῳ σφῶν ἐδόθη, πάσης τῆς οὐσίας ἐκστάντι, τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τοῦτ’ ἔστι μήτε τι λαβεῖν καὶ προσέτι καὶ πράγματα σχεῖν. ὁπότε γὰρ βίᾳ τὰ δύο μέρη φανερῶς ἐσυλῶντο, πῶς ἂν τὸ τρίτον ἀπέλαβον,

47

.

17

.

3

ἄλλως τε καὶ ἐλαχίστου αὐτῶν πωλουμένων; τοῦτο μὲν γὰρ πολ‐ λῶν ἅμα ἀποκηρυττομένων, καὶ τῶν ἀνθρώπων τῶν πλειόνων καὶ ἀχρύσων καὶ ἀναργύρων ὄντων, τῶν δὲ λοιπῶν μὴ τολμώντων ὡς καὶ ἐχόντων τι ἀγοράσαι, ἵνα μὴ καὶ ἐκεῖνο προσαπολέσωσιν, αἱ
5τιμαὶ ἀνεῖντο· τοῦτο δὲ τοῖς στρατιώταις πολὺ παρὰ τὴν ἀξίαν

47

.

17

.

4

πάντα ἐπιπράσκετο. ὥστε τῶν μὲν ἰδιωτῶν οὐδεὶς οὐδέν, ὅ τι καὶ ἄξιον εἰπεῖν, διεσώσατο· πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔς τε τὸ ναυτι‐ κὸν οἰκέτας, εἰ καὶ μὴ εἶχόν τινες, ὠνούμενοί γε ἐδίδοσαν, καὶ τὰς ὁδοὺς οἰκείοις οἱ βουλευταὶ δαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ

47

.

17

.

5

δὴ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν. οὐδὲ γὰρ οὐδὲ ἐξήρκει σφίσιν οὔτε ἡ μισθοφορὰ καίπερ ἐντελὴς οὖσα, οὔτε αἱ ἔξωθεν ἐπιφοραὶ καίτοι παμπληθεῖς γενόμεναι, οὐ τὰ ἆθλα τῶν φόνων μέγιστα δὴ δοθέντα, οὐχ αἱ κτήσεις τῶν χωρίων προικιμαῖαι τρό‐
5πον τινὰ αὐτοῖς ὑπάρξασαι· ἀλλὰ καὶ προσέτι οἱ μὲν τὰς οὐσίας τῶν τελευτώντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ

47

.

17

.

6

τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. ἐς τοσοῦτον γὰρ τῆς τε ἀπληστίας καὶ τῆς ἀναισχυντίας ἐχώρησαν ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς οὐσίαν, ἀποθανούσης τότε καὶ δημοσίᾳ [τε] ταφῇ τιμηθείσης, παρ’ αὐ‐
5τοῦ τοῦ Καίσαρος αἰτῆσαι.

47

.

18

.

1

ταῦτά τε οὖν οὕτως οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς ἐποίουν, καὶ ἅμα καὶ τὸν Καίσαρα τὸν πρότερον ἐπὶ πλεῖστον ἐσέμνυνον. ἅτε γὰρ τῆς μοναρχίας ἐφιέμενοι καὶ πρὸς αὐτὴν ἐπειγόμενοι τούς τε

47

.

18

.

2

σφαγέας αὐτοῦ τοὺς λοιποὺς ὀργῇ μετῄεσαν, ὡς καὶ ἐκ τούτου τήν τε ἄδειάν σφισιν ὧν ἐποίουν καὶ τὴν ἀσφάλειαν πόρρωθεν προ‐ παρασκευάσοντες, καὶ πάνθ’ ὅσα ἐς τιμὴν αὐτοῦ ἔφερε, προθύμως ἔπραττον ἐς ὑποδοχὴν τοῦ καὶ αὐτοί ποτε τῶν ὁμοίων ἀξιωθῆναι·
5καὶ διὰ τοῦτο τοῖς τε ἐψηφισμένοις ἤγαλλον αὐτὸν καὶ ἑτέροις

47

.

18

.

3

ἃ τότε προσέθεσαν. ἔν τε γὰρ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτοί τε ὤμοσαν καὶ τοὺς ἄλλους ὥρκωσαν βέβαια νομιεῖν πάντα τὰ ὑπ’ ἐκείνου γενόμενα (καὶ τοῦτο καὶ νῦν ἐπὶ πᾶσι τοῖς τὸ κράτος ἀεὶ ἴσχουσιν, ἢ καὶ ἐπ’ αὐτοῦ ποτε γενομένοις καὶ μὴ ἀτιμωθεῖσι, γίγ‐

47

.

18

.

4

νεται), καὶ ἡρῷόν οἱ ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἐκέκαυτο προκατεβάλοντο, καί τι καὶ ἄγαλμα αὐτοῦ ἐν ταῖς ἱπποδρομίαις μεθ’ ἑτέρου Ἀφροδισίου ἔπεμπον. εἴ τε νίκη τις ἠγγέλθη ποθέν, χωρὶς μὲν τῷ κρατήσαντι χωρὶς δὲ ἐκείνῳ καὶ τεθνεῶτι τιμὴν ἱερο‐

47

.

18

.

5

μηνίας ἔνεμον. τά τε γενέσια αὐτοῦ δαφνηφοροῦντας καὶ εὐθυ‐ μουμένους πάντας ἑορτάζειν ἠνάγκασαν, νομοθετήσαντες τοὺς μὲν ἄλλους τοὺς ἀμελήσαντας αὐτῶν ἐπαράτους τῷ τε Διὶ καὶ αὐτῷ ἐκείνῳ εἶναι, τοὺς δὲ δὴ βουλευτὰς τούς τε υἱεῖς σφων πέντε καὶ

47

.

18

.

6

εἴκοσι μυριάδας ὀφλισκάνειν. καὶ συνέβαινε γὰρ ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ τὰ Ἀπολλώνια γίγνεσθαι, ἐψηφίσαντο τῇ προτεραίᾳ τὰ γενέσια ἀγάλλεσθαι, ὡς καὶ λογίου τινὸς Σιβυλλείου ἀπαγορεύοντος μηδενὶ

47

.

19

.

1

θεῶν τότε πλὴν τῷ Ἀπόλλωνι ἑορτάζεσθαι. ταῦτά τε οὖν αὐτῷ ἔδωκαν, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐφονεύθη, κυρίαν ἀεί ποτε ἕδραν βουλῆς ἔχουσαν, ἀποφράδα ἐνόμισαν. τό τε οἴκημα ἐν ᾧ ἐσφάγη, παραχρῆμά τε ἔκλεισαν καὶ ὕστερον ἐς ἄφοδον μετεσκεύασαν· καὶ
5τὸ βουλευτήριον τὸ Ἰούλιον ἐπ’ αὐτοῦ κληθὲν παρὰ τῷ Κομιτίῳ

47

.

19

.

2

ὠνομασμένῳ ᾠκοδόμουν, ὥσπερ ἐψήφιστο. πρὸς δὲ τούτοις ἀπεῖ‐ πον μὲν μηδεμίαν εἰκόνα αὐτοῦ, καθάπερ θεοῦ τινος ὡς ἀληθῶς ὄντος, ἐν ταῖς τῶν συγγενῶν αὐτοῦ ἐκφοραῖς πέμπεσθαι, ὅπερ ἐκ τοῦ πάνυ ἀρχαίου καὶ τότε ἔτι ἐγίγνετο· ἀπηγόρευσαν δὲ μηδένα
5ἐς τὸ ἡρῷον αὐτοῦ καταφυγόντα ἐπ’ ἀδείᾳ μήτε ἀνδρηλατεῖσθαι

47

.

19

.

3

μήτε συλᾶσθαι, ὅπερ οὐδενὶ οὐδὲ τῶν θεῶν, πλὴν τῶν ἐπὶ τοῦ Ῥωμύλου γενομένων, ἐδεδώκεσαν. καίτοι καὶ ἐκεῖνο τὸ χωρίον ὀνό‐ ματι τὴν ἀσυλίαν, μετὰ τὴν τῶν ἀνδρῶν ἄθροισιν, ἄνευ τοῦ ἔργου αὐτῆς ἔσχεν· οὕτω γὰρ περιεφράχθη ὥστε μηδένα ἔτι τὸ παρά‐
5παν ἐσελθεῖν ἐς αὐτὸ δυνηθῆναι.

47

.

19

.

4

τῷ μὲν δὴ Καίσαρι ταῦτ’ ἔδωκαν, ταῖς δὲ ἀειπαρθένοις ῥαβ‐ δούχῳ ἑνὶ ἑκάστῃ χρῆσθαι, ὅτι τις αὐτῶν ἀπὸ δείπνου πρὸς ἑσπέ‐ ραν οἴκαδε ἐπανιοῦσα ἠγνοήθη τε καὶ ὑβρίσθη. τάς τε ἀρχὰς τὰς ἐν τῇ πόλει ἐπὶ πλείω ἔτη προαπέδειξαν, τούς τε ἐπιτηδείους σφί‐
5σιν ἅμα δι’ αὐτῶν τιμῶντες, καὶ τὰ πράγματα ἐπὶ μακρότερον ταῖς τῶν ἀρξόντων διαδοχαῖς κρατυνόμενοι.

47

.

20

.

1

πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν αὐτοῦ, τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων, ὥσπερ εἶπον, ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐξεστράτευσαν. ὅ τε γὰρ Βροῦτος καὶ ὁ Κάσσιος τὸ μὲν πρῶτον μετὰ τὴν ὁμολογίαν τὴν πρὸς τὸν Ἀντώνιον τούς τε ἄλλους
5σφίσι γενομένην καὶ ἐς τὴν ἀγορὰν ἐσῄεσαν, καὶ τὰς στρατηγίας

47

.

20

.

2

ἐν τῷ αὐτῷ ᾧ καὶ πρὶν κόσμῳ διῴκουν· ἐπεὶ δ’ ἤρξαντό τινες ἐπὶ τῇ τοῦ Καίσαρος σφαγῇ χαλεπαίνειν, ἐξεχώρησαν ὡς καὶ ἐπὶ τὰς ἔξω ἀρχάς, ἃς προσετετάχατο, ἐπειγόμενοι. καίτοι καὶ ἀστυνόμος ὁ Κάσσιος ἦν, τά τε Ἀπολλώνια οὐδέπω διεωρτάκει. ἀλλ’ ἐκεῖνα
5μὲν δι’ Ἀντωνίου τοῦ συστρατηγοῦ καὶ ἀπὼν ἐκπρεπέστατα ἐπετέ‐

47

.

20

.

3

λεσεν, αὐτὸς δὲ οὐκ εὐθὺς ἐκ τῆς Ἰταλίας ἀπέπλευσεν, ἀλλ’ ἐν τῇ
Καμπανίᾳ μετὰ τοῦ Βρούτου χρονίσας ἐπετήρει τὰ γιγνόμενα. καί τινα καὶ γράμματα ἐς τὴν Ῥώμην, ἅτε καὶ στρατηγοῦντες, πρὸς τὸν δῆμον ἔπεμπον, μέχρις οὗ ὁ Καῖσαρ 〈ὁ〉 Ὀκταουιανὸς τῶν τε
5πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸ πλῆθος σφετερίζεσθαι ἤρξατο.

47

.

20

.

4

τότε γὰρ τῆς τε δημοκρατίας ἅμα ἀπογνόντες καὶ ἐκεῖνον φοβη‐ θέντες ἀπῆραν. καὶ αὐτοὺς οἱ Ἀθηναῖοι λαμπρῶς ὑπεδέξαντο· ἐτιμῶντο μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων σχεδόν τι πάντων ἐφ’ οἷς ἐποίησαν, ἐκεῖνοι δὲ καὶ εἰκόνας σφίσι χαλκᾶς παρά τε τὴν τοῦ
5Ἁρμοδίου καὶ παρὰ τὴν τοῦ Ἀριστογείτονος, ὡς καὶ ζηλωταῖς αὐτῶν

47

.

21

.

1

γενομένοις, ἐψηφίσαντο. κἀν τούτῳ πυθόμενοι τὸν Καίσαρα ἐπὶ μεῖζον αἴρεσθαι, Κρητῶν μὲν καὶ Βιθυνῶν, ἐφ’ οὓς ἐστέλλοντο, ἠμέλησαν, οὐδεμίαν ἐν αὐτοῖς ἀξιόχρεων ὠφελίαν ὁρῶντες οὖσαν, πρὸς δὲ δὴ τήν τε Συρίαν καὶ τὴν Μακεδονίαν, καίπερ μηδέν σφισι
5προσηκούσας, ἀλλ’ ὅτι τῷ καιρῷ καὶ τοῖς χρήμασι ταῖς τε δυνάμε‐

47

.

21

.

2

σιν ἤκμαζον, ἐτράποντο. καὶ Κάσσιος μὲν πρὸς τοὺς Σύρους ὡς καὶ συνήθεις οἱ καὶ φίλους ἐκ τῆς μετὰ τοῦ Κράσσου στρατείας ὄντας ὥρμησε, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. ἄλλως τε γὰρ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ἐπὶ

47

.

21

.

3

ταῖς ἐλπίσι τῶν ὁμοίων προσεῖχον αὐτῷ, καὶ διότι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που καὶ τότε ἔτι περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελ‐ θόντων ὑπολειφθέντας ἢ διὰ νόσον ἢ διὰ ἀταξίαν, προσλαβὼν εἶχε·

47

.

21

.

4

καί οἱ καὶ χρήματα ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἦλθε. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπονητότατα ἐκ τούτων, ἅτε μηδὲ δύναμίν τινα ἀξιόλογον ἔχον, προσεποιήσατο· ἐς δὲ δὴ τὴν Μακεδονίαν ἦλθε μὲν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ ὅ τε Ἀντώνιος ὁ Γάιος ἄρτι ἀφῖκτο
5καὶ Κύιντος Ὁρτήσιος ὁ προάρξας αὐτῆς ἀπαλλαγήσεσθαι ἔμελλεν,

47

.

21

.

5

οὐ μέντοι καὶ πρᾶγμά τι ἔσχεν. οὗτός τε γὰρ εὐθὺς αὐτῷ προσε‐ χώρησε, καὶ ὁ Ἀντώνιος κωλυθεὶς κατὰ τὴν τοῦ Καίσαρος ἐν τῇ
Ῥώμῃ ἐπικράτησιν πράσσειν τι τῶν τῇ ἀρχῇ προσηκόντων ἀσθενὴς

47

.

21

.

6

ἦν. ὅ τε Οὐατίνιος ἦρχε μὲν Ἰλλυριῶν τῶν πλησιοχώρων, καὶ τό τε Δυρράχιον ἐκεῖθεν ἐπελθὼν προκατέλαβε καὶ ἦν αὐτῷ κατὰ τὸ στασιωτικὸν διάφορος, οὐ μὴν ἠδυνήθη τι αὐτὸν βλάψαι· οἱ γὰρ στρατιῶται ἀχθόμενοί τε αὐτῷ καὶ προσκαταφρονήσαντες αὐτοῦ

47

.

21

.

7

διὰ νόσον μετέστησαν. καταλαβὼν οὖν καὶ τούτους ἐπί τε τὸν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ ὄντα ἐστράτευσε, καὶ προαπαντήσαντός οἱ αὐτοῦ τούς τε στρατιώτας ᾠκειώσατο, καὶ ἐκεῖνον ἐς τὸ τεῖχος προκαταφυγόντα ἀπετείχισε μὲν καὶ ἐζώγρησεν ἐκ προδοσίας, κακὸν

47

.

22

.

1

δὲ οὐδὲν εἰργάσατο. πράξας δὲ ταῦτα, καὶ τήν τε Μακεδονίαν μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβών, ἐπέστειλε τῇ γε‐ ρουσίᾳ, τά τε πραχθέντα οἱ δηλῶν καὶ ἑαυτὸν τά τε ἔθνη καὶ

47

.

22

.

2

τοὺς στρατιώτας ἐπ’ αὐτῇ ποιούμενος. οἱ δέ (ἔτυχον γὰρ ὑπόπτως ἤδη πρὸς τὸν Καίσαρα ἔχοντες) ἰσχυρῶς τε αὐτὸν ἐπῄνεσαν καὶ πάντων τῶν ἐκεῖ χωρίων ἄρχειν ἐκέλευσαν. ὡς οὖν καὶ ἐκ τοῦ δόγματος τὴν ἡγεμονίαν ἐβεβαιώσατο, αὐτός τε ἐπὶ πλεῖον προεθυ‐

47

.

22

.

3

μήθη καὶ τὸ ὑπήκοον ἀπροφασίστως συναιρόμενον ἔσχε. καὶ τέως μὲν τῷ τε Καίσαρι πέμπων, ὅτε ἐδόκει τῷ Ἀντωνίῳ πολεμεῖν, παρ‐ ῄνει ἐκείνῳ τε ἀνθίστασθαι καὶ ἑαυτῷ συναλλαγῆναι, καὶ αὐτὸς ἐς τὴν Ἰταλίαν πλεῦσαι παρεσκευάζετο, ὅθεν ἡ γερουσία μετέπεμψεν

47

.

22

.

4

αὐτόν· ἐπεὶ δὲ ὁ Καῖσαρ τά τε ἐν τῇ Ῥώμῃ ἀκριβῶς κατέσχε καὶ τοὺς τοῦ πατρὸς φονέας φανερῶς ἐτιμωρεῖτο, κατὰ χώραν ἔμεινε, καὶ διεσκόπει ὅπῃ ποτὲ ἐπιόντα αὐτὸν καλῶς ἀμύναιτο, καὶ τά τε ἄλλα ἄριστα δὴ τήν τε Μακεδονίαν διήγαγε, καὶ τὰ στρατεύματα

47

.

23

.

1

στασιασθέντα οἱ ὑπὸ τοῦ Ἀντωνίου κατεστήσατο. ἐκεῖνος γάρ, καίτοι ὑπ’ 〈αὐτοῦ οὐδὲ〉 τοῦ στρατηγικοῦ κόσμου στερηθείς, οὐκ ἠγάπησε τὴν ἡσυχίαν ἔν τε ἀδείᾳ καὶ ἐν τιμῇ ἔχων, ἀλλ’ ἐς τοὺς

47

.

23

.

2

τοῦ Βρούτου στρατιώτας ἔπραττεν ἀπόστασιν· φωραθείς τε ἐπὶ τούτῳ πρὶν μέγα τι κακὸν δρᾶσαι, καὶ τῶν τε ἐπισήμων τῆς στρα‐ τηγίας ἀφαιρεθεὶς καὶ φυλακῇ τινι ἀδέσμῳ, ἵνα μηδὲν νεοχμώσῃ, παραδοθεὶς οὐδ’ ὣς ἡσύχασεν, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ἢ πρὶν ἐνεω‐
5τέρισεν, ὥστε καὶ τῶν στρατιωτῶν τοὺς μὲν ἀλλήλοις ἐς χεῖρας ἐλθεῖν, τοὺς δὲ καὶ ἐπ’ ἐκεῖνον ἐς τὴν Ἀπολλωνίαν, ὅπως ἐξαρπά‐

47

.

23

.

3

σωσιν αὐτόν, ὁρμῆσαι. καὶ τοῦτο μὲν οὐκ ἠδυνήθησαν ποιῆσαι· ὁ γὰρ Βροῦτος ἐκ γραμμάτων τινῶν ἁλόντων προμαθὼν τὸ γενησόμε‐ νον ὑπεξήγαγεν αὐτόν, ὡς καὶ νοσοῦντά τινα ἐς δίφρον κατάστεγον ἐμβαλών· οὔτε δὲ ἐκεῖνον εὑρεῖν δυνάμενοι καὶ τὸν Βροῦτον φοβούμε‐

47

.

23

.

4

νοι λόφον ὑπὲρ τῆς πόλεως κατέλαβον. καὶ αὐτοὺς ὁ Βροῦτος ἐς τε ὁμολογίαν ὑπαγαγόμενος, καὶ ὀλίγους τῶν θρασυτάτων τοὺς μὲν θανατώσας τοὺς δὲ ἀπαλλάξας ἐκ τῆς συστρατείας, οὕτω διέθηκεν ὥστε σφᾶς τούς τε ἀποπεμφθέντας ὡς καὶ τῆς στάσεως αἰτιωτάτους
5συλλαβεῖν καὶ ἀποκτεῖναι, καὶ τὸν ταμίαν τούς τε ὑποστρατήγους

47

.

24

.

1

τοῦ Ἀντωνίου ἐξαιτῆσαι. ὁ οὖν Βροῦτος ἐκείνων μὲν οὐδένα σφί‐ σιν ἐξέδωκεν, ἀλλ’ ἐς πλοῖα αὐτοὺς ἐμβαλὼν ὡς καὶ καταποντώσων ἐς τὸ ἀσφαλὲς ἀπέπεμψε· φοβηθεὶς δὲ μὴ καὶ αὖθις τῶν ἐν τῇ Ῥώμῃ πραττομένων ἐπὶ τὸ φοβερώτερον ἀγγελλομένων πυνθανόμε‐

47

.

24

.

2

νοι μεταβάλωνται, τὸν μὲν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ κατέλιπε, Γαΐῳ τινὶ Κλωδίῳ παραδοὺς φυλάσσειν, αὐτὸς δὲ τό τε πλεῖστον καὶ τὸ ἰσχυρότατον τοῦ στρατοῦ λαβὼν ἔς τε τὴν ἄνω Μακεδονίαν ἀνεχώρησε, κἀντεῦθεν ἐς τὴν Ἀσίαν ὕστερον ἔπλευσεν, ὅπως σφᾶς
5ὅτι τε πορρωτάτω τῆς Ἰταλίας ἀπαγάγῃ κἀκ τῶν ἐκεῖ ὑπηκόων

47

.

24

.

3

διατρέφῃ. καὶ ἄλλους τε ἐν τούτῳ συμμάχους προσεποιήσατο καὶ τὸν Δηιόταρον, καίπερ ὑπεργήρων τε ὄντα καὶ τῷ Κασσίῳ ἀπει‐ πόντα τὴν βοήθειαν. διατρίβοντος δὲ αὐτοῦ ταύτῃ, ἐκείνῳ τε Γέλλιος Ποπλικόλας ἐπεβούλευσε καὶ τὸν Ἀντώνιον ὁ ἀδελφὸς ὁ

47

.

24

.

4

Μᾶρκος ἐξαρπάσαι, πέμψας τινάς, ἐπεχείρησε. καὶ τοῦτον μὲν ὁ Κλώδιος ὡς οὐκ ἠδυνήθη σῶον φυλάξαι, ἀπέκτεινεν, εἴτ’ αὐτογνω‐ μονήσας εἴτε καὶ ἐξ ἐντολῆς τοῦ Βρούτου· καὶ γὰρ λόγος ἔχει ὅτι πρότερον μὲν ἐν παντὶ τὴν σωτηρίαν αὐτοῦ ἐποιεῖτο, ὕστερον δέ,

47

.

24

.

5

μαθὼν τὸν Δέκιμον ἀπολωλότα, παρ’ οὐδὲν αὐτὴν ἤγαγεν. ὁ δὲ δὴ Γέλλιος ἐφωράθη μέν, ἔπαθε δὲ δεινὸν οὐδέν· ὁ γὰρ Βροῦτος ἐκεῖνόν τε ἐν τοῖς φιλτάτοις ἀεί ποτε νομίσας εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον Μεσσάλαν πάνυ τῷ Κασσίῳ προσκείμενον εἰδώς,
5ἀφῆκεν αὐτόν. καὶ ὃς ἐπέθετο μὲν καὶ τῷ Κασσίῳ, οὐδὲν δὲ οὐδὲ

47

.

24

.

6

τότε κακὸν ἔπαθεν. αἴτιον δὲ ὅτι ἡ μήτηρ αὐτοῦ Πώλλα προμα‐ θοῦσα τὴν ἐπιβουλήν, καὶ δείσασα περί τε τῷ Κασσίῳ μὴ προκα‐ ταληφθῇ (σφόδρα γὰρ αὐτὸν ἠγάπα) καὶ περὶ τῷ υἱῷ μὴ κατα‐ φωραθῇ, τό τε ἐπιβούλευμα αὐτὴ ἑκοῦσα τῷ Κασσίῳ προεμήνυσε
5καὶ τὴν σωτηρίαν τοῦ παιδὸς ἀντέλαβεν. οὐ μέντοι καὶ βελτίω αὐτὸν ἐποίησεν· πρός τε γὰρ τὸν Καίσαρα καὶ πρὸς τὸν Ἀντώνιον

47

.

25

.

1

ἀπὸ τῶν εὐεργετῶν ἀπηυτομόλησεν. ὁ δ’ οὖν Βροῦτος ὡς τά‐ χιστα τήν τε τοῦ Ἀντωνίου τοῦ Μάρκου πείρασιν καὶ τὴν τοῦ ἀδελφοῦ αὐτοῦ σφαγὴν ἔμαθεν, ἔδεισε μὴ καὶ ἄλλο τι ἐν τῇ Μα‐ κεδονίᾳ παρὰ τὴν ἀπουσίαν αὐτοῦ νεωτερισθῇ, καὶ εὐθὺς ἐς τὴν
5Εὐρώπην ἐπειχθεὶς τήν τε χώραν τὴν τοῦ Σαδάλου γενομένην παρέλαβεν (ἄπαις γὰρ τελευτῶν τοῖς Ῥωμαίοις αὐτὴν κατέλιπε),

47

.

25

.

2

καὶ ἐς Βησσοὺς ἐμβαλών, εἴ πως ἀμύναιτό τε ἅμα αὐτοὺς ὧν ἐκακούργουν, καὶ ὄνομα ἀξίωμά τε αὐτοκράτορος, ὡς καὶ ῥᾷον ἐκ τούτου τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ προσπολεμήσων, περι‐ βάλοιτο, ἀμφότερα διεπράξατο, Ῥασκυπόριδός οἱ δυνάστου τινὸς
5ἐς τὰ μάλιστα βοηθήσαντος. ἐντεῦθεν δὲ ἐς τὴν Μακεδονίαν ἐλθὼν καὶ πάντα τὰ ἐκεῖ κρατυνάμενος ἐς τὴν Ἀσίαν αὖθις ἀνε‐ κομίσθη.

47

.

25

.

3

Βροῦτος μὲν ταῦτά τε ἔπρασσεν, καὶ ἐς τὰ νομίσματα ἃ ἐκό‐ πτετο εἰκόνα τε αὑτοῦ καὶ πιλίον ξιφίδιά τε δύο ἐνετύπου, δηλῶν ἐκ τε τούτου καὶ διὰ τῶν γραμμάτων ὅτι τὴν πατρίδα μετὰ τοῦ

47

.

26

.

1

Κασσίου ἠλευθερωκὼς εἴη· ἐν δὲ τοῖς αὐτοῖς ἐκείνοις χρόνοις ὁ Κάσσιος ἔς τε τὴν Ἀσίαν πρὸς τὸν Τρεβώνιον, φθάσας τὸν Δο‐
λοβέλλαν, ἐπεραιώθη, καὶ λαβὼν παρ’ αὐτοῦ χρήματα, τῶν τε ἱππέων συχνούς, οὓς ὁ Δολοβέλλας ἐς τὴν Συρίαν προεπεπόμφει,
5καὶ ἑτέρους πολλοὺς τῶν τε Ἀσιανῶν καὶ τῶν Κιλίκων προσέθετο.

47

.

26

.

2

κἀκ τούτου καὶ τὸν Ταρκονδίμοτον τούς τε Ταρσέας καὶ ἄκοντας ἐς τὸ συμμαχικὸν προσηγάγετο· οὕτω γὰρ προσφιλῶς τῷ Καίσαρι τῷ προτέρῳ, καὶ δι’ ἐκεῖνον καὶ τῷ δευτέρῳ, οἱ Ταρσεῖς εἶχον ὥστε καὶ Ἰουλιόπολίν σφας ἀπ’ αὐτοῦ μετονομάσαι. ταῦτ’ οὖν ὁ Κάσ‐
5σιος πράξας ἐς τὴν Συρίαν ἦλθε, καὶ ἀμαχεὶ πάντα τά τε τῶν

47

.

26

.

3

δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο. ἡ δὲ δὴ κατάστα‐ σις ἡ ἐν τῇ Συρίᾳ τότε τοιάδε ἦν. Καικίλιος Βάσσος ἱππεὺς συστρα‐ τεύσας τε τῷ Πομπηίῳ καὶ ἀναχωρήσας ἐς Τύρον, ἐκεῖ ἐν τῷ ἐμπορίῳ τὰς διατριβὰς λανθάνων ἐποιεῖτο. ἦρχε δὲ τῶν Σύρων
5Σέξτος· τούτῳ γὰρ καὶ ταμίᾳ καὶ συγγενεῖ αὑτοῦ ὄντι ὁ Καῖσαρ πάντα τὰ τῇδε κατὰ τὴν ἐκ τῆς Αἰγύπτου ἐπὶ τὸν Φαρνάκην ἔλα‐

47

.

26

.

4

σιν ἐπέτρεψεν. ὁ οὖν Βάσσος τὸ μὲν πρῶτον ἡσυχίαν ἦγεν, ἀγαπῶν εἴ τις αὐτὸν ζῆν ἐάσειεν· ὡς δὲ τῶν τε ὁμοίων τινὲς πρὸς αὐτὸν συνελέγησαν, καὶ τῶν τοῦ Σέξτου στρατιωτῶν ἄλλοτε ἄλλους ἐς φυ‐ λακὴν τῆς πόλεως φοιτῶντας ἀνηρτήσατο, περί τε τοῦ Καίσαρος

47

.

26

.

5

πολλὰ καὶ δεινὰ ἐκ τῆς Ἀφρικῆς ἠγγέλλετο, οὐκέτι τοῖς παροῦσιν ἔστερξεν, ἀλλ’ ἢ τοῖς ἀμφὶ τὸν Σκιπίωνα τόν τε Κάτωνα καὶ τοὺς Πομπηίους συναιρόμενος, ἢ καὶ ἑαυτῷ δυναστείαν τινὰ περιβαλλό‐ μενος, ἐνεόχμου. φωραθείς τε ὑπὸ τοῦ Σέξτου πρὶν παρασκευά‐
5σασθαι, ἔφη τε τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τὴν ἐπικουρίαν ἐπὶ

47

.

26

.

6

τὸν Βόσπορον ἀθροίζειν, καὶ πιστευθεὶς ἀπελύθη. καὶ οὕτω μετὰ ταῦτα γράμματά τινα συνέπλασεν ὡς καὶ παρὰ τοῦ Σκιπίωνός οἱ πεμφθέντα, καὶ ἐξ αὐτῶν τόν τε Καίσαρα ἐν τῇ Ἀφρικῇ ἡττῆσθαι καὶ ἀπολωλέναι διήγγελλε, καὶ ἑαυτῷ τὴν ἀρχὴν τῆς Συρίας προσ‐

47

.

26

.

7

τετάχθαι ἔλεγε. κἀκ τούτου τήν τε Τύρον μετὰ τῶν προπαρε‐ σκευασμένων κατέλαβε, κἀντεῦθεν πρὸς τὰ τοῦ Σέξτου στρατόπεδα προσχωρῶν περιέπεσεν αὐτῷ καὶ ἡττηθεὶς ἐτρώθη. παθὼν δὲ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτ’ αὐτοῦ ἐπείρασε, τοῖς δὲ δὴ στρατιώταις
5προσπέμπων τινὰ τρόπον οὕτω τινὰς αὐτῶν ἐσφετερίσατο ὥστε

47

.

27

.

1

καὶ αὐτόχειρας τοῦ Σέξτου γενέσθαι. ἀποθανόντος δὲ ἐκείνου τό τε στράτευμα πᾶν πλὴν ὀλίγων προσηταιρίσατο (τοὺς γὰρ ἐν Ἀπα‐ μείᾳ χειμάζοντας ἐπεδίωξε μὲν ἐς Κιλικίαν προαποχωρήσαντας, οὐ μὴν καὶ προσεποιήσατο), καὶ ἐς τὴν Συρίαν ἐπανελθὼν στρατηγός
5τε ὠνομάσθη καὶ τὴν Ἀπάμειαν ἐκρατύνατο, ὅπως ὁρμητήριόν οἱ

47

.

27

.

2

τοῦ πολέμου γένηται. τήν τε ἡλικίαν οὐχ ὅτι τὴν ἐλευθέραν ἀλλὰ καὶ τὴν τῶν δούλων κατέλεγε, καὶ χρήματα ἤθροιζε καὶ ὅπλα κατ‐ εσκευάζετο. πράσσοντα δὲ αὐτὸν ταῦτα Γάιός τις Ἀντίστιος ἐς πολιορκίαν κατέκλεισε. καὶ μετὰ τοῦτο ἀγχώμαλα ἀγωνιζόμενοι,
5καὶ μηδέτεροι ἰσχυρόν τι παραλαβεῖν δυνάμενοι, ἀσπόνδῳ διοκωχῇ

47

.

27

.

3

πρὸς συμμάχων ἐπαγωγὴν διελύθησαν. καὶ Ἀντιστίῳ μὲν ἔκ τε τῶν περιχώρων οἱ τὰ τοῦ Καίσαρος φρονοῦντες καὶ ἐκ τῆς Ῥώμης στρατιῶται ὑπ’ αὐτοῦ πεμφθέντες προσεγένοντο, τῷ δὲ δὴ Βάσσῳ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος· οὗτος γὰρ τῷ τε Λουκούλλῳ πρότερον,
5ὥσπερ εἴρηταί μοι, ὁμολογήσας, καὶ τοῖς Πάρθοις μετὰ τοῦτο κατὰ

47

.

27

.

4

τοῦ Κράσσου συναράμενος, τότε παρεκλήθη μὲν ὑπ’ ἀμφοτέρων, ἐλθὼν δὲ ἐς τὸ μέσον τῆς τε πόλεως καὶ τῶν στρατοπέδων, πρίν τι ἀποκρίνασθαί σφισι, τήν τε συμμαχίαν ἀπεκήρυξε, καὶ ἐπειδὴ ὁ Βάσσος ὑπερέβαλε τοῖς χρήμασιν, ἐπεκούρησέ τε αὐτῷ καὶ ἐν τῇ

47

.

27

.

5

μάχῃ πολὺ τοῖς τοξεύμασιν ἐπεκράτησεν. οἱ δὲ δὴ Πάρθοι ἦλθον μὲν καὶ αὐτοὶ τῷ Βάσσῳ ἐπίκλητοι, οὐ μέντοι καὶ ἐπὶ πολὺ αὐτῷ διὰ τὸν χειμῶνα συνεγένοντο, καὶ διὰ τοῦτο οὐδὲ ἔπραξάν τι ἀξιό‐ λογον. καὶ ὁ μὲν δυνηθείς τινα χρόνον, ἔπειτα ὑπό τε Μαρκίου
5Κρίσπου καὶ ὑπὸ Λουκίου Σταΐου Μούρκου αὖθις κατείρχθη.

47

.

28

.

1

τοιούτων δὲ δὴ τῶν πραγμάτων αὐτοῖς ὄντων, ὁ Κάσσιος ἐπελ‐ θὼν τάς τε πόλεις πάσας εὐθὺς πρός τε τὴν δόξαν ὧν ἐν τῇ τα‐ μιείᾳ ἐπεποιήκει καὶ πρὸς τὴν λοιπὴν εὔκλειαν ᾠκειώσατο, καὶ τὰ στρατόπεδα τά τε τοῦ Βάσσου καὶ τὰ τῶν ἑτέρων οὐδὲν ἐπιπονή‐

47

.

28

.

2

σας προσέθετο. καὶ αὐτῷ καθ’ ἓν μετὰ πάντων αὐτῶν αὐλιζομένῳ ὕδωρ ἐκ τοῦ οὐρανοῦ αἰφνίδιον πολὺ ἐπεγένετο, κἀν τούτῳ σύες
ἄγριοι ἐς τὸ στρατόπεδον κατὰ πάσας ἅμα τὰς πύλας ἐσπεσόντες πάντα τὰ ἐν αὐτῷ ὄντα συνέχεαν καὶ συνετάραξαν, ὥστε τινὰς ἐκ
5τούτων τήν τε ἰσχὺν αὐτοῦ τὴν αὐτίκα καὶ τὴν μετὰ ταῦτα κατα‐

47

.

28

.

3

στροφὴν τεκμήρασθαι. παραλαβὼν οὖν τὴν Συρίαν ἐς τὴν Ἰου‐ δαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι, καὶ ἐκείνους τε ἀκο‐

47

.

28

.

4

νιτὶ καὶ τοὺς Ἰουδαίους παρεστήσατο. καὶ μετὰ τοῦτο τὸν μὲν Βάσσον καὶ τὸν Κρίσπον, τούς τε ἄλλους τοὺς οὐκ ἐθελήσαντάς οἱ συστρατεῦσαι, ἀπέπεμψε μηδὲν ἀδικήσας, τῷ δὲ δὴ Σταΐῳ τό τε ἀξίωμα μεθ’ οὗ ἀφῖκτο ἐτήρησε, καὶ προσέτι καὶ τὸ ναυτικὸν
5ἐπέτρεψεν.

47

.

28

.

5

οὕτω μὲν καὶ ὁ Κάσσιος ἰσχυρὸς διὰ ταχέων ἐγένετο, καὶ τῷ τε Καίσαρι περὶ τῶν συναλλαγῶν καὶ τῇ γερουσίᾳ περὶ τῶν παρ‐ όντων ὅμοια τῷ Βρούτῳ ἐπέστειλε. καὶ αὐτῷ διὰ ταῦτα ἡ βουλὴ τήν τε ἀρχὴν τῆς Συρίας ἐβεβαίωσε καὶ τὸν τοῦ Δολοβέλλου πό‐

47

.

29

.

1

λεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν καὶ τὴν ἔξοδον ὑπατεύων ἐπεποίητο, χρόνιος δὲ διά τε τῆς Μακεδονίας καὶ διὰ τῆς Θρᾴκης ἐς τὴν Ἀσίαν τὸ ἔθνος κομισθεὶς καὶ ἐκεῖ

47

.

29

.

2

ἐνδιέτριψεν. ἐπειδή τε ἐνταῦθα ἔτι ὄντι αὐτῷ τὸ δόγμα ἠγγέλθη, πρὸς μὲν τὴν Συρίαν οὐ προεχώρησεν, αὐτοῦ δὲ δὴ καταμείνας τὸν Τρεβώνιον οὕτω μετεχειρίσατο ὥστε δόξαν οἱ εὐνοίας πλείστην παρασχεῖν, καὶ τήν τε τροφὴν τοῖς στρατιώταις παρ’ ἑκόντος αὐ‐

47

.

29

.

3

τοῦ λαβεῖν καὶ τὴν δίαιταν ἀδεῶς σὺν αὐτῷ ποιεῖσθαι. ἐπειδή τε ἔν τε τῷ θαρσοῦντι διὰ ταῦτ’ ἐγένετο καὶ φυλακὴν οὐδεμίαν ἑαυ‐ τοῦ ἐποιεῖτο, τήν τε Σμύρναν, ἐν ᾗ ἦσαν, νυκτὸς ἐξαπιναίως κατέ‐ λαβε, καὶ ἐκεῖνον ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν τοῦ
5Καίσαρος εἰκόνα ἔρριψε, κἀκ τούτου πᾶσαν τὴν Ἀσίαν κατέσχε.

47

.

29

.

4

πυθόμενοι δὲ ταῦτα οἱ ἐν οἴκῳ Ῥωμαῖοι πόλεμον αὐτῷ ἐπήγγειλαν· οὐδέπω γὰρ ὁ Καῖσαρ οὔτε τὸν Ἀντώνιον ἐνενικήκει οὔτε τὰ ἐν τῷ ἄστει διὰ χειρὸς ἐπεποίητο. καὶ τοῖς τε συνοῦσίν οἱ ῥητὴν ἡμέραν ἐς ἔκλειψιν τῆς φιλίας αὐτοῦ προεῖπον, ἵνα μὴ καὶ ἐκεῖνοι

47

.

29

.

5

ἐν ἐχθρῶν μοίρᾳ γένωνται, καὶ τὴν ἀντίταξιν τόν τε πόλεμον τὸν πρὸς αὐτὸν τὸ μὲν σύμπαν τοῖς ὑπάτοις προσέταξαν, ἐπειδὰν τὰ
παρόντα κατορθώσωσι, ποιήσασθαι (τὸν γὰρ Κάσσιον οὐδέπω τὴν Συρίαν ἔχοντα ᾔδεσαν), ἵνα δὲ μὴ ἐπὶ μεῖζον ἐν τῷ μεταξὺ χρόνῳ

47

.

29

.

6

αὐξηθῇ, τοῖς τῶν προσόρων ἐθνῶν ἄρχουσιν ἐνεχείρισαν· καὶ μετὰ τοῦτο μαθόντες τὰ κατὰ τὸν Κάσσιον, πρὶν καὶ ὁτιοῦν ὑπ’ ἐκείνων

47

.

30

.

1

πραχθῆναι, ταῦθ’ ἅπερ εἶπον ἐψηφίσαντο. ὁ δ’ οὖν Δολοβέλλας ἐγκρατὴς οὕτω τῆς Ἀσίας γενόμενος ἐς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν τῇ Παλαιστίνῃ ὄντος, καὶ τοὺς Ταρσέας ἑκουσίους προσλαβὼν φρουρούς τινας αὐτοῦ ἐν Αἰγέαις ὄντας ἐνίκησε, καὶ ἐς

47

.

30

.

2

τὴν Συρίαν ἐνέβαλε. καὶ τῆς μὲν Ἀντιοχείας ὑπὸ τῶν ἐμφρουρούν‐ των αὐτὴν ἀπεκρούσθη, τὴν δὲ δὴ Λαοδίκειαν ἀμαχεὶ διὰ τὴν φι‐ λίαν αὐτῶν, ἣν πρὸς τὸν Καίσαρα τὸν πρότερον εἶχον, προσεποιή‐ σατο. κἀκ τούτων ἡμέρας τινὰς ἰσχύσας (τά τε γὰρ ἄλλα καὶ τὸ
5ναυτικὸν αὐτῷ διὰ ταχέων ἐκ τῆς Ἀσίας ἐπῆλθε) διέβαλεν ἐς Ἄρα‐

47

.

30

.

3

δον, ὅπως καὶ παρ’ ἐκείνων καὶ χρήματα καὶ ναῦς λάβῃ· κἀνταῦθα ἀποληφθεὶς μετ’ ὀλίγων ἐκινδύνευσε. διαφυγὼν δ’ οὖν ἀπήντησέ τε τῷ Κασσίῳ προσελαύνοντι, καὶ συμβαλὼν αὐτῷ ἡττήθη. κατα‐ κλεισθείς τε ἐς τὴν Λαοδίκειαν ἐπορθεῖτο, τῆς μὲν ἠπείρου παν‐
5τελῶς εἰργόμενος (ἄλλοι τε γὰρ τῷ Κασσίῳ καὶ Πάρθοι τινὲς

47

.

30

.

4

ἐβοήθησαν), ταῖς δὲ δὴ ναυσὶ ταῖς τε Ἀσιαναῖς καὶ ταῖς Αἰγυπ‐ τίαις, ἃς ἡ Κλεοπάτρα αὐτῷ ἔπεμψε, καὶ προσέτι καὶ τοῖς χρήμασι τοῖς παρ’ αὐτῆς ἐλθοῦσιν ἰσχύων, μέχρις οὗ ὁ Στάιος τό τε ναυ‐ τικὸν συνεκρότησε, καὶ ἐς τὸν τῶν Λαοδικέων λιμένα ἐσπλεύσας
5τούς τε ἀνταναχθέντας ἐκράτησε καὶ ἀπέκλεισέν οἱ καὶ τὴν θάλασ‐

47

.

30

.

5

σαν. τότε γὰρ ἀμφοτέρωθεν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων εἰρχθεὶς ἐπεκδρομὴν μὲν σπάνει τῶν ἀναγκαίων ἐποιήσατο, καταραχθεὶς δὲ διὰ ταχέων ἐς τὸ τεῖχος, καὶ προδιδόμενον αὐτὸ ἰδών, ἐφοβήθη
μὴ ζῶν ἁλοίη καὶ ἑαυτὸν κατεχρήσατο. ὅπερ που καὶ Μᾶρκος

47

.

30

.

6

Ὀκτάουιος ὑποστράτηγος αὐτοῦ ἔπραξε. καὶ οἱ μὲν ταφῆς ὑπὸ τοῦ Κασσίου, καίπερ τὸν Τρεβώνιον ἄταφον ῥίψαντες, ἠξιώθησαν· οἵ τε συστρατεύσαντές σφισι καὶ περιγενόμενοι καὶ σωτηρίας καὶ ἀδείας,

47

.

30

.

7

καίτοι πολέμιοι ὑπὸ τῶν οἴκοι Ῥωμαίων νομισθέντες, ἔτυχον. οὐ μέντοι οὐδ’ οἱ Λαοδικεῖς κακόν τι πλὴν συντελείας χρημάτων ἔπα‐ θον. ἀλλ’ οὐδὲ ἄλλος οὐδείς, συχνῶν μετὰ τοῦτο ἐπιβουλευσάντων τῷ Κασσίῳ, ἐκολάσθη.

47

.

31

.

1

ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, οἱ Ταρσεῖς Τίλλιον Κίμβρον φονέα τε τοῦ Καίσαρος ὄντα καὶ τότε Βιθυνῶν ἄρχοντα, πρός τε τὴν τοῦ Κασσίου ἐπικουρίαν ἐπειγόμενον ἐπεχείρησαν τῶν τοῦ Ταύρου διόδων εἶρξαι, προεκλιπόντες δὲ αὐτὰς ὑπὸ δέους παραχρῆμα μὲν
5ἐσπείσαντο αὐτῷ, νομίσαντες ἰσχυρὸν αὐτὸν εἶναι, μετὰ δὲ τοῦτο τὴν ὀλιγότητα τῶν στρατιωτῶν κατανοήσαντες οὔτε τῇ πόλει αὐτὸν

47

.

31

.

2

ἐδέξαντο οὔτε τὰ ἐπιτήδειά οἱ παρέσχον. ἐπειδή τε φρούριόν τι ἐπιτειχίσας σφίσιν ἐς τὴν Συρίαν ἀπῆρε, προτιμότερον τὸ τῷ Κασ‐ σίῳ βοηθῆσαι τοῦ τὴν πόλιν αὐτὸς ἐξελεῖν ποιησάμενος, τοῦτό τε ἐπιστρατεύσαντες αὐτῷ παρεστήσαντο, καὶ πρὸς τὰ Ἀδανὰ ὅμορά
5τέ σφισι καὶ διάφορα ἀεὶ ὄντα ὥρμησαν, πρόφασιν ὡς καὶ τὰ τοῦ

47

.

31

.

3

Κασσίου πράσσοντα ποιησάμενοι. πυθόμενος δὲ ταῦτα ἐκεῖνος πρότερον μέν, ὡς ἔτι ὁ Δολοβέλλας ἔζη, Λούκιον Ῥοῦφον ἐπ’ αὐ‐ τοὺς ἔπεμψεν, ὕστερον δὲ καὶ αὐτὸς ἦλθε, καὶ (ἤδη γὰρ ἀμαχεὶ τῷ Ῥούφῳ προσεκεχωρήκεσαν) ἄλλο μέν σφας οὐδὲν δεινὸν εἰργάσατο,

47

.

31

.

4

τὰ δὲ χρήματα τά τε ἴδια καὶ τὰ δημόσια πάντα ἀφείλετο. κἀκ τούτου Ταρσεῖς ἐπαίνους τε παρὰ τῶν τριῶν ἀνδρῶν (ἐκεῖνοι γὰρ τὰ πράγματα ἤδη τὰ ἐν τῇ Ῥώμῃ εἶχον) καὶ ἐλπίδα ἀντιλήψε‐

47

.

31

.

5

σθαί τι ἀντὶ τῶν ἀπολωλότων ἔλαβον· ἥ τε Κλεοπάτρα διὰ τὴν συμμαχίαν ἣν τῷ Δολοβέλλᾳ ἔπεμψεν, εὕρετο τὸν υἱόν, ὃν Πτο‐ λεμαῖον μὲν ὠνόμαζεν, ἐπλάττετο δὲ ἐκ τοῦ Καίσαρος τετοκέναι καὶ κατὰ τοῦτο Καισαρίωνα προσηγόρευε, βασιλέα τῆς Αἰγύπτου
5κληθῆναι.

47

.

32

.

1

Κάσσιος δὲ ἐπειδὴ τά τε ἐν τῇ Συρίᾳ καὶ τὰ ἐν τῇ Κιλικίᾳ κατεστήσατο, ἐς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τήν τε συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον καὶ τὰ πραττόμενα
ὑπ’ αὐτῶν κατὰ σφῶν ᾔσθοντο, συνῆλθόν τε ἐκεῖ καὶ τὰ πράγματα

47

.

32

.

2

ἔτι καὶ μᾶλλον ἐκοινώσαντο· τήν τε γὰρ αἰτίαν τὴν τοῦ πολέμου τὴν αὐτὴν ἔχοντες καὶ τὸν κίνδυνον τὸν αὐτὸν προσδεχόμενοι, τήν τε ὑπὲρ τῆς τοῦ δήμου ἐλευθερίας γνώμην μηδὲ τότε ἐξιστάμενοι, καὶ ἐκείνους ἅτε καὶ τρεῖς ὄντας καὶ τοιαῦτα δρῶντας προσκαταλῦσαι
5γλιχόμενοι, πολλῷ προθυμότερον κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ

47

.

32

.

3

ἐποίουν. καὶ τὸ μὲν σύμπαν ἔγνωσαν ἔς τε τὴν Μακεδονίαν ἐλθεῖν καὶ περαιωθῆναι αὐτοὺς ἐκεῖσε κωλῦσαι, ἢ καὶ ἐς τὴν Ἰταλίαν προδιαβῆναι· ἐπεὶ δὲ τά τε ἐν τῇ Ῥώμῃ καθίστασθαι ἔτ’ ἐλέγοντο, καὶ πρὸς τὸν Σέξτον ἅτε καὶ ἐγγύθεν ἐφεδρεύοντά σφισιν ἀσχολίαν

47

.

32

.

4

ἕξειν ἐνομίζοντο, οὐκ εὐθὺς ταῦτ’ ἐποίησαν, ἀλλ’ αὐτοί τε περιιόν‐ τες καὶ ἑτέρους διαπέμποντες τούς τε μηδέπω ὁμοφρονοῦντάς σφισι

47

.

33

.

1

προσεκτῶντο καὶ χρήματα καὶ στρατιώτας ἤθροιζον. καὶ αὐτοῖς οἱ μὲν ἄλλοι ταύτῃ πάντες, καὶ οἱ πρόσθεν περιορώμενοι, παρα‐ χρῆμα ὡμολόγησαν, ὁ δὲ δὴ Ἀριοβαρζάνης οἵ τε Ῥόδιοι καὶ οἱ Λύκιοι ἄλλως μὲν οὐκ ἀνθίσταντο, οὐ μέντοι καὶ συμμαχῆσαι

47

.

33

.

2

ἤθελον. ὑποπτεύσαντες οὖν αὐτοὺς τὰ τῶν ἐναντίων, ἐπειδὴ εὖ ὑπὸ τοῦ Καίσαρος τοῦ προτέρου ἐπεπόνθεσαν, φρονεῖν, καὶ φοβη‐ θέντες μὴ καὶ αὐτοί τε ἀπελθόντων σφῶν ταράξωσί τι καὶ τοὺς ἄλλους συναποστήσωσι, γνώμην ἐποιήσαντο ἐπ’ ἐκείνους πρῶτον
5τραπέσθαι, ἐλπίσαντές σφας, ἅτε καὶ τοῖς ὅπλοις πολὺ αὐτῶν ὑπερ‐ έχοντες καὶ ταῖς εὐεργεσίαις ἀφθόνως χρώμενοι, διὰ βραχέος πεί‐

47

.

33

.

3

σειν ἢ καὶ βιάσεσθαι. καὶ Κάσσιος μὲν Ῥοδίους, καίτοι τοσοῦτον ἐπὶ τῷ ναυτικῷ φρονοῦντας ὥστε ἔς τε τὴν ἤπειρον ἐπ’ αὐτὸν προδιαπλεῦσαι καὶ τὰς πέδας ἃς ἐκόμιζον ὡς καὶ ζῶντας πολλοὺς αἱρήσοντες ἐπιδεικνύναι σφίσι, ναυμαχίᾳ πρότερον μὲν περὶ Μύν‐
5δον, ἔπειτα δὲ πρὸς αὐτῇ τῇ Ῥόδῳ διὰ τοῦ Σταΐου, τῷ τε πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν τὴν ἐμπειρίαν σφῶν κρατήσας, ἐνίκησε·

47

.

33

.

4

καὶ μετὰ τοῦτο καὶ αὐτὸς ἐς τὴν νῆσον περαιωθεὶς ἄλλο μὲν κακὸν οὐδὲν αὐτοὺς ἔδρασεν (οὔτε γὰρ ἀντέστησάν οἱ, καὶ εὔνοιαν αὐτῶν ἐκ τῆς διατριβῆς ἣν ἐκεῖ κατὰ παιδείαν ἐπεποίητο εἶχε), τὰς δὲ δὴ ναῦς καὶ τὰ χρήματα καὶ τὰ ὅσια καὶ τὰ ἱερά, πλὴν τοῦ ἅρματος
5τοῦ Ἡλίου, παρεσπάσατο. καὶ μετὰ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην
συλλαβὼν ἀπέκτεινε.

47

.

34

.

1

Βροῦτος δὲ τό τε κοινὸν τῶν Λυκίων στράτευμα ἀπαντῆσαν αὐτῷ πρὸς τὰ μεθόρια μάχῃ τε ἐκράτησε καὶ συγκαταφυγὸν ἐς τὸ ἔρυμα αὐτοβοεὶ εἷλε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσ‐

47

.

34

.

2

ηγάγετο, Ξάνθον δὲ ἐς πολιορκίαν κατέκλεισε. καὶ αὐτῶν ἐξαί‐ φνης ἐκδραμόντων καὶ πῦρ ἐς τὰς μηχανὰς ἐμβαλόντων, τά τε τοξεύματα καὶ ἀκόντια ἅμα ἀφέντων, ἐς πᾶν κινδύνου ἀφίκετο. κἂν πασσυδὶ ἀπώλετο, εἰ μὴ δι’ αὐτοῦ τοῦ πυρὸς ὠσάμενοι οἱ
5στρατιῶται προσέμιξαν αὐτοῖς ἀπροσδόκητοι γυμνητεύουσιν, καὶ

47

.

34

.

3

ἐκείνους τε ἐς τὸ τεῖχος κατήραξαν, καὶ αὐτοὶ συνεσπεσόντες σφίσι τοῦ τε πυρὸς ἐς οἰκίας τινὰς ἐνέβαλον, καὶ τοὺς μὲν ὁρῶντας τὸ γιγνόμενον προκατέπληξαν, τοῖς δ’ ἄπωθεν οὖσι δόξαν ὡς καὶ πάντα ἄρδην ᾑρηκότες παρέσχον· ἐκ γὰρ τούτου καὶ οἱ ἐπιχώριοι τὰ λοιπὰ
5ἐθελονταὶ συγκατέπρησαν καὶ ἀλλήλους οἱ πλείους ἀνεχρήσαντο.

47

.

34

.

4

μετὰ δὲ τοῦτο πρὸς τὰ Πάταρα ὁ Βροῦτος ἦλθε, καὶ προεκαλέ‐ σατο μὲν αὐτοὺς ἐς φιλίαν, ὡς δ’ οὐχ ὑπήκουσαν (οἵ τε γὰρ δοῦλοι καὶ τῶν ἐλευθέρων οἱ πένητες, οἱ μὲν ἐλευθερίας οἱ δὲ χρεῶν ἀπο‐ κοπῆς προτετυχηκότες, ἐκώλυόν σφας συμβῆναι), τὸ μὲν πρῶτον
5τοὺς αἰχμαλώτους τῶν Ξανθίων (καὶ γὰρ ἐν γένει αὐτοῖς κατ’ ἐπι‐ γαμίαν πολλοὶ ἦσαν) ἔπεμψέ σφισιν, ἐλπίδα ἔχων δι’ ἐκείνων αὐ‐

47

.

34

.

5

τοὺς προσάξεσθαι· ἐπεὶ δ’ οὐδὲν μᾶλλον ἐνέδοσαν καίπερ προῖκα αὐτοῦ τοὺς ἀναγκαίους ἑκάστῳ διδόντος, πρατήριόν τι ὑπ’ αὐτὸ τὸ τεῖχος ἐν ἀσφαλεῖ κατεστήσατο, καὶ παράγων ἕνα ἕκαστον τῶν πρώτων ἀπεκήρυττεν, εἴ πως διά γε τούτου τοὺς Παταρέας ὑπα‐
5γάγοιτο. ὡς δ’ οὐδὲ τότε αὐτῷ προσεχώρησαν, ὀλίγους ἀποδόμενος

47

.

34

.

6

τοὺς λοιποὺς ἀφῆκεν. ἰδόντες δὲ τοῦτο οἱ ἔνδον οὐκέτ’ ἀντῆραν, ἀλλ’ εὐθὺς αὐτῷ ὡς καὶ ἀρετὴν ἔχοντι προσέθεντο, μηδὲν ἔξω τῶν χρημάτων ζημιωθέντες. καὶ τοῦτο καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ
5οὕτω καὶ τἆλλα δι’ ὀλίγου παρεστήσατο.

47

.

35

.

1

ταῦτ’ οὖν ἀμφότεροι πράξαντες ἔς τε τὴν Ἀσίαν αὖθις ἦλθον, καὶ πάνθ’ ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔς τε τὸ μέσον καὶ κατὰ μόνας προ‐

47

.

35

.

2

ενεγκόντες καὶ διαλυσάμενοι ἐς τὴν Μακεδονίαν ἠπείγοντο. καὶ αὐτοὺς Γάιός τε Νωρβανὸς καὶ Δεκίδιος Σάξας ἔφθησαν τόν τε Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν μέχρι τοῦ Παγγαίου χῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις

47

.

35

.

3

στρατοπεδευσάμενοι. τὸ δὲ δὴ ἄστυ τοῦτο παρά τε τῷ Παγγαίῳ καὶ παρὰ τῷ Συμβόλῳ κεῖται· Σύμβολον γὰρ τὸ χωρίον ὀνομά‐ ζουσι καθ’ ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων· ἡ
5μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατ’ ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς

47

.

35

.

4

τῶν ὀρῶν ἐπὶ τῷ πεδίῳ πεπόλισται. καὶ ἔτυχον γὰρ τὴν συντομω‐ τάτην αὐτοῦ ὑπερβολὴν ὅ τε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλα‐ βόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅ τε Κάσσιος οὐδὲ ἐπείρασαν διαβῆ‐ ναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας

47

.

35

.

5

περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον, βιασάμενοι δὲ αὐτὴν εἴσω τε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν,

47

.

35

.

6

ἐστρατοπεδεύσαντο· τῷ γὰρ ἔργῳ καθ’ ἓν ηὐλίσαντο. τὰ μὲν γὰρ στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ τάφρῳ καὶ σταυρώματι περιληφθέντος εἷς τε ὁ πᾶς περίβολος
5ἀμφοτέρων ἐγένετο, καὶ ἐν κοινῷ τὴν ἀπ’ αὐτοῦ ἀσφάλειαν εἶχον.

47

.

36

.

1

ἦσαν δὲ πολὺ τῷ πλήθει τῶν ἐναντίων τῶν τότε παρόντων καθυ‐ πέρτεροι, καὶ διὰ τοῦτο τό τε Σύμβολον ἐκκρούσαντες αὐτοὺς κατ‐ έλαβον, καὶ τὰ ἐπιτήδεια ταύτῃ τε δι’ ἐλάττονος ἐκ τῆς θαλάσσης

47

.

36

.

2

ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. ὁ γὰρ Νωρ‐ βανὸς ὅ τε Σάξας πανστρατιᾷ μὲν οὐδὲ ἐτόλμησαν αὐτοῖς προσμῖξαι, ἐκπέμποντες δ’ ἱππέας ἐκδρόμους ὅπῃ παρείκοι, οὐδὲν ἐπέραινον, ἀλλ’ αὐτοί τε διὰ φυλακῆς μᾶλλον ἢ διὰ κινδύνων τὸ στρατόπεδον
5ἐποιοῦντο, καὶ τὸν Καίσαρα τόν τε Ἀντώνιον σπουδῇ μετεπέμποντο.

47

.

36

.

3

οὗτοι γὰρ τέως μὲν περί τε τοὺς Ῥοδίους καὶ περὶ τοὺς Λυκίους τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἀσχόλους ὄντας ἐπυνθάνοντο, ἐπὶ πλεῖόν τε αὐτοὺς ἔδοξάν σφισι προσπολεμήσειν, καὶ οὐκ ἠπεί‐ χθησαν ἀλλὰ τόν τε Σάξαν καὶ τὸν Νωρβανὸν ἐς τὴν Μακεδονίαν

47

.

36

.

4

προέπεμψαν· αἰσθόμενοι δὲ αὐτοὺς ἑαλωκότας, τοῖς μὲν Λυκίοις καὶ τοῖς Ῥοδίοις ἐπαίνους τε ἔδοσαν καὶ χρήματα χαριεῖσθαι ὑπέ‐ σχοντο, αὐτοὶ δὲ ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησαν, ἐγχρονίσαντες δὲ Ἀντώνιος μὲν περὶ Βρεντέσιον (ὑπὸ γὰρ τοῦ Σταΐου καθείργετο)
5Καῖσαρ δὲ περὶ Ῥήγιον (πρὸς γὰρ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα προαπετράπετο) διετρίβησαν.

47

.

37

.

1

ὡς δ’ οὖν οὗτός τε οὐ καθαίρετος ἔδοξεν εἶναί σφισι, καὶ τὰ τοῦ Κασσίου τοῦ τε Βρούτου μᾶλλον αὐτοὺς ἤπειξε, μέρος μέν τι τοῦ στρατοῦ πρὸς φρουρὰν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ δὴ

47

.

37

.

2

πλείονι τὸν Ἰόνιον ἀσφαλῶς ἐπεραιώθησαν. καὶ Καῖσαρ μὲν ἐν Δυρραχίῳ νοσήσας ὑπελείφθη, Ἀντώνιος δὲ πρὸς τοὺς Φιλίππους ἤλασε, καὶ παραυτίκα μὲν ῥώμην τινὰ τοῖς σφετέροις παρέσχεν, ἐνεδρεύσας δέ τινας τῶν ἐναντίων σιταγωγοῦντας καὶ σφαλεὶς οὐκέτ’

47

.

37

.

3

οὐδ’ αὐτὸς ἐθάρσει. ὁ οὖν Καῖσαρ πυθόμενος τοῦτο καὶ δείσας ἑκάτερον, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν εἴτε καὶ κρα‐ τήσειεν (ἐκ μὲν γὰρ τοῦ τόν τε Βροῦτον καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφ’ ἑαυτὸν ἰσχύσειν ἐνόμισεν), ἠπείχθη

47

.

37

.

4

καίπερ καὶ τότε ἔτι ἀρρωστῶν. κἀκ τούτου ἀνεθάρσησαν μὲν οἱ περὶ τὸν Ἀντώνιον· ἐπεὶ δ’ οὐκ ἀσφαλὲς ἐφαίνετο τὸ μὴ οὐχ ἅμα πάντας αὐτοὺς αὐλίζεσθαι, ἔς τε χωρίον ἓν καὶ ἐς ἔρυμα ἓν τὰ

47

.

37

.

5

τρία στρατεύματα συνήγαγον. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρ’ ἀμφοτέρων ὡς ἔτυχεν ἐγίγνοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, καίτοι καὶ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου πάνυ συμβαλεῖν σπουδαζόν‐

47

.

37

.

6

των· ταῖς τε γὰρ δυνάμεσι μᾶλλον τῶν ἐναντίων ἔρρωντο, καὶ τῶν ἐπιτηδείων οὐχ ὁμοίως αὐτοῖς ηὐπόρουν διὰ τὸ τῆς θαλάσσης, ἅτε
τοῦ ναυτικοῦ σφων τῷ Σέξτῳ προσπολεμοῦντος, μὴ κρατεῖν.

47

.

38

.

1

οὗτοι μὲν οὖν δὴ διά τε ταῦτα καὶ διὰ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα, μὴ καὶ χρονισάντων αὐτῶν τήν τε Ἰταλίαν καταλάβῃ καὶ ἐς τὴν Μακεδονίαν ἔλθῃ,

47

.

38

.

2

ὤργων. ὁ δὲ δὴ Κάσσιος ὅ τε Βροῦτος ἄλλως μὲν οὐκ ὤκνουν τὴν μάχην (ὅσον γὰρ τῇ ῥώμῃ τῶν στρατιωτῶν ἠλαττοῦντο, το‐ σοῦτον τῷ πλήθει ἐπλεονέκτουν), ἐκλογιζόμενοι δὲ τά τε ἐκείνων καὶ τὰ σφέτερα (σύμμαχοί τε γὰρ αὐτοῖς καθ’ ἑκάστην ἡμέραν

47

.

38

.

3

προσεγίγνοντο, καὶ τὴν τροφὴν ἄφθονον ὑπὸ τῶν νεῶν εἶχον) ἀνε‐ βάλλοντο, εἴ πως ἄνευ κινδύνου καὶ φθόρου τινῶν ἐπικρατήσειαν· ἅτε γὰρ δημεράσται τε ἀκριβῶς ὄντες καὶ πρὸς πολίτας ἀγωνιζό‐ μενοι ἐκείνων τε οὐδὲν ἧττον ἢ τῶν συνόντων σφίσι διεσκόπουν,
5καὶ ἐπεθύμουν ἑκατέροις ὁμοίως καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευ‐

47

.

38

.

4

θερίαν παρασχεῖν. χρόνον μὲν οὖν τινα διὰ ταῦτα ἀνέσχον, οὐκ ἐθέλοντές σφισιν ἐς χεῖρας ἐλθεῖν· ὡς μέντοι τὰ στρατεύματα, ἅτε ἐκ τοῦ ὑπηκόου τὸ πλεῖστον ὄντα, τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντιπολεμούντων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον τὸ
5πρὸ τῶν ἀγώνων γιγνόμενον ἐντὸς τοῦ ἐρύματος ὡς καὶ δεδιότες

47

.

38

.

5

ἐποιήσαντο, ἔς τε τὴν μάχην ὥρμησαν καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλεῖον διατριφθῶσι, τό τε στρατόπεδον ἐκλείψουσι καὶ διασκεδα‐ σθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.

47

.

39

.

1

μέγιστον δὴ τὸν ἀγῶνα τοῦτον καὶ ὑπὲρ πάντας τοὺς ἐμφυλίους τοὺς τοῖς Ῥωμαίοις γεγονότας οὐκ ἀπεικότως ἄν τις συμβῆναι νο‐ μίσειεν, οὐχ ὅτι καὶ τοῖς πλήθεσιν ἢ καὶ ταῖς ἀρεταῖς τῶν μαχε‐ σαμένων διήνεγκεν αὐτῶν (πολλῷ γὰρ καὶ πλείους καὶ ἀμείνους
5σφῶν πολλαχόθι ἠγωνίσαντο), ἀλλ’ ὅτι περί τε τῆς ἐλευθερίας καὶ

47

.

39

.

2

τῆς δημοκρατίας τότε ὡς οὐπώποτε ἐπολέμησαν. συνέπεσον μὲν γὰρ καὶ αὖθις ἀλλήλοις, ὥσπερ καὶ πρότερον· ἀλλ’ ἐκείνους μὲν τοὺς ἀγῶνας ὑπὲρ τοῦ τίνος ἐπακούσουσιν ἐποιήσαντο, τότε δὲ οἱ μὲν ἐς δυναστείαν αὐτοὺς ἦγον, οἱ δὲ ἐς αὐτονομίαν ἐξῃροῦντο.
5ὅθεν οὐδ’ ἀνέκυψεν ἔτι πρὸς ἀκριβῆ παρρησίαν ὁ δῆμος καίπερ

47

.

39

.

3

ὑπ’ οὐδενὸς ἀλλοτρίου ἡττηθείς (τὸ γάρ τοι ὑπήκοον τό τε συμ‐ μαχικὸν τὸ τότε αὐτοῖς παραγενόμενον ἐν προσθήκης μέρει τοῦ πολιτικοῦ ἦν), ἀλλ’ αὐτός τε ἑαυτοῦ κρείττων τε ἅμα καὶ ἥττων γενόμενος καὶ ἔσφηλεν ἑαυτὸν καὶ ἐσφάλη, κἀκ τούτου τό τε δη‐

47

.

39

.

4

μοκρατικὸν συμπαρανάλωσε καὶ τὸ μοναρχικὸν ἐκράτυνε. καὶ οὐ λέγω ὡς οὐ συνήνεγκεν αὐτοῖς ἡττηθεῖσι τότε· τί γὰρ ἄν τις ἄλλο περὶ αὐτῶν ἀμφοτέρωθεν μαχεσαμένων εἴποι ἢ ὅτι Ῥωμαῖοι μὲν ἐνικήθησαν, Καῖσαρ δὲ ἐκράτησεν; ὁμοφρονῆσαι μὲν γὰρ ἐν τῷ

47

.

39

.

5

καθεστῶτι τρόπῳ τῆς πολιτείας οὐκέθ’ οἷοί τε ἦσαν· οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρή‐ σασα, σωφρονῆσαι δύναται· πολλοὺς δ’ ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ἀγῶνας ὁμοίους ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ
5ἐφθάρησαν.

47

.

40

.

1

πάρεστι δὲ καὶ ἐκ τῶν σημείων τῶν τότε συμβάντων σφίσι τεκμήρασθαι ὅτι μέγιστος διαφανῶς ὁ ἀγὼν αὐτοῖς ἐγένετο· τὸ γὰρ δαιμόνιον, ὥσπερ που καὶ ἀεὶ πρὸ τῶν ἀτοπωτάτων φιλεῖ προσημαίνειν, πάντα σφίσιν ἀκριβῶς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ

47

.

40

.

2

Μακεδονίᾳ τὰ ἐκβάντα ἀπ’ αὐτοῦ προεμαντεύσατο. ἐν γὰρ τῷ ἄστει ὅ τε ἥλιος τοτὲ μὲν ἠλαττοῦτο καὶ ἐλάχιστος ἐγίγνετο, τοτὲ δὲ καὶ μέγας καὶ τριττὸς ἐξεφαίνετο, καί ποτε καὶ νυκτὸς ἐξέλαμψε· καὶ κεραυνοὶ ἄλλοσέ τε πολλαχόσε καὶ ἐς τὸν τοῦ Νικαίου Διὸς
5βωμὸν ἐφέροντο, λαμπάδες τε ἐνταῦθα κἀκεῖσε ᾖττον, καὶ σαλ‐ πίγγων ἠχαὶ ὅπλων τε κτύποι καὶ στρατοπέδων βοαὶ νυκτὸς ἔκ τε τῶν τοῦ Καίσαρος καὶ ἐκ τῶν τοῦ Ἀντωνίου κήπων, ὁμόρων ἀλλή‐

47

.

40

.

3

λοις παρὰ τῷ Τιβέριδι ὄντων, ἠκούοντο. καὶ προσέτι καὶ κύων κυνὸς σῶμα πρὸς τὸ Δημήτριον προσελκύσας τήν τε γῆν τοῖς ποσὶν ὤρυξε καὶ κατέχωσεν αὐτό. καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε διφυὲς τέρας ἔτεκε· τὰ μὲν γὰρ

47

.

40

.

4

πρόσθια ἵππῳ τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. καὶ ὁ τῆς Ἀθηνᾶς ὀχὸς πρὸς τὸ Καπιτώλιον ἐξ ἱπποδρομίας τινὸς ἐπανιὼν συνετρίβη, τό τε ἄγαλμα τὸ τοῦ Διὸς τὸ ἐν τῷ Ἀλβανῷ ὂν αἷμα παρ’ αὐτὰς τὰς ἀνοχὰς ἔκ τε τοῦ δεξιοῦ ὤμου καὶ ἐκ τῆς δεξιᾶς χειρὸς ἀνέ‐

47

.

40

.

5

δωκε. καὶ ταῦτα μὲν ἐκ τοῦ δαιμονίου σφίσι προεδείχθη, ποταμοί τε ἐν τῇ χώρᾳ αὐτῶν οἱ μὲν παντάπασιν ἐξέλιπον οἱ δ’ ἀνάπαλιν ῥεῖν ἤρξαντο· συνενηνέχθαι δέ πως ἐς ταὐτὸ καὶ ὅσα παρὰ τῶν

47

.

40

.

6

ἀνθρώπων κατὰ συντυχίαν ἐπράχθη ἔδοξεν· ἔν τε γὰρ ταῖς ἀνο‐ χαῖς ὁ πολίαρχος τὰ Λατιάρια, οὔτ’ ἄλλως προσήκοντα αὐτῷ οὔτ’ ἐν τῷ καιρῷ ἐκείνῳ γίγνεσθαι εἰωθότα, ἐποίησεν, καὶ οἱ ἀγορανό‐ μοι τοῦ πλήθους ὁπλομαχίας ἀγῶνας ἀντὶ τῆς ἱπποδρομίας τῇ

47

.

40

.

7

Δήμητρι ἐπετέλεσαν. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ’ ἐγίγνετο, καί τινα καὶ λόγια καὶ πρὸ αὐτῶν καὶ ἐπ’ αὐτοῖς ἐς τὴν κατάλυσιν τῆς δημοκρατίας συμβαίνοντα ᾔδετο· ἐν δὲ δὴ τῇ Μακεδονίᾳ (ταύ‐ της γὰρ τό τε Παγγαῖον καὶ ἡ περὶ αὐτὸ γῆ νομίζεται) μέλισσαί
5τε πολλαὶ τὸ τοῦ Κασσίου στρατόπεδον περιέσχον, κἀν τῷ κα‐

47

.

40

.

8

θαρσίῳ αὐτοῦ τὸν στέφανόν τις τραπέμπαλιν αὐτῷ ἐπέθηκε, παῖς τε ἐν πομπῇ τινι, οἵας οἱ στρατιῶται ἄγουσι, νίκην φέρων ἔπεσε. καὶ ὅ γε μάλιστα τὸν ὄλεθρόν σφισιν ἐσήμηνεν ὥστε καὶ τοῖς ἐναντίοις ἔκδηλον γενέσθαι, πολλοὶ μὲν γῦπες πολλοὶ δὲ καὶ ἄλλοι
5ὄρνιθες νεκροφάγοι ὑπέρ τε ἐκείνων μόνων διεφοίτων καὶ ἐς αὐ‐ τοὺς κατέβλεπον, δεινόν τέ τι καὶ φρικῶδες κλάζοντές τε καὶ τρίζοντες.

47

.

41

.

1

τούτοις μὲν δὴ ταῦτα τὸ κακὸν ἔφερε, τοῖς δὲ ἑτέροις τέρας μὲν οὐδέν, ὅσα γε ἡμεῖς ἴσμεν, ἐγένετο, ὄψεις δὲ δὴ ὀνείρων τοιαίδε

47

.

41

.

2

ἐφάνησαν. ἀνὴρ Θεσσαλὸς ἔδοξέν οἱ τὸν Καίσαρα τὸν πρότερον κεκελευκέναι εἰπεῖν τῷ Καίσαρι ὅτι τε ἐς ἕνης ἡ μάχη γενήσοιτο, καὶ ἵνα ἀναλάβῃ τι ὧν δικτατορεύων αὐτὸς ἐφόρει· καὶ διὰ τοῦτο τὸν δακτύλιον αὐτοῦ τότε τε εὐθὺς περιέθετο καὶ ἔπειτα πολλάκις

47

.

41

.

3

ἔφερεν. οὗτος μὲν δὴ τοῦτο εἶδεν, ὁ δ’ ἰατρὸς ὁ συνὼν τῷ Καί‐ σαρι ἐνόμισέν οἱ τὴν Ἀθηνᾶν προστάσσειν ἔκ τε τῆς σκηνῆς αὐτόν, καίτοι καὶ τότε ἔτι κακῶς ἀρρωστοῦντα, ἐξαγαγεῖν καὶ ἐς τὴν παράταξιν καταστῆσαι· ὑφ’ οὗπερ καὶ ἐσώθη. ὃ γάρ τοι τοῖς
5ἄλλοις ἐν μὲν τῷ στρατοπέδῳ τῷ τε ἐρύματι αὐτοῦ μένουσι σωτη‐ ρίαν, ἐς δὲ δὴ τὰ ὅπλα τάς τε μάχας ἰοῦσι κίνδυνον φέρει, τοῦτο

47

.

41

.

4

τότε ἐπὶ τοῦ Καίσαρος διηλλάγη· ἔκ τε γὰρ τῆς ἐξόδου τῆς ἐκ τοῦ ταφρεύματος καὶ ἐκ τῆς πρὸς τοὺς μαχομένους ὁμιλίας περιφα‐ νέστατα, καίπερ χαλεπῶς καὶ ἄνευ τῶν ὅπλων ὑπὸ τῆς ἀσθενείας ἑστώς, περιεγένετο.

47

.

42

.

1

ἐπράχθη δὲ ὧδε. οὐχ ὡμολόγησαν μὲν ὁπότε τὴν μάχην ποιή‐ σονται, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς πάντες ἅμα ἕῳ ἐξωπλί‐ σαντο, καὶ ἔς τε τὸ χωρίον τὸ μεταίχμιόν σφων καθάπερ ἀγωνισταί

47

.

42

.

2

τινες σχολῇ προῆλθον, κἀνταῦθα ἡσυχῇ παρετάξαντο. ὡς δ’ ἀντι‐ κατέστησαν, παραινέσεις, τοῦτο μὲν ἀθρόοις τοῦτο δὲ καὶ καθ’ ἑκάστους, ἀμφοτέροις ἀπό τε τῶν στρατηγῶν καὶ ἀπὸ τῶν ὑπο‐ στρατήγων τῶν θ’ ὑπομειόνων ἐγένοντο, πολλὰ μὲν πρὸς τὸ αὐτίκα
5τοῦ κινδύνου ἀναγκαῖα πολλὰ δὲ καὶ ἐς τὸ ἔπειτα ἁρμόζοντα αὐτῶν λεγόντων, οἷα ἄν τινες ἔν τε τῷ παραχρῆμα κινδυνεύσοντες καὶ τῷ

47

.

42

.

3

μέλλοντι προκάμνοντες εἴποιεν. καὶ τὰ μὲν ἄλλα ὁμοιοτροπώτατα, ἅτε καὶ Ῥωμαίων ἀμφοτέρωθεν ὁμοίως μετὰ τῶν συμμάχων σφῶν ὄντων, ἐρρήθη· διήλλαξε δὲ ὅτι οἱ μὲν περὶ τὸν Βροῦτον τήν τε ἐλευθερίαν καὶ τὴν δημοκρατίαν τό τε ἀτυράννευτον καὶ τὸ ἀδέσπο‐

47

.

42

.

4

τον τοῖς σφετέροις προεβάλλοντο, καὶ τά τε ἐν ἰσονομίᾳ χρηστὰ καὶ τὰ ἐν μοναρχίᾳ ἄτοπα, ὅσα ποτὲ αὐτοί τε ἐπεπόνθεσαν καὶ περὶ ἑτέρων ἠκηκόεσαν, προέφερον, παραδεικνύντες τε καθ’ ἓν ἕκα‐ στον ἑκάτερα καὶ ἱκετεύοντές σφας τῶν μὲν ὀριγνήσασθαι τὰ δὲ

47

.

42

.

5

ἐκκλῖναι καὶ τῶν μὲν ἔρωτα λαβεῖν τὰ δὲ μὴ παθεῖν φυλάξασθαι, οἱ δὲ ἕτεροι τῷ σφετέρῳ στρατῷ τούς τε σφαγέας τιμωρήσασθαι καὶ τὰ τῶν ἀντικαθεστώτων σχεῖν, ἄρξαι τε πάντων τῶν ὁμοφύλων ἐπιθυμῆσαι, παρῄνουν, καὶ ὅ γε μάλιστα αὐτοὺς ἐπέρρωσε, καὶ

47

.

43

.

1

κατὰ πεντακισχιλίας σφίσι δραχμὰς δώσειν ὑπέσχοντο. κἀκ τού‐ του πρῶτον μὲν τὰ συνθήματα αὐτοῖς διῆλθεν (ἦν δὲ τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον Ἐλευθερία, τοῖς δὲ ἑτέροις ὅ τι ποτὲ καὶ ἐδόθη),
ἔπειτα σαλπικτὴς εἷς ἑκατέρωθεν ὑπεσήμηνε, καὶ οὕτω καὶ οἱ λοι‐

47

.

43

.

2

ποὶ ἐπήχησαν, πρῶτοι μὲν οἱ τό τε στάσιμον καὶ τὸ παρασκευα‐ στικὸν ἐν τόπῳ τινὶ κυκλοτερεῖ 〈διὰ〉 σαλπίγγων μελῳδοῦντες, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ τόν τε θυμὸν τῶν στρατιωτῶν ἐπεγείροντες καὶ ἐπὶ τὴν σύνοδον αὐτοὺς ἐξοτρύνοντες. καὶ μετὰ τοῦτο σιωπή τε
5ἐξαπίνης πολλὴ ἐγένετο, καὶ σμικρὸν ἐπισχόντες αὐτοί τε διάτορον

47

.

43

.

3

ἐξεφώνησαν καὶ αἱ τάξεις ἑκατέρωθεν συνεβόησαν. κἀκ τούτου ἀλαλάξαντες οἱ ὁπλῖται τάς τε ἀσπίδας τοῖς δορατίοις ἔκρουσαν καὶ ἐκεῖνα ἐπ’ ἀλλήλους ἐξηκόντισαν, καὶ οἱ σφενδονῆται οἵ τε τοξόται βέλη καὶ λίθους ἧκαν. καὶ μετὰ ταῦτα τό τε ἱππικὸν
5ἀντεξήλασαν καὶ τὸ θωρακοφόρον συνεπισπόμενόν σφισιν ἐν χερσὶν

47

.

44

.

1

ἐγένετο. καὶ πολλῷ μὲν ὠθισμῷ πολλῷ δὲ καὶ ξιφισμῷ ἐχρήσαντο, τὰ μὲν πρῶτα περισκοποῦντες ὅπως τε τρώσουσί τινας καὶ ὅπως αὐτοὶ μὴ τρωθῶσι (τούς τε γὰρ ἀνθεστηκότας ἅμα ἀποκτεῖναι καὶ ἑαυτοὺς σῶσαι ἐβούλοντο), ἔπειτα δὲ ὡς ἥ τε ὁρμή σφων ηὐξήθη
5καὶ ὁ θυμὸς ἐφλέγμηνεν, ὁμόσε τε ἀπερισκέπτως χωροῦντες καὶ μηδεμίαν ἔτ’ ἀσφάλειαν ἑαυτῶν ποιούμενοι, ἀλλ’ ἐπιθυμίᾳ τοῦ τοὺς

47

.

44

.

2

ἀντιπάλους ἀπολέσαι καὶ ἑαυτοὺς προϊέμενοι. καί τινες τάς τε ἀσπίδας ἀπερρίπτουν, καὶ ἀντιλαμβανόμενοι τῶν ἀντιτεταγμένων οἱ μὲν ἔκ τε τῶν κρανῶν αὐτοὺς ἦγχον καὶ κατὰ νώτου ἔπαιον, οἱ δὲ τά τε προβλήματα ἀπέσπων καὶ ἐς τὰ στήθη ἔτυπτον. ἄλλοι
5τῶν ξιφῶν αὐτῶν λαμβανόμενοι τὰ σφέτερα ὡς καὶ 〈ἐσ〉 ἀόπλους σφᾶς ἐώθουν· καὶ ἕτεροι τρωθῆναί τι μέρος τῶν σωμάτων σφῶν

47

.

44

.

3

προβάλλοντες ἑτοιμότερον τῷ λοιπῷ ἐχρῶντο. συμπλεκόμενοί τέ τινες τὸ μὲν παίειν ἀλλήλους ἀφῃροῦντο, τῇ δὲ δὴ συμμίξει καὶ τῶν ξιφῶν καὶ τῶν σωμάτων διώλλυντο. καὶ οἱ μὲν μιᾷ πληγῇ οἱ δὲ καὶ πολλαῖς ἔθνησκον, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν
5εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν, οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκ ἐξικνοῦντο.

47

.

44

.

4

ἄλλος τις ἀποκτείνας τινὰ οὐδ’ ἀποθανεῖσθαί ποτε ὑπὸ τῆς αὐ‐ τίκα περιχαρείας ἤλπιζε. καὶ ὁ ἀεὶ πίπτων ἔς τε τὸ ἀναίσθητον

47

.

45

.

1

καθίστατο καὶ σύνεσιν τοῦ πάθους οὐκ ἐλάμβανεν. ἔμενον δὲ
κατὰ χώραν ἀκριβῶς ἀμφότεροι, καὶ οὔθ’ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδέτεροι ἐχρήσαντο, ἀλλ’ αὐτοῦ, ὥσπερ εἶχον, ἐτίτρωσκον ἐτιτρώ‐

47

.

45

.

2

σκοντο, ἐφόνευον ἐφονεύοντο μέχρι πόρρω τῆς ἡμέρας. καὶ εἴγε πάντες πᾶσιν, οἷα ἐν τῷ τοιούτῳ συμβαίνει, συνεμεμίχεσαν, ἢ Βροῦτος μὲν κατὰ Ἀντώνιον Κάσσιος δὲ κατὰ Καίσαρα ἀντετέ‐ τακτο, ἰσοπαλεῖς ἂν ἐγεγόνεσαν. νῦν δὲ ὅ τε Βροῦτος τὴν τοῦ
5Καίσαρος ἀρρωστίαν ἐξεβιάσατο, καὶ ὁ Ἀντώνιος τὸν Κάσσιον

47

.

45

.

3

οὐδέν οἱ ὅμοιον τὰ πολέμια ὄντα ἐξενίκησε. καὶ τότε δὲ τῷ μὴ πάντας ἅμα τοὺς ἑτέρους, ἀλλ’ ἐν τῷ μέρει ἀμφοτέρους καὶ ἡττη‐ θῆναι καὶ κρατῆσαι ταὐτὸν ὡς εἰπεῖν ἐγένετο· καὶ γὰρ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν, ἔτρεψάν τε τοὺς ἀντιτεταγμένους σφίσιν
5ἑκάτεροι καὶ ἐτράποντο, καὶ αἵ τε διώξεις καὶ αἱ φυγαὶ ἀμφοῖν

47

.

45

.

4

ὁμοίως συνέβησαν, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. τοῦ τε γὰρ πεδίου ἐπὶ πλεῖστον, ἅτε καὶ πολλοὶ ὄντες, ἐπέσχον, ὥστε μὴ καθορᾶν ἀλλήλους· καὶ οὔτε ἐν τῇ μάχῃ πλὴν τὸ καθ’ ἑαυτὸν ἕκαστος ἔγνω, ἐπεί τε ἡ τροπὴ ἐγένετο, ἔς τε τὰ οἰκεῖα ἐρύματα πολὺ ἀπ’
5ἀλλήλων ἀφεστηκότα τὴν ἐναντίαν ἑκάτεροι ἀμεταστρεπτὶ ἔφυγον,

47

.

45

.

5

καὶ ἀπό τε τούτου καὶ ἐκ τοῦ κονιορτοῦ ἀπλέτου γενομένου ἠγνόη‐ σαν τὸ τέλος τῆς μάχης, καὶ οἵ τε νενικηκότες πάντα κεκρατηκέναι καὶ οἱ ἡττημένοι πάντα νενικῆσθαι ἐνόμισαν, καὶ οὐ πρότερον τὸ γεγονὸς ἔμαθον πρὶν τά τε ταφρεύματα διαπορθηθῆναι καὶ ἀλλή‐
5λοις τοὺς νενικηκότας πρὸς τὸ οἰκεῖον ἑκατέρους ἀναχωροῦντας συντυχεῖν.

47

.

46

.

1

τῆς μὲν δὴ οὖν μάχης ἕνεκα καὶ ἐκράτησαν οὕτως ἀμφότεροι καὶ ἡττήθησαν· οὐδὲ γὰρ οὐδὲ ἐς χεῖρας ἔτι τότε ἀφίκοντο, ἀλλ’ ἐπειδὴ τάχιστα ἰδόντες ἐν τῇ ὑποστροφῇ ἀλλήλους καὶ τὸ συμ‐ βεβηκὸς ἔγνωσαν, ἀντιπαρεξῆλθον μηδὲν μηδέτεροι τολμήσαντες.

47

.

46

.

2

ἐπλεονέκτησαν δὲ καὶ ἠλαττώθησαν ἀλλήλων τῷ τό τε τάφρευμα τὸ τοῦ Καίσαρος τοῦ τ’ Ἀντωνίου πᾶν καὶ τὰ ἐν αὐτῷ πάντα ἁλῶναι (ἀφ’ οὗπερ καὶ τὰ μάλιστα τέκμαρσιν τὸ ὄναρ ἔσχεν· εἰ γάρ τοι κατὰ χώραν ὁ Καῖσαρ ἐμεμενήκει, πάντως ἂν ἅμα τοῖς

47

.

46

.

3

ἄλλοις ἀπωλώλει) καὶ τῷ τὸν Κάσσιον ἐκ μὲν τῆς μάχης σωθῆναι, τοῦ τε ἐρύματος στερηθέντα ἄλλοσέ ποι διαφυγεῖν, ὑποτοπήσαντα δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων ἐφ’

47

.

46

.

4

ἑαυτὸν ἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον. ἔπεμψε μὲν γὰρ ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ τι ποιοίη· ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ
5μετ’ αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει,

47

.

46

.

5

ὑπώπτευσέ τε αὐτοὺς πόρρωθεν ὁρῶν πολεμίους εἶναι, καὶ Πιν‐ δάρῳ τινὶ ἐξελευθέρῳ ἀποκτεῖναι ἑαυτὸν προσέταξε. καὶ αὐτῷ καὶ ὁ ἑκατόνταρχος, μαθὼν ὅτι διὰ τὴν βραδυτῆτα αὐτοῦ διώλετο, ἐπαπέθανεν.

47

.

47

.

1

ὁ οὖν Βροῦτος τὸ μὲν τοῦ Κασσίου σῶμα ἐς Θάσον εὐθὺς κρύφα ἔπεμψεν, ὀκνήσας κατὰ χώραν αὐτὸ θάψαι, μὴ τῷ στρατῷ πένθος τε ἅμα καὶ ἀθυμίαν ἐκ τῆς τῶν ποιουμένων ὄψεως ἐμβάλῃ·

47

.

47

.

2

τοὺς δὲ λοιποὺς τῶν στρατιωτῶν αὐτοῦ παραλαβών, καὶ λόγοις τέ σφας παραμυθούμενος καὶ δόσει χρημάτων ἀνθ’ ὧν ἀπωλωλέκεσαν ἀνακτησάμενος, ἔς τε τὴν ταφρείαν αὐτῶν ἐπιτηδειοτέραν οὖσαν μετεστρατοπεδεύσατο, καὶ ἐκεῖθεν ὁρμώμενος τά τε ἄλλα τοὺς ἐναν‐

47

.

47

.

3

τίους ἐλύπει καὶ τῷ στρατοπέδῳ σφῶν νυκτὸς προσέμισγε. μάχῃ μὲν γὰρ αὐτοῖς ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι, πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσεσθαί σφας ἔχων θορυβεῖν τε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο,
5καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν

47

.

47

.

4

κατέκλυσεν. ὁ δὲ δὴ Καῖσαρ ὅ τε Ἀντώνιος ἐσπάνιζον μὲν τῆς τροφῆς καὶ χρημάτων, ὅθεν οὐδὲ τοῖς στρατιώταις τι ἀντὶ τῶν διαρπασθέντων ἔδωκαν· καὶ προσέτι καὶ τὴν δύναμιν τὴν ἐκ τοῦ Βρεντεσίου ἐπιδιαπλέουσαν ἐν ὁλκάσιν ἀπώλεσαν ὑπὸ τοῦ Σταΐου·

47

.

47

.

5

οὐ μέντοι καὶ ἀσφαλῶς οὔτ’ ἄλλοσέ ποι μεταναστῆναι οὔτ’ ἐς τὴν Ἰταλίαν ἀνακομισθῆναι δυνάμενοι, ἀλλ’ ἐν τοῖς ὅπλοις καὶ τότε ἔτι μόνον τὰς ἐλπίδας οὐχ ὅτι τῆς νίκης ἀλλὰ καὶ τῆς σωτηρίας ποιούμενοι, ὥρμηντο καὶ διακινδυνεῦσαι πρὶν ἔκπυστον τοῖς τε

47

.

48

.

1

σφετέροις καὶ τοῖς ἐναντίοις τὸ θαλάσσιον πάθος γενέσθαι. μὴ βουλομένου δὲ τοῦ Βρούτου συμμῖξαί σφισι βιβλία ἐς τὸ χαράκωμα αὐτοῦ τρόπον τινὰ ἐνέβαλον, προκαλούμενοι τοὺς στρατιώτας ἢ τὰ σφέτερα φρονῆσαι (καὶ γὰρ ὑπισχνοῦντό τινα αὐτοῖς) ἢ ἐς χεῖ‐

47

.

48

.

2

ρας ἐλθεῖν, ἄν γε καὶ τὸ βραχύτατον ἰσχύωσι. κἀν τῇ διατριβῇ ταύτῃ ηὐτομόλησαν μὲν καὶ παρ’ ἐκείνων πρὸς τὸν Βροῦτον ἐκ τοῦ Κελτικοῦ τινες, ηὐτομόλησαν δὲ καὶ πρὸς αὐτοὺς Ἀμύντας τε ὁ τοῦ Δηιοτάρου στρατηγὸς καὶ ὁ Ῥασκύπορις. καὶ οὗτος μὲν οἴκαδε
5εὐθύς, ὥς τινές φασιν, ἀπεχώρησε· δείσας δ’ οὖν ἐκ τούτων ὁ Βροῦτος μὴ καὶ ἐπὶ πλεῖόν τι νεωτερισθῇ, συμμῖξαί σφισιν ἔγνω.

47

.

48

.

3

καὶ ἐπειδὴ πολλοί τε αἰχμάλωτοι ἐν τῷ στρατοπέδῳ αὐτοῦ ἦσαν, καὶ οὐκ εἶχεν οὔθ’ ὅπως διὰ φυλακῆς αὐτοὺς ἐν τῷ τῆς μάχης καιρῷ ποιήσηται οὔθ’ ὅπως πιστεύσῃ σφίσι μηδὲν λυμανεῖσθαι, διέφθειρε τοὺς πλείους, τῇ ἀνάγκῃ καὶ παρὰ γνώμην δουλεύσας,
5ἄλλως τε καὶ ὅτι οἱ ἐναντίοι τοὺς ζωγρηθέντας τῶν στρατιωτῶν

47

.

48

.

4

αὐτοῦ ἀπεκτόνεσαν. πράξας δὲ τοῦτο ἐξωπλίσατο. καὶ αὐτῶν ἀντι‐ παρατεταγμένων ἤδη ἀετοὶ δύο ὑπὲρ ἀμφοτέρων ὑπερπτόμενοι ἀλ‐ λήλοις τε ἐμαχέσαντο καὶ ἐκείνοις τὸ τέλος τοῦ πολέμου προέφη‐ ναν· ὥσπερ γὰρ ὁ ἀετὸς ὁ κατὰ τὸν Βροῦτον ὢν ἠλαττώθη τε καὶ
5ἔφυγεν, οὕτω τό τε ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγω‐ νισάμενον ἡττήθη, κἀκ τούτου πεσόντων πολλῶν καὶ τὸ ἱππικόν,

47

.

48

.

5

καίτοι γενναίως μαχόμενον, ἐνέδωκε. καὶ μετὰ τοῦτο φυγόντας αὐτοὺς ἄλλους ἄλλῃ ἐπεδίωξαν μὲν οἱ κεκρατηκότες, οὔτε δὲ ἀπέ‐ κτειναν οὔθ’ εἷλόν τινα, ἀλλὰ προσεδρεύσαντες αὐτοῖς τὴν νύκτα ὡς ἑκάστοις οὐκ εἴασαν αὖθις συστραφῆναι.

47

.

49

.

1

ὁ οὖν Βροῦτος ἐπεχείρησε μὲν ἐς τὸ στρατόπεδόν πῃ διαπεσεῖν (ἐς γὰρ χωρίον τι ἐρυμνὸν ἀναπεφευγὼς ἦν), μὴ δυνηθεὶς δέ, καὶ προσέτι καὶ μαθὼν ὅτι τινὲς τῶν στρατιωτῶν τοῖς νικήσασιν ὡμο‐
λογήκασιν, οὐδεμίαν ἔτ’ ἐλπίδα ἔσχεν, ἀλλὰ ἀπογνοὺς μὲν τὴν
5σωτηρίαν ἀπαξιώσας δὲ τὴν ἅλωσιν ἐς τὸν θάνατον καὶ αὐτὸς κατέφυγεν. καὶ ἀναβοήσας τοῦτο δὴ τὸ Ἡράκλειον

47

.

49

.

2

ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ ἦσθ’ [ἄλλως], ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν· σὺ δ’ ἄρ’ ἐδούλευες τύχῃ παρεκάλεσέ τινα τῶν συνόντων, ἵνα αὐτὸν ἀποκτείνῃ. καὶ αὐτοῦ τὸ μὲν ἄλλο σῶμα ταφῆς ὑπὸ τοῦ Ἀντωνίου ἔτυχεν, ἡ δὲ δὴ κε‐
5φαλὴ ἐπέμφθη μὲν ἐς τὴν Ῥώμην, χειμῶνι δ’ ἐν τῷ ἀπὸ τοῦ

47

.

49

.

3

Δυρραχίου διάπλῳ περιπεσοῦσα ἐς τὴν θάλασσαν ἐρρίφη. τελευ‐ τήσαντος δὲ αὐτοῦ τὸ μὲν πλῆθος τῶν στρατιωτῶν αὐτίκα ἀδείας σφίσι κηρυχθείσης μετέστη, ἡ δὲ δὴ Πορκία ἄνθρακα διάπυρον

47

.

49

.

4

καταπιοῦσα ἀπέθανε. τῶν δὲ ἀνδρῶν τῶν πρώτων τῶν ἀρχάς τινας σχόντων ἢ καὶ ἐκ τῶν σφαγέων τῶν τε ἐπικεκηρυγμένων ἔτι ὄντων οἱ μὲν πλείους ἑαυτοὺς παραχρῆμα ἀπέκτειναν ἢ ἁλόντες, ὥσπερ καὶ ὁ Φαουώνιος, ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε ἐπὶ τὴν
5θάλασσαν διέφυγον καὶ μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο.

48

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ὀγδόῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ Φουλουίᾳ καὶ Λουκίῳ Ἀντωνίῳ ἐπολέμησεν. β. Ὡς Σέξτος Πομπήιος Σικελίαν κατέσχεν. γ. Ὡς Πάρθοι τὰ μέχρι τοῦ Ἑλλησπόντου κατέσχον.
5δ. Ὡς Καῖσαρ καὶ Ἀντώνιος πρὸς Σέξτον συνέθεντο. ε. Ὡς Πούπλιος Οὐεντίδιος Πάρθους ἐνίκησε καὶ τὴν Ἀσίαν ἐκτήσατο. ζ. Ὡς Καῖσαρ Σέξτῳ πολεμήσειν ἤρξατο. η. Περὶ Βαιῶν. Χρόνου πλῆθος ἔτη πέντε, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
10Λ. Ἀντώνιος Μ. υἱ. Πιέτας ὕπ. Π. Σερουίλιος Π. υἱ. Ἰσαυρικὸς τὸ βʹ Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος τὸ βʹ ὕπ. Γ. Ἀσίννιος 〈Γν. υἱ. Πωλίων Λ. Μάρκιος Λ. υἱ. Κηνσωρῖνος ὕπ.
15Γ. Καλουίσιοσ〉 Γ. υἱ. Σαβῖνος Ἄππιος Κλαύδιος Γ. υἱ. Ποῦλχρος ὕπ. Γ. Νωρβανὸς Γ. υἱ. Φλάκκος Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας 〈ὕπ.〉 Λ. Κανίνιος Λ. υἱ. Γάλλος

48

.

1

.

1

Ὁ μὲν οὖν Βροῦτος ὅ τε Κάσσιος οὕτως ἀπώλοντο, τοῖς ξίφεσιν
οἷς τὸν Καίσαρα ἀπεχρήσαντο σφαγέντες· οἵ τε ἄλλοι οἱ τῆς ἐπ’ αὐτὸν ἐπιβουλῆς μετασχόντες, οἱ μὲν πρότερον οἱ δὲ τότε οἱ δὲ μετὰ ταῦτα, πλὴν πάνυ ὀλίγων ἐφθάρησαν, ὥς που τό τε δίκαιον
5ἔφερε καὶ τὸ δαιμόνιον ἦγεν ἄνδρα αὐτοὺς εὐεργέτην σφῶν, ἐς το‐ σοῦτον καὶ τῆς ἀρετῆς καὶ τῆς τύχης προχωρήσαντα, ἀποκτείναν‐

48

.

1

.

2

τας παθεῖν. ὁ δὲ δὴ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπ’ ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι· χαλεπὸν γὰρ ἄν‐ δρας τρεῖς ἢ καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου

48

.

1

.

3

πραγμάτων γενομένους, ὁμονοῆσαι. καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήν τε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν ἥ τε Ἰβηρία
5καὶ ἡ Νουμιδία, Ἀντωνίῳ δὲ ἥ τε Γαλατία καὶ ἡ Ἀφρικὴ ἐγένετο· καὶ συνέθεντο ὥστ’, ἄν τινα ἀγανάκτησιν ὁ Λέπιδος ἐπὶ τούτῳ

48

.

2

.

1

ποιήσηται, τῆς Ἀφρικῆς αὐτῷ ἐκστῆναι. ταῦτα δὲ δὴ μόνα διέ‐ λαχον, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν ὁ Σέξτος ἔτι κατεῖχε, τὰ δ’ ἄλλα τὰ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. ἐκείνης γὰρ δὴ πέρι οὐδὲν δέομαι λέγειν ὅτι ἐξαίρετος ἀεί ποτε ἐν τοῖς τοιούτοις ἔμενεν·
5οὐδὲ γὰρ οὐδ’ ὡς περὶ αὐτῆς ποτε, ἀλλ’ ὡς ὑπὲρ αὐτῆς ἀγωνιζό‐

48

.

2

.

2

μενοι τοὺς λόγους ἐποιοῦντο. ἐν κοινῷ οὖν ταῦτα ἀφέντες, Ἀντώ‐ νιος μὲν τήν τε κατάστασιν τῶν ἀντιπολεμησάντων σφίσι καὶ τὴν ἀργυρολογίαν τὴν ἐς τὰ χρήματα 〈τὰ〉 τοῖς στρατιώταις ἐπαγγελθέντα ἀνεδέξατο, Καῖσαρ δὲ τόν τε Λέπιδον, ἄν τι παρακινῇ, κολοῦσαι,

48

.

2

.

3

καὶ τῷ Σέξτῳ προσπολεμῆσαι, τήν τε χώραν ἣν τοῖς συστρατευο‐ μένοις σφίσιν ὑπέσχηντο κατανεῖμαι τοῖς ἔξω τῆς ἡλικίας αὐτῶν οὖσιν, οὓς καὶ εὐθὺς διῆκαν. καὶ προσέτι οὗτος μὲν δύο τῷ Ἀν‐ τωνίῳ στρατόπεδα τῶν συνόντων οἱ συνέπεμψεν, ἐκεῖνος δὲ ἕτερα
5ἐκ τῶν ἐν τῇ Ἰταλίᾳ τότε ὄντων ἴσα ἀντιδώσειν αὐτῷ ἐπηγγείλατο.

48

.

2

.

4

ταῦθ’ οὕτω κατὰ μόνας συνθέμενοι καὶ γράψαντες καὶ κατασημη‐
νάμενοι, τά τε γραμματεῖα ἀλλήλοις ἀντέδοσαν, ἵν’, ἄν τι παρα‐ βαθῇ, ἐξ αὐτῶν ἐλεγχθῇ, καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν

48

.

3

.

1

Ἀσίαν Καῖσαρ δὲ ἐς τὴν Ἰταλίαν ἀφωρμήθη. καὶ αὐτὸν ἡ νόσος ἔν τε τῇ πορείᾳ καὶ ἐν τῷ πλῷ ἰσχυρῶς ἐπίεσεν, ὥστε καὶ θανάτου δόξαν τοῖς ἐν τῇ Ῥώμῃ παρασχεῖν. οὐ μέντοι καὶ ὑπὸ τῆς ἀρρω‐ στίας τοσοῦτον ὅσον ἐπὶ παρασκευῇ κακοῦ τινος χρονίζειν αὐτὸν
5ἐνόμιζον, κἀκ τούτου πάνθ’ ὅσα ἐνεδέχετό σφας παθεῖν ὑπετόπουν.

48

.

3

.

2

καίτοι ἄλλα τε ἐπὶ τῇ νίκῃ πολλὰ αὐτοῖς ἐψηφίσαντο, ἅπερ που καὶ τοῖς ἑτέροις ἄν, εἰ ἐκεκρατήκεσαν, ἐδέδοτο (ἐν γὰρ δὴ τοῖς τοιούτοις τό τε ἀπολωλὸς πάντες ἀεὶ κατατρέχουσι καὶ τὸ κρατῆσαν τιμῶσι), καὶ δὴ καὶ ἱερομηνίας ἐν ἅπαντι ὡς εἰπεῖν τῷ ἔτει καὶ
5ἄκοντες ἄγειν ἔγνωσαν· τοῦτο γάρ σφισιν ὁ Καῖσαρ ἐπὶ τῇ τῶν

48

.

3

.

3

σφαγέων τιμωρίᾳ ἄντικρυς ποιῆσαι ἐκέλευσε. χρονίζοντος δ’ οὖν αὐτοῦ λόγοι τε παντοδαποὶ ἐθρυλοῦντο καὶ παθήματα ἀπ’ αὐτῶν παντοῖα συνέβαινε. τά τε γὰρ ἄλλα καὶ οἱ μὲν ὡς τέθνηκε διε‐ θρόουν, καὶ ἡδονὴν πολλοῖς ἐνέβαλλον, οἱ δὲ ὡς κακόν τι βουλεύοιτο,

48

.

3

.

4

καὶ φόβον συχνοῖς ἐνεποίουν. καὶ διὰ τοῦτο οἱ μὲν τὰ σφέτερα συνέκρυπτον καὶ ἑαυτοὺς ἐν φυλακῇ ἐποιοῦντο, οἱ δὲ ὅπῃ ποτὲ ἀποδράσοιντο διεσκόπουν. ἄλλοι, καὶ οἵ γε πλείους, οὐδὲ ἐπινοῆσαί τι ὑπὸ τοῦ σφοδροῦ δέους δυνάμενοι, παρεσκευάζοντο ὡς καὶ πάν‐

48

.

3

.

5

τως ἀπολούμενοι. βραχύ τέ τι καὶ κομιδῇ σμικρὸν τὸ θαρσοῦν ἦν· ἐκ γὰρ δὴ τῆς πρόσθεν πολλῆς καὶ ποικίλης καὶ τῶν ἀνθρώπων καὶ τῶν χρημάτων φθορᾶς οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ὁμοίων καὶ

48

.

3

.

6

τῶν χειρόνων, ἅτε καὶ παντελῶς κεκρατημένοι, προσεδέχοντο. ὅθεν‐ περ καὶ ὁ Καῖσαρ φοβηθεὶς μή τι ἄλλως τε καὶ τοῦ Λεπίδου παρόντος νεοχμώσωσιν, ἐπέστειλε τῇ γερουσίᾳ θαρσεῖν τε αὐτῇ παραινῶν, καὶ προσυπισχνούμενος πάντα καὶ πρᾴως καὶ φιλανθρώ‐
5πως κατὰ τὸν πατέρα ποιήσειν.

48

.

4

.

1

τότε μὲν δὴ ταῦτ’ ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὀνόματι μὲν ὅ τε Σερουίλιος ὁ Πούπλιος καὶ ὁ Ἀντώνιος ὁ Λούκιος, ἔργῳ δὲ οὗτός τε καὶ ἡ Φουλουία ὑπάτευσαν· τοῦ τε γὰρ Καίσαρος πενθερὰ καὶ τοῦ Ἀντωνίου γυνὴ οὖσα τόν τε Λέπιδον ὑπὸ νωθείας παρ’ οὐδὲν
5ἦγε καὶ αὐτὴ τὰ πράγματα διεχείριζεν, ὥστε μήτε τὴν βουλὴν μήτε

48

.

4

.

2

τὸν δῆμον ἄλλο τι παρὰ τὸ ἐκείνῃ δοκοῦν χρηματίζειν. τοῦ γοῦν Λουκίου αὐτοῦ σπουδάζοντος ἐπινίκιά τινων ἐν ταῖς Ἄλπεσιν οἰ‐
κούντων, ὡς καὶ νικήσαντός σφας, πέμψαι, τέως μὲν ἡ Φουλουία ἀντέλεγεν, οὐδείς οἱ συνεχώρησεν, ἐπεὶ δὲ ἐκείνη θεραπευθεῖσα ἐπέ‐

48

.

4

.

3

τρεψε, πάντες ἐψηφίσαντο, ὥστε τῷ μὲν λόγῳ τὸν Ἀντώνιον καθ’ ὧνπερ κεκρατηκέναι ἔλεγεν (οὔτε γὰρ ἔπραξέ τι νικητηρίων ἄξιον, οὔθ’ ὅλως ἡγεμονίαν ἐν τοῖς χωρίοις ἐκείνοις ἔσχε), τῇ δ’ ἀληθείᾳ τὴν Φουλουίαν ...................
5........................ ........... καὶ πομπεῦσαι. πολὺ γοῦν πλεῖον

48

.

4

.

4

ἐκείνου, ἅτε καὶ ἀληθέστερον, ἐσεμνύνετο· τὸ γὰρ δοῦναί τινι ἐξου‐ σίαν τῆς τῶν νικητηρίων πέμψεως μεῖζον τοῦ διεορτάσαι αὐτὰ παρ’ ἑτέρου λαβόντα ἦν. πλήν γε ὅτι τήν τε σκευὴν τὴν ἐπινίκιον ὁ Λούκιος ἐνεδύσατο καὶ τοῦ ἅρματος ἐπέβη, τά τε ἄλλα τὰ καθή‐
5κοντα ἐπὶ τοῖς τοιούτοις ἔπραξεν, αὐτὴ ἡ Φουλουία τὴν πανήγυριν,

48

.

4

.

5

ὑπηρέτῃ ἐκείνῳ χρωμένη, ποιεῖν ἔδοξεν. ἤχθη δὲ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ. καὶ ἐπί τε τούτῳ ὁ Λούκιος ἐξ ἴσου τῷ Μαρίῳ ἐσεμνύνετο, ὅτι ἐν τῇ νουμηνίᾳ αὐτήν, ἐν ᾗ ὑπατεύειν ἤρξατο, ἐπε‐ τέλεσε· καὶ προσέτι καὶ ὑπὲρ ἐκεῖνον ἠγάλλετο, λέγων αὐτὸς μὲν
5ἐθελοντὴς τά τε τῆς πομπῆς κοσμήματα ἀποτεθεῖσθαι καὶ τὴν βουλὴν ἐν τῇ ἀγοραίῳ στολῇ ἠθροικέναι, τὸν δὲ δὴ Μάριον ἄκοντα

48

.

4

.

6

αὐτὰ πεποιηκέναι. προσετίθει τε ὅτι ἐκείνῳ μὲν ἤ τις ἢ οὐδεὶς στέφανος ἐδόθη, αὐτὸς δὲ ἄλλους τε καὶ παρὰ τοῦ δήμου κατὰ φυλήν, ὃ μηδενὶ τῶν προτέρων ἐγεγόνει, διά τε τὴν Φουλουίαν καὶ διὰ τὰ χρήματα ἃ λάθρᾳ τισὶν ἀνάλωσεν, ἔλαβεν.

48

.

5

.

1

ἐν δ’ οὖν τῷ ἔτει τούτῳ ἔς τε τὴν Ῥώμην ὁ Καῖσαρ ἀφίκετο, καὶ τὰ νομιζόμενα ἐπὶ τῇ νίκῃ ποιήσας πρός τε τὴν διοίκησιν καὶ πρὸς τὴν διαγωγὴν τῶν πραγμάτων ἐτράπετο. ὅ τε γὰρ Λέπιδος, τὰ μὲν τῷ φόβῳ αὐτοῦ τὰ δὲ καὶ τῇ τῆς γνώμης ἀσθενείᾳ, οὐδὲν
5ἐνεωτέρισε· καὶ ὁ Λούκιος ἥ τε Φουλουία, ὡς καὶ συγγενεῖς καὶ κοινωνοὶ τῆς ἡγεμονίας αὐτῷ ὄντες, ἡσύχασαν τήν γε πρώτην.

48

.

5

.

2

προϊόντος γὰρ δὴ τοῦ χρόνου διηνέχθησαν, οἱ μὲν ὅτι τοῦ μέρους τῆς τῶν ἀγρῶν νομῆς τοῦ τῷ Ἀντωνίῳ προσήκοντος οὐ μετέσχον, ὁ δὲ ὅτι τὰ στρατεύματα παρ’ αὐτῶν οὐκ ἀντέλαβε. κἀκ τούτων ἥ τε συγγένεια αὐτῶν ἡ ἐκ τῆς ἐπιγαμίας διελύθη, καὶ πρὸς πό‐

48

.

5

.

3

λεμον ἐμφανῆ προήχθησαν. ὁ γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων (ἐκείνῃ γὰρ μᾶλλον ἢ τῷ Ἀντωνίῳ διαφέρε‐ σθαι δοκεῖν ἐβούλετο) τὴν θυγατέρα αὐτῆς ὡς καὶ παρθένον ἔτι οὖσαν, ὃ καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο, οὐκ ὀκνήσας οὔτε εἰ
5τοσοῦτον ἄλλως ἡ γυνὴ πεπαρθενεῦσθαι παρ’ αὐτῷ χρόνον νο‐ μισθείη, οὔτε πρὸς τὴν παρασκευὴν τῶν ἐσομένων εἰ ἐκ πολλοῦ

48

.

5

.

4

δόξειεν αὐτὸ προβεβουλευκέναι. γενομένου δὲ τούτου οὐδὲν ἔτι φίλιον ἐποίουν, ἀλλ’ ὅ τε Λούκιος μετὰ τῆς Φουλουίας τῶν τε πραγμάτων, ὡς καὶ ὑπὲρ τοῦ Μάρκου ταῦτα δρῶν, ἀντελαμβάνετο καὶ οὐδενὸς αὐτῷ ὑφίετο (διὰ γὰρ τὴν πρὸς τὸν ἀδελφὸν εὐσέβειαν

48

.

5

.

5

καὶ ἐπωνυμίαν ἑαυτῷ Πιέταν ἐπέθετο), καὶ ὁ Καῖσαρ τὸν μὲν Μᾶρκον οὐδὲν δῆθεν ᾐτιᾶτο, μὴ καὶ ἐκπολεμώσειεν αὐτὸν τὰ ἐν τῇ Ἀσίᾳ ἔθνη διέποντα, ἐκείνοις δὲ δὴ καὶ ἐπεκάλει καὶ ἀντέπραττεν ὡς καὶ παρὰ τὴν γνώμην αὐτοῦ πάντα ποιοῦσι καὶ δυναστείας
5ἰδίας ἐπιθυμοῦσιν.

48

.

6

.

1

ἦν δὲ ἐν τῇ κληρουχίᾳ ἀμφοτέροις ἡ πλείστη τῆς δυνάμεως ἐλπίς, καὶ διὰ τοῦθ’ ὑπὲρ αὐτῆς πρῶτον ἀρξάμενοι διεφέροντο. ὅ τε γὰρ Καῖσαρ αὐτὸς πᾶσιν τοῖς τε ἑαυτῷ καὶ τοῖς τῷ Ἀντωνίῳ συστρατευσαμένοις ἤθελεν αὐτὴν κατὰ τὰς συνθήκας τὰς μετὰ τὴν
5νίκην αὐτοῖς γενομένας, ὅπως ἐς εὔνοιάν σφας ὑπαγάγηται, ποιή‐

48

.

6

.

2

σασθαι· καὶ ἐκεῖνοι τήν τε ἐπιβάλλουσαν τοῖς σφετέροις κληρουχῆ‐ σαι καὶ τὰς πόλεις αὐτοὶ ἀποικίσαι ἠξίουν, ἵνα τὴν ἰσχὺν αὐτῶν σφετερίσωνται. καὶ γὰρ ἑτοιμότατον ἀμφοτέροις ἐδόκει εἶναι τὰ τῶν ἀόπλων τοῖς συμπολεμήσασι χαρίσασθαι. ὡς γοῦν παρὰ τὴν
5δόξαν αὐτῶν πολλὴ ταραχὴ ἐγίγνετο καὶ τὸ πρᾶγμα ἐς πόλεμον

48

.

6

.

3

προήγετο (πᾶσαν γὰρ κατ’ ἀρχὰς τὴν Ἰταλίαν, πλὴν εἴ 〈τί〉 τις τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν ἢ καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετά τε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατα‐ σκευῆς τοὺς δεσπότας ὁ Καῖσαρ ἀφῃρεῖτο καὶ ἐκείνοις ἐδίδου, καὶ
5διὰ τοῦτο τῶν κτημάτων ἀποστερούμενοι δεινῶς πρὸς αὐτὸν ἠγα‐

48

.

6

.

4

νάκτουν), μετεβάλοντο ἥ τε Φουλουία καὶ ὁ ὕπατος, πλείω δύναμιν ἐν τοῖς ἑτέροις τοῖς ἀδικουμένοις σχήσειν ἐλπίσαντες, καὶ τῶν μὲν ληψομένων τοὺς ἀγροὺς ἠμέλησαν, πρὸς δὲ ἐκείνους, ἅτε καὶ πλείο‐ νας ὄντας καὶ ὀργὴν δικαίαν ὑπὲρ ὧν ἀπεστεροῦντο ποιουμένους,

48

.

6

.

5

ἐτράποντο. κἀκ τούτου ὑπολαμβάνοντες αὐτοὺς ὡς ἑκάστους καὶ συνῄροντο καὶ συνίστων, ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους τότε προστατῶν ἐπιλαβομένους ἀναθαρσῆσαι καὶ μη‐ δενὸς ἔτι τῶν οἰκείων ἀφεῖσθαι· καὶ γὰρ καὶ τῷ Μάρκῳ ταῦτα

48

.

7

.

1

συνδοκεῖν ἐνόμιζον. τούτους τε οὖν ὅ τε Λούκιος καὶ ἡ Φουλουία προσεποιοῦντο, καὶ τοῖς ἑτέροις τοῖς ἀμφὶ τὸν Καίσαρα οὐδὲν προσ‐ έκρουον. οὐ γὰρ ὡς 〈οὐ〉 δέον αὐτοὺς κληρουχῆσαί τινα προε‐ βάλλοντο, ἀλλὰ ἀρκοῦντα αὐτοῖς τὰ τῶν ἀντιπολεμησάντων σφίσιν

48

.

7

.

2

ἀπέφαινον, καὶ μάλισθ’ ὅτι καὶ χωρία καὶ ἔπιπλα τὰ μὲν ἔτι τότε ὄντα 〈τὰ δὲ〉 καὶ πεπραμένα ἀπεδείκνυσαν, ὧν τὰ μὲν αὐτὰ τῶν δὲ τὴν τιμὴν ἔφασκον αὐτοῖς δοθῆναι χρῆναι. εἰ δ’ οὖν μηδὲ ταῦτά σφισιν ἀρκέσειε, ταῖς γε ἐκ τῆς Ἀσίας ἐλπίσι πάντας αὐ‐

48

.

7

.

3

τοὺς ἀνηρτῶντο. ὥστε ταχὺ ἐκ τούτων συνέβη Καίσαρα μέν, ἅτε καὶ βίᾳ τὰ τῶν κεκτημένων τι ἀφαιρούμενον καὶ πόνους ὑπὲρ αὐ‐ τῶν καὶ κινδύνους πᾶσιν ὁμοίως προσάγοντα, ἀμφοτέροις αὐτοῖς προσκροῦσαι, ἐκείνους δὲ δή, οἷς μήτε τι ἀποστεροῦντάς τινα καὶ
5ἐκ τῶν ὑπαρχόντων σφίσι τὴν πλήρωσιν τῶν ἐπαγγελιῶν ἀμαχεὶ

48

.

7

.

4

τοῖς ληψομένοις αὐτὰ ὑποδεικνύντας, ἑκατέρους προσθέσθαι. ἔκ
τε οὖν τούτων καὶ ἐκ τοῦ λιμοῦ, ὃς τότε τῆς θαλάσσης τῆς μὲν κατὰ Σικελίαν ὑπὸ τοῦ Σέξτου τῆς δὲ ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Γναίου Δομιτίου Ἀηνοβάρβου κατεχομένης δεινῶς αὐτοὺς ἐπίεσεν,

48

.

7

.

5

ἐν πολλῇ ἀμηχανίᾳ ὁ Καῖσαρ ἐγένετο. ὁ γὰρ Δομίτιος ἦν μὲν τῶν σφαγέων, ἐκ δὲ δὴ τῆς μάχης τῆς πρὸς Φιλίπποις γενομένης διαφυγὼν ναυτικόν τι συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἐπὶ πλεῖστον ἔφθειρε.

48

.

8

.

1

ταῦτά τε οὖν τὸν Καίσαρα δεινῶς ἐλύπει, καὶ ὅτι ἐν ταῖς δια‐ φοραῖς ταῖς πρὸς τοὺς βουλευτὰς καὶ πρὸς τὸ λοιπὸν πλῆθος τὸ τοὺς ἀγροὺς κεκτημένον τοῖς ἐστρατευμένοις συμβαινούσαις (πλεῖσται δὲ δὴ ἅτε καὶ ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένοις σφίσιν ἐγίγνοντο)

48

.

8

.

2

οὐδετέροις ἀκινδύνως προσετίθετο. ἀμφοτέροις μὲν γὰρ ἀδύνατον ἦν αὐτῷ χαρίζεσθαι· οἱ μὲν γὰρ ὑβρίζειν οἱ δ’ ἀπαθεῖς εἶναι, καὶ οἱ μὲν καὶ τὰ ἀλλότρια λαβεῖν οἱ δὲ τὰ ἑαυτῶν ἔχειν ἤθελον. ὁσά‐ κις δὲ δὴ τὰ τούτων ἢ τὰ ἐκείνων, ὥς που καὶ ἠναγκάζετο, προέ‐
5λοιτο, τοῖς ἑτέροις ἀπήχθετο, καὶ οὐ τοσαύτης γε χάριτος ἐξ ὧν

48

.

8

.

3

ὑπούργει τισίν, ὅσης ὀργῆς ἐξ ὧν μὴ συνεχώρει, ἐτύγχανεν· οἱ μὲν γὰρ ὡς καὶ ὀφειλόμενά σφισι πάντα τὰ διδόμενα λαμβάνοντες ἐν οὐδεμιᾷ αὐτὰ εὐεργεσίᾳ ἐτίθεντο, οἱ δὲ ὡς καὶ τῶν οἰκείων στε‐ ρισκόμενοι ἐχαλέπαινον. καὶ ἐκ τούτου διετέλει ἢ τούτοις ἢ ἐκείνοις
5προσκρούων καὶ τοτὲ μὲν ὡς φιλόδημος τοτὲ δὲ ὡς φιλοστρατιώτης

48

.

8

.

4

ἐγκαλούμενος. καὶ διὰ ταῦτα ἐπειδὴ μήτε τι ἤνυε, καὶ προσέτι καὶ ἐξ αὐτῶν τῶν ἔργων ἔμαθεν ὅτι οὐδὲν τὰ ὅπλα πρὸς τὸ τοὺς ἀδικουμένους εὐνοϊκῶς οἱ ἔχειν ἐδύνατο, ἀλλὰ ἀπολέσθαι μὲν πᾶν τὸ μὴ ὑπεῖκον δι’ αὐτῶν οἷόν τε ἦν, ἀναγκασθῆναι δέ τινα φιλεῖν
5ὃν μὴ βούλεται ἀδύνατον ὑπάρχοι, οὕτω δὴ καὶ ἄκων ὑποκατέκλινε,

48

.

8

.

5

καὶ οὐκέτ’ οὔτε τῶν βουλευτῶν τι ἀφείλετο (πρότερον γὰρ καὶ τὰ ἐκείνων πάντα κατανεῖμαι ἠξίου, διερωτῶν σφας “πόθεν οὖν τὰ γέρα τοῖς ἐστρατευμένοις ἀποδώσομεν;” ὥσπερ τινὸς αὐτῷ πολε‐ μεῖν ἢ καὶ τοσαῦτά σφισιν ὑπισχνεῖσθαι κεκελευκότος), τῶν τε
5ἄλλων ὅσα ἢ γυναῖκες ἐς τὰς προῖκας ἐντετιμημένα ἢ καὶ ἕτεροί τινες ἐλάττω τῆς κατ’ ἄνδρα τοῖς ἐστρατευμένοις διδομένης γῆς

48

.

9

.

1

ἐκέκτηντο, ἀπέσχετο. πραχθέντος δὲ τούτου ἡ μὲν γερουσία καὶ οἱ ἄλλοι οἱ μηδενὸς στερόμενοι πρᾴως πως πρὸς αὐτὸν ἔσχον, οἱ
δὲ ἐστρατευμένοι τήν τε φειδὼ καὶ τὴν τιμὴν τὴν ἐς ἐκείνους ἀτι‐ μίαν τε ἅμα καὶ ζημίαν ἑαυτῶν, ὡς καὶ ἐλάττω ληψομένων, νομί‐

48

.

9

.

2

ζοντες εἶναι ἐδυσχέραινον, καὶ τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν ἐπιτηδείως τε τῷ Καίσαρι ἐχόντων καὶ θορυβεῖν αὐτοὺς κω‐ λυόντων συχνοὺς ἀπέκτειναν, αὐτόν τε ἐκεῖνον παρ’ ὀλίγον ἦλθον ἀποχρήσασθαι, πᾶσαν αὐτάρκη πρόφασιν τῆς ὀργῆς ποιούμενοι.

48

.

9

.

3

καὶ οὐ πρότερόν γε ἐπαύσαντο χαλεπαίνοντες πρὶν τοῖς τε συγγενέσι σφῶν καὶ τοῖς τῶν ἐν ταῖς μάχαις πεσόντων πατράσι καὶ παισὶ τὴν χώραν, ὅσην τινὲς αὐτῶν εἶχον, ἀφεθῆναι. ἐκ δὲ τούτου τὰ μὲν τῶν στρατιωτῶν ἐπιτηδειότερά οἱ αὖθις ἐγένετο, ὁ δὲ δῆμος

48

.

9

.

4

κατ’ αὐτὸ δὴ τοῦτο πάλιν ἠγανάκτει. καὶ ἔς τε χεῖρας αὐτοῖς ᾖσαν καὶ μάχαι σφῶν συνεχεῖς ἐγίγνοντο, ὥστε καὶ τιτρώσκεσθαι καὶ ἀποθνήσκειν παρ’ ἀμφοτέρων ὁμοίως πολλούς. οἱ μὲν γὰρ δὴ τῇ τε τῶν ὅπλων παρασκευῇ καὶ τῇ τῶν πολέμων ἐμπειρίᾳ, οἱ δὲ τῷ
5τε πλήθει καὶ τῷ καὶ ἀπὸ τῶν τεγῶν αὐτοὺς βάλλειν ἐπεκράτουν,

48

.

9

.

5

ὥστε καὶ οἰκίας διὰ τοῦτο συχνὰς καταπρησθῆναι, καὶ τὸ ἐνοίκιον τοῖς μὲν ἐν τῷ ἄστει μέχρι πεντακοσίων δραχμῶν οἰκοῦσι πᾶν, τοῖς δ’ ἐν τῇ λοιπῇ Ἰταλίᾳ κατὰ τὸ τέταρτον ἐνιαυτοῦ ἑνὸς ἀνε‐ θῆναι. ἐν πάσαις γὰρ δὴ ταῖς πόλεσιν ὁμοίως, ὅπῃ ποτὲ συντύ‐
5χοιεν ἀλλήλοις, ἐμάχοντο.

48

.

10

.

1

ὡς οὖν ταῦτά τε οὕτως ἐγίγνετο, καὶ στρατιῶται ἐς Ἰβηρίαν ὑπὸ τοῦ Καίσαρος προπεμφθέντες θόρυβόν τέ τινα ἐν Πλακεντίᾳ ἐποίησαν, καὶ οὐ πρότερον πρὶν χρήματα παρὰ τῶν ἐπιχωρίων λα‐ βεῖν κατέστησαν, καὶ προσέτι καὶ ὑπὸ τοῦ Καλήνου τοῦ τε Οὐεντι‐
5δίου τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις ἐχόντων ἐκωλύθησαν

48

.

10

.

2

ὑπερβαλεῖν αὐτάς, ἐφοβήθη τε ὁ Καῖσαρ μὴ καὶ σφαλῇ τι, καὶ καταλλαγῆναι τῇ τε Φουλουίᾳ καὶ τῷ ὑπάτῳ ἠθέλησεν. ἐπειδή τε οὐδὲν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν προσπέμπων σφίσιν ἐπέραινεν, ἐπὶ τοὺς ἐστρατευμένους ὥρμησε καὶ δι’ αὐτῶν τὰς συναλλαγὰς ἔπραττεν.

48

.

10

.

3

ἐκεῖνοι δὲ τούτοις ἐπαιρόμενοι καὶ τοὺς στερομένους τῆς χώρας προσποιούμενοι, Λούκιος μὲν πανταχόσε συνιστάς τε αὐτοὺς καὶ ἀπὸ τοῦ Καίσαρος ἀποσπῶν περιῄει, Φουλουία δὲ τό τε Πραινέστε
κατέλαβε καὶ προσεταιριστοὺς βουλευτάς τε καὶ ἱππέας ἔχουσα τά
5τε ἄλλα πάντα μετ’ αὐτῶν ἐβουλεύετο, καὶ τὰς παραγγέλσεις ὡς

48

.

10

.

4

ἑκασταχόσε ἐχρῆν ἔπεμπε. καὶ τί ταῦτα θαυμάσειεν ἄν τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρει τε ἐν αὐτοῖς πολλάκις; ὥστε καὶ ἐκεῖνα τῷ Καίσαρι

48

.

11

.

1

προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐ‐ τῶν ἠλαττοῦτο· αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζον) πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλ‐
5λαγὰς προεκαλέσατο, ὡς δ’ οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων

48

.

11

.

2

πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε. μάλιστα μὲν γὰρ τεύξεσθαί τε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔς τε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν· ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν

48

.

11

.

3

τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλ’ ἐκείνους ἕξειν ἐνόμισεν. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐδὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενο‐ μένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας.

48

.

11

.

4

ὡς δ’ οὐδὲν οὐδὲ τότε ἐπράχθη (καὶ γὰρ ἐκεῖνοι τοῦτο μὲν πολλὰ καὶ ὅσα ὁ Καῖσαρ οὐκ ἔμελλε ποιήσειν ἀντιπροετείνοντο, τοῦτο δὲ πάνθ’ ὅσα ἐποίουν, ἐκ τῆς τοῦ Ἀντωνίου τοῦ Μάρκου ἐντολῆς πράττειν ἔλεγον), οὕτω δὴ πρὸς τοὺς ἐστρατευμένους αὖθις ἀπέ‐

48

.

12

.

1

κλινε. καὶ μετὰ τοῦτο ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ, ὡς καὶ τῷ δήμῳ τῇ τε βουλῇ κοινωσόμενοί τι, συνελθόντες τούτων μὲν οὐδὲν ἐφρόντισαν, ἀθροισθέντες δ’ ἐς τὸ Καπιτώλιον τάς τε συνθήκας, ἃς ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐπεποίηντο, ἀναγνω‐
5σθῆναί σφισιν ἐκέλευσαν, καὶ ἐκείνας τε ἐπεκύρωσαν, καὶ περὶ ὧν

48

.

12

.

2

διεφέροντο ἑαυτοὺς δικαστὰς γενέσθαι ἐψηφίσαντο. καὶ ταῦτά τε ἐς δέλτους γράψαντες καὶ κατασημηνάμενοι ταῖς ἀειπαρθένοις φυ‐ λάττειν ἔδοσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας, ἐς Γαβίους ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν δίκην ἀπαν‐

48

.

12

.

3

τῆσαι προσέταξαν. ἐπειδή τε ὁ μὲν Καῖσαρ ἕτοιμος διαδικασθῆναι ἐγένετο, ἐκεῖνοι δὲ ὑπέσχοντο μὲν ἀφίξεσθαι οὐκ ἦλθον δέ, φοβη‐ θέντες ἢ καὶ ἀπαξιώσαντες (διέσκωπτον γοῦν σφας, ἄλλα τε καὶ βουλὴν καλιγᾶταν ἀπὸ τῆς τῶν στρατιωτικῶν ὑποδημάτων χρήσεως
5ἀποκαλοῦντες,) τοῦ τε Λουκίου καὶ τῆς Φουλουίας ὡς καὶ ἀδικούν‐

48

.

12

.

4

των τι κατεψηφίσαντο καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. κἀκ τούτου πολλάκις αὖθις βουλευσάμενοι τόν τε πόλεμον αὖθις ἀνεί‐ λοντο καὶ τὰ πρὸς αὐτὸν οὐχ ἡσυχῇ ἡτοιμάζοντο. τά τε γὰρ ἄλλα καὶ χρήματα ἁπανταχόθεν καὶ ἐκ τῶν ἱερῶν ἤθροισαν· τὰ γὰρ
5ἀναθήματα, ὅσα γε καὶ ἐξαργυρισθῆναι ἐδύνατο, τά τε ἐν τῇ ἄλλη Ἰταλίᾳ τῇ ἐν τῇ ἐπικρατείᾳ αὐτῶν οὔσῃ καὶ τὰ ἐν αὐτῇ τῇ Ῥώμῃ

48

.

12

.

5

ἀνακείμενα καθεῖλον. καὶ αὐτοῖς καὶ ἐκ τῆς Γαλατίας τῆς τογά‐ της, ἣ καὶ ἐς τὸν τῆς Ἰταλίας ἤδη νομόν, ὥστε μηδένα ἄλλον προ‐ φάσει τῆς ἐνταῦθα ἀρχῆς στρατιώτας ἐντὸς τῶν Ἄλπεων τρέφειν, ἐσεγέγραπτο, καὶ χρήματα καὶ στρατιῶται ἦλθον.

48

.

13

.

1

ὅ τε οὖν Καῖσαρ παρεσκευάζετο, καὶ ἡ Φουλουία καὶ ὁ Λούκιος τά τε πρόσφορα ἐπορίζοντο καὶ τὰς δυνάμεις συνεκρότουν. κἀν τούτῳ καὶ ἀντεπρεσβεύοντο καὶ διέπεμπον ἑκασταχόσε καὶ στρα‐ τιώτας καὶ στρατιάρχους ἑκάτεροι, καὶ τὰ μὲν προκατελάμβανον
5τῶν δ’ ἀπεκρούοντο. καὶ αὐτῶν ἐγὼ τὰ μὲν πολλά, καὶ ἐν οἷς οὔτε τι μέγα οὔτ’ ἀξιόλογον ἐπράχθη, παρήσω, τὰ δὲ δὴ λόγου μάλιστα ἄξια συντόμως διηγήσομαι.

48

.

13

.

2

ὁ Καῖσαρ ἐπὶ Νουρσίαν ἐς τοὺς Σαβίνους στρατεύσας τὴν μὲν φρουρὰν τὴν προκαθημένην σφῶν ἐτρέψατο, τῆς δὲ δὴ πόλεως ὑπὸ Τισιήνου Γάλλου ἀπεκρούσθη. μεταστὰς οὖν ἐς τὴν Ὀμβρι‐

48

.

13

.

3

κὴν Σεντινάτας ἐπολιόρκησε μέν, οὐ μέντοι καὶ εἷλεν αὐτούς· τοῦ γὰρ Λουκίου ἐν τούτῳ τὸ μὲν πρῶτον στρατιώτας λάθρᾳ κατ’ ἄλλην καὶ ἄλλην πρόφασιν ἐς τὴν Ῥώμην πρὸς τοὺς φίλους πέμ‐ ψαντος, ἔπειτα δὲ καὶ αὐτοῦ ἐξαίφνης ἐπελθόντος, καὶ τό τε ἱππι‐
5κὸν ἀπαντῆσάν οἱ κρατήσαντος καὶ τοὺς πεζοὺς ἐς τὸ τεῖχος κατα‐

48

.

13

.

4

ράξαντος, κἀκ τούτου καὶ τὸ ἄστυ, συνεπιθεμένων τοῖς ἔνδοθεν ἀμυνομένοις τῶν προαφιγμένων, λαβόντος (οὔτε γὰρ ὁ Λέπιδος ὁ τὴν φυλακὴν αὐτοῦ ἐπιτετραμμένος ἀντέπραξέ τι ὑπὸ τῆς ἐμφύτου
νωθείας, οὔτε ὁ Σερουίλιος ὁ ὕπατος ἡσυχαίτερός πως ὤν), πυθό‐
5μενος ταῦθ’ ὁ Καῖσαρ τοῖς μὲν Σεντινάταις Κύιντον Σαλουιδιῆνον

48

.

13

.

5

Ῥοῦφον παρακατέλιπεν, αὐτὸς δὲ πρὸς τὴν Ῥώμην ὥρμησε. μα‐ θὼν οὖν τοῦτο ὁ Λούκιος προϋπεξῆλθε, διαπραξάμενος ψηφισθῆναί οἱ ὡς ἐπὶ πολέμῳ τινὶ ἐκστρατεῦσαι· καὶ ἔν γε τῇ στρατιωτικῇ σκευῇ ἐδημηγόρησεν, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει. καὶ οὕτως ὁ Καῖ‐
5σαρ ἀμαχεί τε ἐς τὸ ἄστυ ἐσεδέχθη, καὶ ἐπειδὴ ἐπιδιώξας αὐτὸν οὐ κατέλαβεν, ἀνέστρεψεν, καὶ φρουρὰν τῆς πόλεως ἀκριβεστέραν

48

.

13

.

6

ἐποιήσατο. κἀν τούτῳ ὁ Ῥοῦφος, ὡς τάχιστα ἐκεῖνός τε ἀπὸ τῶν Σεντινατῶν ἀπεχώρησε καὶ Γάιος Φούρνιος ὁ τὸ τεῖχος φρουρῶν ἐπεξῆλθεν ἐπὶ πολὺ διώκων αὐτόν, προσέβαλέ τε ἀπροσδοκήτοις τοῖς ἔνδον οὖσι, καὶ ἑλὼν τὴν πόλιν διήρπασε καὶ κατέκαυσεν.
5Νουρσῖνοι δὲ ἐς μὲν ὁμολογίαν μηδὲν κακὸν παθόντες ἦλθον, ἐπεὶ μέντοι τοὺς ἐν τῇ μάχῃ τῇ πρὸς τὸν Καίσαρά σφισι γενομένῃ πεσόντας θάψαντες ἐπέγραψαν τοῖς μνημείοις αὐτῶν ὅτι ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενοι ἐτελεύτησαν, παμπόλλοις χρήμασιν ἐζημιώθησαν, ὥστε καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅμα πᾶσαν
10ἐκλιπεῖν.

48

.

14

.

1

καὶ οἱ μὲν ταῦτ’ ἔπραττον, ὁ δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώ‐ μης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο· καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος

48

.

14

.

2

ἀπολαβόντες ἐπολιόρκουν. χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τό τε γὰρ χωρίον τῇ τε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες ὑπ’ αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ
5προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνον αὐτῷ)

48

.

14

.

3

πολλὰ μὲν πρὸς τούτους ὡς ἑκάστους πολλὰ δὲ καὶ πρὸς τοῖς τείχεσιν ἐπράχθη, μέχρις οὗ καίτοι πλεονεκτοῦντες τὰ πλείω οἱ περὶ τὸν Λούκιον ὅμως ὑπὸ λιμοῦ ἑάλωσαν. καὶ αὐτὸς μὲν ἄλλοι τέ τινες ἄδειαν εὕροντο, οἱ δὲ δὴ πλείους τῶν τε βουλευτῶν καὶ

48

.

14

.

4

τῶν ἱππέων ἐφθάρησαν. καὶ λόγος γε ἔχει ὅτι οὐδ’ ἁπλῶς τοῦτο ἔπαθον, ἀλλ’ ἐπὶ τὸν βωμὸν τὸν τῷ Καίσαρι τῷ προτέρῳ ὡσιω‐
μένον ἀχθέντες ἱππῆς τε τριακόσιοι καὶ βουλευταὶ ἄλλοι τε καὶ ὁ Καννούτιος ὁ Τιβέριος, ὅς ποτε ἐν τῇ δημαρχίᾳ τὸ πλῆθος τῷ

48

.

14

.

5

Καίσαρι τῷ Ὀκταουιανῷ ἤθροισεν, ἐτύθησαν. τῶν δὲ Περουσίνων καὶ τῶν ἄλλων τῶν ἐκεῖ ἁλόντων οἱ πλείους ἀπώλοντο, καὶ ἡ πόλις αὐτή, πλὴν τοῦ Ἡφαιστείου τοῦ τε τῆς Ἥρας ἕδους, πᾶσα

48

.

14

.

6

κατεκαύθη. τοῦτο δέ (ἐσώθη γάρ πως κατὰ τύχην) ἀνήχθη τε ἐς τὴν Ῥώμην ἐξ ὄψεως ὀνείρου ἣν ὁ Καῖσαρ εἶδε, καὶ παρέσχε καὶ τῇ πόλει πρὸς τῶν βουλομένων συνοικισθῆναι, πλὴν ὅτι τῆς χώρας οὐδὲν ὑπὲρ ἑπτὰ καὶ ἥμισυ σταδίους ἐκτήσαντο.

48

.

15

.

1

ἐκείνης δ’ οὖν ἐπί τε Γναίου Καλουίνου δεύτερον καὶ ἐπ’ Ἀσι‐ νίου Πωλίωνος ὑπάτων ἁλούσης καὶ τἆλλα τὰ ἐν τῇ Ἰταλίᾳ, τὰ μὲν βίᾳ τὰ δὲ ἐθελοντί, τῷ Καίσαρι προσεχώρησε· καὶ διὰ τοῦθ’

48

.

15

.

2

ἥ τε Φουλουία πρὸς τὸν ἄνδρα μετὰ τῶν τέκνων ἀπέδρα, καὶ τῶν ἄλλων τῶν πρώτων συχνοὶ οἱ μὲν πρὸς ἐκεῖνον οἱ δὲ καὶ πρὸς τὸν Σέξτον ἐς τὴν Σικελίαν ἀπεχώρησαν. ἥ τε Ἰουλία ἡ τῶν Ἀντωνίων μήτηρ τὸ μὲν πρῶτον ἐνταῦθα ἦλθε, καὶ πάνυ φιλικῶς ὑπὸ τοῦ
5Σέξτου ὑπεδέχθη, ἔπειτα δὲ πρὸς τὸν υἱὸν τὸν Μᾶρκον ὑπ’ αὐτοῦ

48

.

15

.

3

ἐπέμφθη, λόγους τέ οἱ ὑπὲρ φιλίας καὶ πρέσβεις ἄγουσα. μετὰ τούτων τῶν τότε πρὸς τὸν Ἀντώνιον ἐκ τῆς Ἰταλίας ἐκχωρησάντων καὶ Κλαύδιος Τιβέριος Νέρων ἔφυγε. φρουρὰν γάρ τινα ἐν τῇ Καμπανίᾳ εἶχε, καὶ ἐπειδὴ καθυπέρτερα τὰ τοῦ Καίσαρος ἐγένετο,
5ἀπῆρε σύν τε τῇ γυναικὶ Λιουίᾳ Δρουσίλλῃ καὶ σὺν τῷ υἱεῖ Τι‐

48

.

15

.

4

βερίῳ Κλαυδίῳ Νέρωνι, ὥστε καὶ τοῦτο ἐν τοῖς παραδοξοτάτοις συμβῆναι· ἥ τε γὰρ Λιουία αὕτη ἡ τὸν Καίσαρα τότε φυγοῦσα μετὰ ταῦτα αὐτῷ ἐγήματο, καὶ ὁ Τιβέριος οὗτος ὁ σὺν τοῖς το‐ κεῦσι τότε ἐκδρὰς τὴν αὐτοκράτορα ἀρχὴν αὐτοῦ διεδέξατο.

48

.

16

.

1

ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψη‐ φίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ
5στεφάνῳ ἐτίμησαν, ὥσθ’ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώ‐

48

.

16

.

2

θεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι. Καῖσαρ δέ, ἐπειδὴ τά τε ἐν τῇ Ἰταλίᾳ κατείργαστο καὶ ὁ κόλπος ὁ Ἰόνιος ἠλευθέρωτο (ὁ γὰρ Δομίτιος, ἀπογνοὺς μηκέτι καθ’ ἑαυτὸν ἰσχύσειν, ἀπέ‐ πλευσε πρὸς τὸν Ἀντώνιον), παρεσκευάζετο μὲν ὡς ἐπὶ τὸν Σέξτον
5ὁρμήσων, αἰσθόμενος δὲ τήν τε δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀν‐ τωνίῳ διά τε τῆς μητρὸς καὶ διὰ τῶν πρέσβεων ἐκεκοινολόγητο,

48

.

16

.

3

ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ, καὶ τὸν Σέξτον ὡς καὶ πι‐ στότερον ἢ καὶ ἰσχυρότερον τοῦ Ἀντωνίου προτιμήσας τήν τε μη‐ τέρα αὐτῷ Μουκίαν ἔπεμψε, καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἔκ τε τῆς εὐεργεσίας
5καὶ ἐκ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο.

48

.

17

.

1

ὁ γὰρ Σέξτος ὡς τότε ἐκ τῆς Ἰβηρίας κατὰ τὰς πρὸς τὸν Λέπιδον συνθήκας ἀπηλλάγη καὶ μετὰ τοῦτο ναύαρχος οὐ πολλῷ ὕστερον κατέστη, τῆς μὲν ἀρχῆς ὑπὸ τοῦ Καίσαρος παρελύθη, τοῦ δὲ δὴ ναυτικοῦ καὶ ὣς ἀντεχόμενος ἐτόλμησε μὲν ἐς τὴν Ἰταλίαν
5πλεῦσαι, ἐπικρατούντων δὲ ἤδη τῶν ἀμφὶ τὸν Καίσαρα αὐτῆς,

48

.

17

.

2

μαθὼν ὅτι ἐν τοῖς σφαγεῦσι τοῖς τοῦ πατρὸς αὐτοῦ ἑάλωκε, τῆς μὲν ἠπείρου ἀπέσχετο, κατὰ δὲ δὴ τὰς νήσους περιπλέων τά τε γιγνόμενα ἐκαραδόκει καὶ τὴν τροφὴν οὐκ ἐξ ἀδικημάτων ἐπορίζετο· ἅτε γὰρ μὴ μετεσχηκὼς τοῦ φόνου, καὶ ὑπ’ αὐτοῦ τοῦ Καίσαρος

48

.

17

.

3

ἤλπιζε καταχθήσεσθαι. ἐπεὶ μέντοι καὶ ἐν τῷ λευκώματι τὸ ὄνομα αὐτοῦ ἐξετέθη καὶ ἔγνω καὶ ἐπ’ αὐτῷ ἐπικεκηρυγμένον, ἀπέγνω τε τὴν δι’ αὐτοῦ κάθοδον καὶ πρὸς πόλεμον ἡτοιμάζετο· ναυπηγίαν τε γὰρ τριήρων ἐποιεῖτο καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τούς τε
5καταποντιστὰς προσηταιρίζετο καὶ τοὺς ἐκπίπτοντας ὑπελάμβανε.

48

.

17

.

4

κἀκ τούτων ἐν ὀλίγῳ τε ἰσχυρὸς ἐγένετο καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησεν, ἔς τε τοὺς λιμένας αὐτῆς ἀπέβαινε καὶ τὰ πλοῖα ἀπέσπα, ἁρπαγάς τε ἐποιεῖτο. προχωρούντων δὲ αὐτῷ τῶν πραγμάτων ὥστε καὶ στρατιώτας καὶ χρήματα ἀπ’ αὐτῶν πορίζειν,
5ἐς Σικελίαν ἔπλευσε, καὶ Μύλας μὲν τήν τε Τυνδαρίδα ἀμαχεὶ κατ‐ έσχε, τῆς δὲ Μεσσήνης ὑπὸ Πομπηίου Βιθυνικοῦ τοῦ τότε τῆς

48

.

17

.

5

Σικελίας ἄρχοντος ἀπεκρούσθη. οὐ μέντοι καὶ παντελῶς αὐτῆς ἀπέστη, ἀλλὰ τήν τε χώραν κατατρέχων καὶ τὴν ἐσκομιδὴν τῶν ἐπιτηδείων κωλύων, τῶν τε προσβοηθησάντων σφίσι τοὺς μὲν φόβῳ
μὴ καὶ τὰ αὐτὰ πάθωσι, τοὺς δὲ καὶ ἐξ ἐνέδρας τινὸς κακώσει
5προσθέμενος, τόν τε ταμίαν σὺν τοῖς χρήμασι προσεποιήσατο, καὶ τέλος καὶ τὴν Μεσσήνην τόν τε Βιθυνικὸν ὡς καὶ ἀπὸ τῆς ἴσης

48

.

17

.

6

οἱ ἄρξοντα καθ’ ὁμολογίαν ἔλαβε. καὶ τοῦτον μὲν οὐδὲν τότε γε κακὸν εἰργάσατο, ἐκείνους δὲ τά τε ὅπλα καὶ τὰ χρήματα ἀφείλετο. καὶ μετὰ τοῦτο τάς τε Συρακούσας καὶ ἄλλας τινὰς πόλεις ὑπηγά‐ γετο, καὶ στρατιώτας τε ἀπ’ αὐτῶν πλείους καὶ ναυτικὸν ἰσχυρό‐
5τατον συνήγαγε· καί τινα αὐτῷ δύναμιν καὶ Κύιντος Κορνουφίκιος ἐκ τῆς Ἀφρικῆς ἔπεμψε.

48

.

18

.

1

καὶ ὁ μὲν οὕτως ηὔξετο, Καῖσαρ δὲ τέως μὲν οὐδεμίαν ἐπι‐ στροφὴν αὐτοῦ τῇ τε ἐκείνου καταφρονήσει καὶ τῇ τῶν ἐν χερσὶν ἀσχολίᾳ ἐποιήσατο· ἐπεὶ δ’ ὑπό τε τοῦ λιμοῦ φθορὰ πολλὴ ἐν τῷ ἄστει ἐγένετο καὶ ὁ Σέξτος καὶ τῆς Ἰταλίας ἐπείρασεν, οὕτω δὴ
5ναυτικόν τέ τι κατασκευάζεσθαι ἤρξατο, καὶ τὸν Ῥοῦφον τὸν Σαλ‐

48

.

18

.

2

ουιδιῆνον σὺν δυνάμει πολλῇ ἐς Ῥήγιον προέπεμψε. καὶ ὃς ἐκ μὲν τῆς Ἰταλίας τὸν Σέξτον ἀπεώσατο, ἀναχωρήσαντος δὲ αὐτοῦ ἐς τὴν Σικελίαν δερμάτινα πλοῖα κατὰ τοὺς ἐν τῷ ὠκεανῷ πλέοντας ἐκποιῆσαι ἐπεχείρησεν, ἔνδοθεν μὲν ῥάβδοις αὐτὰ κούφαις διαλαμ‐
5βάνων, ἔξωθεν δὲ βοὸς δέρμα ὠμὸν ἐς ἀσπίδος κυκλοτεροῦς τρόπον

48

.

18

.

3

περιτείνων. ὡς δὲ γέλωτά τε ὠφλίσκανεν καὶ κινδυνεύσειν, εἰ πειρα‐ θείη αὐτοῖς διὰ τοῦ πορθμοῦ χρήσασθαι, ἐπίστευσεν, ἐκείνων μὲν ἀφεῖτο, τῷ δὲ δὴ ναυτικῷ τῷ κατασκευασθέντι τε καὶ ἐλθόντι ἐπετόλμησε μὲν διαπλεῦσαι, οὐκ ἠδυνήθη δέ· τό τε γὰρ πλῆθος καὶ
5τὸ μέγεθος τῶν νεῶν αὐτοῦ πολὺ τῆς τῶν ἐναντίων καὶ ἐμπειρίας

48

.

18

.

4

καὶ τόλμης ἠλαττώθη. αὐτόπτης οὖν τῆς ναυμαχίας ὁ Καῖσαρ γενόμενος (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐς τὴν Μακεδονίαν ταῦθ’ οὕτως ἐπράχθη) χαλεπῶς ἤνεγκε, καὶ μάλισθ’ ὅτι τότε πρῶ‐ τον συμβαλὼν ἥττητο. καὶ διὰ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτι,
5καίτοι τοῦ πλείονος ναυτικοῦ σωθέντος οἱ, περαιωθῆναι ἐτόλμησε·

48

.

18

.

5

λάθρᾳ δὲ πολλάκις ἐπιχειρήσας ὡς πάντως, ἂν τῆς νήσου ἐπιβῇ, πολὺ τῷ πεζῷ κρατήσων, ἔπειθ’ ὡς οὐδέν, ἅτε καὶ ἰσχυρᾶς παν‐ ταχόθεν φυλακῆς αὐτοῦ οὔσης, ἐπέραινε, τῇ μὲν Σικελίᾳ ἄλλους τινὰς ἐφεδρεύειν προσέταξεν, αὐτὸς δὲ πρός τε τὸν Ἀντώνιον ἐς
5τὸ Βρεντέσιον ἀφίκετο, κἀντεῦθεν τῇ τῶν νεῶν βοηθείᾳ τὸν Ἰόνιον

48

.

19

.

1

διέβαλε. γενομένου δὲ τούτου τήν τε νῆσον πᾶσαν ὁ Σέξτος κατ‐ έσχε, καὶ τὸν Βιθυνικὸν ὡς καὶ ἐπιβουλεύσαντα αὐτῷ ἀπέκτεινε, θέας τε ἐπινικίους ἤγαγε, καὶ ναυμαχίαν τῶν αἰχμαλώτων ἐν τῷ πορθμῷ παρ’ αὐτὸ τὸ Ῥήγιον, ὥστε καὶ τοὺς ἐναντίους ὁρᾶν,
5ἐποίησε, πλοιάριά τινα ξύλινα πρὸς ἕτερα βύρσινα ἐς τὸν τοῦ

48

.

19

.

2

Ῥούφου κατάγελων συμβαλών. καὶ μετὰ τοῦτο ναῦς τε πλείους ἐναυπηγήσατο καὶ τῆς πέριξ θαλάσσης ἐκράτησε, δόξαν τέ τινα καὶ φρόνημα ὡς καὶ τοῦ Ποσειδῶνος παῖς ὤν, ὅτι πάσης ποτὲ ὁ πατὴρ αὐτοῦ τῆς θαλάσσης ἦρξε, προσέθετο. ταῦτα μέν, ἕως ἔτι
5τά τε τοῦ Κασσίου καὶ τὰ τοῦ Βρούτου συνειστήκει, ἔπραξε·

48

.

19

.

3

φθαρέντων δὲ ἐκείνων ἄλλοι τε πρὸς αὐτὸν συγκατέφυγον καὶ ὁ Στάιος ὁ Λούκιος. καὶ αὐτὸν τὰ μὲν πρῶτα ἀσμένως ἐδέξατο (καὶ γὰρ τὴν δύναμιν ἧς ἦρχεν ἐπηγάγετο), ἔπειτα δὲ καὶ δραστή‐ ριον καὶ φρονηματώδη ἰδὼν ὄντα ἀπέκτεινεν, ἔγκλημα αὐτῷ προ‐

48

.

19

.

4

δοσίας ἐπενεγκών. κἀκ τούτου τό τε ἐκείνου ναυτικὸν καὶ τὸ τῶν δούλων τῶν ἐκ τῆς Ἰταλίας ἀφικνουμένων πλῆθος προσλαβὼν πάμπολυ ηὐξήθη· τοσοῦτοι γὰρ δὴ ηὐτομόλουν ὥστε καὶ τὰς ἀει‐ παρθένους καθ’ ἱερῶν εὔξασθαι ἐπισχεθῆναί σφων τὰς αὐτο‐
5μολίας.

48

.

20

.

1

διά τε οὖν ταῦτα καὶ διὰ τὸ τοὺς φεύγοντας αὐτὸν ὑποδέ‐ χεσθαι τήν τε τοῦ Ἀντωνίου φιλίαν πράττειν καὶ τῆς Ἰταλίας πολλὰ πορθεῖν, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἐπεθύμησε· διαμαρτὼν δὲ τούτου ἐκείνῳ μὲν Μᾶρκον Οὐιψάνιον Ἀγρίππαν πολεμῆσαι ἐκέ‐

48

.

20

.

2

λευσεν, αὐτὸς δὲ ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν τοῦτο ὁ Σέξτος ἐτήρησε τὸν Ἀγρίππαν περὶ τὰ Ἀπολλώνια ἔχοντα· ἐστρατήγει γάρ, καὶ ἄλλα τε πολλά, ἅτε καὶ πάνυ φίλος ὢν τῷ Καίσαρι, ἐλαμπρύ‐ νατο, καὶ τὴν ἱπποδρομίαν ἐπὶ δύο ἡμέρας ἐποίησε, τῇ τε Τροίᾳ
5καλουμένῃ διὰ τῶν εὐγενῶν παίδων ἐγαυρώθη. ταῦτ’ οὖν αὐτοῦ πράττοντος ἐπεραιώθη τε ἐς τὴν Ἰταλίαν καὶ ἐνέμεινεν ἐν αὐτῇ λεηλατῶν, μέχρις οὗ ἐκεῖνος ἀφίκετο· τότε γὰρ φρουρὰν ἐν χωρίοις

48

.

20

.

3

τισὶ καταλιπὼν ἀνέπλευσεν. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν πρό‐ τερον μὲν δι’ ἑτέρων, ὥσπερ εἴρηται, καταλαβεῖν ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ διά τε τὸν Καλῆνον καὶ διὰ τοὺς ἄλλους τοὺς τὰ τοῦ Ἀντωνίου πράττοντας αὐτὸς τότε κατέσχε, τόν τε Καλῆνον τεθνη‐
5κότα νόσῳ εὑρὼν καὶ τὸ στράτευμα αὐτοῦ ἀκονιτὶ προσθέμενος.

48

.

20

.

4

κἀν τούτῳ τὸν Λέπιδον ἀγανακτοῦντα 〈τῇ〉 τῆς ἀρχῆς τῆς ἐπιβαλ‐ λούσης αὐτῷ στερήσει ἰδὼν ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν’ ὡς παρ’ ἑαυτοῦ μόνου αὐτήν, ἀλλ’ οὐ καὶ παρὰ τοῦ Ἀντωνίου λαβὼν οἰ‐ κειότερόν οἱ προσφέρηται.

48

.

21

.

1

δύο μὲν δὴ ἔθνη τοῖς Ῥωμαίοις ἐν τῇ Λιβύῃ ἐκείνῃ, ὥσπερ εἶπον, ἦν· ἦρχον δὲ πρὸ τῆς τῶν τριῶν ἀνδρῶν συνωμοσίας τοῦ μὲν Νομαδικοῦ Τίτος Σέξτιος, τοῦ δὲ ἑτέρου ὅ τε Κορνουφίκιος καὶ Δέκιμος Λαίλιος, ὁ μὲν τὰ τοῦ Ἀντωνίου, οἱ δὲ τὰ τοῦ Καί‐

48

.

21

.

2

σαρος φρονοῦντες. καὶ τέως μὲν ὁ Σέξτιος ἀνέμενεν ὡς καὶ ἐκείνων (πολὺ γὰρ πλείω δύναμιν εἶχον) ἐς τὴν ἀρχὴν αὐτοῦ ἐσβαλούντων, καὶ παρεσκευάζετο ὡς καὶ ἐνταῦθα αὐτοὺς ἀμυνούμενος· ἐπεὶ δὲ διέμελλον, κατεφρόνησέ τε αὐτῶν, καὶ προσεπαρθεὶς ὑπό τε βοὸς
5φθεγξαμένης, ὥς φασιν, ἀνθρωπίνῃ φωνῇ καὶ κελευσάσης αὐτῷ

48

.

21

.

3

τῶν προκειμένων ἔχεσθαι, καὶ ἐξ ἐνυπνίου δι’ οὗ ταῦρός τις κατο‐ ρωρυγμένος ἐν τῇ πόλει Τούκκῃ παρῃνεκέναι οἱ ἔδοξε τὴν κεφαλὴν αὐτοῦ ἀνελέσθαι καὶ ἐπὶ κάμακος, ὡς καὶ ἐκ τούτου νικήσοντι, περιφέρειν, οὐκ ἐμέλλησεν, ἄλλως τε καὶ ὅτι τὸν ταῦρον ἐν τῷ χω‐
5ρίῳ ἐν ᾧ τὸ ἐνύπνιον εἶναι ἔφη εὗρεν, ἀλλ’ αὐτὸς ἐς τὴν Ἀφρικὴν

48

.

21

.

4

προενέβαλε. καὶ τὸ μὲν πρῶτον τό τε Ἀδρύμητον καὶ ἄλλα ἄττα χωρία, ἀνελπίστοις σφίσι προσπεσών, κατέσχεν· ἔπειτα δὲ ἀφυ‐ λάκτως δι’ αὐτὸ τοῦτ’ ἔχων ἐλοχίσθη τε ὑπὸ τοῦ ταμίου, καὶ πολὺ μέρος τοῦ στρατοῦ ἀποβαλὼν ἐς τὴν Νουμιδίαν ἀνεχώρησε. καὶ
5ἔτυχε γὰρ ἄνευ τῆς τοῦ ταύρου κεφαλῆς δυστυχήσας, τήν τε ἧτταν ἐς τοῦτο ἀνέφερε, καὶ παρεσκευάζετο ὡς καὶ αὖθις στρατεύσων.

48

.

21

.

5

κἀν τούτῳ φθάσαντες οἱ ἐναντίοι ἀντεσέβαλον ἐς τὴν ἀρχὴν αὐτοῦ· καὶ οἱ μὲν ἄλλοι Κίρταν ἐπολιόρκουν, ὁ δὲ δὴ ταμίας ἐπ’ ἐκεῖνον σὺν τοῖς ἱππεῦσιν ὥρμησε, καί τισιν ἱππομαχίαις κρατήσας τὸν συνταμίαν προσεποιήσατο. πραχθέντων δὲ τούτων ὁ Σέξτιος νεαλῆ
5τινα ἐπικουρίαν προσλαβὼν ἀνεκινδύνευσε, καὶ τόν τε ταμίαν ἀντ‐ ενίκησε καὶ τὸν Λαίλιον κατατρέχοντα τὴν χώραν ἐς τὸ ἔρυμα

48

.

21

.

6

κατέκλεισε. τόν τε Κορνουφίκιον ἐπαμυνοῦντα ἀπατήσας ὡς καὶ ἑαλωκότος ἐκείνου καὶ ἐς ἀθυμίαν ἐμβαλὼν ἥττησε, καὶ αὐτόν τε ἐν τῇ μάχῃ ἀπέκτεινε καὶ τὸν Λαίλιον ἐπεξελθόντα ὡς καὶ κατὰ

48

.

22

.

1

νώτου σφίσι προσπεσούμενον. πράξας δὲ ταῦτα τήν τε Ἀφρικὴν κατέσχε καὶ ἑκατέρου τοῦ ἔθνους ἀδεῶς ἦρχε, μέχρις οὗ ὁ Καῖσαρ ἐκ τῶν συνθηκῶν τῶν πρός τε τὸν Ἀντώνιον καὶ τὸν Λέπιδόν οἱ γενομένων τὴν ἀρχὴν αὐτῶν λαβὼν Γάιόν σφισι Φουφίκιον Φάγ‐

48

.

22

.

2

γωνα προσέταξε· τότε γὰρ ἑκὼν δὴ τῶν ἐθνῶν ἐξέστη. ὡς μέντοι ἥ τε μάχη ἡ κατὰ τὸν Βροῦτον τόν τε Κάσσιον ἐγένετο, καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος τά τε ἄλλα ἀνεδάσαντο, καὶ τῆς Λιβύης Καῖσαρ μὲν τὴν Νουμιδίαν Ἀντώνιος δὲ τὴν Ἀφρικὴν ἔλαβεν (ὁ
5γὰρ Λέπιδος ἐν τοῖς 〈τρισὶν〉 ὀνόματι μόνον, ὥσπερ εἶπον, ἦρχε, καὶ

48

.

22

.

3

πολλάκις γε οὐδὲ τοῦτο ἐν τοῖς γράμμασι προσενεγράφετο), ὡς οὖν ταῦτά τε οὕτως ἐγένετο καὶ ἡ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παρα‐ λαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέ‐
5τριψε), τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔν τε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο· πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί

48

.

22

.

4

μοι, κατελελέχατο· καὶ κακῶς αὐτῶν ἦρχε) προσηταιρίσατο. γενο‐ μένου δὲ τούτου ὁ Φάγγων ἐς τὴν Νουμιδίαν ἀνεχώρησε, καὶ τούς τε Κιρτησίους καταφρονήσαντας αὐτοῦ πρὸς τὰ παρόντα κακῶς μετεχειρίσατο, καὶ Ἀραβίωνά τινα δυναστεύοντα ἐν τοῖς προσοικοῦσί
5σφισι βαρβάροις, καὶ πρότερον μὲν τῷ Λαιλίῳ συναράμενον ὕστε‐ ρον δὲ τῷ Σεξτίῳ προσθέμενον, ἐξέβαλεν ἐκ τῆς ἀρχῆς, ἐπειδή οἱ

48

.

22

.

5

μὴ ἠθέλησε συμμαχῆσαι. καταφυγόντα τε αὐτὸν πρὸς τὸν Σέξτιον ἐξαιτήσας καὶ μὴ λαβὼν ὀργήν τε ἐποιήσατο, καὶ ἐς τὴν Ἀφρικὴν ἐμβαλὼν τῆς μὲν χώρας ἐκάκωσεν, ἀντιστρατοπεδευσαμένου δὲ αὐτῷ τοῦ Σεξτίου μάχαις βραχείαις μὲν πολλαῖς δ’ οὖν ἡττήθη,

48

.

22

.

6

καὶ διὰ τοῦτ’ ἐς τὴν Νουμιδίαν αὖθις ἀνεκομίσθη. καὶ αὐτῷ ὁ Σέξτιος ἀντεπελθὼν ἐλπίδα μὲν ὡς καὶ διὰ βραχέος τῇ τοῦ Ἀρα‐ βίωνος μάλιστα ἱππείᾳ νικήσων ἔσχεν, ὑποτοπήσας δέ τι καὶ δολο‐ φονήσας ἐκεῖνον οὐδὲν ἔτι τότε γε ἔπραξεν· οἱ γὰρ ἱππῆς χαλεπῶς
5ἐπὶ τῷ ὀλέθρῳ αὐτοῦ σχόντες ἐγκατέλιπον αὐτόν, καὶ οἵ γε πλείους

48

.

23

.

1

σφῶν τὰ τοῦ Φάγγωνος ἀνθείλοντο. ἀλλ’ ἐν μὲν τῷ παρόντι φι‐ λίαν, ὡς καὶ τῆς προφάσεώς σφισι τοῦ πολέμου ὑπεξῃρημένης, συνέθεντο· μετὰ δὲ ταῦτα τηρήσας ὁ Φάγγων τὸν Σέξτιον ἀδεῶς

48

.

23

.

2

ὑπὸ τῶν σπονδῶν ἔχοντα ἐς τὴν Ἀφρικὴν ἐσέβαλε. κἀνταῦθα συμμίξαντες ἀλλήλοις τὸ μὲν πρῶτον καὶ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν (ὁ μὲν γὰρ τῷ ἱππικῷ τῷ Νομαδικῷ, ὁ δὲ τῇ ἀσπίδι τῇ πολιτικῇ ἐκράτησεν), ὥστε καὶ τὰ στρατόπεδα αὐτοὺς τὰ ἀλλή‐
5λων διαρπάσαι, μηδὲν μηδετέρους περὶ τῶν συστρατιωτῶν εἰδότας·

48

.

23

.

3

ὡς δ’ ἐπαναχωροῦντες ᾔσθοντο τὸ γεγονός, ἐς χεῖρας αὖθις ἦλθον, καὶ τροπῆς τῶν Νομάδων γενομένης ὁ Φάγγων τότε μὲν ἐς τὰ ὄρη ἀνέφυγε, τῆς δὲ νυκτὸς βουβαλίδων διαδραμουσῶν ᾠήθη τε τὴν

48

.

23

.

4

πολεμίαν ἵππον παρεῖναι καὶ ἑαυτὸν κατεχρήσατο. καὶ οὕτως ὁ Σέξτιος τὰ μὲν ἄλλα ἀπόνως ἔλαβε, Ζάμην δὲ ἐπὶ πλεῖστον ἀντι‐ σχοῦσαν λιμῷ κατεστρέψατο. κἀκ τούτου ἀμφοτέρων αὖθις τῶν

48

.

23

.

5

ἐθνῶν ἡγεῖτο, μέχρις οὗ ὁ Λέπιδος ἐπέμφθη· ἐκείνῳ γάρ, ὡς καὶ τῷ Ἀντωνίῳ συνδοκοῦν, ἢ καὶ ὅτι ταῖς δυνάμεσι πολὺ αὐτοῦ ἠλατ‐ τοῦτο, οὐδὲν ἀντέπραξεν, ἀλλ’ ὡς καὶ ἑαυτοῦ χάριν τὴν ἀνάγκην τιθέμενος ἡσύχαζε. καὶ οὕτως ὁ Λέπιδος ἀμφότερα τὰ ἔθνη κατέσχε.

48

.

24

.

1

ταῦτα μὲν οὕτως ἐγένετο, κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους, μετὰ τὴν μάχην τὴν πρὸς τοῖς Φιλίπποις συμβᾶσαν, ὁ Ἀντώνιος ὁ Μᾶρκος ἔς τε τὴν Ἀσίαν τὴν ἤπειρον ἦλθε, κἀνταῦθα τὰ μὲν αὐτὸς περιιών, ἐς δὲ τὰ ἄλλους πέμπων, τάς τε πόλεις

48

.

24

.

2

ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. κἀν τούτῳ τῆς Κλεο‐ πάτρας ἐν Κιλικίᾳ οἱ ὀφθείσης ἐρασθεὶς οὐκέτ’ οὐδεμίαν τοῦ καλοῦ
φροντίδα ἐποιήσατο, ἀλλὰ τῇ τε Αἰγυπτίᾳ ἐδούλευε καὶ τῷ ἐκείνης ἔρωτι ἐσχόλαζε. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ καὶ ἄτοπα ἔπραξε,
5καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τοῦ ἐν Ἐφέσῳ Ἀρτεμισίου ἀποσπά‐

48

.

24

.

3

σας ἀπέκτεινε. καὶ τέλος Πλάγκον μὲν ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει, Σάξαν δὲ ἐν τῇ Συρίᾳ καταλιπὼν ἐς τὴν Αἴγυπτον ἀπῆρεν. ὅθεν‐ περ καὶ τὰ μάλιστα ἄλλα τε ταραχώδη πολλὰ ἐπεγένετο, ὥστε καὶ τοὺς Ἀραδίους τοὺς νησιώτας μήθ’ ὑπακοῦσαί τι τοῖς ὑπ’ αὐτοῦ
5πρὸς σφᾶς ἐπὶ χρήματα πεμφθεῖσι, καὶ προσέτι καὶ φθεῖραί τινας

48

.

24

.

4

αὐτῶν, καὶ οἱ Πάρθοι καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο. ἦγον δὲ αὐτοὺς Λαβιῆνος καὶ Πάκορος, οὗτος μὲν Ὀρώδου τοῦ βασιλέως, ἐκεῖνος δὲ τοῦ Λαβιήνου τοῦ Τίτου παῖς ὤν. ἦλθε δὲ ὧδε ἐς τοὺς Πάρθους, καὶ τάδε σὺν τῷ

48

.

24

.

5

Πακόρῳ ἔπραξεν. ἐτύγχανε μὲν τῷ τε Κασσίῳ καὶ τῷ Βρούτῳ συμμαχῶν, πεμφθεὶς δὲ πρὸς τὸν Ὀρώδην πρὸ τῆς μάχης ὅπως τινὰ βοήθειαν λάβῃ, συχνὸν ὑπ’ αὐτοῦ χρόνον διετρίβη περιορωμέ‐ νου καὶ ὀκνοῦντος μὲν συνθέσθαι οἱ, δεδιότος δὲ ἀπαρνήσασθαι.

48

.

24

.

6

καὶ μετὰ τοῦτο ὡς ἥ τε ἀγγελία τῆς ἥττης ἀφίκετο καὶ οἱ κρατή‐ σαντες ἐδόκουν μηδενὸς τῶν ἀντιπολεμησάντων σφίσι φείσεσθαι, κατέμεινε παρὰ τοῖς βαρβάροις, τὸν μετ’ αὐτῶν βίον πρὸ τοῦ οἴκοι ὀλέθρου προτιμήσας. οὗτος οὖν ὁ Λαβιῆνος ἐπειδὴ τάχιστα
5τήν τε ἔκλυσιν τοῦ Ἀντωνίου καὶ τὸν ἔρωτα τήν τε ἐς τὴν Αἴ‐ γυπτον ὁδὸν ᾔσθετο, ἔπεισε τὸν Πάρθον τοῖς Ῥωμαίοις ἐπιχει‐

48

.

24

.

7

ρῆσαι. τά τε γὰρ στρατεύματα αὐτῶν τὰ μὲν παντελῶς ἐφθάρθαι τὰ δὲ κεκακῶσθαι, καὶ τοὺς λοιποὺς ἐν στάσει τε εἶναι καὶ πολε‐
μήσειν αὖθις ἔφη· κἀκ τούτου παρῄνεσεν αὐτῷ τήν τε Συρίαν καὶ τὰ ὅμορα αὐτῇ καταστρέψασθαι, ἐν ᾧ Καῖσαρ μὲν ἔν τε τῇ

48

.

24

.

8

Ἰταλίᾳ καὶ περὶ τὸν Σέξτον ἀσχολίαν ἦγεν, Ἀντώνιος δὲ ἐν τῇ Αἰγύπτῳ ἤρα. ἡγεμών θ’ ὑπέσχετο τοῦ πολέμου γενήσεσθαι, καὶ πολλὰ καὶ κατὰ τοῦτο τῶν ἐθνῶν, ἅτε καὶ ἀλλοτρίως τοῖς Ῥωμαίοις

48

.

25

.

1

διὰ τὴν συνεχῆ κάκωσιν ἔχοντα, μεταστήσειν ἐπηγγείλατο. τοιαῦτ’ οὖν εἰπών, καὶ πείσας αὐτὸν πολεμῆσαι, καὶ δύναμιν πολλὴν καὶ τὸν υἱὸν αὐτοῦ τὸν Πάκορον ἐπετράπη, καὶ μετ’ αὐτῶν ἐς τε τὴν Φοινίκην ἐνέβαλε, καὶ πρὸς τὴν Ἀπάμειαν προσελάσας τοῦ μὲν
5τείχους ἀπεκρούσθη, τοὺς δὲ ἐν τῇ χώρᾳ φρουροὺς ἐθελοντὰς προσ‐

48

.

25

.

2

έθετο. ἐκ γὰρ τῶν τῷ τε Κασσίῳ καὶ τῷ Βρούτῳ συνεστρατευ‐ μένων ἦσαν· ἔς τε γὰρ τὰ ἑαυτοῦ στρατόπεδα Ἀντώνιος αὐτοὺς κατέταξε, καὶ τότε τὴν Συρίαν ὡς καὶ ἐμπείρως αὐτῆς ἔχοντας φρουρεῖν ἐκέλευσε. τούτους τε οὖν ὁ Λαβιῆνος ῥᾳδίως ὡς καὶ
5συνήθεις οἱ ὄντας, πλὴν τοῦ Σάξου τοῦ τότε αὐτῶν ἡγουμένου, ἐσφετερίσατο (ἐκεῖνος γὰρ καὶ ἀδελφὸς τοῦ στρατιάρχου ὢν καὶ

48

.

25

.

3

ταμιεύων μόνος αὐτῷ οὐ προσεχώρησε), καὶ τὸν Σάξαν τὸν ἄρχοντα μάχῃ τε ἐκ παρατάξεως καὶ τῷ πλήθει καὶ τῇ ἀρετῇ τῶν ἱππέων ἐνίκησε, καὶ μετὰ τοῦτο ἐκδράντα νυκτὸς ἐκ τῆς ταφρείας ἐπεδίωξεν· ὁ γὰρ Σάξας φοβηθεὶς μὴ καὶ οἱ συνόντες οἱ τὰ τοῦ Λαβιήνου,
5ὑπαγομένου σφᾶς διὰ βιβλίων τινῶν ἃ ἐς τὸ στρατόπεδον ἐσετόξευε,

48

.

25

.

4

φρονήσωσιν, ἔφυγεν. καταλαβὼν οὖν αὐτοὺς ὁ Λαβιῆνος τοὺς μὲν πλείους ἔφθειρε, τοῦ δὲ δὴ Σάξου ἐς Ἀντιόχειαν διαφυγόντος τήν τε Ἀπάμειαν, οὐδὲν ἔτι ὡς καὶ τεθνεῶτος αὐτοῦ ἀντάρασαν, ἔλαβε, καὶ μετὰ τοῦτο καὶ τὴν Ἀντιόχειαν ἐκλειφθεῖσαν ὑπ’ αὐτοῦ παρ‐
5εστήσατο, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον ἐς Κιλικίαν φυγόντα ἐπι‐

48

.

26

.

1

διώξας καὶ συλλαβὼν ἀπέκτεινε. τελευτήσαντος δὲ αὐτοῦ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειροῦτο, καὶ πᾶσάν γε αὐτὴν πλὴν Τύρου κατεστρέψατο· ταύτην γὰρ οἵ τε Ῥωμαῖοι οἱ περιλιπεῖς καὶ οἱ ἐπι‐ χώριοι οἱ ὁμοφρονοῦντές σφισι προκατέλαβον, καὶ οὔτ’ ἀναπεισθῆ‐

48

.

26

.

2

ναι οὔτε βιασθῆναι (ναυτικὸν γὰρ οὐδὲν εἶχεν) ἠδυνήθησαν. οὗτοι μὲν οὖν ἀνάλωτοι ἔμειναν· τὰ δ’ ἄλλα ὁ Πάκορος λαβὼν ἐς Πα‐
λαιστίνην ἐσέβαλε, καὶ τόν τε Ὑρκανόν, ὃς τότε τὰ πράγματα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἐπιτραπεὶς εἶχεν, ἔπαυσε, καὶ τὸν Ἀριστόβουλον
5τὸν ἀδελφὸν αὐτοῦ ἄρχοντα κατὰ τὸ ἐκείνων ἔχθος ἀντικατέστησεν.

48

.

26

.

3

ὁ δὲ δὴ Λαβιῆνος ἐν τούτῳ τήν τε Κιλικίαν κατέσχε, καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις (ὁ γὰρ Πλάγκος φοβηθεὶς αὐτὸν ἐς τὰς νήσους ἐπεραιώθη) παρεστήσατο πλὴν Στρατονικείας, τὰ μὲν πλεῖστα ἄνευ πολέμου, Μύλασα δὲ καὶ Ἀλάβανδα διὰ κινδύνων

48

.

26

.

4

ἑλών. οὗτοι γὰρ ἐδέξαντο μὲν παρ’ αὐτοῦ φρουρούς, φονεύσαντες δὲ αὐτοὺς ἐν ἑορτῇ τινι ἀπέστησαν· καὶ διὰ τοῦτο τοὺς μὲν Ἀλα‐ βανδέας αὐτὸς λαβὼν ἐκόλασε, τὰ δὲ δὴ Μύλασα ἐκλειφθέντα κατέσκαψε. τῇ γὰρ Στρατονικείᾳ προσήδρευσε μὲν πολὺν χρόνον,
5οὐδένα δὲ αὐτὴν τρόπον ἑλεῖν ἠδυνήθη.

48

.

26

.

5

καὶ ὁ μὲν χρήματά τε ἐπὶ τούτοις ἐπράσσετο καὶ τὰ ἱερὰ ἐσύλα, αὐτοκράτορά τε αὑτὸν καὶ Παρθικόν γε ἐκ τοῦ ἐναντιωτάτου τοῖς Ῥωμαίοις ἔθους ὠνόμαζεν· οὓς γὰρ κατ’ αὐτῶν ἐπῆγεν, ἀπὸ τού‐ των ἑαυτόν, ὡς καὶ ἐκείνους ἀλλ’ οὐ τοὺς πολίτας νικῶν, ἐπεκάλει·

48

.

27

.

1

Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα ὥσπερ που καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα (οὐδὲν γὰρ αὐτῶν τὸ παράπαν ἠγνόει), οὐ μέντοι καὶ κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλ’ ὑπό τε τοῦ ἔρωτος καὶ ὑπὸ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολε‐

48

.

27

.

2

μίων ἐφρόντισε. τέως μὲν γὰρ κάτω τε ἐτέτακτο καὶ τῶν πρω‐ τείων ἐφίετο, ἐντόνως τοῖς πράγμασι προσεῖχεν· ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτ’ οὐδενὸς αὐτῶν ἀκριβῶς ἐπεμελήθη, ἀλλὰ τῇ τε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα, μέχρις οὗ

48

.

27

.

3

παντελῶς κατελύθη. ὀψὲ δ’ οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε μὲν πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ
δὴ τὰ ἄλλα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος· καίτοι καὶ τῆς πρὸς ἐκεῖνον βρα‐

48

.

27

.

4

δυτῆτος τὰ τῶν Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ δι’ ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇ τε μητρὶ καὶ
5τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ

48

.

27

.

5

Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιω‐ θεὶς Σειφοῦντα μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχω‐ ρῆσαι ἐπολιόρκει.

48

.

28

.

1

πράσσοντος δὲ αὐτοῦ ταῦτα ὁ Καῖσαρ τάς τε δυνάμεις (ἐκ γὰρ τῆς Γαλατίας ἤδη παρῆν) ἤθροισε, καὶ Πούπλιον μὲν Σερουί‐ λιον Ῥοῦλλον πρὸς Βρεντέσιον, Ἀγρίππαν δὲ ἐπὶ Σειφοῦντα ἔπεμψε· καὶ οὗτος μὲν βίᾳ τὴν πόλιν εἷλε, τῷ δὲ δὴ Σερουιλίῳ ὁ Ἀντώνιος
5ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε πολλοὺς δὲ καὶ παρεστή‐

48

.

28

.

2

σατο. συνερρωγότων τε οὖν αὐτῶν ἐς τὸν πόλεμον, καὶ διαπεμ‐ πόντων πρός τε τὰς πόλεις καὶ πρὸς τοὺς ἐστρατευμένους, ὁπόθεν τινὰ ὠφελίαν προσλήψεσθαι ἐνόμιζον, ἥ τε ἄλλη Ἰταλία αὖθις ἐταράσσετο καὶ ἡ Ῥώμη ὅτι μάλιστα, καὶ οἱ μὲν ἤδη πρὸς ἑκάτερον
5μεθίσταντο, οἱ δὲ ἔμελλον. μετεώρων δὲ αὐτῶν τε [καὶ] ἐκείνων καὶ τῶν συμπολεμησόντων σφίσιν ὄντων, ἡ Φουλουία ἐν Σικυῶνι,

48

.

28

.

3

ἐν ᾗ ἦν, ἐτελεύτησε. καὶ αἰτίαν μὲν ὁ Ἀντώνιος τοῦ θανάτου αὐτῆς πρός τε τὸν τῆς Κλεοπάτρας ἔρωτα καὶ πρὸς τὴν ἐκείνης ἀσέλγειαν ἔσχεν· ὡς δ’ οὖν τοῦτ’ ἠγγέλθη, τά τε ὅπλα ἀμφότεροι κατέθεντο καὶ συνηλλάγησαν, εἴτ’ οὖν ὄντως ἐκπολεμούμενοι πρό‐
5τερον ὑπὸ τῆς Φουλουίας, εἴτε καὶ πρόφασιν τὸν θάνατον αὐτῆς
πρὸς τὸ παρ’ ἀλλήλων δέος, ὥστε καὶ ἀντιπάλους καὶ τὰς δυνάμεις

48

.

28

.

4

καὶ τὰς ἐλπίδας ἔχοντες, ποιησάμενοι. κἀν τούτῳ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δελματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν, Ἀν‐ τώνιος δὲ πάντα τἆλλα τὰ ὑπὲρ τὸν Ἰόνιον, τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις ὄντα, ἀπέλαχε· τά τε γὰρ ἐν
5τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχε.

48

.

29

.

1

τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις διεδάσαντο, τὸν δὲ δὴ πόλεμον τὸν πρὸς τὸν Σέξτον ἐκοινώσαντο, καίτοι τοῦ Ἀντωνίου ὅρκους

48

.

29

.

2

πρὸς αὐτὸν δι’ ἀγγέλων ἐπὶ τῷ Καίσαρι πεποιημένου. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ὁ Καῖσαρ ὑπέμεινε πάντας μὲν τοὺς ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Λούκιον τὸν τοῦ Ἀντωνίου ἀδελφὸν μετα‐ στάντας πρὸς αὐτόν, καὶ ἐξ αὐτῶν γε τῶν σφαγέων ἔστιν οὓς ὄν‐
5τας, ἄλλους τε καὶ τὸν Δομίτιον, πάντας δὲ καὶ τοὺς ἐκτεθέντας ἐν τοῖς λευκώμασιν, ἢ καὶ ἄλλως πως τῷ τε Βρούτῳ καὶ τῷ Κασσίῳ συμπολεμήσαντας καὶ μετὰ τοῦτο τὰ τοῦ Ἀντωνίου πράξαντας,

48

.

29

.

3

καταδέξασθαι ἐπ’ ἀδείᾳ. τοσοῦτος μὲν δὴ καὶ τῶν στάσεων καὶ τῶν πολέμων παράλογός ἐστι, δίκῃ μὲν οὐδὲν τῶν τὰ πράγματα ἐχόντων νομιζόντων, πρὸς δὲ δὴ τάς τε ἀεὶ χρείας καὶ τὰ συμφέ‐ ροντά σφων τό τε φίλιον καὶ τὸ πολέμιον ἐξεταζόντων, καὶ διὰ
5τοῦτο τοὺς αὐτοὺς τοτὲ μὲν ἐχθροὺς τοτὲ δὲ ἐπιτηδείους σφίσι πρὸς τὸν καιρὸν ἡγουμένων.

48

.

30

.

1

συνθέμενοι δ’ οὖν ταῦτ’ ἐν τοῖς στρατοπέδοις τοῖς περὶ τὸ Βρεντέσιον εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶς τε καὶ

48

.

30

.

2

ῥωμαϊκῶς, Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰγυπτίως. κατηλλαγμένων δὲ αὐτῶν, ὥς γε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τότε τῷ Καίσαρι συνόντες ἀπῄτουν παρ’ αὐτοῦ τὰ χρήματα ἃ πρὸ τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις γενομένης ὑπέσχοντό σφισι·
5δι’ ἃ καὶ ἐς τὴν Ἀσίαν, ὅπως ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο.

48

.

30

.

3

κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας ὁ Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. καὶ μετὰ τοῦτο τούς τε ἀφηλικεστέρους τῶν στρατιωτῶν ἐς τὰς ἀποικίας, μὴ καὶ ἐπὶ πλεῖον στασιάσωσιν,

48

.

30

.

4

ἐξέπεμψαν, καὶ τοῦ πολέμου ἥπτοντο. ὁ γὰρ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς τὸν Ἀντώνιόν οἱ γενο‐ μένας ὡς καὶ τῷ Καίσαρι μετ’ αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ
5ἐξελευθέρῳ οἱ, ᾧ πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ

48

.

30

.

5

περιπλέοντι κακουργεῖν τὰ τῶν ἐναντίων. καὶ ὃς τῆς τε Τυρσηνίας πολλὰ ἐκάκωσε, καὶ Μᾶρκον Τίτιον Τιτίου, τῶν τε ἐπικηρυχθέντων καὶ τότε τῷ Σέξτῳ συνόντων, υἱὸν ὄντα καὶ ναῦς ἐπὶ ἰδίᾳ δυναστείᾳ συγκροτοῦντα, κἀν τῷ Ναρβωνησίῳ ἔθνει ναυλοχοῦντα, ἐζώγρησε.

48

.

30

.

6

καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν (διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθη), οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτ’ ἐν τοῖς

48

.

30

.

7

μάλιστα τῶν ὁμοίων μνημονευθῆναι. ὁ δ’ οὖν Μηνᾶς ταῦτά τε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε.

48

.

30

.

8

καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν πολιορκίᾳ· συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλους τε καὶ Ἕλενον, ἐξελεύθερόν τε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα,
5ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαν τε ἐς τὸν Καίσαρα πόρρωθεν προ‐ κατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρ’ αὐτοῦ δεηθείη.

48

.

31

.

1

καὶ ὁ μὲν ταῦτ’ ἐποίει· οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ
εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσ‐ έτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι προστασσόμεναι δεινῶς

48

.

31

.

2

αὐτοὺς ἐλύπουν, οὐκέθ’ ἡσύχαζον, ἀλλ’ ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκεί‐ νων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον ἢ καὶ πλεῖον ἐπὶ τῷ πρὸς

48

.

31

.

3

τὸν Σέξτον σφῶν πολέμῳ ἤσχαλλον. ἐν δ’ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικη‐ τηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, [ἐς] τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν
5Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ

48

.

31

.

4

ὁ ἀνὴρ αὐτῆς ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμε‐ νοι ἢ καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν

48

.

31

.

5

τε αὐτοῖς καὶ πρὸς τὸν Σέξτον ἀπέκλιναν. καὶ ἄλλα τε ἐπὶ θερα‐ πείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳ τε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπ’ αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπεί τε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούς τε ἐν
5ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, ἐπειδὴ μηδ’ ὥς τι ἐπεραίνετο, σπουδῇ

48

.

31

.

6

ἐπ’ αὐτοὺς ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ ὁ μὲν Καῖ‐ σαρ, καίτοι τρωθέντων τῶν ἀμφ’ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δ’ Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα ὀργι‐
5σθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκη‐ θέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.

48

.

32

.

1

κἀν τούτῳ τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπ’ ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους ἀντικατέστησαν,

48

.

32

.

2

βραχὺ φροντίσαντες εἰ καὶ ἐπ’ ὀλίγας ἡμέρας ἄρξουσι. καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γα‐
δειρεύς τε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον τοὺς καθ’ ἑαυ‐ τὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ

48

.

32

.

3

πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν καταλιπεῖν. τοῦτό τε οὖν ἐποί‐ ησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀπο‐ θανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον ἐς τὴν πόλιν

48

.

32

.

4

ἐπωχετεύθη, καὶ ἡ πανήγυρις ἡ ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφα‐ γέας εὐχθεῖσα ὑπὸ τῶν ὑπάτων ἐποιήθη. τά τε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν· καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.

48

.

33

.

1

ταῦτά τε οὖν οὕτως ἐν τῷ ἔτει ἐκείνῳ ἐπράχθη, καὶ Σφαῖρον ὁ Καῖσαρ παιδαγωγόν τε καὶ ἐξελεύθερον αὐτοῦ γενόμενον δημοσίᾳ ἔθαψε. τόν τε Ῥοῦφον τὸν Σαλουιδιῆνον ὡς καὶ ἐπιβουλεύσαντά

48

.

33

.

2

οἱ ἀπέκτεινεν. οὗτος δὲ ἦν μὲν ἐξ ἀφανεστάτων, καὶ αὐτῷ ἡ κε‐ φαλὴ ποιμαίνοντι φλόγα ἀνέδωκεν· ἐς τοσοῦτον δὲ ὑπὸ τοῦ Καίσα‐ ρος προήχθη ὥστε αὐτόν τε ὕπατον μηδὲ βουλεύοντα ἀποδειχθῆναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ προαποθανόντα διὰ τοῦ Τιβέριδος, γεφύρας

48

.

33

.

3

ἐπ’ αὐτὸ τοῦτο ποιηθείσης, ἐξενεχθῆναι. ἀλλ’ οὐδὲν γὰρ τῶν ἀν‐ θρωπίνων βέβαιόν ἐστι, κατηγορήθη τε ἐν τῷ βουλευτηρίῳ ὑπ’ αὐτοῦ τοῦ Καίσαρος, καὶ ὡς πολέμιος ἐκείνου καὶ τοῦ δήμου παν‐ τὸς ἐσφάγη, ἱερομηνίαι τε ἐπ’ αὐτῷ ἐγένοντο, καὶ προσέτι καὶ ἡ
5φυλακὴ τῆς πόλεως τοῖς τρισὶν ἀνδράσι μετὰ τῆς εἰθισμένης προσ‐

48

.

33

.

4

θήκης, τοῦ μηδὲν ἀπ’ αὐτῆς ἀποτριβῆναι, ἐπετράπη. ἔν τε τῷ πρὸ τούτου ἔτει θηρία τε ἐν τῇ τῶν Ἀπολλωνίων ἱπποδρομίᾳ ἄνδρες ἐς τὴν ἱππάδα τελοῦντες κατέβαλον, καὶ ἡμέρα ἐμβόλιμος παρὰ τὰ καθεστηκότα ἐνεβλήθη, ἵνα μὴ ἡ νουμηνία τοῦ ἐχομένου
5ἔτους τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην λάβῃ, ὅπερ ἀπὸ τοῦ πάνυ ἀρχαίου σφόδρα ἐφυλάσσετο· καὶ δῆλον ὅτι ἀνθ‐ υφῃρέθη αὖθις, ὅπως ὁ χρόνος κατὰ τὰ τῷ Καίσαρι τῷ προτέρῳ

48

.

33

.

5

δόξαντα συμβῇ. Κάστορί τέ τινι ἥ τε τοῦ Ἀττάλου καὶ ἡ τοῦ Δηιοτάρου ἀρχὴ ἐν τῇ Γαλατίᾳ τελευτησάντων ἐδόθη· καὶ ὁ νόμος ὁ Φαλκίδιος ὠνομασμένος, πλείστην καὶ νῦν ἔτι ἰσχὺν ἐς τὰς τῶν κλήρων διαδοχάς, ὥστε τινὰ τὸ τέταρτον τῆς καταλειφθείσης οἱ
5οὐσίας, ἄν γέ πῃ βαρύνηται, λαβόντα τὸ λοιπὸν ἀφεῖναι, ἔχων, ὑπὸ Πουπλίου Φαλκιδίου δημαρχοῦντος ἐτέθη.

48

.

34

.

1

ταῦτα μὲν ἐν τοῖς δύο ἔτεσιν ἐγένετο, τῷ δ’ ἐπιγιγνομένῳ, ἐν
ᾧ Λούκιός τε Μάρκιος καὶ Γάιος Σαβῖνος ὑπάτευσαν, τά τε ὑπὸ τῶν τριῶν ἀνδρῶν πραχθέντα ἀφ’ οὗ ἐς τὴν ὀλιγαρχίαν ἐσῆλθον

48

.

34

.

2

κῦρος παρὰ τῆς βουλῆς ἔλαβε, καὶ τέλη τινὰ ὑπ’ αὐτῶν προσκατ‐ έστη διὰ τὸ τὰ ἀναλώματα πολλῷ πλείω ἤπερ ἐπὶ τοῦ προτέρου Καίσαρος ἐτέτακτο γίγνεσθαι· πάμπολλα γὰρ αὐτοὶ καὶ μάλιστα ἐς τοὺς στρατιώτας δαπανῶντες ᾐσχύνοντο μόνοι παρὰ τὸ καθε‐

48

.

34

.

3

στηκὸς ἀναλίσκοντες. ἀμέλει τὸν πώγωνα ὁ Καῖσαρ τότε πρῶτον ξυράμενος αὐτός τε μεγάλως ἑώρτασε καὶ τοῖς ἄλλοις ἅπασι δημο‐ τελῆ ἑορτὴν παρέσχε. καὶ ὁ μὲν καὶ ἔπειτα ἐπελειοῦτο τὸ γένειον, ὥσπερ οἱ ἄλλοι· ἤδη γὰρ καὶ τῆς Λιουίας ἐρᾶν ἤρχετο, καὶ διὰ
5τοῦτο καὶ τὴν Σκριβωνίαν τεκοῦσάν οἱ θυγάτριον ἀπεπέμψατο

48

.

34

.

4

αὐθημερόν. τῶν δ’ οὖν ἀναλωμάτων πολὺ μειζόνων ἢ πρότερον γιγνομένων, καὶ τῶν προσόδων οὔτ’ ἄλλως ἀρκουσῶν καὶ τότε ἐλαττόνων διὰ τὰς στάσεις προσιουσῶν, καινά τινα τέλη ἐσήγαγον, ἔς τε τὸ βουλευτήριον πλείστους ὅσους οὐχ ὅτι τῶν συμμάχων ἢ
5καὶ στρατιώτας παῖδάς τε ἀπελευθέρων, ἀλλὰ καὶ δούλους ἐνέ‐

48

.

34

.

5

γραψαν. Μάξιμον γοῦν τινα ταμιεύσειν μέλλοντα ἐγνώρισέ τε ὁ δεσπότης καὶ ἀπήγαγε. καὶ τούτῳ μὲν ἀδεὲς ἐγένετο τολμήσαντι τὴν ἀρχὴν αἰτῆσαι· ἕτερος δὲ ἐν τοῖς στρατηγοῦσι φωραθεὶς κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἐώσθη, προελευθερωθεὶς ἵνα
5ἀξίωμα ἡ τιμωρία αὐτοῦ λάβῃ.

48

.

35

.

1

πρόφασιν δέ σφισι τοῦ τῶν βουλευσόντων πλήθους ἡ τοῦ Ἀν‐ τωνίου στρατεία, ἣν ἐπὶ τοὺς Πάρθους ἡτοιμάζετο, παρέσχεν· ἀφ’ οὗπερ καὶ ἀρχὰς ἄλλας τε ἐπὶ πλείω ἔτη καὶ τὴν τῶν ὑπάτων ἐς ὀκτὼ ὅλα προκατεστήσαντο, τοὺς μὲν ἀμειβόμενοι τῶν συναραμέ‐

48

.

35

.

2

νων σφίσι, τοὺς δὲ ὑπαγόμενοι. ὑπάτους δὲ οὐ δύο ἐτησίους, ὥσπερ εἴθιστο, ἀλλὰ πλείους τότε πρῶτον εὐθὺς ἐν ταῖς ἀρχαιρεσίαις εἵ‐ λοντο. καὶ πρότερον μὲν γὰρ μεθ’ ἑτέρους τινὲς μήτ’ ἀποθανόντας
μήτ’ ἐπ’ ἀτιμίᾳ ἢ καὶ ἄλλως πως παυθέντας ἦρξαν· ἀλλ’ ἐκεῖνοι
5μέν, ὥς που τοῖς ἐς ὅλον τὸν ἐνιαυτὸν χειροτονηθεῖσιν ἔδοξε, κατέ‐ στησαν, τότε δὲ ἐνιαύσιος μὲν οὐδεὶς ᾑρέθη, πρὸς δὲ δὴ τὰ τοῦ

48

.

35

.

3

χρόνου μέρη ἄλλοι καὶ ἄλλοι ἀπεδείχθησαν. καὶ οἱ μὲν πρῶτοι καὶ τὸ ὄνομα τῆς ὑπατείας κατὰ παντὸς τοῦ ἔτους, ὥσπερ καὶ νῦν γίγνεται, ἔσχον· τοὺς δ’ ἑτέρους αὐτοὶ μὲν οἱ ἐν τῇ πόλει τῇ τε ἄλλῃ Ἰταλίᾳ ἐν ἑκάστῳ τῷ τῆς ἀρχῆς αὐτῶν χρόνῳ ὠνόμαζον, ὃ
5καὶ νῦν ποιεῖται, οἱ δὲ λοιποὶ ἤ τινας αὐτῶν ἢ οὐδένας ᾔδεσαν, καὶ διὰ τοῦτο σμικροτέρους σφᾶς ὑπάτους ἐπεκάλουν.

48

.

36

.

1

οἴκοι μὲν δὴ ταῦτ’ ἔπραττον, τῷ δὲ δὴ Σέξτῳ πρῶτον μὲν διὰ τῶν ἑταίρων, καὶ ὅπως καὶ ἐφ’ οἷς καταλλαγήσοιντο, συνέβησαν, ἔπειτα δὲ καὶ αὐτοὶ πρὸς Μισηνῷ ἐς λόγους ἦλθον. εἱστήκεσαν δὲ οἱ μὲν ἐν τῇ ἠπείρῳ, ὁ δὲ ἐν χώματί τινι ἐν τῇ θαλάσσῃ ἐπ’
5αὐτὸ τοῦτο περιρρύτῳ οὐ πόρρω σφῶν πρὸς ἀσφάλειαν αὐτῷ πε‐

48

.

36

.

2

ποιημένῳ· καὶ παρῆν πᾶς μὲν ὁ τούτου ναυτικὸς πᾶς δὲ ὁ ἐκείνων πεζικὸς ὄχλος, οὐχ ἁπλῶς, ἀλλ’ οἱ μὲν ἐπὶ τῆς γῆς οἱ δὲ ἐπὶ τῶν νεῶν ἐξωπλισμένοι παρετετάχατο, ὥστε καὶ ἀπ’ αὐτοῦ τούτου δῆ‐ λον πᾶσι γενέσθαι ὅτι ἔκ τε τοῦ φόβου τῆς παρασκευῆς σφων καὶ
5ἐξ ἀνάγκης, οἱ μὲν διὰ τὸν δῆμον ὁ δὲ διὰ τοὺς συνόντας οἱ,

48

.

36

.

3

ἐσπείσαντο. αἱ δὲ δὴ συνθῆκαι ἐπὶ τοῖσδε ἐγένοντο, τούς τε αὐτο‐ μολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν· τούτους γὰρ δῆθεν ὑπεξείλοντο, ἐπεὶ τῷ γε ἔργῳ καὶ ἐκείνων τινὲς κατιέναι ἔμελλον· καὶ γὰρ αὐτὸς ὁ

48

.

36

.

4

Σέξτος εἷς ἐξ αὐτῶν γεγονέναι ἐδόκει. ἀλλ’ ἐγράφη γε τοὺς ἄλλους πλὴν τούτων πάντας ἐπί τε ἀδείᾳ καὶ ἐπὶ τῷ τετάρτῳ τῆς δημευ‐ θείσης σφῶν οὐσίας ἐπανελθεῖν, καὶ ἐκείνων μέν τισι καὶ δημαρχίας καὶ στρατηγίας ἱερωσύνας τε εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον

48

.

36

.

5

ὕπατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι, ἔκ τε τῆς οὐ‐ σίας τῆς πατρῴας χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι μήτ’ αὐτομόλους δεχόμενον μήτε ναῦς ἐπικτώμενον

48

.

36

.

6

μήτε τινὰ φρούρια ἐν τῇ Ἰταλίᾳ ἔχοντα, ἀλλὰ τήν τε εἰρήνην αὐτῇ τὴν ἐκ τῆς θαλάσσης πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει
τακτὸν πέμποντα. τὸν δὲ δὴ χρόνον αὐτῷ τοῦτον προσέγραψαν, ὅτι καὶ αὐτοὶ πρόσκαιρον δή τινα τὴν ἐξουσίαν ἀλλ’ οὐκ ἀίδιον
5ἔχειν δοκεῖν ἤθελον.

48

.

37

.

1

ταῦτα μὲν οὖν συνθέμενοι καὶ συγγραψάμενοι τά τε γραμμα‐ τεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παρακατέθεντο, καὶ μετὰ τοῦτο δεξιάς τέ σφισιν ἔδοσαν καὶ ἐφίλησαν ἀλλήλους. γενομένου δὲ τούτου πολλὴ καὶ ἄπλετος βοὴ καὶ ἐκ τῆς ἠπείρου ἅμα καὶ ἐκ τῶν

48

.

37

.

2

νεῶν ἠγέρθη. πολλοὶ μὲν γὰρ στρατιῶται πολλοὶ δὲ καὶ ἰδιῶται παρόντες ἀθρόον καὶ ἐξαπιναίως, ἅτε καὶ τῷ πολέμῳ δεινῶς ἀχθό‐ μενοι καὶ τῆς εἰρήνης ἰσχυρῶς ἐπιθυμοῦντες, ἐξέκραγον, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι, κἀκ τούτου καὶ φρίκην σφίσι καὶ ἔκπληξιν με‐
5γάλην ἐγγενέσθαι, καὶ πολλοὺς μὲν ὑπ’ αὐτῶν τούτων ἐκθανεῖν,

48

.

37

.

3

πολλοὺς δὲ συμπατηθέντας ἢ καὶ ἀποπνιγέντας ἀπολέσθαι. οἵ τε γὰρ ἐν τοῖς σκάφεσιν ὄντες οὐκ ἀνέμειναν τῇ γῇ αὐτῇ προσελθεῖν, ἀλλ’ ἐξεπήδων ἐς τὴν θάλασσαν, καὶ οἱ ἕτεροι ἐς αὐτὸν τὸν βυθὸν ἐπεσέβαινον. κἀν τούτῳ ἠσπάζοντό τε ἀλλήλους ἅμα νηχόμενοι
5καὶ περιέβαλλον κολυμβῶντες, ὥστε ποικίλην μὲν αὐτῶν θέαν ποι‐

48

.

37

.

4

κίλην δὲ καὶ ἀκοὴν συμβῆναι. οἱ μὲν γὰρ τούς τε συγγενεῖς καὶ τοὺς ἑταίρους ζῶντας εἰδότες καὶ τότε παρόντας ὁρῶντες ἀπλήστῳ τῇ ἡδονῇ ἐχρῶντο· οἱ δὲ ἀπολωλέναι τέ σφας πρότερον νομίζοντες καὶ τότε παρὰ δόξαν θεωροῦντες ἄποροί τε ἐπὶ πολὺ ἐγίγνοντο καὶ
5ἀφασίᾳ συνείχοντο, ἀπιστοῦντές τε ἅμα τῇ ὄψει καὶ εὐχόμεν ἀληθῆ ταύτην εἶναι· καὶ οὐ πρότερόν γε ἐγνώριζόν σφας πρὶν τά

48

.

37

.

5

τε ὀνόματα αὐτῶν ἀνακαλέσαι καὶ φθεγγομένων τι ἀκοῦσαι· οὕτω δὲ ἔχαιρον μὲν ὡς καὶ ἀναβιωσκομένων σφῶν, ἀναγκαζόμενοι δὲ ἀθρόως ἥδεσθαι οὐκ ἀδακρυτὶ διῆγον. καὶ ἕτεροι ἀγνοοῦντές τε τοὺς φιλτάτους ἀπολωλότας, καὶ ζῆν παρεῖναί τε αὐτοὺς ἡγούμενοι,
5ἐζήτουν τέ σφας ἅμα περιφοιτῶντες, καὶ πάντα τὸν προστυγχά‐

48

.

37

.

6

νοντα περὶ αὐτῶν ἐπηρώτων· καὶ τέως μὲν οὐδὲν ἀκριβὲς ἐμάνθα‐ νον, μαινομένοις τε ἐῴκεσαν καὶ ἐν ἀπόρῳ καθειστήκεσαν, ἐλπίζοντές τε ἅμα αὐτοὺς εὑρήσειν καὶ φοβούμενοι μὴ τεθνήκασι, καὶ μήτ’ ἀπογνῶναι πρὸς τὴν ἐπιθυμίαν μήτ’ ἀπαλγῆσαι πρὸς τὴν ἐλπίδα

48

.

37

.

7

δυνάμενοι· μαθόντες δὲ τὴν ἀλήθειαν τάς τε τρίχας ἐσπαράττοντο καὶ τὰς ἐσθῆτας περιερρήγνυντο, ὀνομαστί τε αὐτοὺς ἀνεκάλουν ὡς καὶ ἐπακοῦσαί τι δυναμένους, καὶ πένθος ὡς καὶ τότε τελευ‐

48

.

37

.

8

τώντων αὐτοῦ τέ που κειμένων σφῶν ἐποιοῦντο. καὶ εἴγε τισὶ μηδὲν αὐτοῖς τοιοῦτο παρῆν, ἀλλ’ ἐπί γε τοῖς τῶν ἄλλων παθή‐ μασιν ἐταράττοντο· ἢ γὰρ χαίροντί τινι συνήδοντο ἢ πενθοῦντι συνελυποῦντο, καὶ οὕτως εἰ καὶ ἔξω οἰκείου πάθους ἦσαν, ὅμως

48

.

37

.

9

οὐκ ἐδύναντο διὰ τὴν πρὸς τοὺς ἄλλους ὁμιλίαν ἡσυχάζειν. καὶ ἐκ τούτου οὔτε κόρον οὔτ’ αἰσχύνην, ἅτε καὶ τοῖς αὐτοῖς συμφε‐ ρόμενοι, ἐλάμβανον, ἀλλὰ τήν τε ἡμέραν ὅλην καὶ τῆς νυκτὸς τὰ πλείω ἐς ταῦτα κατανάλωσαν.

48

.

38

.

1

μετὰ δὲ δὴ ταῦθ’ οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθει‐ στίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ· τοσοῦτον γὰρ ὁ Σέξτος τῇ δυνάμει σφῶν περιῆν ὥστε μὴ πρότερον αὐτὸν ἐς τὴν

48

.

38

.

2

ἤπειρον ἐκβῆναι πρὶν ἐκείνους ἐς τὴν ναῦν ἐσελθεῖν. καὶ τοῦτο μέντοι ποιήσας, δυνηθείς τ’ ἂν ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλί‐ γοις παρόντας, ὥσπερ που καὶ ὁ Μηνᾶς αὐτῷ συνεβούλευε, φο‐ νεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καίπερ πρὸς τὸν Ἀντώνιον, ἐπειδὴ τὴν
5οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος γάρ τις 〈τῆσ〉 τῶν Ῥωμαίων πόλεως οὕτω καλούμενός ἐστιν), ἀπο‐

48

.

38

.

3

σκώψας τρόπον τινὰ ἥδιστον (ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφη), ὅμως οὐδὲν ὡς καὶ μνησικακῶν σφισιν ἔπραξεν, ἀλλὰ τῇ τε ὑστεραίᾳ ἀνθειστιάθη, καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καί‐
5σαρος ἀδελφιδῷ ἠγγύησεν.

48

.

39

.

1

οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶν τε Πάρθων ὧδε διεπολεμήθη. ὁ Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρό‐
νισεν, τάς τε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν,

48

.

39

.

2

ἵν’ ὅτι ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι. καὶ ἄλλα τε ἐν τούτῳ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτός τε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου· ἐπειδή τε οἱ Ἀθηναῖοι πρός τε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ
5κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρ’ αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε,

48

.

39

.

3

τὸν δὲ δὴ Οὐεντίδιον τὸν Πούπλιον ἐς τὴν Ἀσίαν προύπεμψεν. καὶ ὃς ἦλθέ τε ἐπὶ τὸν Λαβιῆνον πρὶν ἔκπυστος γενέσθαι, καὶ κατα‐ πλήξας αὐτὸν τῷ τε αἰφνιδίῳ τῆς ἐφόδου καὶ τοῖς στρατεύμασιν (ἄνευ γὰρ τῶν Πάρθων μετὰ τῶν αὐτόθεν στρατιωτῶν μόνων ἦν)
5ἐκεῖθέν τε μηδὲ ἐς χεῖράς οἱ ὑπομείναντα εὐθὺς ἐξέωσε, καὶ φεύγοντα ἐς τὴν Συρίαν ἐπεδίωξε, τὸ κουφότατον τοῦ στρατοῦ

48

.

39

.

4

λαβών. καὶ αὐτὸν πρὸς τῷ Ταύρῳ καταλαβὼν οὐκέτι περαιτέρω προχωρῆσαι εἴασεν, ἀλλ’ ἐνταῦθα ἐπὶ πλείους ἡμέρας καταστρα‐ τοπεδευσάμενοι ἡσύχαζον· Λαβιῆνος μὲν γὰρ τοὺς Πάρθους, Οὐεν‐

48

.

40

.

1

τίδιος δὲ τοὺς ὁπλίτας ἀνέμεινεν. ὡς οὖν καὶ οὗτοι ἐν ταῖς αὐταῖς ἅμα ἀμφότεροι ἡμέραις ἦλθον, Οὐεντίδιος μὲν δέει τῆς ἵππου τῶν

48

.

40

.

2

βαρβάρων ἐν τῷ μετεώρῳ, οὗπερ ηὐλίζετο, κατέμεινεν, οἱ δὲ δὴ Πάρθοι ἔκ τε τοῦ πλήθους σφῶν καὶ ἐκ τοῦ προνενικηκέναι ποτὲ καταφρονήσαντες πρός τε τὸν γήλοφον ἅμα τῇ ἕῳ, πρὶν καὶ τῷ Λα‐ βιήνῳ συμμῖξαι, προσήλασαν, καὶ ὡς οὐδείς σφισιν ἀντεπεξῄει, καὶ

48

.

40

.

3

πρὸς τὸ ὄρθιον αὐτὸ προσέβαλον. καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀνα‐ στροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι προσιόντες,
5ἐσφάλησαν· οἵ τε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλ’ ἐς

48

.

40

.

4

Κιλικίαν ἔφυγον. ὁ οὖν Οὐεντίδιος ἐπεδίωξε μὲν αὐτοὺς μέχρι τοῦ στρατοπέδου, ἰδὼν δὲ ἐνταῦθα τὸν Λαβιῆνον ἐπέσχε. καὶ ὃς παρετάξατο μὲν ὡς καὶ ἐς χεῖρας αὐτῷ ἥξων, αἰσθόμενος δὲ τοὺς στρατιώτας ἀθύμως διὰ τὴν τῶν βαρβάρων φυγὴν ἔχοντας οὔτε
5τότε ἐθάρσησέν οἱ ἀντᾶραι, καὶ τῆς νυκτὸς ἀποδρᾶναί ποι ἐπεχεί‐

48

.

40

.

5

ρησε. προγνοὺς οὖν τοῦτο ἐξ αὐτομόλων ὁ Οὐεντίδιος πολλοὺς μὲν
ἐν τῇ ἀποχωρήσει ἐνεδρεύσας ἔκτεινε, πάντας δὲ τοὺς λοιποὺς ἐγ‐ καταλειφθέντας ὑπὸ τοῦ Λαβιήνου παρεστήσατο. καὶ ἐκεῖνος δὲ τότε μὲν τὴν ἐσθῆτα μετεκδὺς διέφυγε, καὶ χρόνον τινὰ ἐν τῇ Κι‐

48

.

40

.

6

λικίᾳ διέλαθεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω· οὗτος γὰρ ἐξε‐ λεύθερός τε τοῦ Καίσαρος τοῦ προτέρου ὤν, καὶ τότε τῇ Κύπρῳ πρὸς τοῦ Ἀντωνίου προστεταγμένος, ἀνεζήτησέ τε αὐτὸν μαθὼν ὅτι κρύπτοιτο, καὶ συνέλαβε.

48

.

41

.

1

μετὰ δὲ δὴ τοῦτο ὁ Οὐεντίδιος τήν τε Κιλικίαν ἐκομίσατο, καὶ αὐτὸς μὲν ταύτην καθίστατο, Πουπήδιον δὲ δὴ Σίλωνα μεθ’ ἱππέων

48

.

41

.

2

πρὸς τὸν Ἀμανὸν προύπεμψε. τοῦτο δὲ τὸ ὄρος ἔν τε τῇ μεθορίᾳ τῆς τε Κιλικίας καὶ τῆς Συρίας ἐστί, καὶ στενοπορίαν τοσαύτην δή τινα ἔχει ὥστε καὶ πύλας ποτὲ ἐν αὐτῇ μετὰ τείχους ἐνοικο‐

48

.

41

.

3

δομηθῆναι καὶ τὸ χωρίον ἀπ’ αὐτῶν ἐπονομασθῆναι. οὐ μέντοι καὶ κατασχεῖν αὐτὸ ὁ Σίλων ἠδυνήθη, ἀλλὰ καὶ ἐκινδύνευσεν ὑπὸ Φραναπάτου ὑπάρχου τε τοῦ Πακόρου ὄντος καὶ τὴν δίοδον φυλάτ‐ τοντος ἀπολέσθαι. κἂν ἔπαθε τοῦτο, εἰ μὴ ὁ Οὐεντίδιος μαχομένῳ

48

.

41

.

4

αὐτῷ κατὰ τύχην ἐπιστὰς ἐπήμυνεν· ἀνελπίστοις τε γὰρ ἅμα καὶ ἐλάττοσι τοῖς βαρβάροις σφῶν οὖσι προσπεσὼν τόν τε Φραναπάτην καὶ ἄλλους πολλοὺς ἐφόνευσε, καὶ οὕτω τήν τε Συρίαν ἐκλειφθεῖ‐ σαν ὑπὸ τῶν Πάρθων ἀμαχεὶ πλὴν τῶν Ἀραδίων παρέλαβε, καὶ
5μετὰ τοῦτο τὴν Παλαιστίνην, Ἀντίγονον τὸν βασιλεύοντα αὐτῆς

48

.

41

.

5

ἐκφοβήσας, ἀπόνως κατέσχε. καὶ ὁ μὲν ταῦτά τε διῆγε, καὶ χρή‐ ματα πολλὰ μὲν παρὰ τῶν ἄλλων ὡς ἑκάστων, πολλὰ δὲ καὶ παρὰ τοῦ Ἀντιγόνου τοῦ τε Ἀντιόχου καὶ Μάλχου τοῦ Ναβαταίου, ὅτι τῷ Πακόρῳ συνήραντο, ἐσέπραξε. καὶ αὐτὸς μὲν οὐδὲν ἐπ’ αὐτοῖς
5παρὰ τῆς βουλῆς, ἅτε οὐκ αὐτοκράτωρ ὢν ἀλλ’ ἑτέρῳ ὑποστρατη‐
γῶν, εὕρετο, ὁ δὲ Ἀντώνιος καὶ ἐπαίνους καὶ ἱερομηνίας ἔλαβεν.

48

.

41

.

6

οἵ γε μὴν Ἀράδιοι δείσαντες μὴ καὶ δίκην ὧν ἐς τὸν Ἀντώνιον ἐτετολ‐ μήκεσαν ὑπόσχωσιν, ἐκείνῳ μέν, καίτοι χρόνον ὑπ’ αὐτοῦ πολιορκη‐ θέντες, οὐ προσεχώρησαν, ὕστερον δὲ ὑπ’ ἄλλων μόλις ποτὲ ἑάλωσαν.

48

.

41

.

7

κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ἐγένετο μὲν καὶ ἐν Ἰλλυριοῖς τοῖς Παρθινοῖς κίνησις, καὶ αὐτὴν ὁ Πωλίων μάχαις ἔπαυσεν,

48

.

42

.

1

ἐγένετο δὲ καὶ ἐν Ἰβηρίᾳ Κερητανῶν, καὶ αὐτοὺς ὁ Καλουῖνος κατε‐ στρέψατο, προκατορθώσας τέ τι καὶ προδυστυχήσας διὰ τοῦ ὑπο‐ στρατήγου λοχισθέντος τε ὑπὸ τῶν βαρβάρων καὶ ἐγκαταλειφθέντος

48

.

42

.

2

ὑπὸ τῶν στρατιωτῶν. καὶ οὐ πρότερόν γε ἐπεχείρησε τοῖς πολεμίοις πρὶν ἐκείνους τιμωρήσασθαι· συγκαλέσας γὰρ αὐτοὺς ὡς καὶ ἐπ’ ἄλλο τι τῷ λοιπῷ στρατῷ περιέσχε, καὶ δύο τε ἑκατονταρχίας ἐδε‐ κάτευσε, καὶ ἑκατοντάρχους συχνούς, ἄλλους τε καὶ τὸν ἐν τῷ

48

.

42

.

3

πρώτῳ πίλῳ καλουμένῳ στρατευόμενον, ἐκόλασε. ταῦτα δὲ ποιή‐ σας ὥστε καὶ ὄνομα κατὰ τὸν Κράσσον τὸν Μᾶρκον ἐπὶ τῇ τοῦ στρατοῦ δικαιώσει λαβεῖν, πρός τε τοὺς ἐναντίους ὥρμησε καὶ οὐ

48

.

42

.

4

χαλεπῶς αὐτοὺς κατειργάσατο. τυχών τε τῶν ἐπινικίων καίτοι τῆς Ἰβηρίας τῷ Καίσαρι προστεταγμένης (πρὸς γὰρ τὰς τῶν κρατούντων βουλήσεις καὶ αἱ τιμαὶ τοῖς ὑποστρατηγοῦσί σφισιν ἐγίγνοντο), τό τε χρυσίον τὸ παρὰ τῶν πόλεων ἐς αὐτὰ εἰωθὸς δίδοσθαι ἐκ μόνων
5τῶν Ἰβηρικῶν ἔλαβε, καὶ ἀπ’ αὐτοῦ τὸ μέν τι ἐς τὴν ἑορτὴν ἀνά‐

48

.

42

.

5

λωσε, τὸ δὲ δὴ πλεῖον ἐς τὸ βασίλειον. κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο. καὶ αὐτὰς ἀπαιτηθεὶς ὕστερον οὐκ ἀπέδωκεν, εὐτραπελίᾳ χρησάμε‐

48

.

42

.

6

νος· ὡς γὰρ οὐκ ἔχων ἱκανοὺς ὑπηρέτας “πέμψον τινάς” ἔφη “καὶ ἆρον αὐτάς”, καὶ οὕτως ἐκεῖνος ὀκνήσας τὴν ἱεροσυλίαν ἀνακεῖσθαί σφας εἴασε.

48

.

43

.

1

ταῦτα μὲν ἐν τῷ χρόνῳ τούτῳ ἐγένετο· ἐπὶ δ’ Ἀππίου τε
Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπάτων, οἷς πρώτοις δύο ἑκατέροις ταμίαι συνεγένοντο, τό τε πλῆθος πρὸς τοὺς τελώνας βαρύτατά σφισιν ἐγκειμένους ἐστασίασε, καὶ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς ὑπη‐
5ρέταις τοῖς τε στρατιώταις τοῖς συνεσπράσσουσί σφισι τὰ χρήματα

48

.

43

.

2

ἐς χεῖρας ᾖσαν, καὶ στρατηγοὶ ἑπτὰ καὶ ἑξήκοντα ἄλλοι ἐπ’ ἄλλοις ἀποδειχθέντες ἦρξαν. ταμιεῦσαί τέ τις ἐν παισὶν αἱρεθεὶς ἔπειτα τῆς ὑστεραίας ἐς ἐφήβους ἐσῆλθε, καὶ ἕτερος ἐς τὸ βουλευτικὸν

48

.

43

.

3

ἐσγραφεὶς μονομαχῆσαι ἠθέλησε· καὶ ἐκεῖνός τε ἐκωλύθη τοῦτο ποιῆσαι, καὶ προσαπηγορεύθη μήτε βουλευτὴν μονομαχεῖν μήτε δοῦλον ῥαβδουχεῖν, μήτε τὰς καύσεις τῶν νεκρῶν ἐντὸς πεντεκαίδεκα ἀπὸ τῆς πόλεως σταδίων γίγνεσθαι.

48

.

43

.

4

πολλὰ μὲν δὴ καὶ πρὸ ἐκείνου τοῦ χρόνου τερατώδη συνηνέχθη (ἄλλα τε γὰρ καὶ ἔλαιόν τι παρὰ τῷ Τιβέριδι ἀνέβλυσε), πολλὰ δὲ καὶ τότε. ἥ τε γὰρ σκηνὴ ἡ τοῦ Ῥωμύλου ἐξ ἱερουργίας τινός, ἣν οἱ ποντίφικες ἐν αὐτῇ ἐπεποιήκεσαν, ἐκαύθη· καὶ Ἀρετῆς ἄγαλμα
5πρὸ πυλῶν τινων ἑστὸς ἔπεσεν ἐπὶ στόμα, κάτοχοί τέ τινες ἐκ τῆς Μητρὸς τῶν θεῶν γενόμενοι ὀργίζεσθαί σφισι τὴν θεὰν ἔφασαν.

48

.

43

.

5

καὶ ἀνεγνώσθη μὲν ἐπὶ τούτῳ τὰ Σιβύλλεια ἔπη· ὡς δὲ καὶ ἐκείνων ταὐτά τε εἰπόντων, καὶ τὸ ἄγαλμα ἐπί τε τὴν θάλασσαν καταχθῆ‐ ναι καὶ τῷ ὕδατι αὐτῆς καθαρθῆναι προσταξάντων, ἡ θεὸς πλεῖ‐ στόν τε ὅσον ἀπὸ τῆς γῆς ἐς τὸν βυθὸν ἐχώρησε καὶ ἐν αὐτῷ

48

.

43

.

6

ἐνεχρόνισε καὶ μόλις ὀψέ ποτε ἀνεκομίσθη, φόβος αὖ καὶ ἐκ τούτου οὐ σμικρὸς τοὺς Ῥωμαίους ἔλαβεν, οὐδ’ ἀνεθάρσησαν πρὶν φοίνικας τέσσαρας περί τε τὸν νεὼν αὐτῆς καὶ ἐν τῇ ἀγορᾷ ἀναφῦναι. ταῦτά τε οὖν τότε ἐγένετο, καὶ ὁ Καῖσαρ τὴν Λιουίαν ἔγημεν.

48

.

44

.

1

ἦν δὲ θυγάτηρ μὲν Λιουίου Δρούσου, ὃς ἔν τε τοῖς ἐκτεθεῖσιν ἐν τῷ λευκώματι ἐγεγόνει καὶ ἑαυτὸν μετὰ τὴν ἐν τῇ Μακεδονίᾳ ἧτταν κατεκέχρητο, γυνὴ δὲ τοῦ Νέρωνος, μεθ’ οὗ συνδιέφυγεν, ὥσπερ

48

.

44

.

2

εἴρηται· καὶ ἐκύει γε ἐξ αὐτοῦ μῆνα ἕκτον. διστάζοντος γοῦν τοῦ Καίσαρος, καὶ πυθομένου τῶν ποντιφίκων εἴ οἱ ὅσιον ἐν γαστρὶ
ἔχουσαν αὐτὴν ἀγαγέσθαι εἴη, ἀπεκρίναντο ὅτι εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ἀναβληθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ
5αὐτοῦ οὐδὲν κωλύει ἤδη αὐτὸν γενέσθαι, τάχα μέν που καὶ ὄντως ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, πάντως δ’ ἄν, εἰ καὶ μὴ εὗρον

48

.

44

.

3

αὐτό, εἰπόντες. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη· παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέ‐ φουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιουίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ
5τὸν Νέρωνα μεθ’ ἑτέρου τινὸς κατακείμενον, προσῆλθέ τε αὐτῇ καὶ ἔφη “τί ποιεῖς ἐνταῦθα, κυρία; ὁ γὰρ ἀνήρ σου” δείξας αὐτόν

48

.

44

.

4

“ἐκεῖ κατάκειται.” ταῦτα μὲν οὖν οὕτως ἐπράχθη, συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν ὁ Καῖσαρ καὶ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψεν, αὐτὸ τοῦτο ἐς τὰ ὑπομνήματα ἐγγράψας, ὅτι Καῖσαρ τὸ γεννηθὲν Λιουίᾳ τῇ

48

.

44

.

5

ἑαυτοῦ γυναικὶ παιδίον Νέρωνι τῷ πατρὶ ἀπέδωκε. καὶ ἐκεῖνος [τε] τελευτῶν 〈οὐ〉 πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. ὁ δ’ οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι
5ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.

48

.

45

.

1

ἐν μὲν δὴ τῇ πόλει ταῦτα ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ὁ Βογούας ὁ Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτ’ οὖν κατ’ ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφ’ ἑαυτοῦ γνώμης, πλεύσας πολλὰ μὲν

48

.

45

.

2

ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε, κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν ἐπαναστάντων αὐτῷ τῆς τε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο· οἵ τε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ ὁ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ

48

.

45

.

3

ἐγένοντο. καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, ὁ δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκα τε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο· τοῖς τε Τιγγιτανοῖς πολι‐ τεία ἐδόθη.

48

.

45

.

4

ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ ὁ Σέξτος ὅ τε Καῖσαρ ἐπο‐ λέμησαν· οἷα γὰρ οὐκ ἐθελονταὶ οὐδ’ ἐκ προαιρέσεως ἀλλὰ ἀναγκα‐ στοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν

48

.

45

.

5

ἐνέμειναν, ἀλλ’ εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν. ἔμελλον μὲν γάρ που καὶ ἄλλως, εἰ καὶ μηδεμίαν σκῆψιν εὗρον, πολεμήσειν· αἰτίαι δ’ οὖν αἵδε αὐτοῖς ἐγένοντο. ὁ Μηνᾶς ἐν τῇ Σαρδοῖ καὶ τότε ἔτι καθάπερ τις στρατηγὸς ὢν ὑπωπτεύθη τε ὑπὸ τοῦ Σέξτου
5διὰ τὴν τοῦ Ἑλένου ἄφεσιν καὶ ὅτι καὶ τῷ Καίσαρι ἐκεκοινολόγητο,

48

.

45

.

6

καί πῃ καὶ ὑπὸ τῶν ὁμοίων φθόνῳ τῆς δυναστείας διεβλήθη. κἀκ τούτου μεταπεμφθεὶς ὑπ’ αὐτοῦ, πρόφασιν ὅπως περί τε τοῦ σίτου καὶ περὶ τῶν χρημάτων ὧν διῳκήκει ἀπολογίσηται, οὐχ ὑπήκουσεν ἀλλὰ τοὺς κατὰ τοῦτο πεμφθέντας συλλαβὼν ἀπέκτεινε, πρός τε
5τὸν Καίσαρα προκηρυκευσάμενος τήν τε νῆσον αὐτῷ καὶ τὸ ναυ‐

48

.

45

.

7

τικὸν τό τε ἄλλο στράτευμα καὶ ἑαυτὸν παρέδωκε. καὶ αὐτὸν ἐκεῖνος ἀσμένως ἰδών, ἐπειδὴ καὶ τὸν Σέξτον τούς τε αὐτομολοῦν‐ τας παρὰ τὰ συγκείμενα ὑποδέχεσθαι καὶ ναυπηγίαν τριήρων ποι‐ εῖσθαι ἔν τε τῇ Ἰταλίᾳ φρουρὰς ἔχειν ἔλεγεν, οὔτε ἐξέδωκεν ἐξ‐
5αιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε

48

.

45

.

8

χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε. τὸ δὲ δὴ τῶν δακτυλίων τοιόνδε ἐστίν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν δουλευσάντων ποτέ, ἀλλ’ οὐδὲ τῶν ἐν ἐλευθέρῳ γένει τρα‐ φέντων, δακτυλίοις χρυσοῖς πλὴν τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων

48

.

45

.

9

χρῆσθαι, ὥσπερ εἴρηταί μοι, ἐξῆν· καὶ διὰ τοῦτο τοῖς ἐξελευθέροις, οἷς ἂν ὁ τὸ κράτος ἔχων ἐθελήσῃ, καίτοι καὶ ἄλλως χρυσοφοροῦσιν, ὅμως ἐν τιμῆς μέρει, ὡς καὶ βελτίοσιν ἢ κατὰ ἀπελευθερίαν ἱππεύειν τε δυναμένοις, δίδονται.

48

.

46

.

1

τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Σέξτος ταῦτά τε τῷ Καίσαρι ἐγκαλῶν, καὶ ὅτι ἡ Ἀχαΐα ἐκεκάκωτο καὶ οὔτε αὐτῷ οὔτε τοῖς κατελθοῦσι τὰ ὁμολογηθέντα ἐγίγνετο, ἔπεμψε Μενεκράτην ἐς τὴν Ἰταλίαν, ἐξελεύθερον καὶ αὐτὸν ἑαυτοῦ ὄντα, καὶ δι’ ἐκείνου

48

.

46

.

2

ἄλλα τε τῆς Καμπανίας καὶ Οὐόλτουρνον ἐπόρθησεν. ὁ οὖν Καῖσαρ μαθὼν τοῦτο τά τε γραμματεῖα τὰ τῆς συμβάσεως ἀνείλετο παρὰ
τῶν ἀειπαρθένων, καὶ τὸν Ἀντώνιον τόν τε Λέπιδον μετεπέμψατο. καὶ αὐτῷ Λέπιδος μὲν οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε

48

.

46

.

3

μὲν ἐς τὸ Βρεντέσιον (ἐν γὰρ τῇ Ἑλλάδι ἔτι ὢν ἐτύγχανε), πρὶν δὲ ἢ συμμῖξαι τῷ Καίσαρι ἐν Τυρσηνίᾳ ὄντι, δείσας ὅτι λύκος ἔς τε τὸ στρατήγιον αὐτοῦ ἐσῆλθε καὶ στρατιώτας ἔφθειρεν, ἐς τὴν Ἑλλάδα αὖθις, πρόφασιν τὰ τῶν Πάρθων ὡς κατεπείγοντα ποιη‐

48

.

46

.

4

σάμενος, ἀνέπλευσεν. πρὸς οὖν τοῦτο ὁ 〈μὲν〉 Καῖσαρ, εἰ καὶ τὰ μάλιστα ἐγκαταλελεῖφθαι ὑπ’ αὐτοῦ, ὅπως μόνος τῷ πολέμῳ συ‐ σχεθῇ, ἐνόμιζεν, ἀλλ’ οὔτι γε καὶ φανερῶς ὠργίζετο· ὁ δὲ δὴ Σέξτος ἐθρύλει τε ὡς μὴ δικαιοῦντος τοῦ Ἀντωνίου αὐτόν, καὶ προθυμό‐
5τερον τῶν προκειμένων εἴχετο, καὶ τέλος τῇ τε Ἰταλίᾳ ἐπέπλει καὶ ἀποβάσεις ποιούμενος πολλὰ μὲν ἐκάκου πολλὰ δὲ καὶ ἀντέπασχε.

48

.

46

.

5

κἀν τούτῳ ναυμαχία πρὸς Κύμῃ τοῦ τε Μενεκράτους καὶ Καλουι‐ σίου Σαβίνου γίγνεται· καὶ ἐν αὐτῇ νῆες μὲν πλείους τοῦ Καίσαρος, ἅτε πρὸς θαλασσουργοὺς ἀντικαθισταμένου, ἀπώλοντο, ὁ δὲ δὴ Μενεκράτης τῷ Μηνᾷ συμπεσὼν ἐκ φιλονεικίας καὶ φθαρεὶς ἀν‐

48

.

46

.

6

τίρροπον τὴν συμφορὰν τῷ Σέξτῳ παρέσχε. καὶ διὰ τοῦτο οὔτε ἐκεῖνος προσεποιήσατό τι τῆς νίκης, καὶ ὁ Καῖσαρ παρεμυθεῖτο

48

.

47

.

1

ἑαυτὸν τῆς ἥττης. καὶ ἔτυχε γὰρ ἐν τῷ Ῥηγίῳ τὸν χρόνον τοῦτον ὤν, δείσαντες οἱ Σέξτειοι μὴ καὶ ἐς τὴν Σικελίαν περαιωθῇ, καί τι καὶ πρὸς τὸν τοῦ Μενεκράτους θάνατον ἀθυμήσαντες, ἀπῆραν

48

.

47

.

2

ἐκ τῆς Κύμης. ὁ οὖν Σαβῖνος ἐπιδιώκων αὐτοὺς μέχρι μὲν Σκυλ‐ λαίου τοῦ τῆς Ἰταλίας ἀκρωτηρίου ἀπόνως ἦλθε· περιβάλλοντι δ’ αὐτῷ ἐκεῖνο ἄνεμος μέγας προσπεσὼν πολλὰς τῶν νεῶν τὰς μὲν πρὸς τὴν ἄκραν προσήραξε, τὰς δὲ καὶ μετεώρους κατέδυσε, πάσας

48

.

47

.

3

δὲ τὰς λοιπὰς διεσκέδασε. πυθόμενος οὖν τοῦτο ὁ Σέξτος ἔπεμψεν ἐπ’ αὐτὰς τὸ ναυτικόν, Ἀπολλοφάνει προστάξας. καὶ ὃς εὑρὼν τὸν Καίσαρα ταύτῃ που παραπλέοντα, ἵνα μετὰ τοῦ Σαβίνου ἐς τὴν Σικελίαν διαβάλῃ, ἐπ’ αὐτὸν ᾖξε. κἀκ τούτου ἐκεῖνος τάς τε
5ναῦς συνορμίσας καὶ τοὺς ὁπλίτας ἐπ’ αὐτῶν παρατάξας τὸ μὲν

48

.

47

.

4

πρῶτον πάνυ γενναίως αὐτὸν ἀπεκρούσατο· αἵ τε γὰρ νῆες ἀντί‐ πρῳροι τεταγμέναι οὐδεμίαν οἱ ἀσφαλῆ ἐμβολὴν ποιήσασθαι ἐπέ‐ τρεπον, ἀλλ’ οἷα καὶ παχύτεραι καὶ ὑψηλότεραι οὖσαι πλεῖον τοὺς πλησιάσαντας ἔβλαπτον, καὶ οἱ ὁπλῖται ἐς χεῖράς σφισιν ἰόντες

48

.

47

.

5

πολὺ κρείττους ἐγίγνοντο. ἔπειτα δὲ τοῦ Ἀπολλοφάνους τοὺς μὲν τραυματίας τούς τε ἀεὶ πονουμένους ἐς ἑτέρας ναῦς ἐπιτεταγμένας οἱ μετεκβιβάζοντος ἐξ ἀνακρούσεως, ἄλλους δὲ ἀκραιφνεῖς μεταλαμ‐ βάνοντος, καὶ τούς τε πρόσπλους συνεχεῖς ποιουμένου καὶ πυρφόροις
5βέλεσι χρωμένου, ἐτράπετο καὶ πρὸς τὴν γῆν καταφυγὼν καθωρ‐

48

.

47

.

6

μίσατο. καὶ ἐπειδὴ καὶ ὣς οἱ ἐναντίοι σφίσιν ἐνέκειντο, τάς τε ἀγκύρας τινὲς ἐξαίφνης ἀπέκοψαν καὶ ἐς αὐτοὺς ἀπροσδόκητοι ἀντεξώρμησαν. καὶ τοῦτό τε ἐπέσχε μὴ πάσας τὰς ναῦς τὸν Ἀπολ‐ λοφάνη τὰς μὲν καταπρῆσαι τὰς δ’ ἀναδήσασθαι, καὶ ὅτι νὺξ τῷ
5ἔργῳ ἐπεγένετο.

48

.

48

.

1

τούτου δὲ τοιούτου συμβάντος, ἄνεμός τις τῇ ὑστεραίᾳ ἐξαί‐ σιος τῷ τε Καίσαρι καὶ τῷ Σαβίνῳ καθ’ ἓν ὁρμοῦσιν ἐπιπεσὼν σμικρὸν τὸ πρότερον πάθος αὐτῶν ἀπέφηνε. καὶ τὸ μὲν τοῦ

48

.

48

.

2

Σαβίνου ναυτικὸν ἧττον ἐπόνησεν· ὁ γὰρ Μηνᾶς, ἅτε ἐκ πολλοῦ θαλαττουργὸς ὤν, τόν τε χειμῶνα προείδετο καὶ ἐς τὸ πέλαγος εὐθὺς τὰς ναῦς ἀνώρμισε, καὶ αὐτὰς ἀγκύραις χαλαραῖς, ἵνα μὴ τὰ σχοινία τεινόμενα διαρραγῇ, διαλαβὼν πρὸς αὐτὸν τὸν
5ἄνεμον ἀντήρεττε, καὶ οὕτως οὔτε τι σχοινίον ἔτεινε καὶ ἐν τῷ αὐτῷ ἀεὶ ἔμενε, πᾶν ὅσον ὑπὸ τοῦ πνεύματος ἀπεωθεῖτο, ἐκ τῆς

48

.

48

.

3

εἰρεσίας ἀνοκωχεύων. οἱ δ’ ἕτεροι, ἅτε τῇ προτεραίᾳ δεινῶς τετα‐ λαιπωρηκότες καὶ τὰ θαλάττια μηδέπω ἀκριβῶς εἰδότες, πρός τε τὴν γῆν ἐγγὺς οὖσαν ἐξεβράσθησαν καὶ πολλὰς ναῦς ἀπέβαλον. ἥ τε νὺξ ὥσπερ πρότερον οὐκ ἐλάχιστα αὐτοῖς ἐβεβοηθήκει, οὕτω
5τότε ἐς τὰ μάλιστα ἐλυμήνατο· ὁ γὰρ ἄνεμος καὶ δι’ αὐτῆς πολὺς γενόμενος ἀπερρήγνυ τε ἀπὸ τῶν ἀγκυρῶν τὰ σκάφη καὶ πρὸς τὰς

48

.

48

.

4

πέτρας ἐξεώθει. καὶ ἐκεῖνά τε οὕτω διώλλυτο, καὶ οἱ ναῦται οἵ τε ἐπιβάται μήτε προϊδεῖν τι ὑπὸ τοῦ σκότους μήτ’ ἐπακοῦσαι διὰ τὸν θόρυβον καὶ διὰ τὴν ἠχὼ τὴν ἐκ τῶν ὀρῶν, ἄλλως τε καὶ τοῦ πνεύματος ἀντιπαταγοῦντός σφισι, δυνάμενοι μάτην προσαπώλλυντο.

48

.

48

.

5

καὶ διὰ τοῦτο ὅ τε Καῖσαρ τῆς μὲν Σικελίας ἀπέγνω, τῆς δ’ ἠπεί‐ ρου τῆς παραθαλασσίας φυλακὴν ἀγαπητῶς ἐποιήσατο, καὶ ὁ Σέξτος
ἔτι καὶ μᾶλλον ἤρθη, καὶ τοῦ τε Ποσειδῶνος υἱὸς ὄντως ἐπίστευεν εἶναι, καὶ στολὴν κυανοειδῆ ἐνεδύσατο, ἵππους τε, καὶ ὥς γέ τινές

48

.

48

.

6

φασι, καὶ ἄνδρας ἐς τὸν πορθμὸν ζῶντας ἐνέβαλε. καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἦγε καὶ ἔφερεν, ἐς δὲ Λιβύην τὸν Ἀπολλοφάνην ἔπεμψε. καὶ τοῦτον μὲν ὁ Μηνᾶς ἐπιδιώξας καὶ καταλαβὼν ἐκά‐ κωσε· μεθισταμένων δὲ τῶν περὶ τὴν Σικελίαν νησιωτῶν πρὸς
5τὸν Σέξτον ὁ Καῖσαρ τοὺς Λιπαραίους προκατέλαβε, καὶ ἔκ τε τῆς νήσου ἐξανέστησε καὶ ἐς Καμπανίαν ἐκόμισε, καὶ ἐκεῖ ἐν Νέᾳ

48

.

49

.

1

πόλει κατοικεῖν μέχρις οὗ ἂν πόλεμος ᾖ ἠνάγκασε. κἀν τούτῳ πλοῖά τε κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας τὰ μὲν πρῶτα παρὰ τῶν φίλων ὡς καὶ ἑκόντων διδόντων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἄλλων τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν
5τε δημοτῶν τῶν εὐπόρων δούλους συνέλεγεν, ὁπλίτας τε κατελέγετο, καὶ χρήματα παρά τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων, τῶν τε ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἔξω πάντων, ἤθροιζε.

48

.

49

.

2

καὶ τόν γε ἐνιαυτὸν τοῦτόν τε καὶ 〈τὸν〉 ὕστερον ἔς τε τὴν ναυ‐ πηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήν τε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ (κίνησις γάρ τις
5παρ’ αὐτοῖς ἐγένετο), τῷ δ’ Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν

48

.

49

.

3

ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπο‐ λεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πο‐ λέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε

48

.

49

.

4

καὶ ἐκπονῆσαι ἐξασκῆσαί τε τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλου) τὰ μὲν ἐπινίκια οὐκ ἔπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν

48

.

49

.

5

πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη· ὡς δ’ οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο (ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦν), ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε καὶ ἐξεποίησεν, ὃ ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνό
5τε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατ’ αὐτὸ νῦν ὄντα.

48

.

50

.

1

ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν· ὄρεσί τε γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν

48

.

50

.

2

βραχέων, περιείληπται, καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. ἡ μὲν γὰρ ἔξω τε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, ἡ δ’ ὀλίγῃ διαφυῇ ἀπ’ αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, ἡ δὲ μέση Λουκρινίς· ἡ γὰρ ἔξω,

48

.

50

.

3

τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαν τελεῖ. ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας, στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπ’ ἀμφότερα παρ’ αὐτὴν τὴν ἤπειρον ὁ Ἀγρίππας συντρήσας λιμένας ναυλοχωτάτους ἀπέδειξεν.

48

.

50

.

4

ἐργαζομένων δ’ αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτ’ οὖν τῆς Καλυψοῦς, ᾗ τὸ χωρίον ἀνατιθέασιν, ἐς ὃ καὶ τὸν Ὀδυσσέα ἐσπλεῦ‐ σαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτὲ συμβαί‐
5νει, οὐκ ἔχω εἰπεῖν· τὰ δ’ ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα

48

.

51

.

1

ἐθεασάμην, φράσω. τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρός τε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγοῦς ἔχει· καὶ αὐτὸ μὲν καθ’ ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται (οὔτε γὰρ πῦρ αὐτὸ οὔθ’ ὕδωρ ψυχρὸν αὐτὸ φαίνεται), ἐκ δὲ δὴ τῆς ὁμιλίας

48

.

51

.

2

σφῶν τό τε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται· καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων ἐς τὰς δεξαμενὰς χωρεῖ, τὴν δ’ ἀτμίδα αὐτοῦ ἔς τε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνά‐ γουσι, κἀνταῦθα αὐτῇ πυριῶνται· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀπό τε
5τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηροτέρα γίγνεται. κατα‐ σκευαί τε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔς τε

48

.

51

.

3

βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτηδειότατα. ταῦτά τε οὖν τὸ ὄρος
ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος (ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυται), διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ
5προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λι‐ παρὸν ἐκτήκεσθαι ὑπ’ αὐτοῦ, τὸ δὲ τραχὺ καὶ ὀστῶδες ὡς εἰπεῖν

48

.

51

.

4

ὑπολείπεσθαι. σηραγγώδεις τε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίγνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφ’ ὅσον γ’ ἂν ἐν τῷ ὑγρῷ ὦσι, πή‐ γνυνταί τε καὶ πετροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν
5ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταί τε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ

48

.

51

.

5

παντὸς συμπιληθὲν ἄλυτον γίγνεται. τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε ὁ Ἀγρίππας, ἐπειδὴ τάχιστα τοὺς ἔσπλους ἐξε‐ ποίησε, τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέ‐ φραττε, τοὺς δὲ ἐπ’ ἰκρίων ἐρέττειν ἤσκει.

48

.

52

.

1

οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ὑπὸ σημείων. ἄλλα τε γὰρ συχνά σφισιν ἐσηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντό τε ἀλλήλοις καὶ διε‐

48

.

52

.

2

φθάρησαν· καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. ἐπειδή τε ἐν τῇ πανηγύρει τῇ τῶν Ῥω‐ μαίων οὐδεὶς τῶν βουλευτῶν ἐν τῷ Καπιτωλίῳ, ὥσπερ εἴθιστο,

48

.

52

.

3

εἱστιάθη, ἐν τέρατος λόγῳ καὶ τοῦτ’ ἔλαβον. τό τε τῇ Λιουίᾳ συμ‐ βὰν ἐκείνῃ μὲν καθ’ ἡδονὴν ἐγένετο, τοῖς δ’ ἄλλοις δέος ἐνεποίησε· λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ σμικρὸν τὸ σημεῖον
5εἶναι, τήν τε ὄρνιθα ἐν ἐπιμελείᾳ ἦγε καὶ τὴν δάφνην ἐφύτευσε.

48

.

52

.

4

καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν ὥστε καὶ τοῖς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψασιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, ἥ τε Λιουία ἐγκολπώσεσθαι καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλε·

48

.

53

.

1

τοὺς δὲ δὴ ἄλλους τοὺς ἐν τῇ πόλει ταῦτά τε καὶ αἱ διαλλαγαὶ τῶν ἀρχόντων ἰσχυρῶς ἐτάρασσον· οὐ γὰρ ὅπως οἵ τε ὕπατοι καὶ
οἱ στρατηγοί, ἀλλὰ καὶ οἱ ταμίαι ἐπ’ ἀλλήλοις ἀντικαθίσταντο,

48

.

53

.

2

καὶ τοῦτ’ ἐπὶ χρόνον ἐγένετο. αἴτιον δὲ ὅτι πάντες οὐχ οὕτως ἵν’ οἴκοι ἐπὶ πλεῖον ἄρξωσιν, ὡς ἵνα ἐν τοῖς ἄρξασιν ἀριθμῶνται καὶ ἀπ’ αὐτοῦ καὶ τὰς τιμὰς καὶ τὰς δυνάμεις τὰς ἔξω λαμβάνωσιν ἐσπούδαζον. οὔκουν οὐδὲ ἐς ῥητὸν ἔτι τινὲς χρόνον ᾑροῦντο, ἀλλ’
5ὥστε ἐπιβῆναί τε τοῦ ὀνόματος τῆς ἀρχῆς καὶ ἀποστῆναι ὅταν τοῖς

48

.

53

.

3

τὸ κράτος ἔχουσι δόξῃ· καὶ πολλοί γε ἐπὶ τῆς αὐτῆς ἡμέρας ἑκά‐ τερον ἔπραξαν. εἰσὶ δὲ οἳ καὶ παντάπασι τὰς ἀρχὰς ὑπὸ πενίας ἐγκατέλιπον· τῶν γὰρ σὺν τῷ Σέξτῳ τότε ὄντων, ὡς καὶ κατὰ

48

.

53

.

4

δίκην δή τινα ἀτιμασθέντων, οὐ μνημονεύω. βουλευομένου δ’ οὖν καὶ Μάρκου τινὸς Ὀππίου ἀγορανομίας ὑπ’ ἀπορίας (ἐκ γὰρ τῶν ἐπικεκηρυγμένων καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἦν) ἐκστῆναι τὸ πλῆθος οὐκ ἐπέτρεψεν, ἀλλ’ ἔς τε τὰ ἄλλα τὰ πρὸς τὸν βίον ἀναγ‐
5καῖα καὶ ἐς τὸ τῆς ἀρχῆς ἀνάλωμα ἀργύριον αὐτῷ συνεσήνεγκε.

48

.

53

.

5

καὶ λόγος γε ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινουμένους τι, ἐσελθόντας συγκαταβαλεῖν τὰ χρήματα. καὶ ὁ μὲν οὕτω ζῶν τε ὑπὸ τοῦ ὁμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἔς τε τὸ Ἄρειον πεδίον ἐκομίσθη

48

.

53

.

6

καὶ ἐκεῖ καὶ ἐκαύθη καὶ ἐτάφη· ἡ δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸν σπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα, ἀνείλετο, πεισθεῖσα τοῖς ποντί‐ φιξι, καίπερ πολλοὺς ἄλλους ἐν αὐτῷ καὶ πρότερον καὶ μετὰ ταῦτα
5θάψασα.

48

.

54

.

1

κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ὁ Ἀντώνιος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν μὲν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων, οὐ μέντοι καὶ

48

.

54

.

2

παρέμεινεν αὐτῷ, ἀλλ’ ἅτε ἐς κατασκοπὴν αὐτοῦ μᾶλλον ἢ καὶ ἔργου τινὸς ἕνεκα ἀφιγμένος, ἐκείνῳ μὲν ναῦς ἔδωκε καὶ ἑτέρας
πέμψειν ὑπέσχετο, ἀνθ’ ὧν ὁπλίτας ἀντέλαβεν, αὐτὸς δὲ ὡς καὶ

48

.

54

.

3

ἐπὶ τοὺς Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἢ ἀποπλεῖν αὐτὸν ᾐτιάσαντο ἀλλήλους, πρότερον μὲν διὰ τῶν ἑταίρων, ἔπειτα δὲ καὶ δι’ ἑαυτῶν· καὶ οὐ γάρ πω σχολὴν πολεμῆσαί σφισιν ἦγον, συνηλ‐ λάγησαν τρόπον τινά, τῆς Ὀκταουίας ὅτι μάλιστα τοῦτο πρασσού‐

48

.

54

.

4

σης. καὶ ὅπως γε πλείοσι τοῖς τῆς συγγενείας συνδέσμοις συνέ‐ χοιντο, ὅ τε Καῖσαρ Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα, καὶ ἐκεῖνος τῷ Δομιτίῳ, καίτοι τοῦ Καίσαρος σφαγεῖ τε γενομένῳ καὶ ἐν τοῖς ἀπολουμένοις ἐκτεθέντι, τὴν ἑαυτοῦ τὴν ἐκ τῆς Ὀκταουίας

48

.

54

.

5

οἱ γεννηθεῖσαν ἠγγύησε. ταῦτά τε ἅμα πρὸς ἀλλήλους ἐπλάσσοντο· οὐ γάρ που καὶ ποιήσειν τι αὐτῶν ἤμελλον, ἀλλ’ ἐς τὴν χρείαν τῶν παρόντων σφίσι πραγμάτων ὑπεκρίνοντο. ἀμέλει καὶ τὴν Ὀκ‐ ταουίαν αὐτὴν εὐθὺς ἐκ τῆς Κερκύρας ὁ Ἀντώνιος ἐς τὴν Ἰταλίαν,
5ἵνα δὴ μὴ συγκινδυνεύσῃ οἱ τοῖς Πάρθοις πολεμοῦντι, ἀπέπεμψεν.

48

.

54

.

6

οὐ μὴν ἀλλ’ ἔν γε τῷ τότε ἐκεῖνά τε οὕτως ἔπραξαν, καὶ τὸν μὲν Σέξτον τῆς τε ἱερωσύνης ἅμα καὶ τῆς ὑπατείας ἐς ἣν ἀπεδέδεικτο ἔπαυσαν, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν ἐς ἄλλα ἔτη πέντε, ἐπειδὴ τὰ πρότερα ἐξεληλύθει, ἐπέτρεψαν. καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς

48

.

54

.

7

τὴν Συρίαν ἠπείγετο, Καῖσαρ δὲ ἐς τὸν πόλεμον καθίστατο. καὶ τὰ μὲν ἄλλα κατὰ γνώμην αὐτῷ ἐχώρει, ὁ δὲ δὴ Μηνᾶς ἄπιστός τε φύσει ὢν καὶ τὰ τοῦ κρείττονος ἀεὶ θεραπεύων, καὶ προσέτι καὶ ἀγανακτήσας ὅτι μηδεμίαν ἀρχὴν εἶχεν ἀλλὰ τῷ Σαβίνῳ ὑπετέτακτο,
5πρὸς τὸν Σέξτον αὖθις ηὐτομόλησεν.

49

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ Σέξτον ἐνίκησε καὶ Λέπιδον καθεῖλεν. β. Ὡς Οὐεντίδιος Πάκορον νικήσας ἀπέκτεινεν καὶ τοὺς Πάρθους ὑπὲρ τὸν Εὐφράτην ἐξήλασεν.
5γ. Ὡς Ἀντώνιος ὑπὸ Πάρθων ἡττήθη. δ. Ὡς Καῖσαρ Παννονίους κατεστρέψατο. ε. Ὡς Ἀντώνιος Ἀρταουάσδην τὸν Ἀρμενίων βασιλέα ἀπατήσας εἷλεν. ζ. Ὡς ἡ Παύλου στοὰ καθιερώθη. η. Ὡς Μαυριτανία ἡ περὶ Καισάρειαν Ῥωμαίων ἐγένετο.
10Χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Λ. Γέλλιος Λ. υἱ. Ποπλικόλας ὕπ. Μ. Κοκκήιος 〈... υἱ.〉 Νέρουας Λ. Κορνουφίκιος Λ. υἱ. 〈ὕπ.〉 Σέξτος Πομπήιος Σέξτου υἱ.
15Μ. Ἀντώνιος Μ. υἱ. τὸ βʹ ὕπ. Λ. Σκριβώνιος Λ. υἱ. Λίβων Καῖσαρ τὸ βʹ 〈ὕπ.〉 Λ. Οὐολκάκιος Λ. υἱ. Τοῦλλος

49

.

1

.

1

Ἐν μὲν οὖν τῷ χειμῶνι ἐν ᾧ Λούκιός τε Γέλλιος καὶ Κοκκήιος Νέρουας ὑπάτευσαν, ταῦθ’ οὕτως ἐγένετο· Καῖσαρ δέ, ὡς τό τε
ναυτικὸν ἡτοίμαστο καὶ τὸ ἔαρ ἐνέστη, ἦρέ τε ἐκ τῶν Βαιῶν καὶ παρὰ τὴν Ἰταλίαν ἐκομίζετο, ἐλπίδα οὐκ ἐλαχίστην ἔχων ἁπαντα‐
5χόθεν πέριξ τὴν Σικελίαν περισχήσειν. αὐτός τε γὰρ πολλαῖς ναυ‐ σὶν ἐπέπλει, καὶ αἱ τοῦ Ἀντωνίου ἐς τὸν πορθμὸν ἤδη παρῆσαν·

49

.

1

.

2

ὅ τε Λέπιδος ἄκων μέν, ὑπέσχητο δ’ οὖν αὐτῷ βοηθήσειν. μέγι‐ στον δὲ τῷ τε ὕψει τῶν σκαφῶν καὶ τῇ παχύτητι τῶν ξύλων ἐθάρ‐ σει· ὑπερπαχῆ τε γὰρ καὶ ὑπερμεγέθη κατεσκευάσθη, ὥστε ἐπιβάτας τε πλείστους ὅσους ἄγειν (καὶ γὰρ πύργους ἔφερον, ὅπως ὥσπερ
5ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀγωνίζωνται) καὶ αὐτὰ πρός τε τὰς ἐμβολὰς τῶν ἐναντίων ἀντέχειν, καὶ τοὺς ἐμβόλους αὐτῶν, ἅτε καὶ

49

.

1

.

3

βιαιοτέραν τὴν σύγκρουσιν ποιουμένων, ἀποστρέφειν. τοιούτοις μὲν λογισμοῖς ὁ Καῖσαρ ἐς τὴν Σικελίαν ἠπείγετο. καὶ αὐτῷ τὸ ἀκρω‐ τήριον τὸ Παλίνουρον ὀνομαζόμενον ὑπερβάλλοντι χειμὼν μέγας ἐπέπεσε· καὶ οὗτός τε πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταρατ‐
5τομέναις ταῖς λοιπαῖς ἐπιγενόμενος συχνὰς τὰς μὲν ἔκαυσε τὰς δ’

49

.

1

.

4

ἀνεδήσατο. εἰ δὲ μὴ αὖθις ἐπί τε τῇ ἀδείᾳ καὶ ἐπ’ ἄλλαις τισὶν ἐλπίσι μετέστη, καὶ τριήρεις ψευδαυτομόλους δεξάμενος πᾶν τὸ ναυτικὸν οὗ ἦρχε προέδωκε, διὰ κενῆς ἂν καὶ τότε ὁ ἐπίπλους τῷ Καίσαρι ἐγένετο. τοῦτο δὲ ἔπραξεν, ὅτι οὔτε τῷ Λεπίδῳ πολεμῆ‐
5σαι ὑπὸ τοῦ Σέξτου ἐπετράπη καὶ πρὸς πάντα τἆλλα ὑπωπτεύετο.

49

.

1

.

5

Καῖσαρ δὲ προσήκατο μὲν αὐτὸν καὶ τότε ἀσμενέστατα, οὐ μέντοι καὶ ἐπίστευσέ τι ἔτ’ αὐτῷ. ὡς δ’ οὖν τάς τε πεπονηκυίας ναῦς ἐπεσκευάσατο, καὶ τοὺς δούλους τοὺς τριηρίτας ἠλευθέρωσε, τούς τε περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν
5ἀπεκολύμβησαν) ἐς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ὀλιγανδροῦν κατέ‐

49

.

1

.

6

ταξεν, ἔς τε Λιπάραν ἦλθε, κἀνταῦθα τόν τε Ἀγρίππαν καὶ τὰς ναῦς καταλιπὼν ἐς τὴν ἤπειρον ἐκομίσθη, ἵνα καὶ τὸν πεζὸν ἐς τὴν Σικελίαν, ὅταν καιρὸς γένηται, περαιώσῃ.

49

.

2

.

1

μαθὼν δὲ ταῦτα ὁ Σέξτος αὐτὸς μὲν ἐν Μεσσήνῃ ὑφώρμει, τὸν διάπλουν αὐτοῦ τηρῶν, τῷ δ’ Ἀγρίππᾳ Δημοχάρην ἀνθορμεῖν

49

.

2

.

2

ἐν Μύλαις ἐκέλευσεν. οὗτοι οὖν τὸ μὲν πλεῖστον τοῦ χρόνου ἀπο‐ πειρώμενοι μὲν ἀλλήλων κατὰ τὸ 〈ἀεὶ〉 παρεῖκον, οὐ μέντοι καὶ ἐνα‐ ποκινδυνεῦσαι παντὶ τῷ στόλῳ τολμῶντες, κατανάλωσαν· οὔτε γὰρ
τὰς δυνάμεις ἀλλήλων ᾔδεσαν, καὶ πάντα πρός τε τὸ μεῖζον καὶ πρὸς
5τὸ φοβερώτερον παρ’ ἀμφοτέροις περὶ τῶν ἑτέρων ἐλογοποιεῖτο.

49

.

2

.

3

τέλος δὲ ὁ Ἀγρίππας συνιεὶς ὅτι οὐ συμφέρει οἱ διατρίβειν (οἱ γὰρ τοῦ Σέξτου, ἅτε ἐν τῇ οἰκείᾳ ναυλοχοῦντες, οὐδὲν ἐδέοντο σπεύδειν) τάς τε ἀρίστας τῶν νεῶν ἔλαβε, καὶ ἐπὶ τὰς Μύλας πρὸς κατα‐ σκοπὴν τοῦ τῶν ἐναντίων πλήθους ὥρμησε. καὶ ἐπειδὴ μήτε
5πάντας αὐτοὺς ἰδεῖν ἠδυνήθη μήτ’ ἀναχθῆναί τις αὐτῶν ἠθέλησε, κατεφρόνησεν αὐτῶν, καὶ ἐπανελθὼν παρεσκευάζετο ὡς καὶ πάσαις

49

.

2

.

4

ταῖς ναυσὶ τῆς ὑστεραίας ἐπὶ τὰς Μύλας ἐπιπλευσούμενος. τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ Δημοχάρης ἔπαθε· μόνας τε γὰρ τὰς ἀφικομένας ναῦς ὑποτοπήσας εἶναι, καὶ βραδύτατα αὐτὰς ὑπὸ τοῦ μεγέθους πλεούσας ἰδών, τόν τε Σέξτον τῆς νυκτὸς μετεπέμψατο, καὶ ἡτοι‐
5μάζετο ὡς καὶ αὐτῇ τῇ Λιπάρᾳ προσμίξων. ἡμέρα τε ὑπέφηνε, καὶ ἀμφότεροι ἅμα ὡς καὶ ἐπ’ ἐλάττους σφῶν ἀλλήλους ὄντας

49

.

3

.

1

ἔπλεον. ἐγγὺς δὲ δὴ γενόμενοι, καὶ παρὰ δόξαν πολλῷ πλείους τοὺς ἐναντίους ἑκάτεροι ὧν ᾤοντο εἶναι ἰδόντες, τὰ μὲν πρῶτα ἐταράχθησαν ὁμοίως ἀμφότεροι, καί τινες καὶ πρύμναν ἐκρούσαντο· ἔπειτα δὲ τὴν φυγὴν τῆς μάχης μᾶλλον φοβηθέντες, καὶ ἐν μὲν
5ταύτῃ καὶ κρατῆσαι ἂν ἐλπίσαντες, ἐν δὲ ἐκείνῃ πασσυδὶ ἀπολεῖ‐ σθαι προσδοκήσαντες, ἀντεξώρμησαν καὶ συμμίξαντες ἐναυμάχησαν.

49

.

3

.

2

ἦσαν δὲ οἱ μὲν τῷ πλήθει τῶν νεῶν οἱ δὲ ταῖς ἐμπειρίαις τῶν ναυτικῶν προφέροντες, καὶ τοῖς μὲν τό τε ὕψος τῶν σκαφῶν καὶ τὸ πάχος τῶν ἐπωτίδων οἵ τε πύργοι συνῄροντο, τοὺς δ’ ἑτέρους οἵ τε διέκπλοι ἀνέφερον, πρός τε τὴν ῥώμην τῶν τοῦ Καίσαρος ἐπι‐
5βατῶν ἡ τόλμα αὐτῶν ἀντήρκει· αὐτόμολοι γὰρ οἱ πλείους ἐκ τῆς

49

.

3

.

3

Ἰταλίας ὄντες ἀπονοίᾳ πολλῇ ἐχρῶντο. κἀκ τούτου πλεονεκτοῦντές τε ἅμα ἀλλήλων καὶ ἐλαττούμενοι οἷς εἶπον, ἴσην τὴν ἰσχὺν ἐκ τοῦ τῶν ὑπαρχόντων σφίσιν ἀντιπάλου εἶχον· καὶ διὰ τοῦτο χρόνῳ

49

.

3

.

4

καὶ ἀγχώμαλα ἐπὶ πλεῖστον ἠγωνίσαντο. οἵ τε γὰρ Σέξτειοι τοὺς μὲν ἄνδρας τοὺς ἐναντίους τῷ ῥοθίῳ ἐξέπλησσον, καί τινας ναῦς, ῥύμῃ τέ σφισι προσπίπτοντες καὶ τὰς παρεξειρεσίας αὐτῶν ἀναρρηγνύν‐ τες, ἐτίτρωσκον, ἀπὸ δὲ δὴ τῶν πύργων ἐν τῇ προσμίξει βαλλόμενοι
5καὶ χειρῶν ἐπιβολαῖς σιδηρῶν προσαρτώμενοι οὐδὲν ἔλαττον ὧν

49

.

3

.

5

ἔδρων ἔπασχον· καὶ οἱ Καισάρειοι ἐς χεῖρας μέν σφισιν ἰόντες καὶ ἐς τὰς ναῦς σφῶν μετεκβαίνοντες κρείττους ἐγίγνοντο, ἐκπηδώντων δὲ αὐτῶν ἐς τὴν θάλασσαν ὁπότε βαπτίζοιντο, καὶ ἑτέρων σκαφῶν ῥᾳδίως ἔκ τε τοῦ καλῶς νεῖν καὶ ἐκ τοῦ κούφως ἐσκευάσθαι ἐπι‐

49

.

3

.

6

βαινόντων, ἀντιρρόπως ἠλαττοῦντο. κἀν τούτῳ καὶ τῶν νεῶν ἥ τε τῆς ναυτιλίας τῶν ἑτέρων ὀξύτης ἰσοπαλὴς τῇ τῶν ἐναντίων βεβαιότητι καὶ ἡ τούτων βαρύτης ἰσοστασία τῇ ἐκείνων λεπτότητι

49

.

4

.

1

ἐγίγνετο. ὀψὲ δ’ οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξάν τινα, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μήτε καταλαβεῖν αὐτοὺς ἐδύναντο, καὶ ἐς τὴν γῆν, βράχη ὧν ἄπειροι ἦσαν ἔχουσαν, ἐφοβήθησαν ἐξοκεῖ‐
5λαι· ὡς δέ τινες λέγουσιν, ὁ Ἀγρίππας, ἅτε καὶ ὑπὲρ τοῦ Καίσαρος ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ μαχόμενος, ἐξαρκεῖν οἱ τὸ τρέψαι τοὺς ἀν‐

49

.

4

.

2

τιπάλους ἡγεῖτο. καὶ γὰρ εἰώθει λέγειν πρὸς τοὺς πάνυ ἑταίρους ὅτι οἱ πλείους τῶν ἐν ταῖς δυναστείαις ὄντων οὐδένα ἐθέλουσι κρείττω σφῶν εἶναι, ἀλλὰ τὰ μὲν πλείω, ὅσα γε καὶ πρόχειρον τὴν νίκην ἔχει, αὐτοὶ δι’ ἑαυτῶν ποιοῦνται, τὰ δὲ δὴ χείρω καὶ ἀτο‐

49

.

4

.

3

πώτερα ἄλλοις προστάττουσι. κἂν ἄρα ποτὲ τῶν ἀμεινόνων τι ἀναγκασθῶσί σφισιν ἐπιτρέψαι, βαρύνονταί τε καὶ ἄχθονται τῇ εὐδοξίᾳ αὐτῶν· ἡττᾶσθαι μὲν γάρ σφας καὶ κακῶς πράττειν οὐκ εὔχονται, οὐ μέντοι καὶ παντελῶς τι καταπράξαντας τὴν δόξαν

49

.

4

.

4

αὐτοὺς λαβεῖν αἱροῦνται. δεῖν οὖν παρῄνει τὸν ἄνδρα τὸν σωθη‐ σόμενον τῆς μὲν δυσχερείας αὐτοὺς τῶν πραγμάτων ἀπαλλάττειν, τὴν δὲ δὴ κατόρθωσίν σφων ἐκείνοις φυλάττειν. ἐγὼ δὲ ὅτι μὲν ταῦθ’ οὕτω πέφυκε καὶ ὅτι καὶ ὁ Ἀγρίππας ἐπεμελεῖτο αὐτῶν οἶδα,
5οὐ μὴν ἔν γε τῷ τότε παρόντι τοῦτ’ αἴτιον τῆς οὐ διώξεως αὐτοῦ γράφω· οὐδὲ γὰρ οὐδ’ εἰ πάνυ ἐβούλετο, οἷός τε ἦν ἐπισπέσθαι σφίσιν.

49

.

5

.

1

ἐν ᾧ δ’ οὖν ἡ ναυμαχία ἐγίγνετο, ὁ Καῖσαρ ὡς τάχιστα τόν
τε Σέξτον ἐκ τῆς Μεσσήνης ἀπεληλυθότα καὶ τὸν πορθμὸν φυλακῆς ἔρημον ὄντα ᾔσθετο, τὸ μὲν καινὸν τοῦ πολέμου οὐ παρέλιπεν, ἀλλ’ εὐθὺς ἐπιβὰς τῶν Ἀντωνιείων νεῶν πρὸς Ταυρομένιον ἐπε‐

49

.

5

.

2

ραιώθη, οὐ μὴν καὶ ἐν τύχῃ αὐτῷ ἐχρήσατο. πλέοντα μὲν γὰρ οὐδ’ ἀποβαίνοντα αὐτὸν οὐδεὶς ἐκώλυσεν, ἀλλὰ καὶ πάνυ καθ’ ἡσυχίαν τά τε ἄλλα καὶ τὸ στρατόπεδον ἐποιήσατο· ἐπεὶ δὲ ἥ τε ναυμαχία ἐγένετο, καὶ ὁ Σέξτος ἔς τε τὴν Μεσσήνην σπουδῇ ἀφί‐
5κετο, καὶ μαθὼν παρόντα αὐτὸν ἄλλους τε διὰ ταχέων ἀκραιφνεῖς

49

.

5

.

3

ἐς τὰς ναῦς ἀντενεβίβασε καὶ ἐκείναις τε αὐτῷ ἅμα καὶ τοῖς ὁπλί‐ ταις κατὰ γῆν προσέμιξε, τούτοις μὲν οὐδ’ ἐπεξῆλθεν, ἀνταναχθεὶς δὲ καταφρονήσει τῆς τε ὀλιγότητος τῶν ἐναντίων νεῶν καὶ ὅτι καὶ προήττηντο, τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου

49

.

5

.

4

προσδιεφθάρη. οὔκουν οὐδ’ ἠδυνήθη πρὸς τοὺς ἑαυτοῦ τοὺς ἐν τῇ Σικελίᾳ ὄντας διαφυγεῖν, ἀλλ’ ἀγαπητῶς ἐς τὴν ἤπειρον ἀπε‐ σώθη. καὶ αὐτὸς μὲν ἐν ἀσφαλεῖ ἦν, ὁρῶν δὲ τὸ στράτευμα ἐν τῇ

49

.

5

.

5

νήσῳ ἀπειλημμένον δεινῶς ἤχθετο. καὶ οὐ πρότερον ἀνεθάρσησε πρὶν ἰχθύν τινα ἐκ τῆς θαλάσσης αὐτόματον ἀναθορόντα πρὸς τοὺς πόδας αὐτοῦ προσπεσεῖν· ἐκ γὰρ τούτου πιστεύσας τοῖς μάν‐ τεσιν, εἰποῦσίν οἱ ὅτι δουλώσεται αὐτήν, ἀνερρώσθη.

49

.

6

.

1

καὶ ὁ μὲν τὸν Ἀγρίππαν σπουδῇ πρὸς τὴν ἐπικουρίαν αὐτῶν μετεπέμπετο, ἐκεῖνοι δὲ ἐπολιορκοῦντο. καὶ ἐπειδὴ τά τε ἐπιτήδεια ἐπιλείπειν σφᾶς ἤρχετο καὶ βοήθεια οὐδεμία πω ἐφαίνετο, φοβη‐ θεὶς ὁ Κορνουφίκιος (οὗτος γὰρ αὐτῶν ἦρχε) μὴ καὶ ὑπὸ λιμοῦ

49

.

6

.

2

τῷ χρόνῳ κατὰ χώραν μένων ἐκπολιορκηθῇ, καὶ νομίσας διατρί‐ βοντι μέν οἱ αὐτοῦ ταύτῃ μηδένα τῶν πολεμίων ἐς χεῖρας, ἅτε καὶ κρείττονι τοῖς ὁπλίταις ὄντι, ἥξειν, ἂν δέ πῃ προχωρῇ, δυοῖν θά‐ τερον, ἢ προσμίξαντάς σφισιν αὐτοὺς κρατήσειν, ἢ μὴ βουληθέντων
5αὐτῶν τοῦτο ποιῆσαι πρός τε τὸ ἀσφαλὲς ἀποχωρήσειν καὶ τῶν ἐπιτηδείων εὐπορήσειν καί τινα καὶ ὠφελίαν παρὰ τοῦ Καίσαρος

49

.

6

.

3

ἢ καὶ τοῦ Ἀγρίππου σχήσειν, τά τε σκάφη ὅσα ἔκ τε τῆς ναυμα‐ χίας ὑπελέλειπτο καὶ πρὸς τὸ τάφρευμα ἐξεπεπτώκει κατέκαυσε, καὶ αὐτὸς ἄρας ὡς πρὸς τὰς Μύλας ἐπορεύετο. καὶ αὐτῷ προσ‐
βαλόντες καὶ ἱππῆς καὶ ψιλοὶ πόρρωθεν (οὐ γὰρ δὴ καὶ ὁμόσε

49

.

6

.

4

χωρῆσαι ἐτόλμων) ἄποροι δεινῶς ἐγίγνοντο. αὐτοὶ μὲν γὰρ καὶ ἐπῄεσαν ὁπότε καιρὸς εἴη, καὶ ἀνέστρεφον διὰ βραχέος· οἱ δέ, ὥς γε ὁπλῖται, οὔτ’ ἄλλως ἐπιδιώκειν σφᾶς ὑπὸ τοῦ βάρους ἐδύναντο, καὶ τοὺς ἀόπλους τοὺς ἐκ τοῦ ναυτικοῦ σωθέντας περιέστελλον.
5κἀκ τούτου ἔπασχον μὲν πολλὰ καὶ δεινά, ἀντέδρων δὲ οὐδέν· εἰ γάρ που καὶ ἐπᾴξειάν τισιν, ἔτρεπον μὲν αὐτούς, πέρα δ’ οὐ δυ‐ νάμενοι διώκειν χαλεπωτέρους σφᾶς ἐν τῇ ἀναστροφῇ, ἅτε καὶ

49

.

6

.

5

μονούμενοι ταῖς ἐκδρομαῖς, εἶχον. ἔν τε οὖν τῇ ἄλλῃ πορείᾳ καὶ ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν μάλιστα ἰσχυρῶς ἐταλαιπώρουν· περιστοιχιζόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι καὶ κατ’ ὀλίγους, οἷα ἐν τῷ τοιούτῳ, σπουδῇ ἀτάκτως χωροῦντας, ἔς τε τὰ καίρια παρα‐
5γυμνουμένους ἔπαιον, καὶ ἐς τὰ πηλώδη τά τε ῥοώδη ἐσπίπτοντας

49

.

7

.

1

ὡς καὶ ἐνισχομένους ἢ καὶ παραφερομένους ἔβαλλον. καὶ τοῦτ’ ἐπὶ τρεῖς ὅλας ἡμέρας ἐποίησαν, καὶ τῇ γε τελευταίᾳ παντελῶς αὐτοὺς ἐκάκωσαν, ἄλλως τε καὶ τοῦ Σέξτου τῷ ὁπλιτικῷ προσγενομένου σφίσιν, ὥστε τῶν μὲν ἀπολλυμένων οὐδένα ἔτι λόγον ἐποιοῦντο,
5ἀλλὰ καὶ ἐν κέρδει τὸ μηκέτ’ αὐτοὺς κακοπαθεῖν ἐτίθεντο, καὶ ἤθε‐

49

.

7

.

2

λον καὶ αὐτοὶ τῶν ἤδη τεθνηκότων ὑπὸ τῆς ἀνελπιστίας εἶναι. οἱ δὲ δὴ τραυματίαι πολλοί τε καὶ πλείους τῶν τελευτώντων ὄντες (ἅτε γὰρ καὶ λίθοις καὶ ἀκοντίοις πόρρωθεν βαλλόμενοι, καὶ μη‐ δεμίαν ἐκ χειρὸς πληγὴν ὑπομένοντες, πολλαχῇ τε καὶ οὐ πάντῃ

49

.

7

.

3

καιρίαν ἐτιτρώσκοντο) αὐτοί τε δεινῶς ἐταλαιπώρουν, καὶ τοῖς περι‐ λοίποις πολὺ πλείω πόνον ἢ οἱ πολέμιοι παρεῖχον· εἴτε γὰρ φέ‐ ροιντο, καὶ τοὺς ἀνέχοντάς σφας προσαπώλλυσαν, εἴτε καὶ κατε‐ λείποντο, τὸ στράτευμα πᾶν ἐς ἀθυμίαν ὀλοφυρόμενοι καθίστασαν.
5κἂν πασσυδὶ διεφθάρησαν, εἰ μήπερ οἱ πολέμιοι καὶ ἄκοντές σφων

49

.

7

.

4

ἀπέσχοντο. ὅ τε γὰρ Ἀγρίππας τότε μὲν νικήσας τὴν ναυμαχίαν πρὸς τὴν Λιπάραν ἀνέπλευσε, μαθὼν δὲ τόν τε Σέξτον ἐς τὴν Μεσσήνην πεφευγότα καὶ τὸν Δημοχάρην ἄλλοσέ ποι ἀπεληλυθότα, ἐπεραιώθη ἐς τὴν Σικελίαν καὶ καταλαβὼν τάς τε Μύλας καὶ τὴν

49

.

7

.

5

Τυνδαρίδα σῖτόν τέ σφισι καὶ στρατιώτας ἔπεμψε· καὶ ὁ Σέξτος οἰηθεὶς καὶ αὐτὸν ἐκεῖνον ἥξειν ἐφοβήθη καὶ σπουδῇ προανεχώ‐
ρησεν, ὥστε καὶ σκεύη τινὰ καὶ ἐπιτήδεια ἐν τῷ ἐρύματι κατα‐ λιπεῖν, ἐξ ὧν τὴν τροφὴν ἄφθονον οἱ περὶ τὸν Κορνουφίκιον

49

.

7

.

6

ἔχοντες πρὸς τὸν Ἀγρίππαν ἀπεσώθησαν. καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο, καίπερ ὑπεροπτικώτατά σφι‐ σιν ἐπὶ τῇ τοῦ Ἀγρίππου ναυκρατίᾳ, ὡς καὶ διαπεπολεμηκότος, χρησάμενος. τοσοῦτον γάρ που καὶ ὁ Κορνουφίκιος ἐπὶ τῇ τῶν
5στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι.

49

.

8

.

1

τῷ δ’ οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτ’ ἐλθόντι ὁ Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο· καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ ὁ
5Γάλλος ὁ Τισιῆνος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι

49

.

8

.

2

προσεγένοντο. οὗτός τε γὰρ περιπεσὼν τῷ χειμῶνι οὗπερ ἐμνημό‐ νευσα καὶ τῷ Δημοχάρει, ναῦς τε συχνὰς ἀπέβαλε καὶ οὐκ εὐθὺς πρὸς τὸν Καίσαρα ἦλθεν, ἀλλ’ εἴτε δὴ διὰ τὸ πάθος, εἴθ’ ὅπως καθ’ ἑαυτὸν ἐκεῖνος πονοῖτο, εἴτε καὶ ἀπαγαγεῖν τὸν Σέξτον ἀπ’
5αὐτοῦ βουληθείς, Λιλυβαίῳ προσέβαλε· καὶ ὁ Γάλλος ἐνταῦθα

49

.

8

.

3

αὐτῷ πεμφθεὶς ὑπὸ τοῦ Σέξτου προσεπολέμει. καὶ οὕτως ἐκεῖθεν ἀμφότεροι, ἐπειδὴ μηδὲν ἐπέραινον, πρὸς τὸ Ἀρτεμίσιον ἀφίκοντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ δὴ Λέπιδος τῷ τε Καίσαρι διηνέχθη (αὐτός τε γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν
5ὡς καὶ συνάρχων ἠξίου, καὶ ἐκεῖνος ἐς πάντα αὐτῷ ὡς καὶ ὑπο‐ στρατήγῳ οἱ ἐχρῆτο), κἀκ τούτου πρός τε τὸν Σέξτον ἀπέκλινε καὶ

49

.

8

.

4

ἐκοινολογεῖτο αὐτῷ δι’ ἀπορρήτων. ὑποτοπήσας οὖν τοῦτο ὁ Καῖ‐ σαρ, καὶ μήτε ἐκφῆναι τολμῶν, μὴ καὶ ἐκ τοῦ φανεροῦ αὐτὸν πο‐ λεμώσηται, μήτ’ αὖ ἀποκρύψασθαι ἀσφαλῶς δυνάμενος (ὕποπτον μὲν γὰρ ἐνόμιζεν εἰ μὴ συμβουλεύοιτό τι αὐτῷ, δεινὸν δ’ εἰ πάντα
5ἀνακοινοῖτο), διακινδυνεῦσαι ὅτι τάχιστα, πρὶν νεοχμωθῆναί τι,

49

.

8

.

5

ἔγνω, καίτοι τῶν ἄλλων ἕνεκα ἥκιστα ἐπειγόμενος· οὔτε γὰρ σῖτος
οὔτε χρήματα τῷ Σέξτῳ ὑπῆν, ἐξ ὧν ἤλπιζεν αὐτὸν ἀμαχεὶ οὐ πολλῷ ὕστερον καταλύσειν. ἐπεὶ δ’ οὖν ἔκρινε τοῦτο, αὐτός τε κατὰ γῆν τὸν στρατὸν ἐξάγων πρὸ τοῦ στρατοπέδου προπαρέτασσε, καὶ ὁ
5Ἀγρίππας ἅμα ἐπιπλέων ἀπεσάλευεν· ὁ γὰρ Σέξτος πολὺ ταῖς δυ‐

49

.

8

.

6

νάμεσιν αὐτῶν ἐλαττούμενος οὐδετέρωσε ἀντεπεξῄει. καὶ τοῦτο καὶ ἐπὶ πλείους ἡμέρας ἐγένετο. τέλος δὲ δείσας μὴ καὶ καταφρονηθεὶς διὰ ταῦθ’ ὑπὸ τῶν συμμάχων ἐγκαταλειφθῇ, ἀνταναχθῆναί ποτε ταῖς ναυσὶ προσέταξε· καὶ γάρ τινα ἐλπίδα ἐν ταύταις μᾶλλον

49

.

9

.

1

εἶχεν. ὡς οὖν τό τε σημεῖον ἤρθη καὶ ἡ σάλπιγξ ὑπεσήμηνεν, ἐκεῖ‐ ναί τε ἅπασαι πρὸς τῇ γῇ συνέμιξαν καὶ ὁ πεζὸς ἀμφοτέρων ὁμοίως ἐπ’ αὐτῆς τῆς ῥαχίας παρετάξατο, ὥστε τὴν θέαν ἀξιολογωτάτην

49

.

9

.

2

γενέσθαι. ἥ τε γὰρ θάλασσα ἡ ἐκεῖ πᾶσα τῶν νεῶν ἐπεπλήρωτο (πολλαὶ γὰρ οὖσαι ἐπὶ πλεῖστον ἐπέσχον), καὶ ἡ χώρα ἡ μὲν ἐγγὺς αὐτῆς ὑπὸ τῶν ὡπλισμένων, ἡ δ’ ἄλλη 〈ἡ〉 προσεχὴς ὑπὸ τοῦ λοιποῦ ἑκατέρων ὁμίλου κατείχετο. ὅθενπερ καὶ ὁ ἀγὼν ἔδοξε μὲν τῶν
5ναυμαχούντων μόνων εἶναι, τῇ δ’ ἀληθείᾳ καὶ τῶν ἄλλων ἐγένετο·

49

.

9

.

3

οἵ τε γὰρ ἐν ταῖς ναυσὶν ὄντες προθυμότερον ἐς τὴν τῶν ὁρώντων σφᾶς ἐπίδειξιν ἡμιλλῶντο, καὶ ἐκεῖνοι, εἰ καὶ τὰ μάλιστα ἀπείχοντο ἀλλήλων, ἀλλὰ καὶ πρός γε τὴν τῶν δρωμένων ὄψιν καὶ αὐτοὶ τρόπον τινὰ ἠγωνίζοντο. ἀντιπάλου γὰρ ἐπὶ πολὺ τῆς μάχης γε‐
5νομένης (ὁμοιοτροπώτατα γὰρ τοῖς πρόσθεν ἐναυμάχησαν) ἰσορ‐

49

.

9

.

4

ρόπῳ καὶ αὐτοὶ συστάσει τῆς γνώμης συνέσχοντο. μάλιστα μὲν γὰρ καὶ τὸν πόλεμον πάντα ἐν αὐτῇ καταλυθήσεσθαι ἤλπιζον· εἰ δὲ μή, οἱ μέν, εἰ καὶ τότε κρατήσειαν, οὐδὲν ἔτι μέγα ἐπιπονήσειν, οἱ δέ, εἰ τότε γε νικήσειαν, οὐκέθ’ ἡττηθήσεσθαι προσδοκῶντες ἔρρωντο.

49

.

9

.

5

καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί τε πρὸς τὰ γιγνόμενα ἀπο‐ βλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπι‐ βοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφων ἐπαινοῦντες τοὺς δ’ ἡττω‐

49

.

9

.

6

μένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς ἐναντίους ἧττον τῶν οἰκείων

49

.

10

.

1

ἐπαΐειν. τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρ’ ἀμ‐ φοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲν ἐπαιώνι‐

49

.

10

.

2

σαν οἱ δὲ ὠλοφύραντο. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ἐς τὸ τεναγῶδες

49

.

10

.

3

ὀκέλλοντα κατεπίμπρη, ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντο) μήτε τοῖς προσίσχουσί πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντο), πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρης

49

.

10

.

4

ἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δ’ Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ

49

.

11

.

1

πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινες ἐποίησαν. ἀφ’ οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν
5πλεούσας ἐσθέμενος, νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.

49

.

11

.

2

ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δ’ ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθό‐ μενος τοῦτ’ ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀνα‐
5στρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθ’ ὅσα ἐλατ‐

49

.

11

.

3

τοῦσθαι ἐνόμιζε, καὶ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώ‐ την σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκατα‐ στρεψάμενος αὐτὴν ἀντεποιεῖτο. καὶ ὁ μὲν ταῦτά τε τῷ Καίσαρι

49

.

11

.

4

πέμπων τινὰς ἐπεκάλει, καὶ ἐς δίκην αὐτὸν προυκαλεῖτο (εἶχε δὲ τάς τε δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο, καὶ τοὺς ἐγκαταλει‐
φθέντας ἐν τῇ Μεσσήνῃ πάντας, ἐπειδὴ καὶ πρώτως ἐς αὐτὴν ἐσελη‐ λύθει καί τινα καὶ ἐλπίδα νεωτέρων σφίσι πραγμάτων ὑπεβεβλήκει)·

49

.

12

.

1

Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀντεῖπε, νομίσας δὲ δὴ πάντα τὰ δίκαια παρά τε ἑαυτῷ καὶ παρὰ τοῖς ὅπλοις, ἅτε καὶ ἰσχυρό‐ τερος αὐτοῦ ὤν, ἔχειν, εὐθὺς ἐπ’ αὐτὸν μετ’ ὀλίγων τινῶν ὥρμησεν ὡς καὶ ἐκεῖνόν τε ἐκ τοῦ αἰφνιδίου, οἷα μηδὲν δραστήριον ἔχοντα,

49

.

12

.

2

καταπλήξων, καὶ τοὺς στρατιώτας αὐτοῦ προσποιησόμενος. 〈καὶ〉 ἐσῆλθε μὲν ἐς τὸ στρατόπεδον δόξας σφίσι διὰ τὴν ὀλιγότητα τῶν συνακολουθούντων οἱ εἰρηνικόν τι πράξειν· ὡς δ’ οὐδὲν κατὰ γνώ‐ μην αὐτοῖς ἔλεγε, παρωξύνθησαν καὶ ἐπέθεντο αὐτῷ, καί τινας τῶν
5ἄλλων καὶ ἀπέκτειναν· ἐκεῖνος γὰρ ἐν τάχει βοηθείας τυχὼν ἐσώθη.

49

.

12

.

3

καὶ μετὰ τοῦτ’ ἐπῆλθέ τε αὖθις αὐτοῖς μετὰ παντὸς τοῦ στρατοῦ, καὶ κατακλείσας σφᾶς ἐς τὸ τάφρευμα ἐπολιόρκει. φοβηθέντες οὖν τὴν ἅλωσιν κοινῇ μὲν οὐδὲν διὰ τὴν τοῦ Λεπίδου αἰδῶ ἐνεόχμω‐ σαν, ἰδίᾳ δὲ κατ’ ὀλίγους ὡς ἕκαστοι ἐγκατέλιπον αὐτὸν καὶ μεθ‐
5ίσταντο· καὶ οὕτω καὶ ἐκεῖνος ἠναγκάσθη ἐθελοντὴς δὴ ἐν ἐσθῆτι

49

.

12

.

4

φαιᾷ ἱκέτης αὐτοῦ γενέσθαι. καὶ ὁ μὲν ἐκ τούτου τῆς τε ἐξουσίας πάσης παρελύθη, καὶ δίαιταν ἐν τῇ Ἰταλίᾳ οὐκ ἄνευ φυλακῆς εἶχε· τῶν δὲ δὴ τὰ τοῦ Σέξτου πραξάντων οἱ μὲν ἱππεύοντες ἢ καὶ βουλεύοντες ἐκολάσθησαν πλὴν ὀλίγων, τοῦ δὲ ἐν τῷ τεταγμένῳ
5ὄντος τὸ μὲν ἐλεύθερον ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατελέχθη,

49

.

12

.

5

τὸ δὲ δεδουλευκὸς τοῖς δεσπόταις πρὸς τιμωρίαν ἀπεδόθη· εἰ δέ του μηδεὶς κύριος εὑρίσκετο, ἀνεσκολοπίζετο. τῶν τε πόλεων αἱ μὲν ἑκούσιαί οἱ προσχωρήσασαι συγγνώμης ἔτυχον, αἱ δ’ ἀντάρα‐ σαι ἐδικαιώθησαν.

49

.

13

.

1

πράσσοντι δ’ αὐτῷ ταῦτα οἱ στρατιῶται ἐστασίασαν· ἄλλως τε γὰρ οὐκ ὀλίγοι ὄντες πρὸς τὴν ὄψιν τοῦ πλήθους σφῶν ἐθρα‐ σύνοντο, καὶ τοὺς κινδύνους τάς τε ἐλπίδας τὰς ἐπ’ αὐτοῖς ἐκλογι‐ ζόμενοι πρός τε τὰ γέρα ἀπλήστως εἶχον, καὶ συλλεγόμενοι κατ’

49

.

13

.

2

ἀλλήλους ᾔτουν ὅ τι τις ἐπόθει. ἐπειδή τε μάτην ἐθρύλουν (ὁ γὰρ Καῖσαρ, ἅτε μηδενὸς ἔτι πολεμίου οἱ παρόντος, ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιεῖτο), ἐθορύβουν· καὶ αὐτῷ καὶ προφέροντες πάνθ’ ὅς’ ἐτεταλαιπώρηντο, καὶ προβάλλοντες εἴ τί που ὑπέσχητό σφισι, πολλὰ

49

.

13

.

3

ἐπηπείλουν, καὶ ἐνόμιζον καὶ ἄκοντα αὐτὸν καταδουλώσεσθαι. ἐπεὶ δ’ οὐδὲν ἐπέραινον, τῆς γοῦν στρατείας ὡς καὶ κεκμηκότες ἀφεθῆ‐
ναι ἠξίουν, θυμῷ καὶ βοῇ ἀπλέτῳ χρώμενοι, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς ἀπαλλαγῆναι (καὶ γὰρ ἤκμαζόν σφων οἱ πλείονες), ἀλλ’ ὅτι
5τὸν μὲν πόλεμον τὸν πρὸς τὸν Ἀντώνιόν οἱ ἐσόμενον ὑπετόπουν καὶ διὰ τοῦθ’ ἑαυτοὺς ἀνετίμων· ὧν γὰρ ἀπαιτοῦντες οὐκ ἐτύγχανον,

49

.

13

.

4

ταῦτ’ ἐγκαταλείψειν αὐτὸν ἀπειλοῦντες λήψεσθαι προσεδόκων. οὐ μὴν οὐδὲ τοῦτό σφισι προυχώρησεν· ὁ γὰρ Καῖσαρ, εἰ καὶ τὰ μά‐ λιστα τόν τε πόλεμον ἀκριβῶς ᾔδει γενησόμενον καὶ τὰ ἐκείνων βουλήματα σαφῶς συνίει, ἀλλ’ οὔτοι καὶ ὑπεῖξεν αὐτοῖς, νομίζων
5μηδὲν δεῖν τὸν ἄρχοντα παρὰ γνώμην ὑπὸ τῆς τῶν στρατιωτῶν βίας ποιεῖν, ὡς καὶ ἄλλο τι αὖθίς σφων διὰ τοῦτο πλεονεκτῆσαι

49

.

14

.

1

ἐθελησόντων. προσποιησάμενος οὖν εὔλογά τε αὐτοὺς ἀξιοῦν καὶ ἀνθρωπίνων δεῖσθαι, διῆκε πρώτους μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον πρὸς τὴν Μούτιναν στρατεύσαντας αὐτῷ, ἔπειτα δὲ ὡς καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ ἐξ ἐκείνων πάντας τοὺς δέκατον ἔτος ἐν τῇ στρατείᾳ
5ἔχοντας. καὶ ἵνα γε τοὺς λοιποὺς ἐπισχῇ, προσανεῖπεν ὅτι οὐδενὶ

49

.

14

.

2

ἔτ’ αὐτῶν, οὐδ’ ἂν τὰ μάλιστα ἐθελήσῃ, χρήσεται. ἀκούσαντες δὲ τοῦτο οὐδὲν ἔτ’ ἐφθέγξαντο, ἀλλὰ καὶ πάνυ προσέχειν αὐτῷ ἤρξαντο, ὅτι τοῖς τε ἀφειμένοις, οὐ πᾶσι, πλὴν τῶν προτέρων, ἀλλὰ τοῖς ἀξιωτάτοις, τά τε ἄλλα ὅσα ὑπέσχητο δώσειν καὶ χώραν νεμεῖν
5ἐπηγγείλατο, καί σφισι πᾶσι μὲν πεντακοσίας δραχμάς, τοῖς δὲ δὴ

49

.

14

.

3

ναυκρατήσασι καὶ στέφανον ἐλαίας ἔδωκε. κἀκ τούτου τούς τε ἄλλους πολλὰ ὡς ἑκάστους, καὶ τοὺς ἑκατοντάρχους ὡς καὶ ἐς τὰς βουλὰς αὐτοὺς τὰς ἐν ταῖς πατρίσι καταλέξων, ἐπήλπισε. τοῖς τε ὑποστρατήγοις ἄλλοις τε ἄλλα καὶ τῷ Ἀγρίππᾳ στέφανον χρυσοῦν
5ἐμβόλοις ἠσκημένον ἐδωρήσατο· ὃ μήτε πρότερον μήτ’ αὖθις ἄλλῳ

49

.

14

.

4

τῳ ἐγένετο. καὶ ὅπως γε διὰ παντός, ὁσάκις οἵ τινα ἐπινίκια πέμ‐ ψαντες τὸν στέφανον τὸν δάφνινον ....., ἐκεῖνος τούτῳ τῷ ναυκρατητικῷ χρῷτο, δόγματι ὕστερον ἐβεβαιώθη. οὕτω μὲν τότε τοὺς στρατιώτας κατέστησε· καὶ τὸ μὲν ἀργύριον αὐτοῖς αὐτίκα,

49

.

14

.

5

τὴν δὲ χώραν οὐ πολλῷ ὕστερον ἔδωκεν. ἐπειδὴ γὰρ οὐκ ἐξήρ‐ κεσεν ἡ ἐν τῷ δημοσίῳ ἔτι τότε οὖσα, προσεξεπρίατο ἄλλην τε καὶ παρὰ Καμπανῶν τῶν ἐν τῇ Καπύῃ οἰκούντων συχνήν (καὶ γὰρ
ἐποίκων ἡ πόλις πολλῶν ἐδεῖτο), καὶ αὐτοῖς τό τε ὕδωρ τὸ Ἰούλιον
5ὠνομασμένον, ἐφ’ ᾧ καὶ τὰ μάλιστα διὰ πάντων ἀγάλλονται, τήν τε χώραν τὴν Κνωσίαν, ἣν καὶ νῦν ἔτι καρποῦνται, ἀντέδωκε.

49

.

14

.

6

ταῦτα μὲν οὖν ὕστερον ἐγένετο· τότε δὲ τά τε ἐν τῇ Σικελίᾳ διῴκησε, καὶ τὴν Λιβύην ἑκατέραν ἀμαχεὶ διὰ Στατιλίου Ταύρου παρεστήσατο, τῷ τε Ἀντωνίῳ τὸν ἴσον ἀντὶ τῶν ἀπολομένων νεῶν

49

.

15

.

1

ἀριθμὸν ἀντέπεμψε. κἀν τούτῳ τά τε τῶν Τυρσηνῶν στασιά‐ σαντα ἔπειτα ἅμα τῷ τῆς νίκης αὐτοῦ πυθέσθαι κατέστη, καὶ οἱ ἐν τῷ ἄστει ἐπαίνους τε αὐτῷ ὁμοθυμαδὸν καὶ εἰκόνας καὶ προε‐ δρίαν ἁψῖδά τε τροπαιοφόρον, καὶ τὸ ἐφ’ ἵππου ἐσελάσαι τό τε
5στεφάνῳ δαφνίνῳ ἀεὶ χρῆσθαι, καὶ τὸ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνενικήκει, ἱερομηνίᾳ ἀιδίῳ οὔσῃ, ἐν τοῦ Διὸς τοῦ Καπιτωλίου μετά τε τῆς

49

.

15

.

2

γυναικὸς καὶ μετὰ 〈τῶν〉 παίδων ἑστιᾶσθαι ἔδωκαν. ταῦτα μὲν εὐθύς σφισι μετὰ τὴν νίκην ἔδοξεν, ἤγγειλαν δὲ αὐτὴν πρῶτον μὲν στρατιώτης τις τῶν ἐν τῇ πόλει τότε ὄντων, κάτοχος ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ θεοῦ δή τινος γενόμενος, καὶ ἄλλα τε πολλὰ καὶ εἰπὼν
5καὶ πράξας, καὶ τέλος ἔς τε τὸ Καπιτώλιον ἀναδραμὼν καὶ τὸ ξίφος πρὸς τοὺς τοῦ Διὸς πόδας ὡς μηκέτ’ αὐτοῦ χρείας οὔσης θείς, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ παραγενόμενοί τε ἐν αὐτῇ καὶ πεμ‐

49

.

15

.

3

φθέντες ἐς τὴν Ῥώμην ὑπὸ τοῦ Καίσαρος. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφί‐ κετο, καί σφας συναγαγὼν ἔξω τοῦ πωμηρίου κατὰ τὰ πάτρια τά τε πεπραγμένα οἱ ἀπελογίσατο καὶ τῶν ψηφισθέντων τινὰ παρή‐ κατο, τόν τε φόρον τὸν ἐκ τῶν ἀπογραφῶν, καὶ εἰ δή τι ἄλλο ἔτι
5τῷ δημοσίῳ ἐς τὸν πρὸ τοῦ ἐμφυλίου πολέμου χρόνον ἐπωφείλετο, ἀφῆκε, τέλη τέ τινα κατέλυσε, καὶ τὴν τοῦ Λεπίδου ἱερωσύνην διδομένην οἱ οὐκ ἔλαβεν (οὐδὲ γὰρ ἐξῆν ζῶντά τινα ἀφελέσθαι),

49

.

15

.

4

καὶ ἄλλα πολλὰ αὐτῷ προσεψηφίσαντο. ἤδη μὲν γάρ τινες διε‐ θρόησαν ὅτι ἐπί τε τῇ τοῦ Ἀντωνίου καὶ ἐπὶ τῇ τοῦ Λεπίδου διαβολῇ, καὶ ὥστε τὴν αἰτίαν τῶν πρότερον ἀδίκως γενομένων ἐς ἐκείνους μόνους ἀπώσασθαι, ταῦθ’ οὕτω τότε ἐμεγαλοφρονήσατο·
5ἄλλοι δὲ ὅτι, ἐπειδὴ μηδένα τρόπον ἀπολαβεῖν τὰ ὀφειλόμενα ἐδύ‐
νατο, χάριν τινὰ ἑαυτοῦ ἀζήμιον τὴν ἐκείνων ἀδυναμίαν ἐποιήσατο.

49

.

15

.

5

ἀλλὰ ταῦτα μὲν ἄλλως ἐθρυλεῖτο, τότε δὲ οἰκίαν τε αὐτῷ ἐκ τοῦ δημοσίου δοθῆναι ἔγνωσαν· τὸν γὰρ τόπον ὃν ἐν τῷ Παλατίῳ, ὥστ’ οἰκοδομῆσαί τινα, ἐώνητο, ἐδημοσίωσε καὶ τῷ Ἀπόλλωνι ἱέρω‐ σεν, ἐπειδὴ κεραυνὸς ἐς αὐτὸν ἐγκατέσκηψε. τήν τε οὖν οἰκίαν
5αὐτῷ ἐψηφίσαντο, καὶ τὸ μήτε ἔργῳ μήτε λόγῳ τι ὑβρίζεσθαι· εἰ

49

.

15

.

6

δὲ μή, τοῖς αὐτοῖς τὸν τοιοῦτό τι δράσαντα ἐνέχεσθαι οἷσπερ ἐπὶ τῷ δημάρχῳ ἐτέτακτο. καὶ γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων συγκαθέ‐ ζεσθαί σφισιν ἔλαβε.

49

.

16

.

1

τῷ μὲν οὖν Καίσαρι ταῦτα παρὰ τῆς βουλῆς ἐδόθη, αὐτὸς δὲ τόν τε Μεσσάλαν τὸν Οὐαλέριον, ὃν πρότερον ἐν ταῖς προγραφαῖς ἐτεθανατώκει, ἐς τοὺς οἰωνιστὰς ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψε, καὶ τοὺς Οὐτικησίους πολίτας ἐποιήσατο, τήν τε ἐσθῆτα τὴν ἁλουργῆ
5μηδένα ἄλλον ἔξω τῶν βουλευτῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ἐν‐ δύεσθαι ἐκέλευσεν· ἤδη γάρ τινες καὶ τῶν τυχόντων αὐτῇ ἐχρῶντο.

49

.

16

.

2

κἀν τῷ αὐτῷ τούτῳ ἔτει οὔτ’ ἀγορανόμος τις ἀπορίᾳ τῶν αἱρεθη‐ σομένων ἐγένετο, ἀλλ’ οἱ στρατηγοὶ οἵ τε δήμαρχοι τὰ προσήκοντα αὐτοῖς ἔπραξαν, οὔτε πολίαρχος ἐς τὰς ἀνοχὰς ἀπεδείχθη, ἀλλ’ ἐκ τῶν στρατηγῶν τινες τὰ ἐπιβάλλοντα αὐτῷ διήγαγον. τά τε ἄλλα
5τὰ ἐν τῇ πόλει τῇ τε λοιπῇ Ἰταλίᾳ Γάιός τις Μαικήνας, ἀνὴρ ἱππεύς, καὶ τότε καὶ ἔπειτα ἐπὶ πολὺ διῴκησεν.

49

.

17

.

1

ὁ δὲ δὴ Σέξτος ἔκ τε τῆς Μεσσήνης ἐξαναχθεὶς καὶ τὴν δίωξιν φοβηθείς, προδοσίαν τέ τινα ἀπὸ τῶν συνακολουθούντων οἱ ἔσεσθαι ὑποτοπήσας, προεῖπε μέν σφισιν ὡς διὰ πελάγους τὸν πλοῦν ποιη‐

49

.

17

.

2

σόμενος, ἀποσβέσας δὲ τὸ φῶς ὃ ἐν τοῖς νυκτερινοῖς πλοῖς αἱ στρατηγίδες νῆες, ὅπως καὶ αἱ λοιπαὶ κατὰ πόδας αὐτῶν ἐφέπων‐ ται, προδεικνύουσι, παρά τε τὴν Ἰταλίαν παρέπλευσε, καὶ διαβαλὼν
ἐπὶ Κέρκυραν ἐς Κεφαλληνίαν ἐκεῖθεν ἦλθε· κἀνταῦθα καὶ οἱ ἄλ‐
5λοι κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο.

49

.

17

.

3

συγκαλέσας οὖν αὐτοὺς τήν τε σκευὴν τὴν στρατηγικὴν ἀπεδύσατο, καὶ εἰπὼν ἄλλα τε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὔτ’ ὠφελίαν τινὰ ἀλλήλοις διαρκῆ παρέξουσιν οὔτε λήσουσι, σκεδασθέντες δὲ ῥᾴω τὴν διάφευξιν ποιήσονται, παρῄνεσέ σφισιν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν

49

.

17

.

4

ἑκάστῳ τῆς σωτηρίας προσκοπῆσαι. κἀκ τούτου πεισθέντων οἱ τῶν πλειόνων, καὶ, ἄλλων ἄλλοσε ἀποχωρησάντων, αὐτὸς ἐς τὴν Ἀσίαν μετὰ τῶν λοιπῶν ἐπεραιώθη, γνώμην ἔχων πρὸς τὸν Ἀντώ‐ νιον εὐθὺς ὁρμῆσαι. γενόμενος δὲ ἐν Λέσβῳ, καὶ ἐκεῖνόν τε ἐπὶ
5Μήδους ἐστρατευκέναι καὶ τὸν Καίσαρα καὶ τὸν Λέπιδον πεπο‐

49

.

17

.

5

λεμῶσθαι μαθών, διενοεῖτο μὲν κατὰ χώραν χειμάσαι· τῶν δὲ Λεσβίων προθυμότατα αὐτὸν διὰ τὴν τοῦ πατρὸς αὐτοῦ μνήμην καὶ δεξαμένων καὶ κατεχόντων, ἐπειδὴ τόν τε Ἀντώνιον δυστυχή‐ σαντα ἐν τῇ Μηδίᾳ ἐπύθετο καὶ Γάιος Φούρνιος ὁ τῆς Ἀσίας τότε

49

.

17

.

6

ἄρχων οὐκ εὐνοϊκῶς οἱ ἐχρῆτο, οὐ κατέμεινεν, ἀλλὰ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξεσθαι, ὅτι τε ἐκ τῆς Σικελίας συχνοὶ πρὸς αὐτὸν ἀφίκοντο καὶ ὅτι καὶ ἕτεροι, οἱ μὲν κατὰ τὴν τοῦ πα‐ τρὸς αὐτοῦ δόξαν οἱ δὲ καὶ βίου δεόμενοι, συνελέγησαν, τό τε
5σχῆμα τὸ στρατηγικὸν ἀνέλαβε, καὶ παρεσκευάζετο ὡς καὶ τὴν

49

.

18

.

1

περαίαν καταληψόμενος. κἀν τούτῳ τοῦ Ἀντωνίου ἔς τε τὴν φιλίαν ἀποσωθέντος καὶ τὰ πραττόμενα ὑπ’ αὐτοῦ μαθόντος, καὶ τήν τε ἄδειαν αὐτῷ καὶ τὴν εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου δώσειν, ἀντέγραψε μὲν ὡς καὶ πεισθησόμενός οἱ, οὐ μέντοι καὶ
5ἐποίησε τοῦτο, ἀλλ’ ἔκ τε τῶν συμφορῶν αὐτοῦ, καὶ ἐπειδὴ πρὸς τὴν Αἴγυπτον αὐτίκα ἀπῆρε, καταφρονήσας τῶν τε παρόντων εἴχετο

49

.

18

.

2

καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύετο. πυθόμενος δὲ ταῦτα ὁ Ἀντώνιος οὐκ ἀνέστρεψεν, ἀλλὰ τό τε ναυτικὸν καὶ τὸν Τίτιον τὸν Μᾶρκον, μεταστάντα τε πρὸς ἑαυτὸν πρότερον ἀπὸ τοῦ Σέξτου καὶ τότε συνόντα οἱ, ἐπ’ αὐτὸν ἔπεμψε. καὶ ὃς προαισθόμενός τε
5τοῦτο καὶ φοβηθείς (οὐδέπω γὰρ ἱκανῶς παρεσκεύαστο) ἐξανήχθη,

49

.

18

.

3

καὶ προχωρῶν ᾗ μάλιστα διαφεύξεσθαι ἐδόκει, ἔς τε Νικομήδειαν ἀφίκετο, κἀνταῦθα καταληφθεὶς ἐπεκηρυκεύσατο μὲν αὐτῷ, ἅτε καὶ ἐλπίδα αὐτοῦ ἐκ τῆς εὐεργεσίας ἣν εὐηργέτητο ἔχων· ὡς δὲ
ἐκεῖνος οὐκ ἔφη οἱ σπείσεσθαι ἂν μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν
5δύναμιν αὐτοῦ προπαραλάβῃ, τῆς τε κατὰ θάλασσαν σωτηρίας ἀπέγνω, καὶ τὰ σκεύη τὰ βαρύτερα ἐς τὰς ναῦς ἐμβαλὼν ταύτας

49

.

18

.

4

τε κατέκαυσε καὶ ἐς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτὸν ἐπιδιώ‐ ξαντες ὅ τε Τίτιος καὶ ὁ Φούρνιος ἔν τε Μιδαείῳ τῆς Φρυγίας κατέλαβον καὶ περισχόντες ἐζώγρησαν. μαθὼν δὲ τοῦτο ὁ Ἀντώ‐ νιος εὐθὺς μὲν ὑπ’ ὀργῆς ἐπέστειλέ σφισιν ἵνα ἀποθάνῃ, αὖθις δ’
5οὐ πολλῷ ὕστερον μετανοήσας ἵνα σωθῇ .........

49

.

18

.

5

........ τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρό‐ τερον φθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανάτου αὐτοῦ γράμματα ὁ Τίτιος λαβών, καὶ νομίσας ὄντως δεύτερα εἶναι, ἢ καὶ γνοὺς μὲν τὴν ἀλήθειαν, οὐκ ἐθελήσας δὲ αὐτῇ πιστεῦσαι, τῇ τάξει τῆς κο‐

49

.

18

.

6

μιδῆς αὐτῶν ἀλλ’ οὐ τῇ γνώμῃ προσέσχε. καὶ οὕτως ὅ τε Σέξτος ἐπί τε τοῦ Κορνουφικίου τοῦ Λουκίου καὶ ἐπὶ Σέξτου τινὸς Πομ‐ πηίου ὑπάτων ἀπέθανε, καὶ διὰ τοῦτο καὶ ὁ Καῖσαρ ἱπποδρομίαν τε ἐποίησε καὶ τῷ Ἀντωνίῳ ἅρμα τε ἔμπροσθεν τοῦ βήματος καὶ
5εἰκόνας ἐν τῷ Ὁμονοείῳ ἔστησε, τό τε ἐξουσίαν σύν τε τῇ γυναικὶ καὶ τοῖς τέκνοις ἑστιᾶσθαι ἐνταῦθ’ ἔχειν ἔδωκεν, ὥσπερ ποτὲ καὶ

49

.

18

.

7

αὐτῷ ἐψήφιστο· φίλος τε γὰρ ἔτι οἱ εἶναι ἐπλάττετο, καὶ ἐκεῖνόν τε ἐπὶ ταῖς ἀπὸ τῶν Πάρθων συμφοραῖς παρεμυθεῖτο δῆθεν, καὶ ἑαυτοῦ τὸ ἐπίφθονον πρός τε τὴν νίκην καὶ πρὸς τὰ ψηφισθέντα ἐπ’ αὐτῇ ἐξηκεῖτο.

49

.

19

.

1

καὶ ὁ μὲν ταῦτα ἔπραττε, τὰ δὲ δὴ τοῦ Ἀντωνίου τῶν τε βαρ‐ βάρων ὧδε ἔσχεν. ὁ Οὐεντίδιος ὁ Πούπλιος τὸν Πάκορον στράτευμά τε ἀθροίζειν καὶ ἐς τὴν Συρίαν ἐμβάλλειν μαθὼν ἔδεισεν, ἐπειδὴ μήτε αἱ πόλεις πω καθειστήκεσαν καὶ τὰ στρατόπεδα ἐν τοῖς χει‐
5μαδίοις ἔτι διέσπαρτο, καὶ τοιόνδε τι ἔς τε τὴν διατριβὴν αὐτοῦ

49

.

19

.

2

καὶ ἐς τὴν βραδυτῆτα τῆς στρατιᾶς ἐποίησε. Χανναῖόν τινα δυνάστην γνωρίμως μὲν καὶ αὐτῷ ἔχοντα, τὰ δὲ δὴ τῶν Πάρθων
μᾶλλον φρονοῦντα εἰδώς, τά τε ἄλλα ὡς καὶ πιστότατόν οἱ ὄντα ἐτίμα καὶ σύμβουλον ἔστιν ὧν ἐποιεῖτο, ἐξ ὧν αὐτὸς μὲν οὐδὲν
5βλαβήσεσθαι, ἐκείνῳ δὲ δὴ πίστιν τοῦ καὶ τὰ ἀπορρητότατα δῆθεν

49

.

19

.

3

αὐτῷ συνειδέναι παρέξειν ἔμελλεν. ἐπειδή τε ἐνταῦθα ἦν, φοβεῖ‐ σθαί τε ἐπλάσατο μή πως οἱ βάρβαροι τὴν συνήθη σφίσι διάβασιν τοῦ Εὐφράτου, παρ’ ᾗ τὸ Ζεῦγμα ἡ πόλις ἔστι, παραλιπόντες ἑτέρᾳ τινὶ ὁδῷ κάτω τοῦ ποταμοῦ χρήσωνται (τῇ μὲν γὰρ πεδία
5τοῖς πολεμίοις ἐπιτήδεια, τῇ δὲ γηλόφους ἑαυτοῖς πρέποντας εἶναι

49

.

19

.

4

ἔλεγε), καὶ τοῦτο αὐτόν 〈τ’〉 ἀνέπεισε πιστεῦσαι, καὶ τὸν Πάκορον δι’ αὐτοῦ προσεξηπάτησε· τὴν γὰρ πεδιάδα, ἣν προσεποιεῖτο ὁ Οὐεντίδιος μὴ βούλεσθαι αὐτὸν ἐλθεῖν, μακροτέραν τῆς ἑτέρας οὖ‐

49

.

20

.

1

σαν τραπεὶς παρέσχεν οἱ καιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί σφας ἐκώλυσεν οὔτ’ αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν
5Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶ αὐτοβοεί σφας αἱρήσοντες.

49

.

20

.

2

ἐπεκδρομῆς τε αἰφνιδίου γενομένης κατά τε τοῦ πρανοῦς οὐ χαλε‐ πῶς, ἅτε καὶ ἱππῆς ὄντες, ἀπεώσθησαν, κἀνταῦθα ἀνδρείως μὲν ἀμυνόμενοι (κατάφρακτοι γὰρ οἱ πλείους αὐτῶν ἦσαν) ταραττόμενοι δὲ πρός τε τὸ ἀνέλπιστον καὶ περὶ ἀλλήλοις, ὑπό τε τῶν ὁπλιτῶν
5καὶ ὑπὸ τῶν σφενδονητῶν μάλιστα ἡττήθησαν· πόρρωθεν γὰρ σφοδραῖς ταῖς βολαῖς ἐξικνούμενοι χαλεπώτατοι αὐτοῖς ἐγίγνοντο.

49

.

20

.

3

κἀν τῷ πόνῳ τούτῳ καὶ ὁ Πάκορος πεσὼν πλεῖστον αὐτοὺς ἔβλα‐ ψεν· ὡς γὰρ τάχιστα τὸν ἄρχοντά σφων ἀπολωλότα ᾔσθοντο, ὀλίγοι μὲν περὶ τοῦ σώματος αὐτοῦ προθύμως ἠγωνίσαντο, φθαρέντων δὲ καὶ τούτων πάντες οἱ λοιποὶ ἐνέδοσαν. καὶ αὐτῶν οἱ μὲν διὰ
5τῆς γεφύρας οἴκαδε διαφυγεῖν ἐθελήσαντες οὐκ ἠδυνήθησαν, ἀλλὰ προκαταληφθέντες ἀπώλοντο, οἱ δὲ καὶ πρὸς τὸν Ἀντίοχον ἐς τὴν

49

.

20

.

4

Κομμαγηνὴν κατέφυγον. Οὐεντίδιος δὲ τὰ μὲν ἄλλα τὰ ἐν τῇ Συ‐ ρίᾳ μετέωρα πρὸς τὴν τοῦ πολέμου ἔκβασιν γιγνόμενα (τὸν γὰρ Πάκορον ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων καὶ ἐπὶ δικαιοσύνῃ καὶ ἐπὶ πρᾳότητι ὑπερηγάπων) ῥᾳδίως, τὴν κεφαλὴν

49

.

20

.

5

αὐτοῦ κατὰ τὰς πόλεις περιπέμψας, κατεστήσατο· αὐτὸς δὲ ἐπὶ τὸν Ἀντίοχον, πρόφασιν μὲν ὅτι τοὺς ἱκέτας οἱ οὐκ ἐξέδωκε, τῇ δ’ ἀληθείᾳ διὰ τὰ χρήματα ἃ πάμπολλα εἶχεν, ἐπεστράτευσεν.

49

.

21

.

1

ἐνταῦθα δὲ ἤδη αὐτῷ ὄντι ὁ Ἀντώνιος ἐξαίφνης ἐπιστὰς οὐ μόνον οὐχ ἥσθη ἀλλὰ καὶ ἐφθόνησεν, ὅτι ἔδοξέ τι καθ’ ἑαυτὸν ἠνδραγαθῆσθαι· καὶ διὰ τοῦτο καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσε, καὶ ἐς οὐδὲν ἔτι οὔτ’ αὐτίκα οὔθ’ ὕστερον αὐτῷ ἐχρήσατο, καίτοι καὶ
5ἱερομηνίας ἐπ’ ἀμφοτέροις τοῖς ἔργοις καὶ ἐπινίκια δι’ αὐτὸν λαβών.

49

.

21

.

2

οἵ γε μὴν ἐν τῷ ἄστει Ῥωμαῖοι ἐψηφίσαντο μὲν τῷ Ἀντωνίῳ ταῦτα πρός τε τὸ προῦχον αὐτοῦ καὶ ἐκ τοῦ νόμου, ὅτι ἡ στρατηγία ἐκεί‐ νου ἦν, ἐψηφίσαντο δὲ καὶ τῷ Οὐεντιδίῳ, ἅτε καὶ τὴν συμφορὰν τὴν ἐπὶ τοῦ Κράσσου σφίσι γενομένην ἱκανώτατα τοῖς Πάρθοις
5διὰ τοῦ Πακόρου, καὶ μάλισθ’ ὅτι ἐν τῇ αὐτῇ ἡμέρᾳ ἑκατέρου

49

.

21

.

3

τοῦ ἔτους ἀμφότερα συνηνέχθη, νομίζοντες ἀνταποδεδωκέναι. καὶ συνέβη γε τῷ Οὐεντιδίῳ μόνῳ τε τὰ νικητήρια ἑορτάσαι ὥσπερ καὶ μόνος ἐνίκησεν (ὁ γὰρ Ἀντώνιος προαπώλετο), καὶ δόξαν ἀπό τε τούτου καὶ ἐκ τοῦ παραλόγου ἅμα τῆς τύχης μείζω λαβεῖν· ἐν γὰρ
5τοῖς τοῦ Πομπηίου τοῦ Στράβωνος ἐπινικίοις πομπεύσας ποτὲ μετὰ τῶν ἄλλων αἰχμαλώτων αὐτὸς ἐπινίκια τῶν Πάρθων πρῶτος Ῥω‐ μαίων ἤγαγε.

49

.

22

.

1

ταῦτα μὲν χρόνῳ ὕστερον ἐγένετο, τότε δὲ ὁ Ἀντώνιος προσέ‐ βαλε μὲν τῷ Ἀντιόχῳ, καὶ κατακλείσας αὐτὸν ἐς Σαμόσατα ἐπο‐ λιόρκει· ὡς δ’ οὐδὲν ἐπέραινεν, ἀλλ’ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο καὶ τὰ τῶν στρατιωτῶν ἀλλοτρίως οἱ διὰ τὴν τοῦ Οὐεντιδίου ἀτι‐
5μίαν ἔχειν ὑπώπτευσε, διεκηρυκεύσατο αὐτῷ κρύφα, καὶ πλαστὰς

49

.

22

.

2

πρὸς αὐτὸν συνθήκας, ὅπως εὐπρεπῶς ἀπαναστῇ, ἐποιήσατο. ἀμέλει αὐτὸς μὲν οὔτε ὁμήρους, πλὴν δύο καὶ τούτων οὐκ ἐπιφανῶν, οὔτε τὰ χρήματα ἃ ᾔτησεν ἔλαβε, τῷ δ’ Ἀντιόχῳ θάνατον Ἀλεξάνδρου τινὸς αὐτομολήσαντος παρ’ αὐτοῦ πρότερον πρὸς τοὺς Ῥωμαίους
5ἐχαρίσατο. καὶ ὁ μὲν ταῦτα πράξας ἐς τὴν Ἰταλίαν ἀφωρμήθη,

49

.

22

.

3

Γάιος δὲ δὴ Σόσσιος τὴν ἀρχὴν τῆς τε Συρίας καὶ τῆς Κιλικίας παρ’ αὐτοῦ λαβὼν τούς τε Ἀραδίους πολιορκηθέντας τε μέχρι τότε καὶ λιμῷ καὶ νόσῳ ταλαιπωρηθέντας ἐχειρώσατο, καὶ τὸν Ἀντίγονον τοὺς φρουροὺς τοὺς παρ’ ἑαυτῷ τῶν Ῥωμαίων ὄντας ἀποκτείναντα
5μάχῃ τε ἐνίκησε, καὶ καταφυγόντα ἐς τὰ Ἱεροσόλυμα πολιορκίᾳ

49

.

22

.

4

κατεστρέψατο. πολλὰ μὲν δὴ καὶ δεινὰ καὶ οἱ Ἰουδαῖοι τοὺς Ῥω‐ μαίους ἔδρασαν (τὸ γάρ τοι γένος αὐτῶν θυμωθὲν πικρότατόν ἐστι), πολλῷ δὲ δὴ πλείω αὐτοὶ ἔπαθον. ἑάλωσαν μὲν γὰρ πρό‐ τεροι μὲν οἱ ὑπὲρ τοῦ τεμένους τοῦ θεοῦ ἀμυνόμενοι, ἔπειτα δὲ

49

.

22

.

5

καὶ οἱ ἄλλοι ἐν τῇ τοῦ Κρόνου καὶ τότε ἡμέρᾳ ὠνομασμένῃ. καὶ τοσοῦτόν γε τῆς θρησκείας αὐτοῖς περιῆν ὥστε τοὺς προτέρους τοὺς μετὰ τοῦ ἱεροῦ χειρωθέντας παραιτήσασθαί τε τὸν Σόσσιον, ἐπειδὴ ἡμέρα αὖθις ἡ τοῦ Κρόνου ἐνέστη, καὶ ἀνελθόντας ἐς αὐτὸ

49

.

22

.

6

πάντα μετὰ τῶν λοιπῶν τὰ νομιζόμενα ποιῆσαι. ἐκείνους μὲν οὖν Ἡρώδῃ τινὶ ὁ Ἀντώνιος ἄρχειν ἐπέτρεψε, τὸν δ’ Ἀντίγονον ἐμαστί‐ γωσε σταυρῷ προσδήσας, ὃ μηδεὶς βασιλεὺς ἄλλος ὑπὸ τῶν Ῥω‐ μαίων ἐπεπόνθει, καὶ μετὰ τοῦτο καὶ ἀπέσφαξεν.

49

.

23

.

1

ἐπὶ μὲν δὴ τοῦ τε Κλαυδίου τοῦ τε Νωρβανοῦ τοῦθ’ οὕτως ἐγένετο, τῷ δ’ ἐπιγιγνομένῳ ἔτει οἱ μὲν Ῥωμαῖοι οὐδὲν ἐν τῇ Συ‐ ρίᾳ λόγου ἄξιον ἔπραξαν· Ἀντώνιος μὲν γὰρ ἔς τε τὴν Ἰταλίαν ἀφικνούμενος καὶ ἐκεῖσε αὖθις ἐπανιὼν πάντα τὸν ἐνιαυτὸν κατέ‐

49

.

23

.

2

τριψε, Σόσσιος δέ, ἅτε τὰ ἐκείνου ἀλλ’ οὐ τὰ ἑαυτοῦ ἐπαύξων, καὶ διὰ τοῦτο καὶ τὸν φθόνον τήν τε ὀργὴν αὐτοῦ φοβούμενος, διετέλεσε διασκοπῶν οὐχ ὅπως προσκατορθώσας τι ἀπεχθήσοιτό οἱ, ἀλλ’ ὅπως ἡσυχίαν ἄγων χαρίσαιτο τὰ δὲ δὴ τῶν Πάρθων ἰσχυρῶς

49

.

23

.

3

αὐτὰ καθ’ ἑαυτὰ ἐκ τοιοῦδέ τινος ἐνεωτερίσθη. ὁ Ὀρώδης ὁ βα‐
σιλεὺς αὐτῶν ἐπειδὴ τῇ τε ἡλικίᾳ καὶ τῷ πένθει τῷ τοῦ Πακόρου ἔκαμνε, Φραάτῃ τῷ πρεσβυτάτῳ τῶν λοιπῶν παίδων τὴν ἀρχὴν ζῶν ἔτ’ ἐνεχείρισε, καὶ ὃς παραλαβὼν αὐτὴν ἀνοσιώτατος ἀνθρώπων

49

.

23

.

4

ἐγένετο· τούς τε γὰρ ἀδελφοὺς τοὺς ἐκ τῆς τοῦ Ἀντιόχου θυγατρὸς γεγεννημένους ἐδολοφόνησεν, ὅτι καὶ τὴν ἀρετὴν καὶ τὸ γένος τὸ μητρόθεν ἀμείνους αὐτοῦ ἦσαν, καὶ αὐτὸν ἐκεῖνον δυσανασχετοῦντα ἐπὶ τούτῳ ἐπαπέκτεινε, καὶ μετὰ ταῦτα καὶ τῶν ἄλλων τοὺς γεν‐

49

.

23

.

5

ναιοτάτους ἔφθειρε, καὶ πολλὰ ἕτερα καὶ δεινὰ ἐποίει, ὥστε συχνοὺς τῶν πρώτων ἐγκαταλιπόντας αὐτὸν τοὺς μὲν ἄλλοσε τοὺς δὲ καὶ πρὸς τὸν Ἀντώνιον ἀποχωρῆσαι, ἐν οἷς καὶ ὁ Μοναίσης ἦν. τοῦτο μὲν ἐπὶ τοῦ Ἀγρίππου καὶ ἐπὶ τοῦ Γάλλου ὑπατευόντων ἐγένετο·

49

.

24

.

1

ἐν δὲ δὴ τῷ λοιπῷ χειμῶνι, τοῦ τε Γελλίου καὶ τοῦ Νέρουα ἀρχόν‐ των, Πούπλιος Κανίδιος Κράσσος ἐπὶ Ἴβηρας τοὺς ταύτῃ στρα‐ τεύσας μάχῃ τε τὸν βασιλέα αὐτῶν Φαρνάβαζον ἐνίκησε καὶ ἐς συμμαχίαν προσηγάγετο, καὶ μετ’ αὐτοῦ ἐς τὴν Ἀλβανίδα τὴν ὅμο‐
5ρον ἐμβαλών, καὶ ἐκείνους τόν τε βασιλέα αὐτῶν Ζόβηρα κρατήσας,

49

.

24

.

2

ὁμοίως αὐτοὺς ᾠκειώσατο. τούτοις τε οὖν ἐπαρθεὶς ὁ Ἀντώνιος, καὶ προσέτι καὶ ἐπὶ τῷ Μοναίσῃ πολλὰ ἐπελπίσας (καὶ γὰρ ὑπέ‐ σχητο αὐτῷ τῆς τε στρατείας ἡγήσεσθαι καὶ τὰ πλείω τῆς Παρθίας ἀκονιτὶ προσποιήσειν) τόν τε πόλεμον τὸν πρὸς αὐτοὺς ἐς χεῖρας
5ἤγετο 〈καὶ〉 τῷ Μοναίσῃ ἄλλα τε καὶ τρεῖς τῶν Ῥωμαίων πόλεις, μέχρις ἂν διαπολεμήσῃ, νέμεσθαι ἔδωκε, καὶ προσέτι καὶ τὴν τῶν

49

.

24

.

3

Πάρθων βασιλείαν ὑπέσχετο. πραττόντων δὲ αὐτῶν ταῦτα δείσας ὁ Φραάτης, ἄλλως τε καὶ τῶν Πάρθων χαλεπῶς ἐπὶ τῇ τοῦ Μο‐ ναίσου φυγῇ φερόντων, ἐπεκηρυκεύσατό τε αὐτῷ οὐδὲν ὅ τι οὐκ

49

.

24

.

4

ἐπαγγελλόμενος, καὶ ἔπεισεν αὐτὸν ἐπαναχωρῆσαι. γνοὺς οὖν τοῦτο ὁ Ἀντώνιος ὀργὴν μέν, ὥσπερ εἰκός, ἐποιεῖτο, οὐ μέντοι ἀπέκτεινε τὸν Μοναίσην, καίπερ ἐν τῇ αὐτοῦ ἐπικρατείᾳ ἔτ’ ὄντα· οὔτε γὰρ 〈ἂν〉 ἄλλον τινὰ τῶν βαρβάρων, ἄν γέ τι τοιοῦτο ποιήσῃ, σφετερί‐
5σασθαι προσεδόκησε, καί τινα ἀπάτην ἐπ’ αὐτοὺς παρεσκευάζετο.

49

.

24

.

5

ἐκεῖνόν τε οὖν ἀφῆκεν ὡς καὶ τὰ τῶν Πάρθων οἱ προσποιήσοντα, καὶ πρέσβεις μετ’ αὐτοῦ πρὸς τὸν Φραάτην ἔπεμψε. καὶ λόγῳ μὲν τὴν εἰρήνην ἔπραττεν ἐπὶ τῷ τά τε σημεῖα καὶ τοὺς αἰχμαλώτους τοὺς ἐν τῇ τοῦ Κράσσου συμφορᾷ ἁλόντας κομίσασθαι, ἵνα ἀπα‐
5ράσκευον τὸν βασιλέα διὰ τὴν τῆς συμβάσεως ἐλπίδα λάβῃ, ἔργῳ

49

.

25

.

1

δὲ τὰ τοῦ πολέμου πάντα ἡτοιμάζετο. καὶ ἦλθε μέχρι τοῦ Εὐ‐ φράτου, νομίζων ἔρημον αὐτὸν φρουρᾶς εἶναι· ἐπεὶ μέντοι πάντα τὰ ταύτῃ διὰ φυλακῆς ἀκριβοῦς ὄντα εὗρεν, ἐκεῖθεν μὲν ἀπετρά‐ πετο, ἐπὶ δὲ τὸν τῶν Μήδων βασιλέα Ἀρταουάσδην τῷ τῆς Ἀρμε‐
5νίας τῆς μείζονος βασιλεῖ, ὁμωνύμῳ τέ οἱ καὶ ἐχθρῷ ὄντι, πεισθεὶς

49

.

25

.

2

στρατεῦσαι πρὸς τὴν Ἀρμενίαν εὐθὺς ὥσπερ εἶχεν ἐχώρησε, καὶ μαθὼν ἐνταῦθα τὸν Μῆδον πολὺ ἀπὸ τῆς οἰκείας ἐπὶ τῇ τοῦ Πάρθου συμμαχίᾳ ἀπηρκότα, τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ μέρος μετ’ Ὀππίου Στατιανοῦ ὑπελίπετο, ἐπακολουθεῖν σφας κελεύ‐
5σας, αὐτὸς δὲ τούς τε ἱππέας καὶ τοῦ πεζοῦ τὸ κράτιστον λαβὼν

49

.

25

.

3

ἠπείχθη ὡς καὶ αὐτοβοεὶ πάντα τὰ τῶν ἐναντίων αἱρήσων, καὶ τοῖς Πραάσποις τῷ βασιλείῳ αὐτῶν προσπεσὼν χώματά τε ἔχου καὶ προσβολὰς ἐποιεῖτο. πυθόμενοι δὲ ταῦτα ὅ τε Πάρθος καὶ ὁ Μῆδος ἐκεῖνον μὲν μάτην εἴων πονεῖσθαι (τά τε γὰρ τείχη ἰσχυρὰ

49

.

25

.

4

ἦν καὶ συχνοὶ ἀπ’ αὐτῶν ἠμύνοντο), τῷ δὲ δὴ Στατιανῷ ἀπροσδο‐ κήτῳ τε ἐν τῇ πορείᾳ καὶ κεκμηκότι προσπεσόντες πάντας, πλὴν τοῦ Πολέμωνος τοῦ ἐν τῷ Πόντῳ βασιλεύοντος καὶ τότε συστρα‐ τεύοντος αὐτῷ, ἐφόνευσαν· τοῦτον γὰρ δὴ μόνον καὶ ἐζώγρησαν

49

.

25

.

5

καὶ ἀπέλυσαν χρήματα λαβόντες. ἠδυνήθησαν δὲ ταῦτα πρᾶξαι, ὅτι ὁ μὲν Ἀρμένιος οὐ παρεγένετο τῇ μάχῃ, ἀλλὰ καὶ δυνηθεὶς ἄν, ὥς φασί τινες, ἐπικουρῆσαι τοῖς Ῥωμαίοις οὔτε τοῦτ’ ἐποίησεν οὔτε πρὸς τὸν Ἀντώνιον ἀφίκετο, ἀλλ’ ἐς τὴν οἰκείαν ἀνεχώρησεν,

49

.

26

.

1

ὁ δ’ Ἀντώνιος ἠπείχθη μὲν πρὸς τὴν πρώτην πεμφθεῖσάν οἱ ὑπὸ τοῦ Στατιανοῦ ἀγγελίαν ὡς καὶ βοηθήσων αὐτῷ, ὑστέρησε δέ· ἔξω γὰρ τῶν νεκρῶν οὐδένα εὗρε. καὶ κατὰ μὲν τοῦτ’ ἐφοβήθη, ὅτι δὲ οὐδενὶ τῶν βαρβάρων ἐνέτυχεν, ὑπετόπησέ τε ἀπεληλυθέναι ποι

49

.

26

.

2

αὐτοὺς ὑπὸ δέους καὶ ἀνεθάρσησε. κἀκ τούτου συμβαλών σφισιν οὐ πολλῷ ὕστερον τροπὴν μὲν αὐτῶν ἐποιήσατο· οἱ γὰρ σφενδονῆ‐
ται πολλοί τε ὄντες καὶ μακροτέραν τῶν τόξων ἱέντες πάντα καὶ τὸν κατάφρακτον ἰσχυρῶς ἐλυμαίνοντο· οὐ μέντοι καὶ ἀξιόλογόν τι

49

.

26

.

3

πλῆθος ἔφθειρεν· οἱ γὰρ βάρβαροι διὰ ταχέων ἵππευον. τοῖς τε οὖν Πραάσποις αὖθις προσέμιξε καὶ ἐκεῖνα ἐπολιόρκει, τοὺς μὲν πολεμίους μηδὲν μέγα λυπῶν (οἵ τε γὰρ ἔνδον ὄντες ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, καὶ οἱ ἔξωθεν οὐ ῥᾳδίως αὐτῷ συνέμισγον), τῶν δὲ
5δὴ σφετέρων πολλοὺς μὲν ἐν τῇ τῶν ἐπιτηδείων καὶ ζητήσει καὶ

49

.

26

.

4

ἐπαγωγῇ ἀποβάλλων, συχνοὺς δὲ καὶ αὐτὸς κολάζων. τὸ μὲν γὰρ πρῶτον, ἕως ἔτι αὐτόθεν ποθὲν τὴν τροφὴν ἐλάμβανον, ἐξήρκουν ἐς ἀμφότερα, ὥστε καὶ τὴν προσεδρείαν καὶ τὴν λῆψιν αὐτῆς ἀσφαλῆ ποιεῖσθαι· ἐπεὶ δὲ τά τε ἐγγὺς πάντα κατανάλωτο καὶ πόρρω ποι

49

.

26

.

5

οἱ στρατιῶται προχωρεῖν ἠναγκάζοντο, συνέβαινεν αὐτοῖς, εἰ μὲν ὀλίγοι ποι πεμφθεῖεν, μὴ μόνον μηδὲν φέρειν ἀλλὰ καὶ προσαπόλ‐ λυσθαι, εἰ δὲ δὴ πλείους, ἔρημον τὸ τεῖχος τῶν πολιορκησόντων καταλείπειν, καὶ πολλοὺς μὲν ἄνδρας ἐν τούτῳ πολλὰς δὲ καὶ μηχα‐

49

.

27

.

1

νάς, ἐπεξιόντων σφίσι τῶν βαρβάρων, ἀποβάλλειν. καὶ διὰ ταῦτα ὁ Ἀντώνιος καὶ κριθὴν πᾶσιν αὐτοῖς ἀντὶ τοῦ σίτου ἔδωκε καὶ ἐδεκάτευσέ τινας, τό τε σύμπαν πολιορκεῖν δοκῶν τὰ τῶν πολιορ‐

49

.

27

.

2

κουμένων ἔπασχεν· οἵ τε γὰρ ἐν τῷ τείχει τοὺς καιροὺς τῶν ἐπεκ‐ δρομῶν ἀκριβῶς ἐτήρουν, καὶ οἱ ἔξω τοῖς τε κατὰ χώραν μένουσιν αὐτῶν, ὁπότε δίχα γένοιντο, δεινῶς, καὶ προσελαύνοντες ἐξαπίνης καὶ ὑποστρέφοντες δι’ ὀλίγου, ἐνέκειντο, καὶ τοῖς σιταγωγοῦσιν ἐπὶ
5μὲν τὰς κώμας ἀπιοῦσιν οὐκ ἠνώχλουν, σκεδαννυμένοις δὲ δὴ καὶ

49

.

27

.

3

ἀνακομιζομένοις προσέπιπτον ἀνέλπιστοι. προσκαθημένου δ’ οὖν καὶ ὣς αὐτοῦ τῇ πόλει, δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι αὐτὴν ἐν τῷ χρόνῳ, ἤτοι καθ’ ἑαυτὸν τρόπον τινὰ ἢ καὶ συμμαχίαν ποθὲν προσλαβών, ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς,

49

.

27

.

4

ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον. κἀκ τούτου τοῖς τε πεμφθεῖσιν ὑπ’ αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ
δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων, καὶ κατα‐ δραμὼν αὐτοὺς πολλὰ τέλος τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀπο‐

49

.

27

.

5

στρατοπεδεύσωνται, δώσειν ὑπέσχετο. ἀκούσας οὖν τοῦτο ὁ Ἀντώ‐ νιος, καὶ φοβηθείς τε ἅμα τὴν μεγαλαυχίαν αὐτοῦ, καὶ πιστεύσας ὅτι, ἄν που μεταστῇ, σπείσεται, ἀπανέστη, μηδὲν τῶν ἐς τὴν πο‐

49

.

28

.

1

λιορκίαν παρεσκευασμένων ὡς καὶ ἐν φιλίᾳ φθείρας. ποιήσαντος δὲ αὐτοῦ τοῦτο καὶ τὰς σπονδὰς προσδεχομένου, οἵ τε Μῆδοι καὶ τὰ μηχανήματα κατέκαυσαν καὶ τὰ χώματα διεσκέδασαν, καὶ οἱ Πάρθοι λόγον μὲν οὐδένα ὑπὲρ τῆς εἰρήνης αὐτῷ ἔπεμψαν, προσ‐

49

.

28

.

2

πεσόντες δὲ αἰφνίδιοι πολλὰ καὶ δεινὰ εἰργάσαντο. ὡς οὖν ἔμα‐ θεν ὅτι ἠπάτηται, πρεσβεύσασθαι μὲν οὐκέτ’ ἐτόλμησεν (οὔτε γὰρ ἐπὶ μετρίοις τισὶ καταλύσεσθαι προσεδόκησε, καὶ τοὺς στρατιώτας ἐς ἀθυμίαν ἐκ τῆς τῶν σπονδῶν διαμαρτίας ἐμβαλεῖν οὐκ ἠθέλη‐
5σεν), ἐπειχθῆναι δέ, ἐπειδήπερ ἅπαξ ἐξανειστήκει, ἐς τὴν Ἀρμενίαν

49

.

28

.

3

ἔγνω. καὶ ἑτέραν τινὰ ὁδόν (ἣν γὰρ ἦλθον, ἀποκεκλεῖσθαί σφισι παντελῶς ἐνόμιζον) ἰόντες πολλὰ καὶ ἄτοπα ἔπαθον. ἔς τε γὰρ χωρία ἄγνωστα ἐσπίπτοντες ἐσφάλλοντο, καὶ προσέτι καὶ οἱ βάρ‐ βαροι τὰ στενόπορα αὐτῶν προκαταλαμβάνοντες τὰ μὲν ἀπέσκα‐
5πτον τὰ δὲ ἀπεσταύρουν, τήν τε ὑδρείαν πανταχοῦ ἐδυσχέραινον

49

.

28

.

4

καὶ τὰς νομὰς ἐξέτριβον· καὶ εἴγε που κατὰ τύχην δι’ ἐπιτηδειοτέ‐ ρων τινῶν τόπων χωρήσειν ἔμελλον, ἐκείνων μέν σφας ὡς καὶ προκατειλημμένων ψευδαγγελίαις ἀπέτρεπον, ἑτέρας δ’ ὁδοὺς προ‐ λελοχισμένας ἰέναι ἐποίουν, ὥστε πολλοὶ μὲν ἐν τῷ τοιούτῳ πολλοὶ

49

.

29

.

1

δὲ καὶ ὑπὸ λιμοῦ ἐφθείροντο. καὶ ἐκ τούτου καὶ αὐτομολία τις ἐγένετο. κἂν πάντες μετέστησαν, εἰ μήπερ οἱ βάρβαροι τοὺς τολ‐ μήσαντας αὐτὸ ποιῆσαι ἐν τοῖς τῶν ἄλλων ὀφθαλμοῖς κατετόξευσαν.

49

.

29

.

2

τούτου τε οὖν ἐπέσχον, καί τι καὶ τοιόνδε παρὰ τῆς τύχης εὕροντο. ἐσπεσόντες ποτὲ ἐς ἐνέδραν καὶ πυκνοῖς τοξεύμασι βαλλόμενοι τήν τε χελώνην ἐξαπιναίως συνασπίσαντες ἐποίησαν καὶ τὰ γόνατά σφων

49

.

29

.

3

τὰ ἀριστερὰ πρὸς τὴν γῆν ἤρεισαν. νομίσαντες οὖν αὐτοὺς οἱ
βάρβαροι (οὐ γάρ πω τοιοῦτόν τι ἑωράκεσαν) καταπεπτωκέναι τε ὑπὸ τῶν τραυμάτων καὶ μιᾶς ἐπικοπῆς εἶναι, τὰ μὲν τόξα ἀπέρρι‐ ψαν καὶ ἀπὸ τῶν ἵππων ἀπεπήδησαν, τοὺς δ’ ἀκινάκας σπασάμενοι

49

.

29

.

4

ἐγγύς σφισιν ὡς καὶ ἐπισφάξοντες αὐτοὺς προσῆλθον. κἀν τούτῳ ἐξαναστάντες οἱ Ῥωμαῖοι πᾶσάν τε ἀπὸ παραγγέλσεως τὴν φάλαγγα ἅμα ἀνέπτυξαν, καὶ τοῖς πλησίοις ἀντιπρόσωποι ὡς ἕκαστοι προσ‐ πεσόντες παμπληθεῖς, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους
5παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι, κατέκο‐ ψαν, ὥστε τοὺς λοιποὺς πάντας παραχρῆμα ἀποχωρῆσαι καὶ μη‐ κέτι μηδέν’ αὐτοῖς ἐπακολουθῆσαι.

49

.

30

.

1

ἡ δὲ δὴ χελώνη αὕτη τοιάδε τίς ἐστι καὶ τόνδε τὸν τρόπον γίγνεται. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ οἵ τε ἱππῆς ἐν μέσῳ τοῦ στρατεύματος τετάχαται· τῶν δ’ ὁπλιτῶν οἱ μὲν ταῖς προμη‐ κέσιν ἀσπίσι ταῖς κοίλαις ταῖς σωληνοειδέσι χρώμενοι περί τε τὰ
5ἔσχατα ὥσπερ ἐν πλινθίῳ τινὶ τάσσονται, καὶ τοὺς ἄλλους, ἔξω τε

49

.

30

.

2

βλέποντες καὶ τὰ ὅπλα προβεβλημένοι, περιέχουσιν· οἱ δ’ ἕτεροι οἱ τὰς πλατείας ἀσπίδας ἔχοντες ἔν τε τῷ μέσῳ συσπειρῶνται καὶ ἐκείνας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ὑπεραίρου‐ σιν, ὥστε μήτ’ ἄλλο τι πλὴν ἀσπίδων διὰ πάσης ὁμοίως τῆς φά‐
5λαγγος ὁρᾶσθαι, καὶ ἐν σκέπῃ τῶν βελῶν πάντας αὐτοὺς ὑπὸ τῆς

49

.

30

.

3

πυκνότητος τῆς συντάξεως γίγνεσθαι. οὕτω γάρ τοι δεινῶς ἰσχυ‐ ρίζεται ὥστε καὶ βαδίζειν τινὰς ἐπάνωθεν αὐτῆς, καὶ προσέτι καὶ ἵππους καὶ ὀχήματα, ὁσάκις ἂν ἐν κοίλῳ τινὶ καὶ στενῷ χωρίῳ γένωνται, ἐνελαύνεσθαι. τοιοῦτον μὲν δὴ τὸ σχῆμα τῆς τάξεως
5ταύτης ἐστί, καὶ διὰ τοῦτο καὶ τὴν τῆς χελώνης ἐπίκλησιν, πρός

49

.

30

.

4

τε τὸ ἰσχυρὸν καὶ πρὸς τὸ εὐσκέπαστον αὐτῆς, εἴληφε. χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύον‐ ται, καὶ πολλάκις καὶ ἐπ’ αὐτὸ τὸ τεῖχος ἀναβιβάζουσί τινας, ἢ ὑπὸ τοξοτῶν ποτε περιστοιχισθέντες κυπτάζουσι πάντες ἅμα (καὶ
5γὰρ 〈καὶ〉 οἱ ἵπποι ὀκλάζειν καὶ κατακλίνεσθαι διδάσκονται), κἀν τούτῳ δόκησίν σφισιν ὡς καὶ κεκμηκότες παρασχόντες ἐξεγείρον‐ ταί τε πελασάντων αὐτῶν ἐξαίφνης, καὶ ἐς ἔκπληξίν σφας καθι‐
στᾶσιν.

49

.

31

.

1

ἡ μὲν οὖν χελώνη αὕτη τοιουτότροπός ἐστιν, Ἀντώνιος δὲ ὑπὸ μὲν τῶν πολεμίων οὐκετ’ οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ ψύ‐ χους ἰσχυρῶς ἐταλαιπώρησεν· χειμών τε γὰρ ἤδη ἦν, καὶ ἡ Ἀρμε‐ νία ἡ ἐν τοῖς ὄρεσι, δι’ ὧνπερ καὶ μόνων ἀγαπητῶς ἐπορεύθη,
5κρυσταλλώδης ἀεί ποτέ ἐστι. τά τε τραύματα, ἃ πολλὰ εἶχον,

49

.

31

.

2

ἐνταῦθα δὴ καὶ μάλιστα αὐτοῖς συνεπέθετο. ὅθενπερ συχνῶν μὲν ἀπολλυμένων συχνῶν δὲ καὶ ἀπομάχων γιγνομένων, οὐκ ἤνεγκε τὴν καθ’ ἕκαστον αὐτῶν πύστιν, ἀλλὰ ἀπηγόρευσε μηδὲν τοιοῦτο μηδένα οἱ ἀγγέλλειν. καὶ τόν τε Ἀρμένιον, καίτοι ἐν ὀργῇ τε ὅτι ἐγκατέλιπέ
5σφας ἔχων καὶ τιμωρήσασθαι ἐπιθυμῶν, καὶ ὑπῆλθε καὶ ἐθερά‐

49

.

31

.

3

πευσεν, ἵνα τά τε ἐπιτήδεια καὶ χρήματα παρ’ αὐτοῦ λάβῃ· καὶ τέλος, ὡς οὔτ’ ἀρκέσαι πρὸς πλείω πορείαν οἱ στρατιῶται, καὶ ταῦτ’ ἐν χειμῶνι, ἐδύναντο, καὶ ἅμα καὶ μάτην ταλαιπωρήσειν ἔμελλον (ὑποστρέψαι γὰρ ἐς τὴν Ἀρμενίαν οὐκ ἐς μακρὰν ἐνενόει),
5πολλὰ μὲν ἐθώπευσεν αὐτόν, πολλὰ δὲ καὶ καθυπέσχετο αὐτῷ, ὅπως σφίσι χειμάσαι κατὰ χώραν ἐπιτρέψῃ, λέγων ὅτι τῷ ἦρι ἐπὶ

49

.

31

.

4

τοὺς Πάρθους αὖθις ἐπιστρατεύσει. καί οἱ καὶ παρὰ τῆς Κλεο‐ πάτρας χρήματα ἦλθεν, ὥστε τοῖς τε ὁπλίταις καθ’ ἑκατὸν δραχμὰς καὶ τοῖς ἄλλοις τὸ ἱκνούμενον δοθῆναι. ἐπειδή τε οὐκ ἐξήρκεσέ σφισι τὰ πεμφθέντα, προσεπέδωκε τοῖς λοιποῖς οἴκοθεν,
5τὸ μὲν ἀνάλωμα ἑαυτοῦ τὴν δὲ δὴ τῆς χάριτος δόξαν τῆς Κλεο‐ πάτρας ποιούμενος· πολλὰ μὲν γὰρ καὶ τοὺς φίλους ἠράνισε, πολλὰ δὲ καὶ παρὰ τῶν συμμάχων ἠργυρολόγησε.

49

.

32

.

1

καὶ ὁ μὲν ταῦτα πράξας ἐς τὴν Αἴγυπτον ἀπῆρεν, οἱ δὲ δὴ οἴκοι Ῥωμαῖοι ἠγνόουν μὲν οὐδὲν τῶν γεγονότων, οὐχ ὅτι τἀληθὲς ἐκεῖνος ἐπέστειλέ σφισι (πάντα γὰρ δὴ τὰ δυσχερῆ συνέκρυπτε, καὶ ἔστιν ἅ γε αὐτῶν καὶ ἐς τὸ ἐναντιώτατον, ὡς καὶ εὐπραγῶν,

49

.

32

.

2

ἔγραφεν), ἀλλ’ ὅτι ἥ τε φήμη τὴν ἀλήθειαν ἐσήγγελλε, καὶ ὁ Καῖ‐ σαρ οἵ τε ἄλλοι οἱ συνόντες αὐτῷ καὶ ἐπολυπραγμόνουν ἀκριβῶς αὐτὰ καὶ διεθρύλουν, οὐ μέντοι καὶ ἐν τῷ κοινῷ διήλεγχον, ἀλλὰ καὶ ἐβουθύτουν καὶ ἑώρταζον· τοῦ γὰρ Καίσαρος πρὸς τὸν Σέξτον
5ἔτι καὶ τότε προσπταίοντος οὔτε εὐπρεπὴς οὔτε ἐπίκαιρος ὁ ἔλεγχος

49

.

32

.

3

αὐτῶν γίγνεσθαι ἐδύνατο. ὁ δ’ οὖν Ἀντώνιος ταῦτά τε οὕτως ἔπραξε, καὶ δυναστείας Ἀμύντᾳ μὲν Γαλατίας, καίπερ γραμματεῖ τοῦ Δηιοτάρου γενομένῳ, ἔδωκε, καὶ Λυκαονίας Παμφυλίας τέ τινα αὐτῷ προσθείς, Ἀρχελάῳ δὲ Καππαδοκίας, ἐκβαλὼν τὸν Ἀρια‐
5ράθην. ὁ δ’ Ἀρχέλαος οὗτος πρὸς μὲν πατρὸς ἐκ τῶν Ἀρχελάων ἐκείνων τῶν τοῖς Ῥωμαίοις ἀντιπολεμησάντων ἦν, ἐκ δὲ μητρὸς

49

.

32

.

4

ἑταίρας Γλαφύρας ἐγεγέννητο. οὐ μὴν ἀλλ’ ἐπὶ μὲν τούτοις ἧττόν πως ὁ Ἀντώνιος (ἐν γὰρ τοῖς ἀλλοτρίοις ἐμεγαλοφρονεῖτο) κακῶς παρὰ τοῖς πολίταις ἤκουεν· ἐπὶ δὲ δὴ τῇ Κλεοπάτρᾳ μεγάλως διε‐ βλήθη, ὅτι τε παῖδας ἐξ αὐτῆς, πρεσβυτέρους μὲν Ἀλέξανδρον καὶ
5Κλεοπάτραν (καὶ δίδυμοι γὰρ ἐτέχθησαν) νεώτερον δὲ Πτολεμαῖον

49

.

32

.

5

τὸν καὶ Φιλάδελφον ἐπικληθέντα, ἀνείλετο, καὶ ὅτι πολλὰ μὲν τῆς Ἀραβίας τῆς τε Μάλχου καὶ τῆς τῶν Ἰτυραίων (τὸν γὰρ Λυσανίαν, ὃν αὐτὸς βασιλέα σφῶν ἐπεποιήκει, ἀπέκτεινεν ὡς τὰ τοῦ Πακό‐ ρου πράξαντα), πολλὰ δὲ καὶ τῆς Φοινίκης τῆς τε Παλαιστίνης,
5Κρήτης τέ τινα καὶ Κυρήνην τήν τε Κύπρον αὐτοῖς ἐχαρίσατο.

49

.

33

.

1

τότε μὲν ταῦτ’ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει, 〈ἐν ᾧ〉 ὅ τε Πομ‐ πήιος καὶ ὁ Κορνουφίκιος ὑπάτευσαν, στρατεῦσαι ἐπὶ τὸν Ἀρμέ‐ νιον ἐπεχείρησεν, ἐλπίδα τοῦ Μήδου οὐκ ἐλαχίστην ἔχων, ὅτι πρός τε τὸν Φραάτην ἀγανακτήσας ἐπὶ τῷ μήτε τῶν λαφύρων πολλὰ
5παρ’ αὐτοῦ μήτ’ ἄλλην τινὰ τιμὴν λαβεῖν, καὶ τὸν Ἀρμένιον τι‐ μωρήσασθαι τῆς τῶν Ῥωμαίων ἐπαγωγῆς ἐθελήσας, τὸν Πολέ‐

49

.

33

.

2

μωνα αὐτῷ προσέπεμψε καὶ φιλίαν καὶ συμμαχίαν αἰτῶν. οὕτω γάρ που ὑπερήσθη τῷ πράγματι ὥστε καὶ ἐκείνῳ σπείσασθαι καὶ τῷ Πολέμωνι μισθὸν τῆς κηρυκείας τὴν μικροτέραν Ἀρμενίαν μετὰ ταῦτα δοῦναι. τὸν δ’ οὖν Ἀρμένιον πρότερον μὲν ἐς τὴν Αἴγυπ‐
5τον ὡς καὶ φίλον, καὶ ὡς ἐνταῦθα αὐτὸν ἀπόνως περιλαβὼν κατ‐ εργάσηται, μετεπέμψατο· ἐπεὶ δ’ ὑποτοπήσας τοῦτ’ οὐχ ὑπή‐

49

.

33

.

3

κουσεν, ἕτερόν τινα τρόπον ἐξαπατῆσαι ἐπεβούλευσε. φανερῶς μὲν γὰρ οὐκ ὠργίζετο αὐτῷ, μὴ καὶ πολεμωθείη· ὡς δ’ ἐπὶ τοὺς Πάρθους καὶ τότε στρατεύσων, ἵνα ἀπαράσκευον αὐτὸν εὕρῃ, ἦρε μὲν ἐκ τῆς Αἰγύπτου, μαθὼν δὲ καθ’ ὁδὸν τὴν Ὀκταουίαν ἀπὸ
5τῆς Ῥώμης ἀφικνεῖσθαι, οὐκέτι περαιτέρω προεχώρησεν ἀλλὰ ἀνε‐

49

.

33

.

4

κομίσθη, καίτοι καὶ παραυτίκα οἴκαδε αὐτῇ ἐπανελθεῖν κελεύσας, καὶ μετὰ τοῦτο τὰ δῶρα τὰ πεμφθέντα παρ’ αὐτῆς, τά τε ἄλλα καὶ τοὺς στρατιώτας οὓς παρὰ τοῦ ἀδελφοῦ ἐπ’ αὐτὸ τοῦτο ᾐτή‐ κει, λαβών.
5καὶ ὁ μὲν ἔτι καὶ μᾶλλον τῷ τε ἔρωτι καὶ τῇ γοητείᾳ τῇ τῆς

49

.

34

.

1

Κλεοπάτρας ἐδούλευε· Καῖσαρ δὲ ἐν τούτῳ, ἐπειδὴ ὅ τε Σέξτος ἀπωλώλει καὶ τὰ ἐν τῇ Λιβύῃ καταστάσεως ἐδεῖτο, ἦλθε μὲν ἐς τὴν Σικελίαν ὡς καὶ ἐκεῖσε πλευσούμενος, ἐγχρονίσας δὲ ἐνταῦθα

49

.

34

.

2

ὑπὸ τοῦ χειμῶνος οὐκέτ’ ἐπεραιώθη. οἵ τε γὰρ Σάλασσοι καὶ οἱ Ταυρίσκοι Λιβυρνοί τε καὶ Ἰάπυδες οὐδὲν μὲν οὐδὲ ἐκ τοῦ πρὶν μέτριον ἐς τοὺς Ῥωμαίους ἔπρασσον, ἀλλὰ τήν τε συντέλειαν τῶν φόρων ἐξέλιπον καὶ ἐσβάλλοντες ἔστιν ὅτε ἐς τὰ ὁμοροῦντά σφισιν
5ἐκακούργουν· τότε δὲ φανερῶς πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐπανέστη‐

49

.

34

.

3

σαν. δι’ οὖν τοῦτ’ ἀναστρέψας τά τε ἄλλα ἐπ’ αὐτοὺς παρεσκευά‐ σατο, καὶ ἐπειδή τινες τῶν ἀφεθέντων ὅτε ἐστασίασαν καὶ μηδὲν λαβόντων στρατεύσασθαι αὖθις ἠθέλησαν, ἐς ἕν σφας στρατόπεδον κατεχώρισεν, ἵν’ ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ὄντες μήτε προσδιαφθεί‐
5ρωσί τινα, κἂν ἄρα νεωτερίσαι τι βουληθῶσιν, ἔκδηλοι παραχρῆμα

49

.

34

.

4

γένωνται. ὡς δ’ οὐδὲν μᾶλλον ἐσωφρονίσθησαν, ὀλίγους ἐξ αὐτῶν τοὺς πρεσβυτάτους ἐς Γαλατίαν κληρουχήσοντας ἔπεμψε, νομίσας καὶ τοὺς ἄλλους ἐκ τούτου καὶ ἐπελπίσειν καὶ καταστήσειν. ἐπεὶ δὲ καὶ ὣς ἐθρασύνοντο, δίκῃ τινὰς αὐτῶν ἔδωκε. παροξυνθέντων
5τε ἐπὶ τούτῳ τῶν λοιπῶν συνεκάλεσέ τε αὐτοὺς ὡς καὶ ἐπ’ ἄλλο τι, καὶ περισχὼν τῷ στρατῷ τά τε ὅπλα ἀφείλετο καὶ τῆς στρα‐

49

.

34

.

5

τείας ἔπαυσε. καὶ οὕτω τήν τε ἑαυτῶν ἀσθένειαν ἅμα καὶ τὸ τοῦ Καίσαρος φρόνημα μαθόντες ἀληθῶς τε μετεβάλοντο, καὶ πολλὰ αὐτὸν ἱκετεύσαντες ἀνεστρατεύσαντο. ὁ γὰρ Καῖσαρ στρατιωτῶν τε δεόμενος, καὶ φοβηθεὶς μὴ καὶ ὁ Ἀντώνιος αὐτοὺς σφετερίσηται,
5συγγιγνώσκειν τέ σφισιν ἔφη καὶ χρησιμωτάτους πρὸς πάντα αὐ‐ τοὺς ἔσχε.

49

.

35

.

1

τοῦτο μὲν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ἄλλους ἑτέροις τισὶ καταστρέψασθαι προσέταξεν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἰάπυδας ἐστρά‐ τευσε. καὶ τοὺς μὲν ἐντὸς τῶν ὀρῶν, οὐ πάνυ πόρρω τῆς θα‐ λάσσης οἰκοῦντας, ἀπονώτερον προσηγάγετο, τοὺς δὲ ἐπί τε τῶν
5ἄκρων καὶ ἐς τὰ ἐπὶ θάτερα αὐτῶν οὐκ ἀταλαιπώρως ἐχειρώσατο.

49

.

35

.

2

τὸ γὰρ Μέτουλον, τὴν μεγίστην σφῶν πόλιν, κρατυνάμενοι πολλὰς μὲν προσβολὰς τῶν Ῥωμαίων ἀπεκρούσαντο, πολλὰ δὲ μηχανήματα κατέφλεξαν, αὐτόν τε ἐκεῖνον ἀπὸ πύργου τινὸς ξυλίνου ἐπιβῆναι

49

.

35

.

3

τοῦ περιβόλου πειρώμενον κατέστρωσαν. καὶ τέλος, ὡς οὐδὲν μᾶλλον ἀπανίστατο ἀλλὰ καὶ δυνάμεις προσμετεπέμπετο, συμβῆναί τε βού‐ λεσθαι ἐπλάσαντο, καὶ φρουροὺς ἐς τὴν ἄκραν ἐσδεξάμενοι ἐκείνους

49

.

35

.

4

τε τῆς νυκτὸς ἅπαντας ἔφθειραν καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ οἱ μὲν ἑαυτοὺς οἱ δὲ καὶ τὰς γυναῖκας τά τε παιδία προσαπέκτειναν, ὥστε μηδ’ ὁτιοῦν ἀπ’ αὐτῶν τῷ Καίσαρι περιγενέσθαι. οὐ γὰρ ὅτι ἐκεῖνοι, ἀλλὰ καὶ οἱ ζωγρηθέντες σφῶν ἑκούσιοι οὐ πολλῷ ὕστε‐
5ρον ἐφθάρησαν.

49

.

36

.

1

ἐπεὶ δ’ οὖν οὗτοί τε ἀπωλώλεσαν καὶ οἱ ἄλλοι κατεστράφατο μηδὲν ἀξιόλογον πράξαντες, ἐπὶ Παννονίους ἐπεστράτευσεν, ἔγκλημα μὲν οὐδὲν αὐτοῖς ἐπιφέρων (οὐδὲ γὰρ οὐδ’ ἠδίκητό τι ὑπ’ αὐτῶν), ἵνα δὲ δὴ τοὺς στρατιώτας ἀσκῇ τε ἅμα καὶ ἐκ τῶν ἀλλοτρίων
5τρέφῃ, πᾶν τὸ τῷ κρείττονι τοῖς ὅπλοις ἀρέσκον δίκαιον ἐς τοὺς

49

.

36

.

2

ἀσθενεστέρους ποιούμενος. οἱ δὲ δὴ Παννόνιοι νέμονται μὲν πρὸς τῇ Δελματίᾳ, παρ’ αὐτὸν τὸν Ἴστρον, ἀπὸ Νωρικοῦ μέχρι τῆς Μυσίας τῆς ἐν τῇ Εὐρώπῃ, κακοβιώτατοι δὲ ἀνθρώπων ὄντες (οὔτε γὰρ γῆς οὔτε ἀέρων εὖ ἥκουσιν· οὐκ ἔλαιον, οὐκ οἶνον, πλὴν

49

.

36

.

3

ἐλαχίστου καὶ τούτου κακίστου, γεωργοῦσιν, ἅτε ἐν χειμῶνι πικρο‐ τάτῳ τὸ πλεῖστον διαιτώμενοι, ἀλλὰ τάς τε κριθὰς καὶ τοὺς κέγ‐ χρους καὶ ἐσθίουσιν ὁμοίως καὶ πίνουσιν) ἀνδρειότατοι δ’ οὖν διὰ πάντων ὧν ἴσμεν νομίζονται· θυμικώτατοι γὰρ καὶ φονικώτατοι,

49

.

36

.

4

οἷα μηδὲν ἄξιον τοῦ καλῶς ζῆν ἔχοντες, εἰσί. ταῦτα δὲ οὐκ ἀκού‐ σας οὐδ’ ἀναγνοὺς μόνον, ἀλλὰ καὶ ἔργῳ μαθὼν ὥστε καὶ ἄρξας αὐτῶν, οἶδα· μετὰ γάρ τοι τὴν ἐν τῇ Ἀφρικῇ ἡγεμονίαν τῇ τε Δελματίᾳ, ἧς ποτε καὶ ὁ πατήρ μου χρόνον τινὰ ἦρξε, καὶ τῇ
5Παννονίᾳ τῇ ἄνω καλουμένῃ προσετάχθην, ὅθεν ἀκριβῶς πάντα

49

.

36

.

5

τὰ κατ’ αὐτοὺς εἰδὼς γράφω. ὀνομάζονται δὲ οὕτως ὅτι τοὺς χιτῶνας τοὺς χειριδωτοὺς ἐξ ἱματίων τινῶν ἐς πάννους ἐπιχωρίως πως καὶ κατατέμνοντες καὶ προσαγορεύοντες συρράπτουσι. καὶ οἱ μὲν εἴτ’ οὖν διὰ τοῦτο εἴτε καὶ δι’ ἄλλο τι οὕτως ὠνομάδαται·

49

.

36

.

6

τῶν δὲ δὴ Ἑλλήνων τινὲς τἀληθὲς ἀγνοήσαντες Παίονάς σφας προσεῖπον, ἀρχαίου μέν που τοῦ προσρήματος τούτου ὄντος, οὐ μέντοι καὶ ἐκεῖ, ἀλλ’ ἔν τε τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδο‐ νίᾳ τῇ νῦν μέχρι τῆς θαλάσσης. ὑφ’ οὗπερ καὶ ἐγὼ ἐκείνους μὲν
5Παίονας τούτους δὲ Παννονίους, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ Ῥωμαῖοί σφας καλοῦσι, προσαγορεύσω.

49

.

37

.

1

ἐπὶ οὖν τούτους ὁ Καῖσαρ τότε στρατεύσας τὸ μὲν πρῶτον οὔτε τι ἐδῄου οὔτε τι ἥρπαζε, καίπερ καὶ τὰς κώμας αὐτῶν τὰς ἐν τοῖς πεδίοις ἐκλιπόντων· ἤλπιζε γὰρ ἐθελοντὰς αὐτοὺς ὑπά‐
ξεσθαι· ὡς δὲ καὶ προχωροῦντα αὐτὸν πρὸς Σισκίαν ἐλύπησαν,
5ὠργίσθη καὶ τήν τε χώραν σφῶν ἔκαιε καὶ πάνθ’ ὅσα ἐδύνατο

49

.

37

.

2

λείαν ἐποιεῖτο. πλησιάσαντος δ’ αὐτοῦ τῇ πόλει οἱ ἐπιχώριοι παραυτίκα μὲν ὑπὸ τῶν δυνατῶν ἀναπεισθέντες ὡμολόγησάν τε αὐτῷ καὶ ὁμήρους ἔδοσαν, μετὰ δὲ τοῦτο τάς τε πύλας ἀπέκλεισαν καὶ ἐς πολιορκίαν κατέστησαν. εἶχον μὲν γὰρ καὶ τείχη ἰσχυρά,

49

.

37

.

3

τὸ δ’ ὅλον ποταμοῖς δύο ναυσιπόροις ἐθάρσουν. ὁ γὰρ Κόλοψ ὀνομαζόμενος παρ’ αὐτὸν τὸν περίβολον παραρρέων ἐς τὸν Σάουον ὀλίγον ἀπέχοντα αὐτοῦ ἐμβάλλει καὶ νῦν πᾶσαν τὴν πόλιν ἐγκεκύ‐ κλωται, Τιβερίου τάφρῳ τινὶ μεγάλῃ ἐς τοῦτο αὐτὸν καταστήσαν‐

49

.

37

.

4

τος, δι’ ἧς ἐς τὸ ἀρχαῖον αὖθις ῥεῖθρον ἐπανέρχεται. τότε δὲ τῇ μὲν τοῦ Κόλοπος παρ’ αὐτὰ τὰ τείχη παρεξιόντος, τῇ δὲ τοῦ Σάουου ὀλίγον ἄπωθεν παραρρέοντος διάκενόν τι κατελέλειπτο,

49

.

37

.

5

ὃ καὶ σταυρώμασι καὶ ταφρεύμασιν ὠχύρωτο. ὁ οὖν Καῖσαρ πλοῖα παρὰ τῶν ταύτῃ συμμάχων ποιηθέντα λαβών, καὶ διά τε τοῦ Ἴστρου ἐς τὸν Σάουον καὶ δι’ ἐκείνου ἐς τὸν Κόλοπα αὐτὰ ἀγα‐ γών, προσέβαλέ σφισι τῷ πεζῷ ἅμα καὶ ταῖς ναυσί, καί τινας καὶ

49

.

37

.

6

ναυμαχίας ἐν αὐτῷ ἐποιήσατο. καὶ γὰρ οἱ βάρβαροι μονόξυλα πλοῖα ἀντικατασκευάσαντες διεκινδύνευον, καὶ ἔν τε τῷ ποταμῷ ἄλλους τε συχνοὺς καὶ τὸν Μηνᾶν τὸν τοῦ Σέξτου ἐξελεύθερον ἀπέκτει‐ ναν, καὶ ἐν τῇ γῇ ἰσχυρῶς αὐτὸν ἠμύνοντο, μέχρις οὗ τῶν συμμά‐
5χων τινὰς ἐνηδρεῦσθαί τε καὶ ἐφθάρθαι ἐπύθοντο· τότε γὰρ ἀθυμήσαντες ἐνέδοσαν. καὶ οὕτως ἁλόντων ἐκείνων καὶ τὸ ἄλλο Παννονικὸν ὁμολογίᾳ προσηγάγετο.

49

.

38

.

1

καὶ μετὰ ταῦτα ἐκεῖ μὲν Φούφιον Γέμινον σὺν δυνάμει τινὶ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἀνεκομίσθη, καὶ τὰ μὲν ἐπι‐ νίκια ψηφισθέντα οἱ ἀνεβάλετο, τῇ δ’ Ὀκταουίᾳ τῇ τε Λιουίᾳ καὶ εἰκόνας καὶ τὸ τὰ σφέτερα ἄνευ κυρίου τινὸς διοικεῖν, τό τε ἀδεὲς
5καὶ τὸ ἀνύβριστον ἐκ τοῦ ὁμοίου τοῖς δημάρχοις ἔχειν ἔδωκεν.

49

.

38

.

2

ὡρμημένου δὲ αὐτοῦ καὶ ἐς τὴν Βρεττανίαν κατὰ τὸν τοῦ πατρὸς ζῆλον στρατεῦσαι, καὶ ἤδη καὶ ἐς τὴν Γαλατίαν μετὰ τὸν χειμῶνα
ἐν ᾧ ὅ τε Ἀντώνιος τὸ δεύτερον καὶ Λούκιος Λίβων ὑπάτευον προ‐ κεχωρηκότος, τῶν τε νεοαλώτων τινὲς καὶ Δελμάται σὺν αὐτοῖς

49

.

38

.

3

ἐπανέστησαν. καὶ Παννονίους μὲν ὁ Γέμινος, καίτοι τῆς Σισκίας ἐκπεσών, ὅμως μάχαις ἀνεκτήσατο, τούς τε Σαλάσσους καὶ τοὺς ἄλλους τοὺς μετ’ αὐτῶν νεωτερίσαντας ὁ Μεσσάλας 〈ὁ〉 Οὐαλέριος ἐχειρώσατο· ἐπὶ δὲ δὴ τοὺς Δελμάτας πρότερος μὲν ὁ Ἀγρίππας,

49

.

38

.

4

ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ἐπεστράτευσε. καὶ τοὺς μὲν πλείους σφῶν αὐτοὶ πολλὰ καὶ δεινὰ παθόντες, ὥστε καὶ τὸν Καίσαρα τρωθῆναι καὶ τῶν στρατιωτῶν τισι κριθὴν ἀντὶ τοῦ σίτου δοθῆναι, καὶ ἑτέ‐ ρους τὴν τάξιν ἐκλιπόντας δεκατευθῆναι, κατεστρέψαντο, τοῖς δὲ
5δὴ λοιποῖς ὁ Ταῦρος ὁ Στατίλιος ἐπολέμησεν.

49

.

39

.

1

Ἀντώνιος δὲ ἐν τούτῳ τῆς μὲν ἀρχῆς αὐθημερὸν ἐξέστη, Λού‐ κιον Σεμπρώνιον Ἀτρατῖνον ἀντικαταστήσας· ὅθεν εἰσὶν οἳ τοῦτον

49

.

39

.

2

ἀλλ’ οὐκ ἐκεῖνον ἐν τῇ τῶν ὑπάτων ἀπαριθμήσει ὀνομάζουσι· πράτ‐ των δ’ ὅπως ὡς ὅτι ἀπονώτατα τὸν Ἀρμένιον τιμωρήσηται, τήν τε θυγατέρα αὐτοῦ ὡς καὶ τῷ Ἀλεξάνδρῳ τῷ υἱεῖ συνοικίσων ᾔτησε, Κύιντόν τινα Δέλλιον παιδικά ποτε ἑαυτοῦ γενόμενον πέμψας, καὶ

49

.

39

.

3

πολλά τινα αὐτῷ δώσειν ὑπέσχετο. καὶ τέλος ἔς τε τὴν Νικόπολιν τὴν τοῦ Πομπηίου αἰφνίδιον ἅμα τῷ ἦρι ἦλθε, κἀνταῦθα αὐτὸν ὡς καὶ συμβουλεύσοντα καὶ συμπράξοντά τινα κατὰ τῶν Πάρθων μετεπέμψατο. ἐπειδή τε οὐκ ἀφίκετο τὴν ἐπιβουλὴν ὑποπτεύσας,
5τόν τε Δέλλιον αὖθις ἐς λόγους οἱ προσέπεμψε, καὶ αὐτὸς οὐδὲν

49

.

39

.

4

ἧττον σπουδῇ πρὸς τὰ Ἀρτάξατα ἤλασε. καὶ οὕτως αὐτὸν ὀψέ ποτε, τὰ μὲν πείθων διὰ τῶν ἑταίρων, τὰ δὲ καὶ διὰ τῶν στρατιω‐ τῶν καταπλήσσων, πάντα τε ἁπλῶς ὡς πρὸς φίλον καὶ γράφων

49

.

39

.

5

καὶ πράττων, ἐπηγάγετο ἐς τὸ στρατόπεδον ἐσελθεῖν. κἀνταῦθα συλλαβὼν τὰ μὲν πρῶτα ἄδετόν τε εἶχε, καὶ κατὰ τὰ φρούρια ἐν οἷς οἱ θησαυροὶ ἦσαν περιῆγεν, εἴ πως ἀμαχεί σφας λάβοι, σκη‐ πτόμενος δι’ οὐδὲν ἄλλο αὐτὸν συνειληφέναι ἢ ἵνα τοὺς Ἀρμενίους

49

.

39

.

6

καὶ ἐπὶ τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ βασιλείᾳ αὐτοῦ δασμολογήσῃ. ὡς δ’ οὔτε οἱ χρυσοφύλακες προσεῖχον αὐτῷ καὶ οἱ τὰ ὅπλα ἔχοντες Ἀρτάξην τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ βασιλέα ἀνθείλοντο, ἔδησεν αὐτὸν ἀργυραῖς ἁλύσεσιν· αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἦν βασιλέα

49

.

40

.

1

αὐτὸν γεγονότα σιδηραῖς δεθῆναι. κἀκ τούτου τοὺς μὲν ἐθελοντὶ τοὺς δὲ καὶ βίᾳ λαβὼν πᾶσαν τὴν Ἀρμενίαν κατέσχεν· ὁ γὰρ Ἀρ‐ τάξης ἐπειδὴ συμβαλών οἱ ἠλαττοῦτο, πρὸς τὸν Πάρθον ἀπεχώρησε.

49

.

40

.

2

πράξας δὲ ταῦτα, καὶ τῷ υἱεῖ τὴν τοῦ Μήδου θυγατέρα, ὅπως ἔτι καὶ μᾶλλον αὐτὸν προσεταιρίσηται, μνηστεύσας, τά τε στρατό‐ πεδα ἐν τῇ Ἀρμενίᾳ κατέλιπε καὶ ἐς τὴν Αἴγυπτον ἀνεκομίσθη, τήν τε ἄλλην λείαν πολλὴν καὶ τὸν Ἀρμένιον μετά τε τῆς γυναι‐

49

.

40

.

3

κὸς καὶ μετὰ παίδων ἄγων. καί σφας σὺν τοῖς ἄλλοις αἰχμαλώτοις καὶ ἐν ἐπινικίοις τισὶν ἐς [τε] τὴν Ἀλεξάνδρειαν προπέμψας αὐ‐ τὸς ἐφ’ ἅρματος ἐσήλασε, καὶ τά τε ἄλλα πάντα τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων ἐν χρυσοῖς δεσμοῖς
5προσήγαγε. προεκάθητο δὲ ἐν μέσῳ τῷ πλήθει ἐπί τε βήματος

49

.

40

.

4

ἐπαργύρου καὶ ἐπὶ δίφρου ἐπιχρύσου. οἵ γε μὴν βάρβαροι οὔθ’ ἱκέτευσαν αὐτὴν οὔτε προσεκύνησαν, καίτοι πολλὰ μὲν καὶ ἀναγκα‐ ζόμενοι πολλὰ δὲ καὶ ἐλπίσιν ἀναπειθόμενοι, ἀλλ’ ὀνομαστί ἑ προσ‐ αγορεύσαντες δόξαν μὲν φρονήματος ἔλαβον, κακουχίᾳ δὲ πολλῇ
5διὰ τοῦτο συνέσχοντο.

49

.

41

.

1

μετὰ δὲ τοῦτο ὁ Ἀντώνιος τούς τε Ἀλεξανδρέας εἱστίασε, καὶ τὴν Κλεοπάτραν τούς τε παῖδας αὐτῆς ἐν ἐκκλησίᾳ παρεκαθίσατο, δημηγορήσας τέ τινα ἐκείνην τε βασιλίδα βασιλέων καὶ τὸν Πτολε‐ μαῖον, ὃν Καισαρίωνα ἐπωνόμαζον, βασιλέα βασιλέων καλεῖσθαι

49

.

41

.

2

ἐκέλευσε. καὶ αὐτοῖς καὶ τὴν Αἴγυπτον τήν τε Κύπρον, ἄλλην δια‐ νομήν τινα ποιησάμενος, ἔδωκε· τοῦ τε γὰρ προτέρου Καίσαρος τὴν μὲν γυναῖκα τὸν δὲ υἱὸν ὄντως γεγονέναι ἔλεγε, καὶ ἐς τὴν
ἐκείνου δὴ χάριν ταῦτα ποιεῖν ἐσκήπτετο, ὅπως τὸν Καίσαρα τὸν
5Ὀκταουιανὸν ἐκ τούτου, ὅτι ποιητὸς ἀλλ’ οὐ γνήσιος αὐτοῦ παῖς

49

.

41

.

3

ἦν, διαβάλλοι. ἐκείνοις μὲν δὴ ταῦτ’ ἔνειμε, τοῖς δὲ δὴ αὑτοῦ παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας οἱ γεγονόσι, Πτολεμαίῳ μὲν τήν τε Συρίαν καὶ τὰ ἐντὸς τοῦ Εὐφράτου μέχρι τοῦ Ἑλλησπόντου πάντα, Κλεοπάτρᾳ δὲ τὴν Λιβύην τὴν περὶ Κυρήνην, τῷ τε ἀδελφῷ
5αὐτῶν Ἀλεξάνδρῳ τήν τε Ἀρμενίαν καὶ τἆλλα τὰ πέραν τοῦ Εὐ‐ φράτου μέχρις Ἰνδῶν δώσειν ὑπέσχετο· καὶ γὰρ ἐκεῖνα ὡς ἔχων

49

.

41

.

4

ἤδη ἐχαρίζετο. καὶ ταῦτα οὐκ ἐν τῇ Ἀλεξανδρείᾳ μόνον εἶπεν, ἀλλὰ καὶ ἐς τὴν Ῥώμην, ἵνα καὶ παρ’ ἐκείνων τὸ κῦρος λάβῃ, ἐπέ‐ στειλεν. οὐ μέντοι καὶ ἐν τῷ κοινῷ τι αὐτῶν ἀνεγνώσθη· ὅ τε γὰρ Δομίτιος καὶ ὁ Σόσσιος ὑπατεύοντες ἤδη τότε, καὶ ἐς τὰ μά‐
5λιστα αὐτῷ προσκείμενοι, οὐκ ἠθέλησαν, καίπερ τοῦ Καίσαρος

49

.

41

.

5

ἐγκειμένου σφίσιν, ἐς πάντας αὐτὰ ἐκφῆναι. νικησάντων δὲ ἐν τούτῳ ἐκείνων, ἀντεπεκράτησεν ὁ Καῖσαρ μηδὲν τῶν περὶ τοῦ Ἀρμενίου γραφέντων δημοσιευθῆναι· τοῦτόν 〈τε〉 γὰρ ἠλέει ἅτε καὶ λάθρᾳ πρὸς αὐτὸν ἐπὶ τῷ Ἀντωνίῳ κεκοινολογημένος, καὶ

49

.

41

.

6

ἐκείνῳ τῶν νικητηρίων ἐφθόνει. τοιαῦτα δ’ οὖν ὁ Ἀντώνιος πράττων ἐτόλμα τῇ βουλῇ γράφειν ὅτι τῆς τε ἀρχῆς παύσασθαι καὶ ἐπ’ ἐκείνῃ τῷ τε δήμῳ πάντα τὰ πράγματα ποιήσασθαι ἐθέ‐ λει, οὐχ ὅτι τι καὶ πράξειν αὐτῶν ἔμελλεν, ἀλλ’ ὅπως ταῖς παρ’
5αὐτοῦ ἐλπίσι τὸν Καίσαρα ἤτοι ἀναγκάσωσιν, ἅτε καὶ παρόντα, τῶν ὅπλων προαποστῆναι, ἢ καὶ ἀπειθήσαντα μισήσωσι.

49

.

42

.

1

τότε μὲν δὴ ταῦτά τε ἐγένετο, καὶ τὴν πανήγυριν τὴν τῇ Ἀφροδίτῃ τῇ γενεθλίῳ τελουμένην οἱ ὕπατοι ἐποίησαν· ἔν τε ταῖς ἀνοχαῖς αἱρετοὶ ὑπὸ τοῦ Καίσαρος πολίαρχοι, παῖδες ἄνηβοι, ἐξ

49

.

42

.

2

ἱππέων ἀλλ’ οὐκ ἐκ βουλευτῶν γεγονότες, ἦρξαν. καὶ τὴν στοὰν τὴν Παύλου καλουμένην Αἰμίλιος Λέπιδος Παῦλος ἰδίοις τέλεσιν ἐξῳκοδόμησε κἀν τῇ ὑπατείᾳ καθιέρωσεν· ὑπάτευσε γὰρ ἐν μέρει τοῦ ἔτους τούτου. ὅ τέ 〈τισ〉 Ἀγρίππας τὸ ὕδωρ τὸ Μάρκιον ὠνομα‐
5σμένον, ἐκλιπὸν φθορᾷ τῶν ὀχετῶν, καὶ ἀνεκτήσατο δαπάνῃ οἰκείᾳ

49

.

42

.

3

καὶ ἐπὶ πολλὰ τῆς πόλεως ἐπωχέτευσεν. οὗτοι μὲν οὖν, καίπερ ἐξ ἰδίων χρημάτων φιλοτιμούμενοι, καὶ ὑπεστέλλοντο καὶ ἐμε‐ τρίαζον· ἄλλοι δὲ καὶ ἐλαχίστην τινὰ ἀρχὴν ἔχοντες καὶ ἐπινίκια
διεπράττοντό σφισιν, οἱ μὲν διὰ τοῦ Ἀντωνίου οἱ δὲ διὰ τοῦ Καί‐
5σαρος, ψηφίζεσθαι, καὶ ἐπὶ τῇ προφάσει ταύτῃ χρυσίου πολὺ παρὰ τῶν δήμων ἐς τοὺς στεφάνους ἐσέπραττον.

49

.

43

.

1

τῷ δ’ ὑστέρῳ ἔτει ἀγορανόμος ὁ Ἀγρίππας ἑκὼν ἐγένετο, καὶ πάντα μὲν τὰ οἰκοδομήματα τὰ κοινὰ πάσας δὲ τὰς ὁδούς, μηδὲν ἐκ τοῦ δημοσίου λαβών, ἐπεσκεύασε, τούς τε ὑπονόμους ἐξεκάθηρε,

49

.

43

.

2

καὶ ἐς τὸν Τίβεριν δι’ αὐτῶν ὑπέπλευσε. κἀν τῷ ἱπποδρόμῳ σφαλλομένους τοὺς ἀνθρώπους περὶ τὸν τῶν διαύλων ἀριθμὸν ὁρῶν τούς τε δελφῖνας καὶ τὰ ᾠοειδῆ δημιουργήματα κατεστήσατο, ὅπως δι’ αὐτῶν αἱ περίοδοι τῶν περιδρόμων ἀναδεικνύωνται. καὶ προσ‐

49

.

43

.

3

έτι καὶ ἔλαιον καὶ ἅλας πᾶσι διέδωκε, τά τε βαλανεῖα προῖκα δι’ ἔτους καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λοῦσθαι παρέσχε· καὶ τοὺς κουρέας ἐν ταῖς πανηγύρεσιν, ἃς πολλὰς καὶ παντοδαπὰς ἐποίησεν ὥστε καὶ τοὺς τῶν βουλευτῶν παῖδας τὴν Τροίαν ἱππεῦ‐

49

.

43

.

4

σαι, ἐμισθώσατο, ἵνα μηδεὶς μηδὲν αὐτοῖς ἀναλώσῃ. καὶ τέλος σύμβολά τέ τινα ἐς τὸ θέατρον κατὰ κορυφὴν ἔρριψε, τῷ μὲν ἀργύριον τῷ δὲ ἐσθῆτα τῷ δὲ ἄλλο τι φέροντα, καὶ ἄλλα πάμπολλα

49

.

43

.

5

ὤνια ἐς τὸ μέσον καταθεὶς διαρπάσαι σφίσιν ἐπέτρεψεν. Ἀγρίππας μὲν δὴ ταῦτά τε ἐποίει, καὶ τοὺς ἀστρολόγους τούς τε γόητας ἐκ τῆς πόλεως ἐξήλασεν· ὑπὸ δὲ τὰς αὐτὰς ἡμέρας δόγμα ἐγένετο μηδένα τῶν ἐς τὴν γερουσίαν τελούντων ἐπὶ λῃστείᾳ κρίνεσθαι, καὶ
5οὕτως οἵ τε τότε ἐν τοιαύτῃ τινὶ αἰτίᾳ ὄντες ἀφείθησαν, καὶ ἐς τὸ

49

.

43

.

6

ἔπειτα ἄδειά τισι κακουργεῖν ἐδόθη. ὁ δ’ οὖν Καῖσαρ τήν τε ὑπα‐ τείαν (ἦρξε γὰρ μετὰ Λουκίου Τούλλου δεύτερον) τῇ πρώτῃ εὐ‐ θὺς ἡμέρᾳ κατὰ τὸν τοῦ Ἀντωνίου τρόπον ἀπεῖπε, καὶ ἐς τὸ τῶν εὐπατριδῶν γένος ἐκ τοῦ πλήθους τινὰς ψηφισαμένης τῆς βουλῆς

49

.

43

.

7

ἐσήγαγεν. ἐπειδή τε Λούκιός τις Ἀσέλλιος στρατηγῶν τὴν ἀρχὴν διὰ μακρὰν ἀρρωστίαν ἀφεῖναι ἠθέλησε, τὸν υἱὸν αὐτοῦ ἀνταπέ‐ δειξε· καὶ στρατηγοῦ ἑτέρου τῇ τελευταίᾳ ἡμέρᾳ ἀποθανόντος ἄλλον ἐς τὰς περιλιπεῖς ὥρας ἐφείλετο. τοῦ τε Βόκχου τελευτή‐
5σαντος οὐδενὶ τὴν βασιλείαν αὐτοῦ ἔδωκεν, ἀλλ’ ἐς τὰ τῶν Ῥω‐

49

.

43

.

8

μαίων ἔθνη αὐτὴν ἐσέγραψεν. ἐπειδή τε οἱ Δελμάται παντελῶς ἐκεχείρωντο, τάς τε στοὰς ἀπὸ τῶν λαφύρων αὐτῶν καὶ τὰς ἀπο‐ θήκας τῶν βιβλίων τὰς Ὀκταουιανὰς ἐπὶ τῆς ἀδελφῆς αὐτοῦ κλη‐
θείσας κατεσκεύασεν.

49

.

44

.

1

Ἀντώνιος δὲ ἐν τούτῳ ἤλασε μὲν μέχρι τοῦ Ἀράξου ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων, ἠρκέσθη δὲ τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ· συμμαχήσειν τε γὰρ ἀλλήλοις, ὁ μὲν ἐπὶ τοὺς Πάρθους

49

.

44

.

2

ὁ δὲ ἐπὶ τὸν Καίσαρα, συνέθεντο, καὶ ἐπὶ τούτῳ στρατιώτας τέ τινας ἀντέδοσάν σφισι, καὶ ὁ μὲν τῆς Ἀρμενίας τῆς νεοκτήτου τινὰ ἔλαβεν, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην ὡς καὶ τῷ Ἀλεξάνδρῳ συνοικήσουσαν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἐν τῇ τοῦ Στα‐

49

.

44

.

3

τιανοῦ μάχῃ ἁλόντα. κἀκ τούτου ὁ μὲν Ἀντώνιος τῷ τε Πολέμωνι τὴν μικροτέραν Ἀρμενίαν, ὥσπερ εἶπον, χαρισάμενος, καὶ Λούκιον Φλάουιον ποιήσας τε ἅμα ὕπατον καὶ παύσας (συνῆν γὰρ αὐτῷ), ἔς τε τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ τοῦ Καίσαρος πολέμῳ

49

.

44

.

4

ὥρμησεν· ὅ τε Μῆδος τὰ μὲν πρῶτα συμμάχοις τοῖς Ῥωμαίοις χρώμενος τούς τε Πάρθους καὶ τὸν Ἀρτάξην ἐπελθόντας οἱ ἐνίκησε, τοῦ δ’ Ἀντωνίου τούς τε ἑαυτοῦ στρατιώτας μεταπέμψαντος καὶ προσέτι καὶ τοὺς ἐκείνου κατασχόντος ἀνθηττήθη τε καὶ ἑάλω, καὶ
5οὕτως ἡ Ἀρμενία μετὰ τῆς Μηδίας ἀπώλετο.

50

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ καὶ Ἀντώνιος πολεμεῖν ἀλλήλοις ἤρξαντο. β. Ὡς Καῖσαρ Ἀντώνιον περὶ Ἄκτιον ἐνίκησεν. Χρόνου πλῆθος ἔτη δύο ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
5Γν. Δομίτιος Λ. υἱ. Γν. ἐγγ. Ἀηνόβαρβος ὕπ. Γ. Σόσσιος Γ. υἱ. Τ. ἐγγ. Καῖσαρ τὸ γʹ ὕπ. Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Κορουῖνος

50

.

1

.

1

Ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τῆς μὲν δημοκρατίας ἀφῄρητο, οὐ μέντοι καὶ ἐς μοναρχίαν ἀκριβῆ ἀπεκέκριτο, ἀλλ’ ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐξ ἴσου ἔτι τὰ πράγματα εἶχον, τά τε πλείω σφῶν διειληχότες, καὶ τὰ λοιπὰ τῷ μὲν λόγῳ κοινὰ νομίζοντες, τῷ δὲ
5ἔργῳ, ὥς που πλεονεκτῆσαί τι ἑκάτερος αὐτῶν ἐδύνατο, ἰδιούμενοι.

50

.

1

.

2

μετὰ δὲ δὴ τοῦτο, ὡς ὅ τε Σέξτος ἀπωλώλει καὶ ὁ Ἀρμένιος ἑαλώ‐ κει τά τε προσπολεμήσαντα τῷ Καίσαρι ἡσύχαζε καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει, καὶ ἐκεῖνοι φανερῶς ἐπ’ ἀλλήλους ἐτράποντο καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου καὶ σκήψεις

50

.

1

.

3

αἵδε αὐτοῖς ἐγένοντο. Ἀντώνιος μὲν Καίσαρι ἐπεκάλει ὅτι τόν τε
Λέπιδον τῆς ἀρχῆς ἐπεπαύκει καὶ τὴν χώραν τήν τε δύναμιν τήν τε ἐκείνου καὶ τὴν τοῦ Σέξτου, κοινήν σφων ὀφείλουσαν εἶναι, ἐσφε‐ τέριστο· καὶ τούτων τε τὴν ἡμίσειαν ἀπῄτει, καὶ τῶν στρατιωτῶν
5οὓς ἐκ τῆς Ἰταλίας τῆς ἀμφοτέροις σφίσι προσηκούσης κατείλεκτο.

50

.

1

.

4

Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει (αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγε), καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ

50

.

1

.

5

δήμῳ κακοδοξίαν προσετέτριπτο· τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα ἐπέφερεν αὐτῷ τήν τε Κλεοπά‐ τραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζεν οὕτω

50

.

2

.

1

καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντεν‐ εκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλ‐ λοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων δὲ ὁ Ἀντώνιος· πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέ‐
5στελλον, ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι

50

.

2

.

2

δόξωσι καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι· κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπ’ ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρα‐ σκευὴν ὡς καὶ ἐφ’ ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομί‐ τιος ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάιος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου
5μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτ’ ἐπεκρύψαντο, ἀλλ’ ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε.

50

.

2

.

3

ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν· ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπ’ αὐτῷ

50

.

2

.

4

τι ἐχρημάτισεν, εἰ μὴ Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπ’ αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτ’ αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθ’ ὅλως ἐν
5τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος

50

.

2

.

5

τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ· ὕστερον δὲ ἐπανελθὼν τήν
τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φί‐ λων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς
5ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου

50

.

2

.

6

τοῦ τε Ἀντωνίου κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτ’ αὐ‐ τῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτ’ ἀντειπεῖν
5αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί

50

.

2

.

7

σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι συνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπ’ αὐτῶν δοκῇ, καὶ ἐπι‐ τρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι πρὸς τὸν Ἀντώνιον μετὰ
5ἀδείας ἀπᾶραι.

50

.

3

.

1

τοῦτο δ’ οὖν τοιοῦτον ὑπ’ ἐκείνων γενόμενον ἀνεσήκωσαν παρὰ τοῦ Ἀντωνίου αὖ φυγόντες καὶ πρὸς τὸν Καίσαρα ἐλθόν‐ τες ἄλλοι τε καὶ ὁ Τίτιος καὶ ὁ Πλάγκος, καίπερ ἀνὰ πρώτους τε ὑπ’ αὐτοῦ τιμώμενοι καὶ τὰ ἀπόρρητα αὐτοῦ πάντα εἰδότες.

50

.

3

.

2

ἐπειδὴ γὰρ ταῦτά τε οὕτως ὑπὸ τῶν ὑπάτων ἐπέπρακτο, καὶ προσέτι καὶ ἐν τῇ ἀπουσίᾳ αὐτῶν ὁ Καῖσαρ τήν τε γερουσίαν συνήγαγε καὶ ἀνέγνω καὶ εἶπεν ὅσα ἠθέλησε, καὶ αὐτὰ ὁ Ἀντώ‐ νιος ἀκούσας βουλήν τέ τινα ἐκ τῶν παρόντων ἤθροισε καὶ λε‐
5χθέντων ἐφ’ ἑκάτερα πολλῶν τόν τε πόλεμον ἀνείλετο καὶ τὴν τῆς Ὀκταουίας συνοίκησιν ἀπεῖπε, προσκρούσαντές τι αὐτῷ ἐκεῖ‐

50

.

3

.

3

νοι, ἢ καὶ τῇ Κλεοπάτρᾳ τι ἀχθεσθέντες, ηὐτομόλησαν. καί σφας ὁ Καῖσαρ ἀσμενέστατα δεξάμενος τά τε ἄλλα τὰ τοῦ Ἀντωνίου παρ’ αὐτῶν πάντα, καὶ ἃ ἔπραττε καὶ ἃ ἐνενόει, καὶ τὰ ἐν ταῖς διαθήκαις αὐτοῦ γεγραμμένα τόν τε ἔχοντα αὐτὰς ἔμαθε· καὶ γὰρ

50

.

3

.

4

σεσημασμένοι σφᾶς ἦσαν. κἀκ τούτου περιοργὴς ἔτι καὶ μᾶλλον γενόμενος οὐκ ὤκνησεν οὔτ’ ἀναζητῆσαι αὐτὰς οὔτε λαβεῖν οὔτε ἔς τε τὸ βουλευτήριον καὶ μετὰ τοῦτο καὶ ἐς ἐκκλησίαν ἐσκομίσαι
καὶ ἀναγνῶναι. τοιαῦτα γάρ που ἐν αὐταῖς ἀνεγέγραπτο ὥστε
5μηδ’ αἰτίαν τινὰ παρ’ αὐτῶν, καίτοι παρανομώτατον πρᾶγμα ποιή‐

50

.

3

.

5

σας, σχεῖν· τῷ τε γὰρ Καισαρίωνι ὡς καὶ ἐκ τοῦ Καίσαρος ὄντως γεγονότι ἐμεμαρτυρήκει, καὶ τοῖς παισὶ τοῖς ἐκ τῆς Αἰγυπτίας οἱ τρεφομένοις ὑπερόγκους δή τινας δωρεὰς ἐδεδώκει, τό τε σῶμα τὸ

50

.

4

.

1

ἑαυτοῦ ἔν τε τῇ Ἀλεξανδρείᾳ καὶ σὺν ἐκείνῃ ταφῆναι ἐκεκελεύκει. δι’ οὖν ταῦτα ἀγανακτήσαντες ἐπίστευσαν ὅτι καὶ τἆλλα τὰ θρυλού‐ μενα ἀληθῆ εἴη, τοῦτ’ ἔστιν ὅτι, ἂν κρατήσῃ, τήν τε πόλιν σφῶν τῇ [τε] Κλεοπάτρᾳ χαριεῖται καὶ τὸ κράτος ἐς τὴν Αἴγυπτον μεταθήσει.

50

.

4

.

2

καὶ τοσαύτῃ γε ἐπὶ τούτοις ὀργῇ ἐχρήσαντο ὥστε πάντας, οὐχ ὅπως τοὺς διαφόρους αὐτῷ ἢ καὶ ἐκ μέσου ἀμφοῖν ὄντας, ἀλλὰ καὶ τοὺς πάνυ φίλους, δεινῶς αὐτὸν αἰτιάσασθαι· τοῖς τε γὰρ ἀναγνωσθεῖ‐ σιν ἐκπλαγέντες, καὶ πρὸς τὴν τοῦ Καίσαρος ὑποψίαν ἀνταγωνι‐

50

.

4

.

3

ζόμενοι, τὰ αὐτὰ τοῖς ἄλλοις ἔλεγον. καὶ τήν τε ὑπατείαν αὐτόν, ἐς ἣν προεκεχειροτόνητο, καὶ τὴν ἄλλην ἐξουσίαν πᾶσαν ἀφείλοντο· πολέμιόν τε λόγῳ μὲν οὐκ ἀπέφηναν, φοβηθέντες τοὺς συνόντας αὐτῷ, ὅτι καὶ ἐκείνους ἐν ἐχθρῶν μοίρᾳ, ἂν μὴ προλείπωσιν αὐτόν,

50

.

4

.

4

νομισθῆναι ἐχρῆν, ἔργῳ δὲ παντὸς μᾶλλον ἀπέδειξαν. τοῖς μὲν γὰρ συνεξεταζομένοις οἱ τήν τε ἄδειαν καὶ ἐπαίνους, ἂν ἐγκαταλεί‐ πωσιν αὐτόν, ἐψηφίσαντο, τῇ δὲ Κλεοπάτρᾳ τὸν πόλεμον ἄντικρυς ἐπήγγειλαν, καὶ τάς τε χλαμύδας ὡς καὶ ἐν χερσὶν ὄντος αὐτοῦ

50

.

4

.

5

μετημπίσχοντο, καὶ πρὸς τὸ Ἐνυεῖον ἐλθόντες πάντα τὰ προπολέμια κατὰ τὸ νομιζόμενον, διὰ τοῦ Καίσαρος ὡς καὶ φητιαλίου, ἐποίη‐ σαν· ἅπερ που λόγῳ μὲν πρὸς τὴν Κλεοπάτραν, ἔργῳ δὲ καὶ πρὸς

50

.

5

.

1

τὸν Ἀντώνιον ἔτεινεν· οὕτω γάρ που αὐτὸν ἐδεδούλωτο ὥστε καὶ γυμνασιαρχῆσαι τοῖς Ἀλεξανδρεῦσι πεῖσαι, βασιλίς τε αὐτὴ καὶ δέσποινα ὑπ’ ἐκείνου καλεῖσθαι, στρατιώτας τε Ῥωμαίους ἐν τῷ δορυφορικῷ ἔχειν, καὶ τὸ ὄνομα αὐτῆς πάντας σφᾶς ταῖς ἀσπίσιν

50

.

5

.

2

ἐπιγράφειν. ἔς τε τὴν ἀγορὰν μετ’ αὐτοῦ ἐσεφοίτα, καὶ τὰς πανη‐
γύρεις οἱ συνδιετίθει, τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε καὶ ἐν ταῖς πόλεσιν, ἢ καὶ ἐκείνη μὲν ἐν δίφρῳ τινὶ ἐφέρετο, ὁ δὲ Ἀντώνιος αὐτοποδὶ αὐτῇ μετὰ τῶν εὐνούχων ἠκολούθει. καὶ τό τε
5στρατήγιον βασίλειον ὠνόμαζε, καὶ ἀκινάκην ἔστιν ὅτε παρεζώννυτο,

50

.

5

.

3

ἐσθῆτί τε ἔξω τῶν πατρίων ἐχρῆτο, καὶ ἐπὶ κλίνης ἐπιχρύσου δί‐ φρου τε ὁμοίου καὶ ἐν τῷ κοινῷ ἑωρᾶτο. συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς μὲν Ὄσιρις καὶ Διόνυσος ἐκείνη δὲ Σελήνη τε καὶ Ἶσις λέγοντες εἶναι. ἐξ οὗπερ καὶ τὰ μάλιστα ἔκφρων ὑπ’

50

.

5

.

4

αὐτῆς ἐκ μαγγανείας τινὸς γεγονέναι ἔδοξεν. οὐ γὰρ ὅτι ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἄλλους τούς τι παρ’ αὐτῷ δυναμένους οὕτω καὶ ἐγοήτευσε καὶ κατέδησεν ὥστ’ αὐτὴν καὶ τῶν Ῥωμαίων ἄρξειν ἐλπί‐ σαι, τήν τε εὐχὴν τὴν μεγίστην, ὁπότε τι ὀμνύοι, ποιεῖσθαι τὸ ἐν
5τῷ Καπιτωλίῳ δικάσαι.

50

.

6

.

1

τῇ μὲν οὖν Κλεοπάτρᾳ διὰ ταῦτα τὸν πόλεμον ἐψηφίσαντο, τῷ δ’ Ἀντωνίῳ οὐδὲν δῆθεν τοιοῦτον ἐπήγγειλαν, εὖ γε εἰδότες ὅτι καὶ ἄλλως πολεμωθήσοιτο (οὐ γάρ που προδοὺς ἐκείνην τὰ τοῦ Καίσαρος πράξειν ἔμελλε) καὶ βουλόμενοι καὶ αὐτὸ τοῦτο προσεγ‐
5καλέσαι οἱ, ὅτι τὸν ὑπὲρ τῆς Αἰγυπτίας πόλεμον ἑκὼν κατὰ τῆς πατρίδος, μηδενὸς αὐτῷ δεινοῦ οἴκοθεν ἰδίᾳ συμβάντος, ἀνείλετο.

50

.

6

.

2

ἥ τε οὖν ἡλικία παρ’ ἀμφοτέρων σπουδῇ συνήγετο καὶ χρήματα ἁπανταχόθεν συνελέγετο, τά τε ἐμπολέμια πάντα κατὰ τάχος ἠθροί‐ ζετο. καὶ ἐγένετο ἡ πᾶσα παρασκευὴ πολὺ τῶν πρὸ αὐτῆς μεγίστη.

50

.

6

.

3

ἔθνη γὰρ τοσάδε ἑκατέρῳ τόνδε τὸν πόλεμον συνήρατο. Καίσαρι μὲν ἥ τε Ἰταλία (πάντας γὰρ καὶ τοὺς ὑπὸ τοῦ Ἀντωνίου ἀποι‐ κισθέντας, τὰ μὲν ἐκφοβήσας ἅτε ὀλίγους ὄντας, τὰ δὲ καὶ εὐερ‐ γετήσας, προσετέθειτο· τά τε γὰρ ἄλλα καὶ τοὺς τὴν Βονωνίαν
5ἐποικοῦντας αὐτὸς αὖθις, ἵνα δὴ καὶ ὑφ’ ἑαυτοῦ ἀπῳκίσθαι δοκῶσι,

50

.

6

.

4

προσκατεστήσατο)—ἥ τε οὖν Ἰταλία καὶ ἡ Γαλατία τό τε Ἰβηρικὸν καὶ τὸ Ἰλλυρικόν, καὶ Λίβυες οἵ τε ἐκ τοῦ πρὶν ῥωμαΐζοντες πλὴν τῶν περὶ τὴν Κυρήνην καὶ οἱ τοῦ Βογούου τοῦ τε Βόκχου γεγονό‐
τες, Σαρδώ τε καὶ Σικελία καὶ αἱ ἄλλαι νῆσοι αἱ ταῖς εἰρημέναις

50

.

6

.

5

ἠπείροις προσεχεῖς συνεμάχησαν, τῷ δ’ Ἀντωνίῳ τὰ ἐν τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τῶν Ῥωμαίων ἀκούοντα καὶ 〈τὰ〉 ἐν τῇ Θρᾴκῃ, ἥ τε Ἑλλὰς καὶ ἡ Μακεδονία, καὶ οἱ Αἰγύπτιοι οἵ τε Κυρηναῖοι μετὰ τῶν περιχώρων, καὶ οἱ νησιῶται οἱ προσοικοῦντές σφισιν, οἵ τε
5βασιλῆς καὶ οἱ δυνάσται πάντες ὡς εἰπεῖν οἱ τῇ τῶν Ῥωμαίων ἀρχῇ 〈τῇ〉 τότε ὑπ’ ἐκεῖνον οὔσῃ γειτνιῶντες, οἱ μὲν αὐτοὶ οἱ δὲ δι’

50

.

6

.

6

ἑτέρων. καὶ τοσαύτῃ γε προθυμίᾳ ἀμφότεροι ὁμοίως ἐχρήσαντο ὥστε καὶ ἐνόρκους τὰς συμμαχίας σφῶν ἑκατέρῳ ποιήσασθαι.

50

.

7

.

1

οὗτοί τε οὖν οὕτως ἔρρωντο, καὶ ὁ Ἀντώνιος τοῦτο μὲν ἀντ‐ ώμοσε τοῖς ἑαυτοῦ στρατιώταις ἀκηρυκτὶ πολεμήσειν, τοῦτο δὲ ὑπέσχετο τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἀποδώσειν.

50

.

7

.

2

μόλις τε δῆθέν τινες ἔπεισαν αὐτὸν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἔμελλεν αὐτὸ πράξειν, ἀλλ’ ὡς πάντῃ γε πάντως κρατήσων ἐπηγγέλλετο. τά τε γὰρ ἑαυτοῦ πολὺ τοῖς πλήθεσιν
5ἰσχυρότερα ἑώρα ὄντα, καὶ τὰ τῶν ἐναντίων ἀσθενώσειν δωροδο‐

50

.

7

.

3

κίαις ἤλπιζε· χρυσίον γὰρ ὡς ἑκασταχόσε, καὶ οὐχ ἥκιστα ἔς τε τὴν ἄλλην Ἰταλίαν καὶ ἐς τὴν Ῥώμην ἐσπέμπων διεκίνει τε ὡς ἕκαστα καὶ σφετερίζεσθαι ἐπειρᾶτο. ὅθενπερ καὶ ὁ Καῖσαρ τά τε ἄλλα δι’ ἀκριβεστέρας φυλακῆς ἐποιήσατο καὶ χρήματα τοῖς
5στρατιώταις ἔδωκε.

50

.

8

.

1

τοιαύτης δ’ οὖν τῆς τε ὁρμῆς καὶ τῆς παρασκευῆς αὐτῶν οὔ‐ σης πολλὰ μὲν ὑπὸ τῶν ἀνθρώπων καὶ ποικίλα ἐθρυλεῖτο, πολλὰ δὲ καὶ παρὰ τῶν θεῶν καὶ ἐναργῆ προεδείκνυτο. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ ἐσελθὼν πάντα τὰ ἔνδον συνέχεε,

50

.

8

.

2

καὶ βύας πρῶτον μὲν ἐς τὸν τῆς Ὁμονοίας ναόν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς ἄλλους πάντας ὡς εἰπεῖν τοὺς ἁγιωτάτους ἐπέπτετο, καὶ τέλος, ἐπειδὴ πανταχόθεν ἀπηλαύνετο, ἐπί τε τοῦ ναοῦ τοῦ Γενίου τοῦ δήμου ἱδρύθη καὶ οὔτε ἑάλω οὔτ’ ἐξανέστη πλὴν ὀψέ ποτε. ὅ τε
5ὀχὸς ὁ τοῦ Διὸς ἐν τῇ τῶν Ῥωμαίων ἱπποδρομίᾳ συνετρίβη, καὶ
λαμπὰς ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ τῆς Ἑλληνικῆς θαλάσσης αἰωρη‐

50

.

8

.

3

θεῖσα ἐς τὸν αἰθέρα ἀνέδραμε. καὶ συχνὰ μὲν ὑπὸ χειμῶνος ἐπό‐ νησεν, ὥστε καὶ τρόπαιόν τι ἐν τῷ Ἀουεντίνῳ ἑστὸς καὶ νίκης ἄγαλμα ἀπὸ τῆς τοῦ θεάτρου σκηνῆς πεσεῖν, τήν τε γέφυραν τὴν ξυλίνην πᾶσαν καταρραγῆναι· συχνὰ δὲ καὶ ὑπὸ πυρὸς ἐφθάρη, καὶ προσέτι
5καὶ ἐκ τῆς Αἴτνης πλεῖστόν τε ἐρρύη καὶ πόλεσι καὶ χώραις ἐλυ‐

50

.

8

.

4

μήνατο. ταῦτ’ οὖν οἱ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες τὰ δ’ ἀκούοντες, ἀνεμιμνήσκοντο καὶ τὸ τοῦ δράκοντος, ὅτι ἄρα καὶ ἐκεῖνος ἐς τὰ τότε παρόντα σφίσιν ἐσήμηνεν· ἐν γὰρ τῇ Τυρσηνίδι ὀλίγον πρὸ τούτων πρότερον δράκων δικέφαλος, μέγας ὥστε καὶ ἐς πέντε καὶ
5ὀγδοήκοντα πόδας ἐξικνεῖσθαι, αἰφνίδιον ἀνεφάνη καὶ πολλὰ κακώ‐

50

.

8

.

5

σας ἐκεραυνώθη. ταῦτα μὲν οὖν ἐπὶ πάντας αὐτοὺς ἔφερε· Ῥω‐ μαῖοί τε γὰρ τὸ προμαχόμενον ἀμφοτέρωθεν ὁμοίως ἦν, καὶ ἔμελ‐ λον ἔν τε τῷ τότε παρόντι πολλοὶ ἑκατέρωθεν φθαρήσεσθαι, καὶ

50

.

8

.

6

ἔπειτα τοῦ κρατήσαντος πάντες οἱ περιλειφθέντες γενήσεσθαι. τῷ δὲ δὴ Ἀντωνίῳ τὴν μὲν ἧτταν οἱ παῖδες οἱ ἐν τῇ Ῥώμῃ ὄντες προεμαντεύσαντο (δίχα γὰρ γενόμενοι μηδενὸς κελεύσαντος, καὶ οἱ μὲν Ἀντωνιείους οἱ δὲ Καισαρείους σφᾶς ἐπικαλέσαντες, συνέμιξαν
5ἀλλήλοις ἐπὶ δύο ἡμέρας, καὶ ἡττήθησαν οἱ τὸ ἐκείνου ὄνομα φέ‐ ροντες), τὸν δ’ ὄλεθρον εἰκών τις αὐτοῦ ἐν τῷ Ἀλβανῷ παρὰ τῷ Διὶ ἀνακειμένη· λιθίνη γὰρ οὖσα αἷμα πολὺ ἀνῆκε.

50

.

9

.

1

μετεώρων δ’ οὖν πάντων ὁμοίως ἐπὶ τούτοις ὄντων ἐν μὲν τῷ ἔτει ἐκείνῳ πλέον οὐδὲν ἐγένετο. ὅ τε γὰρ Καῖσαρ τὰ ἐν τῇ Ἰταλίᾳ, ἄλλως τε καὶ ἐπειδὴ τὰ χρήματα παρὰ τοῦ Ἀντωνίου παρόντα ᾔσθετο, καθιστάμενος οὐκ ἠδυνήθη πρὸ τοῦ χειμῶνος ἀπαντῆσαι·

50

.

9

.

2

καὶ ἐκεῖνος ὥρμησε μὲν ὡς καὶ ἐν τῇ Ἰταλίᾳ τὸν πόλεμον ἀδοκήτως σφίσι ποιησόμενος, ἐλθὼν δὲ ἐς Κέρκυραν, καὶ πυθόμενος τὰς ναῦς τὰς πρόπλους τὰς ἐς τὴν προσκοπὴν αὐτοῦ πεμφθείσας περὶ τὰ Κεραύνια ὄρη ναυλοχεῖν, ὑπετόπησεν αὐτὸν τὸν Καίσαρα μετὰ

50

.

9

.

3

παντὸς τοῦ ναυτικοῦ ἀφῖχθαι, καὶ οὐκέτι περαιτέρω προεχώρησεν, ἀλλ’ ἐς τὴν Πελοπόννησον (ἤδη γὰρ ἐκ μετοπώρου ἦν) ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασεν, τοὺς δὲ δὴ στρατιώτας παν‐
ταχόσε διέπεμψεν, ἵνα τά τε χωρία φυλάττωσι καὶ τῶν ἐπιτηδείων

50

.

9

.

4

ῥᾷον εὐπορῶσι. κἀν τούτῳ ἦλθον μὲν καὶ ἐθελονταὶ παρ’ ἀμφο‐ τέρων αὐτῶν πρὸς ἑκατέρους καὶ βουλευταὶ καὶ ἄλλοι τινές, ἑάλω δὲ καὶ κατάσκοπος ὑπὸ τοῦ Καίσαρος Λούκιος Μέσσιος· καὶ αὐτὸν καίπερ τῶν ἐν τῇ Περουσίᾳ πρότερον ἁλόντων ὄντα ἀφῆκε, πᾶσάν

50

.

9

.

5

οἱ τὴν ἑαυτοῦ δύναμιν προεπιδείξας. τῷ τε Ἀντωνίῳ ἐπέστειλεν ὅπως ἢ ἀναχωρήσῃ ἀπὸ τῆς θαλάσσης ἵππου δρόμον ἡμερήσιον καὶ ἐφῇ οἱ ἀδεῶς προσπλεῦσαι ἐπὶ τῷ ἐντὸς πέντε ἡμερῶν συμ‐ μῖξαί σφας, ἢ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ἐς τὴν Ἰταλίαν περαιωθῇ,

50

.

9

.

6

οὐχ ὅτι τι γενήσεσθαί σφων ἐνόμιζεν (ὁ γοῦν Ἀντώνιος πολλά τε αὐτοῦ κατεγέλασε, καὶ εἶπεν “καὶ τίς ἡμῖν δικάσει, ἄν τι παρὰ τὰ συγκείμενα πραχθῇ;”) ἀλλ’ ὅτι τοῖς τε ἑαυτοῦ στρατιώταις θάρσος καὶ τοῖς ἐναντίοις ἔκπληξιν ἐμβαλεῖν ἐκ τούτου προσεδόκησε.

50

.

10

.

1

μετὰ δὲ δὴ ταῦτα ἦσαν μὲν ὕπατοι ἐς τὸ ἐχόμενον ἔτος ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος προαποδεδειγμένοι τότε ὅτε ἐς τὰ ὀκτὼ ἔτη τὰς ἀρχὰς ἐσάπαξ προκατεστήσαντο, καὶ τό γε τελευταῖον ἐκεῖνο ἦν· παραλυθέντος δὲ τοῦ Ἀντωνίου, ὥσπερ εἶπον, ὁ Μεσσάλας 〈ὁ〉
5Οὐαλέριος ὁ προγραφείς ποτε ὑπ’ αὐτῶν ὑπάτευσε μετὰ τοῦ Καί‐

50

.

10

.

2

σαρος. κἀν τούτῳ ἄνθρωπός τέ τις μανιώδης ἐς τὸ θέατρον ἐν πανηγύρει τινὶ ἐσπηδήσας τὸν στέφανον τὸν τοῦ προτέρου Καί‐ σαρος ἀνείλετο καὶ περιέθετο, καὶ διεσπάσθη ὑπὸ τῶν περιεστηκό‐ των· καὶ λύκος τε ἐς τὸ Τυχαῖον ἐσπίπτων συνελήφθη καὶ κατε‐

50

.

10

.

3

σφάγη, κύων τε κύνα ἐν τῷ ἱπποδρόμῳ παρ’ αὐτὴν τὴν ἅμιλλαν τῶν ἵππων κατειργάσατο καὶ κατέφαγε. καὶ πῦρ ἄλλα τε οὐκ ὀλίγα καὶ αὐτοῦ τοῦ ἱπποδρόμου πολὺ τό τε Δημήτριον καὶ ἕτερον

50

.

10

.

4

ναὸν Ἐλπίδος ἔφθειρεν. ἔδοξαν μὲν γὰρ οἱ ἐξελεύθεροι αὐτὸ πε‐ ποιηκέναι· πᾶσι γὰρ τοῖς ἔν τε τῇ Ἰταλίᾳ αὐτῶν οὖσι καὶ πέντε μυριάδων οὐσίαν ἢ καὶ πλείω κεκτημένοις τὸ ὄγδοον αὐτῆς συντε‐ λέσαι ἐκελεύσθη, κἀκ τούτου καὶ ταραχαὶ καὶ φόνοι καὶ ἐμπρήσεις
5ὑπ’ αὐτῶν πολλαὶ ἐγένοντο, καὶ οὐ πρότερόν γε κατέστησαν πρὶν

50

.

10

.

5

ἢ τοῖς ὅπλοις καταδαμασθῆναι. ἀφ’ οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλ‐

50

.

10

.

6

μησαν, ἀλλ’ ἀμαχεὶ καὶ ἄκοντες αὐτὸ συνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθ’ ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.

50

.

11

.

1

τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθ’ ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας
5ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος,

50

.

11

.

2

χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησε), τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμ‐ μικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπ’ αὐτοῦ χειμά‐ ζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαις τε

50

.

11

.

3

ἠλάττωντο· καὶ ὁ Ἀγρίππας τήν τε Μεθώνην ἐκ προσβολῆς λαβὼν καὶ τὸν Βογούαν ἐν αὐτῇ κτείνας, τάς τε κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος,

50

.

11

.

4

ἰσχυρῶς αὐτὸν ἐτάραττεν), ὁ δὲ δὴ Καῖσαρ ἐπί τε τούτοις θαρσή‐ σας καὶ βουληθεὶς ὅτι τάχιστα τῇ τοῦ στρατεύματος ὁρμῇ λαμπρῶς ἠσκημένου χρήσασθαι, τόν τε πόλεμον καὶ ἐν τῇ Ἑλλάδι καὶ πρὸς τοῖς ἐκείνου μᾶλλον ἢ ἔν τε τῇ Ἰταλίᾳ καὶ πρὸς τῇ Ῥώμῃ ποιή‐

50

.

11

.

5

σασθαι, πάντας μὲν τοὺς στρατιώτας ὧν τι ὄφελος ἦν, πάντας δὲ τούς τι δυναμένους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως τι συμπράξωσιν αὐτῷ, τοὺς δ’ ὅπως μηδὲν μονωθέντες νεοχμώσωσι, τό τε μέγιστον ὅπως ἐν‐
5δείξηται τοῖς ἀνθρώποις ὅτι καὶ τὸ πλεῖστον καὶ τὸ κράτιστον τῶν

50

.

11

.

6

Ῥωμαίων ὁμογνωμονοῦν ἔχοι. κἀντεῦθεν τακτόν τε τῶν οἰκετῶν ἀριθμὸν πᾶσιν ἐπαγαγέσθαι καὶ τὴν τροφὴν αὐτοὺς ἑαυτοῖς, πλὴν τῶν στρατιωτῶν, ἐπικομίσασθαι κελεύσας, ἀθρόᾳ τῇ παρασκευῇ

50

.

12

.

1

τὸν Ἰόνιον διέβαλεν. ἦγε δὲ αὐτοὺς οὐκ ἐς τὴν Πελοπόννησον οὐδ’ ἐπὶ τὸν Ἀντώνιον, ἀλλὰ πρὸς τὸ Ἄκτιον, ἐν ᾧ τὸ πλεῖον αὐτῷ
τοῦ ναυτικοῦ ὥρμει, εἴ πώς σφας ἐθελοντὰς ἢ καὶ ἄκοντας προ‐ παραστήσαιτο. καὶ διὰ τοῦτο τόν τε πεζὸν ὑπὸ τὰ ὄρη τὰ Κε‐

50

.

12

.

2

ραύνια ἐκβιβάσας ἐκεῖσε ἔπεμψε, καὶ αὐτὸς ταῖς ναυσὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν ἐμφρουρούντων λαβὼν ἐς τὸν λιμένα τὸν γλυκὺν ὠνομασμένον κατέσχε (καλεῖται δὲ οὕτως ὅτι πρὸς τοῦ ποταμοῦ τοῦ ἐς αὐτὸν ἐσβάλλοντος γλυκαίνεται), καὶ ναύσταθμόν
5τε ἐν αὐτῷ ἐποιήσατο καὶ ἐκεῖθεν ὁρμώμενος ἐπὶ τὸ Ἄκτιον ἐπέπλει.

50

.

12

.

3

ὡς δ’ οὐδείς οἱ οὔτ’ ἀντανήγετο οὔτ’ ἐς λόγους ᾔει, καίτοι δυοῖν αὐτοῦ θάτερον ἢ πρὸς ὁμολογίαν σφᾶς ἢ πρὸς μάχην προκαλουμέ‐ νου (τὴν μὲν γὰρ τῇ πίστει τὴν δὲ τῷ δέει οὐκ ἐδέχοντο), κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἡ Νικόπολίς ἐστι, καὶ ἐν αὐτῷ ἐπὶ

50

.

12

.

4

μετεώρου, ὅθεν ἐπὶ πάντα ὁμοίως τῆς τε ἔξω τῆς πρὸς Πάξοις θαλάσσης καὶ τῆς εἴσω τῆς Ἀμπρακικῆς τῆς τε ἐν τῷ μέσῳ αὐτῶν, ἐν ᾧ οἱ λιμένες οἱ πρὸς τῇ Νικοπόλει εἰσίν, ἄποπτόν ἐστιν, ἱδρύθη. καὶ αὐτό τε ἐκρατύνατο καὶ τείχη ἀπ’ αὐτοῦ ἐς τὸν λιμένα τὸν ἔξω

50

.

12

.

5

τὸν Κόμαρον καθῆκε, κἀκ τούτου καὶ ἐφήδρευε καὶ ἐφώρμει τῷ Ἀκτίῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἤδη μὲν γὰρ ἤκουσα ὅτι καὶ τριήρεις ἐκ τῆς ἔξω θαλάσσης ἐς τὸν κόλπον διὰ τοῦ τει‐ χίσματος ὑπερήνεγκε, βύρσαις νεοδάρτοις ἀντὶ ὁλκῶν ἐλαίῳ ἐπαλη‐

50

.

12

.

6

λιμμέναις χρησάμενος· ἔχω δ’ οὐδὲν ἔργον τῶν νεῶν τούτων ἐν τῷ κόλπῳ γενόμενον εἰπεῖν, καὶ διὰ τοῦτο οὐδὲ πιστεῦσαι τῷ μυθο‐ λογήματι δύναμαι· οὐδὲ γὰρ οὐδὲ σμικρὸν τὸ πρᾶγμα ἦν, διὰ χω‐ ρίου οὕτως ὀλίγου καὶ ἀνωμάλου τριήρεις ἐπὶ βυρσῶν διαγαγεῖν.

50

.

12

.

7

τοῦτο μὲν οὖν οὕτω λέγεται γενέσθαι, τὸ δ’ Ἄκτιον Ἀπόλλωνος ἱερόν ἐστι, καὶ πρὸ τοῦ στόματος τοῦ πορθμοῦ τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ κατ’ ἀντιπέρας τῶν πρὸς τῇ Νικοπόλει λιμένων κεῖται. ὅ τε πορθμὸς ἴσος ἐπὶ πολὺ διὰ στενοῦ τείνει, καὶ ἔστι καὶ αὐτὸς
5καὶ τὰ πρὸ αὐτοῦ πάντα καὶ ἐνορμίσασθαι καὶ ἐνναυλοχήσασθαι.

50

.

12

.

8

ταῦτ’ οὖν προκατασχόντες οἱ Ἀντωνίειοι ἐπί τε τοῦ στόματος πύρ‐ γους ἑκατέρωθεν ἐπῳκοδόμησαν καὶ τὸ μέσον ναυσὶ διέλαβον, ὥστε σφίσι καὶ τοὺς ἔκπλους καὶ τὰς ἀναχωρήσεις ἀσφαλεῖς εἶναι· αὐτοί τε ἐπὶ θάτερα τοῦ πορθμοῦ κατὰ τὸ ἱερόν, ἐν χωρίῳ ὁμαλῷ μὲν
5καὶ πλατεῖ, ἐμμαχέσασθαι δὲ ἢ ἐνστρατοπεδεύσασθαι ἐπιτηδειοτέρῳ, ἐνηυλίζοντο· ἐξ οὗπερ οὐχ ἥκιστα τῇ νόσῳ καὶ ἐν τῷ χειμῶνι, καὶ ἐν τῷ θέρει πολὺ μᾶλλον, ἐπιέσθησαν.

50

.

13

.

1

ὁ δ’ οὖν Ἀντώνιος ἐπειδὴ τάχιστα τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο, οὐκ ἐμέλλησεν ἀλλ’ ἐς τὸ Ἄκτιον μετὰ τῶν συνόντων οἱ ἠπείχθη. καὶ ἦλθε μὲν οὐ πολλῷ ὕστερον, οὐ μέντοι καὶ ἐς ἀγῶνα

50

.

13

.

2

εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοις τοῖς τότε παροῦσίν οἱ συμμίξῃ·

50

.

13

.

3

ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν ἀναρρῖψαι, ἀλλὰ πεί‐ ραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθ’ ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶ οὐ πόρρω

50

.

13

.

4

αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. ὁ οὖν Καῖσαρ αὐ‐ τὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν

50

.

13

.

5

Ἀντώνιον πρὸς ἐκεῖνα ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτ’ ἔπραττον, Ἀγρίπ‐ πας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά
5τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ

50

.

13

.

6

Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ ὁ Δομίτιος ὁ Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, —καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο (νοσήσας γὰρ οὐκ ἐς μα‐
κρὰν ἐτελεύτησεν), ἔδοξε δ’ οὖν ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων
5παρ’ οἷς ἦν ηὐτομοληκέναι (καὶ γὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμι‐

50

.

13

.

7

μήσαντο), —οὐκέθ’ ὁμοίως ὁ Ἀντώνιος ἐθάρσει, ἀλλ’ ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀρα‐ βίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν

50

.

13

.

8

διασπάσασθαί τισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ ὁ Δέλ‐ λιος ὁ Κύιντος ὅ τε Ἀμύντας ὁ Γαλάτης (ἔτυχον δὲ ἐπὶ μισθοφό‐ ρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοι) τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρή‐

50

.

14

.

1

σων σφίσιν, ἄν τι πολέμιον προσπέσῃ. κἀν τούτῳ ναυμαχία τις ἐγένετο. ὁ γὰρ Σόσσιος Λουκίου Ταρρίου ναυσὶν ὀλίγαις ἐφορ‐ μοῦντός σφισιν ἐλπίσας ἄξιόν τι λόγου πράξειν, ἂν πρὶν τὸν Ἀγρίπ‐ παν ᾧ πᾶν τὸ ναυτικὸν ἐπετέτραπτο ἐπελθεῖν, συμβάλῃ αὐτῷ,

50

.

14

.

2

ἐξανήχθη τε ἐξαπιναίως ὑπὸ τὴν ἕω, ὁμίχλην βαθεῖαν τηρήσας ἵνα μὴ τὸ πλῆθός σφων προϊδὼν φύγῃ, καὶ παραχρῆμα τῇ πρώτῃ προσβολῇ τρεψάμενος αὐτὸν ἐπεδίωξε μὲν, οὐχ εἷλε δέ· τοῦ γὰρ Ἀγρίππου κατὰ τύχην ἀπαντήσαντός οἱ οὐ μόνον οὐδὲν τῆς νίκης
5ἀπώνητο, ἀλλὰ καὶ προσδιεφθάρη μετά τε τοῦ Ταρκονδιμότου καὶ μετ’ ἄλλων πολλῶν.

50

.

14

.

3

ὁ οὖν Ἀντώνιος διά τε τοῦτο, καὶ ὅτι καὶ αὐτὸς ἐπανελθὼν ἱππομαχίᾳ τινὶ πρὸς τῆς τοῦ Καίσαρος προφυλακῆς ἡττήθη, οὐκέτ’ ἔγνω δίχα στρατοπεδεύεσθαι, ἀλλ’ ἐκλιπὼν τῆς νυκτὸς τὸ πλησίον τῶν ἐναντίων τάφρευμα ἀνεχώρησεν ἐπὶ θάτερα τοῦ πορθμοῦ, ἔνθα

50

.

14

.

4

αὐτῷ τὸ πλέον τοῦ στρατοῦ ηὐλίζετο. καὶ ἐπειδὴ καὶ τὰ ἐπιτήδεια αὐτόν, ἅτε καὶ τῆς σιτοπομπίας εἰργόμενον, ἐπιλείπειν ἤρχετο, δια‐ γνώμην ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσωσιν

50

.

15

.

1

ἢ μεταστάντες που χρόνῳ τὸν πόλεμον διενέγκωσιν. εἰπόντων δὲ ἄλλων ἄλλα ἐνίκησεν ἡ Κλεοπάτρα, τά τε ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς ἐς τὴν Αἴγυπτον μεθ’ ἑαυτῶν ἀπᾶραι συμβουλεύσασα. ταύτην γὰρ τὴν γνώμην ἔσχεν,

50

.

15

.

2

ἐπειδὴ ὑπὸ σημείων ἐταράχθη. χελιδόνες τε γὰρ περί τε τὴν σκη‐ νὴν αὐτῆς καὶ ἐν τῇ νηὶ τῇ στρατηγίδι, ἐφ’ ἧς ἐπέπλει, ἐνεόττευσαν, καὶ γάλα αἷμά τε ἐκ κηροῦ ἐρρύη· τάς τε εἰκόνας αὐτῶν, ἃς οἱ Ἀθηναῖοι ἐν τῇ ἀκροπόλει τὸ τῶν θεῶν σχῆμα ἐχούσας ἔστησαν,

50

.

15

.

3

κεραυνοὶ ἐς τὸ θέατρον κατήραξαν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς τοῦ στρατεύματος καὶ ἀθυμίας ἐπ’ αὐτοῖς καὶ ἀρρωστίας ἡ Κλεο‐ πάτρα αὐτή τε ἔδεισε καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι καὶ κρύφα, ἢ καὶ φανερῶς ὡς καὶ φεύγοντες, ἐκπλεῦσαι, μὴ καὶ ἐς
5δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἠθέλησαν, ἀλλ’ ὡς ἐπὶ ναυμα‐ χίαν παρασκευαζόμενοι, ἵνα ἅμα, ἄν τι ἀνθίστηται, βιάσωνται τὸν

50

.

15

.

4

ἔκπλουν. κἀκ τούτου πρῶτον μὲν τὰ ἄριστα τῶν σκαφῶν, ἐπειδὴ ἐλάττους οἱ ναῦται ἔκ τε τῆς φθορᾶς καὶ ἐκ τῆς αὐτομολίας ἐγε‐ γόνεσαν, ἐπιλεξάμενοι τὰ λοιπὰ κατέπρησαν, ἔπειτα δὲ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐς αὐτὰς ἐσεφόρησαν. ἐπειδή τε ἕτοιμα
5ἦν, συνεκάλεσεν ὁ Ἀντώνιος τοὺς στρατιώτας καὶ εἶπε τοιάδε.

50

.

16

.

1

“ὅσα μὲν ὑπ’ ἐμοῦ προσῆκον ἦν ἐκπορισθῆναι πρὸς τὸν πόλε‐ μον, πάνθ’ ἱκανῶς, ὦ ἄνδρες στρατιῶται, προπαρεσκεύασται. καὶ γὰρ πλῆθος πολὺ ὑμῶν ἐστι, πᾶν ὅ τι περ ἄνθος καὶ παρὰ τῶν ὑπηκόων καὶ παρὰ τῶν συμμάχων ἐξειλεγμένον· καὶ παντὸς εἴδους
5μάχης, ὅσα γε καὶ παρ’ ἡμῖν νομίζεται, ἐπὶ τοσοῦτον χειροτέχναι ἐστὲ ὥστε καὶ καθ’ ἑαυτοὺς ἕκαστοι φοβεροὶ τοῖς ἀντιπάλοις εἶναι.

50

.

16

.

2

ὁρᾶτε δέ που καὶ αὐτοὶ ὅσον μὲν καὶ οἷον ναυτικὸν ἔχομεν, ὅσους δὲ καὶ οἵους ὁπλίτας ἱππέας σφενδονήτας πελταστὰς τοξότας ἱππο‐ τοξότας· ὧν τὰ μὲν πλείω οὐδ’ ὑπάρχει ἀρχὴν τοῖς ἐναντίοις, ὅσα δὲ κέκτηνται, πολὺ ἐλάττονα καὶ ἀσθενέστερα τῶν ἡμετέρων ἐστί.

50

.

16

.

3

καὶ μὴν καὶ τὰ χρήματα ἐκείνοις μὲν ὀλίγα καὶ ταῦτα ἐκ συντε‐ λείας βιαίου πεπορισμένα οὔτ’ ἂν ἐπὶ πολὺ ἐξαρκέσειεν ἄν, καὶ τοὺς συνεσενηνοχότας αὐτὰ οἰκειοτέρους ἡμῖν ἢ τοῖς λαβοῦσι πε‐
ποίηκεν εἶναι, ὥστε μήτ’ ἄλλως εὐνοϊκῶς σφας αὐτοῖς ἔχειν καὶ
5προσέτι καὶ ἐκ τοῦ φανεροῦ στασιάζειν· ἡμῖν δὲ ἐκ περιουσίας παρεσκευασμένα οὔτε λελύπηκέ τινα καὶ πάντας ἡμᾶς ὠφελήσει.

50

.

17

.

1

πρὸς δὲ τούτοις τοσούτοις τε καὶ τοιούτοις οὖσιν ὤκνησα μὲν ἄλ‐ λως αὐτὸς περὶ ἐμαυτοῦ σεμνόν τι εἰπεῖν· ἐπειδὴ δὲ καὶ τοῦθ’ ἓν τῶν πρὸς τὸ τοῦ πολέμου κράτος φερόντων ἐστὶ καὶ μέγιστόν γε παρὰ πᾶσιν ἀνθρώποις εἶναι πεπίστευται, λέγω δὲ τὸ καὶ στρατη‐

50

.

17

.

2

γοῦ τινος ἀρίστου τοὺς καλῶς πολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ ἡ χρεία πεποίηκεν, ἵν’ ἔτι μᾶλλον εἰδῆτε τοῦθ’, ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος οἷος καὶ μετὰ κακῶν στρατιωτῶν

50

.

17

.

3

κρατεῖν δύνασθαι. τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μά‐ λιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κα‐ κύνονται, ἀλλ’ αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μά‐

50

.

17

.

4

λιστα· καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν

50

.

17

.

5

τῶν πολιτικῶν πάντων δὲ τῶν στρατιωτικῶν προσείληφα· ἔκ τε γὰρ μειρακίου δεῦρο ἀεὶ ἐν αὐτοῖς ἐξήτασμαι, καὶ πολλὰ μὲν ἤρχ‐ θην πολλὰ δὲ ἦρξα, ἀφ’ ὧν τοῦτο μὲν ὅσα τε καὶ οἷα χρὴ προσ‐ τάσσειν, τοῦτο δ’ ὅσα καὶ οἷα χρὴ πειθαρχοῦντα πράττειν, μεμά‐

50

.

17

.

6

θηκα. ἐφοβήθην, ἐθάρσησα· ἐξ ὧν τοῦ μὲν τὸ μὴ ῥᾳδίως τι δεδιέναι, τοῦ δὲ τὸ μὴ προχείρως ἀποτολμᾶν εἴθισμαι. εὐτύχησα, ἔπταισα· παρ’ ὧν τὸ μήτ’ ἀπογιγνώσκειν τι μήθ’ ὑπερφρονεῖν ἔχω.

50

.

18

.

1

λέγω δὲ ταῦτα ἐν εἰδόσι, μάρτυρας ὑμᾶς τοὺς ἀκούοντας αὐ‐ τῶν ποιούμενος, οὐχ ἵν’ ἄλλως τι περὶ ἐμαυτοῦ κομπάσαιμι (ἱκανὸν γάρ μοι πρὸς εὔκλειαν τὸ συνειδὸς ὑμῶν ὑπάρχει) ἀλλ’ ἵνα καὶ ἐκ τούτων καταμάθητε ὅσῳ βέλτιον τῶν ἐναντίων παρεσκευάσμεθα.

50

.

18

.

2

ἐλαττούμενοι γὰρ ἡμῶν καὶ τῷ πλήθει τῶν τε στρατιωτῶν ἅμα καὶ τῶν χρημάτων καὶ τῷ πολυειδεῖ τῆς παρασκευῆς, οὐδενὶ τῶν πάντων τοσοῦτον ἐλλείπουσιν ὅσον τῇ τε ἡλικίᾳ καὶ τῇ ἀπειρίᾳ τοῦ στρατηγοῦντος αὐτῶν. περὶ οὗ τὰ μὲν ἄλλα οὐδὲν δέομαι

50

.

18

.

3

καθ’ ἕκαστον ἀκριβῶς εἰπεῖν, κεφαλαιώσας δὲ ἐρῶ τοῦτο ὃ καὶ ὑμεῖς ἐπίστασθε, ὅτι τε ἀρρωστότατος τῷ σώματί ἐστι, καὶ ὅτι
οὐδεμίαν πώποτε ἐπιφανῆ μάχην οὔτε ἐν τῇ ἠπείρῳ οὔτε ἐν τῇ θαλάσσῃ αὐτὸς νενίκηκεν. ἀμέλει καὶ ἐν τοῖς Φιλίπποις ἐν τῷ
5αὐτῷ ἀγῶνι ἐγὼ μὲν ἐκράτησα ἐκεῖνος δὲ ἡττήθη.

50

.

18

.

4

τοσοῦτον μὲν ἀλλήλων διαφέρομεν, τὰ δὲ δὴ πολλὰ τῶν ἄμεινον παρεσκευασμένων καὶ αἱ νῖκαι γίγνονται. εἰ δ’ οὖν τινα καὶ ἐκεῖνοι ἰσχὺν ἔχουσιν, ἀλλ’ ἔν τε τῷ ὁπλιτικῷ καὶ κατὰ τὴν γῆν εὕροιτ’ ἂν αὐτὴν οὖσαν, ταῖς δὲ δὴ ναυσὶν οὐδ’ ἀντᾶραι τὸ παράπαν ἡμῖν

50

.

18

.

5

δυνήσονται. ὁρᾶτε γάρ που καὶ αὐτοὶ καὶ τὸ μέγεθος καὶ τὸ πάχος τῶν ἡμετέρων σκαφῶν, ὥστε εἰ καὶ τὸν ἀριθμὸν ἰσοπαλεῖς αὐταῖς ἐκεῖναι ἦσαν, ἀλλ’ ὑπό γε τούτων οὐδὲν ἂν οὔτε ταῖς ἐμβο‐ λαῖς οὔτε ταῖς προσβολαῖς ἐκακούργησαν· τὸ μὲν γὰρ ἡ παχύτης
5τῶν ξύλων, τὸ δὲ αὐτὸ τὸ ὕψος τῶν νεῶν, καὶ εἰ μηδεὶς ἀπ’ αὐτῶν

50

.

18

.

6

ἠμύνετο, πάντως ἂν ἐπέσχε. ποῦ δὴ καὶ τοξοτῶν καὶ σφενδο‐ νητῶν τοσούτων ἐπιπλεόντων, καὶ προσέτι καὶ ἀπὸ τῶν πύργων ἄνωθεν αὐτῶν ἐφικνουμένων, δυνήσεταί τίς σφισι προσμῖξαι; εἰ δὲ δὴ καὶ πλησιάσειέ τις, πῶς μὲν ἂν οὐχ ὑπ’ αὐτοῦ τοῦ πλήθους
5τῶν κωπῶν βαπτισθείη, πῶς δ’ οὐκ ἂν ὑπὸ πάντων τῶν τε ἀπὸ τῶν καταστρωμάτων καὶ τῶν ἀπὸ τῶν πύργων βαλλόμενος κατα‐

50

.

19

.

1

ποντωθείη; μὴ γάρ, ὅτι περὶ Σικελίαν Ἀγρίππας ἐναυκράτησε, παρὰ τοῦτο καὶ ἀρετὴν αὐτοὺς ναυτικὴν ἔχειν ἡγεῖσθε· οὔτε γὰρ πρὸς τὸν Σέξτον ἀλλὰ πρὸς τοὺς δούλους αὐτοῦ, οὔτε πρὸς ὁμοίαν

50

.

19

.

2

ἡμῖν ἀντιπαρασκευὴν ἀλλὰ πρὸς πολὺ διάφορον ἠγωνίσαντο. εἴ τέ τις τὴν εὐτυχίαν αὐτῶν ἐκείνην ἐν μεγάλῳ τιθείη, δίκαιός ἐστι καὶ τὴν ἧτταν τὴν αὐτοῦ τοῦ Καίσαρος, ἣν ὑπ’ αὐτοῦ 〈τοῦ〉 Σέξτου ἐνικήθη, ἀντιλογίσασθαι· καὶ οὕτως οὐχ ὅπως ἴσα πρὸς ἴσα, ἀλλὰ
5καὶ πολὺ πλείω καὶ κρείττω πάντα τὰ ἡμέτερα τῶν ἐκείνοις ὑπαρ‐

50

.

19

.

3

χόντων εὑρήσει. τὸ δ’ ὅλον, πόστην μὲν ἡ Σικελία μερίδα τῆς ἄλλης ἀρχῆς, πόστην δὲ ἡ τοῦ Σέξτου δύναμις τῆς ἡμετέρας παρα‐ σκευῆς εἶχεν, ὥστε τινὰ εἰκότως ἂν τὰ τοῦ Καίσαρος, τὰ αὐτὰ ἐκεῖνα ὄντα καὶ μήτε πλείω μήτ’ ἀμείνω γεγονότα, καταδεῖσαι μᾶλ‐

50

.

19

.

4

λον ἐξ ὧν ηὐτύχησεν ἢ θαρσῆσαι ἐξ ὧν ἔπταισεν. ὅθεν που καὶ ἐγὼ ταῦτα λογιζόμενος οὐκ ἠθέλησα τῷ πεζῷ προαποκινδυνεῦσαι, ἐν ᾧ δὴ δοκοῦσι τρόπον τινὰ ἰσχύειν, ἵνα μηδεὶς ὑμῶν πταίσματός τινος ἐν ἐκείνῳ γενομένου ἀθυμήσῃ, ἀλλὰ ταῖς ναυσίν, αἷς κρά‐
5τιστοί τε ἐσμὲν καὶ παμπληθὲς αὐτῶν περίεσμεν, ἵν’ ἐν ταύταις

50

.

19

.

5

κρατήσαντες καὶ τοῦ πεζοῦ σφων καταφρονήσωμεν. εὖ γὰρ δὴ τοῦτο ἴστε, ὅτι πᾶσα ἡ τοῦ πολέμου ῥοπὴ ἐντεῦθεν ἐκ τοῦ ναυτι‐ κοῦ ἀμφοτέροις ἡμῖν ἤρτηται· κἂν τούτῳ περιγενώμεθα, οὐδὲν ἔτι δεινὸν οὐδ’ ὑπὸ τῶν ἄλλων πεισόμεθα, ἀλλ’ ὥσπερ ἐν νησιδίῳ τινὶ
5αὐτούς, ἅτε πάντων τῶν πέριξ ἡμετέρων ὄντων, ἀπειληφότες ἀκο‐ νιτί, κἂν μηδενὶ ἄλλῳ, τῷ γε λιμῷ χειρωσόμεθα.

50

.

20

.

1

καὶ μὴν ὅτι οὐχ ὑπὲρ μικρῶν οὐδ’ ὑπὲρ φαύλων τινῶν ἀγω‐ νιούμεθα, ἀλλ’ ὥστε προθυμηθέντες μὲν τῶν μεγίστων τυχεῖν ἀμε‐ λήσαντες δὲ τὰ δεινότατα παθεῖν, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι.

50

.

20

.

2

τί γὰρ οὐκ ἂν ἡμᾶς, ἄν γε καὶ κρατήσωσιν, ἐργάσαιντο, πάντας μὲν ὡς εἰπεῖν τοὺς μετὰ τοῦ Σέξτου τῶν ἐλλογίμων γενομένους ἀπεκτονότες, πολλοὺς δὲ καὶ τῶν μετὰ τοῦ Λεπίδου συναραμένων

50

.

20

.

3

σφίσιν ἀπολωλεκότες; καὶ τί λέγω ταῦτα, ὁπότε καὶ αὐτὸν τὸν Λέπιδον, μήτε τι ἀδικήσαντα καὶ προσέτι καὶ συμμαχήσαντα αὐ‐ τοῖς, τῆς τε ἡγεμονίας ἁπάσης παραλελύκασι καὶ ὥσπερ τινὰ αἰχμά‐ λωτον ἐν φρουρᾷ ἔχουσι, καὶ τούς τε ἐξελευθέρους πάντας τοὺς ἐν
5τῇ Ἰταλίᾳ καὶ προσέτι καὶ τοὺς ἄλλους τοὺς τὰ χωρία κεκτημένους ἠργυρολογήκασιν οὕτως ὥστε καὶ ἐς ὅπλα τινὰς αὐτῶν ἐλθεῖν ἀναγ‐

50

.

20

.

4

κάσαι, κἀκ τούτου συχνοὺς φθεῖραι; ἀλλ’ ἔστιν ὅπως φείσονται ἡμῶν οἱ τῶν συμμάχων μὴ πεφεισμένοι; ἀφέξονται τῶν ἡμετέρων οἱ τὰ τῶν συμμάχων μὴ πεφεισμένοι; ἀφέξονται τῶν ἡμετέρων οἱ τὰ τῶν οἰκείων δεδασμολογηκότες; φιλανθρωπεύσονταί τι νική‐
5σαντες οἱ καὶ πρὶν κρατῆσαι τί πεποιηκότες; καὶ ἵνα γε μὴ πάντα τὰ τῶν ἄλλων λέγων διατρίβω, ἀλλ’ αὐτὰ τὰ ἐς ἡμᾶς αὐτοῖς τετολ‐

50

.

20

.

5

μημένα καταλέξω, τίς μὲν οὐκ οἶδεν ὅτι κοινωνὸς ἐγὼ καὶ συνάρχων τοῦ Καίσαρος ἀποδειχθείς, καὶ τήν τε προστασίαν τῶν κοινῶν ἐκ τοῦ ἴσου αὐτῷ λαβὼν καὶ τιμῶν καὶ ἀρχῶν τῶν ὁμοίων τυχών, καὶ τοσοῦτον ἤδη χρόνον ἐν αὐταῖς ὤν, πάντων αὐτῶν, ὅσον ἐπ’
5ἐκείνῳ ἐστίν, ἀπεστέρημαι, καὶ ἰδιώτης μὲν ἐξ ἡγεμόνος ἄτιμος δὲ

50

.

20

.

6

ἐξ ὑπάτου γέγονα, οὐχ ὑπὸ τοῦ δήμου οὐδ’ ὑπὸ τῆς βουλῆς (πῶς γάρ, ὁπότε καὶ ἔφυγον ἄντικρυς ἐκ τῆς πόλεως καὶ οἱ ὕπατοι καὶ ἄλλοι τινές, ἵνα μηδὲν τοιοῦτο ψηφίσωνται;) ἀλλ’ ὑπό τε αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν περὶ αὐτὸν ὄντων, οἵτινες οὐκ αἰσθάνονται

50

.

20

.

7

μόναρχον αὐτὸν ἐφ’ ἑαυτοὺς πρώτους ἀσκοῦντες. ὁ γὰρ τολμήσας τὰς διαθήκας μου ζῶντος, δύναμιν τοσαύτην ἔχοντος, Ἀρμενίους
νικῶντος, καὶ ζητῆσαι καὶ βίᾳ τοὺς λαβόντας αὐτὰς ἀφελέσθαι καὶ ἀνοῖξαι καὶ δημοσίᾳ ἀναγνῶναι πῶς ἂν ἢ ὑμῶν ἢ ἄλλου τινὸς

50

.

20

.

8

φείσαιτο; καὶ ὅ γε τοιοῦτος ἐς ἐμὲ τὸν φίλον τὸν ὁμοτράπεζον τὸν συγγενῆ γεγονὼς πῶς ἂν φιλάνθρωπόν τι πρὸς τοὺς ἄλλους, πρὸς οὓς οὐδὲν αὐτῷ συμβόλαιόν ἐστι, ποιήσειεν;

50

.

21

.

1

καὶ μὴν εἰ δεῖ τι τοῖς ἐψηφισμένοις ὑπ’ αὐτοῦ τεκμαίρεσθαι, ὑμῖν μὲν καὶ φανερῶς ἀπειλεῖ (πολεμίους γοῦν ἄντικρυς τοὺς πλεί‐ ονας ὑμῶν πεποίηται), ἐμοὶ δ’ οὐδὲν αὐτῷ τοιοῦτον ἐπήγγελκε, καίτοι καὶ πολεμῶν μοι καὶ πάντα οὐχ ὅπως τὰ τοῦ κεκρατηκότος

50

.

21

.

2

ἀλλὰ καὶ τὰ τοῦ πεφονευκότος με ἤδη ποιῶν. ὥσθ’ ὁπότε ἐμέ, ὃν μηδέπω καὶ νῦν πολέμιον ἔχειν προσποιεῖται, τοιαῦτα δέδρακεν, ἥκιστα ἂν ὑμῶν ἀπόσχοιτο, οἷς καὶ αὐτὸς ἐκπεπολεμῶσθαι σαφῶς

50

.

21

.

3

ὁμολογεῖ. τί ποτ’ οὖν αὐτῷ βούλεται τὸ τὰ μὲν ὅπλα πᾶσιν ὁμοίως ἡμῖν ἐπιφέρειν, ἐν δὲ δὴ τῷ ψηφίσματι τοῖς μὲν πολεμεῖν τοῖς δὲ μὴ φάσκειν; οὐ μὰ Δί’ οὐχ ἵνα διαφορότητά τινα ἐν ἡμῖν ἐργά‐ σηται, οὐδ’ ἵνα τοῖς μὲν ἄλλως τοῖς δὲ ἄλλως, ἄν γε καὶ κρατήσῃ,
5χρήσηται, ἀλλ’ ἵν’ ἡμᾶς στασιάσας συγκρούσῃ καὶ κατὰ τοῦτ’

50

.

21

.

4

ἀσθενεστέρους ποιήσῃ. οὐ γὰρ ἀγνοεῖ γε ὅτι ὁμοφρονούντων μὲν ἡμῶν καὶ καθ’ ἓν πάντα πραττόντων οὐδαμῇ οὐδαμῶς κρείττων ἂν γένοιτο, διενεχθέντων δέ, καὶ τῶν μὲν ταῦτα τῶν δὲ ἐκεῖνα ἑλομένων, τάχ’ ἂν κρατήσειε· καὶ διὰ τοῦτο τοῦτον ἡμῖν τὸν τρόπον προσφέ‐

50

.

22

.

1

ρεται. ὥσπερ οὖν καὶ ἐγὼ καὶ οἱ συνόντες μοι Ῥωμαῖοι τόν τε κίνδυνον, καίπερ ἄδειάν τινα τῶν ἐψηφισμένων ἕνεκα ἔχοντες, προο‐ ρώμεθα καὶ τὴν ἐπιβουλὴν αὐτοῦ συνίεμεν, καὶ οὔτε προϊέμεθα

50

.

22

.

2

ὑμᾶς οὔτ’ αὖ ἰδίᾳ τὸ συμφέρον ἡμῖν αὐτοῖς προσκοποῦμεν, οὕτω που καὶ ὑμᾶς, οὓς οὐδ’ αὐτὸς ἀρνεῖται μὴ οὐκ ἐχθροὺς καὶ ἐχθί‐ στους γε ἡγεῖσθαι, χρὴ πάντα ταῦτ’ ἐνθυμηθέντας, καὶ κοινοὺς μὲν τοὺς κινδύνους κοινὰς δὲ καὶ τὰς ἐλπίδας ποιησαμένους, καὶ
5συνάρασθαι τὰ πράγματα παντοίως καὶ συσπουδάσαι προθύμως, θέντας παρ’ ἄλληλα καὶ ἃ πεισόμεθα, ὥσπερ εἶπον, ἡττηθέντες,

50

.

22

.

3

καὶ ὧν τευξόμεθα κρατήσαντες. μέγα μὲν γὰρ καὶ τὸ μηδὲν μήθ’ ὑβριστικὸν μήτε πλεονεκτικὸν ἐλαττωθέντας πῃ ἡμᾶς παθεῖν, μέ‐ γιστον δὲ τὸ νικήσαντας πάνθ’ ὅσα τις ἂν εὔξαιτο πρᾶξαι. αἴσχι‐ στον δὲ τοσούτους καὶ τοιούτους ὄντας, καὶ ὅπλα καὶ χρήματα καὶ
5ναῦς καὶ ἵππους ἔχοντας, τὰ χείρονα ἀντὶ τῶν ἀμεινόνων ἑλέσθαι,
καὶ παρὸν καὶ ἐκείνοις τὴν ἐλευθερίαν παρασχεῖν, συνδουλεῦσαι

50

.

22

.

4

μᾶλλον αὐτοῖς ἐθελῆσαι. τοσοῦτον γάρ που διαφέρομεν ἀλλήλων ὥσθ’ ὁ μὲν καὶ ὑμῶν μοναρχῆσαι ἐπιθυμεῖ, ἐγὼ δὲ καὶ ἐκείνους ἐλευθερῶσαι βούλομαι, καθάπερ που καὶ τοῖς ὅρκοις πεπίστωμαι. ὡς οὖν ὑπὲρ ἀμφοτέρων ὁμοίως ἀγωνιούμενοι, καὶ κοινὰ τὰ ἀγαθὰ
5πᾶσι κατακτησόμενοι, σπουδάσωμεν, ὦ ἄνδρες στρατιῶται, ἔν τε τῷ παραχρῆμα κρατῆσαι καὶ διὰ παντὸς εὐδαιμονῆσαι.”

50

.

23

.

1

τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθ’ ἑαυ‐ τοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαν‐ τες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἀνε‐

50

.

23

.

2

βιβάσατο· ἐπειδὴ γὰρ τῷ τε μεγέθει τῶν τοῦ Καίσαρος νεῶν καὶ τῷ πλήθει τῶν ἐπιβατῶν αὐτοῦ ὁ Σέξτος οὐχ ἥκιστα ἥττητο, τά τε σκάφη κατεσκεύασε πολὺ τῶν ἐναντίων ὑπερέχοντα (τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ

50

.

23

.

3

μέσου πάντα ἐξεποίησε) καὶ ἐπ’ αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατ‐ εσκεύασε καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασεν, ὥστε καθάπερ ἀπὸ τειχῶν αὐτοὺς μάχεσθαι. Καῖσαρ δὲ καθεώρα μὲν τὴν παρασκευὴν αὐτῶν καὶ εὐτρεπίζετο, μαθὼν δὲ δὴ καὶ τὴν διάνοιάν σφων παρά
5τε ἄλλων καὶ παρὰ τοῦ Δελλίου συνήγαγε καὶ αὐτὸς τὸ στράτευμα καὶ ἔλεξεν ὧδε·

50

.

24

.

1

“ὁρῶν, ὦ ἄνδρες στρατιῶται, καὶ ἐξ ὧν ἀκοῇ μεμάθηκα καὶ ἐξ ὧν ἔργῳ πεπείραμαι, τὰ πλεῖστα καὶ μέγιστα τῶν πολεμικῶν, μᾶλ‐ λον δὲ πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων, τοῖς τά τε δικαιότερα καὶ τὰ εὐσεβέστερα καὶ φρονοῦσι καὶ πράττουσι κατορθούμενα,
5τοῦτό που καὶ αὐτὸς οὐχ ἥκιστα ἐννοῶ καὶ ὑμῖν παραινῶ προσκο‐

50

.

24

.

2

πεῖν. καὶ γὰρ εἰ τὰ μάλιστα καὶ πολλὴν καὶ μεγάλην ἰσχύν, ἀφ’ ἧς ἄν τις καὶ τὰ ἧττον δίκαια προελόμενος κρατήσειν ἐλπίσειεν, ἔχομεν, ὅμως πολὺ μᾶλλον ἐπὶ τῇ τοῦ πολέμου ὑποθέσει ἢ ἐπὶ

50

.

24

.

3

ταύτῃ θαρσῶ. τὸ γάρ τοι Ῥωμαίους τε ὄντας καὶ τῆς πλεί‐ στης καὶ ἀρίστης οἰκουμένης ἄρχοντας καταφρονεῖσθαι καὶ κατα‐
πατεῖσθαι πρὸς γυναικὸς Αἰγυπτίας ἀνάξιον μὲν τῶν πατέρων ἡμῶν τῶν τὸν Πύρρον τὸν Φίλιππον τὸν Περσέα τὸν Ἀντίοχον
5καθελόντων, τῶν τοὺς Νουμαντίνους τοὺς Καρχηδονίους ἀναστη‐

50

.

24

.

4

σάντων, τῶν τοὺς Κίμβρους τοὺς Ἄμβρονας. κατακοψάντων, ἀνά‐ ξιον δὲ καὶ ἡμῶν αὐτῶν τῶν τοὺς Γαλάτας κατεστραμμένων, τῶν τοὺς Παννονίους κεχειρωμένων, τῶν μέχρι τοῦ Ἴστρου προκεχωρη‐ κότων, τὸν Ῥῆνον διαβεβηκότων, ἐς Βρεττανίαν πεπεραιωμένων.

50

.

24

.

5

πῶς μὲν γὰρ οὐ μέγα ἂν ἀλγήσειαν πάντες ἐκεῖνοι οἱ τὰ προειρη‐ μένα κατειργασμένοι, εἰ αἴσθοιντο ἡμᾶς ὀλέθρῳ γυναικὶ ὑποπε‐ πτωκότας; πῶς δ’ οὐκ ἂν ἡμεῖς μεγάλως ἀσχημονήσαιμεν, εἰ πάν‐ των ἀρετῇ πανταχοῦ περιόντες ἔπειτα τὰς τούτων ὕβρεις πρᾴως

50

.

24

.

6

φέροιμεν, οἵτινες, ὦ Ἡράκλεις, Ἀλεξανδρεῖς τε καὶ Αἰγύπτιοι ὄντες (τί γὰρ ἂν ἄλλο τις αὐτοὺς χεῖρον ἢ ἀληθέστερον εἰπεῖν ἔχοι;) καὶ τὰ μὲν ἑρπετὰ καὶ τἆλλα θηρία ὥσπερ τινὰς θεοὺς θεραπεύοντες, τὰ δὲ σώματα τὰ σφέτερα ἐς δόξαν ἀθανασίας τα‐

50

.

24

.

7

ριχεύοντες, καὶ θρασύνασθαι μὲν προπετέστατοι ἀνδρίσασθαι δὲ ἀσθενέστατοι ὄντες, καὶ τὸ μέγιστον γυναικὶ ἀντ’ ἀνδρὸς δουλεύον‐ τες, ἐτόλμησαν τῶν τε ἡμετέρων ἀγαθῶν ἀντιποιήσασθαι καὶ δι’ ἡμῶν αὐτὰ κατακτήσασθαι, ὥστε σφίσιν ἑκουσίους ἡμᾶς τῆς ὑπαρ‐

50

.

25

.

1

χούσης ἡμῖν εὐδαιμονίας παραχωρῆσαι; τίς μὲν γὰρ οὐκ ἂν ὀδύ‐ ραιτο ὁρῶν στρατιώτας Ῥωμαίους δορυφοροῦντας τὴν βασιλίδα αὐτῶν; τίς δ’ οὐκ ἂν στενάξειεν ἀκούων ἱππέας καὶ βουλευτὰς

50

.

25

.

2

Ῥωμαίων κολακεύοντας αὐτὴν ὥσπερ εὐνούχους; τίς δ’ οὐκ ἂν θρηνήσειε καὶ ἀκούων καὶ ὁρῶν αὐτὸν τὸν Ἀντώνιον τὸν δὶς ὕπατον, τὸν πολλάκις αὐτοκράτορα, τὸν τὴν προστασίαν μετ’ ἐμοῦ τῶν κοι‐ νῶν ἐπιτραπέντα, τὸν τοσαύτας μὲν πόλεις τοσαῦτα δὲ στρατόπεδα

50

.

25

.

3

ἐγχειρισθέντα, νῦν πάντα μὲν τὰ πάτρια τοῦ βίου ἤθη ἐκλελοιπότα, πάντα δὲ τἀλλότρια καὶ βαρβαρικὰ ἐζηλωκότα, καὶ ἡμῶν μὲν ἢ τῶν νόμων ἢ τῶν θεῶν τῶν προγονικῶν μηδὲν προτιμῶντα, τὴν δ’ ἄνθρωπον ἐκείνην καθάπερ τινὰ Ἶσιν ἢ Σελήνην προσκυνοῦντα,

50

.

25

.

4

καὶ τούς τε παῖδας αὐτῆς Ἥλιον καὶ Σελήνην ὀνομάζοντα, καὶ τὸ τελευταῖον καὶ ἑαυτὸν Ὄσιριν καὶ Διόνυσον ἐπικεκληκότα, κἀκ τού‐ των, καθάπερ πάσης μὲν τῆς γῆς πάσης δὲ τῆς θαλάσσης κυριεύ‐

50

.

25

.

5

οντα, καὶ νήσους ὅλας καὶ τῶν ἠπείρων τινὰ κεχαρισμένον; ἄπιστα μὲν εὖ οἶδ’ ὅτι καὶ θαυμαστὰ ταῦθ’ ὑμῖν, ὦ ἄνδρες στρατιῶται,
φαίνεται· διὰ τοῦτο δὲ δὴ μᾶλλον ἀγανακτεῖν ὀφείλετε. εἰ γὰρ ἃ μηδ’ ἀκούσαντες πιστεύετε, ταῦτ’ ὄντως γίγνεται, καὶ ἐφ’ οἷς οὐκ
5ἔστιν ὅστις οὐκ ἂν ἀλγήσειε μαθών, ταῦτ’ ἐκεῖνος ποιεῖ τρυφῶν, πῶς οὐκ ἂν εἰκότως ὑπεροργισθείητε;

50

.

26

.

1

καίτοι ἔγωγε καὶ τὸ κατ’ ἀρχὰς οὕτω περὶ αὐτὸν ἐσπούδασα ὥστ’ αὐτῷ καὶ τῆς ἡμετέρας ἡγεμονίας μεταδοῦναι καὶ τὴν ἐμαυ‐ τοῦ ἀδελφὴν συνοικίσαι καὶ στρατεύματα χαρίσασθαι· καὶ μετὰ

50

.

26

.

2

τοῦθ’ οὕτως ἐπιεικῶς, οὕτω φιλικῶς πρὸς αὐτὸν ἔσχον ὥστε μήθ’ ὅτι τὴν ἀδελφήν μου ὕβρισε, μήθ’ ὅτι τῶν γεννηθέντων οἱ ἐξ αὐ‐ τῆς τέκνων ἠμέλησε, μήθ’ ὅτι τὴν Αἰγυπτίαν αὐτῆς προετίμησε, μήθ’ ὅτι τοῖς ἐκείνης παισὶ πάνθ’ ὡς εἰπεῖν τὰ ὑμέτερα ἐδωρήσατο,

50

.

26

.

3

μήτε δι’ ἄλλο μηδὲν ἐθελῆσαι αὐτῷ πολεμῆσαι. αἴτιον δὲ ὅτι πρῶτον μὲν ἐνόμιζον οὐ τὸν αὐτὸν δεῖν τρόπον πρός τε τὴν Κλεο‐ πάτραν καὶ πρὸς τὸν Ἀντώνιον προσφέρεσθαι· ἐκείνην μὲν γὰρ καὶ ὑπὸ τοῦ ἀλλοφύλου πολεμίαν εὐθὺς οἷς ἔπραττεν εἶναι, τοῦτον δέ,

50

.

26

.

4

ἅτε καὶ πολίτην, ἐνδέχεσθαι σωφρονισθῆναι. ἔπειτα δὲ ἤλπιζον ὅτι εἰ καὶ μὴ ἐθελούσιος, ἀλλ’ ἄκων γε ἐκ τῶν ἐπ’ ἐκείνῃ ψηφι‐ σθέντων μεταγνώσεται. διὰ μὲν δὴ ταῦτα οὐδένα αὐτῷ πόλεμον ἐπήγγειλα· ἐπειδὴ δὲ ὑπεριδὼν αὐτὰ καὶ καταφρονήσας οὔτ’ ἀφιέν‐
5των αὐτῶν ἡμῶν ἀφεθῆναι οὔτ’ ἐλεούντων ἐλεηθῆναι βούλεται, ἀλλ’

50

.

26

.

5

εἴτε ὡς ἀλόγιστος εἴθ’ ὡς μαινόμενος (καὶ γὰρ τοῦτ’ ἐγὼ ἀκηκοὼς πεπίστευκα, ὅτι ὑπ’ ἐκείνης τῆς καταράτου μεμάγευται) τῆς μὲν ἡμετέρας εὐεργεσίας καὶ τῆς παρ’ ἡμῶν φιλανθρωπίας οὐδὲν προ‐ τιμᾷ, τῇ δὲ γυναικὶ δουλεύων τόν τε πόλεμον καὶ τοὺς κινδύνους
5τοὺς ὑπὲρ αὐτῆς αὐθαιρέτους καὶ καθ’ ἡμῶν καὶ κατὰ τῆς πατρί‐ δος ἀναιρεῖται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνασθαι καὶ τοῦτον μετὰ

50

.

27

.

1

τῆς Κλεοπάτρας ἡμῖν προσήκει; μήτ’ οὖν Ῥωμαῖον εἶναί τις αὐτὸν νομιζέτω, ἀλλά τινα Αἰγύπτιον, μήτ’ Ἀντώνιον ὀνομαζέτω, ἀλλά τινα Σαραπίωνα· μὴ ὕπατον, μὴ αὐτοκράτορα γεγονέναι ποτὲ

50

.

27

.

2

ἡγείσθω, ἀλλὰ γυμνασίαρχον. ταῦτα γὰρ ἀντ’ ἐκείνων αὐτὸς ἐθε‐ λοντὴς ἀνθείλετο, καὶ πάντα τὰ πάτρια σεμνολογήματα ἀπορρίψας
εἷς τῶν ἀπὸ Κανώβου κυμβαλιστῶν γέγονε. μὴ μέντοι μηδὲ δείσῃ

50

.

27

.

3

τις αὐτὸν ὡς καὶ ῥοπὴν τῷ πολέμῳ παρέξοντα. ἦν μὲν γὰρ οὐδὲ ἐν τῷ πρὶν ἄξιός τινος, ὥς που σαφῶς ἴστε οἱ περὶ Μούτιναν αὐτοῦ κεκρατηκότες· εἰ δ’ οὖν ποτε καὶ ἐκ τῆς σὺν ἡμῖν στρατείας ἀρετήν τινα ἔσχεν, ἀλλ’ εὖ ἴσθ’ ὅτι νῦν πᾶσαν αὐτὴν ἐν τῇ τοῦ

50

.

27

.

4

βίου μεταβολῇ διέφθαρκεν. ἀδύνατον γάρ ἐστι βασιλικῶς τέ τινα τρυφῶντα καὶ γυναικείως θρυπτόμενον ἀνδρῶδές τι φρονῆσαι καὶ πρᾶξαι, διὰ τὸ πᾶσαν ἀνάγκην εἶναι, οἵοις ἄν τις ἐπιτηδεύμασι

50

.

27

.

5

συνῇ, τούτοις αὐτὸν ἐξομοιοῦσθαι. τεκμήριον δέ, ἕνα πόλεμον ἐν παντὶ τούτῳ τῷ χρόνῳ πεπολεμηκὼς καὶ μίαν στρατείαν πεποιη‐ μένος παμπόλλους μὲν ἐν ταῖς μάχαις πολίτας ἀπολώλεκεν, αἴσχιστα δὲ ἀπὸ τῶν Πραάσπων ἀποκεχώρηκε, πλείστους δὲ καὶ ἐν τῇ φυγῇ

50

.

27

.

6

προσαποβέβληκεν. ὥστ’ εἰ μὲν γελοίως πως ὀρχεῖσθαι καὶ κορδα‐ κίζειν τινὰ ἡμῶν ἐχρῆν, πάντως ἂν ἔλαττον αὐτοῦ ἠνέγκατο (ταῦτα γὰρ μεμελέτηκεν)· ἐπειδὴ δὲ ὅπλων καὶ μάχης δεῖ, τί τις ἂν αὐτοῦ φοβηθείη; τὴν ἀκμὴν τοῦ σώματος; ἀλλὰ παρήβηκε καὶ ἐκτεθήλυν‐
5ται. τὴν ῥώμην τῆς γνώμης; ἀλλὰ γυναικίζει καὶ ἐκκεκιναίδισται.

50

.

27

.

7

τὴν εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἡμῶν; ἀλλὰ πολεμεῖ καὶ ἐκεί‐ νοις καὶ τῇ πατρίδι. τὴν πιστότητα τὴν πρὸς τοὺς συμμάχους; καὶ τίς οὐκ οἶδεν ὅπως τὸν Ἀρμένιον ἐξαπατήσας ἔδησε; τὴν [δὲ] ἐπιείκειαν τὴν πρὸς τοὺς φίλους; καὶ τίς οὐχ ἑόρακε τοὺς ὑπ’ αὐ‐
5τοῦ κακῶς ἀπολωλότας; τὴν εὐδοξίαν τὴν παρὰ τοῖς στρατιώταις;

50

.

27

.

8

καὶ τίς οὐχὶ καὶ ἐκείνων αὐτοῦ κατέγνωκε; σημεῖον δὲ ὅτι συχνοὶ καθ’ ἑκάστην ἡμέραν πρὸς ἡμᾶς μεθίστανται. νομίζω δὲ ἔγωγε ὅτι καὶ πάντες οἱ πολῖται ἡμῶν τοῦτο ποιήσουσιν, ὥσπερ ποτὲ καὶ

50

.

27

.

9

πρότερον, ὅτε ἐκ τοῦ Βρεντεσίου πρὸς τὴν Γαλατίαν ᾔει. μέχρι μὲν γὰρ πλουτήσειν ἀκινδύνως ἤλπιζον, καὶ μάλα ἄσμενοί τινες αὐτῷ συνῆσαν· μάχεσθαι δὲ δὴ πρὸς ἡμᾶς τοὺς ὁμοφύλους ὑπὲρ τῶν μηδέν σφισι προσηκόντων, ἄλλως τε καὶ ἐξὸν αὐτοῖς ἀδεῶς
5σὺν ἡμῖν καὶ σώζεσθαι καὶ εὐδαιμονεῖν, οὐκ ἐθελήσουσιν.

50

.

28

.

1

ἀλλ’ ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν ὁ Σκιπίων ἐκεῖνος ὁ Ἀσιατικός, οἶδε δὲ καὶ ὁ Σύλλας ὁ εὐτυχής, ὁ Λούκουλλος, ὁ Πομπήιος, ὁ Καῖσαρ ὁ
5πατὴρ ὁ ἐμός, ὑμεῖς αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ

50

.

28

.

2

Κασσίου στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι· ὑπὲρ γὰρ τῶν μεγί‐

50

.

28

.

3

στων ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν ἐστι ποιεῖσθαι. καί‐ τοι μεῖζον οὐδὲν 〈ἂν〉 ἄλλο φήσαιμι ὑμῖν προκεῖσθαι τοῦ τὸ ἀξίωμα τὸ τῶν προγόνων διασῶσαι, τοῦ τὸ φρόνημα τὸ οἰκεῖον φυλάξαι, τοῦ τοὺς ἀφεστηκότας ἀφ’ ἡμῶν τιμωρήσασθαι, τοῦ τοὺς ὑβρίζον‐
5τας ὑμᾶς ἀμύνασθαι, τοῦ πάντων ἀνθρώπων νικήσαντας ἄρχειν,

50

.

28

.

4

τοῦ μηδεμίαν γυναῖκα περιορᾶν μηδενὶ ἀνδρὶ παρισουμένην. ἢ πρὸς μὲν Ταυρίσκους καὶ Ἰάπυδας καὶ Δελμάτας καὶ Παννονίους προθυμότατα αὐτοὶ ὑμεῖς οἱ νῦν παρόντες ὑπὲρ ὀλίγων τινῶν τει‐ χῶν καὶ γῆς ἐρήμου πολλάκις ἐμαχέσασθε, καὶ πάντας αὐτοὺς καίτοι
5πολεμικωτάτους ὁμολογουμένως ὄντας ἐχειρώσασθε, καὶ νὴ Δία καὶ πρὸς Σέξτον ὑπὲρ Σικελίας μόνης καὶ πρὸς αὐτὸν τοῦτον τὸν Ἀν‐ τώνιον ὑπὲρ Μουτίνης μόνης ὁμοίως ἠγωνίσασθε, ὥστ’ ἀμφοτέρων

50

.

28

.

5

αὐτῶν κρατῆσαι· πρὸς δὲ δὴ γυναῖκα πᾶσι τοῖς ὑμετέροις ἐπιβου‐ λεύουσαν, καὶ πρὸς τὸν ἄνδρα αὐτῆς τὸν τὰ ὑμέτερα τοῖς ἐκείνης παισὶ διαδεδωκότα, καὶ πρὸς τοὺς καλοὺς αὐτῶν ἑταίρους καὶ τραπεζεῖς, οὓς καὶ αὐτοὶ ἐκεῖνοι κοπρείας ἀποκαλοῦσιν, ἧττόν τι

50

.

28

.

6

προθυμηθήσεσθε; διὰ τί; διὰ τὸ πλῆθος αὐτῶν; ἀλλ’ οὐδὲν πλῆ‐ θος σωμάτων ἀρετῆς κρατεῖ. διὰ τὸ γένος; ἀλλ’ ἀχθοφορεῖν μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι. διὰ τὴν ἐμπειρίαν; ἀλλ’ ἐρέττειν μᾶλλον ἢ ναυμαχεῖν ἴσασιν. ἐγὼ μὲν καὶ αἰσχύνομαι ὅτι πρὸς τοιούτους
5ἀνθρώπους ἀγωνίζεσθαι μέλλομεν, ὧν καὶ κρατήσαντες οὐκ εὐδοκι‐

50

.

29

.

1

μήσομεν καὶ ἡττηθέντες ἀσχημονήσομεν. μὴ γάρ που τὸ μέγεθος τῶν σκαφῶν αὐτῶν ἢ τὸ πάχος τῶν ξύλων ἀντίπαλον ταῖς ἀρεταῖς ἡμῶν εἶναι νομίζετε. ποία μὲν γὰρ ναῦς αὐτὴ καθ’ ἑαυτὴν ἢ ἔτρωσέ τινα ἢ ἀπέκτεινε; πῶς δ’ οὐ καὶ ὑπ’ αὐτοῦ τοῦ τε ὕψους
5καὶ τοῦ πάχους καὶ δυσκινητότεραι ἔσονται τοῖς ἐλαύνουσιν αὐτὰς

50

.

29

.

2

καὶ ἀπειθέστεραι τοῖς κυβερνῶσι; τί δ’ ἂν ὄφελος τοῖς ἀπ’ αὐτῶν μαχομένοις γένοιτο μήτε διεκπλεῖν μήτε περιπλεῖν, ἅπερ που ναυ‐
μαχίας ἔργα ἐστί, δυναμένοις; οὐ γάρ που πεζομαχεῖν ἡμῖν ἐν τῇ θαλάττῃ μέλλουσιν, οὐδ’ αὖ ὥσπερ ἐν τείχεσί τισι κατακεκλειμένοι

50

.

29

.

3

πολιορκηθῆναι παρεσκευάδαται, ἐπεὶ τοῦτό γε καὶ πάνυ πρὸς ἡμῶν ἂν εἴη, λέγω δὲ τὸ πρὸς ξύλινα παραφράγματα προσμῖξαι. ἄν τε γὰρ ἐν τῷ αὐτῷ καθάπερ ἐμπεπηγυῖαι αἱ νῆες αὐτῶν μένωσιν, ἐξέσται μὲν ἡμῖν τοῖς ἐμβόλοις αὐτὰς ἀναρρηγνύναι, ἐξέσται δὲ
5καὶ μηχαναῖς πόρρωθεν τιτρώσκειν, ἐξέσται δὲ καὶ πυρφόροις βέ‐

50

.

29

.

4

λεσι καταπιμπράναι· ἄν τε καὶ κινηθῆναί πῃ τολμήσωσιν, οὔτ’ ἂν διώκουσαί τινα καταλάβοιεν οὔτ’ ἂν τραπεῖσαι ἐκφύγοιεν, ἀργόταται μὲν ὑπὸ τῆς βαρύτητος ἐς τὸ δρᾶσαί τι, ἑτοιμόταται δὲ ὑπὸ τοῦ

50

.

30

.

1

μεγέθους ἐς τὸ παθεῖν οὖσαι. καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐ‐ τῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς λόγοις
5μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε

50

.

30

.

2

παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι. εὖ γὰρ ἴστε τοῦθ’, ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφι‐
5λόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶν

50

.

30

.

3

ὄντων κρατῆσαι. καὶ ταῦθ’ οὕτω καὶ αὐτοὶ ἐκεῖνοι ἴσασιν ὥστε (οὐ γὰρ ἀποκρύψομαι ὑμᾶς ὅσα ἀκήκοα) ἀθυμεῖν τε ἐπὶ τοῖς ἤδη γεγονόσι καὶ ἀπογιγνώσκειν κατὰ χώραν μένοντας σωθήσεσθαι, καὶ διὰ ταῦτα διαδρᾶναί τέ πῃ ἐπιχειρεῖν, καὶ τὸν ἔκπλουν τοῦτον οὐχ

50

.

30

.

4

ὡς ἐπὶ ναυμαχίαν ἀλλ’ ὡς ἐς φυγὴν ποιεῖσθαι. καὶ τά γε ἄριστα καὶ τιμιώτατα τῶν ὑπαρχόντων αὐτοῖς κτημάτων ἐς τὰς ναῦς ἐν‐ τέθεινται, ἵνα, ἂν δυνηθῶσι, μετ’ αὐτῶν διαφύγωσιν. ὡς οὖν καὶ ὁμολογοῦντας αὐτοὺς ἀσθενεστέρους ἡμῶν εἶναι, καὶ τὰ ἆθλα τῆς
5νίκης ἐν ταῖς ναυσὶ φέροντας, μὴ περιίδωμεν ἄλλοσέ ποι πλεύσαν‐ τας, ἀλλὰ αὐτοῦ ταύτῃ κρατήσαντες πάντα αὐτὰ ἀφελώμεθα.”

50

.

31

.

1

τοιαῦτα δὲ καὶ ὁ Καῖσαρ εἶπε. καὶ μετὰ τοῦτο ἐβουλεύσατο μὲν παρεξεῖναι αὐτούς, ὅπως φεύγουσί σφισι κατὰ νώτου ἐπίθηται (αὐτός τε γὰρ ταχυναυτῶν διὰ βραχέος σφᾶς αἱρήσειν ἤλπισε, καὶ ἐκείνων ἐκδήλων ὅτι ἐκδρᾶναί πῃ ἐπιχειροῦσι γενομένων ἀμαχεὶ τοὺς

50

.

31

.

2

λοιποὺς ἐκ τούτου προσάξεσθαι προσεδόκησεν), κωλυθεὶς δὲ ὑπὸ τοῦ Ἀγρίππου φοβηθέντος μὴ ὑστερήσωσιν αὐτῶν ἱστίοις χρήσεσθαι μελλόντων, καί τι καὶ θαρσήσας ὡς οὐ χαλεπῶς κρατήσων ὅτι ὑετός τε ἐν τούτῳ λάβρος καὶ ζάλη πολλὴ ἔς τε τὸ τοῦ Ἀντωνίου

50

.

31

.

3

ναυτικὸν μόνον ἐσέπεσε καὶ πᾶν αὐτὸ συνετάραξε, τούτου μὲν ἐπέσχε, παμπόλλους δὲ καὶ αὐτὸς πεζοὺς ἐπὶ τὰς ναῦς ἐπιβιβάσας, καὶ πάντας τοὺς ἑταίρους ἐς ὑπηρετικὰ ἐμβαλών, ὅπως ἐν τάχει περιπλέοντες τοῖς τε ναυμαχοῦσι τὰ δέοντα παραινέσωσι καὶ ἑαυτῷ

50

.

31

.

4

τὰ προσήκοντα διαγγέλλωσι, τὸν ἔκπλουν σφῶν ἐπετήρει. καὶ αὐ‐ τῶν ἀναχθέντων τε ὑπὸ σάλπιγγος, καὶ πυκναῖς ταῖς ναυσὶν ὀλίγον ἔξω τῶν στενῶν παραταξαμένων καὶ μηδαμῇ προϊόντων, ὥρμησε μὲν ὡς καὶ ἑστῶσί σφισι προσμίξων ἢ καὶ ἀναχωρῆσαί σφας ποιή‐
5σων· ἐπεὶ δ’ οὔτ’ ἀντεξώρμησαν οὔτ’ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν

50

.

31

.

5

ἔμενον καὶ προσέτι καὶ ἰσχυρῶς τῇ συντάξει ἐπεπύκνωντο, ἐν ἀπόρῳ τε ἔσχετο, καὶ τὰς κώπας ἐς τὸ ὕδωρ τοῖς ναύταις καθεῖναι κε‐ λεύσας ἀνέσχε χρόνον τινά, καὶ μετὰ τοῦτο τὰ κέρατα ἐξαίφνης ἀμφότερα ἀπὸ σημείου ἐπεξαγαγὼν ἐπέκαμψεν, ἐλπίσας μάλιστα
5μὲν περιστοιχιεῖσθαί σφας, εἰ δὲ μή, τὴν γοῦν τάξιν αὐτῶν δια‐

50

.

31

.

6

λύσειν. ὁ οὖν Ἀντώνιος φοβηθεὶς τήν τε ἐπίκαμψιν αὐτοῦ καὶ τὴν περίσχεσιν ἀντεπεξηγάγετο ὅσον ἐδύνατο, καὶ ἐς χεῖράς οἱ καὶ ἄκων

50

.

32

.

1

ἦλθε. καὶ οὕτω συμπεσόντες ἐναυμάχησαν, πολλὰ μὲν παρακε‐ λεύσματα ἐν ἑαυτοῖς ἑκάτεροι καὶ τῆς τέχνης καὶ τῆς προθυμίας ποιούμενοι, πολλὰ δὲ καὶ κελεύματα παρὰ τῶν ἐκ τῆς ἠπείρου

50

.

32

.

2

σφίσιν ἐπιβοώντων ἐσακούοντες. ἠγωνίζοντο δὲ οὐχ ὁμοιοτρόπως, ἀλλ’ οἱ μὲν τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι· καὶ εἰ μὲν κατέδυσάν τινα, εἰ δὲ μή, ἀνε‐

50

.

32

.

3

κρούοντο πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, ἢ τοὺς μὲν εἴων ἐπ’ ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα
ἄλλους ἐχώρουν, ὅπως ὡς μάλιστα ἀπροσδοκήτοις τισὶ προσφέρων‐

50

.

32

.

4

ται. οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκὴν φοβού‐ μενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλ’ ὑποδραμόντες αἰφνίδιον ὥστε τὴν το‐ ξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα ἢ καὶ συνταράξαντες

50

.

32

.

5

μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξω βέλους. οἱ δ’ ἕτεροι τούς τε προσπλέοντάς σφισι πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύντας χεῖρας σιδηρᾶς

50

.

32

.

6

ἐπερρίπτουν. καὶ εἰ μὲν ἐπιτύχοιεν αὐτῶν, κρείττους ἐγίγνοντο, εἰ δ’ ἁμάρτοιεν, τρωθέντων ἄν σφισι τῶν σκαφῶν ἐβαπτίζοντο, ἢ καὶ περὶ τὸ μὴ παθεῖν τοῦτο ἀποδιατρίβοντες εὐεπιθετώτεροι ἄλλοις τισὶν ἐγίγνοντο· δύο τε γὰρ ἢ καὶ τρεῖς ἅμα τῇ αὐτῇ νηὶ προσπί‐

50

.

32

.

7

πτουσαι αἱ μὲν ἔδρων ὅσα ἐδύναντο, αἱ δὲ ἔπασχον. ἐπονοῦντο δὲ καὶ ἔκαμνον τοῖς μὲν οἵ τε κυβερνῆται καὶ οἱ ἐρέται μάλιστα, τοῖς δὲ οἱ ἐπιβάται· καὶ ἐῴκεσαν οἱ μὲν ἱππεῦσι τοτὲ μὲν ἐπελαύ‐ νουσι τοτὲ δὲ ἐξαναχωροῦσι διὰ τὸ τούς τε ἐπίπλους καὶ τὰς ἀνα‐
5κρούσεις ἐπ’ αὐτοῖς εἶναι, οἱ δὲ ὁπλίταις τούς τε πλησιάζοντάς σφισι φυλασσομένοις καὶ κατέχειν αὐτοὺς ὅτι μάλιστα πειρωμένοις.

50

.

32

.

8

κἀκ τούτου ἐπλεονέκτουν τε ἀλλήλων, οἱ μὲν ἔς τε τοὺς ταρσοὺς τῶν νεῶν ὑποπίπτοντες καὶ τὰς κώπας συναράσσοντες, οἱ δὲ ἄνω‐ θεν αὐτοὺς καὶ πέτραις καὶ μηχανήμασι βαπτίζοντες· καὶ ἠλατ‐ τοῦντο αὖ οἱ μὲν ὅτι τοὺς [μὲν] προσιόντας σφίσιν οὐδὲν κακουρ‐
5γεῖν ἐδύναντο, οἱ δὲ ὅτι, εἰ μὴ καὶ κατέδυσάν τινας ἐμβαλόντες, οὐκέτ’ ἐξ ἴσου σφίσιν ἐν τῇ συνέρξει ἠγωνίζοντο.

50

.

33

.

1

ἀγχωμάλου οὖν ἐπὶ πολὺ τῆς ναυμαχίας οὔσης καὶ μηδετέρων ὑπερέχειν πῃ δυναμένων τέλος τοιόνδε τι ἐγένετο. ἡ Κλεοπάτρα κατόπιν τῶν μαχομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν καὶ

50

.

33

.

2

ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλ’ ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγω‐ νίᾳ καὶ τῇ ἀεὶ ἐφ’ ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις σημεῖον ἦρε.

50

.

33

.

3

καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος
ἀφέντων, ἀνέμου τινὸς κατὰ τύχην φοροῦ συμβάντος, νομίσας ὁ Ἀντώνιος οὐχ ὑπὸ τῆς Κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλ’

50

.

33

.

4

ὑπὸ δέους ὡς καὶ νενικημένους φεύγειν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθη‐ σαν, καὶ προσαποδρᾶναι καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ἤγειρον, οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς

50

.

33

.

5

τὴν θάλασσαν ἐρρίπτουν, ὅπως κουφίσαντες διαφύγωσι. καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν οἱ ἐναντίοι προσπεσόντες (τοὺς γὰρ φεύγοντας, ἅτε καὶ ἄνευ ἱστίων ὄντες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρε‐ σκευασμένοι, οὐκ ἐπεδίωξαν) πολλοὶ [τε] ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ
5ἐν χρῷ ἐμαχέσαντο, ὥστε καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπ’ ἀμφο‐

50

.

33

.

6

τέρων ὁμοίως τὸν ἀγῶνα γενέσθαι. οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον, καὶ ἐπαναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβανόμενοι τοὺς δὲ ἐώθουν, τοῖς δὲ

50

.

33

.

7

ἐμάχοντο ἅτε καὶ ἰσοπληθεῖς αὐτοῖς ἤδη ὄντες· οἱ δὲ τοῖς τε κον‐ τοῖς σφᾶς διεωθοῦντο καὶ ταῖς ἀξίναις ἔκοπτον, πέτρους τε καὶ ἄλλους τινὰς ὄγκους ἐπ’ αὐτὸ τοῦτο παρεσκευασμένους ἐπικατέ‐ βαλλον, καὶ τούς τε ἀναβαίνοντας ἀπεκρούοντο καὶ τοῖς ἐς χεῖρας

50

.

33

.

8

ἰοῦσι συνεφέροντο. εἴκασεν ἄν τις ἰδὼν τὰ γιγνόμενα, ὡς μικρὰ μεγάλοις ὁμοιῶσαι, τείχεσί τισιν ἢ καὶ νήσοις πολλαῖς καὶ πυκναῖς ἐκ θαλάσσης πολιορκουμέναις. οὕτως οἱ μὲν ἐπιβῆναί τε τῶν σκα‐ φῶν ὥσπερ ἐπ’ ἠπείρου καὶ ἐρύματός τινος ἐπειρῶντο, καὶ πάντα
5τὰ ἐς τοῦτο φέροντα σπουδῇ προσῆγον· οἱ δὲ ἀπεωθοῦντο αὐτούς, ὅ τι ποτὲ ἐν τῷ τοιούτῳ φιλεῖ δρᾶσθαι μηχανώμενοι.

50

.

34

.

1

ἀντιπάλως οὖν αὐτῶν μαχομένων ὁ Καῖσαρ ἀπορήσας ὅ τι πράξῃ, πῦρ ἐκ τοῦ στρατοπέδου μετεπέμψατο. πρότερον μὲν γὰρ οὐκ ἠθέλησεν αὐτῷ, ὅπως τὰ χρήματα περιποιήσηται, χρήσασθαι· τότε δὲ ἰδὼν ὅτι ἀδύνατόν οἱ εἴη ἄλλως πως κρατῆσαι, ἐπ’ ἐκεῖνο

50

.

34

.

2

ὡς καὶ μόνον σφίσιν ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα ἄλλο αὖ εἶδος μάχης συνηνέχθη. οἱ μὲν γὰρ πολλαχῇ ἅμα προσπλέοντές τισι βέλη τε πυρφόρα ἐπ’ αὐτοὺς ἐξετόξευον καὶ λαμπάδας ἐκ χει‐ ρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων καὶ πίττης πλή‐

50

.

34

.

3

ρεις πόρρωθεν μηχαναῖς ἐπερρίπτουν· οἱ δὲ ταῦτά τε ὡς ἕκαστα διεκρούοντο, καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν τε ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν πρῶ‐ τον τῷ ποτίμῳ ὕδατι ᾧ ἐπεφέροντο ἐχρῶντο, καί τινα κατέσβεσαν,

50

.

34

.

4

ἐπεὶ δὲ ἐκεῖνο καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ εἰ μὲν πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως τῇ βίᾳ τὸ πῦρ· ἀδύνατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντες (οὔτε γὰρ πολλὰ ἢ καὶ μεγάλα τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ αὐτὰ ἅτε ταραττόμενοι
5ἀνέφερον) οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό· ἡ γὰρ ἅλμη ἡ θαλαττία ἂν κατ’ ὀλίγον ἐπιχέηται φλογί,

50

.

34

.

5

ἰσχυρῶς αὐτὴν ἐκκαίει. ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον· καὶ χρόνον μέν τινα ἐκολούσθη τε ὑπ’ αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν, ἔπειτα δὲ ἄλλως τε καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ

50

.

34

.

6

πλεῖον ἐξέλαμψεν, ἅτε καὶ ὑπ’ αὐτῶν ἐκείνων αὐξανόμενον. καὶ μέχρι μὲν μέρος τι νεὼς ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων, καὶ τὰ μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν· καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλασσαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπ‐

50

.

34

.

7

τουν, εἴ πως καὶ ἐκείνους τι λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς

50

.

35

.

1

αὐτήν, εἰ δὲ μή, καὶ ἐκείνην συγκαταφλέξωσιν. ὡς δ’ οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσόμενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδαφος κατῄει, ἐνταῦθα τὰ δει‐

50

.

35

.

2

νότατα αὐτοῖς ἐπεγένετο. οἱ μὲν γὰρ ὑπὸ τοῦ καπνοῦ, καὶ μάλιστα οἱ ναῦται, πρὶν καὶ πλησιάσαι σφίσι τὴν φλόγα ἐφθείροντο, οἱ δὲ καὶ ἐν αὐτῇ μέσῃ ὥσπερ ἐν καμίνοις ὠπτῶντο. ἄλλοι ὑπὸ τῶν

50

.

35

.

3

ὅπλων πυρουμένων κατετήκοντο. ἄλλοι πρίν τι τοιοῦτο παθεῖν, ἢ καὶ ἡμίκαυτοι, οἱ μὲν ἀπορριπτοῦντες τὰ ὅπλα ἐτιτρώσκοντο ὑπὸ τῶν πόρρωθεν βαλλόντων, οἱ δὲ ἐς τὴν θάλασσαν ἐκπηδῶντες ἀπε‐ πνίγοντο ἢ καὶ παιόμενοι ὑπὸ τῶν ἐναντίων ἐβαπτίζοντο ἢ καὶ ὑπὸ

50

.

35

.

4

θηρίων ἐσπαράττοντο. μόνοι τε ἀνεκτῶς, ὡς ἐν τοιούτοις παθή‐ μασιν, ἀπήλλαξαν ὅσοι, πρίν τινι αὐτῶν συνενεχθῆναι, οἱ μὲν ἀλλή‐ λους οἱ δὲ καὶ αὑτοὺς ἀπέκτειναν· οὔτε γὰρ κολαστήριόν τι ὑπέ‐ μειναν, καὶ νεκροὶ ὥσπερ ἐν πυρᾷ ταῖς ναυσὶ συγκατεκαύθησαν.

50

.

35

.

5

ὁρῶντες δὲ ταῦτα οἱ Καισάρειοι πρότερον μέν, ὡς ἔτι ἀμύνεσθαί τινες αὐτῶν ἐδύναντο, οὐ προσέμισγόν σφισιν· ἐπεὶ δὲ τά τε σκάφη τὸ πῦρ συνῄρει, καὶ οἱ ἄνθρωποι οὐδὲ ἑαυτοῖς ἔτι βοηθῆσαι, μὴ ὅτι πολέμιόν τινα λυπῆσαί τι ἐδύναντο, σπουδῇ τε προσέπλεον αὐ‐
5τοῖς, εἴ πως τὰ χρήματα περιποιήσαιντο, καὶ κατασβεννύναι τὸ

50

.

35

.

6

πῦρ, ὃ αὐτοὶ παρεσκεύασαν, ἐπειρῶντο. κἀκ τούτου συχνοὶ καὶ
ἐκείνων καὶ ὑπὸ τῆς φλογὸς καὶ ὑπὸ τῶν ἁρπαγῶν ἀπώλοντο.

51

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ νικήσας περὶ Ἄκτιον τὰ παρόντα διέθετο. β. Περὶ Ἀντωνίου καὶ Κλεοπάτρας καὶ ὧν ἔπραξαν μετὰ τὴν ἧτταν. γ. Ὡς Ἀντώνιος ἡττηθεὶς ἐν Αἰγύπτῳ ἑαυτὸν ἀπέκτεινεν.
5δ. Ὡς Καῖσαρ Αἴγυπτον ἐχειρώσατο. ε. Ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ τὰ ἐπινίκια ἤγαγεν. ζ. Ὡς τὸ βουλευτήριον τὸ Ἰούλιον καθιερώθη. η. Ὡς Μυσία ἑάλω. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ γʹ καὶ Μ. Οὐαλερίου Κορουίνου
10Μεσσάλου ὑπατείας καὶ ἄλλα ἔτη δύο ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Καῖσαρ τὸ δʹ ὕπ. Μ. Λικίννιος Μ. υἱ. 〈Κράσσοσ〉 Καῖσαρ τὸ εʹ 〈ὕπ.〉
15Σέξτος Ἀπουλήιος Σέξτου υἱ.

51

.

1

.

1

Τοιαύτη τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον (οὐδὲ γὰρ εἴωθα αὐτὸ ποιεῖν)

51

.

1

.

2

ἀλλ’ ὅτι τότε πρῶτον ὁ Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν, ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπ’ ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι. καὶ ἐπ’ αὐτῇ τῷ τε Ἀπόλλωνι τῷ Ἀκτίῳ τριήρη τε καὶ τετρήρη, τά τε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ
5τῶν αἰχμαλώτων νεῶν ἀνέθηκε, καὶ ναὸν μείζω ᾠκοδόμησεν, ἀγῶνά
τέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίας τε πεντετηρικὸν ἱερόν (οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχοντας ὀνομάζουσι) κατέδειξεν,

51

.

1

.

3

Ἄκτια αὐτὸν προσαγορεύσας. πόλιν τέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, τοὺς μὲν συναγείρας τοὺς δ’ ἀναστήσας τῶν πλησιοχώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τό τε χωρίον ἐν ᾧ ἐσκή‐ νησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις
5ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.

51

.

1

.

4

ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν τι τῶν νεῶν ἐς δίωξιν τοῦ τε Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔστειλε· καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὐτούς, ἐπεὶ δ’ οὐκ ἐν καταλήψει ἐφαίνοντο, ἀνε‐ χώρησαν· ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸς ἐναντιου‐
5μένου δι’ ὀλιγότητα, ἔλαβε, καὶ μετὰ ταῦτα καὶ τὸν λοιπὸν στρατὸν

51

.

1

.

5

ἐς Μακεδονίαν ἀπιόντα καταλαβὼν ἀμαχεὶ παρεστήσατο. ἤδη δὲ καὶ διέφυγον ἄλλοι τε καὶ τῶν πρώτων οἱ μὲν Ῥωμαῖοι πρὸς τὸν Ἀντώνιον, οἱ δ’ ἕτεροι οἱ συμμαχήσαντες αὐτῷ οἴκαδε. οὐ μέντοι γε καὶ ἀντεπολέμησαν οὗτοι γε ἔτι τῷ Καίσαρι, ἀλλὰ καθ’ ἡσυχίαν
5καὶ ἐκεῖνοι καὶ οἱ δῆμοι πάντες, ὅσοι καὶ πρότερον ἐρρωμάιζον, οἱ

51

.

2

.

1

μὲν εὐθὺς οἱ δὲ καὶ μετὰ τοῦθ’ ὡμολόγησαν. καὶ ὃς τὰς μὲν πό‐ λεις χρημάτων τε ἐσπράξει καὶ τῆς λοιπῆς ἐς τοὺς πολίτας σφῶν ἐν ταῖς ἐκκλησίαις ἐξουσίας παραιρέσει μετῆλθε, τοὺς δὲ δὴ δυνά‐ στας τούς τε βασιλέας τὰ μὲν χωρία, ὅσα παρὰ τοῦ Ἀντωνίου
5εἰλήφεσαν, πάντας πλὴν τοῦ τε Ἀμύντου καὶ τοῦ Ἀρχελάου ἀφεί‐

51

.

2

.

2

λετο, Φιλοπάτορα δὲ τὸν Ταρκονδιμότου καὶ Λυκομήδην ἐν μέρει τοῦ Καππαδοκικοῦ Πόντου βασιλεύοντα τόν τε Ἀλέξανδρον τὸν τοῦ Ἰαμβλίχου ἀδελφὸν καὶ τῶν δυναστειῶν ἔπαυσε· καὶ τοῦτον, ὅτι μισθὸν αὐτὴν τῆς ἐκείνου κατηγορίας εἰλήφει, καὶ ἐς τὰ ἐπι‐

51

.

2

.

3

νίκια παραγαγὼν ἀπέκτεινε. τὴν δὲ τοῦ Λυκομήδους Μηδείῳ τινὶ ἔδωκεν, ὅτι τούς τε Μυσοὺς 〈τοὺσ〉 ἐν τῇ Ἀσίᾳ ἀπὸ τοῦ Ἀντω‐ νίου πρὸ τῆς ναυμαχίας ἀπέστησε, καὶ μετ’ αὐτῶν τοῖς ἐν τῇ μερίδι αὐτοῦ οὖσιν ἐπολέμησε. Κυδωνιάτας τε καὶ Λαμπαίους
5ἐλευθέρους ἀφῆκεν, ὅτι τινὰ αὐτῷ συνήραντο· καὶ τοῖς γε Λαμ‐

51

.

2

.

4

παίοις καὶ τὴν πόλιν ἀνεστῶσαν συγκατῴκισε. τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε ἄλλων τῶν κορυφαίων τῶν συμπραξάντων τι τῷ Ἀντωνίῳ πολλοὺς μὲν χρήμασιν ἐζημίωσε, πολλοὺς δὲ καὶ ἐφόνευσε, καί τινων καὶ ἐφείσατο. καὶ ἐν μὲν τούτοις ὅ τε Σόσ‐
5σιος ἐπιφανὴς ἐγένετο (πολλάκις τε γὰρ ἀντιπολεμήσας αὐτῷ καὶ τότε φυγὼν καὶ κατακρυφθείς, χρόνῳ τε ὕστερον εὑρεθείς, ὅμως

51

.

2

.

5

ἐσώθη) καὶ Μᾶρκός τις Σκαῦρος· ἀδελφός τε γὰρ τοῦ Σέξτου ὁμομήτριος ὢν καὶ θανατωθῆναι κελευσθεὶς εἶτα διὰ τὴν μητέρα τὴν Μουκίαν ἀφείθη. τῶν δὲ κολασθέντων Ἀκύλιοί τε Φλῶροι καὶ Κουρίων ὄνομα μάλιστ’ ἔσχον, οὗτος μὲν ὅτι τοῦ Κουρίωνος
5ἐκείνου τοῦ ποτε τῷ Καίσαρι τῷ προτέρῳ πολλὰ συναραμένου υἱὸς

51

.

2

.

6

ἦν, οἱ δὲ δὴ Φλῶροι ὅτι τὸν ἕτερον τὸν λαχόντα κελεύσαντος αὐ‐ τοῦ σφαγῆναι ἀμφότεροι διεφθάρησαν. ἦσαν μὲν γὰρ πατήρ τε καὶ παῖς· ὡς δ’ οὗτος πρὶν λαχεῖν αὐτὸς ἑαυτὸν τῷ σφαγεῖ ἑκὼν παρέδωκε, περιήλγησέ τε ἐκεῖνος καὶ αὐτοχειρίᾳ αὐτῷ ἐπαπέθανεν.

51

.

3

.

1

οὗτοι μὲν οὖν οὕτως ἀπήλλαξαν, ὁ δ’ ὅμιλος τῶν Ἀντωνιείων στρατιωτῶν ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατετάχθη, καὶ ἔπειτα τοὺς μὲν πολίτας τοὺς ἔξω τῆς ἡλικίας ἀπ’ ἀμφοτέρων, μηδὲν μη‐ δενὶ δούς, ἐς τὴν Ἰταλίαν ἀπέπεμψε, τοὺς δὲ δὴ λοιποὺς διέσπειρεν·

51

.

3

.

2

ἐπειδὴ γὰρ ἐν τῇ Σικελίᾳ φοβεροί οἱ μετὰ τὴν νίκην ἐγένοντο, ἔδεισε μὴ καὶ αὖθις θορυβήσωσι, καὶ διὰ τοῦτ’ ἔσπευσε, πρὶν καὶ ὁτιοῦν ὑποκινηθῆναι, τοὺς μὲν παντελῶς ἐκ τῶν ὅπλων ἀπελάσαι,

51

.

3

.

3

τῶν δὲ τὸ πλῆθος διασπάσαι. τούς τε ἐξελευθέρους δι’ ὑποψίας ἔτι καὶ τότε ἔχων τὴν τετάρτην αὐτοῖς ἐσφορὰν ἀφῆκεν, ἣν ἐκ τῶν προσταχθέντων σφίσι χρημάτων ἐπώφειλον. καὶ οὗτοι μὲν οὐχ ὅτι ἐστέρηντό τινων ἐμνησικάκουν ἔτι, ἀλλ’ ὡς καὶ λαβόντες ὅσα

51

.

3

.

4

μὴ συνεσήνεγκαν ἔχαιρον· οἵ τε ἐν τῷ τεταγμένῳ ἔτι καὶ τότε ὄντες, τὸ μέν τι πρὸς τῶν στρατιαρχῶν κατεχόμενοι, τὸ δὲ δὴ πλεῖστον τῇ τοῦ Αἰγυπτίου πλούτου ἐλπίδι, οὐδὲν ἐνεόχμωσαν· οἱ δὲ δὴ συννικήσαντες αὐτῷ καὶ τῆς στρατείας ἀφεθέντες ἤσχαλλον ἅτε
5μηδὲν γέρας εὑρόμενοι, καὶ στασιάζειν οὐκ ἐς μακρὰν ἤρξαντο.

51

.

3

.

5

καίτοι ὁ Καῖσαρ ὑποτοπήσας τε αὐτούς, καὶ φοβηθεὶς μὴ τοῦ Μαικήνου, ᾧ καὶ τότε ἥ τε Ῥώμη καὶ ἡ λοιπὴ Ἰταλία προσετέτακτο, καταφρονήσωσιν ὅτι ἱππεὺς ἦν, τὸν Ἀγρίππαν ὡς καὶ κατ’ ἄλλο τι ἐς τὴν Ἰταλίαν ἔπεμψε. καὶ τοσαύτην γ’ ἐπὶ πάντα καὶ ἐκείνῳ
5καὶ τῷ Μαικήνᾳ ἐξουσίαν ἔδωκεν ὥστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇ τε βουλῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγιγνώσκειν, κἀκ

51

.

3

.

6

τούτου καὶ μεταγράφειν ὅσα ἐβούλοντο. καὶ διὰ τοῦτο καὶ δακ‐ τύλιον ἔλαβον παρ’ αὐτοῦ, ἵν’ ἐπισφραγίζεσθαι αὐτὰς ἔχωσι. διπλῆν γὰρ δὴ σφραγῖδα, ᾗ μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ ὁμοίαν ἐκτυπώσας. ὕστερον γὰρ τὴν εἰκόνα τὴν ἑαυτοῦ

51

.

3

.

7

ἐγγλύψας ἐκείνῃ τὰ πάντα ἐσημαίνετο. καὶ αὐτῇ καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου, ἐχρήσαντο· οὗτος γὰρ προγονικῷ τινι σφραγίσματι, κύνα ἐκ πρῴρας νεὼς προκύπτοντα ἔχοντι, ἐνόμισεν. ἐπέστελλε δὲ καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις τοῖς πάνυ φίλοις, ὁπότε
5τι δέοιτο δι’ ἀπορρήτων σφίσι δηλῶσαι, τὸ δεύτερον ἀεὶ στοιχεῖον τοῦ τῷ ῥήματι προσήκοντος ἀντ’ ἐκείνου ἀντεγγράφων.

51

.

4

.

1

καὶ ὁ μέν, ὡς οὐδενὸς ἔτι δεινοῦ παρὰ τῶν ἐστρατευμένων ἐσομένου, τά τε ἐν τῇ Ἑλλάδι διῴκησε καὶ τῶν τοῖν θεοῖν μυστη‐ ρίων μετέλαβεν, ἔς τε τὴν Ἀσίαν κομισθεὶς καὶ ἐκεῖνα προσκαθί‐

51

.

4

.

2

στατο, τά τε τοῦ Ἀντωνίου ἅμα ἐκαραδόκει· οὐ γάρ πω σαφές τι ὅπῃ διεπεφεύγει ἐπέπυστο, καὶ παρεσκευάζετο ὡς καὶ ἐπ’ αὐτὸν ὁρμήσων, ἄν τι ἀκριβώσῃ. θορυβησάντων δ’ αὐτῶν ἐν τούτῳ φα‐ νερῶς ἅτε καὶ πολὺ ἀπὸ σφῶν ἀπαρτῶντος αὐτοῦ, ἐφοβήθη μή τι

51

.

4

.

3

κακὸν προστάτου τινὸς λαβόμενοι δράσωσι, καὶ διὰ τοῦτ’ Ἀντώνιον μὲν ἄλλοις ἀναζητῆσαι προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰταλίαν ἠπείχθη μεσοῦντος τοῦ χειμῶνος ἐν ᾧ τὸ τέταρτον μετὰ Μάρκου Κράσσου ἦρχεν· οὗτος γάρ, καίπερ τά τε τοῦ Σέξτου καὶ τὰ τοῦ Ἀντωνίου
5πράξας, τότε μηδὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν δὲ ἐς

51

.

4

.

4

τὸ Βρεντέσιον οὐκέτι περαιτέρω προυχώρησεν. ἐπεὶ γὰρ ἥ τε γε‐ ρουσία πυθομένη τὸν πρόσπλουν αὐτοῦ πᾶσα ἐκεῖσε, πλὴν τῶν τε δημάρχων καὶ στρατηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἱ μὲν κατὰ πρεσ‐

51

.

4

.

5

βείας οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον, οὐκέτ’ οὐδὲν ὑπ’ οὐδενὸς πρός τε τὴν ἄφιξιν αὐτοῦ καὶ πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώθη. καὶ γὰρ ἐκεῖνοι οἱ μὲν φόβῳ οἱ δὲ ἐλπίσιν, οἱ δὲ καὶ μετάπεμπτοι, πρὸς τὸ Βρεντέσιον ἀφίκοντο· καὶ αὐτῶν ὁ Καῖσαρ
5τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ παντὸς αὐτῷ συστρα‐

51

.

4

.

6

τεύσασι καὶ γῆν προσκατένειμε. τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ Ἀντωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις τάς τε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων δὲ δὴ τοῖς μὲν πλείοσι τό τε Δυρράχιον καὶ τοὺς Φιλίππους ἄλλα
5τε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοιποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ

51

.

4

.

7

μὲν ἔνειμε τὸ δ’ ὑπέσχετο. συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτή‐ σατο, πολλῷ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο καὶ προέγρα‐ ψεν ἐν τῷ πρατηρίῳ τά τε ἑαυτοῦ κτήματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄν τε πρίασθαί τι αὐτῶν ἄν τε καὶ ἀντιλαβεῖν τις ἐθελήσῃ,

51

.

4

.

8

τοῦτο ποιήσῃ. καὶ ἐπράθη μὲν οὐδέν, οὐδ’ ἀντεδόθη οὐδέν· τίς γὰρ ἂν καὶ ἐτόλμησεν ὁποτερονοῦν αὐτῶν πρᾶξαι; τῆς δὲ δὴ ἐπαγ‐ γελίας ἀναβολὴν ἐκ τούτου εὐπρεπῆ λαβὼν ὕστερον αὐτὴν ἐκ τῶν Αἰγυπτίων λαφύρων ἀπήλλαξε.

51

.

5

.

1

ταῦτά τε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοικήσας, τοῖς τέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι (οὐ γὰρ ἐξῆν) δούς, καὶ τὸν δῆμον τὸν ἐν τῇ Ῥώμῃ ὑπολειφθέντα παρέμενος ὅτι μὴ πρὸς αὐτὸν ἦλθεν, ἔς τε τὴν Ἑλλάδα αὖθις τριακοστῇ μετὰ

51

.

5

.

2

τὴν ἄφιξιν ἡμέρᾳ ἀπῆρε, καὶ διὰ τοῦ ἰσθμοῦ τοῦ τῆς Πελοποννή‐ σου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν Ἀσίαν ἀνεκομίσθη ὥστε καὶ τὸν Ἀντώνιον τήν τε Κλεοπάτραν ἑκά‐

51

.

5

.

3

τερον ἅμα, καὶ ὅτι ἀφωρμήθη καὶ ὅτι ἐπανῆλθε, μαθεῖν. ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀπο‐ πέμψαντες (πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησαν) Κλεοπάτρα
5μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφων προπυθόμενοι

51

.

5

.

4

νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάς τε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπ’ αὐλητῶν ᾖδεν· ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ ἀχθομένων καὶ τότε ἐπὶ

51

.

5

.

5

τῇ συμφορᾷ αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτεί‐
5νασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι

51

.

5

.

6

διὰ τοῦτ’, ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετ’ αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον· ἐπεὶ δ’ οὔτε προσδέξεσθαι αὐτόν ..., καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπ’
5αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν

51

.

6

.

1

μηδὲν περάνας ἐκομίσθη. καὶ τά τε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέμῳ παρεσκευάζοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν Καισαρίωνα Ἀν‐ τώνιος δὲ Ἄντυλλον, ὃν ἐκ τῆς Φουλουίας γεννηθέντα οἱ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, ἵν’ οἵ τε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη
5βασιλεύοντός σφων προθυμηθῶσι, καὶ οἱ ἄλλοι προστάτας ἐκείνους,

51

.

6

.

2

ἄν γέ τι δεινόν σφισι συμβῇ, ἔχοντες καρτερήσωσι. καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον τοῦ ὀλέθρου ἐγένετο· οὐδετέρου γὰρ αὐτῶν ὁ Καῖσαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστα‐ σίας ἐχόντων, ἐφείσατο· ἐκεῖνοι δ’ οὖν παρεσκευάζοντο μὲν ὡς καὶ

51

.

6

.

3

ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ πεζῷ πολεμήσοντες, καὶ ἐπὶ τούτῳ καὶ τὰ ἔθνη τὰ ὁμόχωρα τούς τε βασιλέας τοὺς φιλίους σφίσι προσπαρεκάλουν, ἡτοιμάζοντο δ’ οὐδὲν ἧττον ὡς καὶ ἐς τὴν Ἰβη‐ ρίαν, ἄν τι κατεπείξῃ, πλευσούμενοι καὶ τὰ ἐκεῖ ἄλλως τε καὶ τῷ
5πλήθει τῶν χρημάτων ἀποστήσοντες, ἢ καὶ πρὸς τὴν ἐρυθρὰν θά‐

51

.

6

.

4

λασσαν μεταστησόμενοι. καὶ ὅπως γε ἐπὶ πλεῖστον βουλευόμενοι ταῦτα διαλάθωσιν, ἢ καὶ ἐξαπατήσωσί πῃ τὸν Καίσαρα ἢ καὶ δολοφονήσωσιν, ἔστειλάν τινας ἐκείνῳ μὲν λόγους ὑπὲρ εἰρήνης τοῖς

51

.

6

.

5

δὲ δὴ συνοῦσιν αὐτῷ χρήματα φέροντας. κἀν τούτῳ καὶ ἡ Κλε‐ οπάτρα σκῆπτρόν τέ τι χρυσοῦν καὶ στέφανον χρυσοῦν τόν τε δίφρον τὸν βασιλικόν, κρύφα τοῦ Ἀντωνίου, ὡς καὶ τὴν ἀρχήν οἱ δι’ αὐτῶν διδοῦσα ἔπεμψεν, ἵν’ ἂν καὶ ἐκεῖνον ἐχθήρῃ, ἀλλ’ αὐτήν

51

.

6

.

6

γε ἐλεήσῃ. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρί‐ νατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν
ἄλλα τε ἀπειλητικὰ καὶ ὅτι, ἂν τῶν τε ὅπλων καὶ τῆς βασιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶξαι, λάθρᾳ δὲ ὅτι,
5ἐὰν τὸν Ἀντώνιον ἀποκτείνῃ, καὶ τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει.

51

.

7

.

1

ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, τάς τε ναῦς τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ πρὸς τὸν ἐς τὴν ἐρυθρὰν θάλασσαν πλοῦν ναυπηγηθείσας οἱ Ἀράβιοι, πεισθέντες ὑπὸ Κυΐντου Διδίου τοῦ τῆς Συρίας ἄρ‐ χοντος, κατέπρησαν, καὶ τὰς ἐπικουρίας καὶ οἱ δῆμοι καὶ οἱ δυ‐

51

.

7

.

2

νάσται πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρ’ αὐτῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμότατα τρεφόμενοι προθυ‐ μίᾳ τε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο.

51

.

7

.

3

οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γε‐ γονότων ᾔσθοντο, ὥρμησαν ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες

51

.

7

.

4

αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.

51

.

7

.

5

οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλ’ ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδ’ ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετ’ αὐτοῦ

51

.

7

.

6

πολεμήσοντες, ἔπειτ’ ἐπειδὴ ἐκεῖνος μήτ’ αὐτὸς ἦλθε μήτ’ ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν
5μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.

51

.

7

.

7

καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθη‐ σαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι,

51

.

8

.

1

καὶ ἐκ τρόπου δή τινος ἐπιτηδείου ἐφθάρησαν· Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφι‐ σιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν
5ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα

51

.

8

.

2

συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήν τε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγο‐ νότα τότε τε φιλικῶς οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθ’ ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι ἐπηγγείλατο.

51

.

8

.

3

Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε (καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξε), τῷ δ’

51

.

8

.

4

Ἀντωνίῳ οὐδὲν οὐδὲ τότε ἀπεκρίνατο. τρίτην τε οὖν πρεσβείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυσίου πολλοῦ αὐτῷ ἔπεμψεν· ὁ δὲ τὰ μὲν χρήματα ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενῆς ἀνταπ‐ έστειλε, μηδεμίαν ἀπόκρισιν δούς. τῇ μέντοι Κλεοπάτρᾳ πολλά,
5ὥσπερ τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τό τε τρίτον καὶ ἐπη‐

51

.

8

.

5

πείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δ’ οὖν καὶ ὣς μή πως ἀπογνόν‐ τες συγγνώμης παρ’ αὐτοῦ τεύξεσθαι διακαρτερήσωσι, καὶ ἤτοι καὶ καθ’ ἑαυτοὺς περιγένωνται, ἢ καὶ ἐς τὴν Ἰβηρίαν τήν τε Γα‐ λατίαν ἀπάρωσιν, ἢ καὶ τὰ χρήματα, ἃ παμπληθῆ ἤκουεν εἶναι,

51

.

8

.

6

φθείρωσιν (ἡ γὰρ Κλεοπάτρα πάντα τε αὐτὰ ἐς τὸ μνημεῖον, ὃ ἐν τῷ βασιλείῳ κατεσκεύαζεν, ἠθροίκει, καὶ πάντα, ἄν γέ τινος
καὶ ἐλαχίστου διαμάρτῃ, κατακαύσειν μεθ’ ἑαυτῆς ἠπείλει), Θύρ‐ σον ἐξελεύθερον ἑαυτοῦ ἔπεμψεν ἄλλα τε πολλὰ καὶ φιλάνθρωπα

51

.

8

.

7

αὐτῇ ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόν τε Ἀν‐ τώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τά τε χρήματα ἀκέραια τηρήσειε. καὶ ἔσχεν οὕτως.

51

.

9

.

1

πρὶν δὲ δὴ ταῦτα γίγνεσθαι, μαθὼν ὁ Ἀντώνιος ὅτι Κορνήλιος Γάλλος τό τε τοῦ Σκάρπου στράτευμα παρείληφε καὶ μετ’ αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης παρελθὼν κατέσχηκεν, ἐς μὲν τὴν Συ‐ ρίαν, καίτοι βουληθεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρ‐

51

.

9

.

2

μῆσαι, οὐκ ἐπορεύθη, ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσθησόμενος (ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας ἔχοντες), εἰ δὲ μή, βίᾳ γε χειρωσόμενος

51

.

9

.

3

ἅτε καὶ δύναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος. οὐ μέντοι οὐδὲ διαλεχθῆναί τι αὐτοῖς ἠδυνήθη, καίπερ πρός τε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοήσας· ὁ γὰρ Γάλλος τοὺς σαλ‐ πικτὰς συνηχεῖν κελεύσας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ
5προσέτι καὶ ἐπεκδρομῇ αἰφνιδίῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ ταῖς

51

.

9

.

4

ναυσὶν ἐσφάλη. ἁλύσεις γάρ τινας ὑφύδρους νύκτωρ διὰ τοῦ στό‐ ματος τοῦ λιμένος ὁ Γάλλος διατείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, ἀλλὰ καὶ πάνυ ἀδεῶς εἴσω μετὰ καταφρονή‐ ματος ἐσπλέοντάς σφας περιεῖδεν· ἐπεὶ μέντοι ἔνδον ἐγένοντο, τάς
5τε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ πανταχόθεν ἅμα τὰς ναῦς αὐ‐ τῶν ἔκ τε τῆς γῆς καὶ ἐκ τῶν οἰκιῶν τῆς τε θαλάσσης περισχὼν

51

.

9

.

5

τὰς μὲν κατέπρησε τὰς δὲ κατεπόντωσε. κἀν τούτῳ καὶ τὸ Πη‐ λούσιον ὁ Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ δὲ προδοθὲν ὑπὸ τῆς Κλεοπάτρας, ἔλαβεν. ἐκείνη γὰρ ὡς οὔτε τις ἐβοήθησέ σφισι καὶ τὸν Καίσαρα ἀνανταγώνιστον ὄντα ἤσθετο, τό τε μέγι‐
5στον ἀκούσασα τοὺς διὰ τοῦ Θύρσου πεμφθέντας οἱ λόγους, ἐπί‐ στευσεν ὄντως ἐρᾶσθαι, πρῶτον μὲν ὅτι καὶ ἐβούλετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόν τε Ἀντώνιον ὁμοίως ἐδεδούλωτο.

51

.

9

.

6

κἀκ τούτου οὐχ ὅπως τήν τε ἄδειαν καὶ τὴν τῶν Αἰγυπτίων βα‐ σιλείαν, ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκησε, τό τε Πηλούσιον εὐθὺς αὐτῷ προήκατο, καὶ μετὰ τοῦτο προσελαύνοντι
πρὸς τὴν πόλιν ἐκώλυσε τοὺς Ἀλεξανδρέας λάθρᾳ ἐπεξελθεῖν, ἐπεὶ
5ὅσον γε ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι.

51

.

10

.

1

ὁ δ’ οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελου‐ σίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖς ἱπ‐

51

.

10

.

2

πεῦσιν ἐνίκησεν. ἀναθαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷ καὶ ἡττήθη·

51

.

10

.

3

ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ

51

.

10

.

4

μὴ ἐθελοκακεῖν δόξαι ἐνδείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος· ἰδοῦσα δὲ τοῦθ’ ἡ Κλεοπάτρα τάς τε ναῦς αὐτομολῆσαι ἐποίησε,

51

.

10

.

5

καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καί‐ σαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη· ὑπετό‐ πει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος,

51

.

10

.

6

ἀλλὰ καὶ μᾶλλον ὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν ἠλέει. ὅπερ που ἡ Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν ὅτι, ἂν πύθηται αὐτὴν τετε‐ λευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θερα‐
5παίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ ὡς καὶ ἀπολω‐

51

.

10

.

7

λυῖα ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλ’ ἐπαπο‐ θανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ· ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρω‐
5σεν, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τε‐

51

.

10

.

8

θνηκὼς παρέσχε. θορύβου τε ἐπὶ τούτῳ γενομένου ᾔσθετό τε
ἡ Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου· αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτ’ ἀνοιχθῆναι ἐκ μηχανή‐ ματός τινος ἐδύναντο, τὰ δ’ ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντε‐

51

.

10

.

9

λῶς ἐξείργαστο. ἐντεῦθεν οὖν ὑπερκύψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν Ἀντώνιον ἐσακοῦσαι· καὶ ὃς μαθὼν ὅτι περίεστιν, ἐξανέστη μὲν ὡς καὶ ζῆσαι δυνάμενος, προχυθέντος δ’ αὐτῷ πολλοῦ αἵματος ἀπέγνω τε τὴν σωτηρίαν, καὶ ἱκέτευσε
5τοὺς παρόντας ὅπως πρός τε τὸ μνῆμα αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν ἀνολκὴν τῶν λίθων κρεμαμένων ἀνι‐ μήσωσι. καὶ ὁ μὲν ἐνταῦθα οὕτω καὶ ἐν τοῖς τῆς Κλεοπάτρας κόλποις

51

.

11

.

1

ἐναπέθανεν, ἐκείνη δὲ ἐθάρσησε μέν πως τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδήλωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πείσεσθαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵν’ εἰ καὶ διὰ μηδὲν ἄλλο σωθείη, τῷ γε φόβῳ τῶν χρημάτων καὶ τὴν ἄδειαν καὶ τὴν βα‐

51

.

11

.

2

σιλείαν ἐκπρίηται. οὕτω που καὶ τότε ἐν τηλικαύτῃ συμφορᾷ οὖσα τῆς δυναστείας ἐμέμνητο, καὶ μᾶλλόν γε ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ σχήματι αὐτῆς ἀποθανεῖν ἢ ἰδιωτεύσασα ζῆν ᾑρεῖτο. ἀμέλει εἶχε μὲν καὶ τὸ πῦρ ἐπὶ τοῖς χρήμασιν, εἶχε δὲ καὶ ἀσπίδας
5ἄλλα τε ἑρπετὰ ἐφ’ ἑαυτῇ, προπειραθεῖσα αὐτῶν ἐν ἀνθρώποις,

51

.

11

.

3

ὅντινα τρόπον ἕκαστόν σφων ἀποκτίννυσι. Καῖσαρ δὲ ἐπεθύμει μὲν καὶ τῶν θησαυρῶν ἐγκρατὴς γενέσθαι καὶ ἐκείνην ζῶσάν τε συλλαβεῖν καὶ ἐς τὰ νικητήρια ἀναγαγεῖν, οὐ μέντοι καὶ αὐτὸς πίστιν τινὰ αὐτῇ δοὺς ἀπατεὼν δόξαι γεγονέναι ἠθέλησεν, ἵν’ ὡς
5καὶ αἰχμαλώτῳ καὶ ἀκουσίᾳ τρόπον τινὰ χειρωθείσῃ χρήσηται.

51

.

11

.

4

καὶ διὰ τοῦτ’ ἔπεμψε πρὸς αὐτὴν Γάιόν τε Προκουλέιον ἱππέα καὶ Ἐπαφρόδιτον ἐξελεύθερον, ἐντειλάμενός σφισιν ὅσα καὶ εἰπεῖν καὶ πρᾶξαι ἐχρῆν. καὶ οὕτως ἐκεῖνοι συμμίξαντες τῇ Κλεοπάτρᾳ καὶ μέτριά τινα διαλεχθέντες, ἔπειτ’ ἐξαίφνης συνήρπασαν αὐτὴν

51

.

11

.

5

πρίν τι ὁμολογηθῆναι. κἀκ τούτου ἐκποδὼν πάντα ἀφ’ ὧν ἀπο‐ θανεῖν ἐδύνατο ποιησάμενοι, ἡμέρας μέν τινας κατὰ χώραν αὐτῇ τὸ τοῦ Ἀντωνίου σῶμα ταριχευούσῃ διατρῖψαι ἐπέτρεψαν, ἔπειτα δὲ ἐς τὰ βασίλεια αὐτὴν ἤγαγον, μήτε τῆς ἀκολουθίας τι μήτε
5τῆς θεραπείας τῆς συνήθους οἱ παραλύσαντες, ὅπως ἔτι καὶ μᾶλ‐

51

.

11

.

6

λον ἐλπίσῃ τε ὅσα ἐβούλετο καὶ μηδὲν κακὸν ἑαυτὴν δράσῃ. ἀμέ‐
λει καὶ ὀφθῆναι καὶ διαλεχθῆναί τι τῷ Καίσαρι ἐθελήσασα ἐπέ‐ τυχε· καὶ ἵνα γε ἐπὶ πλεῖον ἀπατηθῇ, αὐτὸς ἀφίξεσθαι πρὸς αὐτὴν

51

.

12

.

1

ὑπέσχετο. οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευά‐ σασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς
5παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ’ ἐκείνου οἱ πεμ‐

51

.

12

.

2

φθείσας ἐς τὸν κόλπον λαβοῦσα. καὶ μετὰ τοῦτο ἐσελθόντος τοῦ Καίσαρος ἀνεπήδησέ τε ἐρρυθμισμένη, καὶ ἔφη “χαῖρε ὦ δέσποτα· σοὶ μὲν γὰρ τοῦτο θεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλ’ ὁρᾷς μέν που καὶ αὐτὸς τὸν πατέρα σου τοιοῦτον οἷος πολλάκις πρὸς ἐμὲ
5ἐσῆλθεν, ἀκούεις δὲ ὅπως τά τε ἄλλα ἐτίμησέ με καὶ δὴ καὶ βα‐

51

.

12

.

3

σιλίδα τῶν Αἰγυπτίων ἐποίησεν. ἵνα δ’ οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ πύθῃ, λάβε καὶ ἀνάγνωθι τὰ γράμματα ἅ μοι αὐτο‐ χειρίᾳ ἐπέστειλε.” ταῦτά τε ἅμα ἔλεγε, καὶ πολλὰ καὶ ἐρωτικὰ αὐτοῦ ῥήματα ἀνεγίγνωσκε. καὶ τοτὲ μὲν ἔκλαε καὶ τὰς ἐπιστο‐
5λὰς κατεφίλει, τοτὲ δὲ πρὸς τὰς εἰκόνας αὐτοῦ προσέπιπτε καὶ

51

.

12

.

4

ἐκείνας προσεκύνει. τά τε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, καὶ ἐμμελῶς ἀνωλοφύρετο, θρυπτικόν τέ τι προσεφθέγγετο, ἄλ‐ λοτε μὲν λέγουσα “ποῦ μοι, Καῖσαρ, ταῦτά σου τὰ γράμματα;” ἄλλοτε δὲ ὅτι “ἀλλ’ ἐν τούτῳ καὶ σύ μοι ζῇς,” εἶτα αὖθις “εἴθε
5σου προετεθνήκειν,” καὶ μάλα αὖθις “ἀλλὰ καὶ τοῦτον ἔχουσα σὲ

51

.

12

.

5

ἔχω.” τοιαύτῃ τινὶ ποικιλίᾳ καὶ τῶν ῥημάτων καὶ τῶν σχημάτων ἐχρῆτο, μελιχρὰ ἄττα καὶ προσβλέπουσα αὐτῷ καὶ λαλοῦσα. ὁ οὖν Καῖσαρ συνίει μὲν αὐτῆς καὶ παθαινομένης καὶ πληκτιζομέ‐ νης, οὐ μέντοι καὶ προσεποιεῖτο, ἀλλ’ ἐς τὴν γῆν τοὺς ὀφθαλμοὺς
5ἐρείσας τοῦτο μόνον εἶπεν, “θάρσει ὦ γύναι, καὶ θυμὸν ἔχε ἀγα‐

51

.

12

.

6

θόν· οὐδὲν γὰρ κακὸν πείσῃ.” περιαλγήσασα οὖν ἐκείνη ὅτι μήτε προσεῖδεν αὐτὴν μήτε τι ἢ περὶ τῆς βασιλείας ἢ καὶ ἐρωτικόν τι ἐφθέγξατο, πρός τε τὰ γόνατα αὐτοῦ προσέπεσε καὶ ἀνακλαύσασα “ζῆν μέν” ἔφη, “Καῖσαρ, οὔτε ἐθέλω οὔτε δύναμαι· ταύτην δέ
5σε τὴν χάριν ἐς τὴν τοῦ πατρὸς μνήμην αἰτῶ, ἵν’ ἐπειδή με Ἀν‐ τωνίῳ μετ’ ἐκεῖνον ὁ δαίμων παρέδωκε, μετ’ αὐτοῦ καὶ ἀποθάνω.

51

.

12

.

7

εἴθε μὲν γὰρ ἀπωλώλειν εὐθὺς τότε μετὰ τὸν Καίσαρα· ἐπεὶ δέ
μοι καὶ τοῦτο παθεῖν ἐπέπρωτο, πέμψον με πρὸς Ἀντώνιον, μηδέ μοι τῆς σὺν αὐτῷ ταφῆς φθονήσῃς, ἵν’ ὥσπερ δι’ ἐκεῖνον ἀπο‐ θνήσκω, οὕτω καὶ ἐν Ἅιδου αὐτῷ συνοικήσω.”

51

.

13

.

1

καὶ ἡ μὲν τοιαῦτα ὡς καὶ ἐλεηθησομένη ἔλεγε, Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀπεκρίνατο, φοβηθεὶς δὲ μὴ ἑαυτὴν δια‐ χρήσηται, θαρσεῖν τε αὐτῇ αὖθις παρεκελεύσατο, καὶ οὔτε τὴν θεραπείαν αὐτῆς ἀφείλετο καὶ ἐν ἐπιμελείᾳ αὐτὴν ἐποιεῖτο, ὅπως

51

.

13

.

2

οἱ τὰ ἐπινίκια ἐπιλαμπρύνῃ. τοῦτό τε οὖν ὑποτοπήσασα, καὶ μυ‐ ρίων θανάτων χαλεπώτερον αὐτὸ νομίσασα εἶναι, ὄντως τε ἀπο‐ θανεῖν ἐπεθύμησε, καὶ πολλὰ μὲν τοῦ Καίσαρος, ὅπως τρόπον

51

.

13

.

3

τινὰ ἀπόληται, ἐδεῖτο, πολλὰ δὲ καὶ αὐτὴ ἐμηχανᾶτο. ἐπεὶ δ’ οὐδὲν ἐπέραινε, μεταγιγνώσκειν τε ἐπλάσατο ὡς καὶ ἐλπίδα πολλὴν μὲν καὶ ἐς ἐκεῖνον πολλὴν δὲ καὶ ἐς τὴν Λιουίαν ἔχουσα, καὶ ἑκου‐ σία τε πλευσεῖσθαι ἔλεγε, καὶ κόσμους τινὰς ἀποθέτους ἐς δῶρα
5ἡτοιμάζετο, εἴ πως πίστιν ἐκ τούτων μὴ τεθνήξειν λαβοῦσα ἧττόν

51

.

13

.

4

τε τηρηθείη καὶ ἑαυτὴν ἐξεργάσαιτο. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οἵ τε ἄλλοι καὶ ὁ Ἐπαφρόδιτος, ᾧπερ ἐπετέτραπτο, πιστεύσαντες ταῦθ’ ὡς ἀληθῶς φρονεῖν, τῆς ἀκριβοῦς φυλακῆς ἠμέλησαν, παρ‐ εσκευάζετο ὅπως ὡς ἀλυπότατα ἀποθάνῃ. καὶ γραμματεῖόν τι,
5δι’ οὗ ἐδεήθη τοῦ Καίσαρος ἵνα αὐτὴν μετὰ τοῦ Ἀντωνίου ταφῆ‐

51

.

13

.

5

ναι κελεύσῃ, αὐτῷ τῷ Ἐπαφροδίτῳ σεσημασμένον, ὅπως προφάσει τῆς ἀποκομιδῆς αὐτοῦ ὡς καὶ ἄλλο τι ἔχοντος ἐκποδών οἱ γένη‐ ται, δοῦσα ἔργου εἴχετο. τήν τε γὰρ ἐσθῆτα τὴν περικαλλεστά‐ την ἐνδῦσα καὶ ἑαυτὴν εὐπρεπέστατα εὐθετήσασα, τό τε σχῆμα

51

.

14

.

1

τὸ βασιλικὸν πᾶν ἀναλαβοῦσα, ἀπέθανε. καὶ τὸ μὲν σαφὲς οὐ‐ δεὶς οἶδεν ᾧ τρόπῳ διεφθάρη· κεντήματα γὰρ λεπτὰ περὶ τὸν βραχίονα αὐτῆς μόνα εὑρέθη· λέγουσι δὲ οἱ μὲν ὅτι ἀσπίδα ἐν

51

.

14

.

2

ὑδρίᾳ ἢ καὶ ἐν ἄνθεσί τισιν ἐσκομισθεῖσάν οἱ προσέθετο, οἱ δὲ ὅτι βελόνην, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ τινι, δύναμιν τοιαύτην ἔχοντι ὥστε ἄλλως μὲν μηδὲν τὸ σῶμα βλάπτειν, ἂν δ’ αἵματος καὶ βραχυτάτου ἅψηται, καὶ τάχιστα καὶ ἀλυπότατα αὐτὸ φθείρειν,
5χρίσασα τέως μὲν αὐτὴν ἐν τῇ κεφαλῇ ἐφόρει ὥσπερ εἰώθει, τότε

51

.

14

.

3

δὲ προκατανύξασά τι τὸν βραχίονα ἐς τὸ αἷμα ἐνέβαλεν. οὕτω
μέν, ἢ ὅτι ἐγγύτατα, μετὰ τῶν δύο θεραπαινῶν ἀπώλετο· ὁ γὰρ εὐνοῦχος ἅμα τῷ συλληφθῆναι αὐτὴν τοῖς τε ἑρπετοῖς ἑαυτὸν ἐθελοντὴς παρέδωκε, καὶ δηχθεὶς ὑπ’ αὐτῶν ἐς σορὸν προπαρε‐
5σκευασμένην οἱ ἐσεπεπηδήκει. ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ τό τε σῶμα αὐτῆς εἶδε, καὶ φάρμακα αὐτῷ

51

.

14

.

4

καὶ ψύλλους, εἴ πως ἀνασφήλειε, προσήνεγκεν. οἱ δὲ δὴ ψύλλοι οὗτοι ἄνδρες μέν εἰσι (γυνὴ γὰρ οὐ γίγνεται ψύλλα), δύνανται δὲ πάντα τε ἰὸν παντὸς ἑρπετοῦ παραχρῆμα, πρὶν θνήσκειν τινά, ἐκμυζᾶν, καὶ αὐτοὶ μηδὲν ὑπὸ μηδενὸς αὐτῶν δηχθέντες βλά‐

51

.

14

.

5

πτεσθαι. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννη‐ θέντα ἤτοι μετ’ ὄφεών που εὐθὺς ἐμβληθέντα, ἢ καὶ τῶν σπαρ‐ γάνων αὐτῶν ἐπιβληθέντων τισίν· οὔτε γὰρ τῷ παιδίῳ τι λυμαί‐

51

.

14

.

6

νονται, καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσι. τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ μηδένα τρόπον ἀναβιώσασθαι τὴν Κλεο‐ πάτραν δυνηθεὶς ἐκείνην μὲν καὶ ἐθαύμασε καὶ ἠλέησεν, αὐτὸς δὲ ἰσχυρῶς ἐλυπήθη ὡς καὶ πάσης τῆς ἐπὶ τῇ νίκῃ δόξης ἐστερη‐
5μένος.

51

.

15

.

1

Ἀντώνιος μὲν δὴ καὶ Κλεοπάτρα, πολλῶν μὲν τοῖς Αἰγυπτίοις πολλῶν δὲ καὶ τοῖς Ῥωμαίοις κακῶν αἴτιοι γενόμενοι, οὕτω τε ἐπολέμησαν καὶ οὕτως ἐτελεύτησαν, ἔν τε τῷ αὐτῷ τρόπῳ ἐταρι‐ χεύθησαν, κἀν τῇ αὐτῇ θήκῃ ἐτάφησαν. ἔσχον δὲ τήν τε φύσιν

51

.

15

.

2

τῆς ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε. ὁ μὲν συνεῖναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀν‐ δρείᾳ τε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλ‐
5λότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως συχνοὺς

51

.

15

.

3

καὶ ἐκόλαζεν ἀδίκως πλείονας· κἀκ τούτων ἰσχυρότατός τε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατος ἐξ ἀπορωτάτου γενόμενος οὐδετέ‐ ρου αὐτῶν ἀπώνητο, ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος

51

.

15

.

4

ἕξειν ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινε. Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρησα‐ μένη, τήν τε βασιλείαν τὴν τῶν Αἰγυπτίων ὑπ’ ἔρωτος ἐκτήσατο,
5καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι δι’ αὐτοῦ ἐλπίσασα ταύτης τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν Ῥωμαίων τῶν καθ’ ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο.

51

.

15

.

5

οὗτοι μὲν δὴ τοιοῦτοί τε ἐγένοντο καὶ οὕτως ἀπήλλαξαν· τῶν δὲ δὴ παίδων αὐτῶν Ἄντυλλος μέν, καίτοι τήν τε τοῦ Καίσαρος θυγατέρα ἠγγυημένος καὶ ἐς τὸ τοῦ πατρὸς αὐτοῦ ἡρῷον, ὃ ἡ Κλεοπάτρα ἐπεποιήκει, καταφυγών, εὐθὺς ἐσφάγη, Καισαρίων δὲ

51

.

15

.

6

ἐς Αἰθιοπίαν φεύγων κατελήφθη τε ἐν τῇ ὁδῷ καὶ διεφθάρη. ἥ τε Κλεοπάτρα Ἰούβᾳ τῷ τοῦ Ἰούβου παιδὶ συνῴκησε· τούτῳ γὰρ ὁ Καῖσαρ τραφέντι τε ἐν τῇ Ἰταλίᾳ καὶ συστρατευσαμένῳ οἱ ταύ‐ την τε καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔδωκε, καὶ αὐτοῖς καὶ τὸν

51

.

15

.

7

Ἀλέξανδρον καὶ τὸν Πτολεμαῖον ἐχαρίσατο. ταῖς τε ἀδελφιδαῖς, ἃς ἐκ τοῦ Ἀντωνίου ἡ Ὀκταουία ἀνῄρητό τε καὶ ἐτετρόφει, χρήματα ἀπὸ τῶν πατρῴων ἀπένειμε. καὶ τῷ Ἰούλλῳ τῷ τοῦ Ἀντωνίου τῆς τε Φουλουίας υἱεῖ τοὺς ἐξελευθέρους αὐτοῦ πάνθ’ ὅσα τελευ‐
5τῶντάς σφας καταλιπεῖν αὐτῷ κατὰ τοὺς νόμους ἔδει, παραχρῆμα

51

.

16

.

1

δοῦναι ἐκέλευσε. τῶν τε ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου μέχρι τότε πραξάντων τοὺς μὲν ἐκόλασε τοὺς δὲ ἀφῆκεν, ἢ δι’ ἑαυτὸν ἢ διὰ τοὺς φίλους. ἐπειδή τε συχνοὶ παρ’ αὐτῷ καὶ δυναστῶν καὶ βα‐ σιλέων παῖδες οἱ μὲν ἐφ’ ὁμηρείᾳ οἱ δὲ καὶ ἐφ’ ὕβρει τρεφόμενοι
5εὑρέθησαν, τοὺς μὲν οἴκαδε αὐτῶν ἀπέστειλε, τοὺς δὲ ἀλλήλοις

51

.

16

.

2

συνῴκισεν, ἑτέρους τε κατέσχεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω, δύο δὲ δὴ μόνων ὀνομαστὶ μνησθήσομαι· τὴν μὲν γὰρ Ἰωτάπην τῷ Μήδῳ καταφυγόντι μετὰ τὴν ἧτταν πρὸς αὐτὸν ἑκὼν ἀπέδωκε, τῷ δ’ Ἀρτάξῃ τοὺς ἀδελφοὺς καίπερ αἰτήσαντι οὐκ ἔπεμψεν, ὅτι
5τοὺς ὑπολειφθέντας ἐν τῇ Ἀρμενίᾳ Ῥωμαίους ἀπεκτόνει.

51

.

16

.

3

περὶ μὲν δὴ τοὺς ἄλλους τοιαῦτα ἐγίγνετο, τῶν δὲ Αἰγυπτίων
τῶν τε Ἀλεξανδρέων πάντων ἐφείσατο ὥστε μὴ διολέσαι τινά, τὸ μὲν ἀληθὲς ὅτι οὐκ ἠξίωσε τοσούτους τε αὐτοὺς ὄντας καὶ χρη‐ σιμωτάτους τοῖς Ῥωμαίοις ἐς πολλὰ ἂν γενομένους ἀνήκεστόν τι

51

.

16

.

4

δρᾶσαι· πρόφασιν δὲ ὅμως προυβάλλετο τόν τε θεὸν τὸν Σάραπιν καὶ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν αὐτῶν, καὶ τρίτον Ἄρειον τὸν πολίτην, ᾧ που φιλοσοφοῦντί τε καὶ συνόντι οἱ ἐχρῆτο. καὶ τόν γε λόγον δι’ οὗ συνέγνω σφίσιν, ἑλληνιστί, ὅπως συνῶσιν αὐτοῦ,

51

.

16

.

5

εἶπε. καὶ μετὰ ταῦτα τὸ μὲν τοῦ Ἀλεξάνδρου σῶμα εἶδε, καὶ αὐ‐ τοῦ καὶ προσήψατο, ὥστε τι τῆς ῥινός, ὥς φασι, θραυσθῆναι· τὰ δὲ δὴ τῶν Πτολεμαίων, καίτοι τῶν Ἀλεξανδρέων σπουδῇ βου‐ ληθέντων αὐτῷ δεῖξαι, οὐκ ἐθεάσατο, εἰπὼν ὅτι “βασιλέα ἀλλ’ οὐ
5νεκροὺς ἰδεῖν ἐπεθύμησα”. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἠθέλησε, λέγων θεοὺς ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν

51

.

17

.

1

εἰθίσθαι. ἐκ δὲ τούτου τήν τε Αἴγυπτον ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνηλίῳ ἐπέτρεψε· πρός τε γὰρ τὸ πολύανδρον καὶ τῶν πόλεων καὶ τῆς χώρας, καὶ πρὸς τὸ ῥᾴδιον τό τε κοῦφον τῶν τρόπων αὐτῶν, τήν τε σιτοπομπίαν καὶ τὰ χρήματα, οὐδενὶ
5βουλευτῇ οὐχ ὅπως ἐγχειρίσαι αὐτὴν ἐτόλμησεν, ἀλλ’ οὐδὲ ἐνεπι‐ δημεῖν αὐτῇ ἐξουσίαν ἔδωκεν, ἂν μή τινι αὐτὸς ὀνομαστὶ συγ‐

51

.

17

.

2

χωρήσῃ. οὐ μέντοι οὐδὲ ἐκείνοις βουλεύειν ἐν τῇ Ῥώμῃ ἐφῆκεν. ἀλλὰ τοῖς μὲν ἄλλοις ὡς ἑκάστοις, τοῖς δ’ Ἀλεξανδρεῦσιν ἄνευ βουλευτῶν πολιτεύεσθαι ἐκέλευσε· τοσαύτην που νεωτεροποιίαν

51

.

17

.

3

αὐτῶν κατέγνω. καί σφων οὕτω τότε ταχθέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ Ἀλε‐ ξανδρείᾳ, ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ ἐν τῇ Ῥώ‐ μῃ, ἐπ’ Ἀντωνίνου τοῦ υἱέος αὐτοῦ πρῶτον ἐς τὴν γερουσίαν
5ἐσγραφέντες.

51

.

17

.

4

Αἴγυπτος μὲν οὕτως ἐδουλώθη· πάντες γὰρ οἱ ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώθησαν, ὥς που καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα προέδειξεν. ὗσέ τε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα μηδὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι· ταῦτά τε ἅμα ἐκ τῶν νεφῶν

51

.

17

.

5

ἐξέπιπτε καὶ ὅπλα παρεφαίνετο. κτυπήματά τέ τινα ἑτέρωθι καὶ τυμπάνων καὶ κυμβάλων καὶ βοήματα καὶ αὐλῶν καὶ σαλπίγγων ἐγί‐ γνετο, καί τις δράκων ὑπερμεγέθης ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμή‐
χανον ὅσον ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο,
5καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τά τε ἀγάλματα ἐσκυθρώπασε, καὶ ὁ Ἆπις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ κατεδάκρυσε.

51

.

17

.

6

ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν ἐν τῷ βα‐ σιλικῷ εὑρέθη (πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα ἡ Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος), πολλὰ δὲ

51

.

17

.

7

καὶ παρ’ ἑκάστου τῶν αἰτιαθέντων τι ἠθροίσθη. καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ᾐτήθησαν. καὶ ἀπ’ αὐτῶν πάντες μὲν οἱ στρα‐ τιῶται τὰ ἐποφειλόμενά σφισιν ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε
5τῷ Καίσαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχμάς,

51

.

17

.

8

ὥστε μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. τοῖς τε προδα‐ νείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέ‐ μου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐ‐
5τῶν ἐκοσμήθη.

51

.

18

.

1

ὁ δ’ οὖν Καῖσαρ ὡς τά τε προειρημένα ἔπραξε, καὶ πόλιν καὶ ἐκεῖ ἐν τῷ τῆς μάχης χωρίῳ συνῴκισε, καὶ τὸ ὄνομα καὶ τὸν ἀγῶνα αὐτῇ ὁμοίως τῇ προτέρᾳ δούς, τάς τε διώρυχας τὰς μὲν ἐξεκάθηρε τὰς δὲ ἐκ καινῆς διώρυξε, καὶ τἆλλα τὰ προσήκοντα
5προσδιῴκησεν, ἔς τε τὴν Ἀσίαν τὸ ἔθνος διὰ τῆς Συρίας ἦλθε, κἀνταῦθα παρεχείμασε, τά τε τῶν ὑπηκόων ὡς ἕκαστα καὶ τὰ

51

.

18

.

2

τῶν Πάρθων ἅμα καθιστάμενος. στασιασάντων γὰρ αὐτῶν καί τινος Τιριδάτου τῷ Φραάτῃ ἐπαναστάντος, πρότερον μέν, καὶ ἕως ἔτι τὰ τοῦ Ἀντωνίου καὶ μετὰ τὴν ναυμαχίαν ἀνθειστήκει, οὐχ ὅσον οὐ προσέθετό τῳ αὐτῶν συμμαχίαν αἰτησάντων, ἀλλ’
5οὐδ’ ἀπεκρίνατο ἄλλο οὐδὲν ἢ ὅτι βουλεύσεται, πρόφασιν μὲν ὡς καὶ περὶ τὴν Αἴγυπτον ἀσχολίαν ἔχων, ἔργῳ δὲ ἵν’ ἐκτρυχωθεῖεν

51

.

18

.

3

ἐν τούτῳ μαχόμενοι πρὸς ἀλλήλους. τότε δὲ ἐπειδὴ ὅ τε Ἀντώνιος ἐτελεύτησε, καὶ ἐκείνων ὁ μὲν Τιριδάτης ἡττηθεὶς ἐς τὴν Συρίαν κατέφυγεν, ὁ δὲ Φραάτης κρατήσας πρέσβεις ἔπεμψε, τούτοις τε
φιλικῶς ἐχρημάτισε, καὶ τῷ Τιριδάτῃ βοηθήσειν μὲν οὐχ ὑπέ‐
5σχετο διαιτᾶσθαι δὲ ἐν τῇ Συρίᾳ ἐπέτρεψεν, υἱόν τέ τινα τοῦ Φραάτου ἐν εὐεργεσίας μέρει παρ’ αὐτοῦ λαβὼν ἔς τε τὴν Ῥώμην ἀνήγαγε καὶ ἐν ὁμηρείᾳ ἐποιήσατο.

51

.

19

.

1

ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον συχνὰ μὲν καὶ ἐπὶ τῇ τῆς ναυ‐ μαχίας νίκῃ οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐψηφίσαντο. τά τε γὰρ νικη‐ τήρια αὐτῷ, ὡς καὶ τῆς Κλεοπάτρας, καὶ ἁψῖδα τροπαιοφόρον ἔν

51

.

19

.

2

τε τῷ Βρεντεσίῳ καὶ ἑτέραν ἐν τῇ Ῥωμαίᾳ ἀγορᾷ ἔδωκαν· τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμ‐ βόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ
5ἱερομηνίαν εἶναι, καὶ ἐς τὴν πόλιν ἐσιόντι αὐτῷ τάς τε ἱερείας τὰς ἀειπαρθένους καὶ τὴν βουλὴν τόν τε δῆμον μετά τε τῶν γυ‐

51

.

19

.

3

ναικῶν καὶ μετὰ τῶν τέκνων ἀπαντῆσαι ἔγνωσαν. τὰς γὰρ εὐχὰς τάς τε εἰκόνας καὶ τὴν προεδρίαν καὶ τἆλλα τὰ τοιουτότροπα περιττόν ἐστιν ἤδη λέγειν. τὴν μὲν οὖν πρώτην ἐκείνῳ τε ταῦτ’ ἐψηφίσαντο, καὶ τὰ τοῦ Ἀντωνίου κοσμήματα τὰ μὲν καθεῖλον
5τὰ δ’ ἀπήλειψαν, τήν τε ἡμέραν ἐν ᾗ ἐγεγέννητο μιαρὰν ἐνόμι‐ σαν, καὶ τὸ τοῦ Μάρκου πρόσρημα ἀπεῖπον μηδενὶ τῶν συγγενῶν

51

.

19

.

4

αὐτοῦ εἶναι. ὡς μέντοι καὶ τεθνεῶτα αὐτὸν ἐπύθοντο (ἠγγέλθη δὲ τοῦτο Κικέρωνος τοῦ Κικέρωνος παιδὸς ἐν μέρει τοῦ ἔτους ὑπατεύοντος), τοῦτό τέ τινες 〈ὡσ〉 οὐκ ἀθεεὶ δὴ συμβὰν ἐλάμβανον, ἐπειδήπερ ὁ πατὴρ αὐτοῦ ὑπὸ τοῦ Ἀντωνίου ὅτι μάλιστ’ ἐτε‐

51

.

19

.

5

θνήκει, καὶ προσεψηφίσαντο τῷ Καίσαρι καὶ στεφάνους καὶ ἱερο‐ μηνίας πολλάς, καὶ αὐτῷ καὶ ἕτερα ἐπινίκια ὡς καὶ τῶν Αἰγυ‐ πτίων ἀγαγεῖν ἔδοσαν· τὸν γὰρ Ἀντώνιον καὶ τοὺς ἄλλους Ῥω‐ μαίους τοὺς σὺν ἐκείνῳ νικηθέντας οὔτε πρότερον οὔτε τότε, ὡς

51

.

19

.

6

καὶ ἑορτάζειν σφᾶς ἐπ’ αὐτοῖς δέον, ὠνόμασαν. τήν τε ἡμέραν ἐν ᾗ ἡ Ἀλεξάνδρεια ἑάλω, ἀγαθήν τε εἶναι καὶ ἐς τὰ ἔπειτα ἔτη ἀρχὴν τῆς ἀπαριθμήσεως αὐτῶν νομίζεσθαι, καὶ τὸν Καίσαρα τήν τε ἐξουσίαν τὴν τῶν δημάρχων διὰ βίου ἔχειν, καὶ τοῖς ἐπι‐
5βοωμένοις αὐτὸν καὶ ἐντὸς τοῦ πωμηρίου καὶ ἔξω μέχρις ὀγδόου

51

.

19

.

7

ἡμισταδίου ἀμύνειν, ὃ μηδενὶ τῶν δημαρχούντων ἐξῆν, ἔκκλητόν τε δικάζειν, καὶ ψῆφόν τινα αὐτοῦ ἐν πᾶσι τοῖς δικαστηρίοις ὥσπερ Ἀθηνᾶς φέρεσθαι, τούς τε ἱερέας καὶ τὰς ἱερείας ἐν ταῖς ὑπέρ τε
τοῦ δήμου καὶ τῆς βουλῆς εὐχαῖς καὶ ὑπὲρ ἐκείνου ὁμοίως εὔχε‐
5σθαι, καὶ ἐν τοῖς συσσιτίοις οὐχ ὅτι τοῖς κοινοῖς ἀλλὰ καὶ τοῖς ἰδίοις πάντας αὐτῷ σπένδειν ἐκέλευσαν.

51

.

20

.

1

τότε μὲν δὴ ταῦτ’ ἐγνώσθη, ὑπατεύοντος δ’ αὐτοῦ τὸ πέμπτον μετὰ Σέξτου Ἀπουλεΐου τά τε πραχθέντα ὑπ’ αὐτοῦ πάντα ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ὅρκοις ἐβεβαιώσαντο, καὶ ἐπειδὴ καὶ τὰ περὶ τῶν Πάρθων γράμματα ἦλθεν, ἔς τε τοὺς ὕμνους

51

.

20

.

2

αὐτὸν ἐξ ἴσου τοῖς θεοῖς ἐσγράφεσθαι, καὶ φυλὴν Ἰουλίαν ἐπ’ αὐτοῦ ἐπονομάζεσθαι, τῷ τε στεφάνῳ αὐτὸν τῷ ἐπινικίῳ διὰ πα‐ σῶν τῶν πανηγύρεων χρῆσθαι, καὶ τοὺς συννικήσαντάς οἱ βου‐ λευτὰς ἐν περιπορφύροις ἱματίοις τὴν πομπὴν αὐτῷ συμπέμψαι,

51

.

20

.

3

τήν τε ἡμέραν ἐν ᾗ ἂν ἐς τὴν πόλιν ἐσέλθῃ θυσίαις τε πανδημεὶ ἀγαλθῆναι καὶ ἱερὰν ἀεὶ ἄγεσθαι, ἱερέας τε αὐτὸν καὶ ὑπὲρ τὸν ἀριθμόν, ὅσους ἂν ἀεὶ ἐθελήσῃ, προαιρεῖσθαι προσκατεστήσαντο· ὅπερ που ἐξ ἐκείνου παραδοθὲν ἐς ἀόριστον ἐπηυξήθη, ὥστε μη‐

51

.

20

.

4

δὲν ἔτι χρῆναί με περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογεῖσθαι. ὁ οὖν Καῖσαρ τὰ μὲν ἄλλα πλὴν βραχέων ἐδέξατο, τὸ δὲ δὴ σύμ‐ παντας αὐτῷ τοὺς ἐν τῇ πόλει ὄντας ἀπαντῆσαι παρῃτήσατο ἄντι‐ κρυς μὴ γενέσθαι. πλεῖστον δὲ ὅμως ὑπὲρ πάντα τὰ ψηφισθέντα
5οἱ ὑπερήσθη ὅτι τάς τε πύλας τὰς τοῦ Ἰανοῦ ὡς καὶ πάντων σφίσι τῶν πολέμων παντελῶς πεπαυμένων ἔκλεισαν, καὶ τὸ οἰώ‐ νισμα τὸ τῆς Ὑγιείας ἐποίησαν· καὶ γὰρ τότε δι’ ἅπερ εἶπον διε‐

51

.

20

.

5

λέλειπτο. ἦσαν μὲν γὰρ ἐν ὅπλοις ἔτι καὶ Τρήουηροι Κελτοὺς ἐπα‐ γαγόμενοι καὶ Κάνταβροι καὶ Οὐακκαῖοι καὶ Ἄστυρες· καὶ οὗτοι μὲν ὑπὸ τοῦ Ταύρου τοῦ Στατιλίου, ἐκεῖνοι δὲ ὑπὸ Νωνίου Γάλ‐ λου κατεστράφησαν· ἄλλα τε ὡς καθ’ ἑκάστους ταραχώδη συχνὰ
5ἐγίγνετο· ἀλλ’ ἐπειδὴ μηδὲν μέγα ἀπ’ αὐτῶν συνηνέχθη, οὔτε ἐκεῖνοι τότε πολεμεῖσθαι ἐνόμιζον οὔτε ἐγὼ ἐπιφανές τι περὶ αὐ‐

51

.

20

.

6

τῶν γράψαι ἔχω. Καῖσαρ δὲ ἐν τούτῳ τά τε ἄλλα ἐχρημάτιζε, καὶ τεμένη τῇ τε Ῥώμῃ καὶ τῷ πατρὶ τῷ Καίσαρι, ἥρωα αὐτὸν Ἰούλιον ὀνομάσας, ἔν τε Ἐφέσῳ καὶ ἐν Νικαίᾳ γενέσθαι ἐφῆκεν·
αὗται γὰρ τότε αἱ πόλεις ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Βιθυνίᾳ προ‐

51

.

20

.

7

ετετίμηντο. καὶ τούτους μὲν τοῖς Ῥωμαίοις τοῖς παρ’ αὐτοῖς ἐποι‐ κοῦσι τιμᾶν προσέταξε· τοῖς δὲ δὴ ξένοις, Ἕλληνάς σφας ἐπι‐ καλέσας, ἑαυτῷ τινα, τοῖς μὲν Ἀσιανοῖς ἐν Περγάμῳ τοῖς δὲ Βιθυνοῖς ἐν Νικομηδείᾳ, τεμενίσαι ἐπέτρεψε. καὶ τοῦτ’ ἐκεῖθεν
5ἀρξάμενον καὶ ἐπ’ ἄλλων αὐτοκρατόρων οὐ μόνον ἐν τοῖς Ἑλ‐ ληνικοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα τῶν Ῥωμαίων

51

.

20

.

8

ἀκούει, ἐγένετο. ἐν γάρ τοι τῷ ἄστει αὐτῷ τῇ τε ἄλλῃ Ἰταλίᾳ οὐκ ἔστιν ὅστις τῶν καὶ ἐφ’ ὁποσονοῦν λόγου τινὸς ἀξίων ἐτόλ‐ μησε τοῦτο ποιῆσαι· μεταλλάξασι μέντοι κἀνταῦθα τοῖς ὀρθῶς αὐταρχήσασιν ἄλλαι τε ἰσόθεοι τιμαὶ δίδονται καὶ δὴ καὶ ἡρῷα
5ποιεῖται.

51

.

20

.

9

ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ ἔλαβον καὶ οἱ Περγα‐ μηνοὶ τὸν ἀγῶνα τὸν ἱερὸν ὠνομασμένον ἐπὶ τῇ τοῦ ναοῦ αὐτοῦ

51

.

21

.

1

τιμῇ ποιεῖν. τοῦ δὲ δὴ θέρους ἔς τε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ὁ Καῖσαρ ἐπεραιώθη, καὶ αὐτοῦ ἐς τὴν πόλιν ἐσελθόντος οἵ τε ἄλλοι ἔθυσαν, ὥσπερ εἴρηται, καὶ ὁ ὕπατος Οὐαλέριος Ποτῖ‐ τος· ἐκεῖνος μὲν γὰρ καὶ τοῦτο πᾶν τὸ ἔτος, ὥσπερ καὶ τὰ δύο
5τὰ πρότερα, ὑπάτευσε, τὸν δὲ δὴ Σέξτον ὁ Ποτῖτος διεδέξατο.

51

.

21

.

2

οὗτος οὖν δημοσίᾳ καὶ αὐτὸς ὑπέρ τε τοῦ δήμου καὶ ὑπὲρ τῆς βουλῆς ἐπὶ τῇ τοῦ Καίσαρος ἀφίξει ἐβουθύτησεν· ὃ μήπω πρό‐ τερον ἐπὶ μηδενὸς ἄλλου ἐγεγόνει. μετὰ δὲ τοῦτο τούς τε ὑπο‐

51

.

21

.

3

στρατήγους καὶ ἐπῄνεσε καὶ ἐτίμησεν ὥσπερ εἴθιστο, καὶ τόν τε Ἀγρίππαν ἄλλοις τέ τισι καὶ σημείῳ κυανοειδεῖ ναυκρατητικῷ προσ‐ επεσέμνυνε, καὶ τοῖς στρατιώταις ἔδωκέ τινα· τῷ τε δήμῳ καθ’ ἑκατὸν δραχμάς, προτέροις μὲν τοῖς ἐς ἄνδρας τελοῦσιν, ἔπειτα
5δὲ καὶ τοῖς παισὶ διὰ τὸν Μάρκελλον τὸν ἀδελφιδοῦν, διένειμε.

51

.

21

.

4

καὶ ἐπί τε τούτοις, καὶ ὅτι παρὰ τῶν πόλεων τῶν ἐν τῇ Ἰταλίᾳ τὸ χρυσίον τὸ τοῖς στεφάνοις προσῆκον οὐκ ἐδέξατο, καὶ ὅτι καὶ πάντα ἅ τε αὐτὸς ὤφειλέ τισιν ἀπέδωκε, καὶ ἃ οἱ ἄλλοι ἐπώφειλον οὐκ ἐσέπραξεν, ὥσπερ εἴρηται, τῶν τε δυσχερῶν πάντων οἱ Ῥω‐
5μαῖοι ἐπελάθοντο, καὶ τὰ ἐπινίκια αὐτοῦ ἡδέως ὡς καὶ ἀλλοφύλων

51

.

21

.

5

ἁπάντων τῶν ἡττηθέντων ὄντων εἶδον· τοσοῦτον γὰρ τὸ πλῆθος τῶν χρημάτων διὰ πάσης ὁμοίως τῆς πόλεως ἐχώρησεν ὥστε τὰ μὲν κτήματα ἐπιτιμηθῆναι, τὰ δὲ δανείσματα ἀγαπητῶς ἐπὶ δραχμῇ
πρότερον ὄντα τότε ἐπὶ τῷ τριτημορίῳ αὐτῆς γενέσθαι. ἑώρτασε
5δὲ τῇ μὲν πρώτῃ ἡμέρᾳ τά τε τῶν Παννονίων καὶ τὰ τῶν Δελ‐ ματῶν, τῆς τε Ἰαπυδίας καὶ τῶν προσχώρων σφίσι, Κελτῶν τε

51

.

21

.

6

καὶ Γαλατῶν τινων. Γάιος γὰρ Καρρίνας τούς τε Μωρίνους καὶ ἄλλους τινὰς συνεπαναστάντας αὐτοῖς ἐχειρώσατο, καὶ τοὺς Σουή‐ βους τὸν [τε] Ῥῆνον ἐπὶ πολέμῳ διαβάντας ἀπεώσατο· καὶ διὰ ταῦτα ἤγαγε μὲν καὶ ἐκεῖνος τὰ νικητήρια, καίτοι τοῦ τε πατρὸς
5αὐτοῦ ὑπὸ τοῦ Σύλλου θανατωθέντος, καὶ αὐτὸς ἄρξαι ποτὲ μετὰ τῶν ἄλλων τῶν ὁμοίων οἱ κωλυθείς, ἤγαγε δὲ καὶ ὁ Καῖσαρ, ἐπειδὴ ἡ ἀναφορὰ τῆς νίκης τῇ αὐτοκράτορι αὐτοῦ ἀρχῇ προσήκουσα

51

.

21

.

7

ἦν. ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτα διεωρτάσθη, ἐν δὲ τῇ δευτέρᾳ ἡ πρὸς τῷ Ἀκτίῳ ναυκρατία, κἀν τῇ τρίτῃ ἡ τῆς Αἰ‐ γύπτου καταστροφή. ἐπιφανεῖς μὲν δὴ καὶ αἱ ἄλλαι πομπαὶ διὰ τὰ ἀπ’ αὐτῆς λάφυρα ἐγένοντο (τοσαῦτα γὰρ ἠθροίσθη ὥστε πά‐
5σαις ἐπαρκέσαι), πολυτελεστάτη δ’ οὖν καὶ ἀξιοπρεπεστάτη αὕτη

51

.

21

.

8

ἡ Αἰγυπτία. τά τε γὰρ ἄλλα καὶ ἡ Κλεοπάτρα ἐπὶ κλίνης ἐν τῷ τοῦ θανάτου μιμήματι παρεκομίσθη, ὥστε τρόπον τινὰ καὶ ἐκείνην μετά τε τῶν ἄλλων αἰχμαλώτων καὶ μετὰ τοῦ Ἀλεξάν‐ δρου τοῦ καὶ Ἡλίου, τῆς τε Κλεοπάτρας τῆς καὶ Σελήνης, τῶν

51

.

21

.

9

τέκνων, ὡς πομπεῖον ὀφθῆναι. μετὰ δὲ δὴ τοῦτο ὁ Καῖσαρ ἐφ’ ἅπασιν αὐτοῖς ἐσελάσας τὰ μὲν ἄλλα κατὰ τὸ νομιζόμενον ἔπραξε, τὸν δὲ δὴ συνύπατον τούς τε λοιποὺς ἄρχοντας περιεῖδε παρὰ τὸ καθεστηκὸς ἐπισπομένους οἱ μετὰ τῶν λοιπῶν βουλευ‐
5τῶν τῶν συννενικηκότων· εἰώθεσαν γὰρ οἱ μὲν ἡγεῖσθαι οἱ δὲ ἐφέπεσθαι.

51

.

22

.

1

ἐπεὶ δὲ ταῦτα διετέλεσε, τό τε Ἀθήναιον τὸ Χαλκιδικὸν ὠνο‐ μασμένον καὶ τὸ βουλευτήριον τὸ Ἰουλίειον, τὸ ἐπὶ τῇ τοῦ πα‐ τρὸς αὐτοῦ τιμῇ γενόμενον, καθιέρωσεν. ἐνέστησε δὲ ἐς αὐτὸ τὸ
ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ’

51

.

22

.

2

αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖ‐ θεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰ‐ γυπτίοις λαφύροις ἐκοσμήθη. καὶ τοῦτο καὶ τῷ τοῦ Ἰουλίου ἡρῴῳ

51

.

22

.

3

ὁσιωθέντι τότε ὑπῆρξε· συχνὰ γὰρ καὶ ἐς ἐκεῖνο ἀνετέθη, καὶ ἕτερα τῷ τε Διὶ τῷ Καπιτωλίῳ καὶ τῇ Ἥρᾳ τῇ τε Ἀθηνᾷ ἱερώθη, πάντων τῶν πρότερον ἐνταῦθα ἀνακεῖσθαι δοκούντων ἢ καὶ ἔτι κειμένων ἐκ δόγματος τότε καθαιρεθέντων ὡς καὶ μεμιαμμένων. καὶ
5οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδο‐ ξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκει‐

51

.

22

.

4

ται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται. ἐν δ’ οὖν τῇ τοῦ ἡρῴου ὁσιώσει ἀγῶνές τε παντοδαποὶ ἐγένοντο, καὶ τὴν Τροίαν εὐπατρίδαι παῖδες ἵππευσαν, ἄνδρες τε ἐκ τῶν ὁμοίων σφίσιν ἐπί τε κελήτων καὶ ἐπὶ συνωρίδων τῶν τε τεθρίππων ἀντηγωνίσαντο,

51

.

22

.

5

Κύιντός τέ τις Οὐιτέλλιος βουλευτὴς ἐμονομάχησε. καὶ θηρία καὶ βοτὰ ἄλλα τε παμπληθῆ καὶ ῥινόκερως ἵππος τε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφθέντα, ἐσφάγη. καὶ ὁ μὲν ἵππος ὁποῖός ἐστι, πολλοῖς τε εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται· ὁ δὲ
5δὴ ῥινόκερως τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι

51

.

22

.

6

κατ’ αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ τοῦτο οὕτω κέκληται. ταῦτά τε οὖν ἐσήχθη, καὶ ἀθρόοι πρὸς ἀλλήλους Δακοί τε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύθαι τρό‐ πον τινά· καὶ οἱ μὲν πέραν τοῦ Ῥήνου ὥς γε τἀκριβὲς εἰπεῖν
5(πολλοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν Σουήβων ὀνόματος ἀντιποιοῦν‐

51

.

22

.

7

ται), οἱ δὲ ἐπ’ ἀμφότερα τοῦ Ἴστρου νέμονται, ἀλλ’ οἱ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ οἰκοῦντες ἔς τε τὸν τῆς Μυ‐ σίας νομὸν τελοῦσι καὶ Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάζονται, οἱ δὲ ἐπέκεινα Δακοὶ κέκληνται, εἴτε δὴ Γέται τινὲς
5εἴτε καὶ Θρᾷκες τοῦ Δακικοῦ γένους τοῦ τὴν Ῥοδόπην ποτὲ ἐνοι‐

51

.

22

.

8

κήσαντος ὄντες. οὗτοι οὖν οἱ Δακοὶ ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν Καίσαρα, ὡς δ’ οὐδενὸς ὧν ἐδέοντο ἔτυ‐ χον, ἀπέκλιναν πρὸς τὸν Ἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ τούτου τινὲς

51

.

22

.

9

ἔπειτα τοῖς Σουήβοις συνεβλήθησαν. ἐγένετο δὲ ἡ θεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς ἦν, ἡμέρας, οὐδὲ διέλιπε καίτοι τοῦ Καί‐ σαρος ἀρρωστήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι’ ἑτέρων ἐποιήθη. καὶ ἐν αὐταῖς οἱ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι ἡμέραν ἐν τοῖς
5τῶν οἰκιῶν σφων προθύροις εἱστιάθησαν, οὐκ οἶδ’ ὅθεν ἐς τοῦτο προαχθέντες· οὐ γὰρ παραδέδοται.

51

.

23

.

1

τότε μὲν δὴ ταῦθ’ οὕτως ἐπράχθη, τοῦ δὲ δὴ Καίσαρος τὸ τέταρτον ἔτι ὑπατεύοντος ὁ Ταῦρος ὁ Στατίλιος θέατρόν τι ἐν τῷ Ἀρείῳ πεδίῳ κυνηγετικὸν λίθινον καὶ ἐξεποίησε τοῖς ἑαυτοῦ τέλεσι καὶ καθιέρωσεν ὁπλομαχίᾳ, καὶ διὰ τοῦτο στρατηγὸν ἕνα
5παρὰ τοῦ δήμου κατ’ ἔτος αἱρεῖσθαι ἐλάμβανε.

51

.

23

.

2

κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους ἐν οἷς ταῦτ’ ἐγίγνετο, ὁ Κράσσος ὁ Μᾶρκος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Ἑλλάδα πεμ‐ φθεὶς τοῖς τε Δακοῖς καὶ 〈τοῖσ〉 Βαστάρναις ἐπολέμησε. καὶ περὶ μὲν

51

.

23

.

3

ἐκείνων, οἵτινές τέ εἰσι καὶ διὰ τί ἐπολεμώθησαν, εἴρηται· Βαστάρ‐ ναι δὲ Σκύθαι τε ἀκριβῶς νενομίδαται, καὶ τότε τὸν Ἴστρον διαβάν‐ τες τήν τε Μυσίαν τὴν κατ’ ἀντιπέρας σφῶν καὶ μετὰ τοῦτο καὶ Τριβαλλοὺς ὁμόρους αὐτῇ ὄντας τούς τε Δαρδάνους ἐν τῇ χώρᾳ τῇ
5ἐκείνων οἰκοῦντας ἐχειρώσαντο. τέως μὲν οὖν ταῦτ’ ἐποίουν, οὐδέν

51

.

23

.

4

σφισι πρᾶγμα πρὸς τοὺς Ῥωμαίους ἦν· ἐπεὶ δὲ τόν τε Αἷμον ὑπερέβησαν καὶ τὴν Θρᾴκην τὴν Δενθελητῶν ἔνσπονδον αὐτοῖς οὖσαν κατέδραμον, ἐνταῦθα ὁ Κράσσος τὸ μέν τι τῷ Σιτᾷ τῷ τῶν Δενθελητῶν βασιλεῖ τυφλῷ ὄντι ἀμύνων, τὸ δὲ δὴ πλεῖστον
5περὶ τῇ Μακεδονίᾳ φοβηθεὶς ἀντεπῆλθέ σφισι, καὶ αὐτοὺς ἐκ τῆς

51

.

23

.

5

προσόδου μόνης καταπλήξας ἐξέωσεν ἀμαχεὶ ἐκ τῆς χώρας. κἀκ τούτου οἴκαδε ἀναχωροῦντας ἐπιδιώκων τήν τε Σεγετικὴν καλου‐ μένην προσεποιήσατο καὶ ἐς τὴν Μυσίδα ἐνέβαλε, καὶ τήν τε χώραν σφῶν ἐκάκωσε καὶ πρὸς τεῖχός τι καρτερὸν προσελάσας τοῖς μὲν
5προδρόμοις ἔπταισε (μόνους γὰρ αὐτοὺς οἱ Μυσοὶ οἰηθέντες εἶναι ἐπέξοδον ἐποιήσαντο), προσβοηθήσας δέ σφισι παντὶ τῷ λοιπῷ

51

.

24

.

1

στρατεύματι καὶ ἀνέκοψεν αὐτοὺς καὶ προσεδρεύσας ἐξεῖλε. πράσ‐ σοντος δὲ αὐτοῦ ταῦτα οἱ Βαστάρναι τῆς τε φυγῆς ἐπέσχον καὶ πρὸς τῷ Κέδρῳ ποταμῷ κατέμειναν, περιορώμενοι τὰ γενησόμενα. ἐπειδή τε νικήσας τοὺς Μυσοὺς καὶ ἐπ’ ἐκείνους ὥρμησε, πρέσβεις
5ἔπεμψαν ἀπαγορεύοντες αὐτῷ μὴ διώκειν σφᾶς, ὡς οὐδὲν τοὺς Ῥω‐

51

.

24

.

2

μαίους ἠδικηκότες. καὶ αὐτοὺς ὁ Κράσσος κατασχὼν ὡς καὶ τῇ ὑστεραίᾳ τὴν ἀπόκρισιν δώσων, τά τε ἄλλα ἐφιλοφρονήσατο καὶ κατεμέθυσεν ὥστε πάντα τὰ βουλεύματα αὐτῶν ἐκμαθεῖν· ἀπλή‐ στως τε γὰρ ἐμφορεῖται πᾶν τὸ Σκυθικὸν φῦλον οἴνου, καὶ ὑπερ‐

51

.

24

.

3

κορὲς αὐτοῦ ταχὺ γίγνεται. Κράσσος δὲ ἐν τούτῳ τῆς νυκτὸς ἐς ὕλην τινὰ προχωρήσας, καὶ προσκόπους πρὸ αὐτῆς καταστήσας, ἀνέπαυσέ τε τὸ στράτευμα, καὶ μετὰ τοῦτο τῶν Βασταρνῶν μό‐ νους τε ἐκείνους εἶναι νομισάντων καὶ ἐπιδραμόντων σφίσιν, ἔς τε
5τὰ λάσια ἀναχωροῦσιν ἐπακολουθησάντων, πολλοὺς μὲν ἐνταῦθα

51

.

24

.

4

πολλοὺς δὲ καὶ φυγόντας ἔφθειρεν· ὑπό τε γὰρ τῶν ἁμαξῶν κατό‐ πιν αὐτοῖς οὐσῶν ἐνεποδίσθησαν, καὶ προσέτι καὶ τοὺς παῖδας τάς τε γυναῖκας σῶσαι ἐθελήσαντες ἔπταισαν. καὶ τόν γε βασιλέα αὐτῶν Δέλδωνα αὐτὸς ὁ Κράσσος ἀπέκτεινε· κἂν τὰ σκῦλα αὐ‐
5τοῦ τῷ Φερετρίῳ Διὶ ὡς καὶ ὀπῖμα ἀνέθηκεν, εἴπερ αὐτοκράτωρ

51

.

24

.

5

στρατηγὸς ἐγεγόνει. ἐκεῖνά τε οὖν οὕτως ἐπράχθη, καὶ οἱ λοιποὶ οἱ μὲν ἐς ἄλσος τι καταφυγόντες περιεπρήσθησαν, οἱ δὲ ἐς τεῖχός τι ἐσπηδήσαντες ἐξῃρέθησαν. ἄλλοι ἐς τὸν Ἴστρον ἐμπεσόντες,

51

.

24

.

6

ἄλλοι κατὰ τὴν χώραν σκεδασθέντες ἐφθάρησαν. περιλειφθέντων δ’ οὖν καὶ ὥς τινων, καὶ χωρίον ἰσχυρὸν καταλαβόντων, ἡμέρας
μέν τινας μάτην σφίσιν ὁ Κράσσος προσήδρευσεν, ἔπειτα Ῥώλου

51

.

24

.

7

οἱ Γετῶν τινων βασιλέως ἐπικουρήσαντος ἐξεῖλεν αὐτούς. καὶ ὅ τε Ῥώλης πρὸς τὸν Καίσαρα ἐλθὼν φίλος τε ἐπὶ τούτῳ καὶ σύμ‐ μαχος αὐτοῦ ἐνομίσθη, καὶ οἱ αἰχμάλωτοι τοῖς στρατιώταις διε‐ δόθησαν.

51

.

25

.

1

πράξας δὲ ταῦτα ὁ Κράσσος ἐπὶ τοὺς Μυσοὺς ἐτράπετο, καὶ τὰ μὲν πείθων τινὰς τὰ δὲ ἐκφοβῶν τὰ δὲ καὶ βιαζόμενος, πάντας μὲν πλὴν πάνυ ὀλίγων, ἐπιπόνως δὲ δὴ καὶ ἐπικινδύνως κατεστρέ‐

51

.

25

.

2

ψατο. καὶ τότε μέν (χειμὼν γὰρ ἦν) ἐς τὴν φιλίαν ἀνεχώρησε, πολλὰ μὲν ὑπὸ τοῦ ψύχους πολλῷ δὲ ἔτι πλείω ὑπὸ τῶν Θρᾳκῶν, δι’ ὧν ὡς φίλων ἐπανῄει, παθών· ὅθενπερ γνώμην ἔσχεν ἀρκε‐ σθῆναι τοῖς κατειργασμένοις. καὶ γὰρ καὶ θυσίαι καὶ νικητήρια
5οὐχ ὅτι τῷ Καίσαρι ἀλλὰ καὶ ἐκείνῳ ἐψηφίσθη· οὐ μέντοι καὶ τὸ τοῦ αὐτοκράτορος ὄνομα, ὥς γέ τινές φασιν, ἔλαβεν, ἀλλ’ ὁ

51

.

25

.

3

Καῖσαρ μόνος αὐτὸ προσέθετο. ἐπεὶ δὲ οἱ Βαστάρναι ταῖς τε συμφοραῖς ἀχθόμενοι, καὶ μηκέτ’ αὐτὸν ἐπιστρατεύσειν σφίσι πυ‐ θόμενοι, πρός τε τοὺς Δενθελήτας καὶ πρὸς τὸν Σιτᾶν αὖθις ὡς καὶ αἰτιώτατον αὐτοῖς τῶν κακῶν γεγονότα ἐτράποντο, οὕτω καὶ
5ἄκων ἐξανέστη, καὶ σπουδῇ χωρήσας ἀνέλπιστός τε αὐτοῖς ἐπέπεσε,

51

.

25

.

4

καὶ κρατήσας σπονδὰς ὁποίας ἠθέλησεν ἔδωκεν. ὡς δ’ ἅπαξ τῶν ὅπλων αὖθις ἥψατο, ἐπεθύμησεν ἀμύνασθαι τοὺς Θρᾷκας τοὺς ἐν τῇ ἀνακομιδῇ τῇ ἐκ τῆς Μυσίας λυπήσαντας αὐτόν· καὶ γὰρ τότε χωρία τε ἐντειχιζόμενοι καὶ πολεμησείοντες ἠγγέλλοντο. καί σφων
5Μαίδους μὲν καὶ Σερδοὺς μάχαις τε κατακρατῶν, καὶ τὰς χεῖρας τῶν ἁλισκομένων ἀποτέμνων, οὐκ ἀπόνως μέν, ἐχειρώσατο δ’ οὖν·

51

.

25

.

5

τὰ δ’ ἄλλα πλὴν τῆς τῶν Ὀδρυσῶν γῆς κατέδραμε. τούτων γάρ, ὅτι τῷ τε Διονύσῳ πρόσκεινται καὶ τότε ἄνευ τῶν ὅπλων ἀπήν‐ τησάν οἱ, ἐφείσατο· καὶ αὐτοῖς καὶ τὴν χώραν ἐν ᾗ καὶ τὸν θεὸν ἀγάλλουσιν ἐχαρίσατο, Βησσοὺς τοὺς κατέχοντας αὐτὴν ἀφε‐
5λόμενος.

51

.

26

.

1

πράσσοντα δὲ αὐτὸν ταῦτα ὁ Ῥώλης Δάπυγι Γετῶν τινων καὶ αὐτῷ βασιλεῖ πολεμωθεὶς μετεπέμψατο· καὶ ὃς ἐπικουρήσας οἱ τήν τε ἵππον τῶν ἐναντίων ἐς τοὺς πεζοὺς ἐσήραξε, καὶ συμφοβήσας ἐκ τούτου καὶ ἐκείνους μάχην μὲν οὐδεμίαν ἔτ’ ἐποιήσατο, φόνον

51

.

26

.

2

δὲ δὴ φευγόντων ἑκατέρων πολὺν εἰργάσατο. καὶ μετὰ τοῦτο τὸν Δάπυγα πρὸς φρούριόν τι καταφυγόντα ἀπολαβὼν ἐπολιόρκει· κἀν
τῇ προσεδρείᾳ ἑλληνιστί τις αὐτὸν ἀπὸ τοῦ τείχους ἀσπασάμενος ἔς τε λόγους οἱ ἦλθε καὶ προδοσίαν συνέθετο. ἁλισκόμενοι οὖν
5οὕτως οἱ βάρβαροι ἐπ’ ἀλλήλους ὥρμησαν, καὶ ὅ τε Δάπυξ ἀπέ‐ θανε καὶ ἄλλοι πολλοί. τὸν μέντοι ἀδελφὸν αὐτοῦ ζωγρήσας ὁ

51

.

26

.

3

Κράσσος οὐχ ὅτι τι κακὸν ἔδρασεν, ἀλλὰ καὶ ἀφῆκε. ποιήσας δὲ ταῦτα ἐπὶ τὸ σπήλαιον τὴν Κεῖριν καλουμένην ἐστρατεύσατο· τοῦτο γὰρ μέγιστόν τε ἅμα καὶ ἐχυρώτατον οὕτως ὂν ὡς καὶ τοὺς Τιτᾶνας ἐς αὐτὸ μετὰ τὴν ἧτταν τὴν ὑπὸ τῶν θεῶν δή σφισι γε‐
5νομένην συγκαταφυγεῖν μυθεύεσθαι, καταλαβόντες οἱ ἐπιχώριοι πλήθει πολλῷ τά τε ἄλλα τὰ τιμιώτατα καὶ τὰς ἀγέλας ἐς αὐτὸ

51

.

26

.

4

πάσας ἐσεκομίσαντο. ὁ οὖν Κράσσος τά τε στόμια αὐτοῦ πάντα σκολιὰ καὶ δυσδιερεύνητα ὄντα ἀναζητήσας ἀπῳκοδόμησε, κἀκ τού‐ του κἀκείνους λιμῷ κατεστρέψατο. ὡς δὲ ταῦτα αὐτῷ προεχώρη‐ σεν, οὐδὲ τῶν ἄλλων Γετῶν, καίπερ μηδὲν τῷ Δάπυγι προσηκόντων,

51

.

26

.

5

ἀπέσχετο, ἀλλ’ ἐπὶ Γένουκλα τὸ εὐερκέστατον τῆς Ζυράξου ἀρχῆς τεῖχος ἦλθεν, ὅτι τὰ σημεῖα, ἃ τοῦ Ἀντωνίου τοῦ Γαΐου οἱ Βα‐ στάρναι πρὸς τῇ τῶν Ἰστριανῶν πόλει ἀφῄρηντο, ἐνταῦθα ἤκουεν ὄντα· καὶ αὐτὸ πεζῇ τε ἅμα καὶ διὰ τοῦ Ἴστρου (πρὸς γὰρ τῷ
5ὕδατι ἐπεπόλιστο) προσβαλὼν οὐκ ἐν πολλῷ μὲν χρόνῳ, σὺν πολλῷ

51

.

26

.

6

δὲ δὴ πόνῳ, καίτοι τοῦ Ζυράξου μὴ παρόντος, εἷλεν. ἐκεῖνος γὰρ ὡς τάχιστα τῆς ὁρμῆς αὐτοῦ ᾔσθετο, πρός τε τοὺς Σκύθας ἐπὶ συμμαχίαν μετὰ τῶν χρημάτων ἀπῆρε, καὶ οὐκ ἔφθη ἀνα‐ κομισθείς.
5ταῦτα μὲν ἐν Γέταις ἔπραξε, τῶν δὲ δὴ Μυσῶν τοὺς μὲν ἐκ

51

.

27

.

1

τῶν κεχειρωμένων ἐπαναστάντας δι’ ἑτέρων ἀνεκτήσατο, ἐπὶ δὲ Ἀρτακίους ἄλλους τέ τινας οὔθ’ ἁλόντας ποτὲ οὔτ’ αὖ προσχωρῆ‐ σαί οἱ ἐθέλοντας, καὶ αὐτούς τε μέγιστον ἐπὶ τούτῳ φρονοῦντας καὶ τοῖς ἄλλοις ὀργήν τε ἅμα καὶ νεωτερισμὸν ἐμποιοῦντας, αὐτός
5τ’ ἐπεστράτευσε, καί σφας τὰ μὲν βίᾳ, δράσαντας οὐκ ὀλίγα, τὰ δὲ καὶ φόβῳ τῶν ἁλισκομένων προσηγάγετο.

51

.

27

.

2

ταῦτα μὲν ἐν χρόνῳ ἐγένετο, γράφω δὲ τά τε ἄλλα ὥς που παραδέδοται, καὶ αὐτὰ τὰ ὀνόματα. τὸ μὲν γὰρ πάλαι Μυσοί τε
καὶ Γέται πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν ἐνέμοντο, προϊόντος δὲ τοῦ χρόνου καὶ ἐς ἄλλα τινὲς αὐτῶν ὀνόματα

51

.

27

.

3

μετέβαλον, καὶ μετὰ ταῦτ’ ἐς τὸ τῆς Μυσίας ὄνομα πάνθ’ ὅσα ὁ Σάουος ἐς τὸν Ἴστρον ἐμβάλλων, ὑπέρ τε τῆς Δελματίας καὶ ὑπὲρ τῆς Μακεδονίας τῆς τε Θρᾴκης, ἀπὸ τῆς Παννονίας ἀφορίζει, συγκεχώρηκεν. καὶ ἔστιν ἐν αὐτοῖς ἄλλα τε ἔθνη πολλὰ καὶ οἱ
5Τριβαλλοί ποτε προσαγορευθέντες, οἵ τε Δαρδάνιοι καὶ νῦν οὕτω
καλούμενοι.

52

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Καῖσαρ ἐβουλεύσατο τὴν μοναρχίαν ἀφεῖναι. β. Ὡς αὐτοκράτωρ καλεῖσθαι ἤρξατο. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ εʹ 〈καὶ〉 Σέξτου Ἀπουλεΐου ὑπατείας.

52

.

1

.

1

Ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις, πέντε τε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον· ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε ὅπλα κατα‐
5θέσθαι καὶ τὰ πράγματα τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι.

52

.

1

.

2

ἐποιήσατο δὲ τὴν διάγνωσιν μετά τε τοῦ Ἀγρίππου καὶ μετὰ τοῦ Μαικήνου (τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνου), καὶ αὐτῷ ὁ Ἀγρίππας πρότερος εἶπε τοιάδε·

52

.

2

.

1

“μὴ θαυμάσῃς, ὦ Καῖσαρ, εἰ μέλλω σε ἀποτρέπειν ἀπὸ τῆς μοναρχίας, καίπερ πολλὰ καὶ ἀγαθὰ ἀπολαύσας ἂν ἀπ’ αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσθαι ἔμελλε,

52

.

2

.

2

καὶ πάνυ ἂν αὐτὴν ἐσπούδασα· ἐπειδὴ δ’ οὐδὲν ὅμοιον τοῖς τε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, ἀλλ’ οἱ μὲν καὶ ἀνε‐ πιφθόνως καὶ ἀκινδύνως πάνθ’ ὅσα ἐθέλουσι καρποῦνται, τοῖς δὲ καὶ φθόνοι καὶ κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ
5οὐδὲ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τό τε κοινὸν προϊδέσθαι ἐδικαίωσα.

52

.

2

.

3

σκεψώμεθα δὲ καθ’ ἡσυχίαν πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτ’ ἂν ὁ λογισμὸς ἡμᾶς ἀγάγῃ τραπώμεθα· οὐ γάρ που καὶ ἐξ ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἑλέσθαι αὐτήν, κἂν μὴ λυσι‐

52

.

2

.

4

τελοῦσα ᾖ. εἰ δὲ μή, δόξομεν ἤτοι τῆς τε εὐπραγίας ἡττῆσθαι
καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν τε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν
5ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλ’ ἵνα ἑαυτοῖς δουλωσώ‐

52

.

2

.

5

μεθα. ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ 〈ἂν〉 ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμᾶς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονη‐ κότας; πῶς δ’ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς ἢ εἰ κατ’ ἀρχὰς εὐθὺς τήν τε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν

52

.

2

.

6

ἄντικρυς ὡρμήσαμεν; τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται· πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσας τέ τι ἐς τὴν τῆς ψυχῆς ἰσχὺν ἀναφέρεται, καὶ

52

.

2

.

7

διαμαρτών τινος τῇ τοῦ δαιμονίου φορᾷ προστίθεται. ὁ δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδ’ ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδ’
5εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας· ἔπειτα δὲ καὶ κατορ‐ θώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν

52

.

3

.

1

κακοπραγίαν εἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖς τε παρὰ
5τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ χεῖρόν ἐστι τοῦ ἐκ

52

.

3

.

2

κακοπραγίας ἀδικεῖν τινα· οἱ μὲν γὰρ ὑπ’ αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δ’ ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθ’ ἁπλότητά τινα ἐν τῇ
5ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἄν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ἢ

52

.

3

.

3

ταῖς συμφοραῖς ὀρθῶς χρήσεσθαι; ὡς οὖν μηδέτερον αὐτῶν πε‐ πονθότες, μηδ’ ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλ’ ὅ τι ποτ’ ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθ’ αἱρησόμενοι, τὴν διά‐ γνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας· οὔτε γὰρ
5αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.

52

.

4

.

1

ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας
καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμέ‐

52

.

4

.

2

νους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους, καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δ’ οὐκ

52

.

4

.

3

ἄριστον ἐν μηδενὶ πλὴν ἀπ’ ἀρετῆς προτιμᾶσθαι; ἥ τε γὰρ ἰσογο‐ νία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρ‐ τοῦσα δὲ ἄχθεται· καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκ τε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ

52

.

4

.

4

διὰ παντὸς ἄρχεσθαι, οὔθ’ ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κιν‐ δύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειτ‐ τόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸ μεμιση‐

52

.

4

.

5

μένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι· καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδ’ αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖς τε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων

52

.

4

.

6

ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, [καὶ] κοινὰ μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολι‐ τῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύ‐

52

.

4

.

7

χονται. καὶ ἄν τε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως

52

.

4

.

8

καὶ τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπ’ αὐτῶν εἶναι νομίζων.

52

.

5

.

1

αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέ‐ γοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτ’ εἰδέναι οὔτ’ ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ

52

.

5

.

2

κρατοῦν ὡς πλήθει γίγνεται), τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ τι ποτ’ ἂν ἐλπίσῃ δι’ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθ’ οἱ πλείους σφῶν τό τε καθ’ ἑαυτοὺς μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μι‐
5σοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς
ἴδια κέρδη ποιούμενοι.

52

.

5

.

3

τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτ’ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χα‐ λεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἥ τε πόλις καὶ τὰ πράγματα αὐτῆς ἔτι καὶ

52

.

5

.

4

νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσού‐ τοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρα‐ τουμένους τοὺς δ’ ὑφ’ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν
5αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.

52

.

6

.

1

καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν· ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρός τε τἆλλα καὶ πρὸς τὴν τῶν στρα‐ τιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημο‐
5κρατίαις· οὐ γὰρ οἷόν τε πολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι.

52

.

6

.

2

ἀλλ’ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντ’ αὐτῶν ἀξίας ἀντιλαμβάνοντες· ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούς τε πείθοντες καὶ ὑπὲρ ἑαυτῶν συντε‐

52

.

6

.

3

λοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δ’ ἀναλώματα οὐκέθ’ ὁμοίως ἐκλογιζόμενοι· καὶ οὔτ’ ἰδίᾳ ἡδέως ἢ καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε

52

.

6

.

4

τὰς κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτ’ ἂν ἐθελήσειέ τις (οὐδὲ γὰρ οὐδ’ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖν) οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι· αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ
5δ’ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθ’ ὅτι τὴν μὲν ζη‐

52

.

6

.

5

μίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρή‐ ματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνου‐ σιν· ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι
5καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρ’ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.

52

.

7

.

1

ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι· οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρο‐
νίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θα‐
5νάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώ‐ πων τοσούτῳ, ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας, φιλεῖ συμβαίνειν.

52

.

7

.

2

τούτοις δ’ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς· καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι

52

.

7

.

3

παρὰ τὸ δοκοῦν τῷ κρατοῦντι ποιήσωσι· κἂν ἄρα τινὲς ἁλίσκων‐ ται, διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δ’ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχές), καὶ πάντως τινὰς αὐτῶν ὀργῇ μᾶλλον ἢ

52

.

7

.

4

δικαιώσει δόξεις εὐθύνειν· τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλ’ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προ‐ πεταννύντας, ὀνόματι ἐννόμῳ δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν
5ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθ’ οὕτω γίγνεται·

52

.

7

.

5

ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τ’ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν ἐκ τῶν ὁμοίων οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπ’ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτ’
5ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ νομίζοντάς τι πεπονθέναι.

52

.

8

.

1

ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει οἱ δὲ πλούτῳ οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται· καὶ αὐ‐ τοὺς οὔτ’ αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτ’ αὖ κολούειν

52

.

8

.

2

ἐπιχειρῶν δικαίως τοῦτο ποιεῖν. τί ποτ’ οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τά τε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις· πῶς γάρ, εἰ μήτε γεννηθῆναί
5τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτ’ ἰσχυρῷ μήτ’ ἀνδρείῳ μήτε

52

.

8

.

3

συνετῷ γενέσθαι ἐξείη; ἂν δὲ ἐάσῃς ταῦθ’ ὡς ἕκαστα αὔξειν, οὐκ ἂν ῥᾳδίως αὐτὰ διάθοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος πρός τε 〈τὸ〉 τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς καὶ κατὰ καιρὸν πράττειν
ἐξήρκεις, καὶ μηδενὸς συνεργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃζες, ἕτερος

52

.

8

.

4

ἂν ἦν λόγος· νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, ἔχειν, καὶ προσήκει που πάντας αὐ‐ τοὺς καὶ ἀνδρείους καὶ φρονίμους εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τά τε στρατεύματα καὶ τὰς ἀρχὰς ἐγχειρίζῃς, κίνδυνος ἔσται

52

.

8

.

5

καὶ σοὶ καὶ τῇ πολιτείᾳ καταλυθῆναι· οὐ γὰρ ἔστιν οὔτ’ ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτ’ αὖ φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύσεως, οὐ μὴν οὐδὲ φρονηματίαν γενόμενον

52

.

8

.

6

μὴ οὐκ ἐλευθερίας ἐπιθυμῆσαι καὶ πᾶν τὸ δεσπόζον μισῆσαι. ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, τάχιστα μὲν ἂν ὀργὴν παρ’ ἐκείνων ὡς ἀπιστουμένων λάβοις, τάχιστα δ’ ἂν ἐν τοῖς μεγίστοις

52

.

8

.

7

πταίσειας. τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἢ ἀγεννὴς ἄνθρωπος ἐργάσαιτο; τίς δ’ οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δ’ ἂν πειθαρχήσειέν οἱ τῶν συμμάχων; τίς δ’ οὐκ ἂν καὶ αὐ‐ τῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι;
5καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλα οὐδὲν

52

.

8

.

8

δέομαί σοι σαφῶς εἰδότι διηγεῖσθαι, ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ, ὅτι ἂν μὲν μηδὲν δέον ὁ τοιοῦτος πράττῃ, πολὺ πλείω ἄν σε τῶν πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπ’ ἀπαιδευσίας γένοιτο.

52

.

9

.

1

οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσεστιν, ἀλλ’ ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρίζωνται, τόσῳ μᾶλλον αὐτοί τε φιλοτιμοῦνται καὶ τὴν πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέ‐ χρηται καὶ χαίρει, πλὴν ἄν τις τυραννίδος ἐπιθυμήσῃ· τοῦτον γὰρ

52

.

9

.

2

ἰσχυρῶς κολάζουσι. καὶ ὅτι ταῦθ’ οὕτως ἔχει καὶ πολλῷ κρείττους αἱ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι, δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν· τέως μὲν γὰρ οὕτως ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ

52

.

9

.

3

δὲ ἐκείνως ζῆν ἤρξαντο, ὀνομαστότατοι ἐγένοντο· δηλοῖ δὲ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραννίσι καὶ νῦν ἔτι διαγόμενοι ἀεί τε δουλεύουσι καὶ ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστατείαις ἐπετησίοις ἢ καὶ ἐπὶ πλείω τινὰ χρόνον χρώμενοι καὶ

52

.

9

.

4

ἐλεύθεροι καὶ αὐτόνομοι διατελοῦσιν ὄντες. ἀλλὰ τί δεῖ ἡμᾶς ἀλ‐ λοτρίοις παραδείγμασιν οἰκεῖα ἔχοντας χρῆσθαι; ἡμεῖς γὰρ αὐτοὶ οἱ Ῥωμαῖοι ἄλλως τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ δεινὰ ἐπάσχομεν, τῆς τε ἐλευθερίας ἐπεθυμήσαμεν καὶ λαβόντες

52

.

9

.

5

αὐτὴν πρὸς τοσοῦτον ὄγκον προήλθομεν, οὐκ ἄλλοις τισὶν ἢ τοῖς ἐκ τῆς δημοκρατίας ἀγαθοῖς ἰσχύσαντες, ἐξ ὧν ἥ τε γερουσία προεβούλευε καὶ ὁ δῆμος ἐπεκύρου τό τε στρατευόμενον προεθυ‐ μεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο. ὧν οὐδὲν ἂν ἐν τυραννίδι
5πραχθείη. ἀμέλει τοσοῦτον αὐτῆς διὰ ταῦτα μῖσος οἱ πάλαι Ῥω‐ μαῖοι ἔσχον ὥστε καὶ ἐπάρατον τὸ πολίτευμα ποιήσασθαι.

52

.

10

.

1

χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ αὐτῷ συμφε‐ ρόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας τοσαῦτα καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ διοικῶν, πῶς δ’ ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας; τίνος δ’ ἂν τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας, πῶς δ’ ἂν στερό‐
5μενος αὐτῶν εὐδαιμονήσειας; τίνι δ’ ἂν ἀκριβῶς ἡσθείης, πότε δ’

52

.

10

.

2

οὐκ ἂν ἰσχυρῶς λυπηθείης; πᾶσα γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φροντίζειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδί‐ στων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ πάσχειν. ὅθεν, οἶμαι, καὶ
5Ἕλληνες καὶ βάρβαροί τινες οὐδὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο.

52

.

10

.

3

ταῦτ’ οὖν προϊδόμενος προβούλευσαι πρὶν ἐν αὐτοῖς γενέσθαι· αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύνατόν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδῦναι. μηδέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεθος τῆς ἐξου‐ σίας μήθ’ ἡ περιουσία τῶν κτημάτων, μὴ τὸ στῖφος τῶν σωματο‐

52

.

10

.

4

φυλάκων, μὴ 〈ὁ〉 ὄχλος τῶν θεραπευόντων. οἵ τε γὰρ πολὺ δυνά‐ μενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τά τε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπι‐
5τρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. ὥσθ’ ἕνεκα μὲν τούτων οὐδ’

52

.

11

.

1

ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι ἐπιθυμήσειεν· εἰ δ’ ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλα τε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύ‐ νανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα

52

.

11

.

2

εἶναι νομίζει, τοῦ παντὸς ἁμαρτάνει. τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι ποιεῖν οὔθ’ ὡς αἰσχρὰ οὔθ’ ὡς σφαλερὰ καὶ μεμισημένα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέομαί σοι λέγειν· οὔτε γὰρ ἄλλως τοιοῦτος εἶ, οὔτ’ ἂν διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προῄρη‐
5μαί τε ἐγὼ νῦν οὐ πάνθ’ ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειρι‐ ζόμενος ἐξεργάσαιτο εἰπεῖν, ἀλλ’ ὅσα καὶ οἱ πάνυ ἄριστα αὐτῷ

52

.

11

.

3

χρώμενοι καὶ ποιεῖν καὶ πάσχειν ἀναγκάζονται. τὸ δ’ ἕτερον, τό τινα ἀφθόνως εὐεργετεῖν ἔχειν, ἀξιοσπούδαστον μέν, ἀλλ’ ἐν μὲν ἰδιώτῃ γιγνόμενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφαλές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ ἀντάξιον τῶν
5ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ δι’ ἐκεῖνα καὶ τοῦτο ἑλέσθαι, ἄλλως τε καὶ μέλλοντα τὴν μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροις δώσειν

52

.

12

.

1

τὴν δὲ ἐξ ἐκείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δ’ οὐδ’ ἁπλοῦν, ὥς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς ἐπαρκέσειέ τις. οἱ μὲν γὰρ ἀξιοῦντές τι παρ’ αὐτοῦ λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνθρωποι, κἂν μηδεμία εὐθὺς εὐεργεσία αὐτοῖς ὀφείληται·

52

.

12

.

2

πᾶς γάρ τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, κἀγαθόν τι ἐπαυρέσθαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται· ἃ δὲ ἐνδέχεται αὐτοῖς δί‐ δοσθαι (τιμάς τε καὶ ἀρχὰς λέγω, καὶ ἔστιν ὅτε καὶ χρήματα) πάνυ ἂν εὐαρίθμητα ὡς πρὸς τοσοῦτο πλῆθος εὑρεθείη. τούτου
5τε οὕτως ἔχοντος ἔχθος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων ὧν

52

.

12

.

3

χρῄζουσι μᾶλλον ἢ φιλία παρὰ τῶν τυγχανόντων ὑπάρξειεν. οἱ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμβάνοντες, οὔτ’ ἄλλως μεγάλην οἴονται δεῖν τῷ διδόντι αὐτὸ χάριν ἔχειν ἅτε μηδὲν παρὰ δόξαν εὑρισκόμενοι, καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν, ἵνα μὴ καὶ

52

.

12

.

4

ἀναξίους ἐν τούτῳ σφᾶς τοῦ καλῶς πάσχειν ἀποφήνωσιν· οἱ δὲ ὧν ἐλπίζουσιν ἀτυχοῦντες λυποῦνται κατ’ ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερισκόμενοι (πάντες γὰρ ἔχειν ἤδη νομίζουσιν ὧν ἂν ἐπιθυμήσωσι), τοῦτο δὲ ὡς καὶ αὐτοὶ ἑαυτῶν ἀδικίαν τινὰ
5καταγιγνώσκοντες, ἂν ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖν ὧν ἂν προσδοκήσωσι

52

.

12

.

5

φέρωσι. καὶ γὰρ ὁ ὀρθῶς διδοὺς τὰ τοιαῦτα τό τε κατ’ ἀξίαν ἑκάστου δῆλον ὅτι πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν φρόνημα τοῖς δ’ ἀγανάκτησιν ὑπ’ αὐτοῦ τοῦ συνειδότος σφῶν προσγίγνεσθαι.
5ὡς ἄν γέ τις τοῦτ’ εὐλαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ,

52

.

12

.

6

τὸ σύμπαν ἁμαρτήσεται· οἵ τε γὰρ πονηροὶ παρὰ τὸ προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖσθαι ὡς ἀγαθοὶ ἢ πάντως γε θεραπεύεσθαι ὡς φοβεροὶ δοκοῦντες, γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλ’ ἐξ ἴσου σφίσιν ἀγόμενοι,
5μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας λυποῖντο ἢ 〈τῷ〉 καὶ

52

.

12

.

7

αὐτοί τινος ἀξιοῦσθαι χαίροιεν, κἀκ τούτου τήν τε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῷεν ἂν καὶ τὴν ζήλωσιν τῶν χειρόνων μετέρχοιντο, καὶ οὕτω κἂν ἐξ αὐτῶν τῶν τιμῶν οὔθ’ οἱ διδόντες αὐτὰς ἀγαθόν τι καρποῖντο καὶ οἱ λαμβάνοντες κακίους γίγνοιντο. ὥστε σοι τοῦτο,
5ὃ μάλιστα ἄν τισιν ἐν ταῖς μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότα‐ τον συμβῆναι.

52

.

13

.

1

ταῦτά τε οὖν καὶ τἆλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐνθυμηθεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰς ἀρχὰς καὶ τὰ χρήματα. ἂν μὲν γὰρ ἤδη τε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, ἐνδοξότατός τε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφα‐
5λέστατος· ἂν δ’ ἀναμείνῃς βίαν τινά σοι προσαχθῆναι, τάχ’ ἄν

52

.

13

.

2

τι δεινὸν μετὰ κακοδοξίας πάθοις. τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτ’ ἠθέλησαν δυναστεῦσαι οὔτ’ ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν· Κίννας δὲ δὴ καὶ Στράβων, ὅ τε Μάριος ὁ
5ἕτερος καὶ ὁ Σερτώριος, ὅ τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς

52

.

13

.

3

δυναστείας ἐπιθυμήσαντες κακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην καὶ τοσού‐ των ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποις ἐς τὰ

52

.

13

.

4

ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν.

52

.

13

.

5

οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει κατακλεῖσαι, καθάπερ που καὶ ὁ Σύλλας ἐποίησε· καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά

52

.

13

.

6

γε πλείω καὶ μείζω διαμένει. καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνά‐ σχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθ’ ὅσα ἐνδέχεταί τισι συνε‐ νεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ
5τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον ἢ τὰς τυ‐

52

.

13

.

7

ραννίδας τὰς ἐκ τῆς μοναρχίας ἐκφυομένας. περὶ ὧν τῆς δεινότητος
οὐδὲ ἐπεχείρησά τι εἰπεῖν· οὐ γὰρ δὴ καὶ καταδραμεῖν ἄλλως εὐκατ‐ ηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθ’ ὅτι τοιοῦ‐ τόν ἐστι τῇ φύσει ὥστε μηδὲ τοὺς χρηστοὺς ἄνδρας ...”

52

.

14

.

1

”... οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύναν‐ ται, κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦ‐ σιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρ‐

52

.

14

.

2

ρύθμισον αὐτὴν καὶ κατακόσμησον πρὸς τὸ σωφρονέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνθ’ ἁπλῶς ὅσα βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς· καὶ διὰ τοῦτο ὁ μὲν
5τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δ’ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ

52

.

14

.

3

βουλομένους σώζει. διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν ὀνομάτων ἀποβλέψαντα ἀπατηθῆναι, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτῶν προσκοπήσαντα τήν τε θρασύτητα τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τοῖς ἀρίστοις
5προσθεῖναι, ἵνα βουλεύωσι μὲν οἱ φρονιμώτατοι, ἄρχωσι δὲ οἱ στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισθοφορῶσιν οἵ τε ἰσχυ‐

52

.

14

.

4

ρότατοι καὶ οἱ πενέστατοι. οὕτω γὰρ τά τε ἐπιβάλλοντά σφισιν ἕκαστοι προθύμως ποιοῦντες, καὶ τὰς ὠφελίας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσί τινων, ἐπαισθήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληθῆ τήν τε ἐλευθερίαν

52

.

14

.

5

τὴν ἀσφαλῆ κτήσονται· ἐκείνη μὲν γὰρ ἡ τοῦ ὄχλου ἐλευθερία τοῦ τε βελτίστου δουλεία πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεθρον φέρει, αὕτη δὲ τό τε σῶφρον πανταχοῦ προτιμῶσα καὶ τὸ ἴσον
ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας ὁμοίως εὐδαίμονας τοὺς

52

.

15

.

1

χρωμένους αὐτῇ ποιεῖ. μὴ γάρ τοι οἰηθῇς ὅτι τυραννῆσαί σοι, τόν τε δῆμον καὶ τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ οὔτ’ ἂν ἐγώ ποτε εἰπεῖν οὔτ’ ἂν σὺ πρᾶξαι τολμήσειας· ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ καὶ τῇ πόλει γένοιτο ἄν, τό
5τε πάντα τὰ προσήκοντα αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νο‐ μοθετεῖν, μηδενὸς τῶν πολλῶν μήτ’ ἀντιλέγοντος αὐτοῖς μήτ’ ἐναν‐

52

.

15

.

2

τιουμένου, καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέτερα βουλήματα διοικεῖσθαι, πάντων αὐτίκα τῶν ἄλλων τὸ κελευόμενον ποιούντων, τό τε τὰς τῶν ἀρχόντων αἱρέσεις ἐφ’ ὑμῖν εἶναι, καὶ τὸ τὰς τιμὰς τάς τε τιμωρίας ὑμᾶς ὁρίζειν, ἵνα καὶ νόμος εὐθὺς ᾖ πᾶν ὅ τι ἂν

52

.

15

.

3

βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμων ἀρέσῃ, καὶ οἱ πολέμιοι κρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, οἵ τε τι ἐγχειριζόμενοι ἀπ’ ἀρετῆς ἀλλὰ μὴ κλήρῳ καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαθοὶ ἄνευ φθόνου τιμῶνται, οἱ δὲ κακοὶ ἄνευ συστάσεως κολάζωνται.

52

.

15

.

4

οὕτω γὰρ ἂν μάλιστα τά τε πραττόμενα ὀρθῶς διοικηθείη, μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε [ἐν] τοῖς παρακελευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυ‐ νευόμενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν ἡδέως ἀπολαύσαιμεν,
5μήτε πολέμους ἐπικινδύνους μήτε στάσεις ἀνοσίους ποιούμενοι.

52

.

15

.

5

ταῦτα γὰρ πᾶσα μὲν δημοκρατία ἔχει· οἱ γὰρ δυνατώτεροι, τῶν τε πρωτείων ὀρεγόμενοι καὶ τοὺς ἀσθενεστέρους μισθούμενοι, πάντα ἄνω καὶ κάτω φύρουσι· πλεῖστα δὲ δὴ παρ’ ἡμῖν γέγονε,

52

.

15

.

6

καὶ οὐκ ἔστιν ὅπως ἄλλως παύσεται. τεκμήριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ στασιάζομεν. αἴτιον δὲ τό τε πλῆθος τῶν ἀνθρώπων καὶ τὸ μέγεθος τῶν πραγμάτων· ἐκεῖνοί τε γὰρ παντοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικίλας καὶ
5τὰς ὀργὰς καὶ τὰς ἐπιθυμίας ἔχουσι, καὶ ταῦτα ἐς τοσοῦτον προῆκ‐

52

.

16

.

1

ται ὥστε καὶ πάνυ δυσχερῶς ἂν διοικηθῆναι. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶς τε ἐπολιτευόμεθα

52

.

16

.

2

καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν κατεστρεψάμεθα· ἀφ’ οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων
ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ
5μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νό‐

52

.

16

.

3

σημα τοῦτο προηγάγομεν. καὶ διὰ ταῦθ’ ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τε καὶ ᾄττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτ’ οὖν χει‐

52

.

16

.

4

μαζομένην ἔτ’ αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται· ἀλλ’ ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προ‐
5δῷς τὴν πατρίδα, ἵν’ ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετ’ ἀσφαλείας διαγάγῃ.

52

.

17

.

1

ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι· τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐδὲ γὰρ οὐδ’ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλ’

52

.

17

.

2

ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ προσέτι καὶ κινδυνεῦσαι. τίς γάρ σου φείσεται, ἄν τε ἐς τὸν δῆμον τὰ πράγματ’ ἀνώσῃς, ἄν τε καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς, παμπόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάντων δ’ ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, ὧν οὐδεὶς
5οὔτε μὴ ἀμύνασθαί σε ἐφ’ οἷς πεποίηκας οὔτ’ ἀντίπαλον ὑπολι‐

52

.

17

.

3

πέσθαι ἐθελήσει. τεκμήριον δὲ ὅτι καὶ ὁ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατεφρονήθη καὶ ἐπεβουλεύθη, κἀκ τούτου μηκέτ’ αὐτὴν ἀναλαβεῖν δυνηθεὶς ἐφθάρη, καὶ ὁ Καῖσαρ ὁ πατὴρ ὁ σὸς τὸ αὐτὸ τοῦτο ποιήσας προσαπώλετο. πάντως δ’ ἂν καὶ ὁ Μάριος
5καὶ ὁ Σύλλας ὅμοια αὐτοῖς ἐπεπόνθεσαν, εἰ μὴ προετεθνήκεσαν.

52

.

17

.

4

καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηθέντα φθῆναι καὶ ἑαυτὸν ἀναχρήσασθαι· συχνὰ γοῦν τῶν νομοθετηθέντων ὑπ’ αὐτοῦ ζῶντος ἔτ’ αὐτοῦ λύεσθαι ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Λεπίδους πολλοὺς δὲ Σερτωρίους Βρούτους Κασσίους γενήσεσθαί
5σοι προσδόκα.

52

.

18

.

1

ταῦτά τε οὖν ἰδὼν καὶ τἆλλα πάντα λογισάμενος, μὴ προῇ καὶ σεαυτὸν καὶ τὴν πατρίδα, ἵνα μὴ δόξῃς τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσθαι. πρῶτον μὲν γάρ, ἂν καὶ τοῦτό τις ὑποπτεύσῃ, οὔτ’ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου τὸ ἐπιθύμημά ἐστι, καὶ καλὸς ὁ
5κίνδυνος αὐτοῦ· ἔπειτα δὲ τίς οὐκ οἶδε τὴν ἀνάγκην ὑφ’ ἧς ἐς τὰ

52

.

18

.

2

πράγματα ταῦτα προήχθης; ὥστε εἴπερ τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφαγεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν· εἰ γὰρ ἐκεῖνοι μήτ’ ἀδίκως μήτ’ οἰκτρῶς οὕτως αὐτὸν ἀπεκτόνεσαν, οὔτ’ ἂν τὰ ὅπλα ἀντήρω, οὔτ’ ἂν τὰ στρατεύματα συνελέξω, οὔτ’
5〈ἂν〉 Ἀντωνίῳ καὶ Λεπίδῳ συνέθου, οὔτ’ ἂν αὐτοὺς ἐκείνους ἠμύνω.

52

.

18

.

3

καὶ ὅτι μὲν ὀρθῶς καὶ δικαίως πάντα ταῦτ’ ἐποίησας, οὐδεὶς ἀγνοεῖ· εἰ δ’ οὖν τι καὶ πεπλημμέληται, ἀλλ’ οὔτι καὶ μεταθέσθαι ἔτ’ ἀσφαλῶς δυνάμεθα. ὥστε καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πό‐

52

.

18

.

4

λεως πεισθῶμεν τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοι διδούσῃ. καὶ χάριν γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν τῶν ἐμφυλίων ἀπέλυσεν ἡμᾶς, ἀλλὰ καὶ τὴν κατάστασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵν’ ἐπιμεληθεὶς αὐτῆς ὥσπερ προσήκει, δείξῃς ἅπασιν
5ἀνθρώποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούργησαν, σὺ δὲ δὴ χρηστὸς εἶ.

52

.

18

.

5

καὶ μή μοι τὸ μέγεθος τῆς ἀρχῆς φοβηθῇς. ὅσῳ τε γὰρ πλείων ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώζοντα ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ κτήσασθαι ῥᾷόν ἐστι· πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασθαι καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρ‐

52

.

18

.

6

χοντα σῶσαι βραχεῖα φροντὶς ἀρκεῖ. μὴ μέντοι μηδὲ δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ πάντων τῶν ἐν ἀνθρώ‐ ποις ἀγαθῶν ἀπολαύσεις, ἄν γε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί με μὴ νομίσῃς ἀπαρτᾶν ἀπὸ τῆς παρούσης ὑπο‐

52

.

18

.

7

θέσεως τὸν λόγον, ἂν ἐπὶ πλεῖόν σοι περὶ αὐτῆς διαλεχθῶ· οὐ γάρ που καὶ ὑπ’ ἀδολεσχίας τινὸς ἄλλως τοῦτο ποιήσω, ἀλλ’ ἵνα ἀκρι‐ βῶς καταμάθῃς ὅτι καὶ δυνατὸν καὶ ῥᾴδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ ἀκινδύνως ἄρξαι ἐστί.

52

.

19

.

1

φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐθὺς τὸ βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι καὶ διαλέξαι, ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβουλεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας

52

.

19

.

2

κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι. μὴ μέντοι καὶ διὰ πενίαν
τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούς τε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον
5ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων

52

.

19

.

3

ἐπιλεξάμενος· οὕτω γὰρ σύ τε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρ’ αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς

52

.

19

.

4

ἀρχῆς γεγονότες. τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγ‐ γράψας ὅσοι ποτ’ ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐ‐
5τῶν ἀκριβολογούμενος· ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συν‐

52

.

19

.

5

ῶσί σοι, τοσούτῳ ῥᾷον αὐτός τε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθ’ ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴν σπου‐

52

.

19

.

6

δάζωσι. καὶ τοσοῦτόν γε δέω τοῦθ’ ὡς οὐκ ὀρθῶς εἰρημένον ἀνα‐ θέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν
5ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι. ἀλλὰ περὶ μὲν τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα ἃ χρὴ

52

.

20

.

1

πρᾶξαι, ἵνα μὴ καὶ πάντα ἀθρόα αὐτοῖς χαρισώμεθα· καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα ἥ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν ψυχῶν ἐπι‐ τηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις· πῶς
5γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύ‐ της τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν

52

.

20

.

2

ἐγχειρίζεσθαι; ταμιεύσαντές τε καὶ ἀγορανομήσαντες ἢ δημαρχή‐ σαντες στρατηγείτωσαν, τριακοντοῦται γενόμενοι. ταύτας τε γὰρ τὰς ἀρχὰς καὶ τὰς τῶν ὑπάτων μόνας οἴκοι, τῆς τε τῶν πατρίων μνήμης ἕνεκα καὶ τοῦ μὴ παντελῶς τὴν πολιτείαν μεταλλάττειν

52

.

20

.

3

δοκεῖν, ἀποδεικνύναι σέ φημι χρῆναι. αὐτὸς μέντοι σὺ πάντας αὐτοὺς αἱροῦ, καὶ μήτε ἐπὶ τῷ πλήθει ἢ καὶ τῷ δήμῳ ἔτι τινὰ αὐτῶν ποιήσῃ, στασιάσουσι γάρ, μήτε ἐπὶ τῷ συνεδρίῳ, διασπου‐
δάσονται γάρ. μὴ μέντοι καὶ τὰς δυνάμεις σφῶν τὰς ἀρχαίας
5τηρήσῃς, ἵνα μὴ τὰ αὐτὰ αὖθις γένηται, ἀλλὰ τὴν μὲν τιμὴν φύ‐ λαξον, τῆς δ’ ἰσχύος παράλυσον τοσοῦτον ὅσον μήτε τοῦ ἀξιώματός τι αὐτῶν ἀφαιρήσει καὶ τοῖς νεωτερίσαι τι ἐθελήσουσι μὴ ἐπιτρέψει.

52

.

20

.

4

ἔσται δὲ τοῦτο, ἂν τά τε ἄλλα καὶ ἐνδήμους αὐτοὺς ἀποφήνῃς, καὶ μήτε ἐν τῷ τῆς ἀρχῆς καιρῷ ὅπλα τινὶ αὐτῶν ἐγχειρίσῃς μήτε εὐθύς, ἀλλὰ χρόνου διελθόντος, ὅσον ἂν αὐτάρκη ἑκάστῳ σφῶν νομίσῃς εἶναι. οὕτω γὰρ οὔτε τινὲς νεοχμώσουσι, στρατοπέδων
5κύριοι ἐν τῷ τῶν ὀνομάτων φρονήματι γενόμενοι, καὶ χρόνον τινὰ

52

.

20

.

5

ἰδιωτεύσαντες πεπανθήσονται. καὶ οὗτοι μὲν τάς τε πανηγύρεις, οἵ γε καὶ προσήκοντές σφισιν, ἐπιτελείτωσαν, καὶ τὰς δίκας πάντες ὡς ἕκαστοι, πλὴν τῶν φονικῶν, ἐν τῷ τῆς ἐνδήμου ἀρχῆς χρόνῳ δικαζέτωσαν· συναγέσθω μὲν γὰρ δικαστήρια καὶ ἐκ τῶν ἄλλων

52

.

21

.

1

βουλευτῶν τῶν τε ἱππέων, τὸ δ’ ὅλον ἐς ἐκείνους ἀνακείσθω. πο‐ λίαρχος δὲ δή τις ἔκ τε τῶν προηκόντων καὶ ἐκ τῶν πάντα τὰ καθήκοντα προπεπολιτευμένων ἀποδεικνύσθω, οὐχ ἵνα ἀποδημη‐

52

.

21

.

2

σάντων που τῶν ὑπάτων ἄρχῃ, ἀλλ’ ἵνα τά τε ἄλλα ἀεὶ τῆς πόλεως προστατῇ, καὶ τὰς δίκας τάς τε παρὰ πάντων ὧν εἶπον ἀρχόντων ἐφεσίμους τε καὶ ἀναπομπίμους καὶ τὰς τοῦ θανάτου τοῖς τε ἐν τῇ πόλει, πλὴν ὧν ἂν εἴπω, καὶ τοῖς ἔξω αὐτῆς μέχρι πεντήκοντα

52

.

21

.

3

καὶ ἑπτακοσίων σταδίων οἰκοῦσι κρίνῃ. ἕτερός τέ τις ἐκ τῶν ὁμοίων καὶ αὐτὸς αἱρείσθω ὥστε τά τε γένη καὶ τὰς οὐσίας τούς τε τρό‐ πους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἀνδρῶν τε ὁμοίως καὶ παίδων γυναικῶν τε τῶν προσηκουσῶν αὐτοῖς, ἐξετάζειν τε καὶ

52

.

21

.

4

ἐπισκοπεῖν, καὶ τὰ μὲν αὐτὸν ἐπανορθοῦν ὅσα μήτε τινὸς τιμωρίας ἄξιά ἐστι καὶ παρορώμενα πολλῶν καὶ μεγάλων κακῶν αἴτια γί‐ γνεται, τὰ δὲ δὴ μείζω σοὶ ἐπικοινοῦσθαι. βουλευτῇ γάρ τινι, καὶ τῷ γε ἀρίστῳ μετὰ τὸν πολίαρχον, μᾶλλον ἤ τινι τῶν ἱππέων προσ‐

52

.

21

.

5

τετάχθαι τοῦτο δεῖ. καὶ τό γε ὄνομα ἀπὸ τῆς σῆς τιμαρχίας (πάντως γάρ σε προεστάναι τῶν τιμήσεων προσήκει) εἰκότως ἂν λάβοι, ὥστε ὑποτιμητὴς καλεῖσθαι. ἀρχέτωσαν δὲ δὴ οἱ δύο οὗτοι διὰ βίου, ἄν γε μὴ κακυνθῇ τις αὐτῶν τρόπον τινὰ ἢ καὶ νοσώ‐

52

.

21

.

6

δης ἢ καὶ ὑπεργήρως γένηται. ἐκ μὲν γὰρ τῆς χρονίου ἀρχῆς
οὐδὲν ἂν δεινόν, ἅτε ὁ μὲν παντελῶς ἄοπλος ὤν, ὁ δ’ ὀλίγους τε στρατιώτας ἔχων καὶ ἐν τοῖς σοῖς ὀφθαλμοῖς τὸ πλεῖστον ἄρχων,

52

.

21

.

7

ἐργάσαιντο· ἐκ δὲ δὴ τοῦ ἑτέρου καὶ ὀκνήσειαν ἂν προσκροῦσαί τινι καὶ φοβηθεῖεν ἐρρωμένως τι πρᾶξαι, τήν τε ἑαυτῶν ἰδιωτείαν καὶ τὴν ἄλλων τινῶν δυναστείαν προορώμενοι. καὶ μισθόν γέ τινα φερέτωσαν καὶ τῆς ἀσχολίας ἕνεκα καὶ τῆς ἀξιώσεως.

52

.

21

.

8

περὶ μὲν δὴ τούτων ταύτην σοι τὴν γνώμην δίδωμι, οἱ δὲ δὴ στρατηγήσαντες ἀρχέτωσάν τινα ἀρχὴν ἐν τοῖς ὑπηκόοις, (πρὶν γὰρ στρατηγῆσαί σφας οὐχ ἡγοῦμαι δεῖν τοῦτο γίγνεσθαι· ἐκεῖνοι δ’ ὑποστρατηγείτωσαν οἷς ἂν εἴπω, καὶ ἅπαξ καὶ δεύτερον) εἶθ’ οὕ‐
5τως ὑπατευέτωσαν, ἄν γε καὶ ὀρθῶς διάρξωσι, καὶ μετὰ ταῦτα

52

.

22

.

1

τὰς μείζους ἡγεμονίας λαμβανέτωσαν. ὧδε γὰρ συμβουλεύω σοι διατάξαι. τήν τε Ἰταλίαν πᾶσαν τὴν ὑπὲρ πεντήκοντα καὶ ἑπτα‐ κοσίους ἀπὸ τῆς πόλεως σταδίους οὖσαν, καὶ τἆλλα πάντα τά τε ἐν ταῖς νήσοις καὶ τὰ ἐν ταῖς ἠπείροις ὁμολογοῦντα ἡμῖν, κατάνει‐
5μον ἑκασταχόθι κατά τε γένη καὶ ἔθνη, τάς 〈τε〉 πόλεις ἁπάσας, ὅσας γε καὶ αὔταρκές ἐστιν ὑφ’ ἑνὸς ἀνδρὸς αὐτοτελοῦς ἄρχεσθαι·

52

.

22

.

2

κἀνταῦθα στρατιώτας ἐγκατάστησον, καὶ ἄρχοντας καθ’ ἑκάστους ἕνα μὲν ἐκ τῶν ὑπατευκότων ἐπὶ πᾶσι πέμπε, δύο δὲ ἐκ τῶν ἐστρα‐ τηγηκότων, τὸν μὲν ἄρτι ἐκ τῆς πόλεως ἐξιόντα, καὶ αὐτῷ τά τε ἰδιωτικὰ πράγματα καὶ ἡ τῶν ἐπιτηδείων παρασκευὴ προσκείσθω,
5τὸν δὲ ἐκ τῶν τοῦτο πεποιηκότων, ὃς τά τε κοινὰ τῶν πόλεων διοικήσει καὶ τῶν στρατιωτῶν ἄρξει, πλὴν ὅσα ἀτιμίας ἢ θανάτου

52

.

22

.

3

ἔχεται. ταῦτα γὰρ ἐς μόνον τὸν ὑπατευκότα ἄρχοντα ἀνηκέτω, πλὴν περί τε τῶν ἑκατοντάρχων τῶν ἐν τοῖς καταλόγοις ὄντων καὶ περὶ τῶν ἰδιωτῶν τῶν παρ’ ἑκάστοις πρώτων· τούτους γὰρ δὴ ἑκατέρους μηδενὶ ἄλλῳ κολάζειν ἐπιτρέψῃς, ἵνα μὴ οὕτω τινὰ αὐ‐

52

.

22

.

4

τῶν φοβῶνται ὥστε ποτὲ καὶ κατὰ σοῦ τι πρᾶξαι. ὃ δ’ εἶπον, ὅτι τὸν ἕτερον τῶν ἐστρατηγηκότων ἐπὶ τοῖς στρατιώταις ἐπιτετά‐ χθαι δεῖ, τοιοῦτόν ἐστιν. ἂν μὲν ὀλίγοι τινὲς ἐν ξενικοῖς τείχεσιν ἢ καὶ ἐν ἑνὶ πολιτικῷ στρατεύωνται, καλῶς ἔχει τοῦτο γίγνεσθαι·
5ἂν δὲ δύο πολιτικὰ στρατεύματα ἐν ταὐτῷ ἔθνει χειμάζῃ (πλείω γὰρ τούτων οὐκ ἂν συμβουλεύσαιμί σοι τῷ αὐτῷ ἄρχοντι ἐπιτρέ‐

52

.

22

.

5

ψαι), δεήσει που τοὺς δύο τοὺς ἐστρατηγηκότας καὶ ἐκείνων, ἰδίᾳ
ἑκατέρου, καὶ τῶν ἄλλων τῶν τε πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ὁμοίως προΐστασθαι. ὁ δ’ οὖν ὑπατευκὼς ταῦτά τε ... καὶ προσ‐ έτι καὶ τὰς δίκας τάς τε ἐκκλήτους καὶ τὰς ἀναπομπίμους τὰς

52

.

22

.

6

ἀπὸ τῶν στρατηγῶν αὐτῷ φοιτώσας κρινέτω. καὶ μὴ θαυμάσῃς εἰ καὶ τὴν Ἰταλίαν τοιαῦτα μέρη νεῖμαί σοι παραινῶ· πολλή τε γὰρ καὶ πολυάνθρωπος οὖσα ἀδύνατός ἐστιν ὑπὸ τῶν ἐν τῷ ἄστει ἀρχόντων καλῶς διοικεῖσθαι. δεῖ γὰρ τοῖς τε δήμοις τὸν ἄρχοντα
5ἀεὶ παρεῖναι καὶ τοῖς ἄρχουσι τὰ δυνατὰ προστάσσεσθαι.

52

.

23

.

1

λαμβανέτωσαν δὲ μισθὸν πάντες οὗτοι οἱ τὰς ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἱ μείζους, ἐλάττω δὲ οἱ κατα‐ δεέστεροι, μέσον δὲ οἱ μέσοι· οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷόν τέ ἐστιν αὐτοὺς ἐν τῇ ἀλλοτρίᾳ ἀποζῆν, οὔτ’ ἀορίστῳ καὶ ἀσταθμήτῳ

52

.

23

.

2

ἀναλώματι ὥσπερ νῦν χρῆσθαι. καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀπο‐ πέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι
5καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίαν

52

.

23

.

3

ἐξάγουσι. διόπερ οὐδὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔθνει ἄν τε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχωσι· καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσί τέ τινα χρόνον καὶ
5οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι. τοὺς μὲν δὴ οὖν βουλευτὰς ταῦτά τε καὶ οὕτω διέπειν φημὶ

52

.

24

.

1

χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν· τό τε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸ

52

.

24

.

2

πλείοσι ταραχῶδές ἐστι. δύο τε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵν’ ἂν καὶ ὁ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης· καὶ καθιστάσθωσαν ἐκ τῶν πολλά‐

52

.

24

.

3

κις τε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλα διῳκηκότων. ἀρχέτωσαν δὲ δὴ τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ

52

.

24

.

4

ἄρχουσι προστεταγμένων. τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιού‐ τωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται· τῶν δ’ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους
5ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων τῶν τε ἐν τῇ θεραπείᾳ

52

.

24

.

5

σου ὄντων καὶ τῶν ἄλλων τῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, ἵνα μὴ καὶ πλείω πράγ‐ ματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ

52

.

24

.

6

ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται. καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ ὁ πολίαρχος ὅ θ’ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν· νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετ’
5ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ

52

.

25

.

1

τοῦ βουλευτικοῦ προχειριζόμενοι. τάς τε διοικήσεις τῶν χρημάτων, τῶν τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ καὶ τὰς ἔξω πάσας οἱ ἱππῆς διαχειριζέτωσαν,

52

.

25

.

2

καὶ μισθὸν οὗτοί τε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ [τὸν] ἐλάττονα, πρός τε τὸ

52

.

25

.

3

ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆς πράξεως φερέτωσαν, τοῦτο μὲν ὅτι οὐχ οἷόν τέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν οἰκείων, οὐδὲ ἐν τῇ Ῥώμῃ τι πράττοντας, ἀναλίσ‐ κειν, ἐκεῖνο δὲ ὅτι μήτε δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς
5αὐτοὺς τῶν τε δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσθαι.

52

.

25

.

4

πρὸς δ’ ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ τῇ ἀρχῇ προσ‐ ήκοντα διάγεσθαι, ὅπως καὶ ὠφελῶνται ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται· οὕτω γὰρ οἵ τε ἀρχόμενοι μᾶλλον εὐνο‐ ήσουσί σοι, πολυειδῆ ἀπόλαυσιν τῶν κοινῶν ἀγαθῶν καρπούμενοι,
5καὶ σὺ ἀφθονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς πάντα τὰ ἀναγκαῖα

52

.

25

.

5

χρήσῃ. ἀπόχρη δὲ ἐν μὲν τῇ πόλει καθ’ ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καθ’ ἕκαστον ἔθνος, εἷς τις ἐκ τῶν ἱππέων, ὑπο‐ μείονας ὅσους ἂν ἡ χρεία ἀπαιτῇ ἔκ τε τῶν ἱππέων καὶ ἐκ τῶν ἐξελευθέρων σου ἔχων· δεῖ γὰρ καὶ τοιούτους τινὰς συζευγνύναι
5σφίσιν, ἵνα ἥ τε θεραπεία σου ἆθλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρ’ ὧν καὶ ἀκόντων τὴν ἀλήθειαν, ἄν γέ τι πλημμεληθῇ,

52

.

25

.

6

μαθεῖν δυνήσῃ. ὅστις δ’ ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελθὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται, μηδὲν αὐτὸν ἡ ἡλικία ἐμπο‐ διζέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ συνέδριον καταλεχθῆναι, ἀλλ’ ἐσγραφέσθωσαν καὶ ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς
5πολιτικοῖς στρατοπέδοις ὦσι, πλὴν τῶν ἐν τῷ τεταγμένῳ ἐστρα‐

52

.

25

.

7

τευμένων. τούτων μὲν γὰρ τῶν καὶ φορμοφορησάντων καὶ λαρκο‐ φορησάντων καὶ αἰσχρὸν καὶ ἐπονείδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάζεσθαι· ἐκ δὲ δὴ τῶν ἀπ’ ἀρχῆς ἑκατονταρχησάντων οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμβάνειν.

52

.

26

.

1

περὶ μὲν οὖν τῶν βουλευτῶν τῶν τε ἱππέων ταῦτά σοι συμ‐ βουλεύειν ἔχω, καὶ νὴ Δία καὶ ἐκεῖνα, ἵνα ἕως τε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμφοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν, ἐπί τε τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους ἑκα‐

52

.

26

.

2

τέρων δημοσιεύοντας ἐμμίσθους ἔχοντες. οὕτω γὰρ εὐθὺς ἐκ παί‐ δων πάνθ’ ὅσα χρὴ ἄνδρας αὐτοὺς γενομένους ἐπιτελεῖν καὶ μαθόν‐ τες καὶ μελετήσαντες ἐπιτηδειότεροί σοι πρὸς πᾶν ἔργον γενήσονται. τὸν γὰρ ἄρχοντα τὸν ἄριστον, οὗ τέ τι ὄφελός ἐστι, δεῖ μὴ μόνον
5αὐτὸν πάνθ’ ἃ προσήκει ποιεῖν, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως ὡς

52

.

26

.

3

ὅτι βέλτιστοι γίγνωνται, προνοεῖν. τοῦτο δ’ ὑπάρξειεν ἄν σοι οὐκ ἂν ἐάσας αὐτοὺς ὅσα βούλονται πράττειν, ἔπειτ’ ἐπιτιμᾷς τοῖς ἁμαρτάνουσιν, ἀλλ’ ἂν πρίν τι πλημμελεῖσθαι, προδιδάσκῃς πάνθ’ ὅσα ἀσκήσαντες χρησιμώτεροι καὶ ἑαυτοῖς καὶ σοὶ γενήσονται, καὶ

52

.

26

.

4

μηδενί γε τὸ παράπαν πρόφασιν παρέχῃς, μήτε διὰ πλοῦτον μήτε δι’ εὐγένειαν μήτε δι’ ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥᾳθυμίαν ἢ μαλακίαν ἢ καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖσθαι. πολλοὶ γὰρ φο‐ βούμενοι μὴ καὶ διὰ τοιοῦτό τι καὶ φθονηθῶσι καὶ κινδυνεύσωσι,
5πολλὰ καὶ ἀνάξια ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον ἀπ’ αὐτῶν

52

.

26

.

5

βιωσόμενοι· κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί σφισιν ὀρθῶς ζῆν, τῷ δ’ ἄρχοντι αὐτῶν καὶ ζημία ἅμα ἀγαθῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς αἰτιάσεως συμβαίνει. μήτ’ οὖν περιίδῃς ποτὲ τοῦτο πραχθέν,
5μήτ’ αὖ δείσῃς ὅτι τραφείς τέ τις καὶ παιδευθεὶς ὡς ἐγὼ λέγω

52

.

26

.

6

νεώτερόν τι τολμήσει. πᾶν γὰρ τοὐναντίον τούς τε ἀμαθεῖς καὶ τοὺς ἀσελγεῖς ὑποτοπεῖν δεῖ· οἱ μὲν γὰρ τοιοῦτοι πάντα ἁπλῶς καὶ τὰ αἴσχιστα καὶ τὰ δεινότατα, πρῶτον μὲν ἐς σφᾶς αὐτοὺς ἔπειτα δὲ καὶ ἐς τοὺς ἄλλους, ῥᾳδίως ποιεῖν προάγονται, οἱ δὲ δὴ
5καλῶς τραφέντες τε καὶ παιδευθέντες οὔτ’ ἄλλον τινὰ ἀδικεῖν προ‐ αιροῦνται, καὶ πάντων ἥκιστα τὸν τῆς τε τροφῆς καὶ τῆς παιδείας

52

.

26

.

7

αὐτῶν ἐπιμεληθέντα. ἂν δ’ οὖν τις καὶ κακὸς καὶ ἀχάριστος γέ‐ νηται, μηδὲν αὐτῷ τοιοῦτον ἐπιτρέψῃς ἐξ οὗ δεινόν τι δρᾶσαι δυνήσεται· κἄν γε καὶ ὣς νεοχμώσῃ τι, καὶ ἐλεγχθήτω καὶ κολα‐ σθήτω. μὴ γὰρ δὴ φοβηθῇς ὅτι σὲ αἰτιάσεταί τις ἐπὶ τούτῳ, ἄν

52

.

26

.

8

γε πάνθ’ ὅσα εἴρηκα πράττῃς. σὺ μὲν γὰρ οὐδὲν ἁμαρτήσῃ τὸν ἀδικήσαντα τιμωρησάμενος, ὥσπερ οὐδὲ ὁ ἰατρὸς καύσας τινὰ καὶ τεμών· ἐκεῖνον δὲ δὴ πάντες δικαιώσουσιν, ὅτι καὶ τροφῆς καὶ παιδείας τῆς αὐτῆς τοῖς ἄλλοις μετασχὼν ἐπεβούλευσέ σοι.
5περὶ μὲν οὖν τοὺς βουλευτὰς τούς τε ἱππέας ταῦτα γιγνέσθω·

52

.

27

.

1

τοὺς δὲ δὴ στρατιώτας ἀθανάτους, ἔκ τε τῶν πολιτῶν κἀκ τῶν ὑπηκόων τῶν τε συμμάχων, τῇ μὲν πλείους τῇ δὲ ἐλάττους, καθ’ ἕκαστον ἔθνος, ὅπως ἂν ἡ χρεία τῶν πραγμάτων ἀπαιτῇ, τρέφεσθαι

52

.

27

.

2

προσήκει, καὶ αὐτοὺς ἀεί τε ἐν τοῖς ὅπλοις εἶναι καὶ τὴν ἄσκησιν τῶν πολεμικῶν διὰ παντὸς ποιεῖσθαι δεῖ, χειμάδιά τε ἐν τοῖς ἐπι‐ καιροτάτοις χωρίοις κατεσκευασμένους καὶ χρόνον τακτὸν στρατευο‐ μένους, ὥστε τι αὐτοῖς καὶ πρὸ τοῦ γήρως τῆς ἡλικίας περιεῖναι.

52

.

27

.

3

οὔτε γὰρ ἐπὶ τῶν καιρῶν βοηθείαις τισὶν ἔτι χρῆσθαι δυνάμεθα, αὐτοί τε τοσοῦτον ἀπὸ τῶν τῆς ἀρχῆς ἐσχατιῶν ἀπηρτημένοι καὶ πολεμίους ἑκασταχόθι προσοικοῦντας ἔχοντες· ἄν τε ἐπιτρέψωμεν πᾶσι τοῖς ἐν τῇ ἡλικίᾳ οὖσι καὶ τὰ ὅπλα κεκτῆσθαι καὶ τὰ ἐμπο‐
5λέμια ἀσκεῖν, στάσεις καὶ πόλεμοι ἀπ’ αὐτῶν ἐμφύλιοι ἀεὶ γενήσονται.

52

.

27

.

4

καὶ μέντοι κἂν κωλύσαντές σφας ταῦτα ποιεῖν ἔπειτα συμμαχίας τινὸς παρ’ αὐτῶν δεηθῶμεν, κινδυνεύσομεν ἀπείροις τε καὶ ἀγυ‐ μνάστοις στρατιώταις ἀεὶ χρώμενοι. διὰ μὲν δὴ ταῦτα γνώμην ποιοῦμαι τοὺς μὲν ἄλλους πάντας ἄνευ τε ὅπλων καὶ ἄνευ τειχῶν
5ζῆν, τοὺς δὲ ἐρρωμενεστάτους καὶ βίου μάλιστα δεομένους κατα‐

52

.

27

.

5

λέγεσθαί τε καὶ ἀσκεῖν. αὐτοί τε γὰρ ἄμεινον πολεμήσουσι τούτῳ μόνῳ τῷ ἔργῳ σχολάζοντες, καὶ οἱ λοιποὶ ῥᾷον γεωργήσουσι καὶ ναυτιλοῦνται τά τε ἄλλα τὰ τῇ εἰρήνῃ προσήκοντα πράξουσι μήτε ἐκβοηθεῖν ἀναγκαζόμενοι καὶ προφύλακάς σφων ἑτέρους ἔχοντες,
5τό τε ἀκμαιότατον καὶ ἰσχυρότατον καὶ ἐκ λῃστείας μάλιστα ζῆν ἀναγκαζόμενον ἀλύπως τραφήσεται, καὶ τὸ λοιπὸν πᾶν ἀκινδύνως
βιώσεται.

52

.

28

.

1

πόθεν οὖν χρήματα καὶ ἐς τούτους καὶ ἐς τὰ ἄλλα τὰ ἀναγ‐ καίως ἀναλωθησόμενα ἔσται; ἐγὼ καὶ τοῦτο διδάξω, σμικρὸν ἐκεῖνο ὑπειπών, ὅτι κἂν δημοκρατηθῶμεν, πάντως που χρημάτων δεη‐ σόμεθα· οὐ γὰρ οἷόν τε οὔτ’ ἄνευ στρατιωτῶν ἡμᾶς σώζεσθαι οὔτ’

52

.

28

.

2

ἀμισθί τινας στρατεύεσθαι. μὴ οὖν ὡς καὶ τῇ μοναρχίᾳ μόνῃ τῆς ἀναγκαίας τῶν χρημάτων ἀθροίσεως προσηκούσης βαρυνώμεθα, μηδὲ δι’ αὐτὴν καὶ ἀπ’ ἐκείνης ἀποτρεπώμεθα, ἀλλ’ ὡς καὶ πάντως ἀναγκαῖον ὂν ἡμῖν, ὅπως ποτ’ ἂν πολιτευώμεθα, καὶ ἀργυρίζεσθαί

52

.

28

.

3

τινα, οὕτω βουλευώμεθα. φημὶ τοίνυν χρῆναί σε πρῶτον μὲν ἁπάν‐ των τὰ κτήματα τὰ ἐν τῷ δημοσίῳ ὄντα (πολλὰ δὲ ταῦτα ὁρῶ διὰ τοὺς πολέμους γεγονότα) πωλῆσαι, πλὴν ὀλίγων τῶν καὶ πάνυ χρη‐ σίμων σοι καὶ ἀναγκαίων, καὶ τὸ ἀργύριον τοῦτο πᾶν ἐπὶ μετρίοις

52

.

28

.

4

τισὶ τόκοις ἐκδανεῖσαι. οὕτω γὰρ ἥ τε γῆ ἐνεργὸς ἔσται, δεσπόταις αὐτουργοῖς δοθεῖσα, καὶ ἐκεῖνοι ἀφορμὴν λαβόντες εὐπορώτεροι γενήσονται, τό τε δημόσιον διαρκῆ καὶ ἀθάνατον πρόσοδον ἕξει. εἶτα συλλογίσασθαι ταῦτά τε καὶ τἆλλα ὅσα ἔκ τε μεταλλείας καὶ

52

.

28

.

5

εἰ δή ποθεν ἄλλοθεν βεβαίως δύναται προσιέναι, καὶ μετὰ τοῦτο ἀντιλογίσασθαι μὴ μόνον τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα πάντα δι’ ὧν καλῶς πόλις οἰκεῖται, καὶ προσέτι καὶ ὅσα ἔς τε τὰς αἰφνι‐ δίους στρατείας καὶ ἐς τὰ λοιπὰ ὅσα εἴωθεν ἐπὶ καιροῦ συμβαίνειν,

52

.

28

.

6

ἀναγκαῖον ἔσται δαπανᾶσθαι· κἀκ τούτου πρὸς πᾶν τὸ λεῖπον φό‐ ρον τε ἐπιτάξαι πᾶσιν ἁπλῶς τοῖς ἐπικαρπίαν τινὰ τῷ κεκτημένῳ αὐτὰ παρέχουσι, καὶ τέλη καταστῆσαι παρὰ πᾶσιν ὧν ἄρχομεν. καὶ γὰρ καὶ δίκαιον καὶ προσῆκόν ἐστι μηδένα αὐτῶν ἀτελῆ εἶναι,
5μὴ ἰδιώτην, μὴ δῆμον, ἅτε καὶ τῆς ὠφελίας τῆς ἀπ’ αὐτῶν ὁμοίως

52

.

28

.

7

τοῖς ἄλλοις ἀπολαύσοντας. καί σφων ἐκλογέας τοὺς ἐπιτροπεύσον‐ τας ἑκασταχόθι ποιῆσαι, ὥστε αὐτοὺς πᾶν τὸ τῷ τῆς ἐπιτροπείας αὐτῶν χρόνῳ προσῆκον ἐξ ἁπασῶν τῶν προσόδων ἐσπράττειν. τοῦτο γὰρ καὶ ἐκείνοις ῥᾴω τὴν ἔσπραξιν ποιήσει καὶ τοῖς διδοῦσί τι

52

.

28

.

8

ὠφελίαν οὐκ ἐλαχίστην παρέξει· λέγω δὲ τὸ κατ’ ὀλίγον σφας ἐν ταῖς τάξεσιν ὅσα ὀφείλουσιν ἐσφέρειν, καὶ μή, βραχὺν ῥᾳθυμήσαν‐ τας χρόνον, ἐπικεφαλαιωθέντα πάντα ἐσάπαξ ἀπαιτεῖσθαι.

52

.

29

.

1

καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τῶν τε φόρων καὶ τῶν τελῶν καθ‐ ισταμένων ἀχθεσθήσονται· ἀλλὰ καὶ ἐκεῖνο οἶδα ὅτι, ἂν μήτε προσεπηρεάζωνται καὶ τῷ ἔργῳ πεισθῶσιν ὅτι πάντα ταῦτα καὶ ὑπὲρ τῆς σωτηρίας σφῶν καὶ ὑπὲρ τοῦ τὰ λοιπὰ ἀδεῶς καρποῦ‐

52

.

29

.

2

σθαι συνεσοίσουσι, καὶ προσέτι τὰ πλείω αὐτῶν οὐχ ἕτεροί τινες ἀλλ’ αὐτοὶ ἐκεῖνοι, οἱ μὲν ἄρχοντες οἱ δὲ ἐπιτροπεύοντες οἱ δὲ στρα‐ τευόμενοι, λήψονται, καὶ πάνυ πολλὴν χάριν εἴσονταί σοι, βραχέα ἀπὸ πολλῶν ὧν ἂν μηδὲν ἐπηρεαζόμενοι καρπῶνται διδόντες, ἄλλως
5τε κἂν ὁρῶσί σε σωφρόνως τε διαιτώμενον καὶ μηδὲν μάτην παρ‐

52

.

29

.

3

αναλίσκοντα. τίς γὰρ οὐκ ἂν ἰδών σε πρὸς μὲν τὰ οἰκεῖα φειδωλό‐ τατον πρὸς δὲ τὰ κοινὰ ἀφειδέστατον ὄντα, ἐθελοντὶ συντελέσειέ τι, καὶ ἀσφάλειαν καὶ εὐπορίαν ἑαυτοῦ τὸ σὲ πλουτεῖν εἶναι νομίζων;

52

.

30

.

1

χρήματα μὲν δὴ καὶ πάνυ πολλὰ ἐκ τούτων ὑπάρξειεν ἄν· τὰ δὲ δὴ λοιπὰ τόνδε τὸν τρόπον διοικεῖν σοι παραινῶ. τὸ μὲν ἄστυ τοῦτο καὶ κατακόσμει πάσῃ πολυτελείᾳ καὶ ἐπιλάμπρυνε παντὶ εἴδει πανηγύρεων· προσήκει τε γὰρ ἡμᾶς πολλῶν ἄρχοντας ἐν πᾶσι πάν‐
5των ὑπερέχειν, καὶ φέρει πως καὶ τὰ τοιαῦτα πρός τε τοὺς συμ‐

52

.

30

.

2

μάχους αἰδῶ καὶ πρὸς τοὺς πολεμίους κατάπληξιν. τὰ δὲ δὴ τῶν ἄλλων ὧδε δίεπε. πρῶτον μὲν οἱ δῆμοι μήτε κύριοί τινος ἔστωσαν μήτε ἐς ἐκκλησίαν τὸ παράπαν φοιτάτωσαν· οὔτε γὰρ ἀγαθὸν οὐδὲν φρονήσειαν ἂν καὶ συχνὰ ἂν ἀεὶ ταράξειαν. ὅθεν οὐδὲ τὸν
5παρ’ ἡμῖν δῆμον οὔτε ἐς δικαστήριον οὔτε ἐς ἀρχαιρεσίας, οὔτε ἐς ἄλλον τινὰ τοιοῦτον σύλλογον ἐν ᾧ τι καὶ χρηματισθῆναι δεῖ, συν‐

52

.

30

.

3

ιέναι φημὶ χρῆναι. ἔπειτα δὲ μήτ’ οἰκοδομημάτων πλήθεσιν ἢ καὶ μεγέθεσιν ὑπὲρ τἀναγκαῖα χρήσθωσαν, μήτ’ ἀγώνων πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσθωσαν, ἵνα μήτε σπουδαῖς

52

.

30

.

4

ματαίαις ἐκτρύχωνται μήτε φιλοτιμίαις ἀλόγοις πολεμῶνται. ἐχέ‐ τωσαν μὲν γὰρ καὶ πανηγύρεις καὶ θεωρίας τινάς, χωρὶς τῆς ἱππο‐ δρομίας τῆς παρ’ ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ τὸ δημόσιον ἢ καὶ τοὺς ἰδίους οἴκους λυμαίνεσθαι, ξένον τέ τινα ἀναγκάζεσθαι
5παρ’ αὐτοῖς καὶ ὁτιοῦν ἀναλίσκειν, καὶ σίτησιν ἀθάνατον πᾶσιν

52

.

30

.

5

ἁπλῶς τοῖς ἀγῶνά τινα νικήσασι δίδοσθαι. τούς τε γὰρ εὐπόρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς ἀπόχρη τὰ ἆθλα τὰ παρ’ ἑκάστοις τιθέμενα, χωρὶς ἢ
εἴ τις αὐτῶν Ὀλύμπια ἢ Πύθια ἤ τινα ἐνταῦθα ἀγῶνα ἀνέλοιτο·

52

.

30

.

6

τοὺς γὰρ τοιούτους μόνους σιτεῖσθαι δεῖ, ἵνα μήτε αἱ πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονίκων ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἑαυτῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν

52

.

30

.

7

τούτων ταῦτα γιγνώσκω, τὰς δ’ ἱπποδρομίας τὰς ἄνευ τῶν γυμνι‐ κῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρήματα παμπληθῆ εἰκῇ παραπολλύηται μήθ’ οἱ ἄνθρωποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵν’ οἱ

52

.

30

.

8

στρατευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφθόνως χρῆσθαι ἔχωσι. τοῦτο μὲν δὴ διὰ ταῦτ’ ἀπαγορεύω παντάπασι μηδαμόθι ἄλλοθι πλὴν ἐνταῦθα γίγνεσθαι, τὰ δὲ δὴ λοιπὰ ἐμετρίασα, ἵν’ εὐδαπάνους τὰς ἀπολαύσεις καὶ τῶν θεωρημάτων καὶ τῶν ἀκουσμάτων ὡς ἕκαστοι

52

.

30

.

9

ποιούμενοι καὶ σωφρονέστερον καὶ ἀστασιαστότερον διάγωσι. μήτε δὲ νομίσματα ἢ καὶ σταθμὰ ἢ μέτρα ἰδίᾳ τις αὐτῶν ἐχέτω, ἀλλὰ τοῖς ἡμετέροις καὶ ἐκεῖνοι πάντες χρήσθωσαν· μήτε πρεσβείαν τινὰ πρὸς σέ, πλὴν εἰ πρᾶγμά τι διαγνώσεως ἐχόμενον εἴη, πεμπέ‐
5τωσαν, ἀλλὰ τῷ τε ἄρχοντί σφων δηλούτωσαν ὅσα βούλονται, καὶ δι’ ἐκείνου σοι τὰς ἀξιώσεις, ὅσας ἂν δοκιμάσῃ, προσφερέτω‐

52

.

30

.

10

σαν. οὕτω γὰρ οὔτ’ ἀναλώσουσί τι οὔτ’ αἰσχρῶς διαπράξονται, ἀλλ’ ἀκεραίους τὰς ἀποκρίσεις ἄνευ δαπάνης ἢ καὶ πραγματείας τινὸς λήψονται.

52

.

31

.

1

καὶ μέντοι καὶ τἆλλα ὧδ’ ἄν μοι δοκεῖς ἄριστα διατάξαι, ἂν πρῶτον μὲν τὰς πρεσβείας τάς τε παρὰ τῶν πολεμίων καὶ τὰς παρὰ τῶν ἐνσπόνδων καὶ βασιλέων καὶ δήμων ἀφικνουμένας ἐς τὸ συνέδριον ἐσάγῃς (τά τε γὰρ ἄλλα καὶ σεμνὸν καὶ ἀξιόλογόν ἐστι
5τό τε τὴν βουλὴν πάντων κυρίαν δοκεῖν εἶναι, καὶ τὸ πολλοὺς τοὺς

52

.

31

.

2

ἀντιπάλους τοῖς ἀγνωμονοῦσιν αὐτῶν φαίνεσθαι), ἔπειτα δὲ ἂν πάντα τὰ νομοθετούμενα δι’ αὐτῶν ποιῇ, καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων· οὕτω γὰρ τό τε ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ τὰ δι‐
5καιώματα τἀκ τῶν νόμων καὶ ἀναμφίλογα καὶ διάδηλα πᾶσιν

52

.

31

.

3

ἅμα γίγνοιτο. τρίτον, ἂν τούς τε βουλευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάς τε γυναῖκας αὐτῶν, ἄν ποτέ τινα αἰτίαν βα‐ ρυτέραν, ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν ἢ φυγὴν ἢ καὶ θάνατον ὀφλεῖν, λάβωσιν, ὑπό τε τὸ βουλευτήριον ὑπάγῃς μηδὲν προκα‐

52

.

31

.

4

ταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵν’ οἵ τε ἀδικοῦντές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμε‐
νοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθ’ ὁρῶντες

52

.

31

.

5

βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι. καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατ’ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε ἢ καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτ’ ἀκούσῃς

52

.

31

.

6

ποτὲ κατηγοροῦντός τινος μήτε ἐπεξέλθῃς. αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες· ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸν τῶν λεγομένων εἰρῆσθαι τεκμαίρον‐

52

.

31

.

7

ται· δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, ἃ εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι

52

.

31

.

8

καθ’ ἑαυτῶν ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτ’ ἐγὼ φρονῶ· κρείττω τε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδ’ ἐς ἔννοιάν ποτε μήτ’ αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί
5τι ἐς σέ, ἵν’ ὡς περὶ τῶν θεῶν, οὕτω καὶ περὶ σοῦ φρονῶσιν ὅτι

52

.

31

.

9

σεπτὸς εἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ (γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον), αὐτὸς μὲν μηδὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς (ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαι), ὑπὸ δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπο‐
5λογήσασθαί τε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόν

52

.

31

.

10

τέ ἐστι τὸ τιμώρημα, ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλι‐ σμένῳ· καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτ’ ἀνηκέστως, ἐφ’ ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο.
5λέγω δὲ ταῦτα χωρὶς ἢ εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανα‐ σταίη· οὐδὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλ’ ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.

52

.

32

.

1

ταῦτά τε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει· τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφ’ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ
5ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ

52

.

32

.

2

ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα. ἐς μὲν οὖν τὸ βου‐ λευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις ἢ μηδέπω βου‐

52

.

32

.

3

λεύῃ ἢ καὶ ἐν τοῖς τεταμιευκόσιν ἔτι ὢν κρίνηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἢ ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, ἢ νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγη‐ κότων, ἢ καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλ’ οὗτοι μὲν ἐπὶ
5πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δ’ ἄλλοι ἐπί τε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.

52

.

33

.

1

δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειζόνων ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται·
5μήτε γὰρ αὐτόδικος μήτ’ αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω

52

.

33

.

2

ὥστε μὴ οὐκ ἐφέσιμον ἀπ’ αὐτοῦ δίκην γίγνεσθαι. ταῦτά τε οὖν κρῖνε, καὶ περὶ τῶν ἱππέων τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ κατα‐ λόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως ἢ καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ τὰ τοιαῦτα μόνῳ προσκεί‐
5σθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθ’ ἑαυτόν, δι’ ἅπερ

52

.

33

.

3

εἶπον, δικαζέτω. μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκ τε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέ‐ τωσαν, ἵνα σύ τε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ
5προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προ‐ συγγιγνόμενοι τοῖς τε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς

52

.

33

.

4

τῶν ἐθνῶν ἡγεμονίας ἐξίωσι. τὰς μέντοι γνώμας αὐτῶν μὴ φα‐ νερῶς, ὅσαι γε καὶ ἐπισκέψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου, ἵνα μὴ τοῖς προήκουσί σφων ἐφεπόμενοι κατοκνῶσι παρρησιάζεσθαι, ἀλλ’ ἐς γραμματεῖα γραφομένας, οἷς αὐτὸς μόνος ἐντυχών, ὑπὲρ
5τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους αὐτὰς γίγνεσθαι, εὐθέως αὐτὰς ἀπα‐ λείφεσθαι κέλευε· οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην δια‐ κριβώσειας, εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πιστεύσειαν

52

.

33

.

5

ἔσεσθαι. καὶ μέντοι καὶ πρὸς τὰς δίκας τάς τε ἐπιστολὰς καὶ τὰ ψηφίσματα τῶν πόλεων τάς τε τῶν ἰδιωτῶν ἀξιώσεις, καὶ ὅσα ἄλλα τῇ τῆς ἀρχῆς διοικήσει προσήκει, συνεργούς τέ τινας καὶ ὑπηρέτας
ἐκ τῶν ἱππέων ἔχε· ῥᾷόν τε γὰρ οὕτως ὡς ἕκαστα διαχωρήσει, καὶ

52

.

33

.

6

σὺ οὔτ’ αὐτογνωμονῶν σφαλήσῃ οὔτ’ αὐτουργῶν ἐκκαμῇ. τήν τε παρρησίαν παντὶ τῷ βουλομένῳ καὶ ὁτιοῦν συμβουλεῦσαί σοι μετὰ ἀδείας νέμε· ἄν τε γὰρ ἀρεσθῇς τοῖς λεχθεῖσιν ὑπ’ αὐτοῦ, πολλὰ

52

.

33

.

7

ὠφελήσῃ, ἄν τε καὶ μὴ πεισθῇς, οὐδὲν βλαβήσῃ. καὶ τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει καὶ τίμα (τοῖς γὰρ ἐκείνων ἐξευ‐ ρήμασιν αὐτὸς εὐδοκιμήσεις), τοὺς δ’ ἁμαρτόντας μήτ’ ἀτιμάσῃς ποτὲ μήτ’ αἰτιάσῃ· τὴν γὰρ διάνοιαν αὐτῶν δεῖ σκοπεῖν, ἀλλ’ οὐ

52

.

33

.

8

τὴν οὐκ ἐπιτυχίαν μέμφεσθαι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν πο‐ λεμικῶν φύλαττε, καὶ μήτε ἐπὶ δυστυχίᾳ ἀκουσίῳ χαλεπήνῃς τινὶ μήτε ἐπ’ εὐτυχίᾳ φθονήσῃς, ἵνα καὶ προθύμως καὶ ἡδέως πάντες ὑπὲρ σοῦ κινδυνεύωσι, πιστεύοντες ὅτι οὔτε πταίσαντές τι κολα‐

52

.

33

.

9

σθήσονται οὔτε κατορθώσαντες ἐπιβουλευθήσονται. πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόντων φθόνον φοβούμενοι σφαλῆναί τι μᾶλλον ἢ καταπρᾶξαι προείλοντο, κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ ἔσχον, τὸ δὲ δὴ ζημίωμα ἐκείνοις προσετρίψαντο. ὥστε αὐτὸς τὸ
5πλεῖον ἀπ’ ἀμφοτέρων ὁμοίως καὶ τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων, μηδέποτ’ ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φθονῆσαι.

52

.

34

.

1

πάνθ’ ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ πράττειν βούλει, καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὐτοὺς ἢ ταῖς ἐκ τῶν νόμων τιμωρίαις δειματώσειας· τὸ μὲν γὰρ ζῆλον τὸ δὲ φόβον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν ἔργῳ γιγνό‐

52

.

34

.

2

μενα, ἢ φυλάττεται τὰ χείρω, ἀκούων λόγῳ κεκωλυμένα. καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα πρᾶττε, μηδεμίαν συγγνώμην σεαυτῷ νέμων,
ὥστε καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς καὶ ὅσα ἂν ποιήσῃς μαθήσονται. καθάπερ γὰρ ἐν ἑνί τινι τῆς ὅλης οἰ‐
5κουμένης θεάτρῳ ζήσῃ, καὶ οὐχ οἷόν τέ σοι ἔσται οὐδὲ βραχύτατον

52

.

34

.

3

ἁμαρτόντι διαλαθεῖν· οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν ἀεί τι πράξεις, καὶ πολυπραγμονοῦσί πως τὰ ὑπὸ τῶν ἀρ‐ χόντων γιγνόμενα καὶ οἱ λοιποὶ πάντες ἥδιστα, ὥστ’ ἂν ἅπαξ κατα‐ μάθωσί σε ἄλλα μὲν αὐτοῖς προαγορεύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα,

52

.

34

.

4

οὐ τὰς ἀπειλάς σου φοβηθήσονται ἀλλὰ τὰ ἔργα μιμήσονται. τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μέν, μὴ μέντοι καὶ χαλεπῶς ἐξέ‐ ταζε, ἀλλ’ ὅσα μὲν ἂν ὑφ’ ἑτέρων τινῶν ἐσάγηται, κρῖνε, ὅσα δ’ ἂν ὑπὸ μηδενὸς αἰτιάζηται, μηδὲ προσποιοῦ εἰδέναι, ἔξω τῶν ἐς τὸ

52

.

34

.

5

δημόσιον πλημμελουμένων. ταῦτα μὲν γὰρ τῆς προσηκούσης ἐπι‐ στροφῆς, κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν ὀφείλει· τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσθι μέν, ἵνα μὴ καὶ σφαλῇς ποτε ἀνεπιτηδείῳ τινὶ ὑπη‐

52

.

34

.

6

ρέτῃ πρός τι χρησάμενος, μὴ μέντοι καὶ ἐξέλεγχε. πολλὰ γὰρ ἡ φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, ἤ τινα ἢ οὐδένα ἂν αὐτῶν ἀτιμώρητον κατα‐ λίποι, ἂν δ’ ἀνθρωπίνως τὸ ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ,

52

.

34

.

7

τάχ’ ἂν καὶ σωφρονίσειεν αὐτούς. ὁ μὲν γὰρ νόμος, καίτοι ἰσχυρὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος, οὐ δύναται τῆς φύσεως ἀεὶ κρατεῖν· τῶν δ’ ἀνθρώπων τινὲς λανθάνειν μὲν δόξαντες ἢ καὶ μετρίως πως νουθετηθέντες ἀμείνους γίγνονται, οἱ μὲν αἰσχυνόμενοι

52

.

34

.

8

ἐλεγχθῆναι οἱ δὲ αἰδούμενοι πάλιν σφαλῆναι, φανερωθέντες δὲ καὶ ἀπερυθριάσαντες ἢ καὶ πέρα τοῦ μετρίου κολασθέντες τά τε νενομι‐ σμένα πάντα συγχέουσι καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς δουλεύουσι. κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κολάζειν ῥᾴδιον,
5οὔτε τὸ περιορᾶν φανερῶς τινας ἀσελγαίνοντας εὐπρεπὲς γίγνεται.

52

.

34

.

9

τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦτόν σοι τὸν τρόπον, πλὴν τῶν πάνυ ἀνηκέστων, μεταχειρίζεσθαι παραινῶ, τὰ
δ’ ὀρθῶς ὑπ’ αὐτῶν γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν· οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶν τε χειρόνων
5ἀπέχεσθαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν βελτιόνων ἐφίεσθαι, τῇ με‐

52

.

34

.

10

γαλοδωρίᾳ. μὴ γάρ τοι καταδείσῃς μήθ’ ὅτι ἐπιλείψει σέ ποτε ἢ χρήματα ἢ τἆλλα οἷς τοὺς ἀγαθόν τι ποιοῦντας ἀμείψῃ (πολὺ γὰρ μᾶλλον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παθεῖν ἀξίους οἶμαι γε‐ νήσεσθαι, τοσαύτης σοῦ καὶ γῆς καὶ θαλάττης ἄρχοντος), μήθ’ ὅτι

52

.

34

.

11

τινὲς εὐεργετηθέντες ἀχαρίστως τι πράξουσιν· οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ οἰκειοῦταί τινα, κἂν ἀλλότριος κἂν ἐχθρὸς ὢν τύχῃ, ὡς τὸ μήτ’ ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν.

52

.

35

.

1

πρὸς μὲν οὖν τοὺς ἄλλους οὕτω σοι προσφέρεσθαι γνώμην δίδωμι· σαυτῷ δὲ δὴ μήτε ἔξαλλόν τι μήθ’ ὑπερήφανον μήτε παρὰ τῶν ἄλλων μήτε παρὰ τῆς βουλῆς ἢ ἔργῳ ἢ καὶ λόγῳ δοθὲν περιί‐

52

.

35

.

2

δῃς. τοῖς μὲν γὰρ ἄλλοις κόσμον ἡ παρὰ σοῦ τιμὴ φέρει, σοὶ δ’ αὐτῷ μεῖζον μὲν τῶν ὑπαρχόντων οὐδὲν ἂν δοθείη, ὑποψία δ’ ἂν κιβδηλίας πολλὴ προσγένοιτο· καὶ γάρ τοι τῶν μὲν ἄλλων οὐδεὶς ἑκὼν τοιοῦτό τι τῷ κρατοῦντι ψηφίζεσθαι δοκεῖ, πάντα δὲ δή τις
5αὐτὰ αὐτὸς παρ’ ἑαυτοῦ λαμβάνων οὐχ ὅσον οὐκ ἔπαινον ἴσχει,

52

.

35

.

3

ἀλλὰ καὶ γέλωτα προσοφλισκάνει. τήν τε οὖν ἄλλην λαμπρότητα σαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων παρασκεύαζε, καὶ εἰκόνας σου χρυσᾶς μὲν ἢ καὶ ἀργυρᾶς μηδέποτε ἐπιτρέψῃς γενέσθαι (οὐ γὰρ μόνον δαπανηραὶ ἀλλὰ καὶ εὐεπιβούλευτοι καὶ ὀλιγοχρόνιοί εἰσιν), ἄλλας
5δὲ ἐν αὐταῖς ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἀκηράτους καὶ ἀθα‐

52

.

35

.

4

νάτους ἐξ εὐεργεσιῶν δημιούργει. μὴ μέντοι μηδὲ ναόν ποτε περιί‐ δῃς σαυτῷ γενόμενον. μάτην γὰρ παμπληθῆ χρήματα ἐς τὰ τοιαῦτα ἀναλίσκεται, ἃ κρεῖττόν ἐστιν ἐς τὰ ἀναγκαῖα δαπανᾶσθαι (πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ
5πολλὰ ἀναλίσκειν ἀθροίζεται), καὶ ἐς εὔκλειαν οὐδὲν ἀπ’ αὐτῶν

52

.

35

.

5

προσγίγνεται. ἀρετὴ μὲν γὰρ ἰσοθέους πολλοὺς ποιεῖ, χειροτονητὸς δ’ οὐδεὶς πώποτε θεὸς ἐγένετο, ὥστε σοὶ μὲν ἀγαθῷ τε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, πάντες δὲ ἄνθρωποι ἀγάλματα (ἐν γὰρ ταῖς γνώμαις αὐτῶν ἀεὶ

52

.

35

.

6

μετ’ εὐδοξίας ἐνιδρυθήσῃ), τοὺς δ’ ἄλλως πως τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν
ἐξαιρεθῇ, ἀλλὰ καὶ προσδιαβάλλει, τρόπαιά τέ τινα τῆς κακίας αὐτῶν καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον

52

.

36

.

1

ἀνταρκέσῃ, τοσούτῳ μᾶλλον καὶ ἡ κακοδοξία αὐτῶν διαμένει. ὥστ’ εἴπερ ἀθάνατος ὄντως ἐπιθυμεῖς γενέσθαι, ταῦτά τε οὕτῳ πρᾶττε, καὶ προσέτι τὸ μὲν θεῖον πάντῃ πάντως αὐτός τε σέβου κατὰ τὰ πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαζε, τοὺς δὲ δὴ ξενίζοντάς τι

52

.

36

.

2

περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν 〈ὁ〉 καταφρονήσας οὐδ’ ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλ’ ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπεί‐ θουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις
5ἑταιρεῖαί τε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει. μήτ’ οὖν

52

.

36

.

3

ἀθέῳ τινὶ μήτε γόητι συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται· τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ
5μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείω ψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι.

52

.

36

.

4

τὸ δ’ αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ ὀλίγοι δρῶσι· διὸ καὶ ἐκείνους φυλάσσεσθαί σοι παραινῶ. μὴ γὰρ ὅτι καὶ Ἀρείου καὶ Ἀθηνοδώρου καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πεπείρα‐ σαι, πίστευε καὶ τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας
5ὁμοίους αὐτοῖς εἶναι· μυρία γὰρ κακὰ καὶ δήμους καὶ ἰδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι δρῶσι.

52

.

37

.

1

τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν ὑπαρχόντων ἐπιθυμεῖν εἰρηνικώτατον εἶναί σε χρή, ταῖς δὲ παρασκευαῖς πολε‐ μικώτατον, ὅπως μάλιστα μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις

52

.

37

.

2

ἀδικῆσαί σε, εἰ δὲ μή, ῥᾳδίως καὶ παραχρῆμα κολασθῇ. καὶ ἐπειδή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς τινος καὶ ἐπανορθώσεως δεομένων ἀγνοῇς,
5μέμνησο ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπ’ αὐτῶν πι‐

52

.

37

.

3

στεύειν, ἀλλ’ ἀκριβῶς αὐτὰ διασκοπεῖν. συχνοὶ γάρ, οἱ μὲν μισοῦν‐ τές τινας, οἱ δ’ ἐπιθυμοῦντες ὧν ἔχουσιν, ἄλλοι χαριζόμενοί τισιν, ἄλλοι χρήματα αἰτήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάζουσιν αὐτοὺς ὡς νεωτερίζοντας ἢ καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ τοῦ αὐ‐

52

.

37

.

4

ταρχοῦντος ἢ φρονοῦντας ἢ λέγοντας. οὔκουν εὐθὺς οὐδὲ ῥᾳδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ πάνυ πάντα διελέγχειν· βραδύνας μὲν γὰρ ἐν τῷ πιστεῦσαί τινα οὐδὲν μέγα ἀδικηθήσῃ, σπεύσας δὲ
τάχ’ ἄν τι καὶ ἐξαμάρτοις, ὃ μὴ δυνηθήσῃ ἀνακέσασθαι.

52

.

37

.

5

τιμᾶν μὲν οὖν σε τοὺς ἀγαθοὺς καὶ τῶν ἀπελευθέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι· καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι ἰσχυέτωσαν, ἀλλὰ ἀκριβῶς πάντες σωφρονείτωσαν, ὥστε σε μη‐

52

.

37

.

6

δὲν ὑπ’ αὐτῶν διαβληθῆναι· πάντα γὰρ ὅσα ἂν ἢ καλῶς ἢ κακῶς πράξωσι, σοὶ προστεθήσεται, καὶ τοιοῦτος αὐτὸς ὑφ’ ἁπάντων νο‐ μισθήσῃ ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς. τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα μηδὲ αὖ συκο‐
5φαντεῖσθαι ἔα· μηδὲ ἔστω τινὶ αὐτῶν αὐτὸ τοῦτο ἔγκλημα, ὅτι

52

.

37

.

7

δύναται, κἂν μηδὲν ἁμαρτάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυ‐ ρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλ’ αὐτὰ τὰ ἔργα καθ’ ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων

52

.

37

.

8

μήτε τῷ καταδεεστέρῳ παντὶ πιστεύων. καὶ τοὺς μὲν ἐργαζομένους χρήσιμόν τέ τι τεχνωμένους τίμα, τοὺς δ’ ἀργοῦντας ἢ καὶ φλαῦ‐ ρόν τι πραγματευομένους μίσει, ἵνα τῶν μὲν διὰ τὰς ὠφελίας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ζημίας ἀπεχόμενοι, πρός τε τὰ οἰκεῖα
5ἀμείνους καὶ πρὸς τὰ κοινὰ συμφορώτεροί σοι γίγνωνται.

52

.

37

.

9

καλὸν μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμφισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις αὐτῶν ὡς τάχιστα καθιστάναι, κάλλιστον δὲ τὸ τὰς τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα τῇ τε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇ τε τύχῃ σου ἐκβιάζεσθαί τινας
5ἢ πρᾶξαί τι ἢ ἀναλῶσαι παρὰ δύναμιν ἐπιχειρῶσι, μὴ ἐπιτρέπειν,

52

.

37

.

10

τάς τε ἔχθρας αὐτῶν καὶ τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παν‐ τάπασιν ἐκκόπτειν, καὶ μήτε ἐπωνυμίας τινὰς κενὰς μήτ’ ἄλλο τι ἐξ οὗ διενεχθήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσθαι. ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τὰ ἄλλα καὶ ἰδίᾳ καὶ κοινῇ πειθαρ‐
5χήσουσιν, ἂν μηδὲν παρὰ ταῦτα μηδέποτε συγχωρήσῃς τινί· ἡ γὰρ

52

.

37

.

11

ἀνωμαλία καὶ τὰ καλῶς πεπηγότα διαλύει. καὶ διὰ τοῦτ’ οὐδ’ αἰτεῖν τι ἀρχήν, ὅ γε μὴ δώσεις, ἐπιτρέπειν σφίσιν ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυλάττειν σφᾶς ἀναγκάζειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκωλυμένων.

52

.

38

.

1

ταῦτα μὲν περὶ ἐκείνων λέγω, καθ’ ἁπάντων δέ σοι συμβουλεύω μήτ’ ἀποχρήσασθαί ποτε τῇ ἐξουσίᾳ, μήτ’ οἰηθῆναι μείωσίν τινα
αὐτῆς εἶναι ἂν μὴ πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς· ἀλλ’ ὅσῳ μᾶλλον πάνθ’ ὅσα ἂν βουληθῇς καὶ δυνήσῃ πρᾶξαι, τόσῳ

52

.

38

.

2

μᾶλλον προθυμοῦ πάνθ’ ὅσα προσήκει βούλεσθαι. καὶ ἀεί γε αὐ‐ τὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τί τε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ δεόντως τι παρὰ τοῦτο πράτ‐
5τειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς· μηδ’ ἀναμείνῃς

52

.

38

.

3

οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστε σοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδ’ εἰ σφόδρα ἀδικηθείη· πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δ’
5ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλ’ ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.

52

.

39

.

1

ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν· πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι πάντα αὐτὰ καθάπαξ συλλα‐ βόντα εἰπεῖν. ἓν δ’ οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ

52

.

39

.

2

κατὰ τῶν λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶ

52

.

39

.

3

ἀκινδυνότατα βιώσῃ. πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δ’ οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθ’ ὑβρίζῃς

52

.

39

.

4

τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦ ὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δ’ ἄλλους ἀργυρολογῇς, μηδ’ αὐτὸς μὲν τρυφᾷς τοὺς δ’ ἄλλους ταλαιπωρῇς, μηδ’ αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δ’ ἄλλους νουθετῇς, ἀλλ’ ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα
5αὐτοῖς ζῇς; ὥστ’ αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μη‐ δένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε

52

.

39

.

5

μισηθήσῃ ποτὲ οὔτε ἐπιβουλευθήσῃ. τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι· τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαι‐ μονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετ’ ἀρετῆς
ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;

52

.

40

.

1

ταῦτά τε οὖν καὶ τἆλλα πάνθ’ ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δ’ ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ
5προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος προσηγορίᾳ χρώμενος αὐτάρχει.

52

.

40

.

2

εἰ δ’ οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.”

52

.

41

.

1

Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ Καῖσαρ ἀμφο‐ τέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ
5καὶ σφαλῇ τι, ἀθρόως μεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας·

52

.

41

.

2

ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δ’ ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ ὁ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συν‐
5ήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει.

52

.

41

.

3

ταῦτά τε [καὶ] ὁ Καῖσαρ, 〈καὶ〉 ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν ᾧ τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν (ἐκείνην γὰρ πολλάκις μὲν καὶ
5πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπ’ αὐτῶν τῶν ἔργων ἔλαβεν,

52

.

41

.

4

ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις ὄνομα αὐτοκράτορος σχεῖν) ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ

52

.

42

.

1

τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖς τε ἐκγόνοις ἐψήφιστο. καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ ἄλλα τέ τινα διώρθωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν γὰρ ἱππῆς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ τῶν ἐμφυλίων πολέμων ἐβούλευον, ὥστε καὶ ἐς

52

.

42

.

2

χιλίους τὸ πλήρωμα τῆς γερουσίας αὐξηθῆναι. τούτους οὖν ἐκκρῖναι βουληθεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυ‐ τοῖς γενέσθαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐθελοντὰς
5ἐκστῆναι τοῦ συνεδρίου, ἔπειτα δὲ καὶ ἄλλους ἑκατὸν καὶ τεσσαρά‐

52

.

42

.

3

κοντα μιμήσασθαί σφας ἠνάγκασε. καὶ αὐτῶν ἠτίμωσε μὲν οὐδένα, τὰ δ’ ὀνόματα τῶν δευτέρων ἐξέθηκε· τοῖς γὰρ προτέροις, ὅτι μὴ ἐχρόνισαν ἀλλ’ εὐθὺς ἐπειθάρχησάν οἱ, ἀφῆκε τὸ ὀνείδισμα, ὥστ’ αὐτοὺς μὴ ἐκδημοσιευθῆναι. οὗτοι μὲν οὖν ἑκούσιοι δῆθεν ἰδιώ‐
5τευσαν, Κύιντον δὲ δὴ Στατίλιον καὶ πάνυ ἄκοντα τῆς δημαρχίας,

52

.

42

.

4

ἐς ἣν ἀπεδέδεικτο, εἶρξεν. ἑτέρους τέ τινας βουλεύειν ἐποίησε, καὶ ἔς γε τοὺς ὑπατευκότας δύο ἄνδρας ἐκ τῶν βουλευόντων, Κλούουιόν τέ τινα καὶ Φούρνιον Γαΐους, ἐγκατέλεξεν, ὅτι προαποδεδειγμένοι οὐκ ἠδυνήθησαν, ἄλλων τινῶν τὰς ἀρχὰς αὐτῶν προκαταλαβόντων,

52

.

42

.

5

ὑπατεῦσαι. τό τε τῶν εὐπατριδῶν γένος συνεπλήθυσε, τῆς βουλῆς οἱ δῆθεν ἐπιτρεψάσης τοῦτο ποιῆσαι, ἐπειδὴ τό τε πλεῖστόν σφων ἀπωλώλει (οὐδὲν γὰρ οὕτως ὡς τὸ γενναῖον ἐν τοῖς ἐμφυλίοις πολέ‐ μοις ἀναλίσκεται) καὶ ἐς τὴν ποίησιν τῶν πατρίων ἀναγκαῖοι ἀεὶ

52

.

42

.

6

εἶναι νομίζονται. ταῦτά τε οὖν ἔπραξε, καὶ προσαπεῖπε πᾶσι τοῖς βουλεύουσι μὴ ἐκδημεῖν ἔξω τῆς Ἰταλίας, ἂν μὴ αὐτός τινι κελεύσῃ ἢ καὶ ἐπιτρέψῃ. καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται· πλὴν γὰρ ὅτι ἔς τε τὴν Σικελίαν καὶ ἐς τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα,

52

.

42

.

7

οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδημῆσαι ἔξεστιν. ἐκεῖσε γὰρ διά τε τὸ σύνεγγυς καὶ διὰ τὸ ἄοπλον τό τε εἰρηναῖον τῶν ἀνθρώπων δέδοται τοῖς γέ τι κεκτημένοις αὐτόθι καὶ ἄνευ παραιτήσεως, ὁσάκις

52

.

42

.

8

ἂν ἐθελήσωσιν, ἀπιέναι. ἐπειδή τε πολλοὺς ἔτι καὶ τῶν βουλευτῶν καὶ τῶν ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου σπουδασάντων ὑπόπτως πρὸς αὑτὸν διακειμένους ἑώρα, καὶ ἐφοβήθη μὴ νεοχμώσωσί τι, πάντα ἔφη τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις αὐτοῦ εὑρεθέντα κα‐
5τακεκαυκέναι. καὶ ὡς ἀληθῶς γε διεφθάρκει τινά· τὰ γὰρ δὴ πλείω καὶ πάνυ ἐτήρει, ὥστε μηδ’ ὀκνῆσαι ὕστερον αὐτοῖς χρή‐ σασθαι.

52

.

43

.

1

τοῦτό τε οὖν οὕτως ἐποίησε καὶ τὴν Καρχηδόνα ἐπαπῴκισεν, ὅτι ὁ Λέπιδος μέρος τι αὐτῆς ἠρημώκει καὶ διὰ τοῦτο τὰ δίκαια τῆς ἀποικίας σφῶν λελυκέναι ἐδόκει. τόν τε Ἀντίοχον τὸν Κομμα‐ γηνὸν μετεπέμψατο, ὅτι τινὰ πρεσβευτὴν ὑπὸ τοῦ ἀδελφοῦ δια‐
5φόρου οἱ ὄντος σταλέντα ἐς τὴν Ῥώμην ἐδολοφόνησε, καὶ ἔς τε

52

.

43

.

2

τὸ συνέδριον ἐσήγαγε καὶ καταψηφισθέντα ἀπέκτεινε. καὶ τὴν Καπρίαν παρὰ τῶν Νεοπολιτῶν, ὧνπερ τὸ ἀρχαῖον ἦν, ἀντιδόσει χώρας ἠλλάξατο. κεῖται δὲ οὐ πόρρω τῆς κατὰ Συρρεντὸν ἠπείρου, χρηστὸν μὲν οὐδέν, ὄνομα δὲ καὶ νῦν ἔτι διὰ τὴν τοῦ Τιβερίου
5ἐνοίκησιν ἔχουσα.

53

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς ὁ τοῦ Ἀπόλλωνος ναὸς ἐν τῷ Παλατίῳ καθιερώθη. β. Ὡς Καῖσαρ ἐδημηγόρησεν ἐν τῇ γερουσίᾳ ὡς τῆς μοναρχίας ἀφιστάμενος καὶ μετὰ τοῦτο τὰ ἔθνη πρὸς αὐτὴν ἐνείματο.
5γ. Περὶ τῆς καταστάσεως τῶν ἀρχόντων τῶν ἐς τὰ ἔθνη πεμπομένων. δ. Ὡς Καῖσαρ Αὔγουστος ἐπεκλήθη. ε. Περὶ τῶν ὀνομάτων ὧν οἱ αὐτοκράτορες λαμβάνουσιν. ζ. Ὡς τὰ σέπτα καθιερώθη. η. Ὡς Καῖσαρ Ἄστυρσι καὶ Καντάβροις ἐπολέμησεν.
10θ. Ὡς Γαλατία ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξατο. ι. Ὡς ἡ στοὰ ἡ τοῦ Ποσειδῶνος καὶ τὸ βαλανεῖον τοῦ Ἀγρίππου καθιερώθη. κ. Ὡς τὸ Πάνθειον καθιερώθη. λ. Ὡς Αὔγουστος ἀφείθη τῆς ἀνάγκης τοῦ τοῖς νόμοις πείθεσθαι. μ. Ὡς ἐπ’ Ἀραβίαν τὴν εὐδαίμονα στρατεία ἐγένετο.
15Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Καῖσαρ τὸ ϛʹ ὕπ. Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ βʹ Καῖσαρ τὸ ζʹ ὕπ. Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ γʹ
20Καῖσαρ Αὔγουστος τὸ ηʹ ὕπ. Τ. Στατίλιος 〈Τ. υἱ.〉 Ταῦρος τὸ βʹ Αὔγουστος τὸ θʹ ὕπ. 〈Μ. Ἰούνιος Μ. υἱ. Σιλανός Αὔγουστος τὸ ιʹ ὕπ.〉
25Γ. Νωρβανὸς Γ. υἱ. Γ. ἔγγ. Φλάκκος Αὔγουστος τὸ ιαʹ 〈ὕπ.〉
Γν. Καλπούρνιος Γν. υἱ. Γν. ἐγγ. Πίσων

53

.

1

.

1

Τότε μὲν ταῦτ’ ἐγένετο, τῷ δὲ ἑξῆς ἔτει ἕκτον ὁ Καῖσαρ ἦρξε, καὶ τά τε ἄλλα κατὰ τὸ νομιζόμενον ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους τῶν ῥάβδων τῷ Ἀγρίππᾳ συνάρχοντί οἱ κατὰ τὸ ἐπιβάλλον παρέδωκεν, αὐτός τε ταῖς ἑτέραις ἐχρήσατο, καὶ

53

.

1

.

2

διάρξας τὸν ὅρκον κατὰ τὰ πάτρια ἐπήγαγε. καὶ εἰ μὲν καὶ αὖθις ταῦτ’ ἐποίησεν, οὐκ οἶδα· τὸν γὰρ Ἀγρίππαν ἐς ὑπερβολὴν ἐτίμα· ἀμέλει τήν τε ἀδελφιδῆν αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συ‐ στρατεύοιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τό τε σύνθημα παρ’ ἀμ‐

53

.

1

.

3

φοτέρων σφῶν ἐδίδοτο. ἐν δ’ οὖν τῷ τότε παρόντι τά τε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρα‐ τίᾳ ἐνενόμιστο. τό τε Ἀπολλώνιον τὸ [τε] ἐν τῷ Παλατίῳ καὶ τὸ τε‐
5μένισμα τὸ περὶ αὐτό, τάς τε ἀποθήκας τῶν βιβλίων, ἐξεποίησε

53

.

1

.

4

καὶ καθιέρωσε. καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διά τε τῶν παίδων καὶ διὰ τῶν ἀνδρῶν

53

.

1

.

5

τῶν εὐγενῶν ἐποίησε. καὶ αὕτη μὲν διὰ πέντε ἀεὶ ἐτῶν μέχρι που ἐγίγνετο, ταῖς τέσσαρσιν ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, λέγω δὲ τούς τε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούς τε ἑπτὰ καὶ τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους· τότε δὲ καὶ γυμνικὸς ἀγὼν στα‐
5δίου τινὸς ἐν τῷ Ἀρείῳ πεδίῳ ξυλίνου κατασκευασθέντος ἐποιήθη,

53

.

1

.

6

ὁπλομαχία τε ἐκ τῶν αἰχμαλώτων ἐγένετο. καὶ ταῦτα καὶ ἐπὶ πλείους ἡμέρας ἐπράχθη, οὐδὲ διέλιπε καίτοι νοσήσαντος τοῦ Καί‐ σαρος, ἀλλὰ καὶ ὣς ὁ Ἀγρίππας καὶ τὸ ἐκείνου μέρος ἀνεπλήρου.

53

.

2

.

1

ὁ δ’ οὖν Καῖσαρ ἔς τε τὰς θεωρίας ἐκ τῶν ἰδίων δῆθεν ἀνή‐ λισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ ἐδέησεν, ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρός τε τὴν διοίκησίν σφων δύο κατ’ ἔτος ἐκ τῶν ἐστρατηγηκότων αἱρεῖσθαι ἐκέλευσε. καὶ τῷ πλήθει τετρα‐
5πλάσιον τὸν σῖτον ἔνειμε, βουλευταῖς τέ τισι χρήματα ἐχαρίσατο·

53

.

2

.

2

οὕτω γὰρ δὴ πολλοί σφων πένητες ἐγεγόνεσαν ὥστε μηδ’ ἀγορανο‐ μῆσαί τινα διὰ τὸ μέγεθος τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τά
τε ἄλλα καὶ τὰ δικαστήρια τὰ τῇ ἀγορανομίᾳ προσήκοντα τοῖς στρατηγοῖς, καθάπερ εἴθιστο, τὰ μὲν μείζω τῷ ἀστυνόμῳ τὰ δὲ

53

.

2

.

3

ἕτερα τῷ ξενικῷ προσταχθῆναι. πρὸς δὲ δὴ τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν· ὃ καὶ αὖθις πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δημόσιον πρὸ τῆς πρὸς τῷ Ἀκτίῳ μάχης γενομένας, πλὴν τῶν περὶ τὰ οἰκοδομήματα, ἀπήλλαξε, τά τε παλαιὰ συμβό‐

53

.

2

.

4

λαια τῶν τῷ κοινῷ τι ὀφειλόντων ἔκαυσε. καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο εἴσω τοῦ πωμηρίου, τῶν δὲ δὴ ναῶν πρό‐ νοιαν ἐποιήσατο· τοὺς μὲν γὰρ ὑπ’ ἰδιωτῶν τινων γεγενημένους τοῖς τε παισὶν αὐτῶν καὶ τοῖς ἐκγόνοις, εἴγε τινὲς περιῆσαν, ἐπι‐

53

.

2

.

5

σκευάσαι ἐκέλευσε, τοὺς δὲ λοιποὺς αὐτὸς ἀνεκτήσατο. οὐ μέντοι καὶ τὴν δόξαν τῆς οἰκοδομήσεώς σφων ἐσφετερίσατο, ἀλλ’ ἀπέδω‐ κεν αὐτοῖς τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδή τε πολλὰ πάνυ κατά τε τὰς στάσεις κἀν τοῖς πολέμοις, ἄλλως τε καὶ ἐν τῇ τοῦ
5Ἀντωνίου τοῦ τε Λεπίδου συναρχίᾳ, καὶ ἀνόμως καὶ ἀδίκως ἐτε‐ τάχει, πάντα αὐτὰ δι’ ἑνὸς προγράμματος κατέλυσεν, ὅρον τὴν

53

.

2

.

6

ἕκτην αὑτοῦ ὑπατείαν προθείς. εὐδοκιμῶν τε οὖν ἐπὶ τούτοις καὶ ἐπαινούμενος ἐπεθύμησε καὶ ἑτέραν τινὰ μεγαλοψυχίαν διαδείξα‐ σθαι, ὅπως καὶ ἐκ τοῦ τοιούτου μᾶλλον τιμηθείη, καὶ παρ’ ἑκόντων δὴ τῶν ἀνθρώπων τὴν μοναρχίαν βεβαιώσασθαι τοῦ μὴ δοκεῖν

53

.

2

.

7

ἄκοντας αὐτοὺς βεβιάσθαι. κἀκ τούτου τοὺς μάλιστα ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔς τε τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ ἀνέγνω τοιάδε·

53

.

3

.

1

“ἄπιστα μὲν εὖ οἶδ’ ὅτι δόξω τισὶν ὑμῶν, ὦ πατέρες, προῃρῆ‐ σθαι· ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόντων οὐκ ἂν ἐθελήσειε ποιῆ‐ σαι, ταῦτ’ οὐδὲ ἑτέρου λέγοντος πιστεύειν βούλεται, καὶ μάλισθ’ ὅτι πᾶς παντὶ τῷ ὑπερέχοντι φθονῶν ἑτοιμότερον ἀπιστεῖ τοῖς ὑπὲρ

53

.

3

.

2

ἑαυτὸν λεγομένοις. καὶ προσέτι καὶ γιγνώσκω τοῦθ’, ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες οὐχ ὅσον οὐ πείθουσί τινας, ἀλλὰ καὶ κόβαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλ’ εἰ μέν τι τοιοῦτον ἐπηγ‐ γελλόμην ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, σφόδρα ἂν ἀπώκνησα
5αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν τινὰ μοχθηρὰν ἀντὶ χάριτος λάβω·

53

.

3

.

3

νῦν δ’ ὁπότε εὐθὺς καὶ τήμερον ἐπακολουθήσει τὸ ἔργον αὐτῷ, πάνυ θαρσούντως ἔχω μὴ μόνον μηδεμίαν αἰσχύνην ψευδολογίας

53

.

4

.

1

ὀφλήσειν, ἀλλὰ καὶ πάντας ἀνθρώπους εὐδοξίᾳ νικήσειν. ὅτι μὲν γὰρ πάρεστί μοι διὰ παντὸς ὑμῶν ἄρχειν, καὶ αὐτοὶ ὁρᾶτε· τό τε γὰρ στασιάσαν πᾶν ἤτοι δικαιωθὲν πέπαυται ἢ καὶ ἐλεηθὲν σεσω‐ φρόνισται, καὶ τὸ συναράμενόν μοι τῇ τε ἀμοιβῇ τῶν εὐεργεσιῶν

53

.

4

.

2

ᾠκείωται καὶ τῇ κοινωνίᾳ τῶν πραγμάτων ὠχύρωται, ὥστε μήτε ἐπιθυμῆσαί τινα νεωτέρων ἔργων, κἂν ἄρα τι καὶ τοιοῦτο γένηται, τὸ γοῦν βοηθῆσον ἡμῖν ἕτοιμον ἔτι καὶ μᾶλλον εἶναι. τά τε στρα‐ τιωτικὰ ἀκμάζει μοι καὶ εὐνοίᾳ καὶ ῥώμῃ, καὶ χρήματα ἔστι καὶ
5σύμμαχοι, καὶ τὸ μέγιστον, οὕτω καὶ ὑμεῖς καὶ ὁ δῆμος διάκεισθε

53

.

4

.

3

πρός με ὥστε καὶ πάνυ ἂν προστατεῖσθαι ὑπ’ ἐμοῦ ἐθελῆσαι. οὐ μέντοι καὶ ἐπὶ πλεῖον ὑμᾶς ἐξηγήσομαι, οὐδὲ ἐρεῖ τις ὡς ἐγὼ τῆς αὐταρχίας ἕνεκα πάντα τὰ προκατειργασμένα ἔπραξα· ἀλλὰ ἀφίημι τὴν ἀρχὴν ἅπασαν καὶ ἀποδίδωμι ὑμῖν πάντα ἁπλῶς, τὰ ὅπλα
5τοὺς νόμους τὰ ἔθνη, οὐχ ὅπως ἐκεῖνα ὅσα μοι ὑμεῖς ἐπετρέψατε,

53

.

4

.

4

ἀλλὰ καὶ ὅσα αὐτὸς μετὰ ταῦθ’ ὑμῖν προσεκτησάμην, ἵνα καὶ ἐξ αὐτῶν τῶν ἔργων καταμάθητε τοῦθ’, ὅτι οὐδ’ ἀπ’ ἀρχῆς δυναστείας τινὸς ἐπεθύμησα, ἀλλ’ ὄντως τῷ τε πατρὶ δεινῶς σφαγέντι τιμω‐ ρῆσαι καὶ τὴν πόλιν ἐκ μεγάλων καὶ ἐπαλλήλων κακῶν ἐξελέσθαι

53

.

5

.

1

ἠθέλησα. ὄφελον μὲν γὰρ μηδὲ ἐπιστῆναί ποτε οὕτω τοῖς πράγ‐ μασι· τοῦτ’ ἔστιν, ὄφελον μὴ δεδεῆσθαί μου πρὸς τοιοῦτό τι τὴν πόλιν, ἀλλ’ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καθάπερ ποτὲ καὶ οἱ πατέρες ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐν τῇδε τῇ ἡλικίᾳ ἀπ’ ἀρχῆς βεβιωκέναι.

53

.

5

.

2

ἐπεὶ δὲ εἱμαρμένη τις, ὡς ἔοικεν, ἐς τοῦτο προήγαγεν ὑμᾶς ὥστε καὶ ἐμοῦ, καίπερ νέου ἔτι τότε ὄντος, καὶ χρείαν σχεῖν καὶ πεῖραν λαβεῖν, μέχρι μὲν οὗ τὰ πράγματα τῆς παρ’ ἐμοῦ ἐπικουρίας ἔχρῃζε, πάντα τε προθύμως καὶ ὑπὲρ τὴν ἡλικίαν ἐποίησα καὶ πάντα εὐ‐

53

.

5

.

3

τυχῶς καὶ ὑπὲρ τὴν δύναμιν κατέπραξα· καὶ οὐκ ἔστιν ὅ τι τῶν πάντων ἀπέτρεψέ με κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ φόβος, οὐκ ἐχθρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ πλῆθος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντιτεταγμένων, ἀλλ’ ἐπέδωκα
5ἀφειδῶς ὑμῖν ἐμαυτὸν ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα καὶ

53

.

5

.

4

ἔπαθον ἅπερ ἴστε. ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν τοῦ τὴν πατρίδα περιπεποιῆσθαι, ὑμεῖς δὲ καὶ σώζεσθε καὶ σωφρονεῖτε.
ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον δι’ ἐμοῦ ὑμῖν ἀποδέδωκεν, ἀπολάβετε καὶ
5τὴν ἐλευθερίαν καὶ τὴν δημοκρατίαν, κομίσασθε καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τὰ ὑπήκοα, καὶ πολιτεύεσθε ὥσπερ εἰώθειτε.

53

.

6

.

1

καὶ μήτε θαυμάσητε εἰ ταῦθ’ οὕτω φρονῶ, τήν τε ἄλλην ἐπι‐ είκειάν μου καὶ πρᾳότητα καὶ ἀπραγμοσύνην ὁρῶντες, καὶ προσ‐ εκλογιζόμενοι ὅτι οὐδὲν πώποτε οὔθ’ ὑπέρογκον οὔθ’ ὑπὲρ τοὺς πολλούς, καίπερ πολλὰ πολλάκις ψηφισαμένων ὑμῶν, ἐδεξάμην·

53

.

6

.

2

μήτ’ αὖ μωρίαν μου καταγνῶτε, ὅτι ἐξόν μοι καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονίαν τοσαύτης οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γάρ, ἄν τε τὸ δίκαιόν τις ἐξετάζῃ, δικαιότατον εἶναι νομίζω τὸ τὰ ὑμέτερα ὑμᾶς διέπειν, ἄν τε καὶ τὸ συμφέρον, συμφορώτατον ἡγοῦ‐
5μαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν μήτε φθονεῖσθαι μήτε ἐπι‐ βουλεύεσθαι καὶ ὑμῖν τὸ μετ’ ἐλευθερίας καὶ σωφρόνως καὶ φιλικῶς

53

.

6

.

3

πολιτεύεσθαι· ἄν τε καὶ τὸ εὐκλεές, οὗπερ ἕνεκα πολλοὶ καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς ἀφέσθαι, πῶς δ’ οὐκ εὐκλεέστατον ἐκ το‐ σούτου ἡγεμονίας ὄγκου ἐθελοντὶ ἰδιωτεῦσαι; ὥστ’ εἴ τις ὑμῶν
5ἀπιστεῖ ταῦτ’ ὄντως τινὰ ἄλλον καὶ φρονῆσαι ἐπ’ ἀληθείας καὶ

53

.

6

.

4

εἰπεῖν δύνασθαι, ἔμοιγε πιστευσάτω. πολλὰ γὰρ καὶ μεγάλα κατα‐ λέξαι ἔχων ὅσα καὶ ὑπ’ ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησθε, ἐφ’ οἷς εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φιλοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον εἴποιμι, οὐδ’ ἂν ἐπ’
5ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος

53

.

7

.

1

καίτοι διδόντων ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι. τί γὰρ ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν ἢ τὴν Παννονίας δούλωσιν ἢ τὴν Μυσίας χείρωσιν ἢ τὴν Αἰγύπτου κατα‐ στροφήν; ἀλλὰ τὸν Φαρνάκην τὸν Ἰούβαν τὸν Φραάτην, τὴν ἐπὶ
5τοὺς Βρεττανοὺς στρατείαν, τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι το‐ σαῦτα καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐδὲ σύμπαντες οἱ

53

.

7

.

2

πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσθεν χρόνῳ πεποιήκασιν. ἀλλ’ ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ παραβαλεῖν ἐστιν ἄξιον, οὔθ’ ὅτι τοὺς ἐμφυλίους πολέμους καὶ μεγίστους καὶ ποικιλωτά‐ τους διὰ πάντων γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διε‐
5θέμεθα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ πολεμίου παν‐ τὸς κρατήσαντες, τὸ δ’ ὑπεῖξαν ὡς καὶ φίλιον πᾶν περισώσαν‐

53

.

7

.

3

τες, ὥστ’ εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι· τὸ γάρ τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρ‐
5χῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆ‐ σαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδο‐

53

.

7

.

4

μένην ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόν ἐστιν. λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν (οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπ’ αὐτῶν ἤμελλον) ἀλλ’ ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμ‐
5νολογημάτων ἡμῖν ὄντων ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθ’ ἡμεῖς οὐδ’ ἀναγ‐

53

.

8

.

1

καζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαι‐ μονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦν‐
5τάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις καὶ

53

.

8

.

2

πόλεις καὶ ἔθνη κεκτημένος, καὶ μήτ’ ἀλλοφύλου τινὸς ἔτι προσ‐ πολεμοῦντός μοι μήτ’ οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθ’ ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρ‐
5χῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.

53

.

8

.

3

ὥστ’ εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιη‐ κέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους

53

.

8

.

4

εὐκλείᾳ ζῶν ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν τοὺς μὲν πά‐ λαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδ’ ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ
5καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.

53

.

8

.

5

ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτ’ ἂν ἐποίησα, οὐδ’ εἰ μυριάκις
ἀποθανεῖν ἢ καὶ μοναρχῆσαί με ἔδει· τοῦτο δὲ καὶ ὑπὲρ ἐμαυτοῦ

53

.

8

.

6

καὶ ὑπὲρ τῆς πόλεως ποιῶ. αὐτός τε γὰρ καὶ πεπόνημαι καὶ τετα‐ λαιπώρημαι, καὶ οὐκέτ’ οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι· καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς

53

.

8

.

7

προορῶμαι. καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μο‐ ναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.

53

.

9

.

1

δι’ οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροθυμηθῆναί μοι, λογισαμένους πάνθ’ ὅσα καὶ πεπολέμηκα ὑπὲρ ὑμῶν καὶ πεπολίτευμαι, κἀν τούτῳ πᾶ‐ σάν μοι τὴν ὑπὲρ αὐτῶν χάριν ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μοι
5ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵνα καὶ ἐκεῖνο εἰδῆτε ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσθαι ἐπίσταμαι, καὶ πάνθ’ ὅσα ἄλλοις ἐπέταξα,

53

.

9

.

2

καὶ αὐτὸς ἀντεπιταχθῆναι δύναμαι. μάλιστα μὲν γὰρ καὶ ἀσφα‐ λῶς ζήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ κακὸν πείσεσθαι προσδοκῶ· τοσοῦτόν που τῇ εὐνοίᾳ ὑμῶν, ἐξ ὧν αὐτὸς

53

.

9

.

3

ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμ‐ βαίνει (οὐδὲ γὰρ οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαι), καὶ πάνυ ἑτοίμως καὶ
5πρὸ τοῦ εἱμαρμένου μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, ἢ

53

.

9

.

4

καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι. ἐμοὶ μὲν γὰρ εὔ‐ κλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι· ὁ δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ

53

.

9

.

5

τοῦ δαιμονίου καὶ ὑφ’ ὑμῶν κολασθήσεται. ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν· ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δ’ ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώ‐ λοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ
5τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι καὶ τοῦτο τρόπον

53

.

9

.

6

τινὰ κτώμεθα. ἀφ’ οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάς τε προσό‐ δους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε,
5μήτ’ αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυνα‐ μένων ἀμελήσητε.

53

.

10

.

1

καίτοι καὶ καθ’ ἕκαστον τῶν μειζόνων οὐκ ἂν ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποθέσθαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμένους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν μεταβάλητε· τὰ γὰρ ἐν ταὐτῷ μένοντα, κἂν χείρω ᾖ, συμφο‐
5ρώτερα τῶν ἀεὶ καινοτομουμένων, κἂν βελτίω εἶναι δοκῇ, ἐστίν.

53

.

10

.

2

ἔπειτα δέ, ὅσα προστάττουσιν ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγο‐ ρεύουσιν ἀπέχεσθαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ, μηδ’ ἐν τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδίᾳ ἀκριβῶς παρατηρεῖσθε, ὅπως μὴ

53

.

10

.

3

τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε. τάς τε ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ ἀρίστοις τε καὶ ἐμφρονεστάτοις ἐπι‐ τρέπετε, μήτε φθονοῦντές τισι, μήθ’ ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν δεῖνα πλεονεκτῆσαί τι, ἀλλ’ ὑπὲρ τοῦ τὴν πόλιν καὶ σώζεσθαι καὶ

53

.

10

.

4

εὐπραγεῖν φιλοτιμούμενοι. καὶ τοὺς μὲν τοιούτους τιμᾶτε, τοὺς δ’ ἄλλως πως πολιτευομένους κολάζετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσθε. καὶ τὰ μὲν ὑπάρχονθ’ ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν δὲ μὴ προσηκόντων

53

.

10

.

5

μηδαμῶς ἐφίεσθε. καὶ τοὺς μὲν συμμάχους καὶ τοὺς ὑπηκόους μήθ’ ὑβρίζετε μήτε ἐκχρηματίζεσθε, τοὺς δὲ πολεμίους μήτ’ ἀδικεῖτε μήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ ἔχετε, μὴ μέντοι μήτε κατ’ ἀλλήλων μήτε κατὰ τῶν εἰρηνούντων αὐτοῖς χρῆσθε.

53

.

10

.

6

τούς τε στρατιώτας τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρίων δι’ ἀπορίαν ἐπιθυμῆσαι, συνέχετε δὲ καὶ σωφρονίζετε, ὥστε μηδὲν κακὸν διὰ θρασύτητα δρᾶσαι.

53

.

10

.

7

ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνθ’ ἃ προσήκει ποιεῖν ὑμᾶς ἐπ‐ εξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥᾳδίως ἂν ἐκ τούτων ὡς χρὴ πράττεσθαι συνίδοιτε. ἓν οὖν ἔτι τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησθε, αὐτοί τε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσθε, ὅστις

53

.

10

.

8

ὑμᾶς στασιάζοντας κακῶς λαβὼν τοιούτους ἀπέδειξα, ἂν δ’ ἀδυ‐ νατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι, ἐμὲ μὲν μετανοῆσαι ποιήσετε, τὴν δὲ δὴ πόλιν ἔς τε πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖθις ἐμβαλεῖτε.”

53

.

11

.

1

τοιαῦτα τοῦ Καίσαρος ἀναλέγοντος ποικίλον τι πάθος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ τήν τε διάνοιαν αὐτοῦ
ᾔδεσαν κἀκ τούτου καὶ συνεσπούδαζον αὐτῷ· τῶν δ’ ἄλλων οἱ μὲν ὑπώπτευον τὰ λεγόμενα οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ

53

.

11

.

2

ἐθαύμαζον ὁμοίως ἀμφότεροι, οἱ μὲν τὴν περιτέχνησιν αὐτοῦ οἱ δὲ τὴν γνώμην, καὶ ἤχθοντο οἱ μὲν τῇ πραγματείᾳ αὐτοῦ οἱ δὲ τῇ μετανοίᾳ. τό τε γὰρ δημοκρατικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι
5ἔχαιρον. καὶ ἀπ’ αὐτῶν τοῖς μὲν παθήμασι διαφόροις τοῖς δὲ ἐπι‐

53

.

11

.

3

νοήμασιν ὁμοίοις ἐχρῶντο. οὔτε γὰρ πιστεύσαντες ἀληθῶς αὐτὰ λέγεσθαι χαίρειν ἐδύναντο, οὔθ’ οἱ βουλόμενοι τοῦτο διὰ τὸ δέος, οὔθ’ οἱ ἕτεροι διὰ τὰς ἐλπίδας· οὔτ’ ἀπιστήσαντες διαβαλεῖν τε αὐτὸν καὶ ἐλέγξαι ἐτόλμων, οἱ μὲν ὅτι ἐφοβοῦντο, οἱ δ’ ὅτι οὐκ

53

.

11

.

4

ἐβούλοντο. ὅθενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἱ μὲν ἠναγκάζοντο οἱ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν αὐτὸν οἱ μὲν οὐκ ἐθάρσουν οἱ δ’ οὐκ ἤθελον, ἀλλὰ πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διεβόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσθαί τε δεόμενοι καὶ
5πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχρις οὗ κατηνάγκασαν

53

.

11

.

5

δῆθεν αὐτὸν αὐταρχῆσαι. καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου ψηφισθῆναι διεπράξατο, ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. οὕτως ὡς ἀληθῶς καταθέσθαι τὴν μοναρχίαν ἐπεθύμησε.

53

.

12

.

1

τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ παρὰ τῆς γερου‐ σίας τοῦ τε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάν‐

53

.

12

.

2

των αὐτὸς τῶν ἐθνῶν ἄρξειν, οὔθ’ ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπό‐ λεμα ἀπέδωκε 〈τῇ βουλῇ〉, τὰ δ’ ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα καὶ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα ἢ καὶ αὐτὰ

53

.

12

.

3

καθ’ ἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κατέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούς τε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προ‐
φάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ δὴ

53

.

12

.

4

μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. καὶ ἐνομίσθη διὰ ταῦτα ἡ μὲν Ἀφρικὴ καὶ ἡ Νουμιδία ἥ τε Ἀσία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελία, Κρήτη τε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ
5προσκειμένου οἱ Πόντου, Σαρδώ τε καὶ Βαιτικὴ τοῦ τε δήμου καὶ

53

.

12

.

5

τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ Καίσαρος ἥ τε λοιπὴ Ἰβηρία, ἥ τε περὶ Ταρράκωνα καὶ ἡ Λυσιτανία, καὶ Γαλάται πάντες, οἵ τε Ναρβωνήσιοι καὶ οἱ Λουγδουνήσιοι Ἀκυιτανοί τε καὶ Βελγικοί,

53

.

12

.

6

αὐτοί τε καὶ οἱ ἔποικοί σφων· Κελτῶν γάρ τινες, οὓς δὴ Γερμα‐ νοὺς καλοῦμεν, πᾶσαν τὴν πρὸς τῷ Ῥήνῳ Βελγικὴν κατασχόντες Γερμανίαν ὀνομάζεσθαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ ποταμοῦ πηγάς, τὴν δὲ κάτω τὴν μέχρι τοῦ ὠκεανοῦ τοῦ Βρεττα‐

53

.

12

.

7

νικοῦ οὖσαν. ταῦτά τε οὖν καὶ ἡ Συρία ἡ κοίλη καλουμένη ἥ τε Φοινίκη καὶ Κιλικία καὶ Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοῦ Καίσαρος μερίδι τότε ἐγένοντο· ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν Γαλα‐ τίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, αὐτὸς δὲ τὴν Δελμα‐

53

.

12

.

8

τίαν ἀντέλαβε. καὶ τοῦτο μὲν καὶ ἐπ’ ἄλλων ἐθνῶν μετὰ ταῦτ’ ἐπράχθη, ὥς που καὶ ἡ διέξοδος τοῦ λόγου δηλώσει· ταῦτα δὲ οὕτω κατέλεξα, ὅτι νῦν χωρὶς ἕκαστον αὐτῶν ἡγεμονεύεται, ἐπεὶ τό γε ἀρχαῖον καὶ ἐπὶ πολὺ καὶ σύνδυο καὶ σύντρια τὰ ἔθνη ἅμα

53

.

12

.

9

ἤρχετο. τῶν δὲ δὴ λοιπῶν οὐκ ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεκτήθη, τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἄλλ’ οὔτι γε καὶ ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλ’ ἢ αὐτόνομα ἀφεῖτο ἢ καὶ βασιλείαις τισὶν ἐπετέτραπτο· καὶ αὐτῶν ὅσα μετὰ τοῦτ’ ἐς τὴν
5τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ ἀεὶ κρατοῦντι προσετέθη.

53

.

13

.

1

τὰ μὲν οὖν ἔθνη οὕτω διῃρέθη, βουληθεὶς δὲ δὴ καὶ ὣς ὁ Καῖσαρ πόρρω σφᾶς ἀπαγαγεῖν τοῦ τι μοναρχικὸν φρονεῖν δοκεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν δοθέντων οἱ ὑπέστη· τοσούτῳ τε γὰρ χρόνῳ καταστήσειν αὐτὰ ὑπέσχετο, καὶ προσενεανιεύσατο εἰπὼν ὅτι,

53

.

13

.

2

ἂν καὶ θᾶττον ἡμερωθῇ, θᾶττον αὐτοῖς καὶ ἐκεῖνα ἀποδώσει. κἀκ τούτου πρῶτον μὲν αὐτοὺς τοὺς βουλευτὰς ἑκατέρων τῶν ἐθνῶν,
πλὴν Αἰγυπτίων, ἄρχειν κατέδειξεν (ἐκείνοις γὰρ δὴ μόνοις τὸν ὠνομασμένον ἱππέα, δι’ ἅπερ εἶπον, προσέταξεν)· ἔπειτα δὲ τοὺς
5μὲν καὶ ἐπετησίους καὶ κληρωτοὺς εἶναι, πλὴν εἴ τῳ πολυπαιδίας

53

.

13

.

3

ἢ γάμου προνομία προσείη, καὶ ἔκ τε τοῦ κοινοῦ τῆς γερουσίας συλλόγου πέμπεσθαι μήτε ξίφος παραζωννυμένους μήτε στρατιω‐ τικῇ ἐσθῆτι χρωμένους, καὶ ἀνθυπάτους καλεῖσθαι μὴ ὅτι τοὺς δύο τοὺς ὑπατευκότας ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς ἐκ τῶν ἐστρα‐

53

.

13

.

4

τηγηκότων ἢ δοκούντων γε ἐστρατηγηκέναι μόνον ὄντας, ῥαβδούχοις τέ σφας ἑκατέρους ὅσοισπερ καὶ ἐν τῷ ἄστει νενόμισται χρῆσθαι, καὶ τὰ τῆς ἀρχῆς ἐπίσημα καὶ παραχρῆμα ἅμα τῷ ἔξω τοῦ πω‐ μηρίου γενέσθαι προστίθεσθαι καὶ διὰ παντὸς μέχρις ἂν ἀνακο‐

53

.

13

.

5

μισθῶσιν ἔχειν ἐκέλευσε. τοὺς δὲ ἑτέρους ὑπό τε ἑαυτοῦ αἱρεῖσθαι καὶ πρεσβευτὰς αὐτοῦ ἀντιστρατήγους τε ὀνομάζεσθαι, κἂν ἐκ τῶν ὑπατευκότων ὦσι, διέταξε. τῶν γὰρ δὴ δύο τούτων ὀνομάτων ἐπὶ πλεῖστον ἐν τῇ δημοκρατίᾳ ἀνθησάντων, τὸ μὲν τοῦ στρατηγοῦ
5τοῖς αἱρετοῖς ὡς καὶ τῷ πολέμῳ ἀπὸ τοῦ πάνυ ἀρχαίου προσῆκον ἔδωκεν, ἀντιστρατήγους σφᾶς προσειπών, τὸ δὲ δὴ τῶν ὑπάτων τοῖς ἑτέροις ὡς καὶ εἰρηνικωτέροις, ἀνθυπάτους αὐτοὺς ἐπικαλέσας.

53

.

13

.

6

αὐτὰ μὲν γὰρ τὰ ὀνόματα, τό τε τοῦ στρατηγοῦ καὶ τὸ τοῦ ὑπά‐ του, ἐν τῇ Ἰταλίᾳ ἐτήρησε, τοὺς δὲ ἔξω πάντας ὡς καὶ ἀντ’ ἐκείνων ἄρχοντας προσηγόρευσε. τῇ τε οὖν ἐπικλήσει τῇ τῶν ἀντιστρατή‐ γων τοὺς αἱρετοὺς χρῆσθαι, καὶ ἐπὶ πλείω καὶ ἐνιαυτοῦ χρόνον,
5ἐφ’ ὅσον ἂν ἑαυτῷ δόξῃ, ἄρχειν ἐποίησε, τήν τε στρατιωτικὴν σκευὴν φοροῦντας καὶ ξίφος, οἷς γε καὶ στρατιώτας δικαιῶσαι

53

.

13

.

7

ἔξεστιν, ἔχοντας. ἄλλῳ γὰρ οὐδενὶ οὔτε ἀνθυπάτῳ οὔτε ἀντιστρα‐ τήγῳ οὔτε ἐπιτρόπῳ ξιφηφορεῖν δέδοται, ᾧ μὴ καὶ στρατιώτην τινὰ ἀποκτεῖναι ἐξεῖναι νενόμισται· οὐ γὰρ ὅτι τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἱππεῦσιν, οἷς τοῦθ’ ὑπάρχει, καὶ ἐκεῖνο συγκεχώ‐

53

.

13

.

8

ρηται. ταῦτα μὲν οὖν οὕτως ἔχει, ῥαβδούχοις δὲ δὴ πέντε πάντες ὁμοίως οἱ ἀντιστράτηγοι χρῶνται, καὶ ὅσοι γε οὐκ ἐκ τῶν ὑπα‐ τευκότων εἰσί, καὶ ὀνομάζονται ἐπ’ αὐτοῦ τοῦ ἀριθμοῦ τούτου. τά τε τῆς ἡγεμονίας κοσμήματα, ὅταν τε ἐς τὴν προστεταγμένην
5σφίσι χώραν ἐσέλθωσιν, ἑκάτεροι ὁμοίως ἀναλαμβάνουσι, καὶ ἐπει‐ δὰν διάρξωσιν, εὐθὺς κατατίθενται.

53

.

14

.

1

οὕτω μὲν καὶ ἐπὶ τούτοις ἔκ τε τῶν ἐστρατηγηκότων καὶ ἐκ τῶν ὑπατευκότων ἄρχοντες ἀμφοτέρωσε πέμπεσθαι ἐνομίσθησαν. καὶ αὐτῶν ὁ μὲν αὐτοκράτωρ ὅποι τέ τινα καὶ ὁπότε ἤθελεν ἔστελλε,
καὶ πολλοὶ καὶ στρατηγοῦντες καὶ ὑπατεύοντες ἡγεμονίας ἐθνῶν

53

.

14

.

2

ἔσχον, ὃ καὶ νῦν ἔστιν ὅτε γίγνεται· τῇ δὲ δὴ βουλῇ ἰδίᾳ μὲν τοῖς τε ὑπατευκόσι τήν τε Ἀφρικὴν καὶ τὴν Ἀσίαν καὶ τοῖς ἐστρατηγη‐ κόσι τὰ λοιπὰ πάντα ἀπένειμε, κοινῇ δὲ δὴ πᾶσιν αὐτοῖς ἀπηγόρευσε μηδένα πρὸ πέντε ἐτῶν μετὰ τὸ ἐν τῇ πόλει ἄρξαι κληροῦσθαι.

53

.

14

.

3

καὶ χρόνῳ μέν τινι πάντες οἱ τοιοῦτοι, εἰ καὶ πλείους τῶν ἐθνῶν ἦσαν, ἐλάγχανον αὐτά· ὕστερον δέ, ἐπειδή τινες αὐτῶν οὐ καλῶς ἦρχον, τῷ αὐτοκράτορι καὶ ἐκεῖνοι προσετέθησαν, καὶ οὕτω καὶ

53

.

14

.

4

τούτοις αὐτὸς τρόπον τινὰ τὰς ἡγεμονίας δίδωσιν. ἰσαρίθμους τε γὰρ τοῖς ἔθνεσι, καὶ οὓς ἂν ἐθελήσῃ, κληροῦσθαι κελεύει. αἱρετούς τέ τινες καὶ ἐκεῖσε ἔπεμψαν, καὶ ἐπὶ πλείω ἐνιαυτοῦ χρόνον ἔστιν οἷς ἄρξαι ἐπέτρεψαν· καί τινες καὶ ἱππεῦσιν ἀντὶ τῶν βουλευτῶν
5ἔθνη τινὰ προσέταξαν.

53

.

14

.

5

ταῦτα μὲν οὕτω τότε περὶ τοὺς βουλευτὰς τούς γε καὶ θανατοῦν τοὺς ἀρχομένους ἐξουσίαν ἔχοντας ἐνομίσθη. πέμπονται γὰρ καὶ οἷς οὐκ ἔξεστι τοῦτο, ἐς μὲν τὰ τοῦ δήμου τῆς τε βουλῆς λεγόμενα ἔθνη οἵ τε ταμιεύοντες, οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, καὶ οἱ παρε‐

53

.

14

.

6

δρεύοντες τοῖς τὸ κῦρος τῆς ἀρχῆς ἔχουσιν. οὕτω γὰρ ἂν ὀρθῶς αὐτούς, οὐ πρὸς τὸ ὄνομα ἀλλὰ πρὸς τὴν πρᾶξιν, ὥσπερ εἶπον, καλέσαιμι, ἐπεὶ οἵ γε ἄλλοι πρεσβευτὰς καὶ τούτους ἑλληνίζοντες ὀνομάζουσι. καὶ περὶ μὲν τῆς ἐπικλήσεως ταύτης ἀρκούντως ἐν

53

.

14

.

7

τοῖς ἄνω λόγοις εἴρηται, τοὺς δὲ δὴ παρέδρους αὐτὸς ἑαυτῷ ἕκαστος αἱρεῖται, ἕνα μὲν οἱ ἐστρατηγηκότες ἐκ τῶν ὁμοίων σφίσιν ἢ καὶ τῶν ὑποδεεστέρων, τρεῖς δὲ οἱ ὑπατευκότες καὶ ἐκ τῶν ὁμοτίμων, οὓς ἂν καὶ ὁ αὐτοκράτωρ δοκιμάσῃ. ἐκαινοτομήθη μὲν γάρ τι
5καὶ κατὰ τούτους, ἀλλ’ ἐπειδὴ ταχὺ ἐπαύσατο, ἀρκέσει τότε αὐτὸ λεχθῆναι.

53

.

15

.

1

περὶ μὲν οὖν τὰ τοῦ δήμου ἔθνη ταῦθ’ οὕτω γίγνεται· πέμπον‐ ται δὲ καὶ ἐς τὰ ἕτερα, τὰ τοῦ τε αὐτοκράτορος ὀνομαζόμενα καὶ πολιτικὰ στρατόπεδα πλείω ἑνὸς ἔχοντα, οἱ ὑπάρξοντές σφων, ὑπ’ αὐτοῦ ἐκείνου τὸ μὲν πλεῖστον ἐκ τῶν ἐστρατηγηκότων ἤδη δὲ
5καὶ ἐκ τῶν τεταμιευκότων ἢ καὶ ἄλλην τινὰ ἀρχὴν τῶν διὰ μέσου
ἀρξάντων αἱρούμενοι.

53

.

15

.

2

τῶν μὲν δὴ οὖν βουλευόντων ταῦτα ἔχεται, ἐκ δὲ δὴ τῶν ἱππέων τούς τε χιλιάρχους, καὶ τοὺς βουλεύσοντας καὶ τοὺς λοιπούς, ὧν περὶ τῆς διαφορᾶς ἄνω μοι τοῦ λόγου προείρηται, αὐτὸς ὁ αὐτο‐ κράτωρ τοὺς μὲν ἐς τὰ πολιτικὰ τείχη μόνα τοὺς δὲ καὶ ἐς τὰ
5ξενικὰ ἀποστέλλει, ὥσπερ τότε πρὸς τοῦ αὐτοῦ Καίσαρος ἐνο‐

53

.

15

.

3

μίσθη· καὶ τοὺς ἐπιτρόπους (οὕτω γὰρ τοὺς τάς τε κοινὰς προσό‐ δους ἐκλέγοντας καὶ τὰ προστεταγμένα σφίσιν ἀναλίσκοντας ὀνο‐ μάζομεν) ἐς πάντα ὁμοίως τὰ ἔθνη, τά τε ἑαυτοῦ δὴ καὶ τὰ τοῦ δήμου, τοὺς μὲν ἐκ τῶν ἱππέων τοὺς δὲ καὶ ἐκ τῶν ἀπελευθέρων
5πέμπει, πλὴν καθ’ ὅσον τοὺς φόρους οἱ ἀνθύπατοι παρ’ ὧν ἄρ‐

53

.

15

.

4

χουσιν ἐσπράσσουσιν. ἐντολάς τέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνθυπάτοις τοῖς τε ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς ἐξίωσιν. καὶ γὰρ τοῦτο καὶ τὸ μισθοφορὰν καὶ ἐκείνοις καὶ τοῖς

53

.

15

.

5

ἄλλοις δίδοσθαι τότε ἐνομίσθη. τὸ μὲν γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον· ἐπὶ δὲ δὴ τοῦ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτόν τι λαμβάνειν ἤρξαντο. καὶ τοῦτο μὲν οὐκ ἐκ τοῦ ἴσου πᾶσί σφισιν,
5ἀλλ’ ὥς που καὶ ἡ χρεία ἀπῄτει, ἐτάχθη· καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ ἀξιώματος ὄνομα ἀπὸ τοῦ ἀριθμοῦ τῶν διδομέ‐

53

.

15

.

6

νων αὐτοῖς χρημάτων προσγίγνεται. ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως ἐνομοθετήθη, μήτε καταλόγους σφᾶς ποιεῖσθαι, μήτ’ ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι ἡ βουλὴ ψηφίσαιτο ἢ 〈ὁ〉 αὐτοκράτωρ κελεύσειεν· ὅταν τέ τῳ ὁ διάδοχος ἔλθῃ, ἔκ τε τοῦ
5ἔθνους αὐτίκα αὐτὸν ἐξορμᾶσθαι καὶ ἐν τῇ ἀνακομιδῇ μὴ ἐγχρο‐ νίζειν, ἀλλ’ ἐντὸς τριῶν μηνῶν ἐπανιέναι.

53

.

16

.

1

ταῦτα μὲν οὕτω τότε ὥς γε εἰπεῖν διετάχθη· τῷ γὰρ ἔργῳ καὶ πάντων καὶ διὰ παντὸς αὐτὸς ὁ Καῖσαρ, ἅτε καὶ τῶν χρημά‐ των κυριεύων (λόγῳ μὲν γὰρ τὰ δημόσια ἀπὸ τῶν ἐκείνου ἀπεκέ‐ κριτο, ἔργῳ δὲ καὶ ταῦτα πρὸς τὴν γνώμην αὐτοῦ ἀνηλίσκετο) καὶ

53

.

16

.

2

τῶν στρατιωτῶν κρατῶν, αὐταρχήσειν ἔμελλε. τῆς γοῦν δεκαετίας
ἐξελθούσης ἄλλα ἔτη πέντε, εἶτα πέντε, καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα αὖθις δέκα πεμπτάκις ἃ αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκε‐

53

.

16

.

3

τηρίδων διαδοχῇ διὰ βίου αὐτὸν μοναρχῆσαι. καὶ διὰ τοῦτο καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, καίτοι μηκέτ’ ἐς τακτὸν χρόνον ἀλλ’ ἐς πάντα καθάπαξ τὸν βίον ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ τὴν ἡγεμονίαν αὖθις τότε ἀνανεούμενοι·

53

.

16

.

4

καὶ τοῦτο καὶ νῦν γίγνεται. ὁ δ’ οὖν Καῖσαρ πολλὰ μὲν καὶ πρό‐ τερον, ὅτε τὰ περὶ τῆς ἐξωμοσίας τῆς μοναρχίας καὶ τὰ περὶ τῆς τῶν ἐθνῶν διανομῆς διελέχθη, ἔλαβε· καὶ γὰρ τό τε τὰς δάφνας πρὸ τῶν βασιλείων αὐτοῦ προτίθεσθαι, καὶ τὸ τὸν στέφανον τὸν
5δρύινον ὑπὲρ αὐτῶν ἀρτᾶσθαι, τότε οἱ ὡς καὶ ἀεὶ τούς τε πολε‐

53

.

16

.

5

μίους νικῶντι καὶ τοὺς πολίτας σώζοντι ἐψηφίσθη. (καλεῖται δὲ τὰ βασίλεια παλάτιον, οὐχ ὅτι καὶ ἔδοξέ ποτε οὕτως αὐτὰ ὀνομάζεσθαι, ἀλλ’ ὅτι ἔν τε τῷ Παλατίῳ ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε, καί τινα καὶ πρὸς τὴν τοῦ Ῥωμύλου προενοίκησιν φήμην ἡ

53

.

16

.

6

οἰκία αὐτοῦ ἀπὸ τοῦ παντὸς ὄρους ἔλαβε· καὶ διὰ τοῦτο κἂν ἄλ‐ λοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου ἐπίκλησιν ἡ καταγωγὴ αὐτοῦ ἴσχει). ἐπεὶ δὲ καὶ τῷ ἔργῳ αὐτὰ ἐπετέλεσεν, οὕτω δὴ καὶ τὸ τοῦ Αὐγούστου ὄνομα καὶ παρὰ τῆς βουλῆς καὶ

53

.

16

.

7

παρὰ τοῦ δήμου ἐπέθετο. βουληθέντων γάρ σφων ἰδίως πως αὐ‐ τὸν προσειπεῖν, καὶ τῶν μὲν τὸ τῶν δὲ τὸ καὶ ἐσηγουμένων καὶ αἱρουμένων, ὁ Καῖσαρ ἐπεθύμει μὲν ἰσχυρῶς Ῥωμύλος ὀνομασθῆ‐ ναι, αἰσθόμενος δὲ ὅτι ὑποπτεύεται ἐκ τούτου τῆς βασιλείας ἐπι‐

53

.

16

.

8

θυμεῖν, οὐκέτ’ αὐτοῦ ἀντεποιήσατο, ἀλλὰ Αὔγουστος ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὢν ἐπεκλήθη· πάντα γὰρ τὰ ἐντιμότατα καὶ τὰ ἱερώτατα αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν αὐτὸν καὶ ἑλληνίζοντές πως, ὥσπερ τινὰ σεπτόν, ἀπὸ τοῦ σεβάζε‐
5σθαι, προσεῖπον.

53

.

17

.

1

οὕτω μὲν δὴ τό τε τοῦ δήμου καὶ τὸ τῆς γερουσίας κράτος πᾶν ἐς τὸν Αὔγουστον μετέστη, καὶ ἀπ’ αὐτοῦ καὶ ἀκριβὴς μοναρχία κατέστη. μοναρχία γάρ, εἰ καὶ τὰ μάλιστα καὶ δύο καὶ τρεῖς ἅμα

53

.

17

.

2

τὸ κῦρός ποτε ἔσχον, ἀληθέστατα ἂν νομίζοιτο. τὸ μὲν γὰρ ὄνομα αὐτὸ τὸ μοναρχικὸν οὕτω δή τι οἱ Ῥωμαῖοι ἐμίσησαν ὥστε μήτε δικτάτορας μήτε βασιλέας μήτ’ ἄλλο τι τοιουτότροπον τοὺς αὐτο‐ κράτοράς σφων ὀνομάζειν· τοῦ δὲ δὴ τῆς πολιτείας τέλους ἐς αὐ‐

53

.

17

.

3

τοὺς ἀνακειμένου οὐκ ἔστιν ὅπως οὐ βασιλεύονται. αἱ μὲν γὰρ ἀρχαὶ αἱ ἐκ τῶν νόμων ὡς πλήθει γενόμεναι καὶ νῦν πλὴν τῆς τῶν τιμητῶν καθίστανται, διάγεται δὲ καὶ διοικεῖται πάντα ἁπλῶς ὅπως ἂν ὁ ἀεὶ κρατῶν ἐθελήσῃ. καὶ ἵνα γε μὴ ἐκ δυναστείας ἀλλ’ ἐκ
5τῶν νόμων τοῦτ’ ἔχειν δοκῶσι, πάνθ’ ὅσα ἐν τῇ δημοκρατίᾳ μέγα παρ’ ἑκοῦσί σφισιν ἴσχυσεν, αὐτοῖς τοῖς ὀνόμασι χωρὶς τοῦ τῆς

53

.

17

.

4

δικτατορίας προσεποιήσαντο. ὕπατοί τε γὰρ πλειστάκις γίγνονται, καὶ ἀνθύπατοι ἀεί, ὁσάκις ἂν ἔξω τοῦ πωμηρίου ὦσιν, ὀνομάζονται· τήν τε τοῦ αὐτοκράτορος πρόσρησιν διὰ παντὸς οὐ μόνον οἱ νική‐ σαντές τινας ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, πρὸς δήλωσιν τῆς αὐτοτε‐
5λοῦς σφων ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦ τε δικτάτορος ἐπι‐

53

.

17

.

5

κλήσεως ἔχουσιν. αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τίθενται, ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαιοῦνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγους τε ποιεῖσθαι καὶ χρήματα ἀθροίζειν πολέμους

53

.

17

.

6

τε ἀναιρεῖσθαι καὶ εἰρήνην σπένδεσθαι, τοῦ τε ξενικοῦ καὶ τοῦ πολιτικοῦ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἄρχειν, ὥστε καὶ ἐντὸς τοῦ πωμηρίου καὶ τοὺς ἱππέας καὶ τοὺς βουλευτὰς θανατοῦν δύνασθαι, τά τε ἄλλα ὅσα τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις τοῖς αὐταρχήσασί

53

.

17

.

7

ποτε ποιεῖν ἐξῆν, λαμβάνουσιν· ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούς τε βίους καὶ τοὺς τρόπους ἡμῶν ἐξετάζουσι, καὶ ἀπογραφὰς ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι καὶ ἐς τὴν ἱππάδα καὶ ἐς τὸ βουλευτικόν,

53

.

17

.

8

τοὺς δὲ καὶ ἀπαλείφουσιν, ὅπως ἂν αὐτοῖς δόξῃ. ἔκ τε τοῦ ἐν πάσαις ταῖς ἱερωσύναις ἱερῶσθαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς πλείους σφῶν διδόναι, ἀρχιέρεών τέ τινα αὐτῶν, κἂν δύο κἂν τρεῖς ἅμα ἄρχωσιν, εἶναι, πάντων αὐτοὶ καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν

53

.

17

.

9

κυριεύουσιν. ἥ τε ἐξουσία ἡ δημαρχικὴ καλουμένη, ἣν οἱ πάνυ ποτὲ ἀνθήσαντες ἔσχον, δίδωσί σφισι τά τε ἐπιγιγνόμενα ὑφ’ ἑτέρου τινός, ἂν μὴ συνεπαινῶσι, παύειν, καὶ μήθ’ ὑβρίζεσθαι κἂν ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ ἀδικεῖσθαι
5δόξωσι, καὶ ἄκριτον τὸν ποιήσαντα αὐτὸ ὡς καὶ ἐναγῆ ἀπολλύναι.

53

.

17

.

10

δημαρχεῖν μὲν γάρ, ἅτε καὶ ἐς τοὺς εὐπατρίδας πάντως τελοῦντες, οὐχ ὅσιον νομίζουσιν εἶναι· τὴν δὲ δὴ δύναμιν τὴν τῶν δημάρχων πᾶσαν, ὅσηπερ τὰ μάλιστα ἐγένετο, προστίθενται, καὶ δι’ αὐτῆς καὶ ἡ ἐξαρίθμησις τῶν ἐτῶν τῆς ἀρχῆς αὐτῶν, ὡς καὶ κατ’ ἔτος

53

.

17

.

11

αὐτὴν μετὰ τῶν ἀεὶ δημαρχούντων λαμβανόντων, προβαίνει. ταῦτα μὲν ἐκ τῆς δημοκρατίας, ὥς που καὶ ἕκαστα ἐνομίσθη, οὕτω τε καὶ διὰ τούτων τῶν ὀνομάτων εἰλήφασιν, ὅπως μηδὲν ἄνευ δόσεώς

53

.

18

.

1

τινος ἔχειν δοκῶσιν· ἤδη δὲ καὶ ἕτερόν τι, ὃ μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐς πάντα ἄντικρυς ἐδόθη, προσεκτήσαντο, ὑφ’ οὗπερ καὶ μόνου καὶ ἐκεῖνα ἂν καὶ τἆλλα αὐτοῖς πράττειν ἐξῆν. λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ Λατῖνα ῥήματα λέγει· τοῦτ’ ἔστιν
5ἐλεύθεροι ἀπὸ πάσης ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ τῶν

53

.

18

.

2

γεγραμμένων ἐνέχονται. καὶ οὕτως ἐκ τούτων τῶν δημοκρατικῶν ὀνομάτων πᾶσαν τὴν τῆς πολιτείας ἰσχὺν περιβέβληνται ὥστε καὶ τὰ τῶν βασιλέων, πλὴν τοῦ φορτικοῦ τῆς προσηγορίας αὐτῶν, ἔχειν. ἡ γὰρ δὴ τοῦ Καίσαρος ἥ τε τοῦ Αὐγούστου πρόσρησις
5δύναμιν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίθησι, δηλοῖ δ’ ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, τὸ δὲ τὴν τοῦ ἀξιώματος

53

.

18

.

3

λαμπρότητα. καὶ ἥ γε τοῦ πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξου‐ σίαν τινὰ αὐτοῖς, ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ πάντων ἡμῶν δίδωσιν, οὐ μέντοι καὶ ἐπὶ τοῦτο ἀρχὴν ἐγένετο ἀλλ’ ἔς τε τιμὴν καὶ ἐς παραίνεσιν, ἵν’ αὐτοί τε τοὺς ἀρχομένους ὡς
5καὶ παῖδας ἀγαπῷεν καὶ ἐκεῖνοί σφας ὡς καὶ πατέρας αἰδῶνται.

53

.

18

.

4

τοσαῦταί τε καὶ τοιαῦται αἱ προσηγορίαι εἰσὶν αἷς οἱ τὸ κρά‐ τος ἔχοντες κατά τε τοὺς νόμους καὶ κατὰ τὸ ἤδη πάτριον νομί‐ ζουσι. καὶ νῦν μὲν πᾶσαι ἅμα αὐτοῖς ὡς τὸ πολύ, πλὴν τῆς τῶν τιμητῶν, δίδονται, τοῖς δὲ δὴ πάλαι κατὰ χρόνους ὡς ἕκασται

53

.

18

.

5

ἐψηφίζοντο. τὴν γὰρ δὴ τιμητείαν ἔλαβον μέν τινες καὶ τῶν αὐ‐
τοκρατόρων κατὰ τὸ ἀρχαῖον, ἔλαβε δὲ καὶ Δομιτιανὸς διὰ βίου· οὐ μέντοι καὶ νῦν ἔτι τοῦτο γίγνεται· τὸ γὰρ ἔργον αὐτῆς ἔχοντες οὔτε αἱροῦνται ἐπ’ αὐτήν, οὔτε τῇ προσκλήσει αὐτῆς πλὴν ἐν ταῖς
5ἀπογραφαῖς χρῶνται.

53

.

19

.

1

ἡ μὲν οὖν πολιτεία οὕτω τότε πρός τε τὸ βέλτιον καὶ πρὸς τὸ σωτηριωδέστερον μετεκοσμήθη καὶ γάρ που καὶ παντάπασιν ἀδύ‐ νατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὐ μέντοι καὶ ὁμοίως

53

.

19

.

2

τοῖς πρόσθεν τὰ μετὰ ταῦτα πραχθέντα λεχθῆναι δύναται. πρό‐ τερον μὲν γὰρ ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον πάντα, καὶ εἰ πόρρω που συμβαίη, ἐσεφέρετο· καὶ διὰ τοῦτο πάντες τε αὐτὰ ἐμάνθανον καὶ πολλοὶ συνέγραφον, κἀκ τούτου καὶ ἡ ἀλήθεια αὐ‐
5τῶν, εἰ καὶ τὰ μάλιστα καὶ φόβῳ τινὰ καὶ χάριτι φιλίᾳ τε καὶ ἔχθρᾳ τισὶν ἐρρήθη, παρὰ γοῦν τοῖς ἄλλοις τοῖς τὰ αὐτὰ γράψασι

53

.

19

.

3

τοῖς τε ὑπομνήμασι τοῖς δημοσίοις τρόπον τινὰ εὑρίσκετο. ἐκ δὲ δὴ τοῦ χρόνου ἐκείνου τὰ μὲν πλείω κρύφα καὶ δι’ ἀπορρήτων γίγνεσθαι ἤρξατο, εἰ δέ πού τινα καὶ δημοσιευθείη, ἀλλὰ ἀνεξέλεγκτά γε ὄντα ἀπιστεῖται· καὶ γὰρ λέγεσθαι καὶ πράττεσθαι πάντα πρὸς
5τὰ τῶν ἀεὶ κρατούντων τῶν τε παραδυναστευόντων σφίσι βουλή‐

53

.

19

.

4

ματα ὑποπτεύεται. καὶ κατὰ τοῦτο πολλὰ μὲν οὐ γιγνόμενα θρυ‐ λεῖται, πολλὰ δὲ καὶ πάνυ συμβαίνοντα ἀγνοεῖται, πάντα δὲ ὡς εἰπεῖν ἄλλως πως ἢ ὡς πράττεται διαθροεῖται. καὶ μέντοι καὶ τὸ τῆς ἀρχῆς μέγεθος τό τε τῶν πραγμάτων πλῆθος δυσχερεστάτην

53

.

19

.

5

〈τὴν〉 ἀκρίβειαν αὐτῶν παρέχεται. ἔν τε γὰρ τῇ Ῥώμῃ συχνὰ καὶ παρὰ τῷ ὑπηκόῳ αὐτῆς πολλά, πρός τε τὸ πολέμιον ἀεὶ καὶ καθ’ ἡμέραν ὡς εἰπεῖν γίγνεταί τι, περὶ ὧν τὸ μὲν σαφὲς οὐδεὶς ῥᾳ‐ δίως ἔξω τῶν πραττόντων αὐτὰ γιγνώσκει, πλεῖστοι δ’ ὅσοι οὐδ’

53

.

19

.

6

ἀκούουσι τὴν ἀρχὴν ὅτι γέγονεν. ὅθενπερ καὶ ἐγὼ πάντα τὰ ἑξῆς, ὅσα γε καὶ ἀναγκαῖον ἔσται εἰπεῖν, ὥς που καὶ δεδήμωται φράσω, εἴτ’ ὄντως οὕτως εἴτε καὶ ἑτέρως πως ἔχει. προσέσται μέντοι τι αὐτοῖς καὶ τῆς ἐμῆς δοξασίας, ἐς ὅσον ἐνδέχεται, ἐν οἷς ἄλλο τι
5μᾶλλον ἢ τὸ θρυλούμενον ἠδυνήθην ἐκ πολλῶν ὧν ἀνέγνων ἢ καὶ ἤκουσα ἢ καὶ εἶδον τεκμήρασθαι.

53

.

20

.

1

Αὔγουστος μὲν δὴ ὁ Καῖσαρ, ὥσπερ εἶπον, ἐπωνομάσθη, καὶ αὐτῷ σημεῖον οὐ σμικρὸν εὐθὺς τότε τῆς νυκτὸς ἐπεγένετο· ὁ γὰρ
Τίβερις πελαγίσας πᾶσαν τὴν ἐν τοῖς πεδίοις Ῥώμην κατέλαβεν ὥστε πλεῖσθαι, καὶ ἀπ’ αὐτοῦ οἱ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσοι

53

.

20

.

2

καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξοι προέγνωσαν. χαριζομένων δ’ αὐτῷ καθ’ ὑπερβολὴν ἄλλων ἄλλα, Σέξτος τις Πακούουιος, ὡς δ’ ἕτεροι λέγουσιν Ἀπούδιος, πάντας ἐξενίκησεν· ἐν γὰρ τῷ συνε‐ δρίῳ ἑαυτόν τέ οἱ τὸν τῶν Ἰβήρων τρόπον καθωσίωσε καὶ τοῖς

53

.

20

.

3

ἄλλοις συνεβούλευε τοῦτο ποιῆσαι. ἐπειδή τε ὁ Αὔγουστος ἐμποδών οἱ ἐγένετο, πρός τε τὸ πλῆθος τὸ προσεστὸς ἐξεπήδησεν (ἐδημάρχει γάρ) καὶ ἐκείνους τε καὶ μετὰ ταῦτα καὶ τοὺς λοιπούς, κατά τε τὰς ὁδοὺς καὶ κατὰ τοὺς στενωποὺς περινοστήσας, καθιερῶσαί

53

.

20

.

4

σφας τῷ Αὐγούστῳ κατηνάγκασεν· ἀφ’ οὗπερ καὶ νῦν προστρεπό‐ μενοι τὸν κρατοῦντα λέγειν εἰώθαμεν ὅτι “σοι καθωσιώμεθα”. καὶ ὁ μὲν καὶ θῦσαι ἐπὶ τούτῳ πάντας ἐποίει, ἔν τε τῷ ὁμίλῳ ποτὲ κληρονόμον ἔφη τὸν Αὔγουστον ἐξ ἴσου τῷ υἱεῖ καταλείψειν,
5οὐχ ὅτι τι εἶχεν, ἀλλ’ ὅτι καὶ προσλαβεῖν ἠθέλησεν, ὃ καὶ ἐγένετο·

53

.

21

.

1

Αὔγουστος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ δέομαι καθ’ ἕκαστον ἀκριβῶς ἐπεξιέ‐

53

.

21

.

2

ναι, χωρὶς ἢ ὅσα τῇ συγγραφῇ πρόσφορά ἐστι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα πραχθεῖσι ποιήσω, ἵνα μὴ καὶ δι’ ὄχλου γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων ἃ μηδ’ αὐτοὶ οἱ πάνυ αὐτὰ μελετῶν‐

53

.

21

.

3

τες ἀκριβοῦσιν. οὐ μέντοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλ’ ἔστι μὲν ἁ καὶ ἐς τὸ δημόσιον προεξετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ τινά, προμαθὼν ἐπανορθώσῃ· προετρέπετό τε γὰρ πάνθ’ ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς τι ἄμεινον αὐτῶν ἐπινοήσειεν, καὶ

53

.

21

.

4

παρρησίαν σφίσι πολλὴν ἔνεμε, καί τινα καὶ μετέγραφε. τὸ δὲ δὴ πλεῖστον τούς τε ὑπάτους ἢ τὸν ὕπατον, ὁπότε καὶ αὐτὸς ὑπα‐ τεύοι, κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ’ ἑκάστων, ἔκ τε τοῦ λοιποῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα τοὺς κλήρῳ λαχόντας, συμ‐
5βούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’ αὐτῶν καὶ τοῖς ἄλλοις

53

.

21

.

5

πᾶσι κοινοῦσθαι τρόπον τινὰ τὰ νομοθετούμενα νομίζεσθαι. ἐσέ‐
φερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν τὴν γερουσίαν, βέλτιον μέντοι νομίζων εἶναι τὸ μετ’ ὀλίγων καθ’ ἡσυχίαν τά τε πλείω καὶ τὰ μείζω προσκοπεῖσθαι, τοῦτό τε ἐποίει καὶ ἔστιν ὅτε καὶ ἐδίκαζε

53

.

21

.

6

μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, ὅ τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο· οὐ μέντοι καὶ ἐπράττετό τι ὃ μὴ καὶ ἐκεῖνον

53

.

21

.

7

ἤρεσκε. τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλ‐ λετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷ τε ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο ὅπως μήτ’ ἀνεπιτήδειοι μήτ’ ἐκ παρακελεύ‐ σεως ἢ καὶ δεκασμοῦ ἀποδεικνύωνται.

53

.

22

.

1

τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθ’ ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ τῶν ὑπάτων, ἐφ’ ὧν ἐγένετο, μνημονεύεσθαι. ἐν μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ τείχους δυσπορεύτους ὑπ’ ἀμελείας ὁρῶν οὔσας τὰς μὲν
5ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι τοῖς οἰκείοις τέλεσι προσέταξε, τῆς δὲ δὴ Φλαμινίας αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν

53

.

22

.

2

δι’ αὐτῆς ἤμελλεν, ἐπεμελήθη. καὶ ἡ μὲν εὐθὺς τότε ἐγένετο, καὶ διὰ τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφ’ ἁψίδων ἔν τε τῇ τοῦ Τιβέριδος γεφύρᾳ καὶ ἐν Ἀριμίνῳ ἐποιήθησαν· αἱ δ’ ἄλλαι ὕστερον, εἴτ’ οὖν πρὸς τοῦ δημοσίου, ἐπειδὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν,
5εἴτε καὶ πρὸς τοῦ Αὐγούστου τις εἰπεῖν ἐθέλει, ἐπεσκευάσθησαν.

53

.

22

.

3

οὐ γὰρ δύναμαι διακρῖναι τοὺς θησαυροὺς αὐτῶν, οὐδ’ εἰ τὰ μά‐ λιστα ὁ Αὔγουστος καὶ ἀνδριάντας τινὰς ἑαυτοῦ ἀργυροῦς, πρός τε τῶν φίλων καὶ πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέ‐ κοψε τοῦ δὴ καὶ οἴκοθεν πάνθ’ ὅσα γε καὶ ἔλεγε δαπανᾶν δοκεῖν·

53

.

22

.

4

καὶ διὰ τοῦτο οὔτ’ εἴ ποτε ἐκ τῶν δημοσίων τι χρημάτων ὁ ἀεὶ κρατῶν ἔλαβεν, οὔτ’ εἴ ποτε αὐτὸς ἔδωκε, γνώμην ἔχω συγγράψαι. πολλάκις τε γὰρ ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τί ἄν τις ἐς δανεί‐ σματα ἢ καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, ὁπότε καὶ τούτοις καὶ
5ἐκείνοις καὶ ὁ δῆμος καὶ ὁ αὐτοκράτωρ ἐπίκοινον ἀεὶ χρῶνται;

53

.

22

.

5

τότε μὲν δὴ ταῦτα 〈ὁ〉 Αὔγουστος ἔπραξε, καὶ ἐξώρμησε μὲν ὡς
καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, ἐς δὲ δὴ τὰς Γαλατίας ἐλθὼν ἐνταῦθα ἐνδιέτριψεν ἐκεῖνοί τε γὰρ ἐπικηρυκεύσεσθαί οἱ ἐδόκουν, καὶ τὰ τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων εὐθὺς
5ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήν τε πολιτείαν διεκόσμησε. κἀντεῦθεν

53

.

23

.

1

ἔς τε τὴν Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην. μετὰ δὲ δὴ τοῦτο αὐτός τε τὸ ὄγδοον σὺν τῷ Ταύρῳ τῷ Στατιλίῳ ὑπά‐

53

.

23

.

2

τευσε, καὶ ὁ Ἀγρίππας τὰ Σέπτα ὠνομασμένα καθιέρωσεν· ὁδὸν μὲν γὰρ οὐδεμίαν ἐπισκευάσειν ὑπέσχετο, ταῦτα δὲ ἐν τῷ Ἀρείῳ πεδίῳ στοαῖς πέριξ ὑπὸ τοῦ Λεπίδου πρὸς τὰς φυλετικὰς ἀρχαι‐ ρεσίας συνῳκοδομημένα καὶ πλαξὶ λιθίναις καὶ ζωγραφήμασιν ἐπε‐

53

.

23

.

3

κόσμησεν, Ἰούλια αὐτὰ ἀπὸ τοῦ Αὐγούστου προσαγορεύσας. καὶ ὁ μὲν οὐχ ὅπως φθόνον τινὰ ἐπ’ αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς αὐτοῦ ἐκείνου καὶ πρὸς τῶν ἄλλων ἁπάντων ἐτιμᾶτο

53

.

23

.

4

(αἴτιον δὲ ὅτι τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τά τε συμ‐ φορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐδ’ ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖς τε παρ’ αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ’ ἔς τε τὸ αὐτῷ

53

.

23

.

5

ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον), ὁ δὲ δὴ Γάλλος Κορνή‐ λιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε· καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ Αἰγύπτῳ ἔστησε, καὶ

53

.

23

.

6

τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραψε. κατηγορήθη τε οὖν ἐπ’ αὐτοῖς ὑπὸ Οὐαλερίου Λάργου, ἑταίρου τέ οἱ καὶ συμ‐ βιωτοῦ ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ
5ἄλλοι αὐτῷ συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατ’ αὐτοῦ πολλὰς ἀπή‐

53

.

23

.

7

νεγκαν, καὶ ἡ γερουσία ἅπασα ἁλῶναί τε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτην τε τῷ Αὐγούστῳ
δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο. καὶ ὁ μὲν περιαλ‐

53

.

24

.

1

γήσας ἐπὶ τούτοις ἑαυτὸν προκατεχρήσατο, τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον καὶ ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόν τε, ὃν τέως ἐκολά‐ κευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκά‐ σαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο,
5μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ

53

.

24

.

2

συμβῇ, ψηφιεῖσθαι. ὁ μέντοι Προκουλέιος οὕτω πρὸς αὐτὸν ἔσχεν ὥστ’ ἀπαντήσας ποτὲ αὐτῷ τήν τε ῥῖνα καὶ τὸ στόμα τὸ ἑαυτοῦ τῇ χειρὶ ἐπισχεῖν, ἐνδεικνύμενος τοῖς συνοῦσιν ὅτι μηδ’ ἀναπνεῦσαί

53

.

24

.

3

τινι παρόντος αὐτοῦ ἀσφάλεια εἴη. ἄλλος τέ τις προσῆλθέ τε αὐτῷ, καίπερ ἀγνὼς ὤν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίζοι ἑαυτόν, ἐπειδή τε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ καὶ ὃν οὐκ ᾔδει πρότερον

53

.

24

.

4

συκοφαντῆσαι. οὕτω δ’ οὖν οἱ πολλοὶ τὰ ἔργα τινῶν, κἂν πονηρὰ ᾖ, μᾶλλον ζηλοῦσιν ἢ τὰ παθήματα φυλάσσονται, ὥστε καὶ τότε Μᾶρκος Ἐγνάτιος Ῥοῦφος ἀγορανομήσας, καὶ ἄλλα τε πολλὰ κα‐ λῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ ἔτει ἐκείνῳ ἐμπρησθείσαις
5ἐπικουρίαν μετὰ τῶν ἑαυτοῦ δούλων καὶ μεθ’ ἑτέρων τινῶν μισθω‐

53

.

24

.

5

τῶν ποιησάμενος, καὶ διὰ τοῦτο τά τε ἀναλώματα τὰ τῇ ἀρχῇ αὐτοῦ προσήκοντα παρὰ τοῦ δήμου λαβὼν καὶ στρατηγὸς παρα‐ νόμως ἀποδειχθείς, ἐπήρθη τε ὑπ’ αὐτῶν τούτων καὶ τὸν Αὔγου‐ στον ὑπερεφρόνησεν, ὥστε καὶ προγράψαι ὅτι ἄθραυστον καὶ ὁλό‐

53

.

24

.

6

κληρον τῷ διαδόχῳ τὴν πόλιν παρέδωκεν. ἐπ’ οὖν τούτῳ οἵ τε ἄλλοι πάντες οἱ πρῶτοι καὶ αὐτὸς ὅτι μάλιστα ὁ Αὔγουστος ὀργὴν ἔσχε, καὶ ἐκεῖνον μὲν ἐκδιδάξειν οὐκ ἐς μακρὰν ἔμελλε τὸ μὴ ὑπὲρ τοὺς πολλοὺς φρονεῖν, τοῖς δ’ ἀγορανόμοις παραχρῆμα ἐπιμελεῖσθαί
5τε ὅπως μηδὲν ἐμπίμπρηται, κἂν ἄρα τι τοιοῦτο συμβῇ, κατασβεν‐ νύναι τὸ πῦρ προσέταξε.

53

.

25

.

1

κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὅ τε Πολέμων ὁ ἐν τῷ Πόντῳ βα‐ σιλεύων ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους τοῦ δήμου ἀνε‐
γράφη, καὶ προεδρία τοῖς βουλευταῖς ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ ἐς

53

.

25

.

2

πάντα τὰ θέατρα ἐδόθη· τόν τε Αὔγουστον ἐς τὴν Βρεττανίαν, ἐπειδὴ μὴ ἠθέλησαν ὁμολογῆσαι, στρατευσείοντα κατέσχον οἵ τε Σάλασσοι ἐπαναστάντες αὐτῷ καὶ οἱ Κάνταβροι οἵ τε Ἄστυρες πολεμωθέντες. οἰκοῦσι δὲ ἐκεῖνοι μὲν ὑπὸ τὰς Ἄλπεις, ὥσπερ εἴρη‐
5ταί μοι, οὗτοι δὲ ἑκάτεροι τοῦ τε Πυρηναίου τοῦ [τε] πρὸς τῇ

53

.

25

.

3

Ἰβηρίᾳ τὸ καρτερώτατον καὶ τὴν πεδιάδα τὴν ὑπ’ αὐτοῦ οὖσαν. δι’ οὖν ταῦτα ὁ Αὔγουστος (ἤδη δὲ ἔνατον μετὰ Μάρκου Σιλανοῦ ὑπά‐ τευεν) ἐπὶ μὲν τοὺς Σαλάσσους Τερέντιον Οὐάρρωνα ἔπεμψε. καὶ ὃς πολλαχῇ ἅμα, ὅπως μὴ συστραφέντες δυσχειρωτότεροι γένωνται,
5ἐμβαλὼν ῥᾷστά τε αὐτούς, ἅτε καὶ κατ’ ὀλίγους προσπίπτοντάς

53

.

25

.

4

σφισιν, ἐνίκησε, καὶ συμβῆναι καταναγκάσας ἀργύριόν τέ τι ῥητόν, ὡς καὶ μηδὲν δεινὸν ἄλλο δράσων, ᾔτησε, κἀκ τούτου [τοῦ] παν‐ ταχῇ πρὸς τὴν ἔσπραξιν δῆθεν αὐτοῦ στρατιώτας διαπέμψας συνέ‐ λαβέ τε τοὺς ἐν τῇ ἡλικίᾳ καὶ ἀπέδοτο, ἐφ’ ᾧ μηδείς σφων ἐντὸς

53

.

25

.

5

εἴκοσιν ἐτῶν ἐλευθερωθείη. καὶ αὐτῶν ἡ ἀρίστη τῆς γῆς τῶν τε δορυφόρων τισὶν ἐδόθη, καὶ πόλιν τὴν Αὔγουσταν πραιτωριανῶν ὠνομασμένην ἔσχεν. αὐτὸς δὲ ὁ Αὔγουστος πρός τε τοὺς Ἄστυρας καὶ πρὸς τοὺς Καντάβρους ἅμα ἐπολέμησε, καὶ ἐπειδὴ μήτε προσ‐

53

.

25

.

6

εχώρουν οἱ ἅτε ἐπὶ τοῖς ἐρυμνοῖς ἐπαιρόμενοι, μήτε ἐς χεῖρας διά τε τὸ τῷ πλήθει ἐλαττοῦσθαι καὶ διὰ τὸ ἀκοντιστὰς τὸ πλεῖστον εἶναι ᾖσαν, καὶ προσέτι καὶ πράγματα αὐτῷ πολλά, εἴ που κινη‐ θείη, τά τε ὑπερδέξια ἀεὶ προκαταλαμβάνοντες καὶ ἐν τοῖς κοίλοις
5τοῖς τε ὑλώδεσιν ἐνεδρεύοντες παρεῖχον, ἐν ἀπόρῳ παντάπασιν

53

.

25

.

7

ἐγένετο. καὶ ὁ μὲν ἔκ τε τοῦ καμάτου καὶ ἐκ τῶν φροντίδων νο‐ σήσας ἐς Ταρράκωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει· Γάιος δὲ Ἀντί‐ στιος προσεπολέμησέ τε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ κατειργάσατο,

53

.

25

.

8

οὐχ ὅτι καὶ ἀμείνων τοῦ Αὐγούστου στρατηγὸς ἦν, ἀλλ’ ὅτι κατα‐ φρονήσαντες αὐτοῦ οἱ βάρβαροι ὁμόσε τε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνικήθησαν. καὶ οὕτως ἐκεῖνός τέ τινα ἔλαβε, καὶ Τίτος μετὰ ταῦτα Καρίσιος τήν τε Λαγκίαν τὸ μέγιστον τῶν Ἀστύρων πόλισμα
5ἐκλειφθὲν εἷλε καὶ ἄλλα πολλὰ παρεστήσατο.

53

.

26

.

1

παυσαμένου δὲ τοῦ πολέμου τούτου ὁ Αὔγουστος τοὺς μὲν ἀφηλικεστέρους τῶν στρατιωτῶν ἀφῆκε, καὶ πόλιν αὐτοῖς ἐν Λυ‐ σιτανίᾳ τὴν Αὔγουσταν Ἠμέριταν καλουμένην κτίσαι ἔδωκε, τοῖς δὲ τὴν στρατεύσιμον ἡλικίαν ἔτ’ ἔχουσι θέας τινὰς διά τε τοῦ Μαρ‐
5κέλλου καὶ διὰ τοῦ Τιβερίου ὡς καὶ ἀγορανομούντων ἐν αὐτοῖς

53

.

26

.

2

〈τοῖσ〉 στρατοπέδοις ἐποίησε. καὶ τῷ μὲν Ἰούβᾳ τῆς τε Γαιτουλίας τινὰ ἀντὶ τῆς πατρῴας ἀρχῆς, ἐπείπερ ἐς τὸν τῶν Ῥωμαίων κό‐ σμον οἱ πλείους αὐτῶν ἐσεγεγράφατο, καὶ τὰ τοῦ Βόκχου τοῦ τε

53

.

26

.

3

Βογούου ἔδωκε· τοῦ δ’ Ἀμύντου τελευτήσαντος οὐ τοῖς παισὶν αὐτοῦ τὴν ἀρχὴν ἐπέτρεψεν, ἀλλ’ ἐς τὴν ὑπήκοον ἐσήγαγε, καὶ οὕτω καὶ ἡ Γαλατία μετὰ τῆς Λυκαονίας Ῥωμαῖον ἄρχοντα ἔσχε, τά τε χωρία τὰ ἐκ τῆς Παμφυλίας πρότερον τῷ Ἀμύντᾳ προσνεμηθέντα

53

.

26

.

4

τῷ ἰδίῳ νομῷ ἀπεδόθη. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Μᾶρκος Οὐινίκιος Κελτῶν τινας μετελθών, ὅτι Ῥωμαίους ἄνδρας ἐς τὴν χώ‐ ραν σφῶν κατὰ τὴν ἐπιμιξίαν ἐσελθόντας συλλαβόντες ἔφθειραν, τὸ ὄνομα καὶ αὐτὸς τὸ τοῦ αὐτοκράτορος τῷ Αὐγούστῳ ἔδωκε.

53

.

26

.

5

καὶ ἐψηφίσθη μέν που καὶ τὰ ἐπινίκια αὐτῷ καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς τότε γενομένοις· ἐπεὶ δ’ οὐκ ἠθέλησεν αὐτὰ πέμψαι, ἁψίς τε ἐν ταῖς Ἄλπεσι τροπαιοφόρος οἱ ᾠκοδομήθη, καὶ ἐξουσία ἐδόθη τοῦ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ τῷ [τε] στε‐
5φάνῳ καὶ τῇ ἐσθῆτι τῇ νικητηρίᾳ ἀεὶ χρῆσθαι. Αὔγουστος μὲν ταῦτά τε ἐν τοῖς πολέμοις ἔπραξε, καὶ τὸ τοῦ

53

.

27

.

1

Ἰανοῦ τεμένισμα ἀνοιχθὲν δι’ αὐτοὺς ἔκλεισεν, Ἀγρίππας δὲ ἐν τούτῳ τὸ ἄστυ τοῖς ἰδίοις τέλεσιν ἐπεκόσμησε. τοῦτο μὲν γὰρ τὴν στοὰν τὴν τοῦ Ποσειδῶνος ὠνομασμένην καὶ ἐξῳκοδόμησεν ἐπὶ ταῖς ναυκρατίαις καὶ τῇ τῶν Ἀργοναυτῶν γραφῇ ἐπελάμπρυνε, τοῦτο
5δὲ τὸ πυριατήριον τὸ Λακωνικὸν κατεσκεύασε· Λακωνικὸν γὰρ τὸ γυμνάσιον, ἐπειδήπερ οἱ Λακεδαιμόνιοι γυμνοῦσθαί τε ἐν τῷ τότε

53

.

27

.

2

χρόνῳ καὶ λίπα ἀσκεῖν μάλιστα ἐδόκουν, ἐπεκάλεσε. τό τε Πάνθειον ὠνομασμένον ἐξετέλεσε· προσαγορεύεται δὲ οὕτω τάχα μὲν ὅτι πολ‐ λῶν θεῶν εἰκόνας ἐν τοῖς ἀγάλμασι, τῷ τε τοῦ Ἄρεως καὶ τῷ τῆς
Ἀφροδίτης, ἔλαβεν, ὡς δὲ ἐγὼ νομίζω, ὅτι θολοειδὲς ὂν τῷ οὐρανῷ

53

.

27

.

3

προσέοικεν. ἠβουλήθη μὲν οὖν ὁ Ἀγρίππας καὶ τὸν Αὔγουστον ἐνταῦθα ἱδρῦσαι, τήν τε τοῦ ἔργου ἐπίκλησιν αὐτῷ δοῦναι· μὴ δεξαμένου δὲ αὐτοῦ μηδέτερον ἐκεῖ μὲν τοῦ προτέρου Καίσαρος, ἐν δὲ τῷ προνάῳ τοῦ τε Αὐγούστου καὶ ἑαυτοῦ ἀνδριάντας ἔστησε.

53

.

27

.

4

καὶ ἐγίγνετο γὰρ ταῦτα οὐκ ἐξ ἀντιπάλου τῷ Ἀγρίππᾳ πρὸς τὸν Αὔγουστον φιλοτιμίας, ἀλλ’ ἔκ τε τῆς πρὸς ἐκεῖνον λιπαροῦς εὐνοίας καὶ ἐκ τῆς πρὸς τὸ δημόσιον ἐνδελεχοῦς σπουδῆς, οὐ μόνον οὐδὲν αὐτὸν ἐπ’ αὐτοῖς ὁ Αὔγουστος ᾐτιάσατο, ἀλλὰ καὶ ἐπὶ πλεῖον ἐτί‐

53

.

27

.

5

μησε. τούς τε γὰρ γάμους τῆς τε θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ ἀδελφιδοῦ τοῦ Μαρκέλλου μὴ δυνηθεὶς ὑπὸ τῆς νόσου ἐν τῇ Ῥώμῃ τότε ποιῆσαι δι’ ἐκείνου καὶ ἀπὼν ἑώρτασε· καὶ ἐπειδὴ ἡ οἰκία ἡ ἐν τῷ Παλατίῳ ὄρει, ἡ πρότερον μὲν τοῦ Ἀντωνίου γενομένη ὕστε‐
5ρον δὲ τῷ τε Ἀγρίππᾳ καὶ τῷ Μεσσάλᾳ δοθεῖσα, κατεφλέχθη, τῷ μὲν Μεσσάλᾳ ἀργύριον ἐχαρίσατο, τὸν δὲ Ἀγρίππαν σύνοικον ἐποιή‐

53

.

27

.

6

σατο. οὗτός τε οὖν ἐκ τούτων οὐκ ἀπεικότως ἐγαυροῦτο, καί τις Γάιος Θοράνιος αἰτίαν ἀγαθὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, καίπερ ἐξελεύθερόν τινος ὄντα, ἔς τε τὸ θέατρον ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάθρῳ παρεκαθίσατο. Πούπλιός τε Σερουίλιος ὄνομα
5καὶ αὐτὸς ἔλαβεν, ὅτι στρατηγῶν ἄρκτους τε τριακοσίας καὶ Λι‐ βυκὰ ἕτερα θηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινεν.

53

.

28

.

1

ἐκ δὲ τούτου δέκατον ὁ Αὔγουστος μετὰ Γαΐου Νωρβανοῦ ἦρξε, καὶ ἔν τε τῇ νουμηνίᾳ ὅρκους ἡ βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ ἐποιήσατο, καὶ ἐπειδὴ πλησιάζειν τε ἤδη τῇ πόλει ἠγγέλθη (ὑπὸ γὰρ τῆς ἀρρωστίας ἐχρόνισε) καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχ‐

53

.

28

.

2

μὰς δώσειν ὑπέσχετο, τό τε γράμμα τὸ περὶ αὐτῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεθῆναι πρὶν ἂν καὶ ἐκείνῃ συνδόξῃ, πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγκης ἀπήλλαξαν, ἵν’, ὥσπερ εἴρηταί μοι, καὶ αὐτο‐ τελὴς ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων πάντα τε

53

.

28

.

3

ὅσα βούλοιτο ποιοίη καὶ πάνθ’ ὅσα ἀβουλοίη μὴ πράττῃ. ταῦτα μὲν ἀποδημοῦντι ἔτ’ αὐτῷ ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ ἐπί τε τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ ἀνακομιδῇ αὐτοῦ ἐγένετο. τῷ τε Μαρκέλλῳ βουλεύειν τε ἐν τοῖς ἐστρατηγηκόσι καὶ τὴν ὑπα‐
5τείαν δέκα θᾶττον ἔτεσιν ἤπερ ἐνενόμιστο αἰτῆσαι, καὶ τῷ Τιβερίῳ

53

.

28

.

4

πέντε πρὸ ἑκάστης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτο ποιῆσαι ἐδόθη· καὶ παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορανόμος ἀπεδείχθη‐ σαν. τῶν τε ταμιευσόντων ἐν τοῖς ἔθνεσιν ἐπιλειπόντων ἐκληρώ‐ θησαν ἐς αὐτὰ πάντες οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου
5τούτου τεταμιευκότες.

53

.

29

.

1

ἐν μὲν οὖν τῇ πόλει ταῦτα τότε ἄξια μνήμης ἐγένετο· οἱ δὲ δὴ Κάνταβροι οἵ τε Ἄστυρες, ὡς τάχιστα ὁ Αὔγουστος ἐκ τῆς Ἰβηρίας, Λούκιον Αἰμίλιον ἄρχοντα αὐτῆς καταλιπών, ἀπηλλάγη, ἐπανέστη‐ σαν, καὶ πέμψαντες πρὸς τὸν Αἰμίλιον, πρὶν καὶ ὁτιοῦν ἐκφῆναί
5οἱ, σῖτόν τε καὶ ἄλλα τινὰ χαρίσασθαι τῷ στρατεύματι βούλεσθαι

53

.

29

.

2

ἔφασαν, κἀκ τούτου στρατιώτας συχνοὺς ὡς καὶ κομιοῦντας αὐτὰ λαβόντες ἔς τε χωρία αὐτοὺς ἐπιτήδειά σφισιν ἐσήγαγον καὶ κατε‐ φόνευσαν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθησαν· τῆς τε γὰρ χώρας αὐτῶν δῃωθείσης καὶ τειχῶν τινων καυθέντων, τό τε μέγιστον τῶν
5χειρῶν τοῖς ἀεὶ ἁλισκομένοις ἀποκοπτομένων, ταχέως ἐχειρώθησαν.

53

.

29

.

3

ἐν ᾧ δὲ ταῦτ’ ἐγίγνετο, καὶ ἄλλη τις στρατεία καινὴ ἀρχήν τε ἅμα καὶ τέλος ἔσχεν· ἐπὶ γὰρ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὼς ἐβασίλευεν, Αἴλιος Γάλλος ὁ τῆς Αἰγύπτου ἄρχων ἐπε‐

53

.

29

.

4

στράτευσε. καὶ ἐς μὲν ὄψιν οὐδεὶς αὐτῷ τήν γε πρώτην ἦλθεν, οὐ μὴν καὶ ἀπόνως προεχώρει· ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν τινὰ ἄτοπον ἔχοντα πάνυ αὐτοὺς ἐταλαιπώρησεν, ὥστε

53

.

29

.

5

τὸ πλεῖον τοῦ στρατοῦ φθαρῆναι. τὸ δὲ δὴ νόσημα οὐδενὶ τῶν συνήθων ὅμοιον ἐγίγνετο, ἀλλ’ ἐς τὴν κεφαλὴν ἐνσκῆψαν ἐξήραινεν αὐτήν, καὶ τοὺς μὲν πολλοὺς αὐτίκα ἀπώλλυε, τῶν δὲ δὴ περιγι‐ γνομένων ἔς τε τὰ σκέλη κατῄει, πᾶν τὸ μεταξὺ τοῦ σώματος ὑπερ‐
5βάν, καὶ ἐκεῖνα [τε] ἐλυμαίνετο, ἴαμά τε αὐτοῦ οὐδὲν ἦν χωρὶς ἢ εἴ

53

.

29

.

6

τις ἔλαιον οἴνῳ μεμιγμένον καὶ ἔπιε καὶ ἠλείψατο. ὅπερ που πάνυ ὀλίγοις σφῶν ὑπῆρξε ποιῆσαι· οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει οὔτε ἐκεῖνοι ἄφθονα αὐτὰ προπαρεσκευάσαντο. κἀν τῷ πόνῳ

53

.

29

.

7

τούτῳ καὶ οἱ βάρβαροί σφισι προσεπέθεντο. τέως μὲν γὰρ ἥττους, ὁπότε γε καὶ προσμίξειαν αὐτοῖς, ἐγίγνοντο, καί τινα καὶ χωρία ἀπέβαλλον· τότε δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τά τε σφέτερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφθέντας ἐξήλασαν ἐκ

53

.

29

.

8

τῆς χώρας. πρῶτοι μὲν δὴ Ῥωμαίων οὗτοι, νομίζω δ’ ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ τῆς Ἀραβίας ταύτης ἐπῆλθον· μέχρι γὰρ τῶν Ἀθλούλων καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν.

53

.

30

.

1

ὁ δ’ Αὔγουστος ἑνδέκατον μετὰ Καλπουρνίου Πίσωνος ἄρξας ἠρρώστησεν αὖθις, ὥστε μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν· πάντα γοῦν ὡς καὶ τελευτήσων διέθετο, καὶ τάς τε ἀρχὰς τούς τε ἄλλους τοὺς πρώτους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἀθροίσας διά‐

53

.

30

.

2

δοχον μὲν οὐδένα ἀπέδειξε, καίτοι τὸν Μάρκελλον πάντων προκρι‐ θήσεσθαι ἐς τοῦτο προσδοκώντων, διαλεχθεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων πραγμάτων τῷ μὲν Πίσωνι τάς τε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς βιβλίον ἐσγράψας ἔδωκε, τῷ δ’ Ἀγρίππᾳ

53

.

30

.

3

τὸν δακτύλιον ἐνεχείρισε. καὶ αὐτὸν μηδὲν ἔτι μηδὲ τῶν πάνυ ἀναγκαίων ποιεῖν δυνάμενον Ἀντώνιός τις Μούσας καὶ ψυχρολου‐ σίαις καὶ ψυχροποσίαις ἀνέσωσε· καὶ διὰ τοῦτο καὶ χρήματα παρά τε τοῦ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς πολλὰ καὶ τὸ χρυσοῖς
5δακτυλίοις (ἀπελεύθερος γὰρ ἦν) χρῆσθαι τήν τε ἀτέλειαν καὶ ἑαυτῷ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ καὶ τοῖς ἔπειτα

53

.

30

.

4

ἐσομένοις, ἔλαβεν. ἀλλ’ ἔδει γὰρ αὐτὸν τά τε τῆς τύχης καὶ τὰ τῆς πεπρωμένης ἔργα προσποιούμενον παρὰ πόδας ἁλῶναι, ὁ μὲν Αὔγουστος οὕτως ἐσώθη, ὁ δὲ δὴ Μάρκελλος νοσήσας οὐ πολλῷ ὕστερον καὶ τὸν αὐτὸν ἐκεῖνον ὑπ’ αὐτοῦ τοῦ Μούσα τρόπον θε‐

53

.

30

.

5

ραπευόμενος ἀπέθανε. καὶ αὐτὸν ὁ Αὔγουστος δημοσίᾳ τε ἔθαψεν, ἐπαινέσας ὥσπερ εἴθιστο, καὶ ἐς τὸ μνημεῖον ὃ ᾠκοδομεῖτο κατέ‐ θετο, τῇ τε μνήμῃ τοῦ θεάτρου τοῦ προκαταβληθέντος μὲν ὑπὸ

53

.

30

.

6

τοῦ Καίσαρος, Μαρκέλλου δὲ ὠνομασμένου ἐτίμησεν, καὶ οἱ καὶ εἰκόνα χρυσῆν καὶ στέφανον χρυσοῦν δίφρον τε ἀρχικὸν ἔς τε τὸ θέατρον ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐσφέρεσθαι καὶ ἐς τὸ μέσον τῶν ἀρχόντων τῶν τελούντων αὐτὰ τίθεσθαι ἐκέλευσε.

53

.

31

.

1

ταῦτα μὲν ὕστερον ἔπραξε, τότε δὲ σωθεὶς τὰς διαθήκας ἐσή‐ νεγκε μὲν ἐς τὸ συνέδριον καὶ ἀναλέξασθαι ἠθέλησεν, ἐνδεικνύμενος τοῖς ἀνθρώποις ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλελοιπὼς ἦν,

53

.

31

.

2

οὐ μέντοι καὶ ἀνέγνω· οὐδεὶς γὰρ ἐπέτρεψεν. ἐθαύμαζον μέντοι καὶ πάνυ πάντες αὐτοῦ ὅτι τὸν Μάρκελλον καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν, καὶ ἄλλας τε αὐτῷ τιμὰς διδοὺς καὶ τὴν

53

.

31

.

3

ἑορτὴν ἣν ἐκ τῆς ἀγορανομίας ἐπετέλει συνδιαθεὶς λαμπρῶς, ὥστε τήν τε ἀγορὰν ἐν παντὶ τῷ θέρει [ἐν] παραπετάσμασι κατὰ κορυ‐ φὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα γυναῖκά τε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν, ἀλλὰ

53

.

31

.

4

καὶ τὸν Ἀγρίππαν αὐτοῦ προετίμησεν. οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, ἀλλ’ ἤτοι τὸν δῆμον τὴν ἐλευθε‐ ρίαν κομίσασθαι ἢ καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρ’ ἐκείνου λαβεῖν ἠθέλησεν· εὖ τε γὰρ ἠπίστατο προσφιλῆ σφισιν ἐς τὰ μά‐
5λιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρ’ ἑαυτοῦ δὴ δοκεῖν αὐτὴν

53

.

32

.

1

ἐπιτρέπεσθαι. ῥαΐσας δ’ οὖν, καὶ μαθὼν τὸν Μάρκελλον οὐκ ἐπι‐ τηδείως τῷ Ἀγρίππᾳ διὰ τοῦτ’ ἔχοντα, ἐς τὴν Συρίαν εὐθὺς τὸν Ἀγρίππαν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία αὐτοῖς ἐν ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησεν,
5οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφίκετο, ἀλλ’ ἔτι καὶ μᾶλλον μετριά‐ ζων ἐκεῖσε μὲν τοὺς ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δὲ ἐν Λέσβῳ διέτριψε.

53

.

32

.

2

ταῦτά τε οὕτως ὁ Αὔγουστος ἐποίησε, καὶ στρατηγοὺς δέκα, ὡς οὐδὲν ἔτι πλειόνων δεόμενος, ἀπέδειξε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. ἔμελλον δὲ αὐτῶν οἱ μὲν ἄλλοι τὰ αὐτὰ ἅπερ καὶ πρόσθεν ποιήσειν, δύο δὲ ἐπὶ τῇ διοικήσει ὅσα ἔτη γενήσεσθαι.

53

.

32

.

3

διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν ἐς Ἀλβανὸν
ἐλθών· ἐπεὶ γὰρ αὐτός, ἐξ οὗπερ τὰ πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους δι’ ἔτους ἦρξαν, ἐπισχεῖν τε τοῦτο αὖθις, ὅπως ὅτι πλεῖστοι ὑπατεύωσιν, ἠθέλησε, καὶ ἔξω τοῦ ἄστεως αὐτὸ ἐποίη‐

53

.

32

.

4

σεν, ἵνα μὴ κωλυθῇ. καὶ ἐπί τε τούτῳ ἔπαινον ἔσχε, καὶ ὅτι Λού‐ κιον ἀνθ’ ἑαυτοῦ Σήστιον ἀνθείλετο, ἀεί τε τῷ Βρούτῳ συσπου‐ δάσαντα καὶ ἐν πᾶσι τοῖς πολέμοις συστρατεύσαντα, καὶ ἔτι καὶ τότε καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ ἐπαίνους
5ποιούμενον· τό τε γὰρ φιλικὸν καὶ τὸ πιστὸν τοῦ ἀνδρὸς οὐ μόνον

53

.

32

.

5

οὐκ ἐμίσησεν ἀλλὰ καὶ ἐτίμησε. καὶ διὰ ταῦθ’ ἡ γερουσία δήμαρ‐ χόν τε αὐτὸν διὰ βίου εἶναι ἐψηφίσατο, καὶ χρηματίζειν αὐτῷ περὶ ἑνός τινος ὅπου ἂν ἐθελήσῃ καθ’ ἑκάστην βουλήν, κἂν μὴ ὑπατεύῃ, ἔδωκε, τήν τε ἀρχὴν τὴν ἀνθύπατον ἐσαεὶ καθάπαξ ἔχειν ὥστε
5μήτε ἐν τῇ ἐσόδῳ τῇ εἴσω τοῦ πωμηρίου κατατίθεσθαι αὐτὴν μήτ’ αὖθις ἀνανεοῦσθαι, καὶ ἐν τῷ ὑπηκόῳ τὸ πλεῖον τῶν ἑκασταχόθι

53

.

32

.

6

ἀρχόντων ἰσχύειν ἐπέτρεψεν. ἀφ’ οὗ δὴ καὶ ἐκεῖνος καὶ οἱ μετ’ αὐτὸν αὐτοκράτορες ἐν νόμῳ δή τινι τοῖς τε ἄλλοις καὶ τῇ ἐξουσίᾳ τῇ δημαρχικῇ ἐχρήσαντο· τὸ γάρ τοι ὄνομα αὐτὸ τὸ τῶν δημάρχων οὔθ’ ὁ Αὔγουστος οὔτ’ ἄλλος οὐδεὶς αὐτοκράτωρ ἔσχε.

53

.

33

.

1

καί μοι δοκεῖ ταῦθ’ οὕτω τότε οὐκ ἐκ κολακείας ἀλλ’ ἐπ’ ἀλη‐ θείας τιμηθεὶς λαβεῖν. τά τε γὰρ ἄλλα ὡς ἐλευθέροις σφίσι προσ‐ εφέρετο, καὶ ἐπειδὴ ὁ μὲν Τιριδάτης αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, ἐφ’ οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο, ἐς τὴν

53

.

33

.

2

βουλὴν αὐτοὺς ἐσήγαγε, καὶ μετὰ τοῦτ’ ἐπιτραπεὶς παρ’ αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δ’ υἱὸν αὐτῷ, ὃν πρότερον παρ’ ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν
5τε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κο‐ μίσασθαι.

53

.

33

.

3

κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμον τέ τινα τῶν καταδεεστέ‐ ρων ἀποθανόντα Γάιος Καλπούρνιος, καίτοι προηγορανομηκὼς ἐν
τοῖς ἀμείνοσι, διεδέξατο, ὅπερ ἐπ’ οὐδενὸς ἄλλου μνημονεύεται γε‐ νόμενον· κἀν ταῖς ἀνοχαῖς δύο καθ’ ἑκάστην ἡμέραν ἐπολιάρχησαν,
5καὶ εἷς γέ τις αὐτῶν οὐδ’ ἐς μειράκιά πω τελῶν ὅμως ἦρξεν.

53

.

33

.

4

αἰτίαν μὲν οὖν ἡ Λιουία τοῦ θανάτου τοῦ Μαρκέλλου ἔσχεν, ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο· ἐς ἀμφίβολον δ’ οὖν ἡ ὑποψία αὕτη καὶ ὑπ’ ἐκείνου τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσω‐ δῶν γενομένων ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς ἀπολέσθαι, κατέστη.

53

.

33

.

5

καὶ φιλεῖ γάρ πως ἀεί τι πρὸ τῶν τοιούτων προσημαίνεσθαι, τότε μὲν λύκος τε ἐν τῷ ἄστει συνελήφθη, καὶ πῦρ χειμών τε πολλοῖς οἰκοδομήμασιν ἐλυμήνατο, ὅ τε Τίβερις αὐξηθεὶς τήν τε γέφυραν τὴν ξυλίνην κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ τρεῖς ἡμέρας
5ἐποίησε.

54

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τετάρτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς ἐπιμεληταὶ τῶν ὁδῶν ἐκ τῶν ἐστρατηγηκότων κατέστησαν. β. Ὡς ἐπιμεληταὶ τοῦ σιτηρεσίου ἐκ τῶν ἐστρατηγηκότων κατέστησαν. γ. Ὡς Νώρικον ἑάλω.
5δ. Ὡς Ῥαιτία ἑάλω. ε. Ὡς αἱ Ἄλπεις αἱ παραθαλάσσιοι Ῥωμαίων ἀκούειν ἤρξαντο. ζ. Ὡς 〈τὸ〉 τοῦ Βάλβου θέατρον καθιερώθη. η. Ὡς 〈τὸ〉 τοῦ Μαρκέλλου θέατρον καθιερώθη. θ. Ὡς Ἀγρίππας ἀπέθανε καὶ τὴν Χερρόνησον Αὔγουστος ἐκτήσατο.
10ι. Ὡς τὰ Αὐγουστάλια κατέστη. Χρόνου πλῆθος ἔτη τρία καὶ δέκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Μ. Κλαύδιος Μ. υἱ. Μάρκελλος Αἰσερνῖνος ὕπ. Λ. Ἀρρούντιος Λ. υἱ. 〈Μ. Λόλλιος Μ. υἱ. ὕπ.
15Κ. Αἰμίλιος Μ. υἱ.〉 Λέπιδος Μ. Ἀπουλέιος Σέξτου υἱ. ὕπ. Π. Σίλιος Π. υἱ. Νέρουας Γ. Σέντιος Γ. υἱ. Σατουρνῖνος ὕπ. Κ. Λουκρήτιος Κ. υἱ. Οὐισπίλλων
20Γν. Κορνήλιος Λ. υἱ. Λεντοῦλος ὕπ.
Π. Κορνήλιος Π. υἱ. Λεντοῦλος Μαρκελλῖνος Γ. Φούρνιος Γ. υἱ. ὕπ. Γ. Ἰούνιος Γ. υἱ. Σιλανὸς Λ. Δομίτιος Γν. υἱ. Γν. ἔγγ. Ἀηνόβαρβος 〈ὕπ.〉
25Π. Κορνήλιος Π. υἱ. Π. ἔγγ. Σκιπίων Μ. Λίουιος Λ. υἱ. Δροῦσος Λίβων 〈ὕπ.〉 Λ. Καλπούρνιος Λ. υἱ. Πίσων Φροῦγι Μ. Λικίννιος Μ. 〈υἱ. Κράσσοσ〉 ὕπ. Γν. Κορνήλιος Γν. υἱ. Λεντοῦλος
30Τιβ. Κλαύδιος Τιβ. υἱ. Νέρων ὕπ. Π. Κυιντίλιος Σέξτου υἱ. Οὐᾶρος 〈Μ.〉 Οὐαλέριος Μ. υἱ. Μεσσάλας Βάρβατος ὕπ. Π. Σουλπίκιος Π. υἱ. Κυρίνιος Παῦλος Φάβιος Κ. υἱ. Μάξιμος ὕπ.
35Κ. Αἴλιος Κ. υἱ. Τουβέρων Ἰοῦλλος Ἀντώνιος Μ. υἱ. 〈ὕπ.〉 Ἀφρικανὸς Κ. Φάβιος Κ. υἱ.

54

.

1

.

1

τῷ δ’ ἐπιγιγνομένῳ ἔτει, ἐν ᾧ Μᾶρκος τε Μάρκελλος καὶ Λού‐ κιος Ἀρρούντιος ὑπάτευσαν, ἥ τε πόλις πελαγίσαντος αὖθις τοῦ ποταμοῦ ἐπλεύσθη, καὶ κεραυνοῖς ἄλλα τε πολλὰ ἐβλήθη καὶ οἱ ἀνδριάντες οἱ ἐν τῷ Πανθείῳ, ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ Αὐ‐
5γούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπό τε τῆς νόσου καὶ

54

.

1

.

2

ὑπὸ τοῦ λιμοῦ (ἔν τε γὰρ τῇ Ἰταλίᾳ πάσῃ ὁ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργάσατο· δοκῶ δ’ ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ τοῦτο συνηνέχθη) νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως σφίσι ταῦτα συμβεβηκέναι, ἀλλ’ ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔ‐

54

.

1

.

3

γουστον ἔσχον, δικτάτορα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τήν τε βουλὴν κατακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο ψη‐ φίσασθαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ μετὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λαβόντες προσῆλθον αὐτῷ, δικ‐
5τάτορά τε ἅμα δεόμενοι λεχθῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καθά‐

54

.

1

.

4

περ ποτὲ τὸν Πομπήιον, γενέσθαι. καὶ ὃς τοῦτο μὲν ἀναγκαίως ἐδέξατο, καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ σίτου διανομὴν κατ’ ἔτος αἱρεῖσθαι, τὴν δὲ δικτατορίαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκατ‐
5ερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπισχεῖν, μήτε δια‐

54

.

1

.

5

λεγόμενος μήτε δεόμενος, ἠδυνήθη· τήν τε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς δικτάτορας ἔχων, ὀρθῶς τό τε ἐπίφθονον καὶ

54

.

2

.

1

τὸ μισητὸν τῆς ἐπικλήσεως αὐτῶν ἐφυλάξατο. τὸ δ’ αὐτὸ τοῦτο καὶ τιμητὴν αὐτὸν διὰ βίου χειροτονῆσαι βουλομένων ἐποίησεν· οὔτε γὰρ τὴν ἀρχὴν ὑπέστη, καὶ εὐθὺς ἑτέρους τιμητάς, Παῦλόν τε Αἰμίλιον Λέπιδον καὶ Λούκιον Μουνάτιον Πλάγκον, τοῦτον μὲν
5ἀδελφὸν τοῦ Πλάγκου ἐκείνου τοῦ ἐπικηρυχθέντος ὄντα, τὸν δὲ δὴ

54

.

2

.

2

Λέπιδον αὐτὸν τότε θανατωθέντα, ἀπέδειξεν. ἔσχατοι δὴ οὗτοι τὴν τιμητείαν ἰδιῶται ἅμα ἔσχον, ὥσπερ που καὶ παραχρῆμα αὐτοῖς ἐδηλώθη· τὸ γὰρ βῆμα ἀφ’ οὗ τι πράξειν τῶν προσηκόντων σφίσιν ἤμελλον, συνέπεσεν ἀναβάντων αὐτῶν ἐν τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ
5καὶ συνετρίβη, καὶ μετὰ τοῦτ’ οὐδένες ἄλλοι τιμηταὶ ὅμοιοι αὐτοῖς

54

.

2

.

3

ἅμα ἐγένοντο. καὶ τότε δὲ ὁ Αὔγουστος, καίπερ ἐκείνων αἱρεθέν‐ των, πολλὰ τῶν ἐς αὐτοὺς ἀνηκόντων ἔπραξε. τῶν τε συσσιτίων τὰ μὲν παντελῶς κατέλυσε, τὰ δὲ πρὸς τὸ σωφρονέστερον συνέστειλε. καὶ τοῖς μὲν στρατηγοῖς τὰς πανηγύρεις πάσας προσέταξεν, ἔκ τε

54

.

2

.

4

τοῦ δημοσίου δίδοσθαί τι αὐτοῖς κελεύσας, καὶ προσαπειπὼν μήτε ἐς ἐκείνας οἴκοθέν τινα πλεῖον τοῦ ἑτέρου ἀναλίσκειν μήθ’ ὁπλομα‐
χίαν μήτ’ ἄλλως εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, μήτ’ αὖ πλεονάκις ἢ δὶς ἐν ἑκάστῳ ἔτει, μήτε πλειόνων εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν ποιεῖν·
5τοῖς δ’ ἀγορανόμοις τοῖς κουρουλίοις τὴν τῶν ἐμπιμπραμένων κατά‐

54

.

2

.

5

σβεσιν ἐνεχείρισεν, ἑξακοσίους σφίσι βοηθοὺς δούλους δούς. ἐπειδή τε καὶ ἱππῆς καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ τῶν βουλευτῶν, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις, τοῖς γε ἐν τῇ
5ἱππάδι δῆλον ὅτι ἐξεταζομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν.

54

.

3

.

1

καὶ ἐν μὲν τούτοις τό τε τοῦ νομοθέτου καὶ τὸ τοῦ αὐτοκρά‐ τορος καὶ σχῆμα καὶ ὄνομα ἐπεδείκνυτο, ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμε‐

54

.

3

.

2

τρίαζεν, ὥστε καὶ φίλοις τισὶν εὐθυνομένοις παραγίγνεσθαι. Μάρ‐ κου τέ τινος Πρίμου αἰτίαν ἔχοντος ὅτι τῆς Μακεδονίας ἄρχων Ὀδρύσαις ἐπολέμησε, καὶ λέγοντος τοτὲ μὲν τῇ τοῦ Αὐγούστου τοτὲ δὲ τῇ Μαρκέλλου γνώμῃ τοῦτο πεποιηκέναι, ἔς τε τὸ δι‐
5καστήριον αὐτεπάγγελτος ἦλθε, καὶ ἐπερωτηθεὶς ὑπὸ τοῦ στρατηγοῦ

54

.

3

.

3

εἰ προστάξειέν οἱ πολεμῆσαι, ἔξαρνος ἐγένετο. τοῦ τε συναγορεύοντος τῷ Πρίμῳ Λικινίου Μουρήνου ἄλλα τε ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντος, καὶ πυθομένου “τί δὴ ἐνταῦθα ποιεῖς, καὶ τίς σε ἐκάλεσεν;” τοσοῦτον μόνον ἀπεκρίνατο ὅτι τὸ δημόσιον. ἐπὶ οὖν
5τούτοις ὑπὸ μὲν τῶν εὖ φρονούντων ἐπῃνεῖτο, ὥστε καὶ τὸ τὴν βουλὴν ἀθροίζειν ὁσάκις ἂν ἐθελήσῃ λαβεῖν, τῶν δ’ ἄλλων τινὲς

54

.

3

.

4

κατεφρόνησαν αὐτοῦ. ἀμέλει καὶ τοῦ Πρίμου οὐκ ὀλίγοι ἀπεψηφί‐ σαντο, καὶ ἐπιβουλὴν ἕτεροι ἐπ’ αὐτῷ συνέστησαν. Φάννιος μὲν γὰρ Καιπίων ἀρχηγὸς αὐτῆς ἐγένετο, συνεπελάβοντο δὲ καὶ ἄλλοι· καί σφισι καὶ ὁ Μουρήνας συνομωμοκέναι, εἴτ’ οὖν ἀληθῶς εἴτε
5καὶ ἐκ διαβολῆς, ἐλέχθη, ἐπειδὴ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ

54

.

3

.

5

παρρησίᾳ πρὸς πάντας ὁμοίως ἐχρῆτο. καὶ οὐ γὰρ ὑπέμειναν τὸ δικαστήριον, ἐρήμην μὲν ὡς καὶ φευξόμενοι ἥλωσαν, ἀπεσφά‐ γησαν δὲ οὐ πολλῷ ὕστερον, οὐδὲ ἐπήρκεσαν τῷ Μουρήνᾳ οὔτε ὁ Προκουλέιος ἀδελφὸς ὢν οὔτε ὁ Μαικήνας τῇ ἀδελφῇ αὐτοῦ

54

.

3

.

6

συνοικῶν, καίπερ ἐς τὰ πρῶτα ὑπὸ τοῦ Αὐγούστου τιμώμενοι. ὡς δ’ οὖν καὶ τούτους τῶν δικαζόντων τινὲς ἀπέλυσαν, ἐνομοθέ‐
τησε μήτε κρύφα τὰς ψήφους ἐν ταῖς ἐρήμοις δίκαις φέρεσθαι, καὶ πάσαις αὐταῖς τὸν εὐθυνόμενον ἁλίσκεσθαι. καὶ ὅτι γε ταῦτ’ οὐχ
5ὑπ’ ὀργῆς ἀλλ’ ὡς καὶ συμφέροντα τῷ δημοσίῳ διέταξεν, ἰσχυρῶς

54

.

3

.

7

διέδειξε· τοῦ γοῦν πατρὸς τοῦ Καιπίωνος τὸν μὲν ἕτερον τῶν δούλων τῶν συμφυγόντων τῷ υἱεῖ ἐλευθερώσαντος, ὅτι ἀμῦναί οἱ θνήσκοντι ἠθέλησε, τὸν δὲ ἕτερον τὸν προδόντα αὐτὸν διά τε τῆς ἀγορᾶς μέσης μετὰ γραμμάτων τὴν αἰτίαν τῆς θανατώσεως αὐτοῦ δηλούν‐
5των διαγαγόντος καὶ μετὰ ταῦτα ἀνασταυρώσαντος, οὐκ ἠγανάκ‐

54

.

3

.

8

τησε. κἂν ἐξηκέσατο πᾶσαν τὴν τῶν οὐκ ἀρεσκομένων τοῖς πρα‐ χθεῖσι μέμψιν, εἰ μὴ καὶ θυσίας ὡς καὶ ἐπὶ νίκῃ τινὶ καὶ ψηφι‐ σθείσας περιεῖδε καὶ γενομένας.

54

.

4

.

1

τότε δ’ οὖν καὶ τὴν Κύπρον καὶ τὴν Γαλατίαν τὴν Ναρβω‐ νησίαν ἀπέδωκε τῷ δήμῳ ὡς μηδὲν τῶν ὅπλων αὐτοῦ δεομένας· καὶ οὕτως ἀνθύπατοι καὶ ἐς ἐκεῖνα τὰ ἔθνη πέμπεσθαι ἤρξαντο.

54

.

4

.

2

καὶ τὸν τοῦ Διὸς τοῦ Βροντῶντος ἐπικαλουμένου ναὸν καθιέρωσε· περὶ οὗ δύο ταῦτα παραδέδοται, ὅτι τότε τε ἐν τῇ ἱερουργίᾳ βρον‐ ταὶ ἐγένοντο, καὶ μετὰ ταῦτα ὄναρ τῷ Αὐγούστῳ τοιόνδε ἐπέστη. τῶν γὰρ ἀνθρώπων, τὸ μέν τι πρὸς τὸ ξένον καὶ τοῦ ὀνόματος
5αὐτοῦ καὶ τοῦ εἴδους, τὸ δὲ καὶ ὅτι ὑπὸ τοῦ Αὐγούστου ἵδρυτο,

54

.

4

.

3

μέγιστον δὲ ὅτι πρώτῳ οἱ ἀνιόντες ἐς τὸ Καπιτώλιον ἐνετύγχανον, προσερχομένων τε αὐτῷ καὶ σεβόντων, ἔδοξε τὸν Δία τὸν ἐν τῷ μεγάλῳ ναῷ ὄντα ὀργὴν ὡς καὶ τὰ δεύτερα αὐτοῦ φερόμενον ποι‐ εῖσθαι, καὶ ἐκ τούτου ἐκείνῳ τε εἰπεῖν ἔλεγεν ὅτι προφύλακα τὸν

54

.

4

.

4

Βροντῶντα ἔχοι, καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, κώδωνα αὐτῷ περιῆψε, βεβαιῶν τὴν ὀνείρωξιν· οἱ γὰρ τὰς συνοικίας νύκτωρ φυλάσσον‐ τες κωδωνοφοροῦσιν, ὅπως σημαίνειν σφίσιν ὁπόταν δεηθῶσι δύνωνται.

54

.

5

.

1

ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτ’ ἐγίγνετο, ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους καὶ οἱ Κάνταβροι οἵ τε Ἄστυρες ἐπολέμησαν αὖθις, οὗτοι μὲν διά τε τρυφὴν καὶ δι’ ὠμότητα τοῦ Καρισίου, οἱ δὲ δὴ Κάνταβροι, ἐπειδὴ ἐκείνους τε νεωτερίζοντας ᾔσθοντο καὶ τοῦ ἄρ‐
5χοντός σφων Γαΐου Φουρνίου κατεφρόνησαν, ὅτι τε νεωστὶ ἀφῖκτο
καὶ ὅτι ἄπειρον αὐτὸν τῶν παρ’ ἑαυτοῖς πραγμάτων εἶναι ἔδοξαν.

54

.

5

.

2

οὐ μέντοι καὶ ἐν τῷ ἔργῳ τοιοῦτός σφισιν ἐφάνη, ἀλλ’ ἡττηθέντες ἀμφότεροι ὑπ’ αὐτοῦ (καὶ γὰρ τῷ Καρισίῳ προσήμυνεν) ἐδουλώ‐ θησαν. καὶ τῶν μὲν Καντάβρων οὐ πολλοὶ ἑάλωσαν· ἐπειδὴ γὰρ

54

.

5

.

3

ἀνέλπιστον τὴν ἐλευθερίαν ἔσχον, οὐδὲ ζῆν ἠθέλησαν, ἀλλ’ οἱ μὲν τὰ ἐρύματα προεμπρήσαντες ἑαυτοὺς ἀπέσφαξαν, οἱ δὲ καὶ ἐκείνοις ἐθελονταὶ συγκατεκαύθησαν, ἄλλοι δημοσίᾳ φαρμάκων ἐνεπλήσθη‐ σαν, ὥστε τό τε πλεῖστον καὶ τὸ ἀγριώτατον αὐτῶν φθαρῆναι· οἱ
5δ’ Ἄστυρες ὡς τάχιστα χωρίον τέ τι πολιορκοῦντες ἀπηλάθησαν καὶ μάχῃ μετὰ τοῦτ’ ἐνικήθησαν, οὐκέτ’ ἀντῆραν ἀλλ’ εὐθὺς ἐχει‐ ρώθησαν.

54

.

5

.

4

ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον οἱ Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπ‐ του οἰκοῦντες προεχώρησαν μὲν μέχρι τῆς πόλεως τῆς Ἐλεφαντίνης ὠνομασμένης, πάντα τὰ ἐν ποσὶ πορθοῦντες, ἡγουμένης σφίσιν Καν‐ δάκης· πυθόμενοι δὲ ἐνταῦθά που Γάιον Πετρώνιον τὸν τῆς Αἰ‐
5γύπτου ἄρχοντα προσιέναι, προαπῆλθον μὲν ὡς καὶ διαφευξόμενοι, καταληφθέντες δὲ ἐν τῇ ὁδῷ ἡττήθησαν, κἀκ τούτου καὶ ἐς τὴν

54

.

5

.

5

οἰκείαν αὐτὸν ἐπεσπάσαντο. καὶ καλῶς καὶ ἐκεῖ ἀγωνισάμενος πό‐ λεις ἄλλας 〈τε〉 καὶ τὴν Ναπάτην τὸ βασίλειον αὐτῶν ἔλαβεν. καὶ ἐκείνη μὲν κατεσκάφη, ἐν ἑτέρῳ δέ τινι χωρίῳ φρουρὰ κατελείφθη· ὁ γὰρ Πετρώνιος μήτε περαιτέρω διά τε τὴν ἄμμον καὶ διὰ τὸ
5καῦμα προελθεῖν μήτε κατὰ χώραν μετὰ παντὸς τοῦ στρατοῦ μεῖ‐

54

.

5

.

6

ναι καλῶς δυνηθεὶς ἀνεχώρησε, τὸ πλεῖον αὐτοῦ ἐπαγόμενος. κἀν τούτῳ τῶν Αἰθιόπων τοῖς φρουροῖς ἐπιθεμένων αὖθίς τε ἐπ’ αὐ‐ τοὺς ἐστράτευσε, καὶ τοὺς σφετέρους ἐρρύσατο, καὶ τὴν Κανδάκην συμβῆναί οἱ ἠνάγκασεν.

54

.

6

.

1

ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, ὁ Αὔγουστος ἐς Σικελίαν ἦλθεν, ὅπως καὶ ἐκείνην καὶ τἆλλα τὰ μέχρι τῆς Συρίας καταστήσηται. καὶ αὐτοῦ ἐνταῦθα ἔτ’ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι ἀδύ‐

54

.

6

.

2

νατον ἦν δημοκρατουμένους σφᾶς σωθῆναι. μικροῦ γοῦν τινος ἔν τε ταῖς ἀρχαιρεσίαις καὶ ἐν ταῖς ἀρχαῖς αὐταῖς κυριεύοντες ἐθορύβη‐ σαν. ἐτηρεῖτο μὲν γὰρ ἡ ἑτέρα χώρα τῷ Αὐγούστῳ, καὶ διὰ τοῦτο Μᾶρκος Λόλλιος κατ’ ἀρχὰς τοῦ ἔτους μόνος ἦρξεν· ἐκείνου δὲ μὴ
5δεξαμένου αὐτὴν Κύιντός τε Λέπιδος καὶ Λούκιος Σιλουανὸς ἐσπου‐ δαρχίασαν, καὶ οὕτω γε πάντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγου‐

54

.

6

.

3

στον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. ἐπειδὴ δὲ οὐχ ὑπέστρεψε μέν, ἐλθόντας δὲ αὐτοὺς πρὸς αὐτὸν ἀπέπεμψεν ἐπιτιμήσας σφίσι καὶ κελεύσας ἀμφοτέρων αὐτῶν ἀπόντων τὴν ψῆφον δοθῆναι, οὐδὲν μᾶλλον ἡσύχασαν, ἀλλὰ καὶ πάνυ αὖθις διηνέχθησαν, ὥστε

54

.

6

.

4

τὸν Λέπιδον ὀψέ ποτε αἱρεθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’ αὖ ἄναρχον αὐτὴν καταλιπεῖν τολμῶν, ἐζήτει τινὰ αὐτῇ ἐπιστῆ‐ σαι, καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν ἐπιτηδειότατον ἐς τοῦτο εἶναι,

54

.

6

.

5

βουληθεὶς δὲ δὴ καὶ ἀξίωμα αὐτῷ μεῖζον περιθεῖναι, ἵνα καὶ ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, μετεπέμψατο αὐτόν, καὶ καταναγκάσας τὴν γυναῖκα, καίπερ ἀδελφιδῆν αὐτοῦ οὖσαν, ἀπαλλάξαντα τῇ Ἰου‐ λίᾳ συνοικῆσαι, ἐς τὴν Ῥώμην παραχρῆμα καὶ ἐπὶ τῷ γάμῳ καὶ
5ἐπὶ τῇ τῆς πόλεως διαχειρίσει ἔπεμψε, διά τε τἆλλα καὶ ὅτι ὁ Μαικήνας συμβουλευομένῳ οἱ περὶ αὐτῶν τούτων εἰπεῖν λέγεται ὅτι τηλικοῦτον αὐτὸν πεποίηκας ὥστ’ ἢ γαμβρόν σου γενέσθαι ἢ

54

.

6

.

6

φονευθῆναι. καὶ ὃς τὰ μὲν ἄλλα οἰδοῦντα ἔτι εὑρὼν κατεστήσατο, τά τε ἱερὰ τὰ Αἰγύπτια ἐπεσιόντα αὖθις ἐς τὸ ἄστυ ἀνέστειλεν, ἀπειπὼν μηδένα μηδὲ ἐν τῷ προαστείῳ αὐτὰ ἐντὸς ὀγδόου ἡμιστα‐ δίου ποιεῖν· ταραχῆς δέ τινος περὶ 〈τὴν〉 τοῦ πολιάρχου τοῦ διὰ τὰς
5ἀνοχὰς αἱρουμένου χειροτονίαν συμβάσης οὐκ ἐπεκράτησεν αὐτῆς, ἀλλὰ ἄνευ τῆς ἀρχῆς ταύτης τὸν ἐνιαυτὸν ἐκεῖνον διεγένοντο.

54

.

7

.

1

καὶ ὁ μὲν ταῦτ’ ἔπραττεν, ὁ δὲ Αὔγουστος τά τε ἄλλα τὰ ἐν τῇ Σικελίᾳ διοικήσας, καὶ τὰς Συρακούσας ἑτέρας τέ τινας πόλεις

54

.

7

.

2

ἀποίκους Ῥωμαίων ἀποδείξας ἐς τὴν Ἑλλάδα ἐπεραιώθη. καὶ Λα‐ κεδαιμονίους μὲν τοῖς τε Κυθήροις καὶ τῇ συσσιτίᾳ ἐτίμησεν, ὅτι
ἡ Λιουία, ὅτε ἐκ τῆς Ἰταλίας σύν τε τῷ ἀνδρὶ καὶ σὺν τῷ υἱεῖ ἔφυγεν, ἐκεῖ διέτριψεν· Ἀθηναίων δὲ τήν τε Αἴγιναν καὶ τὴν Ἐρέ‐
5τριαν (ἐκαρποῦντο γὰρ αὐτάς), ὥς τινές φασιν, ἀφείλετο, ὅτι τὸν Ἀντώνιον ἐσπούδασαν, καὶ προσέτι καὶ ἀπηγόρευσέ σφισι μηδένα

54

.

7

.

3

πολίτην ἀργυρίου ποιεῖσθαι. καὶ αὐτοῖς ἐς ταῦτα ἔδοξε τὸ τῷ τῆς Ἀθηνᾶς ἀγάλματι συμβὰν ἀποσκῆψαι· ἐν γὰρ τῇ ἀκροπόλει [τῇ] πρὸς ἀνατολῶν ἱδρυμένον πρός τε τὰς δυσμὰς μετεστράφη καὶ

54

.

7

.

4

αἷμα ἀπέπτυσεν. ὁ δ’ οὖν Αὔγουστος τό τε Ἑλληνικὸν διήγαγε καὶ ἐς Σάμον ἔπλευσεν, ἐνταῦθά τε ἐχείμασε, καὶ ἐς τὴν Ἀσίαν ἐν τῷ ἦρι ἐν ᾧ Μᾶρκος τε Ἀπουλέιος καὶ Πούπλιος Σίλιος ὑπά‐ τευσαν κομισθεὶς πάντα τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξεν,

54

.

7

.

5

οὐχ ὅτι τοῦ δήμου καὶ ταῦτα τὰ ἔθνη καὶ τὰ πρότερα ἐδόκει εἶναι ἐν ὀλιγωρίᾳ αὐτὰ ποιησάμενος, ἀλλὰ καὶ πάνυ πάντων σφῶν ὡς καὶ ἑαυτοῦ ὄντων ἐπιμεληθείς· τά τε γὰρ ἄλλα ὅσαπερ καὶ προσ‐ ῆκον ἦν ἐπηνώρθωσε, καὶ χρήματα τοῖς μὲν ἐπέδωκε τοῖς δὲ καὶ

54

.

7

.

6

ὑπὲρ τὸν φόρον ἐσενεγκεῖν προσέταξε. τούς τε Κυζικηνούς, ὅτι Ῥωμαίους τινὰς ἐν στάσει μαστιγώσαντες ἀπέκτειναν, ἐδουλώσατο. καὶ τοῦτο καὶ τοὺς Τυρίους τούς τε Σιδωνίους διὰ τὰς στάσεις ἐποίησεν, ἐν τῇ Συρίᾳ γενόμενος.

54

.

8

.

1

κἀν τούτῳ ὁ Φραάτης φοβηθεὶς μὴ καὶ ἐπιστρατεύσῃ οἱ, ὅτι μηδέπω τῶν συγκειμένων ἐπεποιήκει τι, τά τε σημεῖα αὐτῷ καὶ τοὺς αἰχμαλώτους, πλὴν ὀλίγων οἳ ὑπ’ αἰσχύνης σφᾶς ἔφθειραν

54

.

8

.

2

ἢ καὶ κατὰ χώραν λαθόντες ἔμειναν, ἀπέπεμψε. καὶ αὐτοὺς ἐκεῖ‐ νος ὡς καὶ πολέμῳ τινὶ τὸν Πάρθον νενικηκὼς ἔλαβε· καὶ γὰρ ἐφρόνει μέγα, λέγων ὅτι τὰ πρότερόν ποτε ἐν ταῖς μάχαις ἀπολό‐

54

.

8

.

3

μενα ἀκονιτὶ ἐκεκόμιστο. ἀμέλει καὶ θυσίας ἐπ’ αὐτοῖς καὶ νεὼν
Ἄρεως Τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Διὸς τοῦ Φερε‐ τρίου ζήλωμα, πρὸς τὴν τῶν σημείων ἀνάθεσιν καὶ ψηφισθῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν

54

.

8

.

4

ἐσήλασε καὶ ἁψῖδι τροπαιοφόρῳ ἐτιμήθη. ταῦτα μὲν ἐπ’ ἐκείνοις ὕστερον ἐπράχθη· τότε δὲ αὐτός τε προστάτης τῶν περὶ τὴν Ῥώ‐ μην ὁδῶν αἱρεθεὶς καὶ τὸ χρυσοῦν μίλιον κεκλημένον ἔστησε, καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν ἐστρατηγηκότων, ῥαβδούχοις δύο χρωμέ‐

54

.

8

.

5

νους, προσέταξε. καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασθέντα ἔτεκε, βου‐ θυσία τέ τις τοῖς γενεθλίοις αὐτοῦ ἀίδιος ἐδόθη· καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τἆλλα, ἐγένετο· ἰδίᾳ δὲ δὴ οἱ ἀγορανόμοι ἱπποδρομίαν τε ἐν τοῖς τοῦ Αὐγούστου γενεθλίοις καὶ
5θηρίων σφαγὰς ἐποίησαν.

54

.

9

.

1

ἐν μὲν οὖν τῇ πόλει ταῦτ’ ἐπράττετο, ὁ δὲ Αὔγουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔθη διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφίσι τρόπῳ εἴα ἄρχεσθαι· οὐδ’ ἠξίωσεν οὔτε ἐκείνῳ τι προσθέσθαι οὔτε ἕτερόν τι προσκτήσασθαι, ἀλλ’ ἀκριβῶς ἀρ‐
5κεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστει‐

54

.

9

.

2

λεν. ὥστε πολέμου μὲν οὐδὲν τότε γ’ ἐφήψατο, δυναστείας δὲ δὴ Ἰαμβλίχῳ τε τῷ Ἰαμβλίχου τὴν τῶν Ἀραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκονδιμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, πλὴν παραθαλασσιδίων τινῶν ἔδωκεν· ἐκεῖνα γὰρ τῷ
5Ἀρχελάῳ μετὰ τῆς σμικροτέρας Ἀρμενίας ἐχαρίσατο, ὅτι ὁ Μῆδος

54

.

9

.

3

ὁ πρὶν αὐτῆς βασιλεύων ἐτεθνήκει. τῷ τε Ἡρώδῃ Ζηνοδώρου τινὸς τετραρχίαν, καὶ Μιθριδάτῃ τινὶ τὴν Κομμαγηνήν, ἐπειδὴ τὸν πα‐ τέρα αὐτοῦ ὁ βασιλεὺς αὐτῆς ἀπεκτόνει, καίτοι παιδίσκῳ ἔτ’ ὄντι

54

.

9

.

4

ἐπέτρεψε. τῶν τε Ἀρμενίων τῶν ἑτέρων τοῦ τε Ἀρτάξου κατη‐ γορησάντων καὶ τὸν Τιγράνην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ Ῥώμῃ ὄντα μεταπεμψαμένων, μετέστειλε τὸν Τιβέριον, ὅπως τὸν μὲν ἐκ‐

54

.

9

.

5

βάλῃ τῆς βασιλείας, τὸν δὲ ἐς αὐτὴν ἀποκαταστήσῃ. καὶ ἐπράχθη μὲν οὐδὲν τῆς παρασκευῆς αὐτοῦ ἄξιον· οἱ γὰρ Ἀρμένιοι τὸν Ἀρ‐ τάξην προαπέκτειναν· ὁ δ’ οὖν Τιβέριος, ἄλλως τε καὶ ἐπειδὴ θυσίαι ἐπὶ τούτῳ ἐψηφίσθησαν, ἐσεμνύνετο ὡς καὶ κατ’ ἀρετήν

54

.

9

.

6

τι ποιήσας. καὶ ἤδη γε καὶ περὶ τῆς μοναρχίας ἐνενόει, ἐπειδὴ πρὸς τοὺς Φιλίππους αὐτοῦ προσελαύνοντος θόρυβός τέ τις ἐκ τοῦ τῆς μάχης χωρίου ὡς καὶ ἐκ στρατοπέδου ἠκούσθη, καὶ πῦρ ἐκ τῶν βωμῶν τῶν ὑπὸ τοῦ Ἀντωνίου ἐν τῷ ταφρεύματι ἱδρυθέν‐

54

.

9

.

7

των αὐτόματον ἀνέλαμψε. Τιβέριος μὲν δὴ ἐκ τούτων ἐγαυροῦτο, ὁ δὲ Αὔγουστος ἔς τε τὴν Σάμον ἐπανῆλθε κἀνταῦθα αὖθις ἐχεί‐ μασε, καὶ ἐκείνοις τε ἐλευθερίαν μισθὸν τῆς διατριβῆς ἀντέδωκε,

54

.

9

.

8

καὶ ἄλλα οὐκ ὀλίγα προσδιῴκησε. πάμπολλαι γὰρ δὴ πρεσβεῖαι πρὸς αὐτὸν ἀφίκοντο, καὶ οἱ Ἰνδοὶ προκηρυκευσάμενοι πρότερον φιλίαν τότε ἐσπείσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε τοῖς Ῥωμαίοις, νομίζω δ’ ὅτι καὶ τοῖς Ἕλλησιν,
5ὀφθείσας. καί τι καὶ μειράκιόν οἱ ἄνευ ὤμων, οἵους τοὺς Ἑρμᾶς

54

.

9

.

9

ὁρῶμεν, ἔδωκαν. καὶ μέντοι τοιοῦτον ὂν ἐκεῖνο ἐς πάντα τοῖς ποσὶν ἅτε καὶ χερσὶν ἐχρῆτο, τόξον τε αὐτοῖς ἐπέτεινε καὶ βέλη

54

.

9

.

10

ἠφίει καὶ ἐσάλπιζεν, οὐκ οἶδ’ ὅπως· γράφω γὰρ τὰ λεγόμενα. εἷς δ’ οὖν τῶν Ἰνδῶν Ζάρμαρος, εἴτε δὴ τοῦ τῶν σοφιστῶν γένους ὤν, καὶ κατὰ τοῦτο ὑπὸ φιλοτιμίας, εἴτε καὶ ὑπὸ τοῦ γήρως κατὰ τὸν πάτριον νόμον, εἴτε καὶ ἐς ἐπίδειξιν τοῦ τε Αὐγούστου καὶ τῶν
5Ἀθηναίων (καὶ γὰρ ἐκεῖσε ἦλθεν) ἀποθανεῖν ἐθελήσας ἐμυήθη τε τὰ τοῖν θεοῖν, τῶν μυστηρίων καίπερ οὐκ ἐν τῷ καθήκοντι καιρῷ, ὥς φασι, διὰ τὸν Αὔγουστον καὶ 〈αὐτὸν〉 μεμυημένον γενομένων, καὶ πυρὶ ἑαυτὸν ζῶντα ἐξέδωκεν.

54

.

10

.

1

ὑπάτευε μὲν δὴ ἐν τῷ ἔτει ἐκείνῳ Γάιος Σέντιος· ἐπεὶ δὲ καὶ τὸν συνάρξοντα αὐτῷ προσαποδειχθῆναι ἔδει (ὁ γὰρ Αὔγουστος οὐδὲ τότε τηρηθεῖσάν οἱ τὴν ἀρχὴν ἐδέξατο), στάσις τε αὖθις ἐν τῇ Ῥώμῃ συνηνέχθη καὶ σφαγαὶ συνέβησαν, ὥστε τοὺς βουλευτὰς

54

.

10

.

2

φρουρὰν τῷ Σεντίῳ ψηφίσασθαι. ἐπειδή 〈τε〉 μήτε ἠθέλησεν αὐτῇ
χρήσασθαι, πρέσβεις πρὸς τὸν Αὔγουστον, μετὰ δύο ῥαβδούχων ἕκαστον, ἔπεμψαν. μαθὼν οὖν ταῦτ’ ἐκεῖνος, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας τοῦ κακοῦ γενήσοιτο, οὐκέτ’ αὐτοῖς ὁμοίως ὥσπερ καὶ
5πρὶν προσηνέχθη, ἀλλ’ ἔκ τε τῶν πρεσβευτῶν αὐτῶν Κύιντον Λου‐ κρήτιον, καίπερ ἐν τοῖς ἐπικηρυχθεῖσιν ἀναγραφέντα, ὕπατον ἀπέ‐

54

.

10

.

3

δειξε, καὶ αὐτὸς ἐς τὴν Ῥώμην ἠπείχθη. καὶ αὐτῷ ἐπί τε τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς ἐν τῇ ἀποδημίᾳ πραχθεῖσι πολλὰ καὶ παντοῖα ἐψηφίσθη· ὧν οὐδὲν προσήκατο, πλὴν Τύχῃ τε Ἐπανα‐ γώγῳ (οὕτω γάρ πως αὐτὴν ἐκάλεσαν) βωμὸν ἱδρυθῆναι καὶ τὴν
5ἡμέραν ἣν ἀφίξοιτο ἔν τε ταῖς ἱερομηνίαις ἀριθμεῖσθαι καὶ Αὐ‐

54

.

10

.

4

γουστάλια ὀνομάζεσθαι. ἐπεὶ δὲ καὶ ὣς αἵ τε ἀρχαὶ καὶ οἱ ἄλλοι προαπαντῆσαί οἱ προπαρεσκευάσαντο, νύκτωρ ἐς τὴν πόλιν ἐσεκο‐ μίσθη, καὶ τῇ ὑστεραίᾳ τῷ τε Τιβερίῳ τὰς τῶν ἐστρατηγηκότων τιμὰς ἔδωκε, καὶ τῷ Δρούσῳ πέντε ἔτεσι θᾶσσον παρὰ τὰ νομι‐

54

.

10

.

5

ζόμενα τὰς ἀρχὰς αἰτῆσαι ἐπέτρεψεν. ἐπειδή τε μηδὲν ὡμολόγει ὅσα τε ἀπόντος αὐτοῦ στασιάζοντες καὶ ὅσα παρόντος φοβούμενοι ἔπρασσον, ἐπιμελητής τε τῶν τρόπων ἐς πέντε 〈ἔτη〉 παρακληθεὶς δὴ ἐχειροτονήθη, καὶ τὴν ἐξουσίαν τὴν μὲν τῶν τιμητῶν ἐς τὸν
5αὐτὸν χρόνον τὴν δὲ τῶν ὑπάτων διὰ βίου ἔλαβεν, ὥστε καὶ ταῖς δώδεκα ῥάβδοις ἀεὶ καὶ πανταχοῦ χρῆσθαι, καὶ ἐν μέσῳ τῶν ἀεὶ

54

.

10

.

6

ὑπατευόντων ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθίζεσθαι. ψηφισάμενοι δὲ ταῦτα διορθοῦν τε πάντα αὐτὸν καὶ νομοθετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούς τε νόμους τοὺς γραφησομένους ὑπ’ αὐτοῦ Αὐγού‐ στους ἐκεῖθεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν σφισιν ὀμόσαι ἤθε‐
5λον. ὁ δὲ τὰ μὲν ἄλλα ὡς ἅτε καὶ ἀναγκαῖα ἐδέξατο, τοὺς δ’

54

.

10

.

7

ὅρκους ἀφῆκεν αὐτοῖς· καὶ γὰρ εὖ ᾔδει ὅτι, εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρήσουσιν αὐτὸ κἂν μὴ ὀμόσωσιν, εἰ δὲ μή, οὐδὲν
αὐτοῦ, κἂν μυρίας πίστεις ἐπαγάγωσι, προτιμήσουσιν.

54

.

11

.

1

Αὔγουστος μὲν δὴ ταῦτ’ ἐποίει, καί τις τῶν ἀγορανόμων ἐθε‐ λοντὴς ὑπὸ πενίας ἀπεῖπε τὴν ἀρχήν· Ἀγρίππας δὲ ὡς τότε ἐς τὴν Ῥώμην ἐκ τῆς Σικελίας πεμφθεὶς διῴκησε τὰ κατεπείγοντα,

54

.

11

.

2

ταῖς Γαλατίαις προσετάχθη· ἔν τε γὰρ ἀλλήλοις ἐστασίαζον καὶ ὑπὸ τῶν Κελτῶν ἐκακοῦντο. καταστήσας δὲ καὶ ἐκεῖνα ἐς Ἰβηρίαν μετέστη· οἱ γὰρ Κάνταβροι οἱ ζωγρηθέντες τε ἐν τῷ πολέμῳ καὶ πραθέντες τούς τε δεσπότας σφῶν ὡς ἕκαστοι ἀπέκτειναν, καὶ πρὸς
5τὴν οἰκείαν ἐπανελθόντες πολλοὺς συναπέστησαν, καὶ μετ’ αὐτῶν χωρία καταλαβόντες καὶ ἐντειχισάμενοι τοῖς τῶν Ῥωμαίων φρουροῖς

54

.

11

.

3

ἐπεβούλευον. ἐπ’ οὖν τούτους ὁ Ἀγρίππας ἐπιστρατεύσας ἔσχε μέν τι καὶ πρὸς τοὺς στρατιώτας ἔργον· πρεσβύτεροι γὰρ οὐκ ὀλίγοι αὐτῶν ὄντες καὶ τῇ συνεχείᾳ τῶν πολέμων τετρυχωμένοι, τούς τε Καντάβρους ὡς καὶ δυσπολεμήτους δεδιότες, οὐκ ἐπείθοντο αὐτῷ.

54

.

11

.

4

ἀλλ’ ἐκείνους μέν, τὰ μὲν νουθετήσας τὰ δὲ παραμυθησάμενος τὰ δὲ καὶ ἐπελπίσας, διὰ ταχέων πειθαρχῆσαι ἐποίησε, πρὸς δὲ δὴ τοὺς Καντάβρους πολλὰ προσέπταισεν· καὶ γὰρ ἐμπειρίᾳ πραγ‐ μάτων, ἅτε τοῖς Ῥωμαίοις δεδουλευκότες, καὶ ἀπογνώσει τοῦ μὴ ἂν

54

.

11

.

5

ἔτι σωθῆναι ἁλόντες ἐχρῶντο. τέλος δέ ποτε συχνοὺς μὲν ἀποβα‐ λὼν τῶν στρατιωτῶν, συχνοὺς δὲ καὶ ἀτιμώσας ὅτι ἡττῶντο (τά τε γὰρ ἄλλα καὶ στρατόπεδον ὅλον Αὔγουστον ἐπωνομασμένον ἐκώ‐ λυσεν οὕτως ἔτι καλεῖσθαι), τούς τε ἐν τῇ ἡλικίᾳ πολεμίους πάντας
5ὀλίγου διέφθειρε καὶ τοὺς λοιποὺς τά τε ὅπλα ἀφείλετο καὶ ἐς τὰ

54

.

11

.

6

πεδία ἐκ τῶν ἐρυμνῶν κατεβίβασεν. οὐ μὴν οὔτε ἐπέστειλέ τι τῇ βουλῇ περὶ αὐτῶν, οὔτε τὰ ἐπινίκια καίτοι ἐκ τῆς τοῦ Αὐγούστου προστάξεως ψηφισθέντα προσήκατο, ἀλλ’ ἔν τε τούτοις ἐμετρίαζεν ὥσπερ εἰώθει, καὶ γνώμην ποτὲ ὑπὸ τοῦ ὑπάτου ὑπὲρ τοῦ ἀδελφοῦ

54

.

11

.

7

αὐτοῦ ἐρωτηθεὶς οὐκ ἔδωκε. τό τε ὕδωρ τὸ Παρθένιον καλούμενον τοῖς ἰδίοις τέλεσιν ἐσαγαγὼν Αὔγουστον προσηγόρευσε. καὶ οὕτω γε ἐκεῖνος ἐπ’ αὐτῷ ἔχαιρεν ὥστε σπάνεώς ποτε οἴνου γενομένης, καὶ τῶν ἀνθρώπων δεινὰ διαβοώντων, ἱκανώτατα ἔφη τὸν Ἀγρίπ‐
5παν προνενοηκέναι ὥστε μὴ δίψῃ ποτὲ αὐτοὺς ἀπολέσθαι.

54

.

12

.

1

τοιοῦτος μὲν δὴ οὗτος ὁ ἀνὴρ ἦν· τῶν δὲ δὴ ἄλλων τινὲς οὐχ ὅτι τὰ αὐτὰ αὐτῷ πράσσοντες, ἀλλ’ οἱ μὲν λῃστὰς συλλαμβάνοντες οἱ δὲ πόλεις στασιαζούσας καταλλάσσοντες, καὶ ἐπωρέγοντο τῶν

54

.

12

.

2

νικητηρίων καὶ ἔπεμπον αὐτά. ὁ γὰρ Αὔγουστος καὶ ταῦτα ἀφθό‐
νως τισὶ τήν γε πρώτην ἐχαρίζετο, καὶ δημοσίαις ταφαῖς πλείστους ὅσους ἐτίμα. τοιγαροῦν ἐκεῖνοι μὲν ἐν τούτοις ἐλαμπρύνοντο, ὁ δὲ

54

.

12

.

3

Ἀγρίππας ἐς τὴν αὐταρχίαν τρόπον τινὰ ὑπ’ αὐτοῦ προήχθη. ὁ γὰρ Αὔγουστος, ὡς τά τε κοινὰ θεραπείας ἀκριβοῦς ἐδεῖτο, καὶ ἐδεδίει μή, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ἐπιβουλευθῇ (βραχὺ γάρ τι καὶ σμικρὸν τὸν θώρακα, ὃν ὑπὸ τῇ στολῇ πολλάκις
5καὶ ἐς αὐτὸ τὸ συνέδριον ἐσιὼν εἶχεν, ἐπικουρήσειν οἱ ἐνόμιζε),

54

.

12

.

4

πρῶτον μὲν αὐτὸς πέντε τῆς προστασίας ἔτη, ἐπειδήπερ ὁ δεκέτης χρόνος ἐξήκων ἦν, προσέθετο (ταῦτα γὰρ Πουπλίου τε καὶ Γναίου Λεντούλων ὑπατευόντων ἐγένετο), ἔπειτα δὲ καὶ τῷ Ἀγρίππᾳ ἄλλα τε ἐξ ἴσου πῃ ἑαυτῷ καὶ τὴν ἐξουσίαν τὴν δημαρχικὴν ἐς τὸν

54

.

12

.

5

αὐτὸν χρόνον ἔδωκε. τοσαῦτα γάρ σφισιν ἔτη τότε ἐπαρκέσειν ἔφη· ὕστερον γὰρ οὐ πολλῷ καὶ τὰ ἄλλα πέντε τῆς αὐτοκράτορος ἡγεμονίας προσέλαβεν, ὥστε αὐτὰ δέκα αὖθις γενέσθαι.

54

.

13

.

1

πράξας δὲ ταῦτα τὸ βουλευτικὸν ἐξήτασε· πολλοί τε γὰρ καὶ ὣς ἐδόκουν αὐτῷ εἶναι (πλήθει δὲ οὐδὲν ὑγιὲς ἐνεώρα), καὶ διὰ μίσους οὐχ ὅτι τοὺς κακίᾳ τινὶ ἐπιρρήτους, ἀλλὰ καὶ τοὺς κολακείᾳ

54

.

13

.

2

ἐκφανεῖς ἐποιεῖτο. καὶ ἐπειδὴ μήτε τις ἑκὼν ὥσπερ πρότερον ἀπηλ‐ λάττετο, μήτ’ αὖ μόνος ἐν αἰτίᾳ τινὶ γενέσθαι ἐβούλετο, αὐτός τε τριάκοντα ἄνδρας τοὺς ἀρίστους, ὅπερ που καὶ ὅρκῳ ἐπιστώσατο, ἐξελέξατο, καὶ ἐκείνους ἐκέλευσε προομόσαντας τὸν αὐτὸν ὅρκον
5κατὰ πέντε, πλὴν τῶν συγγενῶν, ἐς πινάκια γράψαντας ἑλέσθαι.

54

.

13

.

3

καὶ μετὰ τοῦτο τὰς πεμπάδας ἐκλήρωσεν, ὥσθ’ ἕνα καθ’ ἑκάστην τὸν λαχόντα αὐτόν τε βουλεῦσαι καὶ ἑτέρους πέντε ἐπὶ τοῖς αὐτοῖς ἐγγράψαι. ἔδει που καὶ τοὺς τριάκοντα ἔν τε τοῖς αἱρουμένοις ὑφ’ ἑτέρων καὶ ἐν τοῖς κληρουμένοις γενέσθαι. ἐπειδή τέ τινες αὐτῶν
5ἀπεδήμουν, ἄλλοι ἀντ’ ἐκείνων λαχόντες τὰ ἐπιβάλλοντά σφισιν

54

.

13

.

4

ἔπραξαν. τὸ μὲν οὖν πρῶτον ταῦθ’ οὕτως ἐπὶ πλείους ἡμέρας ἐγέ‐ νετο· ἐπεὶ δὲ ἐκακουργήθη τινά, οὔτε ἐπὶ τοῖς ταμίαις τὰ γραμμα‐ τεῖα ἔτ’ ἐποιήσατο οὔτε ἔτι τῷ κλήρῳ τὰς πεμπάδας ἐπέτρεψεν, ἀλλ’ αὐτός τε τὰ λοιπὰ ἀνελέξατο καὶ αὐτὸς τοὺς ἐνδέοντας προσ‐

54

.

14

.

1

είλετο, ὥστε ἐς ἑξακοσίους τοὺς πάντας ἀποδειχθῆναι. ἐβουλεύ‐ σατο μὲν γὰρ τριακοσίους αὐτοὺς κατὰ τὸ ἀρχαῖον ποιῆσαι, καὶ πάνυ ἀγαπητὸν νομίζων εἶναι τοσούτους ἀξίους τοῦ συνεδρίου σφῶν
εὑρεθῆναι· δυσχερανάντων δὲ πάντων ὁμοίως (τῷ γὰρ πολὺ πλείους
5τῶν ἐμμενούντων ἐν αὐτῷ τοὺς διαγραφησομένους ἔσεσθαι, φοβεῖ‐ σθαι μᾶλλον αὐτοὺς μὴ ἰδιωτεύσωσιν ἢ προσδοκᾶν ὅτι καὶ βου‐

54

.

14

.

2

λεύσουσιν συνέβαινε) τοὺς ἑξακοσίους κατελέξατο. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε ἐγγεγραμμένοι ἦσαν, καὶ Λικίνιός τέ τις Ῥήγουλος, ἀγανακτήσας ὅτι τοῦ τε υἱέος καὶ ἄλλων πολλῶν, 〈ὧν〉 κρείσσων εἶναι ἠξίου, διει‐
5λεγμένων ἀπαλήλιπτο, τήν τε ἐσθῆτα ἐν αὐτῷ τῷ βουλευτηρίῳ

54

.

14

.

3

κατερρήξατο, καὶ τὸ σῶμα γυμνώσας τάς τε στρατείας κατηριθμή‐ σατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι, καὶ Ἀρτικυλήιος Παῖτος ἐν μὲν τοῖς βουλεύσουσιν ὢν τῷ δὲ δὴ πατρὶ ἐκπεπτωκότι παρα‐ χωρῆσαι τῆς βουλείας ἀξιῶν ἱκέτευεν, ἐξετασμὸν αὖθίς σφων ἐποιή‐

54

.

14

.

4

σατο, καί τινας ἀπαλλάξας ἄλλους ἀντικατέλεξεν. ἐπειδή τε πολλοὶ καὶ ὣς διεγεγράφατο, καί τινες αὐτὸν 〈δι’〉 αἰτίας, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ συμβαίνειν, ὡς καὶ ἀδίκως ἀπεληλαμένοι εἶχον, τότε τε αὐτοῖς καὶ συνθεάσασθαι καὶ συνεστιάσασθαι τοῖς βουλεύουσι, τῇ αὐτῇ
5σκευῇ χρωμένοις, συνεχώρησε, καὶ ἐς τὸ ἔπειτα τὰς ἀρχὰς αἰτεῖν

54

.

14

.

5

ἐπέτρεψε. καὶ αὐτῶν οἱ μὲν πλείους ἐπανῆλθον χρόνῳ ἐς τὸ συνέ‐ δριον, ὀλίγοι δέ τινες ἐν τῷ μέσῳ, μήτε τῆς γερουσίας μήτε τοῦ δήμου νομιζόμενοι, κατελείφθησαν.

54

.

15

.

1

τούτων οὖν οὕτω γενομένων συχνοὶ μὲν εὐθὺς συχνοὶ δὲ καὶ μετὰ τοῦτο καὶ ἐκείνῳ καὶ τῷ Ἀγρίππᾳ ἐπιβουλεῦσαι, εἴτ’ οὖν ἀλη‐

54

.

15

.

2

θῶς εἴτε καὶ ψευδῶς, αἰτίαν ἔσχον. οὐ γὰρ ἔστιν ἀκριβῶς τὰ τοιαῦτα τοῖς ἔξω αὐτῶν οὖσιν εἰδέναι· πολλὰ γὰρ ὧν ἂν ὁ κρατῶν πρὸς τιμωρίαν, ὡς καὶ ἐπιβεβουλευμένος, ἤτοι δι’ ἑαυτοῦ ἢ καὶ διὰ τῆς γερουσίας πράξῃ, ὑποπτεύεται κατ’ ἐπήρειαν, κἂν ὅτι μά‐

54

.

15

.

3

λιστα δικαιότατα συμβῇ, γεγονέναι, καὶ διὰ τοῦτο καὶ ἐγὼ γνώμην ἔχω περὶ πάντων τῶν τοιουτοτρόπων αὐτὰ τὰ λεγόμενα συγγράψαι, μηδὲν ὑπὲρ τὰ δεδημοσιευμένα, πλὴν τῶν πάνυ φανερῶν, μήτε πολυπραγμονῶν μήθ’ ὑπολέγων, μήτ’ εἰ δικαίως μήτ’ εἰ ἀδίκως τι

54

.

15

.

4

γέγονε, μήτ’ εἰ ψευδῶς μήτε εἰ ἀληθῶς εἴρηται. καὶ τοῦτο μέν μοι καὶ κατὰ τῶν μετὰ ταῦτα γραφησομένων εἰρήσθω· ἐν δὲ δὴ
τῷ τότε παρόντι ὁ Αὔγουστος ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ δὴ Λέπιδον ἐμίσει μὲν διά τε τἆλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ καὶ
5ἐπεφώρατο ἐπιβουλεύων αὐτῷ καὶ ἐκεκόλαστο, οὐ μέντοι καὶ ἀπο‐ κτεῖναι ἠθέλησεν, ἀλλ’ ἐν τρόπῳ τινὶ ἄλλοτε ἄλλῳ προεπηλάκιζεν.

54

.

15

.

5

ἔς τε γὰρ τὴν πόλιν καὶ ἄκοντα αὐτὸν ἐκ τῶν ἀγρῶν κατιέναι ἐκέλευε, καὶ ἐς τὰς συνόδους ἀεὶ ἐσῆγεν, ὅπως ὅτι πλείστην καὶ χλευασίαν καὶ ὕβριν πρός τε τὴν τῆς ἰσχύος καὶ πρὸς τὴν τῆς ἀξιώσεως μεταβολὴν ὀφλισκάνῃ· καὶ οὔτε ἐς ἄλλο τι ὡς καὶ ἀξίῳ
5οἱ λόγου ἐχρῆτο, τότε δὲ καὶ τὴν ψῆφον ὑστάτῳ τῶν ὑπατευκότων

54

.

15

.

6

ἐπῆγε. τοὺς μὲν γὰρ ἄλλους ἐν τῇ καθηκούσῃ τάξει ἐπεψήφιζε, τῶν δ’ ὑπατευκότων πρῶτόν τέ τινα καὶ δεύτερον τρίτον τε ἕτερον καὶ τέταρτον, τούς τε λοιποὺς ὁμοίως, ὥς που καὶ ἐβούλετο· καὶ τοῦτο καὶ οἱ ὕπατοι ἐποίουν. οὕτω μὲν δὴ τὸν Λέπιδον μετεχει‐

54

.

15

.

7

ρίζετο, καὶ ἐπειδή γε Ἀντίστιος Λαβεὼν ἐς τοὺς βουλεύσοντας αὐτόν, ὅτε ἡ διαγνώμη ἐκείνη ἐγίγνετο, ἐσεγράψατο, πρῶτον μὲν ἐπιωρκηκέναι τε αὐτὸν ἔφη καὶ τιμωρήσεσθαι ἠπείλησεν, ἔπειτα δὲ εἰπόντος αὐτοῦ “καὶ τί δεινὸν πεποίηκα κατασχὼν ἐν τῷ συνε‐
5δρίῳ ἄνδρα ὃν σὺ ἀρχιέρεων ἔτι καὶ νῦν περιορᾷς ὄντα;” οὐκέτ’

54

.

15

.

8

οὐδεμίαν ὀργὴν ἐποιήσατο· πολλάκις γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ τῆς ἱερωσύνης ταύτης ἀξιούμενος οὐκ ἐδικαίωσε ζῶντος τοῦ Λεπίδου λαβεῖν αὐτήν. Ἀντίστιος μὲν οὖν τοῦτό τε οὐκ ἀπὸ καιροῦ εἰπεῖν ἔδοξε, καί ποτε λόγων ἐν τῇ βουλῇ γιγνομένων ὡς χρεὼν εἴη τὸν
5Αὔγουστον ἐκ διαδοχῆς σφας φρουρεῖν, ἔφη, μήτ’ ἀντειπεῖν τολμῶν μήτε συγκαταθέσθαι ὑπομένων, ὅτι “ῥέγκω καὶ οὐ δύναμαι αὐτοῦ προκοιτῆσαι”.

54

.

16

.

1

ὁ δ’ οὖν Αὔγουστος ἄλλα τε ἐνομοθέτησε, καὶ τοὺς δεκάσαντάς τινας ἐπὶ ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἶρξε. τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις βαρύτερα τὰ ἐπιτίμια ἐπέταξε, καὶ ἔμπαλιν τοῦ

54

.

16

.

2

τε γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκεν. ἐπειδή τε πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἐξελευθέρας τοῖς ἐθέλουσι, πλὴν τῶν βουλευόντων, ἄγεσθαι, ἔννομον τὴν τεκνο‐

54

.

16

.

3

ποιίαν αὐτῶν εἶναι κελεύσας. κἀν τούτῳ καταβοήσεως ἐν τῷ συν‐ εδρίῳ περί τε τῆς τῶν γυναικῶν καὶ περὶ τῆς τῶν νεανίσκων ἀκοσμίας, πρὸς ἀπολογίαν δή τινα τοῦ μὴ ῥᾳδίως δι’ αὐτὴν τὰς τῶν γάμων συναλλαγὰς ποιεῖσθαι, γενομένης, καὶ ἐναγόντων αὐτὸν
5καὶ ἐκείνην ἐπανορθῶσαι χλευασμῷ ὅτι πολλαῖς γυναιξὶν ἐχρῆτο,

54

.

16

.

4

τὸ μὲν πρῶτον ἀπεκρίνατο αὐτοῖς ὅτι τὰ μὲν ἀναγκαιότατα διώ‐ ρισται, τὰ δὲ λοιπὰ ἀδύνατόν ἐστιν ὁμοίως παραδοθῆναι, ἔπειτα δὲ ἐκβιασθεὶς εἶπεν ὅτι “αὐτοὶ ὀφείλετε ταῖς γαμεταῖς καὶ παραινεῖν

54

.

16

.

5

καὶ κελεύειν ὅσα βούλεσθε· ὅπερ που καὶ ἐγὼ ποιῶ.” ἀκούσαντες οὖν ταῦτ’ ἐκεῖνοι πολλῷ μᾶλλον ἐνέκειντο αὐτῷ, βουλόμενοι τὰς παραινέσεις ἃς τῇ Λιουίᾳ παραινεῖν ἔφη μαθεῖν. καὶ ὃς ἄκων μέν, εἶπε δ’ οὖν τινα καὶ περὶ τῆς ἐσθῆτος καὶ περὶ τοῦ λοιποῦ κόσμου
5τῶν τε ἐξόδων καὶ τῆς σωφροσύνης αὐτῶν, μηδ’ ὁτιοῦν φροντίσας

54

.

16

.

6

ὅτι μὴ καὶ τῷ ἔργῳ αὐτὰ ἐπιστοῦτο. καὶ ἕτερον δέ τι τοιόνδε τιμητεύων ἐπεποιήκει· ἐπειδὴ γὰρ προσήγαγέ τις αὐτῷ νεανίσκον γυναῖκα ἐκ μοιχείας γεγαμηκότα, καὶ πλεῖστα ὅσα κατηγόρησεν αὐτοῦ, διηπορήθη μήτε παριδεῖν τὸ πρᾶγμα μήτ’ ἐπιτιμῆσαί τι
5τολμήσας, καὶ μόλις ποτὲ ὀψὲ ἀνενεγκὼν “πολλά” ἔφη “καὶ δεινὰ αἱ στάσεις ἤνεγκαν, ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν, τοῦ δὲ δὴ

54

.

16

.

7

λοιποῦ προνοῶμεν ὅπως μηδὲν τοιοῦτο γίγνηται.” ὡς δ’ οὖν βρέφη τινὲς ἐγγυώμενοι τὰς μὲν τιμὰς τῶν γεγαμηκότων ἐκαρποῦντο, τὸ δὲ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἐγγύην ἰσχύειν μεθ’ ἣν οὐδὲ δυοῖν ἐτοῖν διελθόντων γαμήσει τις, τοῦτ’ ἔστι δεκέτιν
5πάντως ἐγγυᾶσθαι τόν γέ τι ἀπ’ αὐτῆς ἀπολαύσοντα· δώδεκα 〈γὰρ〉 ταῖς κόραις ἐς τὴν τοῦ γάμου ὥραν ἔτη πλήρη, καθάπερ εἶπον, νομίζεται.

54

.

17

.

1

ταῦτά τε οὖν ὡς ἕκαστα διενομοθέτει, καὶ ἵνα ἐπὶ τῇ τοῦ σίτου διαδόσει προβάλλωνται [καὶ] οἱ ἐν ταῖς ἀρχαῖς ἀεὶ ὄντες ἕνα ἕκαστος ἐκ τῶν πρὸ τριῶν ἐτῶν ἐστρατηγηκότων, καὶ ἐξ αὐτῶν τέσ‐

54

.

17

.

2

σαρες οἱ λαχόντες σιτοδοτῶσιν ἐκ διαδοχῆς. τόν τε πολίαρχον τὸν ἐς τὰς ἀνοχὰς καθιστάμενον ἕνα ἀεὶ αἱρεῖσθαι, καὶ τὰ ἔπη τὰ Σιβύλλεια ἐξίτηλα ὑπὸ τοῦ χρόνου γεγονότα τοὺς ἱερέας αὐτοχειρίᾳ

54

.

17

.

3

ἐκγράψασθαι ἐκέλευσεν, ἵνα μηδεὶς ἕτερος αὐτὰ ἀναλέξηται. τάς τε ἀρχὰς ἅπασι τοῖς δέκα μυριάδων οὐσίαν ἔχουσι καὶ ἄρχειν ἐκ
τῶν νόμων δυναμένοις ἐπαγγέλλειν ἐπέτρεψε. τοσοῦτον γὰρ τὸ βουλευτικὸν τίμημα τὴν πρώτην εἶναι ἔταξεν, ἔπειτα καὶ ἐς πέντε
5καὶ εἴκοσι μυριάδας αὐτὸ προήγαγε. καί τισι τῶν εὖ βιούντων ἐλάττω, τότε μὲν τῶν δέκα αὖθις δὲ τῶν πέντε καὶ εἴκοσι, κεκτη‐

54

.

17

.

4

μένοις ἐχαρίσατο ὅσον ἐνέδει. καὶ διὰ ταῦτα τοῖς βουλομένοις τῶν στρατηγῶν τριπλάσιον τοῦ παρὰ τοῦ δημοσίου σφίσιν ἐς τὰς πα‐ νηγύρεις διδομένου προσαναλίσκειν ἐφῆκεν. ὥστε εἰ καὶ πρὸς τὴν ἀκρίβειαν τῶν ἄλλων αὐτοῦ νομοθετημάτων ἤχθοντό τινες, ἀλλ’
5ὑπό τε τούτου, καὶ ὅτι Πυλάδην τινὰ ὀρχηστὴν διὰ στάσιν ἐξελη‐

54

.

17

.

5

λαμένον κατήγαγεν, οὐκέτ’ ἐκείνων ἐμέμνηντο. ὅθενπερ πάνυ σο‐ φῶς ὁ Πυλάδης, ἐπιτιμώμενος ὑπ’ αὐτοῦ ἐπειδὴ Βαθύλλῳ ὁμο‐ τέχνῳ τέ οἱ ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι διεστασίαζεν, εἰπεῖν λέγεται ὅτι “συμφέρει σοι, Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆμον ἀποδια‐
5τρίβεσθαι.”

54

.

18

.

1

ταῦτα μὲν ἐν ἐκείνῳ τῷ ἔτει ἐγένετο· ἐπὶ δὲ δὴ [τοῦ] Γαΐου τε Φουρνίου καὶ Γαΐου Σιλανοῦ ὑπάτων υἱὸν αὖθις ὁ Ἀγρίππας ἀνεί‐ λετο τὸν Λούκιον ὀνομασθέντα, καὶ αὐτὸν εὐθὺς ὁ Αὔγουστος μετὰ τοῦ ἀδελφοῦ τοῦ Γαΐου ἐποιήσατο, μὴ ἀναμείνας σφᾶς ἀν‐
5δρωθῆναι, ἀλλ’ αὐτόθεν διαδόχους τῆς ἀρχῆς ἀποδείξας, ἵν’ ἧττον

54

.

18

.

2

ἐπιβουλεύηται. τήν τε τῆς Τιμῆς καὶ τῆς Ἀρετῆς πανήγυριν ἐς τὰς νῦν ἡμέρας μετέστησε, καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἔργον ἐκ τῶν λαφύρων ἐς τὴν τῶν πράξεων μνήμην ποιεῖν προσέταξε, τά τε σαικουλάρια τὰ πέμπτα ἐπετέλεσε. καὶ τοὺς ῥήτορας ἀμισθὶ
5συναγορεύειν, ἢ τετραπλάσιον ὅσον ἂν λάβωσιν ἐκτίνειν, ἐκέλευσε.

54

.

18

.

3

τοῖς δὲ δικάζειν ἀεὶ λαγχάνουσιν ἀπεῖπεν ἐς μηδενὸς οἴκαδε τὸν ἐνιαυτὸν ἐκεῖνον ἐσιέναι. ἐπειδή τε ἀσπουδεὶ 〈οἱ〉 βουλευταὶ ἐς τὸ συνέδριον συνεφοίτων, ἐπηύξησε τὰς ζημίας τοῖς οὐκ ἐξ εὐλόγου τινὸς αἰτίας ὑστερίζουσι.

54

.

19

.

1

καὶ μετὰ ταῦτα ἐς τὴν Γαλατίαν, Λουκίου τε Δομιτίου καὶ Πουπλίου Σκιπίωνος ὑπατευόντων, ὥρμησε, πρόφασιν τοὺς πολέ‐

54

.

19

.

2

μους τοὺς κατ’ ἐκεῖνο κινηθέντας λαβών. ἐπειδὴ γὰρ ἐπαχθὴς πολ‐ λοῖς ἐκ τῆς ἐν τῇ πόλει χρονίου διατριβῆς ἐγεγόνει, καὶ συχνοὺς
μὲν ἔξω τι τῶν τεταγμένων πράττοντας δικαιῶν ἐλύπει, συχνῶν δὲ καὶ φειδόμενος τὰ νενομοθετημένα ὑφ’ ἑαυτοῦ παραβαίνειν ἠναγκά‐

54

.

19

.

3

ζετο, ἐκδημῆσαι τρόπον τινὰ κατὰ τὸν Σόλωνα ἔγνω. καί τινες καὶ διὰ τὴν Τερεντίαν τὴν τοῦ Μαικήνου γυναῖκα ἀποδημῆσαι αὐτὸν ὑπετόπησαν, ἵν’ ἐπειδὴ πολλὰ περὶ αὐτῶν ἐν τῇ Ῥώμῃ ἐλο‐ γοποιεῖτο, ἄνευ θροῦ τινὸς ἐν τῇ ἀλλοδημίᾳ αὐτῇ συνῇ· οὕτω γὰρ
5οὖν πάνυ αὐτῆς ἤρα ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ

54

.

19

.

4

κάλλους πρὸς τὴν Λιουίαν ποιῆσαι. πρὶν δὲ ἢ ἀφορμᾶσθαι, τὸν τοῦ Κυρίνου ναὸν καθιέρωσεν ἐκ καινῆς οἰκοδομήσας. εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη [τις] διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς

54

.

19

.

5

καὶ ἐξεπίτηδες αὐτὸ ἀλλ’ οὐ κατὰ τύχην ἄλλως πράξας. ἐκεῖνόν τε οὖν τότε ἐθείωσε, καὶ μονομαχίας ἀγῶνας διά τε τοῦ Τιβερίου καὶ διὰ τοῦ Δρούσου, συγχωρηθὲν δή σφισιν ὑπὸ τῆς βουλῆς,

54

.

19

.

6

ἔθηκε. καὶ οὕτω τὸ μὲν ἄστυ τῷ Ταύρῳ μετὰ τῆς ἄλλης Ἰταλίας διοικεῖν ἐπιτρέψας (τόν τε γὰρ Ἀγρίππαν ἐς τὴν Συρίαν αὖθις ἐστάλκει, καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθ’ ὁμοίως ἔχαιρε), τὸν δὲ δὴ Τιβέριον καίτοι στρατηγοῦντα παραλαβὼν ἐξώρμησεν.
5ἐστρατήγησε γὰρ καίπερ τὰς στρατηγικὰς τιμὰς ἔχων· καὶ τήν γε

54

.

19

.

7

ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Δροῦσος ἐκ δόγματος διήγαγεν. ἐξελθόντων δ’ οὖν αὐτῶν τὸ τῆς Νεότητος μέγαρον ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κατεκαύθη, καὶ διά τε τοῦτο καὶ διὰ τἆλλα τὰ προγενόμενα (λύκος τε γὰρ διὰ τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν ἀγορὰν ἐσπεσὼν ἀνθρώπους
5ἔφθειρε, καὶ μύρμηκες 〈οὐ〉 πόρρω τῆς ἀγορᾶς ἐκφανέστατα συνε‐ στράφησαν, λαμπάς τέ τις ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον διὰ πάσης τῆς νυκτὸς ἠνέχθη) εὐχὰς ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγού‐

54

.

19

.

8

στου ἐποιήσαντο. κἀν τούτῳ καὶ τὴν πενταετηρίδα τῆς ἀρχῆς αὐτοῦ διεώρτασαν, τοῦ Ἀγρίππου (ἐν γὰρ τοῖς πεντεκαίδεκα ἀν‐ δράσιν, οἷς ἐκ τῆς περιτροπῆς ἡ διοίκησις αὐτῆς ἐπέβαλλεν, ἱέρωτο) διὰ τῶν συνιερέων ἀναλώσαντος.

54

.

20

.

1

πολλὰ μὲν οὖν καὶ ἄλλα κατὰ τοὺς χρόνους ἐκείνους ἐταράχθη. καὶ γὰρ Καμμούνιοι καὶ Οὐέννιοι, Ἀλπικὰ γένη, ὅπλα τε ἀντήραντο

54

.

20

.

2

καὶ νικηθέντες ὑπὸ Πουπλίου Σιλίου ἐχειρώθησαν· καὶ οἱ Παννό‐ νιοι τήν τε Ἰστρίαν μετὰ Νωρίκων κατέδραμον, καὶ αὐτοί τε πρός τε τοῦ Σιλίου καὶ τῶν ὑποστρατήγων αὐτοῦ κακωθέντες αὖθις ὡμολόγησαν, καὶ τοῖς Νωρίκοις αἴτιοι τῆς αὐτῆς δουλείας ἐγένοντο.

54

.

20

.

3

τά τε ἐν τῇ Δελματίᾳ καὶ τὰ ἐν τῇ Ἰβηρίᾳ νεοχμώσαντα δι’ ὀλίγου κατέστη, καὶ ἡ Μακεδονία ὑπό τε τῶν Δενθελητῶν καὶ ὑπὸ τῶν Σκορδίσκων ἐπορθήθη. ἔν τε τῇ Θρᾴκῃ πρότερον μὲν Μᾶρκος Λόλλιος Ῥυμητάλκῃ θείῳ τε τῶν τοῦ Κότυος παίδων καὶ ἐπιτρόπῳ
5ὄντι βοηθῶν Βησσοὺς κατεστρέψατο, ἔπειτα δὲ Λούκιος Γάιος Σαυρομάτας ἐκ τῆς αὐτῆς αἰτίας κρατήσας ὑπὲρ τὸν Ἴστρον ἀπεώ‐

54

.

20

.

4

σατο. ὁ δὲ δὴ μέγιστος τῶν τότε συμβάντων τοῖς Ῥωμαίοις πο‐ λέμων, ὅσπερ που καὶ τὸν Αὔγουστον ἐκ τῆς πόλεως ἐξήγαγε, πρὸς τοὺς Κελτοὺς ἐγένετο. Σύγαμβροί τε γὰρ καὶ Οὐσιπέται καὶ Τέγ‐
κτηροι τὸ μὲν πρῶτον ἐν τῇ σφετέρᾳ τινὰς αὐτῶν συλλαβόντες

54

.

20

.

5

ἀνεσταύρωσαν, ἔπειτα δὲ καὶ τὸν Ῥῆνον διαβάντες τήν τε Γερμανίαν καὶ τὴν Γαλατίαν ἐλεηλάτησαν, τό τε ἱππικὸν τὸ τῶν Ῥωμαίων ἐπελθόν σφισιν ἐνήδρευσαν, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τῷ τε Λολλίῳ ἄρχοντι αὐτῆς ἐνέτυχον ἀνέλπιστοι καὶ ἐνίκησαν καὶ

54

.

20

.

6

ἐκεῖνον. μαθὼν οὖν ταῦτα ὁ Αὔγουστος ὥρμησε μὲν ἐπ’ αὐτούς, οὐ μέντοι καὶ ἔργον τι πολέμου ἔσχεν· οἱ γὰρ βάρβαροι τόν τε Λόλλιον παρασκευαζόμενον καὶ ἐκεῖνον στρατεύοντα πυθόμενοι ἔς τε τὴν ἑαυτῶν ἀνεχώρησαν καὶ σπονδὰς ἐποιήσαντο, ὁμήρους δόντες.

54

.

21

.

1

τῶν μὲν οὖν ὅπλων οὐδὲν διὰ ταῦθ’ ὁ Αὔγουστος ἐδεήθη, τὰ δὲ δὴ ἄλλα καθιστάμενος τοῦτόν τε τὸν ἐνιαυτὸν κατανάλωσε καὶ τὸν ὕστερον, ἐν ᾧ Μᾶρκος τε Λίβων καὶ Καλπούρνιος Πίσων

54

.

21

.

2

ὑπάτευσαν. πολλὰ μὲν γὰρ καὶ ὑπὸ τῶν Κελτῶν, πολλὰ δὲ καὶ ὑπὸ Λικίνου τινὸς ἐπεπόνηντο. καί μοι δοκεῖ τοῦθ’ ὅτι μάλιστα τὸ κῆτός σφισι προσημῆναι· πλάτος μὲν γὰρ ποδῶν εἴκοσι μῆκος δὲ τριπλάσιον ἔχον, καὶ γυναικὶ πλὴν τῆς κεφαλῆς ἐοικός, ἐς τὴν

54

.

21

.

3

γῆν ἑαυτὸ ἐκ τοῦ ὠκεανοῦ ἐξώκειλεν. ὁ δὲ δὴ Λίκινος τὸ μὲν ἀρ‐ χαῖον Γαλάτης ἦν, ἁλοὺς δὲ ἐς τοὺς Ῥωμαίους καὶ δουλεύσας τῷ Καίσαρι ὑπὸ μὲν ἐκείνου ἠλευθερώθη, ὑπὸ δὲ τοῦ Αὐγούστου ἐπί‐

54

.

21

.

4

τροπος τῆς Γαλατίας κατέστη. οὗτος οὖν πλεονεξίᾳ μὲν βαρβαρικῇ ἀξιώσει δὲ Ῥωμαϊκῇ χρώμενος, πᾶν μὲν τὸ κρεῖττόν ποτε αὐτοῦ νομισθὲν καθῄρει, πᾶν δὲ τὸ ἐν τῷ παρόντι ἰσχυρὸν ἠφάνιζε, καὶ συχνὰ μὲν καὶ πρὸς τὰ ἀναγκαῖα τῆς προστεταγμένης οἱ διακονίας

54

.

21

.

5

ἐξεπόριζε, συχνὰ δὲ καὶ ἑαυτῷ τοῖς τε οἰκείοις παρεξέλεγε. καὶ ἐς τοσοῦτόν γε κακοτροπίας ἐχώρησεν ὥστε, ἐπειδή τινες ἐσφοραὶ κατὰ μῆνα παρ’ αὐτοῖς ἐγίγνοντο, τεσσαρεσκαίδεκα αὐτοὺς ποιῆσαι, λέγων
τὸν μῆνα τοῦτον τὸν Δεκέμβριον καλούμενον δέκατον ὄντως εἶναι,
5καὶ δεῖν διὰ τοῦτο αὐτοὺς καὶ τοὺς δύο τοὺς ὑστάτους, ὧν τὸν μὲν ἑνδέκατον τὸν δὲ δωδέκατον ὠνόμαζε, νομίζειν, καὶ τὰ χρήματα

54

.

21

.

6

τὰ ἐπιβάλλοντα αὐτοῖς ἐσφέρειν. διὰ μὲν οὖν ταῦτα τὰ σοφί‐ σματα ἐκινδύνευσεν· οἱ γὰρ Γαλάται τοῦ Αὐγούστου λαβόμενοι δεινὰ ἐποίησαν, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συνάχθεσθαί σφισι τὰ δὲ καὶ παραιτεῖσθαι· ἀγνοεῖν τέ τινα ἔλεγε, καὶ προσεποιεῖτο ἕτερα μὴ
5πιστεύειν, καὶ ἔστιν ἃ καὶ συνέκρυπτεν, αἰσχυνόμενος ὅτι τοιούτῳ

54

.

21

.

7

ἐπιτρόπῳ ἐκέχρητο· ἄλλο δὲ τοιόνδε τι τεχνασάμενος καὶ πάνυ πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἱ τὸν Αὔγουστον ἔχοντα ᾔσθετο καὶ κολασθήσεσθαι ἔμελλεν, ἔς τε τὴν οἰκίαν αὐτὸν ἐσήγαγε, καὶ πολλοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου θησαυροὺς

54

.

21

.

8

πολλὰ δὲ καὶ τἆλλα σωρηδὸν συννενημένα αὐτῷ δείξας “ἐξεπίτη‐ δες” ἔφη “ταῦτα, ὦ δέσποτα, καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ἤθροισα, ἵνα μὴ τοσούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπι‐ χώριοι ὄντες ἀποστῶσιν. ἀμέλει καὶ ἐτήρησά σοι πάντα αὐτὰ
5καὶ δίδωμι.” καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου τὴν τῶν βαρ‐

54

.

22

.

1

βάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώθη, Δροῦσος δὲ ἐν τούτῳ καὶ Τιβέ‐ ριος τάδε ἔπραξαν. Ῥαιτοὶ οἰκοῦντες μεταξὺ τοῦ τε Νωρίκου καὶ τῆς Γαλατίας, πρὸς ταῖς Ἄλπεσι ταῖς πρὸς τῇ Ἰταλίᾳ ταῖς Τρι‐ δεντίναις, τῆς τε Γαλατίας τῆς προσόρου σφίσι πολλὰ κατέτρεχον
5καὶ ἐκ τῆς Ἰταλίας ἁρπαγὰς ἐποιοῦντο, τούς τε ὁδῷ τῶν Ῥωμαίων ἢ καὶ τῶν συμμάχων αὐτῶν διὰ τῆς σφετέρας γῆς χρωμένους ἐλυ‐

54

.

22

.

2

μαίνοντο. καὶ ταῦτα μὲν καὶ συνήθη πως τοῖς οὐκ ἐνσπόνδοις ποιεῖν ἐδόκουν, πᾶν δὲ δὴ τὸ ἄρρεν τῶν ἁλισκομένων, οὐχ ὅτι τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἐν ταῖς γαστράσιν ἔτι τῶν γυναικῶν ὂν

54

.

22

.

3

μαντείαις τισὶν ἀνευρίσκοντες, ἔφθειρον. δι’ οὖν ταῦτα ὁ Αὔ‐ γουστος πρῶτον μὲν τὸν Δροῦσον ἐπ’ αὐτοὺς ἔπεμψε· καὶ ὃς τοὺς προαπαντήσαντάς οἱ αὐτῶν περὶ τὰ Τριδεντῖνα ὄρη διὰ ταχέων ἐτρέψατο, ὥστε καὶ τιμὰς στρατηγικὰς ἐπὶ τούτῳ λαβεῖν.
5ἔπειτα δὲ ἐπειδὴ τῆς μὲν Ἰταλίας ἀπεκρούσθησαν, τῇ δὲ δὴ Γα‐

54

.

22

.

4

λατίᾳ καὶ ὣς ἐνέκειντο, τὸν Τιβέριον προσαπέστειλεν. ἐσβαλόντες οὖν ἐς τὴν χώραν πολλαχόθεν ἅμα ἀμφότεροι, αὐτοί τε καὶ διὰ τῶν ὑποστρατήγων, καὶ ὅ γε Τιβέριος καὶ διὰ τῆς λίμνης πλοίοις κομισθείς, ἀπό τε τούτου κατέπληξαν αὐτοὺς ὡς ἑκάστοις σφίσι
5συμμιγνύντες, τούς τε ἀεὶ ἐς χεῖρας ἀφικνουμένους οὐ χαλεπῶς, ἅτε διεσπασμέναις ταῖς δυνάμεσι χρωμένους, κατειργάσαντο, καὶ τοὺς λοιποὺς ἀσθενεστέρους τε ἐκ τούτου καὶ ἀθυμοτέρους γενο‐

54

.

22

.

5

μένους εἷλον. ἐπειδή τε ἐπολυάνδρουν καὶ ἐδόκουν τι νεωτεριεῖν, τό τε κράτιστον καὶ τὸ πλεῖστον τῆς ἡλικίας αὐτῶν ἐξήγαγον, κα‐ ταλιπόντες τοσούτους ὅσοι τὴν μὲν χώραν οἰκεῖν ἱκανοὶ νεοχμῶσαι δέ τι ἀδύνατοι ἦσαν.

54

.

23

.

1

κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος (καὶ γὰρ ἐξ ἀπελευ‐ θέρων ἐγεγόνει καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατο), ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστότατος

54

.

23

.

2

γενόμενος, ὥστε καὶ ἐς ἱστορίας λόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι’ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δού‐ λους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν Αὔγουστον
5ἑστιῶν, εἶτ’ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς, ἐμβληθῆναι

54

.

23

.

3

προσέταξεν. ὁ οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ’ οὐχ ὑπήκουσεν αὐτῷ, “φέρε” ἔφη “πάντα τἆλλα ἐκπώματα, ὅσα ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα

54

.

23

.

4

ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι.” καὶ αὐτὰ κομισθέντα συν‐ τριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτ’ ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν ἀπολωλότων ὀργὴν ἔχων, οὔτ’ αὖ τὸν διάκονον ὧν γε καὶ ὁ Αὔ‐
5γουστος ἐπεποιήκει τιμωρήσασθαι δυνάμενος, ἡσυχίαν καὶ ἄκων

54

.

23

.

5

ἤγαγε. τοιοῦτος οὖν δή τις ὁ Πωλίων ὢν ἐτελεύτησεν ἄλλοις τε πολλοῖς πολλὰ καὶ τῷ Αὐγούστῳ τοῦ τε κλήρου συχνὸν μέρος καὶ τὸν Παυσίλυπον, τὸ χωρίον τὸ μεταξὺ τῆς τε Νέας πόλεως καὶ τῶν Πουτεόλων ὄν, καταλιπών, τῷ τε δήμῳ περικαλλὲς ἔργον οἰκο‐

54

.

23

.

6

δομηθῆναι κελεύσας. ὁ οὖν Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν.

54

.

23

.

7

τοῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις ἔν τε τῇ Γαλα‐ τίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς ἀπῴκισε, καὶ Κυζικηνοῖς τὴν ἐλευθε‐ ρίαν ἀπέδωκε, Παφίοις τε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο

54

.

23

.

8

καὶ τὴν πόλιν Αὔγουσταν καλεῖν κατὰ δόγμα ἐπέτρεψε. ταῦτα δὲ ἔγραψα οὐχ ὅτι 〈οὐ〉 καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ πρότερον καὶ μετὰ τοῦτο καὶ αὐτὸς ὁ Αὔγουστος ἐφ’ ὁμοίαις συμφοραῖς καὶ οἱ βουλευταὶ ἐπεκούρησαν, ὧν εἴ τις ἁπάντων μνημονεύοι, ἀπέραντον
5ἂν τὸ ἔργον τῆς συγγραφῆς γένοιτο· ἀλλ’ ὅτι καὶ τὰς ἐπωνυμίας ταῖς πόλεσιν ἡ γερουσία ἐν μέρει τιμῆς ἔνεμε, καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι καταλόγους ὀνομάτων οὓς ἂν ἐθελήσωσιν ὡς πλήθει ποιοῦνται.

54

.

24

.

1

τῷ δ’ ἐπιγιγνομένῳ ἔτει Μᾶρκος μὲν Κράσσος καὶ Γναῖος Κορ‐ νήλιος ὑπάτευσαν, οἱ δ’ ἀγορανόμοι οἱ κουρούλιοι, ἀπειπόντες τὴν ἀρχὴν ὅτι ἐξαισίων σφίσι τῶν ὀρνίθων γενομένων ᾕρηντο, αὖθις

54

.

24

.

2

αὐτὴν ἔξω τῶν πατρίων ἐν ἑτέρᾳ ἐκκλησίᾳ ἀνέλαβον. ἥ τε στοὰ ἡ Παύλειος ἐκαύθη, καὶ τὸ πῦρ ἀπ’ αὐτῆς πρὸς τὸ Ἑστιαῖον ἀφίκετο, ὥστε καὶ τὰ ἱερὰ ἔς τε τὸ παλάτιον ὑπὸ τῶν ἄλλων ἀειπαρθένων (ἡ γὰρ πρεσβεύουσα αὐτῶν ἐτετύφλωτο) ἀνακομισθῆναι καὶ ἐς τὴν

54

.

24

.

3

τοῦ ἱερέως τοῦ Διὸς οἰκίαν τεθῆναι. ἡ μὲν οὖν στοὰ μετὰ τοῦτο ὀνόματι μὲν ὑπ’ Αἰμιλίου, ἐς ὃν τὸ τοῦ ποιήσαντός ποτε αὐτὴν γένος ἐληλύθει, τῷ δὲ ἔργῳ ὑπό τε τοῦ Αὐγούστου καὶ ὑπὸ τῶν τοῦ Παύλου φίλων ἀνῳκοδομήθη· τότε δὲ οἵ τε Παννόνιοι νεωτε‐
5ρίσαντες αὖθις ἐχειρώθησαν, καὶ αἱ Ἄλπεις αἱ παραθαλασσίδιοι ὑπὸ Λιγύων τῶν κομητῶν καλουμένων ἐλευθέρως ἔτι καὶ τότε νε‐

54

.

24

.

4

μόμεναι ἐδουλώθησαν. τά τε ἐν τῷ Βοσπόρῳ τῷ Κιμμερίῳ νεοχ‐ μώσαντα κατέστη. Σκριβώνιος γάρ τις τοῦ τε Μιθριδάτου ἔγγονος εἶναι καὶ παρὰ τοῦ Αὐγούστου τὴν βασιλείαν, ἐπειδήπερ ὁ Ἄσαν‐ δρος ἐτεθνήκει, εἰληφέναι λέγων, τὴν γυναῖκα αὐτοῦ Δύναμίν τε
5καλουμένην καὶ τὴν ἀρχὴν παρὰ τοῦ ἀνδρὸς ἐπιτετραμμένην, ἣ τοῦ τε Φαρνάκου θυγάτηρ καὶ τοῦ Μιθριδάτου ἔγγονος ἀληθῶς ἦν,

54

.

24

.

5

ἠγάγετο, καὶ τὸν Βόσπορον διὰ χειρὸς ἐποιεῖτο. πυθόμενος οὖν ταῦτα ὁ Ἀγρίππας τὸν Πολέμωνα ἐπ’ αὐτόν, τὸν τοῦ Πόντου τοῦ πρὸς τῇ Καππαδοκίᾳ ὄντος βασιλεύοντα, ἔπεμψε· καὶ ὃς Σκρι‐ βώνιον μὲν οὐκέτι περιόντα κατέλαβε (μαθόντες γὰρ οἱ Βοσπόριοι
5τὴν ἐπιβολὴν αὐτοῦ προαπέκτειναν αὐτόν), ἀντιστάντων δέ οἱ ἐκεί‐ νων δέει τοῦ μὴ βασιλεύεσθαι αὐτῷ δοθῆναι, ἐς χεῖράς σφισιν

54

.

24

.

6

ἦλθε. καὶ ἐνίκησε μέν, οὐ μὴν καὶ παρεστήσατό σφας πρὶν τὸν Ἀγρίππαν ἐς Σινώπην ἐλθεῖν ὡς καὶ ἐπ’ αὐτοὺς στρατεύσοντα. οὕτω δὲ τά τε ὅπλα κατέθεντο καὶ τῷ Πολέμωνι παρεδόθησαν· ἥ τε γυνὴ ἡ Δύναμις συνῴκησεν αὐτῷ, τοῦ Αὐγούστου δῆλον ὅτι

54

.

24

.

7

ταῦτα δικαιώσαντος. καὶ ἐπ’ αὐτοῖς θυσίαι μὲν τῷ τοῦ Ἀγρίππου ὀνόματι ἐγένοντο, οὐ μέντοι καὶ τὰ ἐπινίκια καίτοι ψηφισθέντα αὐτῷ ἐπέμφθη· οὔτε γὰρ ἔγραψεν ἀρχὴν ἐς τὸ συνέδριον ὑπὲρ τῶν πραχθέντων οὐδέν, ἀφ’ οὗ δὴ καὶ οἱ μετὰ ταῦτα, νόμῳ τινὶ τῷ
5ἐκείνου τρόπῳ χρώμενοι, οὐδ’ αὐτοί τι τῷ κοινῷ ἔτ’ ἐπέστελλον,

54

.

24

.

8

οὔτε τὴν πέμψιν τῶν νικητηρίων ἐδέξατο· καὶ διὰ τοῦτο οὐδ’ ἄλλῳ τινὶ ἔτι τῶν ὁμοίων αὐτῷ, ὥς γε καὶ ἐγὼ κρίνω, ποιῆσαι τοῦτο ἐδόθη, ἀλλὰ μόναις ταῖς ἐπινικίοις τιμαῖς ἐγαυροῦντο.

54

.

25

.

1

ὁ δ’ οὖν Αὔγουστος ἐπειδὴ πάντα τά τε ἐν ταῖς Γαλατίαις καὶ τὰ ἐν ταῖς Γερμανίαις ταῖς τ’ Ἰβηρίαις, πολλὰ μὲν ἀναλώσας ὡς ἑκάστοις πολλὰ δὲ καὶ παρ’ ἑτέρων λαβών, τήν τε ἐλευθερίαν καὶ τὴν πολιτείαν τοῖς μὲν δοὺς τοὺς δ’ ἀφελόμενος, διῳκήσατο,
5τὸν μὲν Δροῦσον ἐν τῇ Γερμανίᾳ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώ‐ μην ἐπί τε τοῦ Τιβερίου καὶ ἐπὶ Κυιντιλίου Οὐάρου ὑπάτων ἀνε‐

54

.

25

.

2

κομίσθη. καὶ ἔτυχε γὰρ ἡ ἀγγελία τῆς ἀφίξεως αὐτοῦ ἐν ἐκείναις ταῖς ἡμέραις ἐς τὸ ἄστυ ἐλθοῦσα ἐν αἷς Κορνήλιος Βάλβος τὸ
θέατρον τὸ καὶ νῦν ἐπ’ αὐτοῦ καλούμενον καθιερώσας θέας ἐπε‐ τέλει, ἐπί τε τούτῳ ὡς καὶ αὐτὸς τὸν Αὔγουστον ἐπανάξων ἐσεμνύ‐
5νετο, καίτοι ὑπὸ τοῦ πλήθους τοῦ ὕδατος, ὅπερ ὁ Τίβερις πλεονά‐ σας ἐπεποιήκει, μηδὲ ἐσελθεῖν ἐς τὸ θέατρον εἰ μὴ πλοίῳ δυνηθείς, καὶ ὁ Τιβέριος πρῶτον αὐτὸν ἐπὶ τῇ τοῦ θεάτρου τιμῇ ἐπεψήφισεν.

54

.

25

.

3

ἥ τε γὰρ βουλὴ ἠθροίσθη, καὶ ἔδοξέ σφισιν ἄλλα τε καὶ βωμὸν ἐν αὐτῷ τῷ βουλευτηρίῳ ὑπὲρ τῆς τοῦ Αὐγούστου ἐπανόδου ποιή‐ σασθαι, τοῖς τε ἱκετεύσασιν αὐτὸν ἐντὸς τοῦ πωμηρίου ὄντα ἄδειαν εἶναι. οὐ μέντοι καὶ ἐδέξατο οὐδέτερον, ἀλλὰ καὶ τὴν ἀπάντησιν

54

.

25

.

4

τοῦ δήμου καὶ τότε ἐξέστη· νυκτὸς γὰρ ἐς τὴν πόλιν ἐσεκομίσθη, ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν, εἴτε ἐς τὰ προάστεια εἴτε καὶ ἄλλοσέ ποι ἐκδημοίη, καὶ ἀφορμώμενος καὶ ἐπανιὼν ὁμοίως ἐποίει, ἵνα μηδενὶ αὐτῶν ὀχληρὸς εἴη. τῇ δ’ ὑστεραίᾳ ἔν τε τῷ παλατίῳ τὸν
5δῆμον ἠσπάσατο, καὶ ἐς τὸ Καπιτώλιον ἀνελθὼν τήν τε δάφνην ἀπὸ τῶν ῥάβδων περιεῖλε καὶ ἐς τὰ τοῦ Διὸς γόνατα κατέθετο, τῷ τε δήμῳ προῖκα τά τε λουτρὰ καὶ τοὺς κουρέας τὴν ἡμέραν

54

.

25

.

5

ἐκείνην παρέσχε. συναγαγὼν δὲ ἐκ τούτου τὸ βουλευτήριον αὐτὸς μὲν οὐδὲν εἶπεν ὑπὸ βράγχου, τὸ δὲ δὴ βιβλίον τῷ ταμίᾳ ἀναγνῶ‐ ναι δοὺς τά τε πεπραγμένα οἱ κατηριθμήσατο, καὶ διέταξε τά τε ἔτη ὅσα οἱ πολῖται στρατεύσοιντο, καὶ τὰ χρήματα ὅσα παυσάμενοι
5τῆς στρατείας, ἀντὶ τῆς χώρας ἣν ἀεί ποτε ᾔτουν, λήψοιντο, ὅπως ἐπὶ ῥητοῖς ἐκεῖθεν ἤδη καταλεγόμενοι μηδὲν τούτων γε ἕνεκα νεω‐

54

.

25

.

6

τερίζωσιν. ἦν δὲ ὅ τε ἀριθμὸς τῶν ἐτῶν τοῖς μὲν δορυφόροις δώ‐ δεκα τοῖς δ’ ἄλλοις ἑκκαίδεκα, καὶ τὸ [μὲν] ἀργύριον τοῖς μὲν ἔλατ‐ τον τοῖς δὲ πλεῖον. ταῦτα δὲ ἐκείνοις μὲν οὔθ’ ἡδονὴν οὔτ’ ὀργὴν ἔν γε τῷ τότε παρόντι ἐνεποίησε διὰ τὸ μήτε πάντων ὧν ἐπεθύ‐
5μουν τυχεῖν μήτε πάντων διαμαρτεῖν, τοῖς δὲ δὴ ἄλλοις ἀγαθὰς ἐλπίδας τοῦ μηκέτι τῶν κτημάτων ἀφαιρεθήσεσθαι.

54

.

26

.

1

μετὰ δὲ δὴ ταῦτα τό τε θέατρον τὸ τοῦ Μαρκέλλου καλούμε‐ νον καθιέρωσε, κἀν τῇ πανηγύρει τῇ διὰ τοῦτο γενομένῃ τήν τε Τροίαν οἱ παῖδες οἱ εὐπατρίδαι οἵ τε ἄλλοι καὶ ὁ ἔγγονος αὐτοῦ ὁ

54

.

26

.

2

Γάιος ἵππευσαν, καὶ θηρία Λιβυκὰ ἑξακόσια ἀπεσφάγη· τά τε γε‐ νέθλια τοῦ Αὐγούστου ὁ Ἴουλλος ὁ τοῦ Ἀντωνίου παῖς στρατηγῶν καὶ ἱπποδρομίᾳ καὶ σφαγαῖς θηρίων ἑώρτασε, καὶ ἐν τῷ Καπιτω‐ λίῳ καὶ ἐκεῖνον καὶ τὴν βουλὴν κατὰ δόγμα αὐτῆς εἱστίασεν.

54

.

26

.

3

ἐκ δὲ τούτου ἐξέτασις αὖθις τῶν βουλευτῶν ἐγένετο. ἐπειδὴ γὰρ τὸ μὲν πρῶτον δέκα μυριάδων τὸ τίμημα αὐτοῖς ὥριστο διὰ τὸ συχνοὺς τῶν πατρῴων ὑπὸ τῶν πολέμων ἐστερῆσθαι, προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων περιουσίας κτωμένων ἐς πέντε
5καὶ εἴκοσι προήχθη, οὐκέτ’ οὐδεὶς ἐθελοντὶ βουλεύσων εὑρίσκετο,

54

.

26

.

4

ἀλλὰ καὶ παῖδες εἰσὶν οἳ καὶ ἔγγονοι βουλευτῶν, οἱ μὲν ὡς ἀληθῶς πενόμενοι οἱ δὲ καὶ ἐκ συμφορῶν προγονικῶν τεταπεινωμένοι, οὐχ ὅσον οὐκ ἀντεποιοῦντο τοῦ βουλευτικοῦ ἀξιώματος, ἀλλὰ καὶ προσ‐

54

.

26

.

5

κατειλεγμένοι ἤδη ἐξώμνυντο. καὶ διὰ τοῦτο πρότερον μέν, ἀπο‐ δημοῦντος ἔτι τοῦ Αὐγούστου, δόγμα ἐγένετο τοὺς εἴκοσι καλου‐ μένους ἄνδρας ἐκ τῶν ἱππέων ἀποδείκνυσθαι· ὅθεν οὐκέτ’ οὐδεὶς αὐτῶν ἐς τὸ βουλευτήριον ἐσεγράφη, μὴ καὶ ἑτέραν τινὰ ἀρχὴν

54

.

26

.

6

τῶν ἐς αὐτὸ ἐσάγειν δυναμένων λαβών. οἱ δὲ δὴ εἴκοσιν οὗτοι ἄνδρες ἐκ τῶν ἓξ καὶ εἴκοσίν εἰσιν, οἵ τε τρεῖς οἱ τὰς τοῦ θανάτου δίκας προστεταγμένοι, καὶ οἱ ἕτεροι τρεῖς οἱ τὸ τοῦ νομίσματος κόμμα μεταχειριζόμενοι, οἵ τε τέσσαρες οἱ τῶν ἐν τῷ ἄστει ὁδῶν
5ἐπιμελούμενοι, καὶ οἱ δέκα οἱ ἐπὶ τῶν δικαστηρίων τῶν ἐς τοὺς

54

.

26

.

7

ἑκατὸν ἄνδρας κληρουμένων ἀποδεικνύμενοι· οἱ γὰρ δὴ δύο οἱ τὰς ἔξω τοῦ τείχους ὁδοὺς ἐγχειριζόμενοι, οἵ τε τέσσαρες οἱ ἐς τὴν Καμπανίαν πεμπόμενοι, κατελέλυντο. τοῦτό τε οὖν ἐν τῇ τοῦ Αὐ‐ γούστου ἐκδημίᾳ ἐψηφίσθη, καὶ ἵν’, ἐπειδὴ μηδεὶς ἔτι ῥᾳδίως τὴν
5δημαρχίαν ᾔτει, κλήρῳ τινὲς ἐκ τῶν τεταμιευκότων καὶ μήπω τεσ‐

54

.

26

.

8

σαράκοντα ἔτη γεγονότων καθιστῶνται. τότε δὲ αὐτὸς πάντας αὐ‐ τοὺς ἐξήτασε, καὶ τὰ μὲν τῶν ὑπὲρ πέντε καὶ τριάκοντα ἔτη γεγο‐ νότων οὐκ ἐπολυπραγμόνησε, τοὺς δὲ ἐντός τε τῆς ἡλικίας ταύτης ὄντας καὶ τὸ τίμημα ἔχοντας βουλεῦσαι κατηνάγκασε, χωρὶς ἢ εἴ

54

.

26

.

9

τις ἀνάπηρος ἦν. καὶ τὰ μὲν σώματα καὶ αὐτός που αὐτῶν ἑώρα, περὶ δὲ δὴ τῶν οὐσιῶν ὅρκοις ἐπιστοῦτο αὐτῶν τε ἐκείνων καὶ ἑτέρων συνομνύντων σφίσι καὶ λογισμὸν τῆς τε ἀπορίας ἅμα καὶ τοῦ βίου διδόντων.

54

.

27

.

1

καὶ οὐκ ἐν μὲν τοῖς κοινοῖς τοιοῦτος ἦν, τῶν δ’ ἰδίων παρη‐ μέλει, ἀλλὰ καὶ τῷ Τιβερίῳ ἐπετίμησεν ὅτι τὸν Γάιον ἐν τῇ πα‐ νηγύρει τῇ εὐκταίᾳ, ἣν ἐπὶ τῇ ἐπανόδῳ αὐτοῦ διετίθει, παρεκαθ‐ ίσατο, καὶ τῷ δήμῳ ὅτι καὶ κρότοις καὶ ἐπαίνοις αὐτὸν ἐτίμησαν.

54

.

27

.

2

ἐπειδή τε τοῦ Λεπίδου μεταλλάξαντος ἀρχιέρεως ἀπεδείχθη καὶ διὰ τοῦθ’ ἡ βουλὴ ψηφίσασθαι .......... αὐτῷ ἠθέλησεν, οὔτε τι αὐτῶν προσήσεσθαι ἔφη, καὶ ἐγκειμένων οἱ ἐξανέστη τε καὶ

54

.

27

.

3

ἐξῆλθεν ἐκ τοῦ συνεδρίου. καὶ οὔτε ἐκεῖνα ἔτ’ ἐκυρώθη οὔτ’ οἰκίαν τινὰ δημοσίαν ἔλαβεν, ἀλλὰ μέρος τι τῆς ἑαυτοῦ, ὅτι τὸν ἀρχιέ‐ ρεων ἐν κοινῷ πάντως οἰκεῖν ἐχρῆν, ἐδημοσίωσεν. τὴν μέντοι τοῦ βασιλέως τῶν ἱερῶν ταῖς ἀειπαρθένοις ἔδωκεν, ἐπειδὴ ὁμότοιχος

54

.

27

.

4

ταῖς οἰκήσεσιν αὐτῶν ἦν. Κορνηλίου τε Σισέννου αἰτίαν ἐπὶ τῷ τῆς γυναικὸς βίῳ σχόντος, καὶ ἐν τῷ συνεδρίῳ εἰπόντος ὅτι καὶ εἰδότος καὶ συμβουλεύσαντός οἱ αὐτοῦ ἠγάγετο αὐτήν, περιοργής τε ἐγένετο καὶ εἶπε μὲν οὐδὲν οὐδὲ ἔπραξε δεινόν, ἐκπηδήσας δὲ
5ἐκ τοῦ βουλευτηρίου ἔπειτα μετ’ ὀλίγον ἐπανῆλθεν, ἑλόμενος, ὥς γε καὶ τοῖς φίλοις μετὰ ταῦτα ἔφη, τοῦτο μᾶλλον καίπερ οὐκ ὀρθῶς ἔχον ποιῆσαι ἢ κατὰ χώραν μείνας ἀναγκασθῆναί τι κακὸν δρᾶσαι.

54

.

28

.

1

κἀν τούτῳ τὸν Ἀγρίππαν ἐκ τῆς Συρίας ἐλθόντα τῇ τε δη‐ μαρχικῇ ἐξουσίᾳ αὖθις ἐς ἄλλα ἔτη πέντε ἐμεγάλυνε καὶ ἐς τὴν Παννονίαν πολεμησείουσαν ἐξέπεμψε, μεῖζον αὐτῷ τῶν ἑκασταχόθι

54

.

28

.

2

ἔξω τῆς Ἰταλίας ἀρχόντων ἰσχῦσαι ἐπιτρέψας. καὶ ὃς τὴν μὲν στρατείαν καίτοι τοῦ χειμῶνος, ἐν ᾧ Μᾶρκος τε Οὐαλέριος καὶ Πούπλιος Σουλπίκιος ὑπάτευον, ἐνεστηκότος ἐποιήσατο, ἐκπλαγέν‐ των δὲ τῶν Παννονίων πρὸς τὴν ἔφοδον αὐτοῦ καὶ μηδὲν ἔτι νεω‐

54

.

28

.

3

τερισάντων ἐπανῆλθε, καὶ ἐν Καμπανίᾳ γενόμενος ἐνόσησε. πυθό‐ μενος δὲ τοῦτο ὁ Αὔγουστος (ἔτυχε δὲ ἐν τοῖς Παναθηναίοις ὁπλο‐ μαχίας ἀγῶνας τῷ τῶν παίδων ὀνόματι τιθείς) ἐξωρμήθη, καὶ καταλαβὼν αὐτὸν τεθνηκότα ἔς τε τὸ ἄστυ τὸ σῶμα αὐτοῦ ἐσεκό‐
5μισε καὶ ἐν τῇ ἀγορᾷ προέθηκε, τόν τε λόγον τὸν ἐπ’ αὐτοῦ εἶπε,

54

.

28

.

4

παραπέτασμά τι πρὸ τοῦ νεκροῦ παρατείνας. ὅπερ ἐγὼ μὲν οὐκ οἶδα διὰ τί ἐποίησεν, εἴρηται δὲ ὅμως τοῖς μὲν ὅτι ἀρχιέρεως ἦν, τοῖς δὲ ὅτι τὰ τῶν τιμητῶν ἔπραττεν, οὐκ ὀρθῶς φρονοῦσιν· οὔτε γὰρ τῷ ἀρχιέρεῳ ἀπείρηται νεκρὸν ὁρᾶν οὔτε τῷ τιμητῇ, πλὴν
5ἂν τὸ τέλος ταῖς ἀπογραφαῖς μέλλῃ ἐπάξειν· ἂν γάρ τινα πρὸ τοῦ καθαρσίου ἴδῃ, ἀνάδαστα τὰ πραχθέντα αὐτῷ πάντα γίγνεται.

54

.

28

.

5

τοῦτό τε οὖν οὕτως ἔδρασε, καὶ τὴν ἐκφορὰν αὐτοῦ ἐν τῷ τρόπῳ ἐν ᾧ καὶ αὐτὸς μετὰ ταῦτα ἐξηνέχθη ἐποιήσατο, καὶ αὐτὸν καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψε, καίτοι ἴδιον ἐν τῷ Ἀρείῳ πεδίῳ λα‐ βόντα.

54

.

29

.

1

Ἀγρίππας μὲν οὖν οὕτω μετήλλαξε, τά τε ἄλλα ἄριστος τῶν καθ’ ἑαυτὸν ἀνθρώπων διαφανῶς γενόμενος, καὶ τῇ τοῦ Αὐγού‐ στου φιλίᾳ πρός τε τὸ αὐτῷ ἐκείνῳ καὶ πρὸς τὸ τῷ κοινῷ συμφο‐

54

.

29

.

2

ρώτατον χρησάμενος. ὅσον τε γὰρ τοὺς ἄλλους ἀρετῇ κατεκράτει, τοσοῦτον ἐκείνου ἐθελοντὴς ἡττᾶτο, καὶ πᾶσαν αὐτῷ τὴν ἑαυτοῦ καὶ σοφίαν καὶ ἀνδρείαν ἐς τὰ λυσιτελέστατα παρέχων πᾶσαν τὴν παρ’ ἐκείνου καὶ τιμὴν καὶ δύναμιν ἐς τὸ τοὺς ἄλλους εὐεργετεῖν

54

.

29

.

3

ἀνήλισκεν. ἀφ’ οὗ δὴ καὶ τὰ μάλιστα οὔτ’ αὐτῷ ποτε τῷ Αὐ‐ γούστῳ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐγένετο, ἀλλ’ ἐκείνῳ τε τὴν μοναρχίαν ὡς καὶ δυναστείας ὄντως ἐπιθυμητὴς συνέστησε, καὶ τὸν δῆμον εὐεργεσίαις ὡς καὶ δημοτικώτατος προσεποιήσατο.

54

.

29

.

4

καὶ τότε γοῦν κήπους τέ σφισι καὶ τὸ βαλανεῖον τὸ ἐπώνυμον αὐ‐ τοῦ κατέλιπεν, ὥστε προῖκα αὐτοὺς λοῦσθαι, χωρία τινὰ ἐς τοῦτο τῷ Αὐγούστῳ δούς. καὶ ὃς οὐ μόνον ταῦτ’ ἐδημοσίευσεν, ἀλλὰ καὶ καθ’ ἑκατὸν δραχμὰς τῷ δήμῳ ὡς καὶ ἐκείνου κελεύσαντος

54

.

29

.

5

διένειμε. τῶν τε γὰρ πλείστων αὐτοῦ ἐκληρονόμησεν, ἐν οἷς ἄλλα τε καὶ ἡ Χερρόνησος ἡ πρὸς τῷ Ἑλλησπόντῳ, οὐκ οἶδ’ ὅπως ἐς τὸν Ἀγρίππαν ἐλθοῦσα· καὶ πάνυ ἐπὶ πολὺ αὐτὸν ἐπόθησεν, καὶ διὰ τοῦτο καὶ ἔντιμον παρὰ τῷ δήμῳ ἐποίησε, τόν τε υἱὸν τὸν

54

.

29

.

6

τελευτήσαντί οἱ γεννηθέντα Ἀγρίππαν προσηγόρευσεν. οὐ μέντοι οὔτε τοῖς ἄλλοις ἐκλιπεῖν τι τῶν πατρίων, καίπερ μηδενὸς τῶν πρώ‐ των ἐς τὰς πανηγύρεις ἀπαντῆσαι ἐθέλοντος, ἐπέτρεψε, καὶ αὐτὸς τὰς μονομαχίας διετέλεσε· πολλάκις τε καὶ ἀπόντος αὐτοῦ ἐποιοῦντο.

54

.

29

.

7

οὕτω γοῦν οὐκ ἴδιον τοῦτο τὸ πάθος τῇ τοῦ Ἀγρίππου οἰκίᾳ ἀλλὰ καὶ κοινὸν πᾶσι τοῖς Ῥωμαίοις ἐγένετο, ὥστε καὶ σημεῖα ὅσα πρὸ
τῶν μεγίστων συμφορῶν συμβαίνειν σφίσιν εἴωθε, καὶ τότε συνε‐ νεχθῆναι. βύαι τε γὰρ τῇ πόλει διεφοίτησαν, καὶ κεραυνὸς ἐς
5τὴν ἐν τῷ Ἀλβανῷ οἰκίαν, ἐς ἣν οἱ ὕπατοι ἐν ταῖς ἱερουργίαις κα‐

54

.

29

.

8

ταλύουσιν, ἐνέσκηψε. τό τε ἄστρον ὁ κομήτης ὠνομασμένος ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ αὐτοῦ τοῦ ἄστεως αἰωρηθεὶς ἐς λαμπάδας διελύθη. καὶ πυρὶ ἄλλα τε τῆς πόλεως συχνὰ καὶ ἡ τοῦ Ῥωμύλου σκηνὴ ἐκαύθη, κοράκων κρέα ἐς αὐτὴν ἐκ βωμοῦ τινος ἔμπυρα
5ἐμβαλόντων.

54

.

30

.

1

οὕτω μὲν τὰ κατὰ Ἀγρίππαν ἐγένετο· μετὰ δὲ δὴ τοῦτο ὁ Αὔγουστος ἐπιμελητής τε καὶ ἐπανορθωτὴς τῶν τρόπων ἐς ἕτερα ἔτη πέντε αἱρεθείς (καὶ γὰρ τοῦτο κατὰ προθεσμίας, ὥσπερ που καὶ τὴν μοναρχίαν, ἐλάμβανε) θυμιᾶν τε τοὺς βουλευτὰς ἐν τῷ
5συνεδρίῳ, ὁσάκις ἂν ἕδρα αὐτῶν ᾖ, καὶ τὴν ἄφιξιν πρὸς ἑαυτὸν 〈μὴ〉 ποιεῖσθαι, τὸ μὲν ἵνα θεοσεβῶσι, τὸ δὲ ἵν’ ἀπονητὶ συνίωσιν,

54

.

30

.

2

ἐκέλευσε. τὴν δὲ δημαρχίαν ὀλίγων σφόδρα διὰ τὸ τὴν ἰσχύν σφων καταλελύσθαι αἰτούντων, ἐνομοθέτησεν ἐκ τῶν ἱππέων τῶν μὴ ἔλαττον πέντε καὶ εἴκοσι μυριάδας κεκτημένων προβάλλεσθαι τοὺς ἐν ταῖς ἀρχαῖς ἕνα ἕκαστον, κἀκ τούτων τὸ πλῆθος τοὺς ἐνδέοντας
5αἱρεῖσθαί σφισιν, εἰ μὲν καὶ βουλεύειν μετὰ τοῦτ’ ἐθέλοιεν, εἰ δὲ

54

.

30

.

3

μή, ἐς τὴν ἱππάδα αὖθις ἐπανιέναι ἐξεῖναι. ἐπειδή τε ἡ Ἀσία τὸ ἔθνος ἐπικουρίας τινὸς διὰ σεισμοὺς μάλιστα ἐδεῖτο, τόν τε φόρον αὐτῆς τὸν ἔτειον ἐκ τῶν ἑαυτοῦ χρημάτων τῷ κοινῷ ἐσήνεγκε, καὶ ἄρχοντά οἱ ἐκ τοῦ κλήρου, ἀλλ’ οὐχ αἱρετόν, ἐπὶ δύο ἔτη προσέ‐

54

.

30

.

4

ταξε. κακῶς τέ ποτε τοῦ Ἀπουλείου καὶ τοῦ Μαικήνου ἐν δικα‐ στηρίῳ τινὶ μοιχείας, οὐχ ὅτι τι καὶ αὐτοὶ ὑβρίκεσαν ἀλλ’ ὅτι τῷ κρινομένῳ σπουδῇ συνῄροντο, ἀκουόντων ἦλθέ τε ἐς τὸ δικαστή‐ ριον, καὶ ἐν τῇ τοῦ στρατηγοῦ ἕδρᾳ καθιζήσας δεινὸν μὲν οὐδὲν
5ἔπραξεν, ἀπειπὼν δὲ τῷ κατηγόρῳ μήτε τοὺς συγγενεῖς μήτε τοὺς

54

.

30

.

5

φίλους αὐτοῦ προπηλακίζειν ἀνέστη. καὶ αὐτὸν διά τε ταῦτα καὶ διὰ τὰ ἄλλα ἀνδριᾶσί τε ἐκ συντελείας ἐτίμησαν, καὶ τῷ τοῖς τε ἀγύνοις καὶ ταῖς ἀνάνδροις καὶ συνθεᾶσθαι τοῖς ἄλλοις καὶ συν‐ δειπνεῖν ἐν τοῖς γενεθλίοις αὐτοῦ δοῦναι· οὐ γὰρ ἐξῆν οὐδέτερον.

54

.

31

.

1

ὡς δ’ οὖν ὁ Ἀγρίππας, ὅνπερ που δι’ ἀρετὴν ἀλλ’ οὐ δι’ ἀνάγ‐ κην τινὰ ἠγάπα, ἐτεθνήκει, καὶ συνεργοῦ πρὸς τὰ πράγματα πολὺ τῶν ἄλλων καὶ τῇ τιμῇ καὶ τῇ δυνάμει προφέροντος, ὥστε καὶ ἐν καιρῷ καὶ ἄνευ φθόνου καὶ ἐπιβουλῆς πάντα διάγεσθαι, ἐδεῖτο,
5τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ ἔγγονοι αὐτοῦ ἐν παισὶν

54

.

31

.

2

ἔτι καὶ τότε ἦσαν. καὶ προαποσπάσας καὶ ἐκείνου τὴν γυναῖκα, καίτοι τοῦ τε Ἀγρίππου θυγατέρα ἐξ ἄλλης τινὸς γαμετῆς οὖσαν, καὶ τέκνον τὸ μὲν ἤδη τρέφουσαν τὸ δὲ ἐν γαστρὶ ἔχουσαν, τήν τε Ἰουλίαν οἱ ἠγγύησε καὶ ἐπὶ τοὺς Παννονίους αὐτὸν ἐξέπεμψε· τέως
5μὲν γὰρ τὸν Ἀγρίππαν φοβηθέντες ἡσύχασαν, τότε δὲ τελευτήσαν‐

54

.

31

.

3

τος αὐτοῦ ἐπανέστησαν. καί σφας ὁ Τιβέριος, πολλὰ μὲν τῆς χώ‐ ρας πορθήσας πολλὰ δὲ καὶ τοὺς ἀνθρώπους κακώσας, ἐχειρώσατο, τοῖς Σκορδίσκοις, ὁμόροις τε αὐτῶν καὶ ὁμοσκεύοις οὖσι, συμμάχοις ὅτι μάλιστα χρησάμενος. καὶ τά τε ὅπλα σφῶν ἀφείλετο, καὶ τῆς

54

.

31

.

4

ἡλικίας τὸ πλεῖον ἐπ’ ἐξαγωγῇ ἀπέδοτο. καὶ αὐτῷ διὰ ταῦτα ἡ μὲν βουλὴ τά γε ἐπινίκια ἐψηφίσατο, ὁ δ’ Αὔγουστος ταῦτα μὲν οὐκ ἐπέτρεψεν ἑορτάσαι, τὰς δὲ τιμὰς τὰς ἐπινικίους ἀντέδωκε.

54

.

32

.

1

τὸ δ’ αὐτὸ τοῦτο καὶ τῷ Δρούσῳ συνέβη. τῶν τε γὰρ Συ‐ γάμβρων καὶ τῶν συμμάχων αὐτῶν διά τε τὴν τοῦ Αὐγούστου ἀπουσίαν καὶ διὰ 〈τὸ〉 τοὺς Γαλάτας μὴ ἐθελοδουλεῖν πολεμωθέντων σφίσι, τό τε ὑπήκοον προκατέλαβε, τοὺς πρώτους αὐτοῦ, προφάσει
5τῆς ἑορτῆς ἣν καὶ νῦν περὶ τὸν τοῦ Αὐγούστου βωμὸν ἐν Λουγ‐ δούνῳ τελοῦσι, μεταπεμψάμενος, καὶ τοὺς Κελτοὺς τηρήσας τὸν

54

.

32

.

2

Ῥῆνον διαβαίνοντας ἀνέκοψε. καὶ μετὰ τοῦτο ἔς τε τὴν τῶν Οὐ‐ σιπετῶν κατ’ αὐτὴν τὴν τῶν Βατάουων νῆσον διέβη, καὶ ἐπὶ τὴν Συγαμβρίδα ἐκεῖθεν ἐπιπαρελθὼν συχνὰ ἐπόρθησεν. ἔς τε τὸν
ὠκεανὸν διὰ τοῦ Ῥήνου καταπλεύσας τούς τε Φρισίους ᾠκειώσατο,
5καὶ ἐς τὴν Χαυκίδα διὰ τῆς λίμνης ἐμβαλὼν ἐκινδύνευσε, τῶν πλοίων ὑπὸ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπὶ τοῦ ξηροῦ γενομένων.

54

.

32

.

3

καὶ τότε μὲν ὑπὸ τῶν Φρισίων πεζῇ συνεστρατευκότων αὐτῷ σω‐ θεὶς ἀνεχώρησε (χειμὼν γὰρ ἦν), καὶ ἐς τὴν Ῥώμην ἐλθὼν ἀστυ‐ νόμος ἐπί τε Κυίντου Αἰλίου καὶ ἐπὶ Παύλου Φαβίου ὑπάτων,

54

.

33

.

1

καίπερ τὰς στρατηγικὰς τιμὰς ἔχων, ἀπεδείχθη· ἅμα δὲ τῷ ἦρι πρὸς τὸν πόλεμον αὖθις ὥρμησε, καὶ τόν τε Ῥῆνον ἐπεραιώθη καὶ τοὺς Οὐσιπέτας κατεστρέψατο, τόν τε Λουπίαν ἔζευξε καὶ ἐς τὴν τῶν Συγάμβρων ἐνέβαλε, καὶ δι’ αὐτῆς καὶ ἐς τὴν Χερουσκίδα

54

.

33

.

2

προεχώρησε μέχρι τοῦ Οὐισούργου. ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι οἱ Σύγαμβροι τοὺς Χάττους, μόνους τῶν προσοίκων μὴ ἐθελήσαν‐ τάς σφισι συμμαχῆσαι, ἐν ὀργῇ σχόντες πανδημεὶ ἐπ’ αὐτοὺς ἐξε‐ στράτευσαν, κἀν τῷ καιρῷ τούτῳ ἔλαθε τὴν χώραν αὐτῶν διεξελθών.
5καὶ διέβη ἂν καὶ τὸν Οὐίσουργον, εἰ μὴ τῶν τε ἐπιτηδείων ἐσπάνισε καὶ ὁ χειμὼν ἐνέστη καί τι καὶ σμῆνος ἐν τῷ στρατοπέδῳ αὐτοῦ

54

.

33

.

3

ὤφθη. οὔτ’ οὖν περαιτέρω διὰ ταῦτα προεχώρησε, καὶ ἐς τὴν φιλίαν ἀνακομιζόμενος δεινῶς ἐκινδύνευσεν· οἱ γὰρ πολέμιοι ἄλλως τε ἐνέδραις αὐτὸν ἐκάκωσαν, καί ποτε ἐς στενὸν καὶ κοῖλον χωρίον κατακλείσαντες ὀλίγου διέφθειραν, κἂν πασσυδὶ ἂν ἀπώλεσαν, εἰ μὴ
5καταφρονήσαντές σφων ὡς καὶ ἑαλωκότων καὶ μιᾶς ἐπικοπῆς ὄντων

54

.

33

.

4

ὁμόσε αὐτοῖς ἀσύντακτοι ἐχώρησαν. νικηθέντες γὰρ ἐκ τούτου οὐ‐ κέθ’ ὁμοίως ἐθρασύνοντο, ἀλλὰ πόρρωθεν μέν σφας παρελύπουν, ἐγγὺς δὲ οὐ προσῄεσαν, ὥστε τὸν Δροῦσον ἀντικαταφρονήσαντα αὐτῶν ἐκεῖ τε ᾗ ὅ τε Λουπίας καὶ ὁ Ἐλίσων συμμίγνυνται φρού‐
5ριόν τί σφισιν ἐπιτειχίσαι, καὶ ἕτερον ἐν Χάττοις παρ’ αὐτῷ τῷ

54

.

33

.

5

Ῥήνῳ. διὰ μὲν οὖν ταῦτα τάς τε ἐπινικίους τιμὰς καὶ τὸ ἐπὶ κέ‐ λητος ἐς τὸ ἄστυ ἐσελάσαι, τῇ τε τοῦ ἀνθυπάτου ἐξουσίᾳ, ἐπειδὰν διαστρατηγήσῃ, χρήσασθαι ἔλαβε. τὸ γὰρ ὄνομα τὸ τοῦ αὐτοκρά‐ τορος ἐπεφημίσθη μὲν ὑπὸ τῶν στρατιωτῶν καὶ ἐκείνῳ τότε καὶ
5τῷ Τιβερίῳ πρότερον, οὐ μέντοι παρὰ τοῦ Αὐγούστου ἐδόθη, καί‐ περ αὐτοῦ ἀπ’ ἀμφοτέρων τῶν ἔργων τὸν ἀριθμὸν τῆς ἐπικλήσεως αὐξήσαντος.

54

.

34

.

1

ἐν ᾧ δ’ οὖν ὁ Δροῦσος ταῦτ’ ἔπραττεν, ἥ τε πανήγυρις ἡ τῇ στρατηγίᾳ αὐτοῦ προσήκουσα πολυτελεστάτη ἐποιήθη, καὶ τὰ γε‐ νέθλια τὰ τοῦ Αὐγούστου καὶ ἐν τῷ ἱπποδρόμῳ καὶ ἐν τῇ ἄλλῃ

54

.

34

.

2

πόλει πολλαχόθι θηρίων σφαγαῖς ἐτιμήθη. καὶ τοῦτο μέν, καίτοι μὴ ψηφισθέν, ἐν πᾶσιν ὡς εἰπεῖν τοῖς ἔτεσι πρός τινος τῶν ἀεὶ στρατηγούντων ἐγίγνετο· τὰ δὲ δὴ Αὐγουστάλια, ἃ καὶ νῦν ἄγεται,

54

.

34

.

3

τότε πρῶτον ἐκ δόγματος ἐτελέσθη. ὅ τε Τιβέριος τούς τε Δελ‐ μάτας νεοχμώσαντας καὶ τοὺς Παννονίους μετὰ τοῦτο πρός τε τὴν ἐκείνου καὶ πρὸς τὴν τοῦ πλείονος στρατοῦ ἀπουσίαν νεωτερίσαν‐ τας ἐχειρώσατο, πολεμῶν τε ἅμα ἀμφοτέροις, καὶ τοτὲ μὲν τῇ τοτὲ
5δὲ τῇ μεθιστάμενος, ὥστε καὶ τῶν ἄθλων τῶν αὐτῶν τῷ Δρούσῳ

54

.

34

.

4

τυχεῖν. κἀκ τούτου καὶ ἡ Δελματία τῇ τοῦ Αὐγούστου φρουρᾷ, ὡς καὶ ὅπλων τινῶν ἀεὶ καὶ δι’ ἑαυτὴν καὶ διὰ τὴν τῶν Παννο‐
νίων γειτονίαν δεομένη, παρεδόθη.

54

.

34

.

5

οὗτοι μὲν δὴ ταῦτ’ ἔπρασσον· ἐν δὲ δὴ τοῖς αὐτοῖς τούτοις χρόνοις Βουλογαίσης Θρᾷξ Βησσός, ἱερεὺς τοῦ παρ’ αὐτοῖς Διονύ‐ σου, προσεποιήσατό τινας πολλὰ θειάσας, καὶ μετ’ αὐτῶν ἀποστὰς τόν τε Ῥασκύποριν τὸν τοῦ Κότυος υἱὸν νικήσας ἀπέκτεινε, καὶ
5τὸν θεῖον αὐτοῦ τὸν Ῥυμητάλκην μετὰ ταῦτα ἀμαχεὶ γυμνώσας τῶν δυνάμεων τῇ παρὰ τοῦ θεοῦ δόξῃ φυγεῖν ἐποίησε, καὶ αὐτὸν ἐπι‐ διώκων ἔς τε τὴν Χερρόνησον ἐνέβαλε καὶ δεινῶς αὐτὴν ἐλυμήνατο.

54

.

34

.

6

ὡς οὖν οὗτός τε ταῦτ’ ἐποίει καὶ οἱ Σιαλέται τὴν Μακεδονίαν ἐκακούργουν, Λούκιος Πίσων ἐκ Παμφυλίας, ἧς ἦρχε, προσετάχθη σφίσι· καὶ προαναχωρησάντων οἴκαδε τῶν Βησσῶν ἐπειδὴ ἐπυν‐ θάνοντο αὐτὸν προσιόντα, ἔς τε τὴν γῆν αὐτῶν ἀφίκετο, καὶ ἡττη‐
5θεὶς τὸ πρῶτον ἀντεπεκράτησε, καὶ ἐκείνην τε καὶ τὴν τῶν προσ‐

54

.

34

.

7

χώρων τῶν συνεπαναστάντων σφίσιν ἐπόρθησε. καὶ τότε τοὺς μὲν ἐθελοντὰς προσθέμενος τοὺς δ’ ἄκοντας ἐκπλήξας, τοῖς δὲ καὶ ἐκ παρατάξεως συνενεχθείς, πάντας αὐτοὺς ὑπηγάγετο, καὶ μετὰ τοῦτο νεοχμώσαντάς τινας αὐτῶν αὖθις κατεδουλώσατο. καὶ αὐτῷ
5διὰ ταῦτα καὶ ἱερομηνίαι καὶ τιμαὶ ἐπινίκιοι ἐδόθησαν.

54

.

35

.

1

ἐν ᾧ δ’ οὖν ἐκεῖνα ἐγίγνετο, ὁ Αὔγουστος ἀπογραφάς τε ἐποιή‐ σατο, πάντα τὰ ὑπάρχοντά οἱ καθάπερ τις ἰδιώτης ἀπογραψά‐ μενος, καὶ τὴν βουλὴν κατελέξατο. ὁρῶν δὲ ὅτι οὐκ ἀεὶ συχνοὶ συνελέγοντο, ἐκέλευσε τὰ δόγματα αὐτῆς καὶ ἐν ἐλάττοσιν ἢ τετρα‐
5κοσίοις γίγνεσθαι· οὐ γὰρ ἐξῆν τινα ἐκ τοῦ πρὶν ἄλλως κυροῦσθαι.

54

.

35

.

2

ἐπειδή τε ἀργύριον αὖθις ἐς εἰκόνας αὐτοῦ καὶ ἐκείνη καὶ ὁ δῆμος συνεσήνεγκαν, ἑαυτοῦ μὲν οὐδεμίαν, Ὑγιείας δὲ δημοσίας καὶ προσέτι καὶ Ὁμονοίας Εἰρήνης τε ἔστησεν. ἀεί τε γὰρ ὡς εἰπεῖν καὶ ἐπὶ πάσῃ προφάσει τοῦτ’ ἐποίουν, καὶ τέλος καὶ ἐν αὐτῇ τῇ πρώτῃ
5τοῦ ἔτους ἡμέρᾳ οὐκέτι ἰδίᾳ που κατέβαλλον αὐτό, ἀλλ’ αὐτῷ ἐκείνῳ

54

.

35

.

3

προσιόντες οἱ μὲν πλεῖον οἱ δὲ ἔλαττον ἐδίδοσαν. καὶ ὃς προσθεὶς ἂν ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐχ ὅπως τοῖς βουλευ‐ ταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ λογίου τινὸς ἢ καὶ ὀνείρατος παρὰ τῶν προστυχόν‐
5των οἱ, ὡς καὶ προσαιτῶν, ἐν μιᾷ τοῦ ἔτους ἡμέρᾳ ἐλάμβανε.

54

.

35

.

4

καὶ τοῦτο μέν, εἴ γέ τῳ πιστόν, οὕτω παραδέδοται· ἐν δὲ τῷ ἔτει ἐκείνῳ τήν τε Ἰουλίαν τῷ Τιβερίῳ συνῴκισε, καὶ τὴν Ὀκταουίαν τὴν ἀδελφὴν ἀποθανοῦσαν προέθετο ἐπὶ τοῦ Ἰουλιείου ἡρῴου, παρα‐

54

.

35

.

5

πετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦ χρησάμενος. καὶ αὐτός τε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ ὁ Δροῦσος ἐπὶ τοῦ βήματος· δημόσιον γὰρ τὸ πένθος ἀλλαξαμένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ μὲν σῶμα αὐτῆς οἱ γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ ψηφισθέντα

54

.

36

.

1

αὐτῇ οὐ πάντα ὁ Αὔγουστος ἐδέξατο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ ὅ τε ἱερεὺς τοῦ Διὸς πρῶτον μετὰ τὸν Μερούλαν ἀπεδείχθη, καὶ τοῖς ταμίαις τὰ δόγματα 〈τὰ〉 ἑκάστοτε γιγνόμενα διὰ φυλακῆς ποιεῖσθαι ἐκελεύσθη, ἐπειδὴ οἵ τε δήμαρχοι καὶ οἱ ἀγορανόμοι
5οἱ πρότερον αὐτὰ ἐπιτετραμμένοι διὰ τῶν ὑπηρετῶν τοῦτ’ ἔπρατ‐ τον, καί τις ἐκ τούτου καὶ διαμαρτία καὶ ταραχὴ ἐγένετο.

54

.

36

.

2

ἐψηφίσθη μὲν οὖν τὸν Ἰανὸν τὸν γέμινον ὡς καὶ πεπαυμένων τῶν πολέμων (ἀνέῳκτο γάρ) κλεισθῆναι, οὐ μέντοι καὶ ἐκλείσθη· οἵ τε γὰρ Δακοὶ τὸν Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας ἀπετέμοντο, καὶ οἱ Δελμάται πρὸς τὰς ἐσπράξεις τῶν

54

.

36

.

3

χρημάτων ἐπανέστησαν. καὶ τούτους μὲν ὁ Τιβέριος ἐκ τῆς Γα‐ λατίας, ἐς ἣν μετὰ τοῦ Αὐγούστου ἐσεληλύθει, καταπεμφθεὶς ἀνε‐
κτήσατο, τὰ δὲ δὴ τῶν Κελτῶν τῶν τε ἄλλων καὶ τῶν Χάττων (πρὸς γὰρ τοὺς Συγάμβρους μετέστησαν, καὶ τῆς [τε] χώρας αὐτῶν,
5ἣν οἰκεῖν παρὰ τῶν Ῥωμαίων εἰλήφεσαν, ἐξανέστησαν) ὁ Δροῦσος

54

.

36

.

4

τὰ μὲν ἐκάκωσε τὰ δὲ ἐχειρώσατο. καὶ μετὰ τοῦτο ἔς τε τὴν Ῥώ‐ μην σὺν τῷ Αὐγούστῳ ἀνεκομίσθησαν (ἐν γὰρ τῇ Λουγδουνίδι τὰ πολλὰ οὗτος ἐγγύθεν τοῖς Κελτοῖς ἐφεδρεύων διέτριβε), καὶ ὅσα ἐπὶ ταῖς νίκαις ἐψήφιστο ἢ καὶ ἄλλως καθήκοντα ἦν γενέσθαι,
5ἐπετέλεσαν.

55

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς Δροῦσος ἀπέθανεν. β. Ὡς τὸ Λιουίας τέμενος καθιερώθη. γ. Ὡς τὸ Ἀγρίππου πεδίον καθιερώθη.
5δ. Ὡς τὸ διριβιτώριον καθιερώθη. ε. Ὡς Τιβέριος ἐς Ῥόδον ἀνεχώρησεν. ζ. Ὡς ἡ Αὐγούστου ἀγορὰ καθιερώθη. η. Ὡς ὁ τοῦ Ἄρεως ναὸς ὁ ἐν αὐτῇ ὢν καθιερώθη. θ. Ὡς Λούκιος Καῖσαρ καὶ Γάιος Καῖσαρ ἀπέθανον.
10ι. Ὡς Αὔγουστος Τιβέριον ἐποιήσατο. κ. Ὡς Λιουία παρῄνεσεν Αὐγούστῳ φιλανθρωπότερον ἄρχειν. λ. Περὶ τῶν στρατοπέδων καὶ ὡς οἱ τὰ στρατιωτικὰ χρήματα διοικήσοντες κατέστησαν. μ. Ὡς οἱ νυκτοφύλακες κατέστησαν.
15ν. Ὡς Δελμάταις καὶ Παννονίοις Τιβέριος ἐπολέμησεν. Χρόνου πλῆθος ἔτη ἑπτακαίδεκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Νέρων Κλαύδιος Τιβ. υἱ. Δροῦσος ὕπ. Τ. Κυίνκτιος Τ. υἱ. Κρισπῖνος Γ. Μάρκιος 〈Λ. υἱ.〉 Κηνσωρῖνος ὕπ.
20Γ. Ἀσίννιος Γ. υἱ. Γάλλος Τιβ. Κλαύδιος Τιβ. υἱ. Νέρων τὸ βʹ 〈ὕπ.〉
〈Γν.〉 Καλπούρνιος Γν. υἱ. Πίσων [τὸ δεύτερον] Δέκιμος Λαίλιος Δεκίμου υἱ. Βάλβος ὕπ. Γ. Ἀντίστιος Γ. υἱ. Οὐέτερ
25Αὔγουστος τὸ ιβʹ ὕπ. 〈Λ. Κορνήλιος Π. υἱ. Σύλλας Γ. Καλουίσιος Γ. υἱ. Σαβῖνος ὕπ. Λ. Πασσιῆνος .. υἱ. Ῥοῦφος Λ.〉 Κορνήλιος Λ. υἱ. Λεντοῦλος 〈ὕπ.〉
30Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας [ἢ] Μεσσαλῖνος Αὔγουστος τὸ ιγʹ ὕπ. Μ. Πλαύτιος Μ. υἱ. Σιλουανός Κόσσος Κορνήλιος Γν. υἱ. Λεντοῦλος ὕπ. Λ. Καλπούρνιος Γν. υἱ. Πίσων
35Γ. Καῖσαρ Αὐγούστου υἱ. ὕπ. Λ. Αἰμίλιος Λ. υἱ. Παῦλος Π. Οὐινίκιος [ἢ Μινούκιος] Μ. υἱ. ὕπ. Π. Ἀλφῆνος [ἢ Ἀλφήνιος] Π. υἱ. Οὐᾶρος Λ. Αἴλιος Λ. υἱ. Λαμίας ὕπ.
40Μ. Σερουίλιος Μ. υἱ. Σέξτος Αἴλιος Κ. υἱ. Κάτος ὕπ. Γ. Σέντιος Γ. υἱ. Σατουρνῖνος Λ. Οὐαλέριος Ποτίτου υἱ. Μεσσάλας Οὐόλαισος 〈ὕπ.〉
Γν. Κορνήλιος Λ. υἱ. Κίννας Μάγνος
45Μ. Αἰμίλιος Λ. υἱ. Λέπιδος ὕπ. Λ. Ἀρρούντιος Λ. υἱ. Αὖλ. Λικίνιος 〈Αὔλ. υἱ.〉 Νέρουας Σιλιανός 〈ὕπ.〉 Κ. Καικίλιος 〈Κ. υἱ.〉 Μέτελλος Κρητικός Μ. Φούριος Μ. υἱ. Κάμιλλος ὕπ.

55

Pin

1

(50)

Σέξ. Νώνιος Γ. υἱ. Κυϊντιλιανός

55

.

1

.

1

Ταῦτα μὲν ἐπί τε τοῦ Ἰούλλου Ἀντωνίου καὶ ἐπὶ Φαβίου Μα‐ ξίμου ὑπάτων ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὁ Δροῦσος μετὰ Τίτου Κρισπίνου ὑπάτευσε, καὶ αὐτῷ σημεῖα οὐκ ἀγαθὰ συνηνέχθη· πολλὰ μὲν γὰρ καὶ ἄλλα καὶ χειμῶνι καὶ κεραυνοῖς, πολλοὶ δὲ καὶ ναοὶ
5ἐφθάρησαν, ὥστε καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου τῶν τε συν‐

55

.

1

.

2

νάων αὐτοῦ κακωθῆναι. οὐ μέντοι καὶ ἐφρόντισέ τι αὐτῶν, ἀλλ’ ἔς τε τὴν τῶν Χάττων ἐσέβαλε καὶ προῆλθε μέχρι τῆς Σουηβίας, τήν τε ἐν ποσὶν οὐκ ἀταλαιπώρως χειρούμενος καὶ τοὺς προσμι‐ γνύντας οἱ οὐκ ἀναιμωτὶ κρατῶν. κἀντεῦθεν πρός τε τὴν Χερου‐
5σκίδα μετέστη, καὶ τὸν Οὐίσουργον διαβὰς ἤλασε μέχρι τοῦ Ἀλβίου,

55

.

1

.

3

πάντα πορθῶν. ἐκεῖνον γάρ (ῥεῖ δὲ ἐκ τῶν Οὐανδαλικῶν ὀρῶν, καὶ ἐς τὸν ὠκεανὸν τὸν προσάρκτιον πολλῷ μεγέθει ἐκδίδωσιν) ἐπεχείρησε μὲν περαιωθῆναι, οὐκ ἠδυνήθη δέ, ἀλλὰ τρόπαια στήσας ἀνεχώρησε· γυνὴ γάρ τις μείζων ἢ κατὰ ἀνθρώπου φύσιν ἀπαντή‐
5σασα αὐτῷ ἔφη “ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε; οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· καὶ γάρ σοι καὶ τῶν

55

.

1

.

4

ἔργων καὶ τοῦ βίου τελευτὴ ἤδη πάρεστι.” θαυμαστὸν μὲν οὖν τό τινα φωνὴν παρὰ τοῦ δαιμονίου τοιαύτην τῳ γενέσθαι, οὐ μέντοι καὶ ἀπιστεῖν ἔχω· παραχρῆμα γὰρ ἀπέβη, σπουδῇ τε ὑποστρέ‐ ψαντος αὐτοῦ καὶ ἐν τῇ ὁδῷ νόσῳ τινί, πρὶν ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν,

55

.

1

.

5

τελευτήσαντος. καί μοι τεκμηριοῖ τὸ λεχθὲν ὅτι καὶ λύκοι περὶ τὸ στρατόπεδον ὑπὸ τὸν θάνατον αὐτοῦ περινοστοῦντες ὠρύοντο, καὶ νεανίσκοι δύο διὰ μέσου τοῦ ταφρεύματος διιππεύοντες ὤφθη‐ σαν, θρῆνός τέ τις γυναικεῖος ἠκούσθη, καὶ ἀστέρων διαδρομαὶ

55

.

2

.

1

ἐγένοντο. ταῦτα μὲν οὕτως ἔσχε, προπυθόμενος δ’ ὁ Αὔγουστος ὅτι νοσεῖ (οὐ γὰρ ἦν πόρρω), τὸν Τιβέριον κατὰ τάχος ἔπεμψε· καὶ ὃς ἔμπνουν τε αὐτὸν κατέλαβε καὶ ἀποθανόντα ἐς τὴν Ῥώμην ἐκόμισε, τὰ μὲν πρῶτα μέχρι τοῦ χειμαδίου τοῦ στρατοῦ διά τε
5τῶν ἑκατοντάρχων καὶ διὰ τῶν χιλιάρχων, ἐκεῖθεν δὲ διὰ τῶν καθ’

55

.

2

.

2

ἑκάστην πόλιν πρώτων βαστάσας. καὶ αὐτοῦ ἐν τῇ ἀγορᾷ προτε‐ θέντος διπλοῦς ὁ ἐπιτάφιος ἐλέχθη· ὅ τε γὰρ Τιβέριος ἐνταῦθα αὐτὸν ἐπῄνεσε, καὶ ὁ Αὔγουστος ἐν τῷ Φλαμινίῳ ἱπποδρόμῳ· ἐξεστράτευτο γάρ, καὶ οὐκ ἦν οἱ ὅσιον μὴ οὐ τὰ καθήκοντα ἐπὶ
5τοῖς κατειργασμένοις, παρ’ αὐτὴν τὴν εἴσω τοῦ πωμηρίου ἔσοδον,

55

.

2

.

3

ἐπιτελέσαι. καὶ ὁ μὲν ἔς τε τὸ Ἄρειον πεδίον ὑπὸ τῶν ἱππέων, τῶν τε ἐς τὴν ἱππάδα ἀκριβῶς τελούντων καὶ τῶν ἐκ τοῦ βουλευ‐ τικοῦ γένους ὄντων, ἠνέχθη, κἀνταῦθα πυρὶ δοθεὶς ἐς τὸ τοῦ Αὐγούστου μνημεῖον κατετέθη, Γερμανικός τε μετὰ τῶν παίδων
5ἐπονομασθείς, καὶ τιμὰς καὶ εἰκόνων καὶ ἁψῖδος κενοταφίου τε

55

.

2

.

4

πρὸς αὐτῷ τῷ Ῥήνῳ λαβών· ὁ δὲ δὴ Τιβέριος τῶν τε Δελματῶν καὶ τῶν Παννονίων ὑποκινησάντων τι αὖθις ζῶντος ἔτι αὐτοῦ κρατήσας, τά τε ἐπὶ τοῦ κέλητος ἐπινίκια ἔπεμψε, καὶ τοῦ δήμου τοὺς μὲν ἐν τῷ Καπιτωλίῳ τοὺς δ’ ἄλλοθι πολλαχόθι ἐδείπνισε.
5κἀν τούτῳ καὶ ἡ Λιουία μετὰ τῆς Ἰουλίας τὰς γυναῖκας εἱστίασε.

55

.

2

.

5

τὰ δ’ αὐτὰ ταῦτα καὶ τῷ Δρούσῳ ἡτοιμάζετο· καί γε αἱ ἀνοχαὶ δεύτερον τὴν χάριν αὐτοῦ, πρὸς τὸ τὰ νικητήρια ἐν ἐκείναις αὐτὸν ἑορτάσαι, γενήσεσθαι ἔμελλον. ἀλλ’ ὁ μὲν προαπώλετο, ἡ δὲ δὴ Λιουία εἰκόνων τε ἐπὶ παραμυθίᾳ ἔτυχε, καὶ ἐς τὰς μητέρας τὰς

55

.

2

.

6

[τε] τρὶς τεκούσας ἐσεγράφη. οἷς γὰρ ἂν τὸ δαιμόνιον, εἴτ’ οὖν ἀνδρῶν εἴτε γυναικῶν, μὴ δῷ τοσαυτάκις τεκνῶσαι, τούτων τισὶν ὁ νόμος, πρότερον μὲν διὰ τῆς βουλῆς νῦν δὲ διὰ τοῦ αὐτοκράτο‐ ρος, τὰ τῶν 〈τρὶσ〉 γεγεννηκότων δικαιώματα χαρίζεται, ὥστε σφᾶς
5μήτε τοῖς τῆς ἀπαιδίας ἐπιτιμίοις ἐνέχεσθαι καὶ τὰ τῆς πολυπαι‐

55

.

2

.

7

δίας ἆθλα πλὴν ὀλίγων τινῶν καρποῦσθαι. καὶ αὐτὰ οὐκ ἄνθρω‐ ποι μόνον ἀλλὰ καὶ θεοὶ εὑρίσκονται, ἵν’ ἄν τίς τι αὐτοῖς τελευ‐ τῶν καταλίπῃ λαμβάνωσι.

55

.

3

.

1

τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δ’ Αὔγουστος τάς τε τῆς γε‐ ρουσίας ἕδρας ἐν ῥηταῖς ἡμέραις γίγνεσθαι ἐκέλευσεν (ἐπειδὴ γὰρ οὐδὲν πρότερον ἀκριβῶς περὶ αὐτῶν ἐτέτακτο καί τινες διὰ τοῦτο πολλάκις ὑστέριζον, 〈δύο〉 βουλὰς κατὰ μῆνα κυρίας ἀπέδειξεν, ὥστε

55

.

3

.

2

ἐς αὐτὰς ἐπάναγκες, οὕς γε καὶ ὁ νόμος ἐκάλει, συμφοιτᾶν· καὶ ὅπως γε μηδ’ ἄλλη μηδεμία σκῆψις τῆς ἀπουσίας αὐτοῖς ὑπάρχῃ, προσέταξε μήτε δικαστήριον μήτ’ ἄλλο μηδὲν τῶν προσηκόντων σφίσιν ἐν ἐκείνῳ τῷ καιρῷ γίγνεσθαι), τόν τε ἀριθμὸν τὸν ἐς τὴν
5κύρωσιν τῶν δογμάτων ἀναγκαῖον καθ’ ἕκαστον εἶδος αὐτῶν, ὥς γε ἐν κεφαλαίοις εἰπεῖν, διενομοθέτησε, καὶ τὰ ζημιώματα τοῖς μὴ δι’ εὔλογόν τινα αἰτίαν τῆς συνεδρείας ἀπολειπομένοις ἐπηύξησεν.

55

.

3

.

3

ἐπειδή τε πολλὰ τῶν τοιούτων ὑπὸ τοῦ πλήθους τῶν ὑπευθύνων ἀτιμώρητα εἴωθε γίγνεσθαι, κληροῦσθαί τε αὐτοὺς εἰ συχνοὶ τοῦτο ποιήσειαν, καὶ τὸν ἀεὶ πέμπτον λαχόντα ὀφλισκάνειν αὐτὰ ἐκέλευσε. τά τε ὀνόματα συμπάντων τῶν βουλευόντων ἐς λεύκωμα ἀναγράψας

55

.

3

.

4

ἐξέθηκε· καὶ ἐξ ἐκείνου καὶ νῦν κατ’ ἔτος τοῦτο ποιεῖται. ταῦτα μὲν ἐπὶ τῇ τῆς συμφοιτήσεως αὐτῶν ἀνάγκῃ ἔπραξεν· εἰ δ’ οὖν
ποτε ἐκ συντυχίας τινὸς μὴ συλλεχθεῖεν ὅσους ἡ χρεία ἑκάστοτε ἐκάλει (πλὴν γὰρ ὅτι ὁσάκις ἂν αὐτὸς ὁ αὐτοκράτωρ παρῇ, ἔν γε
5ταῖς ἄλλαις ἡμέραις ἐς πάντα ὀλίγου τὸ τῶν ἀθροιζομένων πλῆθος καὶ τότε καὶ μετὰ ταῦτα ἀκριβῶς ἐξητάζετο), ἐβουλεύοντο μὲν καὶ ἥ γε γνώμη συνεγράφετο, οὐ μέντοι καὶ τέλος τι ὡς κεκυρωμένη ἐλάμβανεν, ἀλλὰ αὐκτώριτας ἐγίγνετο, ὅπως φανερὸν τὸ βούλημα

55

.

3

.

5

αὐτῶν ᾖ. τοιοῦτον γάρ τι ἡ δύναμις τοῦ ὀνόματος τούτου δηλοῖ· ἑλληνίσαι γὰρ αὐτὸ καθάπαξ ἀδύνατόν ἐστι. τὸ δ’ αὐτὸ τοῦτο καὶ εἴ ποτε ἐν τόπῳ τινὶ μὴ νενομισμένῳ ἢ ἡμέρᾳ μὴ καθηκούσῃ, ἢ καὶ ἔξω νομίμου παραγγέλματος, ὑπὸ σπουδῆς ἠθροίσθησαν, ἢ
5καὶ ἐναντιωθέντων τινῶν δημάρχων τὸ μὲν δόγμα οὐκ ἠδυνήθη γενέσθαι, τὴν δὲ δὴ γνώμην σφῶν οὐχ ὑπέμενον ἀποκρυφθῆναι, ἐνομίζετο· καὶ αὐτῇ μετὰ ταῦτα καὶ ἡ κύρωσις κατὰ τὰ πάτρια

55

.

3

.

6

ἐπήγετο καὶ ἡ ἐπίκλησις ἡ τοῦ δόγματος ἐπεφέρετο. τοῦτό τε οὖν ἰσχυρῶς ἐπὶ πλεῖστον τοῖς πάλαι τηρηθὲν ἐξίτηλον τρόπον τινὰ ἤδη γέγονε, καὶ τὸ τῶν στρατηγῶν· καὶ γὰρ ἐκεῖνοι ἀγανακτήσαντες ὅτι μηδεμίαν γνώμην, καίτοι τῶν δημάρχων προτετιμημένοι, ἐς τὴν
5βουλὴν ἐσέφερον, παρὰ μὲν τοῦ Αὐγούστου ἔλαβον αὐτὸ ποιεῖν, ὑπὸ δὲ δὴ τοῦ χρόνου ἀφῃρέθησαν.

55

.

4

.

1

ταῦτά τε οὖν καὶ τἆλλα 〈ἃ〉 τότε ἐνομοθέτησεν, ἔς τε τὸ συνέ‐ δριον ἐν λευκώμασι γεγραμμένα προέθηκε πρὶν χρηματίσαι τι περὶ αὐτῶν, καὶ τοῖς βουλευταῖς μεθ’ ἑνὸς ἑτέρου ἐσελθοῦσιν ἀναγνῶναι ἐπέτρεψεν, ὅπως ἄν τι μὴ ἀρέσῃ αὐτοὺς ἢ καὶ ἕτερόν τι βέλτιον

55

.

4

.

2

συμβουλεῦσαι δυνηθῶσιν εἴπωσιν. οὕτω γάρ που δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων ποτὲ αὐτῷ συνηγο‐ ρήματος παρ’ αὐτοῦ δεηθέντος τὸ μὲν πρῶτον τῶν φίλων τινά, ὡς καὶ ἐν ἀσχολίᾳ ὤν, συνειπεῖν αὐτῷ κελεῦσαι, ἔπειτ’ ἐπειδὴ ἐκεῖ‐
5νος ὀργισθεὶς ἔφη “ἐγὼ μέντοι, ὁσάκις ἐπικουρίας χρείαν ἔσχες, οὐκ ἄλλον τινὰ ἀντ’ ἐμαυτοῦ σοι ἔπεμψα, ἀλλ’ αὐτὸς πανταχοῦ προεκινδύνευσά σου,” ἔς τε τὸ δικαστήριον ἐσελθεῖν καὶ συνηγορῆσαί

55

.

4

.

3

οἱ. φίλῳ τέ τινι δίκην φεύγοντι συνεξητάσθη, προεπικοινώσας αὐτὸ τοῦτο τῇ γερουσίᾳ· καὶ ἐκεῖνόν τε ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ
οὐχ ὅπως δι’ ὀργῆς ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χρησάμενον, ἀλλὰ καὶ εὐθυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν ἄντικρυς
5ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν τῶν πολλῶν πονη‐ ρίαν εἴη. ἄλλους γε μὴν ἐπιβουλεύειν οἱ μηνυθέντας ἐκόλασε.

55

.

4

.

4

καὶ ταμίας ἔν τε τῇ παραλίᾳ τῇ πρὸς τῇ πόλει καὶ ἐν ἑτέροις τισὶ τῆς Ἰταλίας χωρίοις ἄρχειν ἐποίησε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. τότε μὲν οὖν οὐκ ἠθέλησεν ἐς τὴν πόλιν διὰ τὸν τοῦ Δρούσου

55

.

5

.

1

θάνατον, ὥσπερ εἶπον, ἐσελθεῖν, τῷ δὲ ἑξῆς ἔτει, ἐν ᾧ Ἀσίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ νομιζόμενον

55

.

5

.

2

ἐσήνεγκε. καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ πλεῖον ἐν τῷ τοῦ Δρούσου ὀλέθρῳ ἐζημιῶσθαι ἢ ἐν ταῖς νίκαις ὠφελῆσθαι νομίζων· οἱ δὲ δὴ ὕπατοι τά τε ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ ἐκ τῶν αἰχμαλώτων τινὰς ἀλλή‐

55

.

5

.

3

λοις συνέβαλον. καὶ μετὰ τοῦθ’ ὁ Αὔγουστος, αἰτιαθέντων καὶ ἐκείνων καὶ τῶν ἄλλων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τινος ἀποδεδειγ‐ μένων, τοῦτο μὲν οὔτε ἐξήλεγξεν οὔτ’ ἀρχὴν προσεποιήσατο εἰδέ‐ ναι· οὔτε γὰρ κολάσαι τινὰς οὔτ’ αὖ συγγνῶναι ἐλεγχθεῖσιν
5ἠθέλησε· τοὺς δὲ δὴ σπουδαρχιῶντας χρήματα πρὸ τῶν ἀρχαιρε‐ σιῶν ὥσπερ τι ἐνέχυρον προῄτησεν, ἐπὶ τῷ μηδὲν τοιοῦτο αὐτοὺς

55

.

5

.

4

ποιῆσαι ἢ στερηθῆναι τῶν δεδομένων. καὶ τοῦτο μὲν πάντες ἐπῄ‐ νεσαν· ὅτι δ’ οὐκ ἐξὸν ὂν δοῦλον κατὰ δεσπότου βασανισθῆναι ἐκέλευσεν, ὁσάκις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ αὐτὸν ἢ καὶ ἑαυτῷ πιπράσκεσθαι, ὅπως ὡς ἀλλότριος τοῦ κρινο‐
5μένου ὢν ἐξετάζηται, οἱ μὲν ᾐτιῶντο, ὅτι ὁ νόμος τῇ τοῦ δεσπότου μεταλλαγῇ καταλύεσθαι ἔμελλεν, οἱ δ’ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι, ὅτι πολλοὶ διὰ τοῦτο καὶ ἐπ’ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς ἀρχαῖς συνίσταντο.

55

.

6

.

1

μετὰ δὲ δὴ ταῦτα τήν τε ἡγεμονίαν, καίπερ ἀφιείς, ὡς ἔλεγεν, ἐπειδὴ τὰ δέκα ἔτη τὰ δεύτερα ἐξεληλύθει, ἄκων δῆθεν αὖθις ὑπέστη, καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσε. καὶ αὐτὸς μὲν ἐν τῇ

55

.

6

.

2

οἰκείᾳ ὑπέμεινεν, ὁ δὲ δὴ Τιβέριος τὸν Ῥῆνον διέβη. φοβηθέντες οὖν αὐτοὺς οἱ βάρβαροι πλὴν τῶν Συγάμβρων ἐπεκηρυκεύσαντο, καὶ οὔτε τότε ἔτυχόν τινος (ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκεί‐ νων σπείσεσθαι) οὔθ’ ὕστερον. ἔπεμψαν μὲν γὰρ καὶ οἱ Σύγαμβροι

55

.

6

.

3

πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξασθαί τι ὥστε καὶ ἐκείνους πάντας, καὶ πολλοὺς καὶ ἐλλογίμους ὄντας, προσαπολέσθαι· ὅ τε γὰρ Αὔγουστος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέθετο, καὶ ἐκεῖνοι δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. κἀκ τούτου χρό‐
5νον μέν τινα ἡσύχασαν, ἔπειτ’ ἐπὶ πολλῷ τὸ πάθημά σφων τοῖς

55

.

6

.

4

Ῥωμαίοις ἀνταπέδοσαν. ὁ δ’ οὖν Αὔγουστος τοῦτό τε οὕτως ἐποίησε, καὶ τοῖς στρατιώταις ἀργύριον, οὐχ ὡς καὶ κεκρατηκόσι, καίτοι τὸ τοῦ αὐτοκράτορος ὄνομα καὶ αὐτὸς λαβὼν καὶ τῷ Τιβερίῳ δούς, ἀλλ’ ὅτι τὸν Γάιον ἐν ταῖς γυμνασίαις τότε πρῶτον συνεξεταζόμενόν

55

.

6

.

5

σφισιν ἔσχον, ἐχαρίσατο. τὸν δ’ οὖν Τιβέριον ἐς τὴν τοῦ αὐτο‐ κράτορος ἀρχὴν ἀντὶ τοῦ Δρούσου προαγαγὼν τῇ τε ἐπικλήσει ἐκείνῃ ἐγαύρωσε καὶ ὕπατον αὖθις ἀπέδειξε, γράμματά τε κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ πρὶν ἐς τὴν ἀρχὴν ἐσελθεῖν, ἐκθεῖναι πρὸς

55

.

6

.

6

τὸ κοινὸν ἐποίησε, καὶ προσέτι καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν· αὐτὸς γὰρ ἐκεῖνα μὲν οὐκ ἠθέλησε πέμψαι, ἐς δὲ δὴ τὰ γενέθλια ἱππο‐ δρομίαν ἀίδιον ἔλαβε. τά τε τοῦ πωμηρίου ὅρια ἐπηύξησε, καὶ τὸν [μὲν] μῆνα τὸν Σεξτίλιον ἐπικαλούμενον Αὔγουστον ἀντωνό‐

55

.

6

.

7

μασε· τῶν γὰρ ἄλλων τὸν Σεπτέμβριον οὕτως, ἐπειδήπερ ἐν αὐτῷ ἐγεγέννητο, προσαγορεῦσαι ἐθελησάντων ἐκεῖνον αὐτοῦ προετίμη‐ σεν, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ πρῶτον ἀπεδέδεικτο καὶ μάχας πολλὰς καὶ μεγάλας ἐνενικήκει.

55

.

7

.

1

ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτή‐ σαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἀπ’ αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέ‐
τρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε

55

.

7

.

2

γὰρ ὀργῆς αὐτὸν ἀεὶ παρέλυε καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμή‐ ριον δέ, δικάζοντί ποτε αὐτῷ προσστάς, καὶ ἰδὼν ὅτι πολλοὺς θα‐ νατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγύς οἱ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον “ἀνά‐
5στηθι ἤδη ποτέ, δήμιε,” καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστ’ ἐκεῖνον μήτ’ ἀποκτεῖναί τινα καὶ εὐθὺς

55

.

7

.

3

ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα τῇ

55

.

7

.

4

τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δ’ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶ‐ σιν ἠρέσκετο, πλεῖστόν τε παρ’ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ
5τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ 〈ἐν〉 τῷ τῶν ἱππέων

55

.

7

.

5

τέλει κατεβίω. τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ ἐπ’ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος

55

.

7

.

6

μὲν ὁ Μαικήνας ἐγένετο, καὶ οὕτω τῷ Αὐγούστῳ ἐχρῆτο· πρῶτός τε κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶ‐ τος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύ‐ λου ἀπελευθέρου συχνοὺς ἐξεδίδαξε.

55

.

8

.

1

Τιβέριος δὲ ἐν τῇ νουμηνίᾳ ἐν ᾗ ὑπατεύειν μετὰ Γναίου Πί‐ σωνος ἤρξατο, ἔς τε τὸ Ὀκταουίειον τὴν βουλὴν ἤθροισε διὰ τὸ ἔξω

55

.

8

.

2

τοῦ πωμηρίου αὐτὸ εἶναι, καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευά‐ σαι προστάξας, ὅπως τό τε ἴδιον καὶ τὸ τοῦ Δρούσου ὄνομα αὐτῷ
ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ τεμένισμα τὸ Λίουιον ὠνο‐ μασμένον καθιέρωσε μετὰ τῆς μητρός· καὶ αὐτὸς μὲν τὴν γερουσίαν

55

.

8

.

3

ἐν τῷ Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκας ἰδίᾳ που εἱστίασε. καὶ οὐ πολλῷ ὕστερον κινηθέντων τινῶν ἐν τῇ Γερμανίᾳ ἐξωρμήθη· τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου γε‐ νομένην ὁ Γάιος ἀντ’ αὐτοῦ σὺν τῷ Πίσωνι διέθηκε. τό τε πεδίον
5τὸ Ἀγρίππειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον αὐτὸς ὁ Αὔ‐

55

.

8

.

4

γουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ (ἦν δὲ οἶκος μέγιστος τῶν πώποτε μίαν ὀροφὴν σχόντων· νῦν γὰρ δὴ πάσης τῆς στέγης αὐτοῦ καθαιρεθείσης, ὅτι οὐκ ἠδυνήθη αὖθις συστῆναι, ἀχανής ἐστιν) ὅ τε Ἀγρίππας οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσθη· ἡ δὲ
5ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πῶλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ τοὺς δρό‐

55

.

8

.

5

μους διακοσμήσασα ἐποίει, οὐδέπω ἐξείργαστο. κἀν τούτῳ καὶ αἱ ἐπιτάφιοι ἐπὶ τῷ Ἀγρίππᾳ ὁπλομαχίαι, φαιὰν ἐσθῆτα τῶν τε ἄλλων πλὴν τοῦ Αὐγούστου καὶ αὐτῶν τῶν υἱέων αὐτοῦ λαβόντων, καὶ ἑνὸς πρὸς ἕνα καὶ πλειόνων πρὸς ἴσους, ἐν τοῖς σέπτοις διά
5τε τὴν ἐς τὸν Ἀγρίππαν τιμὴν καὶ διὰ τὸ πολλὰ τῶν περὶ τὴν

55

.

8

.

6

ἀγορὰν οἰκοδομημάτων κεκαῦσθαι, ἐγένοντο. καὶ τὸ μὲν τοῦ πυρὸς αἴτιον ἐς τοὺς χρεωφείλας ἀνεφέρετο, ὡς καὶ ἐπίτηδες αὐτὸ παρα‐ σκευάσαντας ἵν’ ἀποκόψωσί τι τῶν χρεῶν, συχνὰ δόξαντες ἐζημι‐ ῶσθαι· ἔτυχον δὲ ἐκεῖνοι μὲν οὐδενός, οἱ δὲ δὴ στενωποὶ ἐπιμε‐

55

.

8

.

7

λητῶν τινων ἐκ τοῦ δήμου, οὓς καὶ στενωπάρχους καλοῦμεν· καί σφισι καὶ τῇ ἐσθῆτι τῇ ἀρχικῇ καὶ ῥαβδούχοις δύο, ἐν αὐτοῖς τοῖς χωρίοις ὧν ἂν ἄρχωσιν, ἡμέραις τισὶ χρῆσθαι ἐδόθη, ἥ τε δουλεία ἡ τοῖς ἀγορανόμοις τῶν ἐμπιμπραμένων ἕνεκα συνοῦσα ἐπετράπη,
5καίτοι καὶ ἐκείνων καὶ τῶν δημάρχων τῶν τε στρατηγῶν πᾶσαν τὴν πόλιν, δεκατέσσαρα μέρη νεμηθεῖσαν, κλήρῳ προσταχθέντων· ὃ καὶ νῦν γίγνεται.

55

.

9

.

1

τοσαῦτα μὲν ἐν τῷ ἔτει τούτῳ ἐπράχθη· ἐν γὰρ δὴ τῇ Γερ‐ μανίᾳ οὐδὲν ἄξιον μνήμης συνέβη· τῷ δὲ ὑστέρῳ, ἐν ᾧ Γάιός τε Ἀντίστιος καὶ Λαίλιος Βάλβος ὑπάτευσαν, ἰδὼν ὁ Αὔγουστος τόν
τε Γάιον καὶ τὸν Λούκιον αὐτούς τε μὴ πάνυ, οἷα ἐν ἡγεμονίᾳ
5τρεφομένους, τὰ ἑαυτοῦ ἤθη ζηλοῦντας (οὐ γὰρ ὅτι ἁβρότερον διῆγον, ἀλλὰ καὶ ἐθρασύνοντο· ἐς γοῦν τὸ θέατρόν ποτε καθ’

55

.

9

.

2

ἑαυτὸν ὁ Λούκιος ἐσῆλθε) καὶ πρὸς πάντων τῶν ἐν τῇ πόλει, τὰ μὲν γνώμῃ τὰ δὲ θεραπείᾳ, κολακευομένους κἀκ τούτου ἔτι καὶ μᾶλλον θρυπτομένους (τά τε γὰρ ἄλλα καὶ ὕπατον τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τελοῦντα προεχειρίσαντο), ἠγανάκτησε, καὶ προσεπ‐
5ηύξατο μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ αὐτὸν κατέ‐

55

.

9

.

3

λαβε γενέσθαι, ὥστε τινὰ νεώτερον εἰκοσιετοῦς ὑπατεῦσαι. ἐπειδή τε καὶ ὣς ἐνέκειντό οἱ, τότε ἔφη χρῆναί τινα τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅταν μήτε τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου

55

.

9

.

4

σπουδαῖς ἀνθίστασθαι δύνηται. καὶ μετὰ τοῦθ’ ἱερωσύνην μέν τινα αὐτῷ καὶ τὴν ἐς τὸ συνέδριον συμφοίτησιν τό τε συνθεᾶσθαι καὶ τὸ συνεστιᾶσθαι τῇ βουλῇ ἔδωκε· βουληθεὶς δὲ δὴ τρόπον 〈τινὰ〉 μᾶλλον αὐτοὺς σωφρονίσαι, τῷ Τιβερίῳ τήν τε ἐξουσίαν τὴν δη‐
5μαρχικὴν ἐς πέντε ἔτη ἔνειμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ

55

.

9

.

5

τὸν τοῦ Τιγράνου θάνατον προσέταξε. συνέβη δ’ αὐτῷ καὶ ἐκείνοις καὶ
τῷ Τιβερίῳ μάτην προσκροῦσαι, τοῖς μὲν ὅτι παρεωρᾶσθαι ἔδοξαν, τῷ δὲ ὅτι τὴν ὀργὴν αὐτῶν ἐφοβήθη. ἀμέλει καὶ ἐς Ῥόδον ὡς καὶ παι‐ δεύσεώς τινος δεόμενος ἐστάλη, μήτ’ ἄλλους τινὰς μήτε τὴν θεραπείαν
5πᾶσαν ἐπαγόμενος, ἵν’ ἐκποδών σφισι καὶ τῇ ὄψει καὶ τοῖς ἔργοις γένη‐

55

.

9

.

6

ται. καὶ τήν τε ὁδὸν ἰδιωτικῶς ἐποιήσατο, πλὴν καθ’ ὅσον τοὺς Παρίους τὸ τῆς Ἑστίας ἄγαλμα πωλῆσαί οἱ ἠνάγκασεν, ὅπως ἐν τῷ Ὁμονοείῳ ἱδρυθῇ· καὶ ἐς τὴν νῆσον ἐλθὼν οὐδὲν ὀγκηρὸν οὔτε ἔπραττεν

55

.

9

.

7

οὔτε ἔλεγεν. ἡ μὲν οὖν ἀληθεστάτη αἰτία τῆς ἐκδημίας αὐτοῦ τοιαύτη ἐστί, λόγον δέ τινα ἔχει καὶ διὰ τὴν γυναῖκα τὴν Ἰουλίαν, ὅτι μηκέτ’ αὐτὴν φέρειν ἐδύνατο, τοῦτο ποιῆσαι· κατέλιπε γοῦν αὐτὴν ἐν τῇ Ῥώμῃ. οἱ δὲ ἔφασαν χαλεπῆναι αὐτὸν ὅτι μὴ καὶ Καῖσαρ ἀπεδείχθη
5οἱ δὲ ὑπ’ αὐτοῦ τοῦ Αὐγούστου ὡς καὶ τοῖς παισὶν αὐτοῦ ἐπιβουλεύοντα

55

.

9

.

8

ἐκβληθῆναι. ὅτι μὲν γὰρ οὔτε παιδείας ἕνεκα οὔτ’ ἀβουλήσας τὰ δε‐
δογμένα ἀπεδήμησε, δῆλον ἔκ τε τῶν ἄλλων ὧν μετὰ ταῦτα ἔπραξε, καὶ ἐκ τοῦ τὰς διαθήκας αὐτὸν εὐθὺς [τὸ] τότε καὶ λῦσαι καὶ τῇ μητρὶ τῷ τε Αὐγούστῳ ἀναγνῶναι, ἐγένετο· κατεικάζετο πάνθ’ ὅσα
5ἐνεδέχετο. Xiph. 100, 18—30, Exc. V. 177 (p. 662 sq.), Zon. 10, 35 p. 421, 3—10 B. (p. 446, 30—447, 6 D.) τῷ δ’ ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφή‐

55

.

9

.

9

βους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἅμα εἰσήγαγε καὶ πρό‐ κριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. Zon. 10, 35 p. 421, 10—13 B. (p. 447, 6—10 D.)

55

.

9

.

10

καὶ μετ’ ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμ‐ ψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ
5τούτῳ ἥσθησαν ἅπαντες. Zon. 10, 35 p. 421, 13—18 B. (p. 447, 10—16 D.)

55

.

10

.

1

ὁ δὲ Αὔγουστος τὸ τοῦ σιτοδοτουμένου πλῆθος ἀόριστον ὂν ἐς εἴκοσι μυριάδας κατέκλεισε, καὶ ὥς γέ τινες λέγουσι, καθ’ ἕνα ἑξήκοντα δραχμὰς ἔδωκε. Xiph. 100, 30—101, 1.)

55

.

10

1a

ὡς ἡ Αὐγούστου ἀγορὰ καθιερώθη. Ind. v. 7

55

.

10

1b

ὡς ὁ τοῦ Ἄρεως ναὸς ὁ ἐν αὐτῇ ὢν καθιερώθη. Ind. v. 8

55

.

10

.

2

... Ἄ|ρει, ἑαυτὸν δὲ καὶ τοὺς ἐγγόνους, ὁσάκις ἂν ἐθελήσωσι, τούς τε ἐκ τῶν παίδων ἐξιόντας καὶ ἐς τοὺς ἐφήβους ἐγγραφομένους ἐκεῖσε πάντως ἀφικνεῖσθαι, καὶ τοὺς ἐπὶ τὰς ἀρχὰς τὰς ἐκδήμους

55

.

10

.

3

στελλομένους ἐκεῖθεν ἀφορμᾶσθαι, τάς τε γνώμας τὰς περὶ τῶν νικητηρίων ἐκεῖ τὴν βουλὴν ποιεῖσθαι, καὶ τοὺς πέμψαντας αὐτὰ τῷ Ἄρει τούτῳ καὶ τὸ σκῆπτρον καὶ τὸν στέφανον ἀνατιθέναι, καὶ ἐκείνους τε καὶ τοὺς ἄλλους τοὺς τὰς ἐπινικίους τιμὰς λαμ‐

55

.

10

.

4

βάνοντας ἐν τῇ ἀγορᾷ χαλκοῦς ἵστασθαι, ἄν τέ ποτε σημεῖα στρα‐ τιωτικὰ ἐς πολεμίους ἁλόντα ἀνακομισθῇ, ἐς τὸν ναὸν αὐτὰ τίθε‐ σθαι, καὶ πανήγυρίν τινα πρὸς τοῖς ἀναβασμοῖς αὐτοῦ ὑπὸ τῶν ἀεὶ ἰλαρχούντων ποιεῖσθαι, ἧλόν τε αὐτῷ ὑπὸ τῶν τιμητευσάντων

55

.

10

.

5

προσπήγνυσθαι, καὶ τήν τε παράσχεσιν τῶν ἵππων τῶν ἐς τὴν ἱπποδρομίαν ἀγωνιουμένων καὶ τὴν τοῦ ναοῦ φυλακὴν καὶ βουλευ‐ ταῖς ἐργολαβεῖν ἐξεῖναι, καθάπερ ἐπί τε τοῦ Ἀπόλλωνος καὶ ἐπὶ

55

.

10

.

6

τοῦ Διὸς τοῦ Καπιτωλίου ἐνενομοθέτητο. ἐπὶ μὲν τούτοις τὸ μέγαρον ἐκεῖνο ὁ Αὔγουστος ἐθείωσε, καίτοι τῷ τε Γαΐῳ καὶ τῷ Λουκίῳ πάντα καθάπαξ τὰ τοιαῦτα ἱεροῦν ἐπιτρέψας ὑπατικῇ τινι ἀρχῇ κατὰ τὸ παλαιὸν χρωμένοις. καὶ τήν γε ἱπποδρομίαν
5αὐτοὶ τότε διέθεσαν, τήν τε Τροίαν καλουμένην οἱ παῖδες οἱ πρῶ‐

55

.

10

.

7

τοι μετὰ τοῦ Ἀγρίππου τοῦ ἀδελφοῦ αὐτῶν ἵππευσαν. καὶ λέοντες ἑξήκοντα καὶ διακόσιοι ἐν τῷ ἱπποδρόμῳ ἐσφάγησαν. ὁπλομαχία τε ἐν τοῖς σέπτοις καὶ ναυμαχία ἐν τῷ χωρίῳ ἐν ᾧ καὶ νῦν ἔτι σημεῖά τινα αὐτῆς δείκνυται Περσῶν καὶ Ἀθηναίων ἐποιήθη·
5ταῦτα γὰρ τὰ ὀνόματα τοῖς ναυμαχοῦσιν ἐτέθη, καὶ ἐνίκων καὶ

55

.

10

.

8

τότε οἱ Ἀθηναῖοι. καὶ μετὰ τοῦτο ἔς τε τὸν Φλαμίνιον ἱππόδρο‐ μον ὕδωρ ἐσήχθη, καὶ ἐν αὐτῷ κροκόδειλοι ἓξ καὶ τριάκοντα κατε‐ κόπησαν. οὐ μέντοι καὶ διὰ πασῶν τῶν ἡμερῶν τούτων ὁ Αὔγου‐ στος ὑπάτευσεν, ἀλλ’ ἐπ’ ὀλίγον ἄρξας ἄλλῳ τὸ ὄνομα τῆς ὑπα‐
5τείας ἔδωκε.

55

.

10

.

9

τῷ μὲν οὖν Ἄρει ταῦτ’ ἐγένετο, αὐτῷ δὲ δὴ τῷ Αὐγούστῳ ἀγών τε ἱερὸς ἐν Νέᾳ πόλει τῇ Καμπανίδι, λόγῳ μὲν ὅτι κακω‐ θεῖσαν αὐτὴν καὶ ὑπὸ σεισμοῦ καὶ ὑπὸ πυρὸς ἀνέλαβεν, τὸ δ’ ἀλη‐ θὲς ἐπειδὴ τὰ τῶν Ἑλλήνων μόνοι τῶν προσχώρων τρόπον τινὰ

55

.

10

.

10

ἐζήλουν, ἐψηφίσθη, καὶ ἡ ἐπωνυμία ἡ τοῦ πατρὸς ἀκριβῶς ἐδόθη· πρότερον γὰρ ἄλλως ἄνευ ψηφίσματος ἐπεφημίζετο. καὶ μέντοι καὶ ἐπάρχους τῶν δορυφόρων τότε πρῶτον Κύιντόν τε Ὀστώριον Σκαπούλαν καὶ Πούπλιον Σάλουιον Ἄπρον ἀπέδειξεν· οὕτω γάρ
5τοι αὐτοὺς καὶ ἐγὼ μόνους τῶν ἐπαρχόντων τινός, ἐπειδήπερ

55

.

10

.

11

ἐκνενίκηκεν, ὀνομάζω. ἐποίησε μὲν οὖν καὶ ὁ Πυλάδης ὁ ὀρχη‐ στὴς πανήγυρίν τινα, οὐκ αὐτὸς χειρουργήσας ἅτε καὶ ὑπεργήρως ὤν, ἀλλὰ τῇ τε σκευῇ τῇ ἀρχικῇ καὶ τοῖς ἀναλώμασιν, ἐποίησε δὲ καὶ Κύιντος Κρισπῖνος στρατηγός. λέγω δὲ οὐ τοῦτο ἀλλ’
5ὅτι ἄνδρες τε ἱππῆς καὶ γυναῖκες οὐκ ἀφανεῖς ἐς τὴν ὀρχήστραν

55

.

10

.

12

ἐπ’ αὐτοῦ ἐσήχθησαν. ἀλλὰ ταῦτα μὲν ἐν οὐδενὶ λόγῳ ὁ Αὔγου‐ στος ἐτίθετο, τὴν δὲ δὴ Ἰουλίαν τὴν θυγατέρα ἀσελγαίνουσαν οὕτως ὥστε καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐπ’ αὐτοῦ γε τοῦ βήματος καὶ κωμάζειν νύκτωρ καὶ συμπίνειν ὀψέ ποτε φωράσας ὑπερωργί‐

55

.

10

.

13

σθη. κατείκαζε μὲν γὰρ καὶ πρότερον οὐκ ὀρθῶς αὐτὴν βιοῦν, οὐ μέντοι καὶ ἐπίστευεν· οἱ γάρ τοι τὰς ἡγεμονίας ἔχοντες πάντα μᾶλλον ἢ τὰ σφέτερα γιγνώσκουσι, καὶ οὔτ’ αὐτοί τι τοὺς συν‐

55

.

10

.

14

όντας ὧν ποιοῦσι λανθάνουσιν οὔτε τὰ ἐκείνων ἀκριβοῦσι. τότε δ’ οὖν μαθὼν τὰ πραττόμενα τοσούτῳ θυμῷ ἐχρήσατο ὥστε μηδ’ οἴκοι αὐτὰ κατασχεῖν ἀλλὰ καὶ τῇ γερουσίᾳ κοινῶσαι. κἀκ τούτου ἐκείνη μὲν ἐς Πανδατερίαν τὴν πρὸς Καμπανίᾳ νῆσον
5ὑπερωρίσθη, καὶ αὐτῇ καὶ ἡ Σκριβωνία ἡ μήτηρ ἑκοῦσα συνεξέ‐

55

.

10

.

15

πλευσε· τῶν δὲ δὴ χρησαμένων αὐτῇ ὁ μὲν Ἴουλλος 〈ὁ〉 Ἀντώνιος, ὡς καὶ ἐπὶ τῇ μοναρχίᾳ τοῦτο πράξας, ἀπέθανε μετ’ ἄλλων τινῶν ἐπιφανῶν ἀνδρῶν, οἱ δὲ λοιποὶ ἐς νήσους ὑπερωρίσθησαν. καὶ ἐπειδὴ καὶ δήμαρχός τις ἐν αὐτοῖς ἦν, οὐ πρότερον πρὶν διάρξαι ἐκρίθη. πολλῶν δὲ

55

.

10

.

16

ἐκ τούτου καὶ ἄλλων γυναικῶν ἐφ’ ὁμοίοις τισὶν αἰτίαν λαβουσῶν οὐ πάσας τὰς δίκας ἐδέξατο, ἀλλὰ καὶ χρόνον τινὰ ἀφώρισεν ὥστε τὰ πρὸ ἐκείνου πραχθέντα μὴ πολυπραγμονεῖσθαι. ἐπὶ γὰρ τῆς θυγατρὸς μηδὲν μετριάσας, ἀλλὰ καὶ φήσας ὅτι Φοίβης πατὴρ μᾶλλον ἢ ἐκείνης γεγονέναι ἤθελε, τῶν
5ἄλλων ἐφείδετο. ἡ δὲ δὴ Φοίβη ἐξελευθέρα τε τῆς Ἰουλίας καὶ συνεργὸς οὖσα προαπέθανεν ἑκουσία, διόπερ καὶ ὁ Αὔγουστος αὐτὴν ἐπῄνεσε. Xiph. 101, 21—32, Exc. V. 178b (p. 665) et 179 (ib.).

55

.

10

.

17

ὅτι Γάιος τὰ στρατόπεδα τὰ πρὸς τῷ Ἴστρῳ εἰρηνικῶς ἐπῄει· πό‐ λεμον γὰρ οὐδένα ἐπολέμησεν, οὐχ ὅτι οὐκ ἐγένετο, ἀλλ’ ὅτι ἐκεῖνος μὲν ἔν τε ἡσυχίᾳ καὶ ἀσφαλείᾳ ἄρχειν ἐμάνθανεν, οἱ δὲ δὴ κίνδυνοι ἄλλοις προσετάσσοντο. Exc. V. 180 (p. 665).

55

.

10

.

18

τῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνερ‐ γούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔγουστος ἠπόρει τί ἂν πράξῃ· οὔτε γὰρ αὐτὸς στρατεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, μετ‐
έστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ ἐτόλμα, ὁ Γάιος δὲ
5καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον ἄπειροι. ἀνάγκης δ’ ἐπι‐ κειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ἔδωκεν, ἵνα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ

55

.

10

.

19

συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομιζόμενος, καὶ ὁ Τιβέριος ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος· ἐταπείνου τε γὰρ ἑαυτὸν καὶ ὑπέπιπτεν οὐχ ὅτι τῷ Γαΐῳ, ἀλλὰ 〈καὶ〉
5τοῖς μετ’ αὐτοῦ οὖσι· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν (καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη). Zon. 10, 36 p. 422, 1—13 B. (p. 447, 24—448, 11 D.), Xiph. 101, 32—102, 4.

55

.

10

.

20

ὅτι ὡς ἐπύθοντο οἱ βάρβαροι τὴν ἐπιστρατείαν τοῦ Γαΐου, Φρα‐ τάκης ἔπεμψε πρὸς τὸν Αὔγουστον, ὑπὲρ τῶν γεγονότων ἀπολογούμενος καὶ τοὺς ἀδελφοὺς ἐπὶ εἰρήνῃ ἀπαιτῶν· καὶ αὐτῷ ἐκεῖνος Φρατάκῃ ἁπλῶς ἄνευ τῆς τοῦ βασιλέως ἐπικλήσεως, ἀντεπιστείλας, τό τε ὄνομα τὸ
5βασιλικὸν καταθέσθαι καὶ τῆς Ἀρμενίας ἀποστῆναι προσέταξεν. ἐφ’ ᾧ δὴ ὁ Πάρθος οὐχ ὅσον οὐ κατέπτηξεν, ἀλλὰ καὶ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως, καὶ αὑτὸν μὲν βασιλέων ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάσας. ὁ δὲ δὴ Τιγράνης εὐθὺς μὲν οὐκ ἐπρεσβεύσατο, τοῦ δὲ Ἀρ‐ ταβάζου νόσῳ ὕστερον τελευτήσαντος δῶρά τε τῷ Αὐγούστῳ, ὡς καὶ

55

.

10

.

21

τοῦ ἀντιπάλου ὑπεξῃρημένου οἱ, ἔπεμψε, τὸ τοῦ βασιλέως ὄνομα ἐς τὴν ἐπιστολὴν μὴ ἐγγράψας, καὶ τὴν βασιλείαν δῆθεν παρ’ αὐτοῦ ᾔτησε. τούτοις τε οὖν ὑπαχθεὶς καὶ τὸν πόλεμον ἅμα τὸν Παρθικὸν φοβηθεὶς τά τε δῶρα ἐδέξατο, καὶ μετ’ ἐλπίδων αὐτὸν χρηστῶν ἐς τὴν Συρίαν
5πρὸς τὸν Γάιον ἐλθεῖν ἐκέλευσεν. Exc. UG 36 (p. 390), Xiph. 102, 4—11.

55

10a

1

... | ἑτέρους ἐκ τῆς Αἰγύπτου ἐπιστρατεύσαντάς σφισιν ἀπεώ‐ σαντο, οὐ πρότερόν τε ἐνέδοσαν πρὶν χιλίαρχόν τινα ἐκ τοῦ δο‐ ρυφορικοῦ ἐπ’ αὐτοὺς πεμφθῆναι. καὶ ἐκεῖνος δὲ ἐν χρόνῳ τὰς καταδρομὰς αὐτῶν ἐπέσχεν, ὥστε ἐπὶ πολὺ μηδένα βουλευτὴν τῶν
5ταύτῃ πόλεων ἄρξαι.

55

10a

2

ταῦτά τε οὖν ἅμα καὶ τὰ τῶν Κελτῶν ἐκαινώθη. ὁ γὰρ Δο‐ μίτιος πρότερον μέν, ἕως ἔτι τῶν πρὸς τῷ Ἴστρῳ χωρίων ἦρχε, τούς τε Ἑρμουνδούρους ἐκ τῆς οἰκείας οὐκ οἶδ’ ὅπως ἐξαναστάντας καὶ κατὰ ζήτησιν ἑτέρας γῆς πλανωμένους ὑπολαβὼν ἐν μέρει τῆς
5Μαρκομαννίδος κατῴκισε, καὶ τὸν Ἀλβίαν μηδενός οἱ ἐναντιουμένου διαβὰς φιλίαν τε τοῖς ἐκείνῃ βαρβάροις συνέθετο καὶ βωμὸν ἐπ’

55

10a

3

αὐτοῦ τῷ Αὐγούστῳ ἱδρύσατο. τότε δὲ πρός τε τὸν Ῥῆνον μετελ‐ θών, καὶ ἐκπεσόντας τινὰς Χερούσκων καταγαγεῖν δι’ ἑτέρων ἐθε‐
λήσας, ἐδυστύχησε καὶ καταφρονῆσαί σφων καὶ τοὺς ἄλλους βαρ‐ βάρους ἐποίησεν. οὐ μέντοι καὶ πλέον τι τῷ ἔτει ἐκείνῳ ὑπ’ αὐτοῦ
5ἐπράχθη· διὰ γὰρ τὸν Παρθικὸν πόλεμον ὑπόγυον ὄντα οὐδεμία αὐτῶν ἐπιστροφὴ τότε ἐγένετο.

55

10a

4

οὐ μὴν οὐδὲ τοῖς Πάρθοις ἐπολεμήθη. ὁ γὰρ Φρατάκης τὸν Γάιον ἔν τε τῇ Συρίᾳ ὄντα καὶ ὑπατεύοντα ἀκούσας, καὶ προσέτι καὶ τὰ οἰκεῖα μηδὲ πρότερον εὐνοϊκῶς οἱ ἔχοντα ὑποτοπήσας, προ‐ κατηλλάγη ἐπὶ τῷ αὐτός τε τῆς Ἀρμενίας ἀποστῆναι καὶ τοὺς

55

10a

5

ἀδελφοὺς αὐτοῦ πέραν θαλάσσης εἶναι. οἵ γε μὴν Ἀρμένιοι, καί‐ περ τοῦ τε Τιγράνου ἐκ πολέμου τινὸς βαρβαρικοῦ φθαρέντος καὶ τῆς Ἐρατοῦς τὴν ἀρχὴν ἀφείσης, ὅμως ἐπειδὴ Ἀριοβαρζάνει τινὶ Μήδῳ, ὅς ποτε μετὰ τοῦ Τιριδάτου πρὸς τοὺς Ῥωμαίους ἀφῖκτο,
5παρεδίδοντο, ἐπολέμησάν σφισι τῷ ὑστέρῳ ἔτει, ἐν ᾧ Πούπλιός

55

10a

6

τε Οὐινίκιος καὶ Πούπλιος Οὐᾶρος ὑπάτευσαν. καὶ ἄλλο μὲν οὐδὲν ἀξιόλογον ἔδρασαν, Ἄδδων δέ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγά‐ γετο τὸν Γάιον ὑπὸ τὸ τεῖχος ὡς καὶ τῶν τοῦ Πάρθου τι ἀπορ‐ ρήτων αὐτῷ φράσων, καὶ ἔτρωσεν αὐτόν, κἀκ τούτου πολιορκηθεὶς

55

10a

7

ἐπὶ πλεῖστον ἀντέσχεν. ἁλόντος δ’ οὖν ποτε αὐτοῦ τό τε ὄνομα τὸ τοῦ αὐτοκράτορος οὐχ ὁ Αὔγουστος μόνον ἀλλὰ καὶ ὁ Γάιος ἐπέθετο, καὶ τὴν Ἀρμενίαν τότε μὲν ὁ Ἀριοβαρζάνης, ἀποθανόντος δὲ αὐτοῦ οὐ πολλῷ ὕστερον Ἀρτάβαζος ὁ υἱὸς παρά τε τοῦ Αὐ‐

55

10a

8

γούστου καὶ παρὰ τῆς βουλῆς ἔλαβεν. ὁ δ’ οὖν Γάιος ἐκ τοῦ τραύ‐ ματος ἠρρώστησε, καὶ ἐπειδὴ μηδ’ ἄλλως ὑγιεινὸς ἦν, ὑφ’ οὗπερ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη. καὶ τέλος ἰδιωτεύειν τε ἠξίου καὶ ἐν τῇ Συρίᾳ που καταμεῖναι ἤθελεν, ὥστε
5τὸν Αὔγουστον περιαλγήσαντα τῇ τε γερουσίᾳ τὸ βούλημα αὐτοῦ κοινῶσαι καὶ ἐκεῖνον ἐς γοῦν τὴν Ἰταλίαν ἐλθόντα πράττειν ὅ τι

55

10a

9

βούλοιτο προτρέψασθαι. πάντ’ οὖν εὐθὺς τὰ τῆς ἀρχῆς ἀφεὶς ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσε, κἀνταῦθα ἐν Λιμύροις μετήλλαξε.
πρὶν δὲ ἢ τελευτῆσαι αὐτὸν ὁ Λούκιος ἐν Μασσαλίᾳ προαπέσβη· πολλαχῇ γάρ τοι καὶ ἐκεῖνος ἄλλοτε ἄλλῃ πεμπόμενος ἠσκεῖτο,
5καὶ τάς γε τοῦ Γαΐου ἐπιστολὰς αὐτὸς ἐν τῇ βουλῇ, ὁσάκις ἂν

55

10a

10

παρείη, ἀνεγίγνωσκεν. ἀπέθανε δὲ ἐξαίφνης νοσήσας, ὥστε ἐπ’ ἀμφοτέροις σφίσι τὴν Λιουίαν, ἄλλως τε καὶ ὅτι ἐν τῷ χρόνῳ τούτῳ ὁ Τιβέριος ἐς τὴν Ῥώμην ἐκ τῆς Ῥόδου ἀφίκετο, ὑποπτευ‐

55

.

11

.

1

θῆναι. αὐτός τε γὰρ ἐμπειρότατος τῆς διὰ τῶν ἄστρων μαντικῆς ὤν, καὶ Θράσυλλον ἄνδρα πάσης ἀστρολογίας διαπεφυκότα ἔχων, πάντα καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις πεπρωμένα ἀκριβῶς ἠπίστατο·

55

.

11

.

2

καὶ λόγον γε ἔχει ὅτι μελλήσας ποτὲ ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους, ἐπειδὴ μόνος αὐτῷ πάνθ’ ὅσα ἐνενόει συνῄδει, ὤσειν, οὐκέτ’ αὐτὸ ἐποίησε σκυθρωπάσαντα αὐτὸν ἰδών, οὔτι γε καὶ διὰ τοῦτο, ἀλλ’ ὅτι ἐπερωτηθεὶς διὰ τί συννένοφε, κίνδυνόν τινα ὑπο‐
5πτεύειν οἱ γενήσεσθαι ἔφη· θαυμάσας γὰρ ὅτι καὶ τὴν μέλλησιν τῆς ἐπιβουλῆς 〈προεῖδεν〉, φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέ‐ λησεν. Zon. 10, 36 p. 423, 10. 11 B. (p. 449, 1—3 D.)

55

.

11

.

3

οὕτω γάρ που πάντα ἐκεῖνος σαφῶς ᾔδει ὥστε καὶ τὸ πλοῖον τὸ τὴν ἀγγελίαν τῷ Τιβερίῳ τῆς ἐς τὴν Ῥώμην ἀνακομιδῆς παρά τε τῆς μητρὸς καὶ παρὰ τοῦ Αὐγούστου φέρον πόρρωθεν κατιδῶν προσπλέον, προειπεῖν αὐτῷ ἃ ἀγγέλλειν ἔμελλε.

55

.

12

.

1

τοῦ δὲ Λουκίου τοῦ τε Γαΐου τὰ σώματα διά τε τῶν χιλιάρχων καὶ διὰ τῶν ἐφ’ ἑκάστης πόλεως πρώτων ἐς τὴν Ῥώμην ἐκομίσθη, καὶ αἱ πέλται τά τε δόρατα, ἃ παρὰ τῶν ἱππέων ἐς τοὺς ἐφήβους ἐσιόντες χρυσᾶ εἰλήφεσαν, ἐς τὸ βουλευτήριον ἀνετέθη. Xiph. 102, 25—103, 3.

55

.

12

.

2

δεσπότης δέ ποτε ὁ Αὔγουστος ὑπὸ τοῦ δήμου ὀνομασθεὶς οὐχ ὅπως ἀπεῖτε μηδένα τούτῳ πρὸς ἑαυτὸν τῷ προσρήματι χρήσασθαι, ἀλλὰ καὶ

55

.

12

.

3

πάνυ διὰ φυλακῆς αὐτὸ ἐποιήσατο. πληρωθείσης δέ οἱ καὶ τῆς τρίτης δεκαετίας τὴν ἡγεμονίαν καὶ τότε τὸ τέταρτον, ἐκβιασθεὶς δῆθεν, ὑπεδέ‐ ξατο, πρᾳότερός τε καὶ ὀκνηρότερος ὑπὸ τοῦ γήρως πρὸς τὸ τῶν βουλευ‐ τῶν τισιν ἀπεχθάνεσθαι γεγονὼς οὐδενὶ ἔτ’ αὐτῶν προσκρούειν ἤθελεν.
5Xiph. 103, 3—11, Zon. 10, 36 p. 423, 12—14 B. (p. 449, 4—7 D.)

55

.

12

3a

χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεο‐ μένοις δανείσας ἐπ’ ἔτη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. Zon. 10, 36 p. 423, 14—16 B. (p. 449, 7—9 D.)

55

.

12

.

4

ἐμπρησμοῦ δέ ποτε τὸ παλάτιον διαφθείραντος, καὶ πολλῶν αὐτῷ πολλὰ διδόντων, οὐδὲν ἔλαβεν ἢ μόνον παρὰ μὲν τῶν δήμων χρυσοῦν παρὰ δὲ τῶν ἰδιωτῶν δραχμήν. χρυσοῦν γὰρ δὴ καὶ ἐγὼ τὸ νόμισμα τὸ τὰς πέντε καὶ εἴκοσι δραχμὰς δυνάμενον κατὰ τὸ ἐπιχώριον ὀνομάζω·

55

.

12

.

5

καὶ τῶν Ἑλλήνων δέ τινες, ὧν τὰ βίβλια ἐπὶ τῷ ἀττικίζειν ἀναγινώσ‐ κομεν, οὕτως αὐτὸ ἐκάλεσαν. Xiph. 103, 11—18, Zon. 10, 36 p. 423,
16. 17 B. (p. 449, 9—11 D.) παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν
5ἀλλάσσεσθαι νόμισμα. Zon. 10, 36 p. 423, 17—19 B. (p. 449, 11. 12 D.) ὁ δὲ Αὔγουστος τὴν οἰκίαν οἰκοδομήσας ἐδημοσίωσε πᾶσαν, εἴτε δὴ διὰ τὴν συντέλειαν τὴν παρὰ τοῦ δήμου οἱ γενομένην, εἴτε καὶ ὅτι ἀρχιέρεως ἦν, ἵν’ ἐν τοῖς ἰδίοις ἅμα καὶ ἐν τοῖς κοινοῖς οἰκοίη.

55

.

13

.

1

τοῦ δὲ δήμου σφόδρα ἐγκειμένου τῷ Αὐγούστῳ ἵνα καταγάγῃ τὴν θυγατέρα αὐτοῦ, θᾶσσον ἔφη πῦρ ὕδατι μιχθήσεσθαι ἢ ἐκείνην κατα‐ χθήσεσθαι. καὶ ὁ δῆμος πυρὰ ἐς τὸν Τίβεριν πολλὰ ἐνέβαλε· καὶ τότε μὲν οὐδὲν ἤνυσεν, ὕστερον δὲ ἐξεβιάσατο ὥστε ἐς γοῦν τὴν ἤπειρον αὐτὴν
5ἐκ τῆς νήσου κομισθῆναι. Xiph. 103, 19—28.

55

.

13

1a

μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου αὐτὸς ὑπό τε γήρως καὶ νόσου κεκμηκὸς ἔχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἷός τε ὤν, πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθεὶς πῇ δ’ ὑπὸ τῆς Ἰουλίας ἀναπεισθεὶς (ἤδη γὰρ αὕτη ἐκ τῆς ὑπερορίας κατήχθη), [Zon.

55

.

13

.

2

10, 36 p. 423, 20—424, 4 B. (p. 449, 13—19 D.)] 〈τὸν〉 Τι‐ βέριον καὶ ἐποιήσατο καὶ ἐπὶ τοὺς Κελτοὺς 〈ἐξέπεμψε〉, τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν ἐς δέκα ἔτη δούς. καὶ μέντοι καὶ αὐτὸν ἐκεῖνον ὑποπτεύσας πῃ ἐκφρονήσειν, καὶ φοβηθεὶς
5μὴ καὶ νεοχμώσῃ τι, τὸν Γερμανικόν οἱ τὸν ἀδελφιδοῦν καίτοι

55

.

13

.

3

καὶ αὐτῷ υἱὸν ἔχοντι ἐσεποίησε. κἀκ τούτων ἐπιθαρσήσας ὡς καὶ διαδόχους καὶ βοηθοὺς ἔχων, διαλέξαι τὴν γερουσίαν αὖθις
ἠθέλησε, καὶ δέκα βουλευτὰς οὓς μάλιστα ἐτίμα προβαλόμενος τρεῖς ἀπ’ αὐτῶν ἐξεταστὰς ἀπέδειξεν, οὓς ὁ κλῆρος εἵλετο. οὐ
5μέντοι καὶ πολλοὶ οὔτε προκατέγνωσάν σφων ἐξουσίας αὐτοῖς δο‐

55

.

13

.

4

θείσης, ὥσπερ καὶ πρότερον, οὔτ’ ἄκοντες ἀπηλίφησαν. τοῦτο μὲν δὴ δι’ ἑτέρων ἔπραξεν, αὐτὸς δὲ ἀπογραφὰς τῶν ἔν τε τῇ Ἰταλίᾳ κατοικούντων καὶ μὴ ἐλάττω πέντε μυριάδων οὐσίαν κεκτη‐ μένων ἐποιήσατο· τοὺς γὰρ ἀσθενεστέρους τούς τε ἔξω τῆς Ἰτα‐
5λίας οἰκοῦντας οὐκ ἠνάγκασεν ἀπογράψασθαι, δείσας μὴ νεωτερί‐

55

.

13

.

5

σωσί τι ταραχθέντες. καὶ ὅπως γε μὴ δόξειεν ὡς τιμητὴς αὐτὸ ποιεῖν, δι’ ὅπερ εἶπον πρότερον, ἀνθύπατον ἐξουσίαν πρός τε τὸ τέλος τῶν ἀπογραφῶν καὶ πρὸς τὴν τοῦ καθαρσίου ποίησιν προσ‐

55

.

13

.

6

έθετο. ἐπειδή τε συχνοὶ τῶν νεανίσκων ἔκ τε τοῦ βουλευτικοῦ γένους κἀκ τῶν ἄλλων ἱππέων ἐπένοντο μηδὲν ἐπαίτιον ἔχοντες, τοῖς μὲν πλείοσι τὸ τεταγμένον τίμημα ἀνεπλήρωσεν, ὀγδοήκοντα

55

.

13

.

7

δέ τισι καὶ ἐς τριάκοντα αὐτὸ μυριάδας ἐπηύξησε. πολλῶν τε πολλοὺς ἀκρίτως ἐλευθερούντων, διέταξε τήν τε ἡλικίαν ἣν τόν τε ἐλευθερώσοντά τινα καὶ τὸν ἀφεθησόμενον ὑπ’ αὐτοῦ ἔχειν δεήσοι, καὶ τὰ δικαιώματα οἷς οἵ τε ἄλλοι πρὸς τοὺς ἐλευθερου‐
5μένους καὶ αὐτοὶ οἱ δεσπόται σφῶν γενόμενοι χρήσοιντο.

55

.

14

.

1

πράσσοντι δὲ αὐτῷ ταῦτα ἐπεβούλευσαν ἄλλοι τε καὶ Γναῖος Κορνήλιος θυγατριδοῦς τοῦ μεγάλου Πομπηίου ὤν, ὥστε ἐν μεγάλῃ αὐτὸν ἀμηχανίᾳ χρόνον τινὰ γενέσθαι, μήτ’ ἀποκτεῖναί σφας, ὅτι οὐδὲν πλέον πρὸς ἀσφάλειαν ἐκ τῶν ἀπολλυμένων ἑώρα οἱ γιγνό‐
5μενον, μήτ’ ἀπολῦσαι, μὴ καὶ ἑτέρους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπι‐

55

.

14

.

2

σπάσηται, ἐθέλοντα. ἀποροῦντί τε οὖν αὐτῷ ὅ τι πράξῃ, καὶ οὔτε μεθ’ ἡμέραν ἀφροντιστεῖν οὔτ’ αὖ νύκτωρ ἀτρεμεῖν δυναμένῳ ἔφη ποτὲ ἡ Λιουία “τί ἐστι τοῦτο, ὦ ἄνερ; διὰ τί οὐ καθεύδεις;” καὶ ὁ Αὔγουστος “καὶ τίς ἄν” εἶπεν, “ὦ γύναι, κἂν ἐλάχιστον ἀπομερ‐
5μηρίσειε τοσούτους τε ἀεὶ ἐχθροὺς ἔχων καὶ συνεχῶς οὕτως ἄλλοτε

55

.

14

.

3

ὑπ’ ἄλλων ἐπιβουλευόμενος; ἢ οὐχ ὁρᾷς ὅσοι καὶ ἐμοὶ καὶ τῇ ἀρχῇ ἡμῶν ἐπιτίθενται; καὶ αὐτοὺς οὐδὲ αἱ τιμωρίαι τῶν δικαιουμένων
ἀναστέλλουσιν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥσπερ ἐπ’ ἀγαθόν τι ἐπειγόμενοι, σπεύδουσι καὶ οἱ λοιποὶ προσαπόλλυσθαι.” ἀκούσασα

55

.

14

.

4

οὖν τούτων ἡ Λιουία “τὸ μὲν ἐπιβουλεύεσθαί σε” ἔφη “οὔτε θαυ‐ μαστὸν οὔτε ἔξω τοῦ ἀνθρωπείου τρόπου ἐστί· καὶ γὰρ πράσσεις πολλὰ ἅτε τηλικαύτην ἀρχὴν ἔχων, καὶ λυπεῖς, ὥσπερ εἰκός, συχ‐ νούς. οὐ γάρ που καὶ πᾶσιν οἷόν τε τὸν ἄρχοντά τινων ἀρέσκειν,
5ἀλλὰ καὶ ἀπεχθάνεσθαι πολλοῖς καὶ τὸν πάνυ ὀρθῶς βασιλεύ‐

55

.

14

.

5

οντα ἀνάγκη. πολλῷ τε γὰρ πλείους τῶν δίκαιόν τι πραττόντων οἱ ἀδικεῖν ἐθέλοντές εἰσιν, ὧν ἀδύνατόν ἐστι τὰς ἐπιθυμίας ἀπο‐ πιμπλάναι· καὶ αὐτῶν τῶν ἀρετήν τινα ἐχόντων οἱ μὲν καὶ πολλῶν καὶ μεγάλων, ὧν οὐ δύνανται τυχεῖν, ἐπορέγονται, οἱ δὲ καὶ ἑτέρων
5ἐλαττωθέντες ἄχθονται, καὶ οὕτως ἀμφότεροι τὸν κρατοῦντα αἰ‐

55

.

14

.

6

τιῶνται. ὥστε ἔκ τε τούτων μὴ εἶναι κακοῦ ἁμαρτάνειν, καὶ προσ‐ έτι καὶ ἐκ τῶν ἐπιτιθεμένων οὔτι γε καὶ σοὶ ἀλλὰ τῇ ἡγεμονίᾳ. σὲ μὲν γὰρ ἰδιωτεύοντα οὐδ’ ἂν εἷς ἐθελοντὴς κακόν τι, μηδέν γε προπαθών, ἐποίησε· τῆς δὲ δὴ ἀρχῆς καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ
5πάντες, καὶ οἵ γε ἐν δυνάμει τινὶ ὄντες πολὺ μᾶλλον τῶν ὑποδεε‐

55

.

14

.

7

στέρων, ὀριγνῶνται. τοῦτο γὰρ ἔστι μὲν ἀδίκων ἀνθρώπων καὶ ἥκιστα νοῦν ἐχόντων ποιεῖν, οὐ μὴν ἀλλ’ ἔν τε τῇ φύσει αὐτῶν καθάπερ τι καὶ ἄλλο ἔνεστι, καὶ οὐχ οἷόν τέ ἐστι τὰ τοιαῦτα οὔτε πείθοντα οὔτ’ ἀναγκάζοντα ἐξελέσθαι τινῶν· οὐδεὶς γὰρ οὔτε νόμος

55

.

14

.

8

οὔτε φόβος κρείττων τῶν φύσει πεφυκότων γίγνεται. ταῦτ’ οὖν λογιζόμενος τὰς μὲν τῶν ἄλλων ἁμαρτίας μὴ δυσχέραινε, φυλακὴν δ’ ἀκριβῆ καὶ σεαυτοῦ καὶ τῆς μοναρχίας ποιοῦ, ἵνα αὐτὴν μὴ ἐκ τοῦ σφόδρα κολάζειν τινὰς ἀλλ’ ἐκ τοῦ σφόδρα φυλάσσειν ἀσφαλῶς

55

.

15

.

1

ἔχωμεν.” πρὸς οὖν ταῦτα ὁ Αὔγουστος “ἀλλ’ οἶδα μὲν καὶ ἐγώ, ὦ γύναι, ὅτι οὔτ’ ἄλλο τι τῶν μεγάλων ἔξω φθόνου καὶ ἐπιβουλῆς

55

.

15

.

2

καθέστηκεν, ἥκιστα δὲ αὐταρχία· καὶ γὰρ ἂν καὶ ἰσόθεοι ἦμεν, εἰ μὴ καὶ πράγματα καὶ φροντίδας καὶ φόβους ὑπὲρ πάντας τοὺς ἰδιωτεύοντας εἴχομεν. ἐμὲ δὲ δὴ καὶ αὐτὸ τοῦτο λυπεῖ, ὅτι καὶ ἀναγκαῖόν ἐστι ταῦθ’ οὕτως γίγνεσθαι, καὶ ἀδύνατον θεραπείαν τινὰ

55

.

15

.

3

αὐτῶν εὑρεθῆναι.” “ἀλλ’ ἐπειδή γέ τινες τοιοῦτοί εἰσιν οἷοι πάν‐
τως ἀδικεῖν ἐθέλειν” εἶπεν ἡ Λιουία, “ἡμεῖς γε αὐτοὺς φυλαττώμεθα. ἔχομεν δὲ καὶ στρατιώτας πολλούς, ὧν οἱ μὲν πρὸς τοὺς πολεμίους ἀντιτεταγμένοι οἱ δὲ καὶ περὶ σὲ ὄντες φρουροῦσιν ἡμᾶς, καὶ θε‐
5ραπείαν πολλήν, ὥστε καὶ οἴκοι καὶ ἔξω δι’ αὐτοὺς ἀσφαλῶς ζῆν.”

55

.

15

.

4

ὑπολαβὼν οὖν ὁ Αὔγουστος “ὅτι μὲν πολλοὶ πολλάκις καὶ ὑπ’ αὐ‐ τῶν τῶν συνόντων ἐφθάρησαν, οὐδέν” ἔφη “δέομαι λέγειν. πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἐν ταῖς μοναρχίαις χαλεπώτατόν ἐστιν, ὅτι μὴ μόνον τοὺς πολεμίους, ὥσπερ οἱ ἄλλοι, ἀλλὰ καὶ τοὺς φιλίους

55

.

15

.

5

φοβούμεθα. καὶ πολύ γε πλείους ὑπὸ τῶν τοιούτων, ἅτε καὶ ἀεί, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, καὶ γυμνουμένοις σφίσι καὶ καθεύ‐ δουσι σιτία τε καὶ ποτὰ ὑπ’ αὐτῶν παρεσκευασμένα λαμβάνουσι συγγιγνομένων, ἐπεβουλεύθησαν ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων· τά
5τε γὰρ ἄλλα, καὶ πρὸς μὲν ἐκείνους ἔστι τούτους ἀντιτάξαι, πρὸς

55

.

15

.

6

δὲ τούτους αὐτοὺς οὐκ ἔστιν ἄλλῳ τινὶ συμμάχῳ χρήσασθαι. ὥσθ’ ἡμῖν διὰ πάντων δεινὸν μὲν τὴν ἐρημίαν δεινὸν δὲ καὶ τὸ πλῆθος, καὶ φοβερὸν μὲν τὴν ἀφυλαξίαν φοβερωτάτους δὲ αὐτοὺς τοὺς φύλακας, καὶ χαλεποὺς μὲν τοὺς ἐχθροὺς χαλεπωτέρους δὲ τοὺς
5φίλους εἶναι· φίλους γὰρ ἀνάγκη πάντας σφᾶς, κἂν μὴ ὦσι, κα‐

55

.

15

.

7

λεῖσθαι. εἰ δ’ οὖν τις καὶ χρηστῶν αὐτῶν τύχοι, ἀλλ’ οὔτι γε οὕτω πιστεύσειεν ἄν σφισιν ὥστε καὶ καθαρᾷ καὶ ἀφροντίστῳ καὶ ἀνυπόπτῳ τῇ ψυχῇ προσομιλεῖν. τοῦτό τε οὖν καὶ τὸ τοὺς ἄλλους τοὺς ἐπιβουλεύοντας ἀναγκαῖον εἶναι ἀμύνεσθαι πάνδεινόν ἐστιν. τὸ
5γάρ τοι τιμωρεῖσθαί τε καὶ κολάζειν ἀεί τινας ἀναγκάζεσθαι μεγά‐

55

.

16

.

1

λην ἀχθηδόνα τοῖς γε ἀγαθοῖς ἀνδράσι φέρει.” “ἀλλ’ ὀρθῶς γε λέγεις” ἀπεκρίνατο ἡ Λιουία, “καί σοι γνώμην δοῦναι ἔχω, ἄν γε καὶ προσδέξασθαι αὐτὴν ἐθελήσῃς, καὶ μὴ διαμέμψῃ ὅτι γυνὴ οὖσα τολμῶ σοι συμβουλεῦσαί τι οἷον οὐδ’ ἂν εἷς ἄλλος οὐδὲ τῶν πάνυ
5φίλων παραινέσειεν, οὐχ ὅτι οὐκ ἴσασιν αὐτό, ἀλλ’ ὅτι οὐ θαρσοῦσιν

55

.

16

.

2

εἰπεῖν.” “λέγ’” ἦ δ’ ὃς ὁ Αὔγουστος “ὅ τι δή ποτε τοῦτό ἐστιν.” ἡ οὖν Λιουία “φράσω” ἔφη “μηδὲν κατοκνήσασα, ἅτε καὶ τὰ ἀγαθὰ
καὶ τὰ κακὰ ἐκ τοῦ ἴσου σοι ἔχουσα, καὶ σωζομένου μέν σου καὶ αὐτὴ τὸ μέρος ἄρχουσα, δεινὸν δέ τι παθόντος, ὃ μὴ γένοιτο, συν‐

55

.

16

.

3

απολουμένη. εἰ γάρ τοι ἥ τε φύσις ἡ ἀνθρωπίνη πάντως τι ἁμαρ‐ τάνειν τινὰς ἀναπείθει, καὶ ἀμήχανόν ἐστιν αὐτὴν πρᾶξαί τι ὡρ‐ μημένην ἐπισχεῖν, καὶ ἤδη γε καὶ αὐτὰ τὰ δοκοῦντά τισιν ἀγαθὰ εἶναι, ἵνα μὴ τὰς τῶν πολλῶν κακίας εἴπω, καὶ πάνυ συχνοὺς ἀδικεῖν
5ἐπαίρει (καὶ γὰρ γένους αὔχημα καὶ πλούτου φρόνημα τιμῆς τε μέγεθος καὶ ἐπ’ ἀνδρείᾳ θράσος ἐξουσίας τε ὄγκος πολλοὺς ἐξοκέλ‐

55

.

16

.

4

λειν ποιεῖ), καὶ μήτε τὸ γενναῖον δυσγενὲς μήτε τὸ ἀνδρεῖον δειλὸν μήτε τὸ ἔμφρον ἄνουν ἔστι ποιῆσαι (ἀδύνατον γάρ), μήτ’ αὖ τὰς περιουσίας τινῶν περικόπτειν ἢ τὰς φιλοτιμίας ταπεινοῦν μηδέν γε πλημμελούντων χρή (ἄδικον γάρ), τό τ’ ἀμυνόμενον ἢ καὶ προ‐
5καταλαμβάνοντά τινας καὶ ἀνιᾶσθαι καὶ κακοδοξεῖν ἀναγκαῖον ἐστί,

55

.

16

.

5

φέρε μεταβαλώμεθα καί τινος αὐτῶν φεισώμεθα. καὶ γάρ μοι δοκεῖ πολλῷ πλείω φιλανθρωπίᾳ ἤ τινι ὠμότητι κατορθοῦσθαι. τοὺς μὲν γὰρ συγγνώμονας οὐ μόνον οἱ ἐλεηθέντες ὑπ’ αὐτῶν φι‐ λοῦσιν, ὥστε καὶ ἀμείβεσθαί σφας σπουδάζειν, ἀλλὰ καὶ οἱ ἄλλοι
5πάντες καὶ αἰδοῦνται καὶ σέβουσιν, ὥστε μὴ εὐτολμεῖν αὐτοὺς ἀδι‐

55

.

16

.

6

κεῖν· τοὺς δ’ ἀπαραιτήτοις ὀργαῖς χρωμένους οὐκ ἐκεῖνοι μόνοι οἵ τι φοβούμενοι μισοῦσιν, ἀλλὰ καὶ οἱ λοιποὶ πάντες δυσχεραίνουσι, καὶ ἐκ τούτου καὶ ἐπιβουλεύουσιν αὐτοῖς, ἵνα μὴ προαπόλωνται.

55

.

17

.

1

ἢ οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἰατροὶ τὰς μὲν τομὰς καὶ τὰς καύσεις σπα‐ νιώτατά τισι προσφέρουσιν, ἵνα μὴ ἐξαγριαίνωσιν αὐτῶν τὰ νοσή‐ ματα, τοῖς δὲ αἰονήμασι καὶ τοῖς ἠπίοις φαρμάκοις τὰ πλείω μαλ‐ θάσσοντες θεραπεύουσι; μὴ γάρ, ὅτι ἐκεῖνα μὲν τῶν σωμάτων ταῦτα
5δὲ τῶν ψυχῶν παθήματά ἐστι, διαφέρειν τι νομίσῃς αὐτὰ ἀλλήλων.

55

.

17

.

2

πάμπολλα γὰρ ὅμοια τρόπον τινὰ καὶ ταῖς γνώμαις τῶν ἀνθρώπων, κἂν τὰ μάλιστα ἀσώματοι ὦσιν, καὶ τοῖς σώμασι συμβαίνει· συ‐ στέλλονταί τε γὰρ ὑπὸ φόβου καὶ ἐξοιδοῦσιν ὑπὸ θυμοῦ, λύπη τέ
τινας κολούει καὶ θάρσος ὀγκοῖ, ὥστ’ ὀλίγον σφόδρα τὸ παραλλάττον
5αὐτῶν εἶναι, καὶ διὰ τοῦτο καὶ παραπλησίων ἰαμάτων αὐτὰ δεῖ‐

55

.

17

.

3

σθαι. λόγος τε γὰρ ἤπιός τῳ λεχθεὶς πᾶν τὸ ἀγριαῖνον αὐτοῦ χαλᾷ, καθάπερ τραχὺς ἕτερος καὶ τὸ ἀνειμένον ὀργίζει· καὶ συγγνώμη δοθεῖσα καὶ τὸν πάνυ θρασὺν διαχεῖ, καθάπερ ἡ τιμωρία καὶ τὸν πάνυ πρᾷον χαλεπαίνει. αἱ μὲν γὰρ βίαιοι πράξεις ἀεὶ πάντας,
5κἂν δικαιόταται ὦσι, παροξύνουσιν, αἱ δὲ ἐπιεικεῖς ἡμεροῦσι. καὶ

55

.

17

.

4

διὰ τοῦτο πεισθεὶς ἄν τις ῥᾷον καὶ τὰ δεινότατα ἑκὼν ἢ βιασθεὶς ὑπομείνειεν. καὶ οὕτω γε φύσει τινὶ ἀναγκαίᾳ ἑκάτερον αὐτῶν χρῆ‐ ται, ὥστε καὶ τῶν ἀλόγων ζῴων τῶν μηδένα νοῦν ἐχόντων πολλὰ μὲν καὶ τῶν ἰσχυροτάτων καὶ ἀγριωτάτων θωπείαις τέ τισι τιθασεύεται
5καὶ δελεάσμασι χειροῦται, πολλὰ δὲ καὶ τῶν δειλοτάτων καὶ ἀσθε‐ νεστάτων λυπήμασί τε καὶ φόβοις καὶ ἐκταράττεται καὶ παροξύνεται.

55

.

18

.

1

καὶ οὐ λέγω τοῦτο ὅτι δεῖ πάντων ἁπλῶς τῶν ἀδικούντων φείδεσθαι, ἀλλ’ ὅτι τὸν μὲν ἴτην καὶ πολυπράγμονα καὶ κακοήθη καὶ κακόβουλον καὶ ἀνηκέστῳ τινὶ καὶ διαρκεῖ πονηρίᾳ συνόντα ἐκκόπτειν ὥσπερ

55

.

18

.

2

που καὶ τὰ πάνυ ἀνίατα μέρη τῶν σωμάτων, τῶν δὲ δὴ ἄλλων ὅσοι τι νεότητι ἢ ἀμαθίᾳ ἢ ἀγνοίᾳ ἢ καὶ ἑτέρᾳ τινὶ συντυχίᾳ οἱ μὲν ἑκόντες οἱ δὲ καὶ ἄκοντες ἁμαρτάνουσιν, τοὺς μὲν λόγοις νουθε‐ τεῖν, τοὺς δὲ ἀπειλαῖς σωφρονίζειν, τοὺς δὲ καὶ ἕτερόν τινα τρό‐
5πον μετρίως πως μεταχειρίζεσθαι, καθάπερ καὶ ἐπὶ τῶν τἆλλα .............. τοὺς μὲν μείζοσι τοὺς δὲ ἐλάττοσι πάντες

55

.

18

.

3

κολάζουσιν. ὥστε καὶ τὰ κατὰ τούτους ἀκινδύνως μετριάζειν ἔξεστί σοι, τοὺς μὲν φυγῇ τοὺς δὲ ἀτιμίᾳ τοὺς δὲ χρήμασι ζημιοῦντι, ἑτέρους ἐς χωρία ἑτέρους ἐς πόλεις τινὰς κατατιθεμένῳ. καὶ ἤδη γέ τινες καὶ ὑπὸ τοῦ μὴ τυχεῖν ὧν ἤλπιζον καὶ ὑπὸ τοῦ διαμαρ‐

55

.

18

.

4

τεῖν ὧν ἐφίεντο ἐσωφρονίσθησαν. ἕδραι τε ἄτιμοι καὶ στάσεις ἐπονείδιστοι τό τε προλυπηθῆναι καὶ τὸ προφοβηθῆναι συχνοὺς βελτίους ἐποίησε· καίτοι καὶ ἀποθανεῖν ἕλοιτ’ ἄν τις εὖ τε γε‐ γονὼς καὶ ἀνδρεῖος ὢν ἢ τοιοῦτό τι παθεῖν. ἐξ οὖν τούτων ἐκείνοις
5μὲν οὐδὲν ῥᾴων ἡ τιμωρία, ἀλλὰ καὶ χαλεπωτέρα γίγνοιτ’ ἄν, ἡμῖν δὲ δὴ τὸ μήτε τινὰ ἐπηγορίαν ἔχειν καὶ ἀσφαλῶς ζῆν ὑπάρξειεν.

55

.

18

.

5

ὡς νῦν γε 〈πολλοὺς μὲν〉 ...... πολλοὺς δὲ ἐπιθυμίᾳ χρημάτων, ἄλλους ἀνδρείας φόβῳ καὶ μάλα ἄλλους ἀρετῆς τινος φθόνῳ κτεί‐ νειν δοκοῦμεν. οὐδεὶς γὰρ ῥᾳδίως πιστεύει ὅτι τις ἔν τε ἐξου‐ σίᾳ καὶ ἐν δυνάμει τοσαύτῃ ὢν ὑπ’ ἰδιώτου τινὸς ἀόπλου ἐπιβου‐
5λευθῆναι δύναται, ἀλλ’ οἱ μὲν ταῦτα λογοποιοῦσιν, οἱ δὲ ὅτι ψευδῆ πολλὰ ἀκούομεν καὶ πολλοῖς μάτην ὡς καὶ ἀληθέσι προσέχομεν.

55

.

18

.

6

τοὺς γάρ τοι διοπτεύοντάς τε καὶ ὠτακουστοῦντας τὰ τοιαῦτα, τοὺς μὲν ἔχθρᾳ τοὺς δὲ ὀργῇ, ἄλλους ἀργύριον παρὰ τῶν ἐχθρῶν αὐτῶν λαβόντας, ἄλλους παρ’ αὐτῶν ἐκείνων μὴ λαβόντας, πολλὰ καὶ ψευδῆ σκευωρεῖσθαί φασιν, οὐ μόνον ὅτι τι δεινὸν ἔπραξάν
5τινες ἢ καὶ ποιήσειν μέλλουσι λέγοντας, ἀλλὰ καὶ ὅτι ὁ μὲν ἐφθέγ‐ ξατο τοιόνδε τι, ὁ δὲ ἀκούσας ἐσιώπησεν, ἄλλος ἐγέλασεν, ἄλλος

55

.

19

.

1

ἐδάκρυσεν. μυρία ἂν τοιουτότροπα εἰπεῖν ἔχοιμι, ἃ εἰ καὶ τὰ μά‐ λιστα ἀληθῆ εἴη, ἀλλ’ οὔτι γε καὶ προσήκοντά ἐστιν οὔτε πολυ‐ πραγμονεῖσθαι παρ’ ἐλευθέροις ἀνθρώποις οὔτε σοὶ διαγγέλλεσθαι. λαθόντα μὲν γὰρ τὰ τοιαῦτα οὐδὲν ἄν σε βλάψειεν, ἀκουσθέντα

55

.

19

.

2

δὲ παροξύνειε καὶ ἄκοντα. ὅπερ ἥκιστα χρὴ ἄλλως τε καὶ ἄρχοντί τινων συμβαίνειν. συχνοὺς γοῦν ἐκ τούτου, τοὺς μὲν ἀκρίτους τοὺς δὲ καὶ ἐσκευωρημένῃ τινὶ καταγνώσει δικαστηρίου, ἀδίκως ἀπόλ‐ λυσθαι πολλοὶ νομίζουσιν· οὔτε γὰρ τὰς μαρτυρίας οὔτε τὰς βα‐
5σάνους οὔτ’ ἄλλο τι τῶν τοιούτων ὡς καὶ ἀληθὲς ὂν κατ’ αὐτῶν

55

.

19

.

3

προσίενται. ταῦτα γὰρ οὕτως, εἰ καὶ μὴ δικαίως ἔστιν ἃ αὐτῶν, ἀλλ’ ἐπὶ πάντων γε 〈ὡσ〉 εἰπεῖν τῶν οὕτω θανατουμένων θρυλεῖται. καὶ δεῖ σε, ὦ Αὔγουστε, μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ μηδὲ δοκεῖν.
ἰδιώτῃ μὲν γὰρ ἀρκεῖ μηδὲν πλημμελεῖν, ἄρχοντι δὲ δὴ προσήκει

55

.

19

.

4

μηδὲ δόκησίν τινα αὐτοῦ λαμβάνειν. ἀνθρώπων γάρ, ἀλλ’ οὐ θη‐ ρίων ἡγεμονεύεις· καὶ μόνως ἂν οὕτως εὐνοεῖν σοι αὐτοὺς ἀληθῶς ποιήσειας, ἂν πανταχόθεν σφᾶς καὶ διὰ πάντων ὁμοίως πείσῃς ὅτι μήτε ἑκών τινα μήτε ἄκων ἀδικήσεις. φοβεῖσθαι μὲν γάρ τινα

55

.

19

.

5

ἀναγκασθῆναί τις δύναται, φιλεῖν δὲ πεισθῆναι ὀφείλει. πείθεται δὲ ἐξ ὧν ἂν αὐτός τε εὖ πάθῃ καὶ ἑτέρους εὐεργετουμένους ἴδῃ. ὁ δ’ ὑποτοπήσας μὴ δικαίως τινὰ ἀπολωλέναι καὶ φοβεῖται μή ποτέ τι ὅμοιον πάθῃ καὶ μισεῖν τὸν δράσαντα αὐτὸ ἀναγκάζεται.
5τὸ δὲ δὴ μισεῖσθαι ὑπὸ τῶν ἀρχομένων, πρὸς τῷ μηδ’ ἄλλως κα‐

55

.

19

.

6

λῶς ἔχειν, ἀλυσιτελέστατόν ἐστι. καὶ γὰρ καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὲν ἄλλοις ἀναγκαῖον εἶναι πάντας τοὺς καὶ ὁτιοῦν ἀδικήσαντάς σφας ἀμύνεσθαι, ἵνα μήτε καταφρονῶνται μήτε ἐκ τούτου πλεο‐ νεκτῶνται, τοὺς δ’ ἄρχοντας τοῖς μὲν τὸ κοινὸν ἀδικοῦσιν ἐπεξιέναι
5χρῆναι, τοὺς δ’ ἰδίᾳ τι ἐς αὐτοὺς πλημμελεῖν δοκοῦντας φέρειν· μήτε γὰρ ἐκ καταφρονήσεως μήτ’ ἐξ ἐπιδρομῆς ἀδικηθῆναί σφας

55

.

20

.

1

δύνασθαι διὰ τὸ πολλὰ τὰ προφυλάσσοντα αὐτοὺς εἶναι. ὥστε ἔγωγε ταῦτά τε ἀκούουσα καὶ πρὸς ταῦτα ἀποβλέπουσα κινδυνεύω καὶ παντελῶς ἀπειπεῖν σοι μηδένα διὰ τοιοῦτό τι ἀποκτιννύναι.

55

.

20

.

2

αἵ τε γὰρ προστασίαι ἐπί τε τῇ τῶν ἀρχομένων σωτηρίᾳ καθί‐ στανται, ὅπως μηδὲν μήθ’ ὑπ’ ἀλλήλων μήθ’ ὑπὸ τῶν ἀλλοφύλων βλάπτωνται, οὐ μὰ Δία οὐχ ὅπως ὑπ’ αὐτῶν ἐκείνων τι λυπῶνται· καὶ εὐκλεέστατόν ἐστιν οὐ τὸ πολλοὺς τῶν πολιτῶν ἀπολλύναι, ἀλλὰ

55

.

20

.

3

τὸ πάντας, ἂν οἷόν τε ᾖ, σώζειν δύνασθαι. παιδεύειν μὲν γὰρ αὐ‐ τοὺς καὶ νόμοις καὶ εὐεργεσίαις καὶ νουθεσίαις δεῖ, ὅπως σωφρονῶσι, καὶ προσέτι καὶ τηρεῖν καὶ φυλάττειν, ἵνα κἂν ἀδικεῖν ἐθελήσωσι μὴ δυνηθῶσιν· ἂν δὲ δὴ νοσήσῃ τι, θεραπεύειν τε τρόπον τινὰ

55

.

20

.

4

αὐτὸ καὶ ἐπανορθοῦν, ἵνα μὴ παντελῶς φθαρῇ. τό τε γὰρ φέρειν τὰ τῶν πολλῶν ἁμαρτήματα καὶ πάνυ μεγάλης καὶ φρονήσεως καὶ δυνάμεως ἔργον ἐστίν· ἄν τέ τις πάντα ἁπλῶς τὰ τοιαῦτα κατὰ τὴν ἀξίαν κολάζῃ, λήσει τοὺς πλείους τῶν ἀνθρώπων ἀπολέσας.

55

.

20

.

5

ὅθεν καὶ διὰ ταῦτά σοι γνώμην δίδωμι θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτούς, ὥστε μηδὲν ἔτι δεινὸν
δρᾶσαι, σωφρονίζειν. τί γὰρ ἂν ἀδικήσειέ τις ἐς νῆσον κατακλει‐ σθείς, ἢ καὶ ἐν ἀγρῷ πόλει τέ τινι, οὐχ ὅπως ἄνευ πλήθους οἰκετῶν
5ἢ χρημάτων, ἀλλὰ καὶ μετὰ φρουρᾶς ὤν, ἄν γε καὶ τούτου δεήσῃ;

55

.

20

.

6

εἰ μὲν γὰρ ἐγγύς που ἐνταῦθα οἱ πολέμιοι ἦσαν, ἢ καὶ τῆς θα‐ λάσσης ταύτης ἀλλότριόν τι ἦν, ὥστε τινὰ αὐτῶν διαδράντα πρὸς ἐκείνους κακόν τι ἡμᾶς ἐργάσασθαι, πόλεις τέ τινες ἐν τῇ Ἰταλίᾳ ἐχυραὶ καὶ τείχη καὶ ὅπλα ἔχουσαι ὑπῆρχον, ὥστε τινὰ καταλαβόντα

55

.

20

.

7

αὐτὰς φοβερὸν ἡμῖν γενέσθαι, ἕτερος ἂν ἦν λόγος· ἀόπλων δὲ δὴ πάντων τῶν ταύτῃ καὶ ἀτειχίστων ὡς πρὸς πόλεμον ὄντων, καὶ τῶν πολεμίων παμπληθὲς ἀπ’ αὐτῶν ἀφεστηκότων (πολλὴ μὲν γὰρ θάλασσα πολλὴ δὲ καὶ γῆ, καὶ ὄρη καὶ ποταμοὺς δυσδιαβάτους

55

.

20

.

8

ἔχουσα, διὰ μέσου ἐστί), τί ἄν τις φοβηθείη τὸν δεῖνα ἢ τὸν δεῖνα, γυμνούς, ἰδιωτεύοντας, ἐνταῦθά που ἐν μέσῃ τῇ σῇ ἀρχῇ ὄντας καὶ ἐντὸς τῶν σῶν ὅπλων κατακεκλειμένους; ἐγὼ μὲν γὰρ οὔτ’ ἂν ἐννοῆσαί τινα τοιοῦτον οὐδέν, οὔτ’ ἄν, 〈εἰ〉 καὶ τὰ μάλιστα μανείη

55

.

21

.

1

τις, δύνασθαί γέ τι πρᾶξαι νομίζω. πεῖραν οὖν ἀπ’ αὐτῶν τούτων ἀρξάμενοι ποιησώμεθα. τάχα γὰρ ἂν καὶ αὐτοὶ μεταβάλοιντο καὶ τοὺς ἄλλους ἀμείνους ποιήσειαν· καὶ γὰρ ὁρᾷς ὅτι καὶ ὁ Κορνήλιος καὶ εὐγενὴς καὶ ὀνομαστός ἐστι. δεῖ δέ που καὶ ταῦτα ἀνθρωπίνως

55

.

21

.

2

ἐκλογίζεσθαι. οὐ πάντα τοι τὸ ξίφος διαπράττεται (μέγα γὰρ ἦν ἂν ἀγαθόν, εἰ σωφρονίζειν τέ τινας καὶ πείθειν ἢ καὶ καταναγκάζειν φιλεῖν τινὰ ἀληθῶς ἐδύνατο), ἀλλὰ τὸ μὲν σῶμά τινος φθείρειεν ἄν, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριώσειεν· οὐ γὰρ ἐξ ὧν ἂν
5ἕτεροι τιμωρηθῶσι, προσφιλέστεροί τινι, ἀλλ’ ἐξ ὧν ἂν αὐτοὶ φο‐

55

.

21

.

3

βηθῶσιν, ἐχθίους γίγνονται. καὶ ταῦτα μὲν οὕτως ἔχει, οἱ δὲ δὴ συγγνώμης τινὸς τυχόντες καὶ μετανοοῦσιν, αἰσχυνόμενοι αὖθίς τι τοὺς εὐεργέτας ἀδικῆσαι, καὶ πολλὰ αὐτοῖς ἀνθυπουργοῦσιν, ἐλπί‐ ζοντες πλείω ἀντ’ εὖ πείσεσθαι· ὑφ’ οὗ γὰρ ἄν τις ἀδικηθέντος τι
5σωθῇ, τοῦτον εὖ παθόντα οὐδὲν ὅ τι οὐκ εὐεργετήσειν ἑαυτὸν ἡγεῖ‐

55

.

21

.

4

ται. πείσθητι οὖν μοι, φίλτατε, καὶ μεταβαλοῦ. οὕτω μὲν γὰρ καὶ τἆλλα τὰ δυσχερῆ πάντα ἀνάγκῃ πεποιηκέναι δόξεις· οὐ γὰρ ἔστι πόλιν τηλικαύτην ἐκ δημοκρατίας πρὸς μοναρχίαν ἄγοντα ἀναι‐ μωτὶ μεταστῆσαι· ἂν δὲ ἐπὶ τοῖς αὐτοῖς ἐπιμένῃς, καὶ ἐκεῖνα γνώμῃ
5δεδρακέναι νομισθήσῃ.”

55

.

22

.

1

ταῦτα τῆς Λιουίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη τε αὐτῇ, καὶ ἀφῆκε μὲν πάντας τοὺς ὑπαιτίους λόγοις τισὶ νουθετήσας, τὸν

55

.

22

.

2

δὲ δὴ Κορνήλιον καὶ ὕπατον ἀπέδειξε. κἀκ τούτου καὶ ἐκεῖνον καὶ τοὺς λοιποὺς ἀνθρώπους οὕτως ᾠκειώσατο ὥστε μηδένα ἔτ’ αὐτῷ τῶν ἄλλων μήτ’ ὄντως ἐπιβουλεῦσαι μήτε δόξαι· ἡ γὰρ δὴ Λιουία αἰτιωτάτη τῆς σωτηρίας τῷ Κορνηλίῳ γενομένη ἤμελλεν αὐτὴ τὴν

55

.

22

.

3

αἰτίαν τοῦ θανάτου τοῦ Αὐγούστου λήψεσθαι. τότε δ’ οὖν ἐπί τε τοῦ Κορνηλίου καὶ ἐπὶ Οὐαλερίου Μεσσάλου ὑπάτων σεισμοί τε ἐξαίσιοι συνέβησαν, καὶ ὁ Τίβερις τήν τε γέφυραν κατέσυρε καὶ πλωτὴν τὴν πόλιν ἐπὶ ἑπτὰ ἡμέρας ἐποίησε, τοῦ τε ἡλίου τι ἐκλιπὲς

55

.

22

.

4

ἐγένετο, καὶ λιμὸς συνηνέχθη. κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὅ τε Ἀγρίπ‐ πας ἐς ἐφήβους, μηδενὸς τῶν αὐτῶν τοῖς ἀδελφοῖς τυχών, ἐσεγράφη· καὶ τὰς ἱπποδρομίας χωρὶς μὲν οἱ βουλευταὶ χωρὶς δὲ οἱ ἱππῆς

55

.

22

.

5

ἀπὸ τοῦ λοιποῦ πλήθους εἶδον, ὃ καὶ νῦν γίγνεται. ἐπειδή τε οὐ ῥᾳδίως οἱ πάνυ εὐγενεῖς τὰς θυγατέρας ἐς τὴν τῆς Ἑστίας ἱερατείαν ἐπεδίδοσαν, ἐνομοθετήθη καὶ ἐξ ἀπελευθέρων γεγεννημένας ἱερᾶ‐ σθαι. καὶ ὁ μὲν κλῆρος αὐτῶν, ἐπεὶ πλείους ἠμφεσβήτησαν, ἐν
5τῷ συνεδρίῳ παρόντων τῶν πατέρων σφῶν, ὅσοι γε ἵππευον, ἐγέ‐ νετο, οὐ μέντοι καὶ τοιαύτη τις ἀπεδείχθη.

55

.

23

.

1

χαλεπῶς δὲ δὴ τῶν στρατιωτῶν πρὸς τὴν τῶν ἄθλων σμικρό‐ τητα διὰ τοὺς πολέμους τοὺς τότε ἐνεστηκότας οὐχ ἥκιστα ἐχόντων, καὶ μηδενὸς ἔξω τοῦ τεταγμένου τῆς στρατείας σφίσι χρόνου ὅπλα λαβεῖν ἐθέλοντος, ἐψηφίσθη τοῖς μὲν ἐκ τοῦ δορυφορικοῦ πεντα‐
5κισχιλίας δραχμάς, ἐπειδὰν ἑκκαίδεκα ἔτη, τοῖς δὲ ἑτέροις τρισχιλίας,

55

.

23

.

2

ἐπειδὰν εἴκοσι στρατεύσωνται, δίδοσθαι. τρία δὲ δὴ τότε καὶ εἴκοσι στρατόπεδα, ἢ ὥς γε ἕτεροι λέγουσι πέντε καὶ εἴκοσι, πολιτικὰ ἐτρέφετο. νῦν μὲν γὰρ ἐννεακαίδεκα ἐξ αὐτῶν μόνα διαμένει, τό τε δεύτερον τὸ Αὐγούστειον τὸ ἐν Βρεττανίᾳ τῇ ἄνω χειμάζον, καὶ
5τὰ τρία τὰ τρίτα, τό τε ἐν Φοινίκῃ τὸ Γαλατικόν, καὶ τὸ ἐν Ἀρα‐

55

.

23

.

3

βίᾳ τὸ Κυρηναϊκόν, τό τε ἐν Νουμιδίᾳ τὸ Αὐγούστειον· τέταρτον Σκυθικὸν ἐν Συρίᾳ, πέμπτον Μακεδονικὸν ἐν Δακίᾳ, ἕκτα δύο, ὧν τὸ μὲν ἐν Βρεττανίᾳ τῇ κάτω, τὸ τῶν νικητόρων, τὸ δὲ ἐν Ἰουδαίᾳ, τὸ σιδηροῦν, τέτακται· καὶ οἱ ἕβδομοι οἱ ἐν τῇ Μυσίᾳ
5τῇ ἄνω, οἳ καὶ τὰ μάλιστα Κλαυδίειοι ὠνομάδαται, οἵ τε ὄγδοοι

55

.

23

.

4

Αὐγούστειοι, ἐν τῇ Γερμανίᾳ τῇ ἄνω ὄντες· καὶ οἱ δέκατοι ἑκά‐ τεροι, οἵ τε ἐν Παννονίᾳ τῇ ἄνω οἱ δίδυμοι, καὶ οἱ ἐν Ἰουδαίᾳ· τό τε ἑνδέκατον τὸ ἐν Μυσίᾳ τῇ κάτω, τὸ Κλαυδίειον· οὕτω γὰρ τὰ δύο στρατόπεδα ἀπὸ τοῦ Κλαυδίου ἐπεκλήθη, ὅτι αὐτῷ ἐν τῇ

55

.

23

.

5

τοῦ Καμίλλου ἐπαναστάσει μὴ ἀντεπολέμησε· καὶ τὸ δωδέκατον τὸ ἐν Καππαδοκίᾳ τὸ κεραυνοφόρον, τό τε τρίτον καὶ δέκατον τὸ ἐν Δακίᾳ τὸ δίδυμον, καὶ τὸ τέταρτον καὶ δέκατον τὸ ἐν Παννονίᾳ τῇ ἄνω τὸ δίδυμον, τό τε πεντεκαιδέκατον τὸ Ἀπολλώνειον τὸ ἐν

55

.

23

.

6

Καππαδοκίᾳ· καὶ οἱ εἰκοστοὶ οἱ καὶ Οὐαλερίειοι καὶ νικήτορες ὠνο‐ μασμένοι καὶ ἐν Βρεττανίᾳ τῇ ἄνω ὄντες· οὕστινας ὁ Αὔγουστος, ἐμοὶ δοκεῖν, μετὰ τῶν τήν τε τοῦ 〈δευτέρου καὶ〉 εἰκοστοῦ ἐπω‐ νυμίαν ἐχόντων καὶ 〈ἐν〉 τῇ Γερμανίᾳ τῇ ἄνω χειμαζόντων, εἰ καὶ
5τὰ μάλιστα μήθ’ ὑφ’ ἁπάντων Οὐαλερίειοι ἐπεκλήθησαν μήτε νῦν

55

.

23

.

7

ἔτι τῇ προσηγορίᾳ ταύτῃ χρῶνται, παραλαβὼν ἐτήρησε. ταῦτ’ ἐκ τῶν Αὐγουστείων στρατοπέδων σώζεται· τὰ γὰρ δὴ λοιπὰ τὰ μὲν παντελῶς διελύθη, τὰ δὲ καὶ ἑτέροις τισὶν ὑπό τε αὐτοῦ ἐκείνου καὶ ὑπ’ ἄλλων αὐτοκρατόρων ἀνεμίχθη, ἀφ’ οὗπερ καὶ δίδυμα
5ὠνομασμένα νενόμισται.

55

.

24

.

1

ἐπειδὴ δὲ ἅπαξ ἐς τὸν περὶ τῶν στρατοπέδων λόγον προήχθην, καὶ τἆλλα τὰ νῦν ὄντα, ὥς που πρὸς τῶν μετὰ ταῦτα αὐταρχη‐ σάντων κατελέχθη, φράσω, ἵν’ ἑνὶ χωρίῳ πάντα γεγραμμένα ῥᾳδίως

55

.

24

.

2

τὸν βουλόμενόν τι περὶ αὐτῶν μαθεῖν διδάσκῃ. ὅ τε γὰρ Νέρων τὸ πρῶτον τὸ καὶ Ἰταλικὸν ὀνομαζόμενον καὶ ἐν τῇ κάτω Μυσίᾳ χειμάζον, καὶ ὁ Γάλβας τό τε πρῶτον τὸ ἐπικουρικὸν τὸ ἐν τῇ

55

.

24

.

3

Παννονίᾳ τῇ κάτω καὶ τὸ ἕβδομον τὸ δίδυμον τὸ ἐν Ἰβηρίᾳ συνέ‐ ταξαν, Οὐεσπασιανὸς τό τε δεύτερον τὸ ἐπικουρικὸν τὸ ἐν Παν‐ νονίᾳ τῇ κάτω καὶ τὸ τέταρτον τὸ Φλαουίειον τὸ ἐν Μυσίᾳ τῇ ἄνω, τό τε ἑκκαιδέκατον τὸ Φλαουίειον τὸ ἐν Συρίᾳ, Δομιτιανὸς
5τὸ πρῶτον τὸ Ἀθηναῖον τὸ ἐν Γερμανίᾳ τῇ κάτω, Τραϊανὸς τὸ

55

.

24

.

4

δεύτερον τὸ Αἰγύπτιον καὶ τὸ τριακοστὸν τὸ Γερμανικόν, ἃ καὶ ἀφ’ ἑαυτοῦ ἐπωνόμασεν, Ἀντωνῖνος ὁ Μᾶρκος τό τε δεύτερον τὸ ἐν Νωρίκῳ καὶ τὸ τρίτον τὸ ἐν Ῥαιτίᾳ, ἃ καὶ Ἰταλικὰ κέκληται, Σεουῆρος τὰ Παρθικά, τό τε πρῶτον καὶ τὸ τρίτον τὰ ἐν Μεσο‐
5ποταμίᾳ, καὶ τὸ διὰ μέσου τὸ δεύτερον τὸ ἐν τῇ Ἰταλίᾳ.

55

.

24

.

5

νῦν μὲν δὴ τοσαῦτα τείχη τῶν ἐκ τοῦ καταλόγου στρατευομέ‐ νων ἔξω τοῦ τε ἀστικοῦ καὶ τοῦ δορυφορικοῦ ἔστι, τότε δὲ ἐπὶ τοῦ Αὐγούστου ταῦτά τε, εἴτ’ οὖν τρία εἴτε πέντε καὶ εἴκοσιν ὄντα, ἐτρέφετο, καὶ συμμαχικὰ καὶ πεζῶν καὶ ἱππέων καὶ ναυτῶν ὁσα‐

55

.

24

.

6

δήποτε ἦν· οὐ γὰρ ἔχω τὸ ἀκριβὲς εἰπεῖν· οἵ τε σωματοφύλακες μύριοι ὄντες καὶ δεκαχῇ τεταγμένοι, καὶ οἱ τῆς πόλεως φρουροὶ

55

.

24

.

7

ἑξακισχίλιοί τε ὄντες καὶ τετραχῇ νενεμημένοι· ξένοι τε ἱππῆς ἐπί‐ λεκτοι, οἷς τὸ τῶν Βατάουων ἀπὸ τῆς Βατάουας τῆς ἐν τῷ Ῥήνῳ

55

.

24

.

8

νήσου ὄνομα, ὅτι δὴ κράτιστοι ἱππεύειν εἰσί, κεῖται· οὐ μέντοι ἀριθμὸν αὐτῶν ἀκριβῆ, ὥσπερ οὐδὲ τῶν ἀνακλήτων, εἰπεῖν δύναμαι. καὶ γὰρ τούτους ἤρξατο μὲν νομίζειν ἀφ’ οὗ τοὺς συστρατευσαμέ‐ νους τῷ πατρὶ πρὸς τὰ ὅπλα αὖθις ἐπὶ τὸν Ἀντώνιον ἀνεκάλεσεν,
5ἐτήρησε δέ· καὶ εἰσὶ καὶ νῦν σύστημα ἴδιον, ῥάβδους φέροντες ὥσπερ οἱ ἑκατόνταρχοι.

55

.

24

.

9

δι’ οὖν ταῦτ’ ἀπορῶν χρημάτων, γνώμην ἐς τὴν βουλὴν ἐσή‐ νεγκε πόρον τινὰ διαρκῆ καὶ ἀείνων ἀποδειχθῆναι, ὅπως μηδενὸς ἔξωθεν μηδὲν λυπουμένου ἀφθόνως ἐκ τῶν τεταγμένων καὶ τὴν τροφὴν καὶ τὰ γέρα λαμβάνωσι. καὶ ὁ μὲν ἐζητεῖτο, ἐπειδή τε
5μηδεὶς ἀγορανομῆσαι ἑκὼν ἤθελεν, ἠναγκάσθησαν ἔκ τε τῶν τετα‐ μιευκότων καὶ ἐκ τῶν δεδημαρχηκότων κλήρῳ τινὲς αὐτὸ ποιῆσαι,

55

.

25

.

1

καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο· μετὰ δὲ ταῦτα ἐπί τε Αἰ‐
μιλίου Λεπίδου καὶ ἐπὶ Λουκίου Ἀρρουντίου ὑπάτων, ἐπειδὴ μηδεὶς πόρος ἀρέσκων τισὶν εὑρίσκετο, ἀλλὰ καὶ πάνυ πάντες ὅτι καὶ ἐζη‐

55

.

25

.

2

τεῖτο ἐβαρύνοντο, ἐσήνεγκεν ὁ Αὔγουστος χρήματα καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ Τιβερίου ἐς τὸ ταμιεῖον, ὃ καὶ στρατιωτικὸν ἐπωνό‐ μασε, καὶ τρισὶ τῶν ἐστρατηγηκότων τοῖς λαχοῦσιν ἐπὶ τρία ἔτη διοικεῖν προσέταξε, ῥαβδούχοις τ’ ἀνὰ δύο καὶ τῇ ἄλλῃ ὑπηρεσίᾳ

55

.

25

.

3

τῇ προσηκούσῃ χρωμένοις. καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη κατὰ δια‐ δοχὴν ἐγένετο· νῦν γὰρ καὶ αἱροῦνται πρὸς τοῦ ἀεὶ αὐτοκράτορος καὶ χωρὶς ῥαβδούχων περιίασιν. αὐτός τε οὖν συνεσήνεγκέ τινα, καὶ τοῦτο κατ’ ἔτος πράξειν ὑπέσχετο, καὶ παρὰ βασιλέων δήμων
5τε τινῶν ἐπαγγελίας ἐδέξατο· παρὰ γὰρ τῶν ἰδιωτῶν, καίπερ συχνῶν

55

.

25

.

4

ἐθελοντί, ὥς γε ἔλεγον, ἐπιδιδόντων τι, οὐδὲν ἔλαβεν. ὡς δ’ οὖν ταῦτά τε ἐλάχιστα πρὸς τὸ πλῆθος τῶν ἀναλισκομένων ἦν καὶ ἀθανάτου τινὸς εὐπορίας ἐδεῖτο, προσέταξε τοῖς βουλευταῖς ζητῆσαι πόρους ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἕκαστον, καὶ τούτους ἐς βιβλία γρά‐
5ψαντας δοῦναί οἱ διασκέψασθαι, οὐχ ὅτι οὐκ ἐπενόει τινά, ἀλλ’

55

.

25

.

5

ὅπως ὅτι μάλιστα αὐτοὺς πείσῃ ὃν ἐβούλετο ἑλέσθαι. ἀμέλει ἄλλων ἄλλα ἐσηγησαμένων ἐκείνων μὲν οὐδὲν ἐδοκίμασε, τὴν δ’ εἰκοστὴν τῶν τε κλήρων καὶ τῶν δωρεῶν, ἃς ἂν οἱ τελευτῶντές τισι πλὴν τῶν πάνυ συγγενῶν ἢ καὶ πενήτων καταλείπωσι, κατεστήσατο, ὡς
5καὶ ἐν τοῖς τοῦ Καίσαρος ὑπομνήμασι τὸ τέλος τοῦτο γεγραμμένον

55

.

25

.

6

εὑρών· ἐσῆκτο μὲν γὰρ καὶ πρότερόν ποτε, καταλυθὲν δὲ μετὰ ταῦτα αὖθις τότε ἐπανήχθη. τὰς μὲν οὖν προσόδους οὕτως ἐπηύξησε, τὰ δ’ ἀναλώματα διὰ τριῶν ἀνδρῶν ὑπατευκότων, οὓς ὁ κλῆρος ἀπέφηνε, τὰ μὲν συνέστειλε τὰ δὲ καὶ παντάπασι διέγραψε.

55

.

26

.

1

ταῦτά τε οὖν τοὺς Ῥωμαίους ἐλύπει, καὶ προσέτι καὶ λιμὸς ἰσχυρός, ὥσθ’ ὑπ’ αὐτοῦ τούς τε μονομαχοῦντας καὶ τὰ ἀνδράποδα τὰ ὤνια ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἐξωσθῆναι, ἔκ τε τῆς θεραπείας καὶ τὸν Αὔγουστον καὶ τοὺς ἄλλους τὸ πλεῖον
5ἀποπέμψασθαι, καὶ δικῶν ἀνοχὰς γενέσθαι, ἐκδημεῖν τε τοῖς βου‐

55

.

26

.

2

λευταῖς ἔνθα ἂν ἐθελήσωσιν ἐπιτραπῆναι. καὶ ὅπως γ’ ἂν μηδὲν ἐκ τούτου τὰ δόγματα ἐμποδίζηται, κύρια πάντα τὰ γιγνωσκόμενα ὑπὸ τῶν ἀεὶ παρόντων εἶναι ἐκελεύσθη. καὶ προσέτι καὶ ἄνδρες ὑπατευκότες ἐπί τε τοῦ σίτου καὶ ἐπὶ τοῦ ἄρτου κατέστησαν, ὥστε

55

.

26

.

3

τακτὸν ἑκάστῳ πιπράσκεσθαι. ἐπέδωκε μὲν γὰρ καὶ προῖκα ὁ Αὔ‐ γουστος τοῖς σιτοδοτουμένοις τοσοῦτον ἕτερον ὅσον ἀεὶ ἐλάμβανον· ὡς δ’ οὐδὲ ἐκεῖνό σφισιν ἐξήρκεσεν, οὐδὲ ἐς τὰ ἑαυτοῦ γενέθλια δημοσίᾳ αὐτοὺς ἑστιαθῆναι εἴασεν.

55

.

26

.

4

ἐπειδή τε ἐν τῷ χρόνῳ τούτῳ πολλὰ τῆς πόλεως πυρὶ διεφθάρη, ἄνδρας τε ἐξελευθέρους ἑπταχῇ πρὸς τὰς ἐπικουρίας αὐτῆς κατε‐ λέξατο, καὶ ἄρχοντα ἱππέα αὐτοῖς προσέταξεν, ὡς καὶ δι’ ὀλίγου

55

.

26

.

5

σφᾶς διαλύσων. οὐ μέντοι καὶ ἐποίησε τοῦτο· καταμαθὼν γὰρ ἐκ τῆς πείρας καὶ χρησιμωτάτην καὶ ἀναγκαιοτάτην τὴν παρ’ αὐτῶν βοήθειαν οὖσαν ἐτήρησεν αὐτούς. καὶ εἰσὶ καὶ νῦν οἱ νυκτοφύλακες οὗτοι ἴδιόν τινα τρόπον οὐκ ἐκ τῶν ἀπελευθέρων ἔτι μόνον ἀλλὰ
5καὶ ἐκ τῶν ἄλλων στρατευόμενοι, καὶ τείχη τε ἐν τῇ πόλει ἔχουσι καὶ μισθὸν ἐκ τοῦ δημοσίου φέρουσιν.

55

.

27

.

1

ὁ δ’ οὖν ὅμιλος, οἷα ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ τέλους τοῖς θ’ ὑπὸ τοῦ πυρὸς ἀπολωλόσι κεκακωμένος, ἤσχαλλε, καὶ πολλὰ μὲν καὶ φανερῶς νεωτεροποιὰ διελάλουν, πλείω δὲ δὴ βιβλία νύ‐

55

.

27

.

2

κτωρ ἐξετίθεσαν. καὶ ταῦτ’ ἐλέγετο μὲν ἐκ παρασκευῆς Πουπλίου τινὸς Ῥούφου γίγνεσθαι, ὑπωπτεύετο δὲ ἐς ἄλλους· ὁ μὲν γὰρ Ῥοῦ‐ φος οὔτε ἐνθυμηθῆναί τι αὐτῶν οὔτε πρᾶξαι ἐδύνατο, ἕτεροι δὲ

55

.

27

.

3

τῷ ἐκείνου ὀνόματι καταχρώμενοι καινοτομεῖν ἐπιστεύοντο. καὶ διὰ τοῦτο ζήτησίς τε αὐτῶν ἐψηφίσθη καὶ μήνυτρα προετέθη· μηνύσεις τε ἐγίγνοντο, καὶ ἡ πόλις καὶ ἐκ τούτων ἐταράττετο, μέχρις οὗ ἥ τε σιτοδεία ἐπαύσατο, καὶ μονομαχίας ἀγῶνες ἐπὶ τῷ Δρούσῳ πρός
5τε τοῦ Γερμανικοῦ τοῦ Καίσαρος καὶ πρὸς Τιβερίου Κλαυδίου

55

.

27

.

4

Νέρωνος, τῶν υἱέων αὐτοῦ, ἐγένοντο. τοῦτό τε γὰρ αὐτοὺς ἐπὶ τῇ τοῦ Δρούσου μνήμῃ παρεμυθήσατο, καὶ ὅτι τὸ Διοσκόρειον ὁ Τιβέριος καθιερώσας οὐ τὸ ἑαυτοῦ μόνον ὄνομα αὐτῷ, Κλαυδιανὸν ἑαυτὸν ἀντὶ τοῦ Κλαυδίου διὰ τὴν ἐς τὸ τοῦ Αὐγούστου γένος

55

.

27

.

5

ἐκποίησιν ὀνομάσας, ἀλλὰ καὶ τὸ ἐκείνου ἐπέγραψε. τά τε γὰρ τῶν πολέμων ἅμα διῴκει, καὶ ἐς τὴν πόλιν, ὁπότε παράσχοι, συν‐ εχῶς ἐσεφοίτα, τὸ μέν τι πραγμάτων τινῶν ἕνεκα, τὸ δὲ δὴ πλεῖ‐ στον φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ παρὰ τὴν ἀπουσίαν
5αὐτοῦ προτιμήσῃ.

55

.

27

.

6

ταῦτά τε ἐν τῷ ἔτει τούτῳ ἐγένετο, καὶ ἐπειδὴ ὁ τῆς Ἀχαΐας ἄρχων μεσούσης που τῆς ἡγεμονίας ἀπέθανε, τῷ τε ταμίᾳ καὶ τῷ παρέδρῳ αὐτοῦ, ὃν πρεσβευτήν, ὥσπερ εἶπον, καλοῦμεν, τῷ μὲν τὰ ἐντὸς τοῦ ἰσθμοῦ τῷ δὲ τὰ λοιπὰ διοικῆσαι προσετάχθη. ὅ
5τε Ἡρώδης ὁ Παλαιστῖνος, αἰτίαν τινὰ ἀπὸ τῶν ἀδελφῶν λαβών, ὑπὲρ τὰς Ἄλπεις ὑπερωρίσθη, καὶ τὸ μέρος τῆς ἀρχῆς αὐτοῦ ἐδημοσιώθη.

55

.

28

.

1

κἀν τοῖς αὐτοῖς τούτοις χρόνοις καὶ πόλεμοι πολλοὶ ἐγένοντο. καὶ γὰρ λῃσταὶ συχνὰ κατέτρεχον, ὥστε τὴν Σαρδὼ μηδ’ ἄρχοντα βουλευτὴν ἔτεσί τισι σχεῖν, ἀλλὰ στρατιώταις τε καὶ στρατιάρχαις

55

.

28

.

2

ἱππεῦσιν ἐπιτραπῆναι· καὶ πόλεις οὐκ ὀλίγαι ἐνεωτέριζον, ὥστε καὶ ἐπὶ δύο ἔτη τοὺς αὐτοὺς ἐν τοῖς τοῦ δήμου ἔθνεσι, καὶ αἱρετούς γε ἀντὶ τῶν κληρωτῶν, ἄρξαι· τὰ γὰρ τοῦ Καίσαρος καὶ ἄλλως ἐπὶ πλείω χρόνον [ἐν] τοῖς αὐτοῖς προσετάττετο. οὐ μέντοι καὶ περὶ
5πάντων αὐτῶν ἀκριβῶς ἐπεξάξω· πολλά τε γὰρ ὡς ἑκάστοις καὶ οὐκ ἀξιόλογα συνηνέχθη, καὶ οὐδὲν ἂν λεπτολογηθέντα ὠφελήσειε.

55

.

28

.

3

τά γε μὴν μνήμης τινὸς ἄξια κεφαλαιώσας, πλὴν τῶν μεγίστων, ἐρῶ. Ἴσαυροί τε γὰρ ἐκ λῃστείας ἀρξάμενοι καὶ ἐς πολέμου δει‐ νότητα προήχθησαν, μέχρις οὗ κατεδαμάσθησαν· καὶ Γαίτουλοι τῷ τε Ἰούβᾳ τῷ βασιλεῖ ἀχθόμενοι, καὶ ἅμα ἀπαξιοῦντες μὴ οὐ καὶ

55

.

28

.

4

αὐτοὶ ὑπὸ τῶν Ῥωμαίων ἄρχεσθαι, ἐπανέστησαν αὐτῷ, καὶ τήν τε πρόσχωρον ἐπόρθησαν καὶ συχνοὺς καὶ τῶν Ῥωμαίων ἐπιστρατεύ‐ σαντάς σφισιν ἀπέκτειναν, τό τε σύμπαν ἐπὶ τοσοῦτον ἐπηυξήθησαν ὥστε Κορνήλιον Κόσσον τὸν κατεργασάμενόν σφας τιμάς τε ἐπι‐

55

.

28

.

5

νικίους καὶ ἐπωνυμίαν ἀπ’ αὐτῶν λαβεῖν. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσαν μὲν καὶ ἄλλοι τινές, ἐστράτευσε δὲ καὶ ὁ Τιβέριος. καὶ μέχρι γε τοῦ ποταμοῦ, πρότερον μὲν τοῦ
Οὐισούργου, μετὰ δὲ τοῦτο καὶ τοῦ Ἀλβίου, προεχώρησεν, οὐ μέντοι

55

.

28

.

6

καὶ ἀξιομνημόνευτόν τι τότε γε ἐπράχθη, καίτοι καὶ αὐτοκράτορος μὴ ὅτι τοῦ Αὐγούστου ἀλλὰ καὶ τοῦ Τιβερίου ἐπ’ αὐτοῖς κληθέντος, καὶ τιμὰς ἐπινικίους Γαΐου Σεντίου τοῦ τῆς Γερμανίας ἄρχοντος λαβόντος, ἐπειδὴ μὴ μόνον ἅπαξ ἀλλὰ καὶ δεύτερον, φοβηθέντες

55

.

28

.

7

αὐτούς, ἐσπείσαντο. αἴτια δὲ τοῦ καίπερ παρασπονδήσασί σφισι δι’ ὀλίγου αὖθις τὴν εἰρήνην δοθῆναι τά τε τῶν Δελματῶν καὶ τὰ τῶν Παννονίων, μειζόνως τε ταραχθέντα καὶ ὀξείας ἐπιστροφῆς

55

.

29

.

1

δεηθέντα, ἐγένετο. ταῖς γὰρ ἐσφοραῖς τῶν χρημάτων οἱ Δελμάται βαρυνόμενοι τὸν μὲν ἔμπροσθε χρόνον καὶ ἄκοντες ἡσύχαζον· ὡς δ’ ὅ τε Τιβέριος ἐπὶ τοὺς Κελτοὺς τὸ δεύτερον ἐστράτευσε, καὶ Οὐαλέριος Μεσσαλῖνος ὁ τότε καὶ τῆς Δελματίας καὶ τῆς Παννονίας
5ἄρχων αὐτός τε σὺν ἐκείνῳ ἐστάλη καὶ τὸ πολὺ τοῦ στρατοῦ συν‐

55

.

29

.

2

εξήγαγε, καί τινα καὶ σφεῖς δύναμιν πέμψαι κελευσθέντες συνῆλθόν τε ἐπὶ τούτῳ καὶ τὴν ἡλικίαν σφῶν ἀνθοῦσαν εἶδον, οὐκέτι διεμέλ‐ λησαν, ἀλλ’ ἐνάγοντος αὐτοὺς ὅτι μάλιστα Βάτωνός τινος Δησιδιά‐ του τὸ μὲν πρῶτον ὀλίγοι τινὲς ἐνεωτέρισαν καὶ τοὺς Ῥωμαίους
5ἐπελθόντας σφίσιν ἔσφηλαν, ἔπειτα δὲ ἐκ τούτου καὶ οἱ ἄλλοι προσ‐

55

.

29

.

3

απέστησαν. καὶ μετὰ τοῦτο καὶ Βρεῦκοι Παννονικὸν ἔθνος, Βάτωνα καὶ αὐτοὶ ἕτερον προστησάμενοι, ἐπί τε τὸ Σίρμιον καὶ ἐπὶ τοὺς ἐν αὐτῷ Ῥωμαίους ὥρμησαν. καὶ ἐκεῖνο μὲν οὐκ ἐξεῖλον (αἰσθόμενος γὰρ τῆς ἐπαναστάσεως αὐτῶν Καικίνας Σεουῆρος ὁ τῆς πλησιοχώρου
5Μυσίας ἄρχων ἐπῆλθέ τε αὐτοῖς διὰ ταχέων περὶ τὸν Δράουον ποταμὸν οὖσι καὶ συμβαλὼν ἐνίκησεν), ἀναμαχέσεσθαι δέ πῃ διὰ βραχέος, ἐπειδὴ καὶ τῶν Ῥωμαίων συχνοὶ ἐπεπτώκεσαν, ἐλπίσαντες

55

.

29

.

4

πρὸς παράκλησιν συμμάχων ἐτράποντο. καὶ οἱ μὲν συνίστων ὅσους ἐδύναντο, ἐν δὲ τούτῳ ὁ Βάτων ὁ Δελμάτης ἐπὶ Σάλωνα στρατεύσας αὐτὸς μὲν λίθῳ χαλεπῶς πληγεὶς οὐδὲν ἔπραξεν, ἑτέρους δέ τινας πέμψας πάντα τὰ παραθαλάσσια μέχρι τῆς Ἀπολλωνίας ἐλυμήνατο,
5καί τινα ἐνταῦθα μάχην δι’ αὐτῶν τοὺς προσμίξαντάς σφισι Ῥω‐

55

.

30

.

1

μαίους, καίπερ ἡττηθείς, ἀντεπεκράτησε. πυθόμενος οὖν ταῦθ’ ὁ Τιβέριος, καὶ φοβηθεὶς μὴ καὶ ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, ἔκ τε τῆς Κελτικῆς ἀνέστρεψε, καὶ τὸν Μεσσαλῖνον προπέμψας αὐτὸς τῷ πλείονι τοῦ στρατοῦ ἐφείπετο. αἰσθόμενος δὲ τῆς προσόδου αὐ‐
5τῶν ὁ Βάτων ἀπήντησε τῷ Μεσσαλίνῳ, καίπερ μηδέπω καλῶς ἔχων, καὶ ἐπικρατέστερος αὐτοῦ ἐν παρατάξει γενόμενος ἔπειτ’ ἐξ ἐνέδρας ἐνικήθη. κἀκ τούτου πρός τε τὸν Βάτωνα τὸν Βρεῦκον ἦλθε, καὶ

55

.

30

.

3

κοινωσάμενος αὐτῷ τὸν πόλεμον ὄρος τι Ἀλμὰν κατέλαβε· κἀν‐ ταῦθα πρὸς μὲν τοῦ Ῥυμητάλκου τοῦ Θρᾳκός, προπεμφθέντος ἐπ’ αὐτοὺς ὑπὸ τοῦ Σεουήρου, βραχείᾳ τινὶ μάχῃ ἡττήθησαν, πρὸς δ’

55

.

30

.

4

αὐτὸν ἐκεῖνον ἰσχυρῶς ἀντέσχον. καὶ μετὰ ταῦτα τοῦ τε Σεουήρου ἐς τὴν Μυσίαν διά τε τοὺς Δακοὺς καὶ διὰ τοὺς Σαυρομάτας πορ‐ θοῦντας αὐτὴν ἀπάραντος, καὶ τοῦ Τιβερίου τοῦ τε Μεσσαλίνου ἐν Σισκίᾳ ἐγχρονισάντων, τήν τε συμμαχίδα σφῶν ἐπέδραμον καὶ

55

.

30

.

5

συχνοὺς προσαπέστησαν. καὶ ἐς μὲν χεῖρας, καίπερ τοῦ Τιβερίου πλησιάσαντός σφισιν, οὐκ ἦλθον αὐτῷ, ἄλλοσε δὲ καὶ ἄλλοσε με‐ θιστάμενοι πολλὰ ἐπόρθησαν· τῆς τε γὰρ χώρας ἐμπείρως ἔχοντες καὶ κούφως ἐσκευασμένοι, ῥᾳδίως ὅπῃ ποτὲ ἐβούλοντο ἐχώρουν.
5καὶ ἐπειδή γε ὁ χειμὼν ἐνέστη, πολὺ πλείω ἐκακούργησαν· καὶ

55

.

30

.

6

γὰρ καὶ ἐς τὴν Μακεδονίαν αὖθις ἐνέβαλον. καὶ τούτους μὲν ὅ τε Ῥυμητάλκης καὶ ὁ ἀδελφὸς αὐτοῦ Ῥασκύπορις μάχῃ κατέλαβον· οἱ δὲ δὴ ἄλλοι τῇ μὲν χώρᾳ σφῶν πορθουμένῃ μετὰ τοῦτο ἐπί τε Καικιλίου Μετέλλου καὶ ἐπὶ Λικινίου Σιλανοῦ ὑπάτων οὐκ ἐπή‐
5μυναν, ἐς δὲ τὰ ἐρυμνὰ ἀναφυγόντες ἐκεῖθεν ὅπῃ παρείκοι κατα‐ δρομὰς ἐποιοῦντο.

55

.

31

.

1

μαθὼν οὖν ταῦτα ὁ Αὔγουστος, καὶ ὑποπτεύσας ἐς τὸν Τιβέ‐ ριον ὡς δυνηθέντα μὲν ἂν διὰ ταχέων αὐτοὺς κρατῆσαι, τρίβοντα δὲ ἐξεπίτηδες ἵν’ ὡς ἐπὶ πλεῖστον ἐν τοῖς ὅπλοις ἐπὶ τῇ τοῦ πολέμου προφάσει ᾖ, πέμπει τὸν Γερμανικὸν καίτοι ταμιεύοντα, στρατιώτας
5οἱ οὐκ εὐγενεῖς μόνον ἀλλὰ καὶ ἐξελευθέρους δούς, ἄλλους τε καὶ ὅσους παρά τε τῶν ἀνδρῶν καὶ παρὰ τῶν γυναικῶν δούλους, πρὸς

55

.

31

.

2

τὰ τιμήματα αὐτῶν, σὺν τροφῇ ἑκμήνῳ λαβὼν ἠλευθέρωσεν. οὐ μόνον δὲ τοῦτο πρὸς τὴν τοῦ πολέμου χρείαν ἔπραξεν, ἀλλὰ καὶ τὴν ἐξέτασιν τῶν ἱππέων τὴν ἐν τῇ ἀγορᾷ γιγνομένην ἀνεβάλετο. κατά τε τῆς πανηγύρεως τῆς μεγάλης ηὔξατο, ὅτι γυνή τις ἐς τὸν

55

.

31

.

3

βραχίονα γράμματα ἄττα ἐντεμοῦσα ἐθείασέ τινα. ᾔσθετο μὲν γὰρ ὅτι οὐκ ἐκ θεοῦ κατέσχητο ἀλλ’ ἐκ παρασκευῆς αὐτὸ ἐπεποιήκει· ἐπειδὴ δὲ τὸ πλῆθος ἄλλως τε καὶ διὰ τοὺς πολέμους τόν τε λιμόν, ὃς καὶ τότε αὖθις συνέβη, δεινῶς ἐταράττετο, πιστεύειν τε καὶ αὐ‐
5τὸς τοῖς λεχθεῖσιν ἐπλάττετο, καὶ πάνθ’ ὅσα παραμυθήσεσθαι τὸν

55

.

31

.

4

ὅμιλον ἤμελλεν ὡς καὶ ἀναγκαῖα ἔπραττε. καὶ ἐπί γε τῇ σιτοδείᾳ δύο αὖθις ἐκ τῶν ὑπατευκότων ἐπιμελητὰς τοῦ σίτου σὺν ῥαβδού‐ χοις ἀπέδειξε. προσδεόμενος δὲ δὴ χρημάτων ἔς τε τοὺς πολέμους καὶ ἐς τὴν τῶν νυκτοφυλάκων τροφήν, τό τε τέλος τὸ τῆς πεντη‐
5κοστῆς ἐπὶ τῇ τῶν ἀνδραπόδων πράσει ἐσήγαγε, καὶ τὸ ἀργύριον τὸ τοῖς στρατηγοῖς τοῖς τὰς ὁπλομαχίας ποιοῦσιν ἐκ τοῦ δημοσίου διδόμενον ἐκέλευσε μηκέτ’ ἀναλίσκεσθαι.

55

.

32

.

1

τὸν δὲ δὴ Γερμανικόν, ἀλλ’ οὐ τὸν Ἀγρίππαν ἐπὶ τὸν πόλεμον ἐξέπεμψεν, ὅτι δουλοπρεπής τε ἐκεῖνος ἦν καὶ τὰ πλεῖστα ἡλιεύετο, ὅθενπερ καὶ Ποσειδῶνα ἑαυτὸν ἐπωνόμαζε, τῇ τε ὀργῇ προπετεῖ

55

.

32

.

2

ἐχρῆτο, καὶ τὴν Ἰουλίαν ὡς μητρυιὰν διέβαλλεν, αὐτῷ τε τῷ Αὐ‐ γούστῳ πολλάκις ὑπὲρ τῶν πατρῴων ἐπεκάλει. καὶ οὐ γὰρ ἐσωφρο‐ νίζετο, ἀπεκηρύχθη, καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμιείῳ ἐδόθη, καὶ αὐτὸς ἐς Πλανασίαν τὴν πρὸς Κύρνῳ νῆσον ἐνεβλήθη.

55

.

32

.

3

ταῦτα μὲν ἐν τῇ πόλει ἐγένετο· τοῦ δὲ δὴ Γερμανικοῦ ἐς τὴν Παννονίαν ἐλθόντος καὶ στρατευμάτων πολλαχόθεν ἐκεῖσε συνιόν‐ των, τηρήσαντες οἱ Βάτωνες τὸν Σεουῆρον ἐκ τῆς Μυσίας προσιόντα ἐπέπεσον αὐτῷ ἀπροσδόκητοι, στρατοπεδευομένῳ πρὸς τοῖς Οὐολ‐
5καίοις ἕλεσι, καὶ τοὺς μὲν ἔξω τοῦ ταφρεύματος ἐφόβησαν καὶ κατήραξαν ἐς αὐτό, δεξαμένων δέ σφας τῶν ἔνδον ἡττήθησαν.

55

.

32

.

4

καὶ μετὰ τοῦθ’ οἱ Ῥωμαῖοι νεμηθέντες, ὅπως πολλαχῇ ἅμα τῆς χώρας κατατρέχωσιν, οἱ μὲν ἄλλοι οὐδὲν ἄξιον λόγου τότε γε ἔδρα‐ σαν, ὁ δὲ δὴ Γερμανικὸς Μαζαίους Δελματικὸν ἔθνος μάχῃ νικήσας ἐκάκωσεν.

55

.

33

.

1

ἐν μὲν δὴ τῷ ἔτει ἐκείνῳ ταῦτ’ ἐπράχθη, Μάρκου δὲ δὴ Φου‐ ρίου μετὰ Σέξτου Νωνίου ὑπατεύσαντος ἐπεθύμησαν μὲν καὶ οἱ Δελμάται καὶ οἱ Παννόνιοι συμβῆναι διὰ τὸ τὸ μὲν πρῶτον λιμῷ, εἶτα καὶ νόσῳ ἀπ’ αὐτοῦ, πόαις τέ τισιν ἀλλοκότοις καὶ ῥίζαις
5χρώμενοι, πονηθῆναι, οὐκ ἐπεκηρυκεύσαντο δὲ κωλυσάντων τῶν μηδεμίαν παρὰ τῶν Ῥωμαίων ἐλπίδα σωτηρίας ἐχόντων, ἀλλὰ καὶ

55

.

33

.

2

ὣς ἀντεῖχον. καὶ Σκενόβαρδός τέ τις προσποιησάμενος μεταστή‐ σεσθαι, καὶ πέμψας κατ’ αὐτὸ τοῦτο πρὸς Μάνιον Ἔννιον φρού‐ ραρχον Σισκίας ὡς ἕτοιμος μὲν ὢν αὐτομολῆσαι, δεδιὼς δὲ μὴ προπάθῃ | .....

55

.

33

.

3

Padus, quem Italiae soli fluviorum regem dicunt cognomento Eridanus,
[ex Verg. Georg. 1, 482] ab Augusto imperatore latissima fossa demissus, qui septima sui alvei parte per mediam influit civitatem, ad ostia sua amoenissimum portum praebens, classem ducentarum quinquaginta navium,
5Dione referente, tutissima dudum credebatur recipere statione. Jordanis Get. 29, 150.

55

.

33

.

4

λωφήσαντος δέ ποτε τοῦ λιμοῦ, ἐπί τε τῷ τοῦ Γερμανικοῦ ὀνό‐ ματι, ὃς ἦν τοῦ Δρούσου παῖς, καὶ ἐπὶ τῷ τοῦ ἀδελφοῦ αὐτοῦ, ἱππο‐ δρομίας ἐποίησε, καὶ ἐν αὐταῖς ἐλέφας τε ῥινοκέρωτα κατεμαχέσατο καὶ ἀνὴρ ἱππεὺς πλούτῳ ποτὲ προενεγκὼν ἐμονομάχησε.

55

.

33

.

5

καὶ ἐπειδὴ καὶ τῷ γήρᾳ καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ ἔκαμνεν, ὥστε μὴ δύνασθαι πᾶσι τοῖς δεομένοις τι αὐτοῦ χρηματίζειν, τὰ μὲν ἄλλα αὐτὸς μετὰ τῶν συνέδρων καὶ διεσκόπει καὶ ἐδίκαζεν, ἐν τῷ παλατίῳ ἐπὶ βήματος προκαθήμενος, τὰς δὲ δὴ πρεσβείας τάς τε παρὰ
5τῶν δήμων καὶ τὰς παρὰ τῶν βασιλέων ἀφικνουμένας τρισὶ τῶν ὑπα‐ τευκότων ἐπέτρεψεν, ὥστ’ αὐτοὺς χωρὶς ἕκαστον καὶ διακούειν τινῶν καὶ ἀπόκρισιν αὐτοῖς διδόναι, πλὴν τῶν ὅσα ἀναγκαῖον ἦν τήν τε βου‐ λὴν καὶ ἐκεῖνον ἐπιδιακρίνειν. Xiph. 114, 15—30.

55

.

34

.

1

... | μέντοι καὶ ἐν τοῖς πρώτοις ἀλλ’ ἐν τοῖς ὑστάτοις ἀπεφαί‐ νετο, ὅπως ἰδιοβουλεῖν ἅπασιν ἐξείη καὶ μηδεὶς αὐτῶν τῆς ἑαυτοῦ γνώμης, ὡς καὶ ἀνάγκην τινὰ συμφρονῆσαί οἱ ἔχων, ἐξίσταιτο, τοῖς
τε ἄρχουσι πολλάκις συνεδίκαζε· καὶ ὁσάκις γε οἱ παρεδρεύοντές
5σφισιν ἐδιχογνωμόνουν, καὶ ἡ ἐκείνου ψῆφος ἀπὸ τῆς ἴσης ταῖς

55

.

34

.

2

τῶν ἄλλων ἠριθμεῖτο. τότε δὲ τῇ μὲν γερουσίᾳ καὶ ἄνευ ἑαυτοῦ τὰ πολλὰ δικάζειν ἐπέτρεπεν, ἐς δὲ τὸν δῆμον οὐκέτι παρῄει, ἀλλὰ τῷ μὲν προτέρῳ ἔτει πάντας τοὺς ἄρξοντας αὐτός, ἐπειδήπερ ἐστα‐ σιάζετο, ἀπέδειξε, τούτῳ δὲ καὶ τοῖς ἔπειτα γράμματά τινα ἐκτιθεὶς

55

.

34

.

3

συνίστη τῷ τε πλήθει καὶ τῷ δήμῳ ὅσους ἐσπούδαζε. πρὸς μέντοι τὰς τῶν πολέμων διαχειρίσεις οὕτως ἔρρωτο ὥσθ’, ἵν’ ἐγγύθεν καὶ ἐπὶ τοῖς Δελμάταις καὶ ἐπὶ τοῖς Παννονίοις πᾶν ὅ τι χρὴ συμβου‐ λεύειν ἔχῃ, πρὸς Ἀρίμινον ἐξώρμησε. καὶ ἐπί τε τῇ ἐξόδῳ αὐτοῦ
5εὐχαὶ ἐγένοντο, καὶ ἐπὶ τῇ ἐπανόδῳ αἱ θυσίαι ὥσπερ ἐκ πολεμίας τινὸς ἀνακομισθέντος ἐτελέσθησαν.

55

.

34

.

4

ταῦτα μὲν ἐν τῇ Ῥώμῃ ἐπράχθη, ἐν δὲ τούτῳ ὁ Βάτων ὁ Βρεῦ‐ κος, ὁ τόν τε Πίννην προδοὺς καὶ μισθὸν τούτου τὴν ἀρχὴν τῶν Βρεύκων λαβών, ἑάλω τε ὑπὸ τοῦ ἑτέρου Βάτωνος καὶ διεφθάρη·

55

.

34

.

5

ἐπειδὴ γὰρ ὑποπτεύσας τι ἐς τὸ ὑπήκοον ὁμήρους καθ’ ἕκαστον τῶν φρουρίων περιιὼν ᾔτει, μαθὼν τοῦτ’ ἐκεῖνος ἐνήδρευσέ που αὐτόν, καὶ μάχῃ κρατήσας κατέκλεισεν ἐς τεῖχος, καὶ μετὰ τοῦτ’ ἐκδοθέντα ὑπὸ τῶν ἔνδον λαβὼν παρήγαγέ τε ἐς τὸ στράτευμα, καὶ καταψη‐

55

.

34

.

6

φισθέντα ἀποθανεῖν ἐν χερσὶν ἐποίησε. γενομένου δὲ τούτου συχνοὶ τῶν Παννονίων ἐπανέστησαν, καὶ αὐτοῖς ὁ Σιλουανὸς ἐπιστρατεύσας τούς τε Βρεύκους ἐνίκησε καὶ τῶν ἄλλων τινὰς ἀμαχεὶ προσεποιή‐ σατο. ἰδὼν οὖν ταῦτα ὁ Βάτων τῆς μὲν Παννονίας οὐδεμίαν ἔτ’
5ἐλπίδα ἔσχε, τὰς δὲ ἐς τὴν Δελματίαν ἐξ αὐτῆς ἐσόδους φρουραῖς

55

.

34

.

7

διαλαβὼν ἐκείνην ἐπόρθει. καὶ οὕτω καὶ οἱ λοιποὶ τῶν Παννονίων, ἄλλως τε καὶ τῆς χώρας σφῶν ὑπὸ τοῦ Σιλουανοῦ κακουμένης, ὡμολόγησαν, πλὴν καθ’ ὅσον λῃστικά τινα οἷα ἐκ ταραχῆς τοσαύ‐ της ἐπὶ πλεῖον κακουργοῦντα διεγένετο, ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν
5παρά τε τοῖς ἄλλοις καὶ παρ’ ἐκείνοις μάλιστα συμβαίνει.

56

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Ὡς τοῖς τὰ τέκνα ἔχουσι καὶ μετὰ τοῦτο τοῖς ἀτέκνοις καὶ ἀγάμοις ὁ Αὔγου‐ στος διελέχθη, καὶ ὅσα ἐπ’ αὐτοῖς ὥρισεν. β. Ὡς Κυϊντίλιος Οὐᾶρος ἡττηθεὶς ὑπὸ Κελτῶν ἀπέθανεν.
5γ. Ὡς τὸ Ὁμονόειον καθιερώθη. δ. Ὡς ἡ Λιουίας στοὰ καθιερώθη. ε. Ὡς Αὔγουστος μετήλλαξεν. Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Κ. Σουλπίκιος Κ. υἱ. Καμερῖνος ὕπ.
10Γ. Ποππαῖος Κ. υἱ. Σαβῖνος Π. Κορνήλιος Π. υἱ. Δολοβέλλας ὕπ. Γ. Ἰούνιος 〈Γ. υἱ.〉 Σιλανός Μ. Αἰμίλιος Κ. υἱ. Λέπιδος ὕπ. Τ. Στατίλιος Τ. υἱ. Ταῦρος
15Γερμανικὸς Τι. Καίσαρος υἱ. Καῖσαρ ὕπ. Γ. Φοντέιος Γ. υἱ. Καπίτων Λ. Μουνάτιος Λ. υἱ. Πλάγκος ὕπ. Γ. Σίλιος Γ. υἱ. Καικίνα Λάργος Σέξτος Πομπήιος Σέξτου υἱ. ὕπ.
20Σέξτος Ἀπουλέιος Σέξτου υἱ.

56

.

1

.

1

καὶ ταῦτα μὲν ἄλλοι καθῄρουν, ὁ δὲ δὴ Τιβέριος ἐς τὴν Ῥώμην, μετὰ τὸν χειμῶνα ἐν ᾧ Κύιντος Σουλπίκιος καὶ Γάιος Σαβῖνος
ὑπάτευσαν, ἀνεκομίσθη· καὶ αὐτῷ καὶ ὁ Αὔγουστος ἐς τὸ προά‐ στειον ἀπαντήσας ἦλθέ τε μετ’ αὐτοῦ ἐς τὰ Σέπτα, κἀνταῦθα ἀπὸ
5βήματος τὸν δῆμον ἠσπάσατο, καὶ μετὰ τοῦτο τά τε ἄλλα τὰ προσ‐ ήκοντα ἐπὶ τοῖς τοιούτοις ἐποίησε καὶ θέας ἐπινικίους διὰ τῶν

56

.

1

.

2

ὑπάτων. ἐπειδή τε οἱ ἱππῆς πολλῇ ἐν αὐταῖς σπουδῇ τὸν νόμον τὸν περὶ τῶν μήτε γαμούντων μήτε τεκνούντων καταλυθῆναι ἠξίουν, ἤθροισεν ἐς τὴν ἀγορὰν χωρὶς μὲν τοὺς ἀγυναίους σφῶν χωρὶς δὲ τοὺς γεγαμηκότας ἢ καὶ τέκνα ἔχοντας, καὶ ἰδὼν πολὺ τούτους
5ἐκείνων ἐλάττους ἤλγησέ τε καὶ διελέξατο αὐτοῖς τοιάδε·

56

.

2

.

1

“εἰ καὶ ὀλίγοι παντάπασιν, ὥς γε πρὸς τοσοῦτον ὄγκον πόλεως εἰπεῖν, καὶ πολλῷ καταδεέστεροι τῶν ἑτέρων τῶν μηδὲν τῶν δεόντων πράττειν ἐθελόντων ἐστέ, ἀλλ’ ἔγωγε καὶ κατ’ αὐτὸ τοῦτο μᾶλλον ὑμᾶς ἐπαινῶ καὶ πολλὴν χάριν ὑμῖν ἔχω, ὅτι καὶ ἐπείσθητε καὶ

56

.

2

.

2

τὴν πατρίδα συμπληθύετε. ἐκ γὰρ τῶν οὕτω βιούντων παμπλη‐ θεῖς οἱ μετὰ ταῦτα Ῥωμαῖοι γενήσονται· καὶ γὰρ τὸ κατ’ ἀρχὰς καὶ πάνυ βραχεῖς ὄντες, ἔπειτα γάμων ἐπιμεληθέντες καὶ τέκνα ποιησάμενοι πάντας ἀνθρώπους οὐκ εὐανδρίᾳ μόνον ἀλλὰ καὶ πο‐

56

.

2

.

3

λυανθρωπίᾳ ὑπερέφυμεν. ὧν χρὴ μεμνημένους τὸ θνητὸν τῆς φύ‐ σεως ἡμῶν ἀιδίῳ διαδοχῇ γενῶν ὥσπερ τινῶν λαμπαδίων παρα‐ μυθεῖσθαι, ἵν’ ἐν ᾧ μόνῳ τῆς θείας εὐδαιμονίας ἡττώμεθα, τοῦτ’

56

.

2

.

4

ἐξ ἀλλήλων ἀθάνατον καθιστώμεθα. διὰ γὰρ τοῦτο καὶ τὰ μάλιστα ὁ πρῶτος καὶ μέγιστος ἐκεῖνος θεός, ὁ τεκτηνάμενος ἡμᾶς, διχῇ τε διεῖλε τὸ θνητὸν γένος, καὶ τὸ μὲν ἄρρεν αὐτοῦ τὸ δὲ θῆλυ ἀπο‐ δείξας ἔρωτα καὶ ἀνάγκην σφίσι τῆς πρὸς ἀλλήλους συνουσίας ἐνέ‐
5βαλε, καὶ γόνιμον τὴν ὁμιλίαν αὐτῶν ἐποίησεν, ὅπως ἐκ τῶν ἀεὶ

56

.

2

.

5

γεννωμένων ἀίδιον τρόπον τινὰ καὶ τὸ θνητὸν ἀπεργάσηται. καίτοι καὶ αὐτῶν τῶν θεῶν οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι νομίζονται, καὶ οἱ μὲν γεγεννηκέναι τινὰς οἱ δ’ ἐκ τινῶν γεγεννῆσθαι παραδέδονται· οὕτω καὶ παρ’ ἐκείνοις τοῖς μηδὲν τούτων δεομένοις καλὸν εἶναι

56

.

3

.

1

δέδοκται καὶ γάμος καὶ τέκνωσις. ὥστε ὀρθῶς μὲν ἐποιήσατε τοὺς θεοὺς μιμησάμενοι, ὀρθῶς δὲ καὶ τοὺς πατέρας ζηλώσαντες, ἵν’ ὥσπερ ὑμᾶς ἐκεῖνοι ἐγέννησαν, οὕτω καὶ ὑμεῖς ἄλλους τεκνώσητε, καὶ καθάπερ ἐκείνους ὑμεῖς προγόνους καὶ ἡγεῖσθε καὶ ὀνομάζετε,

56

.

3

.

2

οὕτω καὶ ὑμᾶς ἕτεροι καὶ νομίσωσι καὶ προσείπωσι, τά τε ἔργα ὅσα ἐκεῖνοι καλῶς πράξαντες ὑμῖν μετ’ εὐκλείας παρέδοσαν, καὶ ὑμεῖς ἄλλοις παραδῶτε, καὶ τὰ κτήματα ὅσα αὐτοὶ κτησάμενοι κατέ‐
λιπον ὑμῖν, καὶ ὑμεῖς ἑτέροις ἐξ ὑμῶν αὐτῶν γεγονόσι καταλίπητε.

56

.

3

.

3

πῶς μὲν γὰρ οὐκ ἄριστον γυνὴ σώφρων οἰκουρὸς οἰκονόμος παιδο‐ τρόφος ὑγιαίνοντά τε εὐφρᾶναι καὶ ἀσθενοῦντα θεραπεῦσαι, εὐτυ‐ χοῦντί τε συγγενέσθαι καὶ δυστυχοῦντα παραμυθήσασθαι, τοῦ τε νέου τὴν ἐμμανῆ φύσιν καθεῖρξαι καὶ τοῦ πρεσβυτέρου τὴν ἔξωρον

56

.

3

.

4

αὐστηρότητα κεράσαι; πῶς δ’ οὐχ ἡδὺ ἀνελέσθαι τέκνον ἐξ ἀμφοῖν συμπεφυκὸς καὶ θρέψαι καὶ παιδεῦσαι, εἰκόνα μὲν τοῦ σώματος εἰκόνα δὲ καὶ τῆς ψυχῆς, ὥστε ἐν ἐκείνῳ αὐξηθέντι ἕτερον αὐτὸν

56

.

3

.

5

γενέσθαι; πῶς δ’ οὐ μακαριστόν, ἀπαλλαττόμενον ἐκ τοῦ βίου, διάδοχον καὶ κληρονόμον οἰκεῖον ἐξ ἑαυτοῦ γεγονότα καὶ τοῦ γένους καὶ τῆς οὐσίας καταλιπεῖν, καὶ τῇ μὲν φύσει τῇ ἀνθρωπίνῃ δια‐ λυθῆναι τῇ δὲ ἐκείνου διαδοχῇ ζῆσαι, καὶ μήτ’ ἐπ’ ἀλλοτρίοις ὥσπερ
5ἐν πολέμῳ γενέσθαι μήτε ἄρδην ὥστε ἐν πολέμῳ γε ἀπολέσθαι;

56

.

3

.

6

καὶ ταῦτα μὲν τὰ κέρδη ἴδιά που τοῖς γαμοῦσι καὶ τεκνοποιοῦσιν ὑπάρχει· τῷ δὲ δὴ κοινῷ, οὗπερ ἕνεκα καὶ παρὰ γνώμην πολλὰ ποιεῖν ὀφείλομεν, πῶς μὲν οὐ καλὸν πῶς δ’ οὐκ ἀναγκαῖον, εἴπερ

56

.

3

.

7

αἵ τε πόλεις καὶ οἱ δῆμοι ἔσονται, καὶ ὑμεῖς τε ἑτέρων ἄρξετε καὶ οἱ ἄλλοι ὑμῖν ὑπακούσουσι, πολυπληθία ἔν τε εἰρήνῃ γῆν ἐργά‐ σασθαι καὶ ναυτιλίας ναυτίλασθαι τέχνας τε ἀσκῆσαι καὶ δημιουρ‐ γίας ἐπιτηδεῦσαι, καὶ ἐν πολέμῳ τά τε ὄντα προθυμότερον διὰ
5τὰ γένη σῶσαι καὶ ἀντὶ τῶν ἀπολλυμένων ἑτέρους ἀντικαταστῆσαι;

56

.

3

.

8

ὑμᾶς μὲν οὖν, ὦ ἄνδρες, (μόνοι γὰρ 〈ἂν〉 ἄνδρες δικαίως ὀνομά‐ ζοισθε), καὶ ὦ πατέρες, (καὶ γὰρ ταύτην ἄξιοι τὴν ἐπωνυμίαν ὁμοίως ἐμοὶ ἔχειν ἐστέ) καὶ φιλῶ διὰ ταῦτα καὶ ἐπαινῶ, καὶ τούτοις τε οἷς ἔθηκα ἄθλοις ἀγάλλω, καὶ προσέτι καὶ ἄλλαις καὶ τιμαῖς καὶ
5ἀρχαῖς ἐπιγαυρώσω, ὥστ’ αὐτούς τε μεγάλα καρπώσασθαι καὶ τοῖς

56

.

3

.

9

παισὶ μὴ ἐλάττω καταλιπεῖν. μεταβήσομαι δὲ δὴ καὶ ἐπὶ τοὺς ἄλλους τοὺς οὔτε τι τῶν ὁμοίων ὑμῖν πεποιηκότας καὶ πάντων διὰ τοῦτο τῶν ἐναντίων τευξομένους, ἵνα μὴ μόνον ἐκ τῶν λόγων ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἔτι καὶ μᾶλλον καταμάθητε ὅσον αὐτῶν
5διαφέρετε.”

56

.

4

.

1

ταῦτ’ εἰπών, καὶ τὰ μὲν παραχρῆμα δούς τισιν αὐτῶν τὰ δ’ ὑποσχόμενος, μετῆλθέ τε πρὸς τοὺς ἑτέρους καὶ ἔλεξε καὶ ἐκεί‐
νοις τάδε·

56

.

4

.

2

“θαυμαστὸν μέν τι πέπονθα, ὦ τί ἂν ὀνομάσαιμι ὑμᾶς; ἄν‐ δρας; ἀλλ’ οὐδὲν ἀνδρῶν ἔργον παρέχεσθε. πολίτας; ἀλλ’ ὅσον ἐφ’ ὑμῖν, ἡ πόλις ἀπόλλυται. Ῥωμαίους; ἀλλ’ ἐπιχειρεῖτε τὸ ὄνομα τοῦτο καταλῦσαι. οὐ μὴν ἀλλ’ ἔγωγε, οἵτινές ποτέ ἐστε καὶ ὁτι‐
5δήποτε χαίρετε ὀνομαζόμενοι, παράδοξον μέν τι πάθος πέπονθα.

56

.

4

.

3

ὑπὲρ γὰρ τῆς πολυανθρωπίας ὑμῶν ἀεί τε πάντα ποιῶν καὶ νῦν ἐπιτιμήσειν ὑμῖν μέλλων, ἀηδῶς ὑμᾶς ὁρῶ πολλοὺς ὄντας, καὶ μᾶλλον ἂν ἠβουλόμην τοσούτους μὲν τοὺς ἑτέρους ἐκείνους, οἷς προ‐ διείλεγμαι, εἶναι, [ἢ] ὅσοι ὑμεῖς ὁρᾶσθε, ὑμᾶς δὲ δὴ μάλιστα μὲν σὺν

56

.

4

.

4

ἐκείνοις τετάχθαι, εἰ δὲ μή, μηδὲ εἶναι· οἵτινες οὔτε τῆς τῶν θεῶν προνοίας οὔτε τῆς τῶν προπατόρων ἐπιμελείας ἐνθυμηθέντες ἐπι‐ θυμεῖτε πᾶν μὲν τὸ γένος ἡμῶν ἀφανίσαι καὶ θνητὸν ὄντως ποιῆ‐ σαι, πᾶν δὲ τὸ Ῥωμαίων ἔθνος φθεῖραι καὶ παῦσαι. τί μὲν γὰρ
5ἂν ὑπολειφθείη σπέρμα ἀνθρώπινον, ἂν τὰ αὐτὰ ὑμῖν καὶ οἱ ἄλλοι πάντες πράξωσιν; ὧν ἀρχηγοὶ γεγονότες εὐλόγως ἂν τὴν αἰτίαν τῆς

56

.

4

.

5

πανωλεθρίας ἔχοιτε. πῶς δ’ οὐ, κἂν μηδένες ἄλλοι ζηλώσωσιν ὑμᾶς, εἰκότως ἂν καὶ δι’ αὐτὸ τοῦτο μισοῖσθε, ὅτι παρορᾶτέ τε ἃ μηδεὶς ἂν ἄλλος παρίδοι καὶ ἀμελεῖτε ὧν οὐδεὶς 〈ἂν〉 ἄλλος ἀμελή‐ σειε, καὶ νόμους καὶ ἐπιτηδεύματα τοιαῦτα ἐσφέρετε ἃ ζηλώσαντες

56

.

4

.

6

μὲν πάντες ἂν ἀπόλοιντο, μισήσαντες δ’ ὑμᾶς ἂν δικαιώσειαν. οὐδὲ γὰρ οὐδὲ τῶν φονέων φειδόμεθα ὅτι μὴ πάντες φονεύουσιν, οὐδὲ τοὺς ἱεροσύλους ἀφίεμεν ὅτι μὴ πάντες ἱεροσυλοῦσιν, ἀλλ’ ὅστις ἂν τῶν ἀπειρημένων τι πράττων ἁλῷ, καὶ ὑπὲρ αὐτοῦ τούτου κο‐
5λάζεται, ὅτι μόνος ἢ καὶ μετ’ ὀλίγων ποιεῖ τι τοιοῦτον ὃ μηδεὶς

56

.

5

.

1

ἕτερος. καίτοι κἂν τὰ μέγιστά τις ἀδικήματα ὀνομάσῃ, οὐδέν ἐστι τἆλλα πρὸς τοῦτο τὸ νῦν ὑφ’ ὑμῶν γιγνόμενον, οὐχ ὅτι ἓν πρὸς ἓν ἐξεταζόμενα, ἀλλ’ οὐδὲ ὁμοῦ πάντα πρὸς τοῦτο τὸ ἓν παραβαλλόμενα. καὶ γὰρ μιαιφονεῖτε, μηδὲ τεκνοῦντες ἀρχὴν τοὺς ἐξ ὑμῶν γεννηθῆ‐

56

.

5

.

2

ναι ὀφείλοντας, καὶ ἀνοσιουργεῖτε, τά τε ὀνόματα καὶ τὰς τιμὰς τῶν προγόνων παύοντες, καὶ ἀσεβεῖτε, τά τε γένη ὑμῶν τὰ κατα‐ δειχθέντα ὑπὸ τῶν θεῶν ἀφανίζοντες, καὶ τὸ μέγιστον τῶν ἀνα‐ θημάτων αὐτῶν, τὴν ἀνθρωπίνην φύσιν, ἀπολλύντες, τά τε ἱερὰ

56

.

5

.

3

διὰ τούτου καὶ τοὺς ναοὺς αὐτῶν ἀνατρέποντες. καὶ μέντοι καὶ τὴν πολιτείαν καταλύετε, μὴ πειθόμενοι τοῖς νόμοις, καὶ τὴν πατρίδα προδίδοτε, στερίφην τε αὐτὴν καὶ ἄγονον ἀπεργαζόμενοι, μᾶλλον δὲ
ἄρδην κατασκάπτετε, ἔρημον τῶν οἰκησόντων ποιοῦντες· ἄνθρωποι
5γάρ που πόλις ἐστίν, ἀλλ’ οὐκ οἰκίαι οὐδὲ στοαὶ οὐδ’ ἀγοραὶ ἀν‐

56

.

5

.

4

δρῶν κεναί. ἐνθυμήθητε οὖν, τίνα μὲν οὐκ ἂν ὀργὴν ὁ Ῥωμύλος ἐκεῖνος ὁ ἀρχηγέτης ἡμῶν δικαίως λάβοι, λογισάμενος τά τε καθ’ ἑαυτόν, ὅθεν ἐγεννήθη, καὶ τὰ ὑμέτερα, ὅτι οὐδὲ ἐκ νομίμων γάμων

56

.

5

.

5

παιδοποιεῖσθαι ἐθέλετε· τίνα δ’ οὐκ ἂν οἱ μετ’ αὐτοῦ Ῥωμαῖοι, ἐννοήσαντες ὅτι αὐτοὶ μὲν καὶ τὰς ἀλλοτρίας κόρας ἥρπασαν, ὑμεῖς δὲ οὐδὲ τὰς οἰκείας ἀγαπᾶτε, καὶ οἱ μὲν καὶ ἐκ τῶν πολεμίων ἐπαι‐ δοποιήσαντο, ὑμεῖς δὲ οὐδὲ ἐκ τῶν πολιτίδων τεκνοῦτε· τίνα ὁ
5Κούρτιος ὁ καὶ ἀποθανεῖν ὑπομείνας, ἵνα μὴ στερηθῶσι τῶν γυ‐ ναικῶν οἱ γεγαμηκότες· τίνα Ἐρσιλία ἡ καὶ τῇ θυγατρὶ ἀκολουθή‐

56

.

5

.

6

σασα καὶ τὰ γαμικὰ πάνθ’ ἡμῖν καταδείξασα. ἀλλ’ οἱ μὲν πατέρες ἡμῶν καὶ ἐπολέμησαν πρὸς Σαβίνους ὑπὲρ τῶν γάμων, καὶ κατελύ‐ σαντο τῶν τε γυναικῶν αὐτῶν καὶ τῶν τέκνων συναλλαξάντων σφᾶς, ὅρκους τε ἐπὶ τούτοις ἐπήγαγον καὶ συνθήκας τινὰς ἐποιήσαντο·

56

.

5

.

7

ὑμεῖς δὲ καὶ ἐκεῖνα πάντα συγχεῖτε. διὰ τί; ἢ ἵνα καὶ αὐτοὶ ἀεὶ ἄγυνοι ἦτε, ὥσπερ αἱ ἱέρειαι αἱ ἀειπαρθένοι ἄνανδροί εἰσιν; οὐκοῦν καὶ κολάζεσθε, ἂν ἀσελγαίνητέ τι, ὥσπερ καὶ ἐκεῖναι.

56

.

6

.

1

πικρῶς εὖ οἶδ’ ὅτι καὶ τραχέως δοκῶ ὑμῖν διαλέγεσθαι. ἀλλὰ πρῶτον μὲν λογίσασθε ὅτι καὶ οἱ ἰατροὶ συχνοὺς καὶ καίοντες καὶ τέμνοντες, ὅταν μὴ δύνωνται ἄλλως πως ὑγιεῖς γενέσθαι, θεραπεύ‐

56

.

6

.

2

ουσιν, ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔθ’ ἡδέως αὐτὰ λέγω, ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦθ’ ὑμῖν ἐγκαλῶ ὅτι με ἐς τούτους τοὺς λόγους προηγάγετε, ὑμεῖς δ’ εἴπερ ἄχθεσθε τοῖς εἰρημένοις, μὴ ποιεῖτε ταῦτα ἐφ’ οἷς ἀναγκαίως κακῶς ἀκούετε. εἰ γὰρ δὴ δάκνει τινὰς
5ὑμῶν τὰ ὑπ’ ἐμοῦ λεγόμενα, πῶς οὐ πολὺ μᾶλλον καὶ ἐμὲ καὶ τοὺς

56

.

6

.

3

ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ’ ὑμῶν ποιούμενα; οὐκοῦν εἴπερ ὡς ἀληθῶς ἀσχάλλετε, μεταβάλεσθε, ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψωμαι. ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τε ὅσα προσῆκον ἦν τὸν ἀγαθὸν νομοθέτην πρᾶξαι ἀνθρωπίνως προκατε‐

56

.

6

.

4

στησάμην, οὐδ’ αὐτοὶ ἀγνοεῖτε. ἦν μὲν γὰρ οὐδὲ πρόσθεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας καὶ γάμων· καὶ γὰρ ἀπ’ ἀρχῆς εὐθὺς ἅμα τῇ πρώτῃ τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνομοθε‐
τήθη, καὶ μετὰ τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ἔδοξεν, ἃ

56

.

6

.

5

περιττὸν ἂν εἴη καταλέγειν· ἐγὼ δὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειθοῦσιν, ἵνα φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς σωφρονίζοισθε, ἔθηκα δὲ καὶ ἆθλα τοῖς πειθαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα ἡλίκα καὶ ὅσα ἐπ’ οὐδεμιᾷ ἄλλῃ ἀνδραγαθίᾳ δίδοται, ἵν’ εἰ καὶ διὰ μηδὲν

56

.

6

.

6

ἄλλο, διά γε ταῦτα καὶ γαμεῖν καὶ παιδοποιεῖν ἀναπείθοισθε. ἀλλ’ ὑμεῖς οὔτε ἐκείνων τινὸς ὀριγνηθέντες οὔτε τῶν ἐπιτιμίων τι φο‐ βηθέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ πάντα αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. καὶ φατὲ μὲν τὸν εὔζωνον
5δὴ τοῦτον καὶ ἐλεύθερον βίον τὸν ἄγυνον καὶ ἄτεκνον ἐπανηρῆ‐ σθαι, λῃστῶν δὲ δὴ καὶ θηρίων τῶν ἀγριωτάτων οὐδὲν διαφέρετε.

56

.

7

.

1

οὐ γὰρ [δὴ] δήπου μοναυλίᾳ χαίρετε, ἵν’ ἄνευ γυναικῶν διάγητε, οὐδὲ ἔστιν ὅστις ὑμῶν ἢ σιτεῖται μόνος ἢ καθεύδει μόνος, ἀλλ’

56

.

7

.

2

ἐξουσίαν καὶ ὑβρίζειν καὶ ἀσελγαίνειν ἔχειν ἐθέλετε. καίτοι καὶ μνηστεύειν ὑμῖν ἁπαλὰς ἔτι κόρας καὶ μηδέπω γάμων ὡραίας ἐπέτρεψα, ἵνα τὸ ὄνομα τῶν μελλονυμφίων ἔχοντες οἰκωφελῶς βιῴητε, καὶ ἐξελευθέρας τοῖς γε ἔξω τοῦ βουλευτικοῦ οὖσιν ἄγε‐
5σθαι συνεχώρησα, ἵν’ εἰ καί τις ἐξ ἔρωτος ἢ καὶ συνηθείας τινὸς

56

.

7

.

3

ἐς τοῦθ’ ὑπαχθείη, ἐννόμως αὐτὸ ποιοίη. καὶ οὐδὲ ἐς ταῦτα μέν‐ τοι κατήπειξα ὑμᾶς, ἀλλὰ τὸ μὲν πρῶτον τρία ἔτη ὅλα πρὸς παρασκευὴν ὑμῖν ἔδωκα, τὸ δὲ δεύτερον δύο. ἀλλ’ οὐδὲν οὐδ’ οὕτως οὔτ’ ἀπειλῶν οὔτε προτρέπων οὔτ’ ἀναβαλλόμενος οὔτε δεό‐

56

.

7

.

4

μενός τι πεποίηκα. ὁρᾶτε γὰρ καὶ αὐτοὶ ὅσῳ πλείους τῶν γεγα‐ μηκότων ἐστέ· οὓς ἐχρῆν ἤδη τοσούτους ἑτέρους, μᾶλλον δὲ πολ‐ λαπλασίους παῖδας ἡμῖν παρεσχηκέναι. πῶς μὲν γὰρ ἂν ἄλλως τὰ γένη διαμείνειε, πῶς δ’ ἂν τὸ κοινὸν διασωθείη μήτε γαμούντων

56

.

7

.

5

ἡμῶν μήτε παιδοποιουμένων; οὐ γάρ που καὶ ἐκ τῆς γῆς προσδο‐ κᾶτέ τινας ἀναφύσεσθαι τοὺς διαδεξομένους τά τε ὑμέτερα καὶ τὰ δημόσια, ὥσπερ οἱ μῦθοι λέγουσιν. οὐ μὴν οὐδ’ ὅσιον ἢ καὶ καλῶς ἔχον ἐστὶ τὸ μὲν ἡμέτερον γένος παύσασθαι καὶ τὸ ὄνομα
5τὸ Ῥωμαίων ἐν ἡμῖν ἀποσβῆναι, ἄλλοις δέ τισιν ἀνθρώποις Ἕλ‐

56

.

7

.

6

λησιν ἢ καὶ βαρβάροις τὴν πόλιν ἐκδοθῆναι. ἢ τοὺς μὲν δούλους δι’ αὐτὸ τοῦτο μάλιστα ἐλευθεροῦμεν, ὅπως ὡς πλείστους ἐξ αὐ‐
τῶν πολίτας ποιώμεθα, τοῖς τε συμμάχοις τῆς πολιτείας μετα‐ δίδομεν ὅπως πληθύωμεν· αὐτοὶ δ’ ὑμεῖς οἱ ἀπ’ ἀρχῆς Ῥωμαῖοι,
5〈οἱ〉 τοὺς προγόνους ἐκείνους τοὺς Μαρκίους τοὺς Φαβίους τοὺς Κυιντίους τοὺς Οὐαλερίους τοὺς Ἰούλλους καταλέγοντες, ἐπιθυ‐ μεῖτε μεθ’ ὑμῶν αὐτῶν καὶ τὰ γένη ἅμα καὶ τὰ ὀνόματα ἀπο‐

56

.

8

.

1

λέσαι; ἀλλ’ ἔγωγε αἰσχύνομαι καὶ ὅτι τοιοῦτον εἰπεῖν προήχθην. παύσασθε οὖν μαινόμενοι, καὶ λογίσασθε ἤδη ποτὲ ὅτι ἀδύνατόν ἐστι, πολλῶν μὲν ἐν ταῖς νόσοις πολλῶν δὲ καὶ ἐν τοῖς πολέμοις ἑκάστοτε τελευτώντων, σωθῆναι τὴν πόλιν, ἂν μὴ τὸ πλῆθος αὐ‐

56

.

8

.

2

τῆς ἐκ τῶν ἀεὶ ἐπιγιγνομένων ἀναπληρῶται. καὶ μηδεὶς ὑμῶν οἰέσθω με ἀγνοεῖν ὅτι ἔστι τινὰ καὶ ἐν τῷ γάμῳ καὶ ἐν τῇ τεκνο‐ ποιίᾳ καὶ δυσχερῆ καὶ λυπηρά· ἀλλ’ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι οὐδ’ ἄλλο τι ἀγαθὸν ἔχομεν ᾧ μὴ καὶ ἀνιαρόν τι παραμέμικται, καὶ
5τοῖς γε πλείστοις καὶ μεγίστοις αὐτῶν πλεῖστα καὶ μέγιστα συμ‐

56

.

8

.

3

πέφυκεν. ὥστ’ εἰ ταῦτ’ ἐκκλίνετε, μηδὲ ἐκείνων ἐπορέγεσθε. πᾶσι γὰρ ὡς εἰπεῖν τοῖς ἀρετὴν καὶ ἡδονήν τινα εἰλικρινῆ ἔχουσι καὶ προπονεῖν καὶ συμπονεῖν καὶ ἐπιπονεῖν χρή· τί γὰρ δεῖ καθ’ ἕκαστον αὐτῶν ἐπεξιόντα μακρηγορεῖν; οὐκοῦν εἰ καὶ ἐν τῷ γῆμαι
5καὶ ἐν τῷ τεκνῶσαι ἀνιαρά τινα ἔνεστιν, ἀντιλογίζεσθε καὶ τὰ

56

.

8

.

4

ἀμείνονα, καὶ πλείω τε καὶ ἀναγκαιότερα αὐτὰ εὑρήσετε. πρὸς γὰρ δὴ τοῖς ἄλλοις ἀγαθοῖς τοῖς φύσει προσοῦσιν αὐτοῖς καὶ τὰ παρὰ τῶν νόμων ἆθλα, ὧν πολλοστὸν μέρος καὶ ἀποθνήσκειν συχνοὺς ἀναπείθει, πάντα ἄν τινα πειθαρχῆσαί μοι ὑπαγάγοιτο.
5καίτοι πῶς οὐκ αἰσχρόν, ὑπὲρ ὧν ἕτεροι καὶ ἑαυτοὺς προΐενται, ὑπὲρ τούτων ὑμᾶς μήτε γυναῖκας ἄγεσθαι μήτε τέκνα τρέφειν βούλεσθαι;

56

.

9

.

1

ἐγὼ μέν, ὦ ἄνδρες πολῖται (νομίζω γὰρ ὑμᾶς νῦν γε πεπει‐ κέναι καὶ ἐν τῷ τῶν πολιτῶν ὀνόματι ἐμμεῖναι καὶ τὴν τῶν ἀν‐ δρῶν τῶν τε πατέρων προσηγορίαν προσλαβεῖν), ταῦθ’ ὑμῖν ἐπετί‐ μησα ἀηδῶς μὲν ἀναγκαίως δέ, οὐχ ὡς ἐχθρὸς οὐδ’ ὡς μισῶν ὑμᾶς,
5ἀλλὰ φιλῶν, καὶ ἐπιθυμῶν καὶ ἑτέρους ὁμοίους ὑμῖν πολλοὺς κτή‐

56

.

9

.

2

σασθαι, ἵν’ ἑστίας ἐννόμους οἰκοῦντες καὶ οἰκίας πλήρεις γενῶν
ἔχοντες τοῖς τε θεοῖς μετά τε τῶν γυναικῶν καὶ μετὰ τῶν παίδων προσερχώμεθα, καὶ ἀλλήλοις ὁμιλῶμεν πάντα τε ἐκ τοῦ ἴσου παρα‐ βαλλόμενοι καὶ τὰς ἐπ’ αὐτοῖς ἐλπίδας ἐκ τοῦ ὁμοίου καρπούμενοι.
5ἢ πῶς μὲν ἂν καλῶς ἄρχοιμι ὑμῶν, ἂν ἐλάττους ὑμᾶς ἀεὶ γιγνομέ‐

56

.

9

.

3

νους ὁρῶν ἀνέχωμαι; πῶς δ’ ἂν ἔτι πατὴρ ὑμῶν ὀρθῶς ὀνομα‐ ζοίμην, ἂν μὴ καὶ παῖδας τρέφητε; ὥστ’ εἴπερ ὄντως τά τε ἄλλα ἀγαπᾶτέ με, καὶ ταύτην μοι τὴν προσηγορίαν οὐχ ὡς κολακεύοντες ἀλλ’ ὡς τιμῶντες ἐδώκατε, ἐπιθυμήσατε καὶ ἄνδρες καὶ πατέρες
5γενέσθαι, ἵνα καὶ αὐτοὶ τῆς ἐπωνυμίας ταύτης μεταλάβητε καὶ ἐμὲ φερώνυμον αὐτῆς ποιήσητε.”

56

.

10

.

1

τότε μὲν τοιαῦτα ἀμφοτέροις αὐτοῖς διελέχθη, μετὰ δὲ δὴ τοῦτο τοῖς μὲν τὰ τέκνα ἔχουσι τὰ γέρα προσεπηύξησε, τοὺς δὲ γεγαμηκότας ἀπὸ τῶν ἀγύνων τῷ τῶν ἐπιτιμίων διαφόρῳ διεχώρισε, καὶ ἐνιαυτὸν ἑκατέροις ἐς τὸ τοὺς πειθαρχήσαντάς οἱ ἐν τῷ χρόνῳ

56

.

10

.

2

τούτῳ ἀναιτίους γενέσθαι προσεπέδωκε. τῶν τε γυναικῶν τισι καὶ παρὰ τὸν Οὐοκώνειον νόμον, καθ’ ὃν οὐδεμιᾷ αὐτῶν οὐδενὸς ὑπὲρ δύο ἥμισυ μυριάδας οὐσίας κληρονομεῖν ἐξῆν, συνεχώρησε τοῦτο ποιεῖν· καὶ ταῖς ἀειπαρθένοις πάνθ’ ὅσαπερ αἱ τεκοῦσαι εἶχον

56

.

10

.

3

ἐχαρίσατο. κἀκ τούτου ὅ τε Πάπιος καὶ ὁ Ποππαῖος νόμος ὑπό τε Μάρκου Παπίου Μουτίλου καὶ ὑπὸ Κυίντου Ποππαίου Σεκούν‐ δου, τῶν τότε ἐν μέρει τοῦ ἔτους ὑπατευόντων, ἐτέθησαν. καὶ συνέβη γὰρ ἀμφοτέρους σφᾶς μὴ ὅτι παῖδας, ἀλλὰ μηδὲ γυναῖκας
5ἔχειν· καὶ ἀπ’ αὐτοῦ τούτου ἡ ἀνάγκη τοῦ νόμου κατεφωράθη.

56

.

11

.

1

ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ’ ἐπράχθη, Γερμανικὸς δὲ ἐν τούτῳ ἄλλα τε χωρία Δελματικὰ εἷλε καὶ Σπλαῦνον, καίπερ τῇ τε φύσει ἰσχυρὸν ὂν καὶ τοῖς τείχεσιν εὖ πεφραγμένον τούς τε ἀμυνομένους παμπληθεῖς ἔχον. οὔκουν οὔτε μηχαναῖς οὔτε προσβολαῖς ἠδυνήθη

56

.

11

.

2

τι ἐξεργάσασθαι, ἀλλ’ ἐκ τοιᾶσδε αὐτὸ συντυχίας ἔλαβε. Πουσίων ἱππεὺς Κελτὸς λίθον ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε αὐτήν τε αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἱ συγκατασπάσαι. γενομένου δὲ τούτου ἐκπλαγέντες οἱ ἄλλοι καὶ φο‐
5βηθέντες τό τε τεῖχος ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέ‐ δραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς παρέδοσαν.

56

.

11

.

3

ἐντεῦθεν δὲ ἐπὶ Ῥαίτινον ἐλθόντες οὐχ ὁμοίως ἀπήλλαξαν.
οἱ γὰρ ἐναντίοι βιαζόμενοι τῷ πλήθει σφῶν, καὶ μὴ δυνάμενοι ἀντ‐ έχειν, πῦρ ἐθελούσιοι ἔς τε τὸν κύκλον πέριξ καὶ ἐς τὰ οἰκοδομή‐ ματα πλησίον αὐτοῦ ἐνέβαλον, μηχανησάμενοι ὅπως ὅτι μάλιστα

56

.

11

.

4

μὴ παραχρῆμα ἐκλάμψῃ ἀλλ’ ἐπὶ χρόνον τινὰ διαλάθῃ. καὶ οἱ μὲν τοῦτο ποιήσαντες ἐς τὴν ἄκραν ἀνεχώρησαν· ἀγνοοῦντες δὲ οἱ Ῥωμαῖοι τὸ πεπραγμένον ἐπεσέπεσον ὡς καὶ αὐτοβοεὶ πάντα διαρ‐ πάσοντες, καὶ εἴσω τε τῆς τοῦ πυρὸς περιβολῆς ἐγένοντο, καὶ οὐ
5πρότερον εἶδον αὐτό, πρὸς τοὺς πολεμίους τὸν νοῦν ἔχοντες, πρὶν

56

.

11

.

5

πανταχόθεν ὑπ’ αὐτοῦ περιληφθῆναι. τότε δὲ ἐν παντὶ κινδύνου ἐγένοντο, ἄνωθεν μὲν ὑπὸ τῶν ἀνθρώπων βαλλόμενοι, ἔξωθεν δὲ ὑπὸ τῆς φλογὸς κακούμενοι, καὶ μήτε κατὰ χώραν ἀσφαλῶς μεῖναι μήτε πῃ διαπεσεῖν ἀκινδύνως δυνάμενοι. εἴτε γὰρ ἔξω βέλους ἀφί‐
5σταντο, πρὸς τοῦ πυρὸς ἀναλοῦντο, εἴτ’ ἀπὸ τῆς φλογὸς ἀπεπήδων,

56

.

11

.

6

πρὸς τῶν βαλλόντων ἐφθείροντο· καί τινες ἐν στενοχωρίᾳ ἀπ’ ἀμ‐ φοτέρων ἅμα ἀπώλοντο, τῇ μὲν τιτρωσκόμενοι τῇ δὲ καιόμενοι. οἱ μὲν οὖν πλείους τῶν ἐσελθόντων οὕτως ἀπήλλαξαν· ὀλίγοι δέ τινες νεκροὺς ἐς αὐτὴν τὴν φλόγα ἐμβαλόντες, καὶ δίοδόν σφισι δι’ αὐτῶν

56

.

11

.

7

καθάπερ ἐπὶ γεφύρας ποιήσαντες, διέφυγον. οὕτω γάρ που τὸ πῦρ ἐπεκράτησεν ὥστε μηδὲ τοὺς ἐν τῇ ἀκροπόλει ὄντας κατὰ χώραν μεῖναι, ἀλλὰ τῆς νυκτὸς αὐτὴν ἐκλιπεῖν καὶ ἐς οἰκήματα κατώρυχα κατακρυφθῆναι.

56

.

12

.

1

ἐκεῖ μὲν δὴ ταῦτ’ ἐγένετο, Σερέτιον δέ, ὅπερ ποτὲ ὁ Τιβέριος πολιορκήσας οὐχ ᾑρήκει, ἐχειρώθη, καὶ μετὰ τοῦτο καὶ ἄλλα τινὰ ῥᾷον προσεκτήθη. τῶν δ’ οὖν λοιπῶν καὶ ὣς ἀνταιρόντων, καὶ τοῦ τε πολέμου μηκυνομένου καὶ λιμοῦ δι’ αὐτὸν οὐχ ἥκιστα ἐν τῇ
5Ἰταλίᾳ γενομένου, τὸν Τιβέριον ὁ Αὔγουστος ἐς τὴν Δελματίαν

56

.

12

.

2

αὖθις ἔπεμψε. καὶ ὃς ἰδὼν τοὺς στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας ἀλλὰ καὶ μετὰ κινδύνου διαπολεμῆσαί πως ἐπιθυμοῦντας, καὶ φοβηθεὶς μὴ καὶ καθ’ ἓν ὄντες στασιάσωσι, τριχῇ διεῖλεν αὐ‐ τούς, καὶ τοὺς μὲν τῷ Σιλουανῷ τοὺς δὲ Μάρκῳ Λεπίδῳ προστά‐
5ξας ἐπὶ τὸν Βάτωνα μετὰ τῶν λοιπῶν σὺν τῷ Γερμανικῷ ὥρμησε.

56

.

12

.

3

καὶ ἐκεῖνοι μὲν οὐ χαλεπῶς τοὺς ἀντιταχθέντας σφίσι μάχαις κατε‐ στρέψαντο, αὐτὸς δὲ διὰ πάσης τε ὡς εἰπεῖν τῆς χώρας ἐπλανήθη,
τοῦ Βάτωνος ἄλλῃ καὶ ἄλλῃ περιφοιτῶντος, καὶ τέλος καταφυγόντι αὐτῷ ἐς Ἀνδήτριον τεῖχος ἐπ’ αὐτῇ τῇ Σαλώνῃ ἐπῳκισμένον προσε‐

56

.

12

.

4

δρεύσας δεινῶς ἐπόνησε. τό τε γὰρ φρούριον ἐπ’ εὐερκοῦς πάνυ καὶ δυσπροσβάτου πέτρας ἐτετείχιστο, φάραγξι βαθείαις ποταμοὺς χειμάρρους ἐχούσαις ἐγκεκλειμένον, καὶ οἱ ἄνθρωποι πάντα ἐς αὐτὸ τὰ ἐπιτήδεια τὰ μὲν προεσενηνόχεσαν τὰ δὲ καὶ ἐκ τῶν ὀρῶν

56

.

12

.

5

ὧν ἐκράτουν ἐπήγοντο, καὶ προσέτι καὶ τὴν σιτοπομπίαν τῶν Ῥω‐ μαίων ἐνεδρεύοντες ἐκώλυον, ὥστε τὸν Τιβέριον, πολιορκεῖν σφας

56

.

13

.

1

δοκοῦντα, αὐτὸν τὰ τῶν πολιορκουμένων πάσχειν. ἀποροῦντος οὖν αὐτοῦ καὶ μὴ εὑρίσκοντος ὅ τι πράξῃ (ἥ τε γὰρ προσεδρεία καὶ ματαία καὶ ἐπικίνδυνος ἐγίγνετο καὶ ἡ ἀποχώρησις ἐπαισχὴς ἐφαί‐ νετο) ἐθορύβησαν οἱ στρατιῶται, καὶ τοσαύτῃ γε καὶ τηλικαύτῃ
5βοῇ ἐχρήσαντο ὥστε τοὺς πολεμίους τοὺς ὑπὸ τῷ τείχει αὐλιζομένους

56

.

13

.

2

ἐκπλαγῆναί τε καὶ ἀναχωρῆσαι. ἐξ οὖν τούτων τοῦ μὲν ὀργισθεὶς τοῦ δὲ ἡσθεὶς συνεκάλεσέ τε αὐτούς, καὶ τὰ μὲν ἐπιτιμήσας σφίσι τὰ δὲ καὶ παραινέσας οὔτε ἐθρασύνατο οὔτ’ ἀπανέστη, ἀλλὰ κατὰ χώραν ἡσυχάζων ἔμεινε, μέχρις οὗ ὁ Βάτων ἀπογνοὺς τὴν ἐπικρά‐
5τησιν (τά τε γὰρ ἄλλα πλὴν ὀλίγων ἐκεχείρωτο, καὶ ἡ δύναμις ἣν εἶχε τῆς τότε ἀντικαθεστηκυίας οἱ ἠλαττοῦτο) διεκηρυκεύσατο πρὸς

56

.

13

.

3

αὐτόν, καὶ ἐπειδὴ μὴ ἔπεισε καὶ τοὺς ἄλλους σπείσασθαι, ἐγκατέ‐ λιπεν αὐτούς. καὶ ὁ μὲν οὐκέτ’ οὐδ’ ἄλλῳ τινί, καίπερ πολλῶν αὐτὸν ἐπικαλουμένων, ἐβοήθησεν· ὁ δὲ δὴ Τιβέριος καταφρονήσας ἐκ τούτου τῶν λοιπῶν τῶν ἐν τῷ τείχει ὄντων, καὶ νομίσας ἀναι‐
5μωτί σφων κρατήσειν, οὐδὲν ἔτι τοῦ χωρίου προείδετο, ἀλλὰ καὶ

56

.

13

.

4

πρὸς αὐτὸ τὸ ἐρυμνὸν ἐχώρησεν. ἐπεὶ δὲ μήτε ὁμαλόν τι ἦν μήτε ἐπικατέβαινον οἱ πολέμιοι, [καὶ] αὐτὸς μὲν ἐπὶ βήματος ἐν περιφανεῖ ἱδρύθη, ὅπως τά τε ἐπιγιγνόμενα καθορῴη πρὸς τὸ προθυμότερον τοὺς στρατιώτας ἀγωνίσασθαι, καὶ ἐν καιρῷ σφισιν, ἄν που δεήσῃ,
5προσαμύνῃ (καὶ γὰρ μέρος ἐπ’ αὐτὸ τοῦτο τοῦ στρατοῦ, πολὺ γὰρ

56

.

13

.

5

τῷ πλήθει περιῆν, κατέσχεν), οἱ δ’ ἄλλοι τὸ μὲν πρῶτον ἐν πλαισίῳ
πυκνῷ συντεταγμένοι βάδην ἀνεπορεύοντο, ἔπειτα δ’ ὑπό τε τοῦ ὀρθίου καὶ ὑπὸ τῆς ἀνωμαλίας τοῦ ὄρους (χαραδρῶδές τε γὰρ ἦν καὶ ἐς φάραγγας πολλαχῇ κατετέτμητο) διεσπάσθησαν, καὶ οἱ μὲν

56

.

14

.

1

θᾶσσον οἱ δὲ βραδύτερον προσανῄεσαν. ἰδόντες δὲ τοῦτο οἱ Δελ‐ μάται ἔξω τε τοῦ τείχους ὑπὲρ αὐτοῦ τοῦ κρημνώδους παρετάξαντο, καὶ λίθους πολλοὺς τοὺς μὲν σφενδόναις ἐπ’ αὐτοὺς ἔβαλλον τοὺς δὲ καὶ κατεκυλίνδουν. ἄλλοι τροχούς, ἄλλοι ἁμάξας ὅλας πλήρεις
5πετρῶν, ἄλλοι κιβωτοὺς περιφερεῖς, ἐπιχωρίως πως πεποιημένας

56

.

14

.

2

καὶ λίθων γεμούσας, ἠφίεσαν. καὶ ταῦτά τε πάντα ἅμα πολλῇ ῥύμῃ καταφερόμενα διεσφενδονᾶτο, καὶ τοὺς Ῥωμαίους διέσπα τε ἔτι καὶ μᾶλλον ἀπ’ ἀλλήλων καὶ συνήλου· καὶ ἕτεροι, οἱ μὲν βέλη οἱ

56

.

14

.

3

δὲ δοράτια ἀφιέντες, συχνοὺς αὐτῶν κατέβαλλον. κἀν τούτῳ πολλὴ μὲν τῶν μαχομένων φιλοτιμία ἐγίγνετο, τῶν μὲν ἀναβῆναί τε καὶ ἐπικρατῆσαι [τῆς] τῶν ἄκρων, τῶν δὲ ἀποκρούσασθαί τε αὐτοὺς καὶ ἀπαράξαι πειρωμένων, πολλὴ δὲ καὶ τῶν ἄλλων τῶν τε ἀπὸ τοῦ
5τείχους ὁρώντων τὰ γιγνόμενα καὶ τῶν περὶ τὸν Τιβέριον ὄντων.

56

.

14

.

4

τοῖς τε γὰρ σφετέροις ἑκάτεροι παρεκελεύοντο, τοὺς μὲν προθυμου‐ μένους σφῶν ἐπιρρωννύντες, τοῖς δ’ ὑπείκουσί πῃ ἐπιτιμῶντες, καὶ ἀθρόοι καὶ καθ’ ἑκάστους· καὶ ὅσοι ὑπὲρ τοὺς ἄλλους ἐγεγώνισκον, καὶ τοὺς θεοὺς ἅμα ἀνεκάλουν, ὑπέρ τε τῆς αὐτίκα τῶν μαχομένων
5ἀμφότεροι σωτηρίας καὶ ὑπὲρ τῆς ἑαυτῶν ἐς τὸ ἔπειτα οἱ μὲν

56

.

14

.

5

ἐλευθερίας οἱ δὲ εἰρήνης ἐπιβοώμενοι. κἂν παντελῶς οἱ Ῥωμαῖοι μάτην ἐκινδύνευσαν, ἅτε πρὸς δύο ἅμα, τήν τε τῶν τόπων φύσιν καὶ τὴν τῶν ἀντιπάλων ἀντίταξιν, τὸν ἀγῶνα ποιούμενοι, εἰ μὴ ὁ Τιβέριος ἐκείνους τε ἀκραιφνέσι βοηθείαις φυγεῖν ἐκώλυσε, καὶ
5τοὺς πολεμίους ἑτέρων ηωῆι ἀνίτητον ἐς τὸ χωρίον ἐκ πλείονος

56

.

14

.

6

περιελθοῦσιν ἣν περιπέμψει ἐτάραξε. κἀκ τούτου οἱ μὲν τρα‐ πέντες οὐδὲ ἐς τὸ τεῖχος ἐσελθεῖν ἠδυνήθησαν, ἀλλὰ ἀνὰ τὰ ὄρη, προαπορρίψαντες τὰ ὅπλα ὥστε κουφίζειν, ἐσκεδάσθησαν· οἱ δὲ ἐπιδιώκοντές σφας (πάνυ τε γὰρ διαπολεμῆσαι ἐγλίχοντο, καὶ οὐκ
5ἐβούλοντο συστραφέντας αὖθις αὐτοὺς χαλεπούς σφισι γενέσθαι)

56

.

14

.

7

ἐπίπαν ἐπεξῆλθον, καὶ ἐκείνων τε τοὺς πλείους ἐν ταῖς ὕλαις κρυ‐ πτομένους ἀνευρόντες ὥσπερ θηρία ἀπέκτειναν, καὶ μετὰ τοῦτο καὶ τοὺς ἐν τῷ φρουρίῳ προσχωρήσαντας ἔλαβον. καὶ τούτοις μὲν ὁ Τιβέριος τά τε ἄλλα καὶ δὴ καὶ τὰ ὁμολο‐

56

.

15

.

1

γηθέντα σφίσι καθίστατο, Γερμανικὸς δὲ ἐπὶ τοὺς ἀνθεστηκότας ἔτ’ ἐτράπετο· αὐτόμολοι γὰρ παρ’ αὐτοῖς συχνοὶ ὄντες οὐκ εἴων σφᾶς συμβῆναι. καὶ ἐδουλώσατο μὲν χωρίον τι Ἄρδουβαν, οὐ μέντοι καὶ τῇ οἰκείᾳ δυνάμει, καίτοι πολὺ πλείονι τῶν ἐναντίων οὔσῃ,
5ἠδυνήθη τοῦτο ποιῆσαι· αὐτό τε γὰρ ἰσχυρῶς ὠχύρωτο, καὶ πο‐ ταμὸς ῥοώδης τοὺς πρόποδας αὐτοῦ κύκλῳ πλὴν βραχέος περιρρεῖ·

56

.

15

.

2

ἀλλ’ οἱ αὐτόμολοι στασιάσαντες πρὸς τοὺς ἐπιχωρίους ἐπειδὴ τῶν σπονδῶν ὠρέγοντο, ἐς χεῖρας αὐτοῖς ἦλθον, καὶ συλλαβομένων σφίσι τῶν γυναικῶν τῶν ἐν τῷ τείχει οὐσῶν (τῆς τε γὰρ ἐλευθερίας καὶ παρὰ τὴν τῶν ἀνδρῶν γνώμην ἐφίεντο, καὶ πᾶν ὁτιοῦν πρὸ τοῦ
5δουλεῦσαι παθεῖν ᾑροῦντο) μάχη τε ἰσχυρὰ ἐγένετο, καὶ κρατηθέντες

56

.

15

.

3

αὐτοὶ μὲν ἐνέδοσαν, καί τινες αὐτῶν καὶ διέφυγον, αἱ δὲ δὴ γυναῖκες τὰ παιδία ἁρπάσασαι αἱ μὲν ἐς πῦρ ἑαυτὰς ἐνέβαλον, αἱ δὲ ἐς ποταμὸν κατεκρήμνισαν. καὶ οὕτω καὶ ἐκείνου τοῦ φρουρίου ἁλόν‐ τος, καὶ τἆλλα τὰ πλησία αὐτῷ ἐθελοντὶ τῷ Γερμανικῷ ὡμο‐
5λόγησεν. καὶ ὁ μὲν ταῦτα πράξας πρὸς τὸν Τιβέριον ἀνεχώρησεν,

56

.

16

.

1

ὁ δὲ δὴ Ποστούμιος τὰ λοιπὰ προσκατειργάσατο. κἀν τούτῳ καὶ ὁ Βάτων, Σκευᾶν τὸν υἱὸν πρὸς Τιβέριον πέμψας, παραδώσειν οἱ καὶ ἑαυτὸν καὶ τοὺς σὺν αὑτῷ πάντας ὑπέσχετο, ἂν τῆς ἀδείας

56

.

16

.

2

τύχῃ. καὶ μετὰ τοῦτο πίστιν λαβὼν νυκτός τε ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσῆλθε, καὶ τῇ ὑστεραίᾳ ἐπὶ βήματος αὐτῷ καθημένῳ προσ‐ αχθεὶς ὑπὲρ μὲν ἑαυτοῦ οὐδὲν ἐδεήθη, ἀλλὰ καὶ τὴν κεφαλὴν προ‐ έτεινεν ὥστ’ ἀποκοπῆναι, ὑπὲρ δὲ τῶν ἄλλων πολλὰ ἀπελογήσατο.

56

.

16

.

3

καὶ τέλος ἐρωτηθεὶς ὑπὸ τοῦ Τιβερίου “τί ὑμῖν ἔδοξε καὶ ἀπο‐ στῆναι καὶ ἐπὶ τοσοῦτον ἡμῖν χρόνον ἀντιπολεμῆσαι;” ἔφη ὅτι “ὑμεῖς τούτων αἴτιοί ἐστε· ἐπὶ γὰρ τὰς ἀγέλας ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύκους πέμπετε.”

56

.

16

.

4

ὁ μὲν οὖν πόλεμος τοῦτο τὸ τέλος ἔσχε, πολλῶν μὲν καὶ ἀν‐ δρῶν, πλείστων δὲ δὴ καὶ χρημάτων ἀπολομένων· πάμπολλά τε

56

.

17

.

1

γὰρ ἐς αὐτὸν στρατόπεδα ἐτράφη καὶ λεία ἐλαχίστη ἑάλω. ἀνήγ‐ γειλε δὲ καὶ τότε τὴν νίκην ὁ Γερμανικός, καὶ ἐπ’ αὐτῇ τῷ μὲν Αὐγούστῳ καὶ τῷ Τιβερίῳ τό τε 〈τὸ〉 τοῦ αὐτοκράτορος ὄνομα προσ‐ θέσθαι καὶ τὸ τὰ ἐπινίκια πέμψαι, ἄλλαι τέ τινες τιμαὶ καὶ ἁψῖ‐

56

.

17

.

2

δες ἐν τῇ Παννονίᾳ τροπαιοφόροι δύο ἐδόθησαν (ταῦτα γὰρ ἀπὸ πολλῶν τῶν ψηφισθέντων σφίσιν ὁ Αὔγουστος ἐδέξατο), τῷ δὲ δὴ Γερμανικῷ αἵ τε νικητήριοι τιμαί, ὅπερ που καὶ τοῖς ἄλλοις στρα‐ τιάρχοις ὑπῆρξε, καὶ αἱ στρατηγικαί, τό τε τὴν γνώμην πρώτῳ
5μετὰ τοὺς ὑπατευκότας ἀποφαίνεσθαι, καὶ τὸ τὴν ὑπατείαν θᾶσσον

56

.

17

.

3

παρὰ τὸ νενομισμένον λαβεῖν. καὶ τῷ Δρούσῳ δὲ τῷ τοῦ Τιβε‐ ρίου υἱεῖ, καίτοι μὴ μετασχόντι τοῦ πολέμου, καὶ ἐς τὸ συνέδριον συμφοιτᾶν πρὶν βουλεῦσαι, καὶ ἐπειδὰν ταμιεύσῃ γνώμην πρὸ τῶν ἐστρατηγηκότων ποιεῖσθαι, ἐψηφίσθη.

56

.

18

.

1

ἄρτι τε ταῦτα ἐδέδοκτο, καὶ ἀγγελία δεινὴ ἐκ τῆς Γερμανίας ἐλθοῦσα ἐκώλυσέ σφας διεορτάσαι. ἐν γὰρ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ἐν τῇ Κελτικῇ τάδε συνηνέχθη. εἶχόν τινα οἱ Ῥωμαῖοι αὐτῆς, οὐκ ἀθρόα ἀλλ’ ὥς που καὶ ἔτυχε χειρωθέντα, διὸ οὐδὲ ἐς ἱστορίας

56

.

18

.

2

μνήμην ἀφίκετο· καὶ στρατιῶταί τε αὐτῶν ἐκεῖ ἐχείμαζον καὶ πό‐ λεις συνῳκίζοντο, ἔς τε τὸν κόσμον σφῶν οἱ βάρβαροι μετερρυθμί‐ ζοντο καὶ ἀγορὰς ἐνόμιζον συνόδους τε εἰρηνικὰς ἐποιοῦντο. οὐ μέντοι καὶ τῶν πατρίων ἠθῶν τῶν τε συμφύτων τρόπων καὶ τῆς
5αὐτονόμου διαίτης τῆς τε ἐκ τῶν ὅπλων ἐξουσίας ἐκλελησμένοι

56

.

18

.

3

ἦσαν. καὶ διὰ τοῦτο, τέως μὲν κατὰ βραχὺ καὶ ὁδῷ τινι μετὰ φυλακῆς μετεμάνθανον αὐτά, οὔτε ἐβαρύνοντο τῇ τοῦ βίου μετα‐ βολῇ καὶ ἐλάνθανόν σφας ἀλλοιούμενοι· ἐπεὶ δ’ ὁ Οὐᾶρος ὁ Κυιν‐ τίλιος τήν τε ἡγεμονίαν τῆς Γερμανίας λαβὼν καὶ τὰ παρ’ ἐκεί‐
5νοις ἐκ τῆς ἀρχῆς διοικῶν ἔσπευσεν αὐτοὺς ἀθροώτερον μετα‐ στῆσαι, καὶ τά τε ἄλλα ὡς καὶ δουλεύουσί σφισιν ἐπέταττε καὶ

56

.

18

.

4

χρήματα ὡς καὶ παρ’ ὑπηκόων ἐσέπρασσεν, οὐκ ἠνέσχοντο, ἀλλ’ οἵ τε πρῶτοι τῆς πρόσθεν δυναστείας ἐφιέμενοι, καὶ τὰ πλήθη τὴν συνήθη κατάστασιν πρὸ τῆς ἀλλοφύλου δεσποτείας προτι‐ μῶντες, ἐκ μὲν τοῦ φανεροῦ οὐκ ἀπέστησαν, πολλοὺς μὲν πρὸς
5τῷ Ῥήνῳ πολλοὺς δὲ καὶ ἐν τῇ σφετέρᾳ τῶν Ῥωμαίων ὁρῶντες

56

.

18

.

5

ὄντας, δεξάμενοι δὲ τὸν Οὐᾶρον ὡς καὶ πάντα τὰ προστασσόμενά
σφισι ποιήσοντες προήγαγον αὐτὸν πόρρω ἀπὸ τοῦ Ῥήνου ἔς τε τὴν Χερουσκίδα καὶ πρὸς τὸν Οὐίσουργον, κἀνταῦθα εἰρηνικώτατά τε καὶ φιλικώτατα διαγαγόντες πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ

56

.

19

.

1

στρατιωτῶν δουλεύειν δυνάμενοι. οὔτ’ οὖν τὰ στρατεύματα, ὥσπερ εἰκὸς ἦν ἐν πολεμίᾳ, συνεῖχε, καὶ ἀπ’ αὐτῶν συχνοὺς αἰτοῦσι τοῖς ἀδυνάτοις ὡς καὶ ἐπὶ φυλακῇ χωρίων τινῶν ἢ καὶ λῃστῶν συλλήψεσι

56

.

19

.

2

παραπομπαῖς τέ τισι τῶν ἐπιτηδείων διέδωκεν. ἦσαν δὲ οἱ μάλιστα συνομόσαντες καὶ ἀρχηγοὶ τῆς τε ἐπιβουλῆς καὶ τοῦ πολέμου γενό‐ μενοι ἄλλοι τε καὶ Ἀρμήνιος καὶ Σηγίμερος, συνόντες τε αὐτῷ ἀεὶ

56

.

19

.

3

καὶ συνεστιώμενοι πολλάκις. θαρσοῦντος οὖν αὐτοῦ, καὶ μήτε τι δεινὸν προσδεχομένου, καὶ πᾶσι τοῖς τό τε γιγνόμενον ὑποτοποῦσι καὶ φυλάττεσθαί οἱ παραινοῦσιν οὐχ ὅπως ἀπιστοῦντος ἀλλὰ καὶ ἐπιτιμῶντος ὡς μάτην αὐτοῖς τε ταραττομένοις καὶ ἐκείνους δια‐
5βάλλουσιν, ἐπανίστανταί τινες πρῶτοι τῶν ἄπωθεν αὐτοῦ οἰκούντων

56

.

19

.

4

ἐκ παρασκευῆς, ὅπως ἐπ’ αὐτοὺς ὁ Οὐᾶρος ὁρμήσας εὐαλωτότερός σφισιν ἐν τῇ πορείᾳ, ὡς καὶ διὰ φιλίας διιών, γένηται, μηδὲ ἐξαί‐ φνης πάντων ἅμα πολεμωθέντων αὐτῷ φυλακήν τινα ἑαυτοῦ ποιή‐ σηται. καὶ ἔσχεν οὕτως· προέπεμψάν τε γὰρ αὐτὸν ἐξορμῶντα, καὶ
5παρέμενοι ὡς καὶ τὰ συμμαχικὰ παρασκευάσοντες καὶ διὰ ταχέων

56

.

19

.

5

οἱ προσβοηθήσοντες τάς τε δυνάμεις ἐν ἑτοίμῳ που οὔσας παρέ‐ λαβον, καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσιν ἕκαστοι στρατιώτας, οὓς πρότερον ᾐτήκεσαν, ἐπῆλθον αὐτῷ ἐν ὕλαις ἤδη δυσεκβάτοις ὄντι. κἀνταῦθα ἅμα τε ἀνεφάνησαν πολέμιοι ἀνθ’ ὑπηκόων ὄντες,

56

.

20

.

1

καὶ πολλὰ καὶ δεινὰ εἰργάσαντο. τά τε γὰρ ὄρη καὶ φαραγγώδη καὶ ἀνώμαλα καὶ τὰ δένδρα καὶ πυκνὰ καὶ ὑπερμήκη ἦν, ὥστε τοὺς Ῥωμαίους, καὶ πρὶν τοὺς πολεμίους σφίσι προσπεσεῖν, ἐκεῖνά τε τέμνοντας καὶ ὁδοποιοῦντας γεφυροῦντάς τε τὰ τούτου δεόμενα

56

.

20

.

2

πονηθῆναι. ἦγον δὲ καὶ ἁμάξας πολλὰς καὶ νωτοφόρα πολλὰ ὡς ἐν εἰρήνῃ· παῖδές τε οὐκ ὀλίγοι καὶ γυναῖκες ἥ τε ἄλλη θερα‐ πεία συχνὴ αὐτοῖς συνείπετο, ὥστε καὶ κατὰ τοῦτ’ ἐσκεδασμένῃ

56

.

20

.

3

τῇ ὁδοιπορίᾳ χρῆσθαι. κἀν τούτῳ καὶ ὑετὸς καὶ ἄνεμος πολὺς ἐπιγενόμενοι ἔτι καὶ μᾶλλόν σφας διέσπειραν· τό τε ἔδαφος ὀλισθη‐ ρὸν περί τε ταῖς ῥίζαις καὶ περὶ τοῖς στελέχεσι γενόμενον σφαλε‐ ρώτατα αὐτοὺς βαδίζειν ἐποίει, καὶ τὰ ἄκρα τῶν δένδρων κατα‐

56

.

20

.

4

θραυόμενα καὶ καταπίπτοντα διετάρασσεν. ἐν τοιαύτῃ οὖν δή τινι ἀμηχανίᾳ τότε τῶν Ῥωμαίων ὄντων, οἱ βάρβαροι πανταχόθεν ἅμα αὐτοὺς ἐξαπιναίως δι’ αὐτῶν τῶν λοχμωδεστάτων, ἅτε καὶ ἔμπειροι τῶν τριμμῶν ὄντες, περιεστοιχίσαντο, καὶ τὸ μὲν πρῶτον πόρρωθεν
5ἔβαλλον, ἔπειτα δέ, ὡς ἠμύνετο μὲν οὐδεὶς ἐτιτρώσκοντο δὲ πολλοί,

56

.

20

.

5

ὁμόσε αὐτοῖς ἐχώρησαν· οἷα γὰρ οὔτε ἐν τάξει τινὶ ἀλλὰ ἀναμὶξ ταῖς τε ἁμάξαις καὶ τοῖς ἀόπλοις πορευόμενοι, οὔτε συστραφῆναί πῃ ῥᾳδίως δυνάμενοι, ἐλάττους τε καθ’ ἑκάστους τῶν ἀεὶ προσμι‐ γνύντων σφίσιν ὄντες, ἔπασχον μὲν πολλά, ἀντέδρων δὲ οὐδέν.

56

.

21

.

1

αὐτοῦ τε οὖν ἐστρατοπεδεύσαντο, χωρίου τινὸς ἐπιτηδείου, ὥς γε ἐν ὄρει ὑλώδει ἐνεδέχετο, λαβόμενοι, καὶ μετὰ τοῦτο τάς τε πλείους ἁμάξας καὶ τἆλλα τὰ μὴ πάνυ σφίσιν ἀναγκαῖα τὰ μὲν κατακαύ‐ σαντες τὰ δὲ καὶ καταλιπόντες, συντεταγμένοι μέν πῃ μᾶλλον τῇ
5ὑστεραίᾳ ἐπορεύθησαν, ὥστε καὶ ἐς ψιλόν τι χωρίον προχωρῆσαι,

56

.

21

.

2

οὐ μέντοι καὶ ἀναιμωτὶ ἀπήλλαξαν. ἐντεῦθεν δὲ ἄραντες ἔς τε ὕλας αὖθις ἐσέπεσον, καὶ ἠμύνοντο μὲν πρὸς τοὺς προσπίπτοντάς σφισιν, οὐκ ἐλάχιστα δὲ δὴ κατ’ αὐτὸ τοῦτο ἔπταιον· συστρε‐ φόμενοι γὰρ ἐν στενοχωρίᾳ, ὅπως ἀθρόοι ἱππῆς τε ὁμοῦ καὶ ὁπλῖ‐
5ται ἐπιτρέχωσιν αὐτοῖς, πολλὰ μὲν περὶ ἀλλήλοις πολλὰ δὲ καὶ περὶ

56

.

21

.

3

τοῖς δένδροις ἐσφάλλοντο. τετάρτη τε ἡμέρα πορευομένοις σφίσιν ἐγένετο, καὶ αὐτοῖς ὑετός τε αὖθις λάβρος καὶ ἄνεμος μέγας προσ‐ πεσὼν οὔτε ποι προϊέναι οὔθ’ ἵστασθαι παγίως ἐπέτρεπεν, ἀλλὰ καὶ τὴν χρῆσίν σφας τῶν ὅπλων ἀφείλετο· οὔτε γὰρ τοῖς τοξεύμασιν
5οὔτε τοῖς ἀκοντίοις, ἢ ταῖς γε ἀσπίσιν ἅτε καὶ διαβρόχοις οὔσαις,

56

.

21

.

4

καλῶς χρῆσθαι ἐδύναντο. τοῖς γὰρ πολεμίοις, ψιλοῖς τε τὸ πλεῖ‐ στον οὖσι καὶ τὴν ἐξουσίαν καὶ τῆς ἐφόδου καὶ τῆς ἀναχωρήσεως ἀδεᾶ ἔχουσιν, ἧττόν που ταῦτα συνέβαινε. πρὸς δ’ ἔτι αὐτοί τε πολὺ πλείους γεγονότες (καὶ γὰρ τῶν ἄλλων τῶν πρότερον περι‐
5σκοπούντων συχνοὶ ἄλλως τε καὶ ἐπὶ τῇ λείᾳ συνῆλθον) καὶ ἐκείνους ἐλάττους ἤδη ὄντας (πολλοὶ γὰρ ἐν ταῖς πρὶν μάχαις ἀπωλώλεσαν) καὶ ἐκυκλοῦντο ῥᾷον καὶ κατεφόνευον, ὥστε καὶ τὸν Οὐᾶρον καὶ τοὺς ἄλλους τοὺς λογιμωτάτους, φοβηθέντας μὴ ἤτοι ζωγρηθῶσιν ἢ καὶ πρὸς τῶν ἐχθίστων ἀποθάνωσι (καὶ γὰρ τετρωμένοι ἦσαν),
10ἔργον δεινὸν μὲν ἀναγκαῖον δὲ τολμῆσαι· αὐτοὶ γὰρ ἑαυτοὺς ἀπέ‐

56

.

22

.

1

κτειναν. ὡς δὲ τοῦτο διηγγέλθη, οὐδὲ τῶν ἄλλων οὐδεὶς ἔτι, εἰ καὶ ἔρρωτό τις, ἠμύνατο, ἀλλ’ οἱ μὲν τὸν ἄρχοντά σφων ἐμιμήσαντο, οἱ δὲ καὶ τὰ ὅπλα παρέντες ἐπέτρεπόν σφας τῷ βουλομένῳ φονεύειν·

56

.

22

.

2

φυγεῖν γὰρ οὐδ’ εἰ τὰ μάλιστά τις ἤθελεν ἐδύνατο. ἐκόπτετό τε οὖν ἀδεῶς πᾶς καὶ ἀνὴρ καὶ ἵππος, καὶ τά τε | .....

56

.

22

2a

Zon. 10, 37 p. 427, 4—18 B. (p. 452, 12—29 D.): καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ’ ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ’ οὐδ’ ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις
5οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο.

56

.

22

2b

μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ποιή‐ σασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ’ ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν,
5σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἱ δ’ ἐντὸς ὄντες Ῥωμαῖοι ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον βοήθειαν προσδεχόμενοι· ὡς δ’ οὔτε τις ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον (ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί),

56

.

22

.

2

καὶ τὸ μὲν πρῶτον τό τε δεύτερόν σφων φυλακτήριον παρῆλθον, ἐπεὶ δὲ πρὸς τῷ τρίτῳ ἐγένοντο, ἐφωράθησαν, τῶν τε γυναικῶν καὶ τῶν παίδων συνεχῶς τοὺς ἐν τῇ ἡλικίᾳ διά τε τὸν κάματον

56

.

22

.

3

καὶ διὰ τὸν φόβον τό τε σκότος καὶ τὸ ψῦχος ἀνακαλούντων. κἂν πάντες ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ οἱ βάρβαροι περὶ τὴν τῆς λείας ἁρπαγὴν ἄσχολοι ἐγένοντο. οὕτω γὰρ οἵ τε ἐρρωμενέστατοι πολὺ ἀπέσπασαν, καὶ οἱ σαλπικταὶ οἱ σὺν αὐτοῖς ὄντες τροχαῖόν
5τι συμβοήσαντες δόξαν τοῖς ἐναντίοις ὡς καὶ παρὰ τοῦ Ἀσπρήνου

56

.

22

.

4

πεπεμμένοι παρέσχον. κἀκ τούτου ἐκεῖνοί τε ἐπέσχον τῆς διώξεως, καὶ ὁ Ἀσπρήνας μαθὼν τὸ γιγνόμενον ὄντως σφίσιν ἐπεκούρησε. καί τινες μετὰ τοῦτο καὶ τῶν ἑαλωκότων ἀνεκομίσθησαν, λυτρω‐ θέντες ὑπὸ τῶν οἰκείων· ἐπετράπη γάρ σφισι τοῦτο ποιῆσαι ἐφ’
5ᾧ τε ἔξω τῆς Ἰταλίας αὐτοὺς εἶναι.

56

.

23

.

1

τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δὲ μαθὼν ὁ Αὔγουστος τὰ τῷ Οὐάρῳ συμβεβηκότα τήν τε ἐσθῆτα, ὥς τινές φασι, περιερρή‐ ξατο, καὶ πένθος μέγα ἐπί τε τοῖς ἀπολωλόσι καὶ ἐπὶ τῷ περί τε τῶν Γερμανιῶν καὶ περὶ τῶν Γαλατιῶν δέει ἐποιήσατο, τό τε
5μέγιστον ὅτι καὶ ἐπὶ τὴν Ἰταλίαν τήν τε Ῥώμην αὐτὴν ὁρμήσειν σφᾶς προσεδόκησε, καὶ οὔτε πολιτική οἱ ἡλικία ἀξιόλογος ὑπελέ‐

56

.

23

.

2

λειπτο, καὶ τὰ συμμαχικά, ὧν τι καὶ ὄφελος ἦν, ἐκεκάκωτο. ὅμως δ’ οὖν τά τε ἄλλα ὡς ἐκ τῶν παρόντων παρεσκευάσατο, καὶ ἐπειδὴ μηδεὶς τῶν τὴν στρατεύσιμον ἡλικίαν ἐχόντων καταλεχθῆναι ἠθέ‐ λησεν, ἐκλήρωσεν αὐτούς, καὶ τῶν μὲν μηδέπω πέντε καὶ τριάκοντα
5ἔτη γεγονότων τὸν πέμπτον, τῶν δὲ πρεσβυτέρων τὸν δέκατον ἀεὶ

56

.

23

.

3

λαχόντα τήν τε οὐσίαν ἀφείλετο καὶ ἠτίμωσε. καὶ τέλος, ὡς καὶ πάνυ πολλοὶ οὐδ’ οὕτω τι αὐτοῦ προετίμων, ἀπέκτεινέ τινας. ἀπο‐ κληρώσας δὲ ἔκ τε τῶν ἐστρατευμένων ἤδη καὶ ἐκ τῶν ἐξελευθέρων
ὅσους ἠδυνήθη, κατέλεξε, καὶ εὐθὺς σπουδῇ μετὰ τοῦ Τιβερίου ἐς

56

.

23

.

4

τὴν Γερμανίαν ἔπεμψεν. ἐπειδή τε συχνοὶ ἐν τῇ Ῥώμῃ καὶ Γαλάται καὶ Κελτοί, οἱ μὲν ἄλλως ἐπιδημοῦντες οἱ δὲ καὶ ἐν τῷ δορυφορικῷ στρατευόμενοι, ἦσαν, ἐφοβήθη μή τι νεοχμώσωσι, καὶ τούτους μὲν ἐς νήσους τινὰς ἀπέστειλε, τοῖς δ’ ἀόπλοις ἐκχωρῆσαι τῆς πό‐
5λεως προσέταξε.

56

.

24

.

1

τότε μὲν ταῦτ’ ἔπραξε, καὶ οὔτ’ ἄλλο τι τῶν νομιζομένων ἐγέ‐ νετο οὔθ’ αἱ πανηγύρεις ἑωρτάσθησαν· μετὰ δὲ τοῦτο ἀκούσας ὅτι τῶν τε στρατιωτῶν τινες ἐσώθησαν καὶ αἱ Γερμανίαι ἐφρουρήθη‐ σαν, τό τε πολέμιον οὐδὲ ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν ἐτόλμησε, τῆς τε

56

.

24

.

2

ταραχῆς ἀπηλλάγη καὶ διαγνώμην ἐποιήσατο. τό τε γὰρ πάθος οὐκ ἄνευ δαιμονίου τινὸς ὀργῆς καὶ μέγα οὕτω καὶ ἀθρόον ἐδόκει οἱ γεγονέναι· καὶ προσέτι καὶ ὑπὸ τῶν τεράτων τῶν πρό τε τῆς ἥττης καὶ μετὰ ταῦτα συμβάντων δεινὴν ὑποψίαν ἐς τὸ θεῖον ἔσχεν.

56

.

24

.

3

ὅ τε γὰρ τοῦ Ἄρεως ναὸς ὁ ἐν τῷ πεδίῳ αὐτοῦ ὢν ἐκεραυνώθη, καὶ ἀττέλεβοι πολλοὶ ἐς αὐτὸ τὸ ἄστυ πετόμενοι ὑπὸ χελιδόνων ἀνηλώθησαν, αἵ τε κορυφαὶ τῶν Ἄλπεων συμπεπτωκέναι τε ἐς ἀλ‐ λήλας καὶ κίονας τρεῖς πυροειδεῖς ἀνεικέναι ἔδοξαν, καὶ ὁ οὐρανὸς

56

.

24

.

4

φλεγομένῳ πολλαχῇ ἐῴκει, ἀστέρες τε κομῆται συχνοὶ ἅμα κατε‐ φαίνοντο, καὶ δόρατα ἀπ’ ἄρκτου φερόμενα πρὸς τὰ τῶν Ῥωμαίων στρατόπεδα προσπίπτειν ἐδόκει, μέλισσαί τε περὶ τοὺς βωμοὺς αὐ‐ τῶν κηρία ἀνέπλασσον, καὶ Νίκης τι ἄγαλμα ἔν τε τῇ Γερμανίᾳ ὂν

56

.

24

.

5

καὶ πρὸς τὴν πολεμίαν βλέπον πρὸς τὴν Ἰταλίαν μετεστράφη· καί ποτε καὶ περὶ τοὺς ἀετοὺς τοὺς ἐν τοῖς στρατοπέδοις, ὡς καὶ τῶν βαρβάρων ἐπ’ αὐτοὺς ἐσπεπτωκότων, μάχη καὶ ἀγωνισμὸς τῶν στρατιωτῶν διὰ κενῆς ἐγένετο.
5τούτων τε οὖν ἕνεκα καὶ ὅτι καὶ | ....

56

.

24

.

6

ὁ δὲ Τιβέριος διαβῆναι τὸν Ῥῆνον οὐκ ἔκρινεν, ἀλλ’ ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ’ οὐδ’ ἐκεῖνοι διαβῆναι ἐτόλμησαν γνόντες αὐτὸν παρόντα. Zon. 10, 37 p. 428, 2—4 B. (p. 453, 7—10 D.)

56

.

24

.

7

ὅτι ὁ Γερμανικὸς ἐκ πολλῶν ᾠκειοῦτο τῷ πλήθει, καὶ ὅτι ὑπερε‐ δίκει τινῶν, οὐχ ὅπως ἐπὶ τῶν ἄλλων δικαστῶν ἀλλὰ καὶ ἐπ’ αὐτοῦ τοῦ Αὐγούστου. διὸ καὶ ταμίᾳ τινὶ φόνου αἰτίαν ἔχοντι ἐδίκασε τοῦ Γερμανικοῦ συναγορεύειν οἱ μέλλοντες, ἔδεισεν ὁ κατήγορος αὐτοῦ μὴ
5ἐλαττωθῇ διὰ τοῦτο παρὰ τοῖς δικασταῖς ἐφ’ οἷσπερ εἰώθει τὰ τοιαῦτα κρίνεσθαι, καὶ παρὰ τῷ Αὐγούστῳ δικασθῆναι μάτην ἠθέλησεν· οὐ γὰρ ἐκράτησεν. Exc. V. 182 (p. 665).

56

.

25

.

1

...... | μετὰ τὴν στρατηγίαν ἔχων. τῷ δὲ δευτέρῳ τά τε ἄλλα τὰ προειρημένα ἐγένετο, καὶ τὸ Ὁμονόειον ὑπὸ τοῦ Τιβερίου καθιε‐ ρώθη, καὶ αὐτῷ τό τε ἐκείνου ὄνομα καὶ τὸ τοῦ Δρούσου τοῦ

56

.

25

.

2

ἀδελφοῦ αὐτοῦ καὶ τεθνηκότος ἐπεγράφη. Μάρκου δὲ Αἰμιλίου μετὰ Στατιλίου Ταύρου ὑπατεύσαντος, Τιβέριος μὲν καὶ Γερμανικὸς ἀντὶ ὑπάτου ἄρχων ἔς τε τὴν Κελτικὴν ἐσέβαλον καὶ κατέδραμόν τινα αὐτῆς, οὐ μέντοι οὔτε μάχῃ τινὶ ἐνίκησαν (ἐς γὰρ χεῖρας οὐ‐

56

.

25

.

3

δεὶς αὐτοῖς ᾔει) οὔτε ἔθνος τι ὑπηγάγοντο· δεδιότες γὰρ μὴ καὶ συμφορᾷ αὖθις περιπέσωσιν, οὐ πάνυ πόρρω τοῦ Ῥήνου προῆλθον, ἀλλὰ αὐτοῦ που μέχρι τοῦ μετοπώρου μείναντες καὶ τὰ τοῦ Αὐ‐ γούστου γενέθλια ἑορτάσαντες καί τινα ἱπποδρομίαν ἐν αὐτοῖς διὰ

56

.

25

.

4

τῶν ἑκατοντάρχων ποιήσαντες ἐπανῆλθον. ἐν δὲ δὴ τῇ Ῥώμῃ Δροῦσός τε Καῖσαρ ὁ τοῦ Τιβερίου παῖς ἐταμίευσε, καὶ στρατηγοὶ ἑκκαίδεκα ἦρξαν, ἐπειδὴ τοσοῦτοί τε τῆς ἀρχῆς ἀντεποιήσαντο καὶ οὐδένα αὐτῶν λυπῆσαι ὁ Αὔγουστος, οἷα ἐν τοιούτοις ὤν, ἠθέλησεν·
5οὐ μὴν καὶ τοῖς ἄλλοις τοῖς ἐφεξῆς ἔτεσι ταὐτὸν ἐγένετο, ἀλλ’ οἱ

56

.

25

.

5

δώδεκα ἐπὶ πολὺ κατέστησαν. τότε δ’ οὖν ταῦτά τε οὕτως ἐπράχθη, καὶ τοῖς μάντεσιν ἀπηγορεύθη μήτε κατὰ μόνας τινὶ μήτε περὶ θανάτου, μηδ’ ἂν ἄλλοι συμπαρῶσίν οἱ, χρᾶν· καίτοι οὕτως οὐδὲν τῷ Αὐγούστῳ τῶν καθ’ ἑαυτὸν ἔμελεν ὥστε ἐκ προγραφῆς πᾶσι

56

.

25

.

6

τὴν τῶν ἀστέρων διάταξιν, ὑφ’ ὧν ἐγεγέννητο, φανερῶσαι. οὐ μὴν ἀλλ’ ἐκεῖνό τε ἀπεῖπε, καὶ τῷ ὑπηκόῳ προσπαρήγγειλε μηδενὶ τῶν προστασσομένων αὐτοῖς ἀρχόντων μήτε ἐν τῷ τῆς ἀρχῆς χρόνῳ μήτε ἐντὸς ἑξήκοντα ἡμερῶν μετὰ τὸ ἀπαλλαγῆναί σφας τιμήν
5τινα διδόναι, ὅτι τινὲς μαρτυρίας παρ’ αὐτῶν καὶ ἐπαίνους προ‐

56

.

25

.

7

παρασκευαζόμενοι πολλὰ διὰ τούτου ἐκακούργουν. ταῖς τε πρεσ‐ βείαις τρεῖς καὶ τότε βουλευταὶ ἐχρημάτισαν, καὶ τοῖς ἱππεῦσιν, ὃ καὶ θαυμάσειεν ἄν τις, μονομαχεῖν ἐπετράπη. αἴτιον δὲ ὅτι ἐν ὀλιγωρίᾳ τινὲς τὴν ἀτιμίαν τὴν ἐπ’ αὐτῷ ἐπικειμένην ἐποιοῦντο.
5ἐπεὶ γὰρ μήτ’ ὄφελός τι τῆς ἀπορρήσεως ἐγίγνετο καὶ τιμωρίας μείζονος ἄξιοι εἶναι ἐδόκουν, ἢ καὶ ἀποτραπήσεσθαι ἐνομίσθησαν,

56

.

25

.

8

συνεχωρήθη σφίσι τοῦτο ποιεῖν. καὶ οὕτως ἀντὶ τῆς ἀτιμίας θά‐ νατον ὠφλίσκανον· οὐδὲν γὰρ ἧττον ἐμονομάχουν, καὶ μάλισθ’ ὅτι δεινῶς οἱ ἀγῶνες αὐτῶν ἐσπουδάζοντο, ὥστε καὶ τὸν Αὔγουστον τοῖς στρατηγοῖς τοῖς ἀγωνοθετοῦσί σφας συνθεᾶσθαι.

56

.

26

.

1

Γερμανικὸς δὲ μετὰ τοῦτο τὴν ὕπατον ἀρχὴν μηδὲ στρατηγή‐ σας ἐδέξατο, καὶ δι’ ὅλου αὐτὴν τοῦ ἔτους, οὐ πρὸς τὴν ἀξίωσιν ἀλλ’ ὥς που καὶ ἄλλοι τινὲς ἔτι καὶ τότε ἦρχον, ἔσχε. καὶ αὐτὸς μὲν οὐδὲν ἄξιον μνήμης ἔπραξε, πλὴν ὅτι καὶ τότε ὑπερεδίκησεν,
5ἐπεί γε ὁ συνάρχων αὐτοῦ Γάιος Καπίτων καὶ πάνυ τὴν ἄλλως

56

.

26

.

2

ἠριθμεῖτο· ὁ δὲ δὴ Αὔγουστος ἐκεῖνόν τε ὡς καὶ ἐπὶ γήρως ὢν τῇ βουλῇ καὶ ταύτην τῷ Τιβερίῳ παρακατέθετο. ἀνέγνω δὲ τὸ βιβλίον οὐκ αὐτός (οὐ γὰρ οἷός τε ἦν γεγωνίσκειν) ἀλλ’ ὁ Γερμανικός, ὥσπερ εἰώθει. καὶ μετὰ τοῦτ’ ᾐτήσατο παρ’ αὐτῶν, ἐπὶ τῇ τοῦ Κελτικοῦ
5πολέμου προφάσει, μήτ’ οἴκοι αὐτὸν ἀσπάζεσθαι μήτ’ ἀγανακτεῖν

56

.

26

.

3

εἰ μηκέτι συσσιτοίη σφίσι· τὸ μὲν γὰρ πλεῖστον, ἄλλως τε καὶ
ὁσάκις ἕδρα αὐτῶν ἐγίγνετο, ἔν τε τῇ ἀγορᾷ καὶ ἐν αὐτῷ γε ἔστιν ὅτε τῷ συνεδρίῳ καὶ ἐσιόντα αὐτὸν καὶ ἀπιόντα αὖθις ἠσπάζοντο, ἤδη δὲ καὶ ἐν τῷ παλατίῳ, καὶ καθήμενόν γε, ἔστι δ’ ὅτε καὶ κα‐
5τακείμενον, οὐχ ὅτι ἡ γερουσία ἀλλὰ καὶ οἱ ἱππῆς τοῦ τε δήμου

56

.

27

.

1

πολλοί. οὐ μέντοι καὶ τἆλλα ἧττόν τι παρὰ τοῦτο διῴκει, ἀλλὰ καὶ τοῖς ἱππεῦσι δημαρχίαν αἰτῆσαι ἐπέτρεψε, καὶ μαθὼν ὅτι βι‐ βλία ἄττα ἐφ’ ὕβρει τινῶν συγγράφοιτο, ζήτησιν αὐτῶν ἐποιήσατο, καὶ ἐκεῖνά τε, τὰ μὲν ἐν τῇ πόλει εὑρεθέντα πρὸς τῶν ἀγορανόμων
5τὰ δὲ ἔξω πρὸς τῶν ἑκασταχόθι ἀρχόντων, κατέφλεξε, καὶ τῶν

56

.

27

.

2

συνθέντων αὐτὰ ἐκόλασέ τινας. ἐπειδή τε συχνοὶ φυγάδες οἱ μὲν ἔξω τῶν τόπων ἐς οὓς ἐξωρίσθησαν τὰς διατριβὰς ἐποιοῦντο, οἱ δὲ καὶ ἐν αὐτοῖς ἐκείνοις ἁβρότερον διῆγον, ἀπηγόρευσε μηδένα πυρὸς καὶ ὕδατος εἰρχθέντα μήτε ἐν ἠπείρῳ διατρίβειν μήτε ἐν
5νήσῳ τῶν ὅσαι ἔλαττον τετρακοσίων ἀπὸ τῆς ἠπείρου σταδίων ἀπέχουσι, πλὴν Κῶ τε καὶ Ῥόδου Σάμου τε καὶ Λέσβου· ταύτας

56

.

27

.

3

γὰρ οὐκ οἶδ’ ὅπως μόνας ὑπεξείλετο. ἐκεῖνά τε οὖν αὐτοῖς προσ‐ έταξε, καὶ τὸ μήτε περαιοῦσθαί ποι ἄλλοσε, μήτε πλοῖα πλείω φορτικοῦ τε ἑνὸς χιλιοφόρου καὶ κωπήρων δύο κεκτῆσθαι, μήτε δούλοις ἢ καὶ ἀπελευθέροις ὑπὲρ εἴκοσι χρῆσθαι, μήτ’ οὐσίαν ὑπὲρ
5δώδεκα καὶ ἡμίσειαν μυριάδα ἔχειν, τιμωρηθήσεσθαι καὶ αὐτοὺς ἐκείνους καὶ τοὺς ἄλλους τούς τι παρὰ ταῦτα συμπράξαντάς σφι‐ σιν ἐπαπειλήσας.

56

.

27

.

4

ταῦτά τε οὕτως, ὅσα γε καὶ ἐς ἱστορίαν ἀναγκαῖά ἐστι, διενο‐ μοθετήθη, καὶ πανήγυρις ἔξω τῶν νενομισμένων ὑπό τε τῶν ὀρχη‐ στῶν καὶ ὑπὸ τῶν ἱπποτρόφων ἐποιήθη. τά τε Ἄρεια τότε μέν, ἐπειδὴ ὁ Τίβερις τὸν ἱππόδρομον προκατέσχεν, ἐν τῇ τοῦ Αὐγούστου
5ἀγορᾷ καὶ ἵππων δρόμῳ τρόπον τινὰ καὶ θηρίων σφαγῇ ἐτιμήθη,

56

.

27

.

5

αὖθις δὲ ὥσπερ εἴθιστο ἐγένετο, καὶ λέοντάς γε ἐς αὐτὰ ἐν τῷ ἱπποδρόμῳ διακοσίους ὁ [τε] Γερμανικὸς ἀπέκτεινεν. ἥ τε στοὰ ἡ Ἰουλία καλουμένη ᾠκοδομήθη τε ἐς τιμὴν τοῦ τε Γαΐου καὶ τοῦ Λουκίου τῶν Καισάρων, καὶ τότε καθιερώθη.

56

.

28

.

1

Λουκίου δὲ δὴ Μουνατίου καὶ Γαΐου Σιλίου ἐς τοὺς ὑπατεύ‐ οντας ἐσγραφέντων, τήν τε προστασίαν τῶν κοινῶν τὴν δεκέτιν τὴν πέμπτην ἄκων δὴ ὁ Αὔγουστος ἔλαβε, καὶ τῷ Τιβερίῳ τὴν ἐξουσίαν τὴν δημαρχικὴν αὖθις ἔδωκε, τῷ τε Δρούσῳ τῷ υἱεῖ αὐτοῦ ὑπα‐
5τείαν ἐς ἔτος τρίτον, καὶ πρὶν στρατηγῆσαι, αἰτῆσαι ἐπέτρεψε.

56

.

28

.

2

καὶ συμβούλους ὑπὸ τοῦ γήρως, ὑφ’ οὗπερ οὐδ’ ἐς τὸ βουλευτήριον ἔτι πλὴν σπανιώτατα συνεφοίτα, εἴκοσιν ἐτησίους ᾐτήσατο· πρό‐ τερον γὰρ καθ’ ἕκμηνον πεντεκαίδεκα προσετίθετο. καὶ προσεψη‐ φίσθη, πάνθ’ ὅσα ἂν αὐτῷ μετά τε τοῦ Τιβερίου καὶ μετ’ ἐκείνων

56

.

28

.

3

τῶν τε ἀεὶ ὑπατευόντων καὶ τῶν ἐς τοῦτο ἀποδεδειγμένων, τῶν τε ἐγγόνων αὐτοῦ τῶν ποιητῶν δῆλον ὅτι, τῶν τε ἄλλων ὅσους ἂν ἑκάστοτε προσπαραλάβῃ, βουλευομένῳ δόξῃ, κύρια ὡς καὶ πάσῃ τῇ γερουσίᾳ ἀρέσαντα εἶναι. τοῦτ’ οὖν ἐκ τοῦ δόγματος, ὅπερ που
5καὶ ἄλλως τῷ γε ἔργῳ εἶχε, προσθέμενος, οὕτω τὰ πλείω καὶ κατα‐

56

.

28

.

4

κείμενος ἔστιν ὅτε ἐχρημάτιζεν. ἐπεί τε ἐπὶ τῇ εἰκοστῇ πάντες ὡς εἰπεῖν ἐβαρύνοντο καὶ ἐδόκει τι νεώτερον ἔσεσθαι, ἔπεμψε βιβλίον ἐς τὴν βουλήν, κελεύων ἄλλους τινὰς αὐτὴν πόρους ἐπιζητῆσαι. τοῦτο δὲ οὐχ ὡς καὶ ἐκεῖνο τὸ τέλος καταλύσων ἐποίησεν, ἀλλ’ ἵνα
5μηδενὸς ἄλλου αἱρετωτέρου σφίσι φανέντος καὶ ἄκοντες αὐτὸ ἄνευ

56

.

28

.

5

τῆς ἑαυτοῦ διαβολῆς βεβαιώσωσι. καὶ ὅπως γε μὴ τοῦ Γερμανικοῦ τοῦ τε Δρούσου γνώμην τινὰ εἰπόντων ὑποτοπήσωσί τε ἐκ τῆς αὐτοῦ ἐντολῆς τοῦτο γεγονέναι καὶ ἀνεξέταστον αὐτὴν ἕλωνται, προσέταξε μηδέτερον αὐτῶν μηδὲν εἰπεῖν. καὶ ἐλέχθη μὲν πολλά,

56

.

28

.

6

καί τινα καὶ διὰ βιβλίων τῷ Αὐγούστῳ ἐδηλώθη· καταμαθὼν δὲ ἐξ αὐτῶν πάντα μᾶλλον ἢ ἐκεῖνο ἑτοίμους σφᾶς ὑπομεῖναι ὄντας, ἐπί τε τοὺς ἀγροὺς καὶ ἐπὶ τὰς οἰκίας τὴν συντέλειαν ἤγαγε, καὶ παραχρῆμα μηδὲν εἰπών, μήθ’ ὅσον μήθ’ ὅπως αὐτὸ δώσουσιν,
5ἔπεμψεν ἄλλους ἄλλῃ τά τε τῶν ἰδιωτῶν καὶ τὰ τῶν πόλεων κτή‐ ματα ἀπογραψομένους, ἵν’ ὡς καὶ μειζόνως ζημιωθησόμενοι δείσωσι καὶ
τὴν εἰκοστὴν τελεῖν ἀνθέλωνται. ὃ καὶ ἐγένετο. Xiph. 118, 3—6.

56

.

29

.

1

καὶ ταῦτα μὲν ὧδέ πῃ τῷ Αὐγούστῳ διῳκεῖτο· ἱπποδρομίας δὲ τελουμένης ἐν τῇ τῶν Αὐγουσταλίων θέᾳ, ἥτις ἐπὶ τοῖς αὐτοῦ γενεθλίοις ἐγίγνετο, ἀνήρ τις ἐμμανὴς ἔς τε τὸν δίφρον τὸν τῷ Καίσαρι τῷ Ἰουλίῳ κείμενον ἐνιδρύθη καὶ τὸν στέφανον αὐτοῦ λαβὼν περιέθετο. ὃ πάντας

56

.

29

.

2

ἐτάραξεν, καὶ γὰρ ἐδόκει ἐς τὸν Αὔγουστόν τι σημαίνεσθαι. ὅπερ καὶ ἀληθὲς ἦν· τῷ γὰρ ἐχομένῳ ἔτει, ἐν ᾧ Σέξτος τε Ἀπουλέιος καὶ Σέξτος Πομπήιος ὑπάτευσαν, ἐξωρμήθη τε ἐς τὴν Καμπανίαν ὁ Αὔγουστος, καὶ τὸν ἀγῶνα τὸν ἐν τῇ Νέᾳ πόλει διαθεὶς ἔπειτα ἐν Νώλῃ μετήλ‐
5λαξε. τέρατα δὲ ἄρα ἐς τοῦτο αὐτῷ φέροντα οὔτε ἐλάχιστα οὔτε δυσσύμ‐

56

.

29

.

3

βλητα ἐγεγένητο· ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε, καὶ τοῦ οὐρανοῦ τὸ πολὺ καίεσθαι ἔδοξε, ξύλα τε διάπυρα ἀπ’ αὐτοῦ πίπτοντα ἐφαν‐ τάσθη, καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν. βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν’ εὐχὰς ποιήσωνται [Xiph. 118, 6—22,
5Zon. 10, 38 p. 428, 13—21 B. (p. 453, 21—454, 2 D.] τό τε συν‐ έδριον κεκλειμένον εὑρέθη καὶ βύας ὑπὲρ αὐτοῦ καθήμενος ἔβυξε.

56

.

29

.

4

καὶ κεραυνὸς ἐς εἰκόνα αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἑστῶσαν ἐμπε‐ σὼν τὸ γράμμα τὸ πρῶτον τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφά‐ νισεν· ὅθεν οἱ μάντεις ἑκατοστῇ μετὰ τοῦτο αὐτὸν ἡμέρᾳ θείας τινὸς μοίρας μεταλήψεσθαι ἔφασαν, τεκμαιρόμενοι ὅτι τό τε
5στοιχεῖον ἐκεῖνο τὸν τῶν ἑκατὸν ἀριθμὸν παρὰ τοῖς Λατίνοις καὶ

56

.

29

.

5

τὸ λοιπὸν πᾶν ὄνομα θεὸν παρὰ τοῖς Τυρσηνοῖς νοεῖ. ταῦτα μὲν ζῶντος ἔτ’ αὐτοῦ προεφάνη, τοῖς δὲ δὴ ἔπειτα ἀνθρώποις καὶ τὸ τῶν ὑπάτων τό τε τοῦ Σερουίου Σουλπικίου Γάλβου ἐν‐ θύμιον ἐγένετο. ἐκεῖνοί τε γὰρ συγγενεῖς πῃ τοῦ Αὐγούστου ὄντες
5ἦρχον, καὶ ὁ Γάλβας ὁ τὸ κράτος ὕστερον χρόνῳ λαβὼν τότε ἐν αὐτῇ

56

.

29

.

6

τῇ νουμηνίᾳ ἐς τοὺς ἐφήβους ἐνεγράφη. ἐπεὶ οὖν πρῶτος μετὰ τὸ τοῦ Αὐγούστου γένος ἐκ τῶν ἄλλων Ῥωμαίων ἐμονάρχησε, λόγον τισὶ παρέσχεν ὡς οὐκ ἀπὸ ταὐτομάτου τότε ταῦτα ἀλλ’ ἐκ δαιμο‐ νίου προβουλῆς ἐγένετο.

56

.

30

.

1

ὁ δ’ οὖν Αὔγουστος νοσήσας μετήλλαξε· καί τινα ὑποψίαν τοῦ
θανάτου αὐτοῦ ἡ Λιουία ἔλαβεν, ἐπειδὴ πρὸς τὸν Ἀγρίππαν κρύφα ἐς τὴν νῆσον διέπλευσε καὶ ἐδόκει οἱ καὶ παντάπασι καταλλαγή‐

56

.

30

.

2

σεσθαι. δείσασα γάρ, ὥς φασι, μὴ καὶ ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτ’ ἐπόντα, ἀφ’ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάκῳ ἔχρισε, καὶ αὐτή τε ἅμα τὰ

56

.

30

.

3

ἀνήλιφα ἤσθιε κἀκείνῳ τὰ πεφαρμαγμένα προσέβαλλεν. εἴτ’ οὖν ἐκ τούτου εἴτε καὶ ἄλλως ἀρρωστήσας τούς τε ἑταίρους συνεκάλεσε, καὶ εἰπὼν αὐτοῖς ὅσα ἔχρῃζε, τέλος ἔφη ὅτι “τὴν Ῥώμην γηίνην

56

.

30

.

4

παραλαβὼν λιθίνην ὑμῖν καταλείπω”. τοῦτο μὲν οὖν οὐ πρὸς τὸ τῶν οἰκοδομημάτων αὐτῆς ἀκριβὲς ἀλλὰ πρὸς τὸ τῆς ἀρχῆς ἰσχυρὸν ἐνεδείξατο· κρότον δὲ δή τινα παρ’ αὐτῶν ὁμοίως τοῖς γελωτο‐ ποιοῖς, ὡς καὶ ἐπὶ μίμου τινὸς τελευτῇ, αἰτήσας καὶ πάμπανυ
5πάντα τὸν τῶν ἀνθρώπων βίον διέσκωψε.

56

.

30

.

5

καὶ ὁ μὲν οὕτω τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου, ἐν ᾗ ποτε τὸ πρῶτον ὑπάτευσε, μετήλλαξε, ζήσας μὲν πέντε καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσι (τῇ γὰρ τρίτῃ καὶ εἰκοστῇ τοῦ Σεπτεμβρίου ἐγεγέννητο), μοναρχήσας δέ, ἀφ’ οὗ πρὸς
5τῷ Ἀκτίῳ ἐνίκησε, τέσσαρα καὶ τεσσαράκοντα ἔτη, δεκατριῶν ἡμε‐

56

.

31

.

1

ρῶν δέοντα. οὐ μέντοι καὶ ἐκφανὴς εὐθὺς ὁ θάνατος αὐτοῦ ἐγέ‐ νετο· ἡ γὰρ Λιουία, φοβηθεῖσα μὴ τοῦ Τιβερίου ἐν τῇ Δελματίᾳ ἔτ’ ὄντος νεωτερισθῇ τι, συνέκρυψεν αὐτὸν μέχρις οὗ ἐκεῖνος ἀφί‐
κετο. ταῦτα γὰρ οὕτω τοῖς τε πλείοσι καὶ 〈τοῖσ〉 ἀξιοπιστοτέροις
5γέγραπται· εἰσὶ γάρ τινες οἳ καὶ παραγενέσθαι τὸν Τιβέριον τῇ

56

.

31

.

2

νόσῳ αὐτοῦ καὶ ἐπισκήψεις τινὰς παρ’ αὐτοῦ λαβεῖν ἔφασαν. τὸ δ’ οὖν σῶμα τὸ τοῦ Αὐγούστου ἐκ μὲν τῆς Νώλης οἱ πρῶτοι καθ’ ἑκάστην πόλιν ἐκ διαδοχῆς ἐβάστασαν, πρὸς δὲ δὴ τῇ Ῥώμῃ γενόμενον οἱ ἱππῆς παραλαβόντες νυκτὸς ἐς τὸ ἄστυ ἐσεκόμισαν.
5τῇ τε ὑστεραίᾳ βουλὴ ἐγένετο, καὶ ἐς αὐτὴν οἱ μὲν ἄλλοι τὴν ἱππάδα στολὴν ἐνδεδυκότες συνῆλθον, οἱ δ’ ἄρχοντες τὴν βουλευτικὴν πλὴν

56

.

31

.

3

τῶν ἱματίων τῶν περιπορφύρων· ὁ δὲ δὴ Τιβέριος καὶ ὁ Δροῦσος ὁ υἱὸς αὐτοῦ φαιάν, τὸν ἀγοραῖον τρόπον πεποιημένην, εἶχον. καὶ τοῦ μὲν λιβανωτοῦ καὶ αὐτοὶ ἔθυσαν, τῷ δ’ αὐλητῇ οὐκ ἐχρήσαντο. ἐκαθέζοντο δὲ οἱ μὲν πολλοὶ ὥς που ἕκαστος εἰώθει, οἱ δ’ ὕπατοι
5κάτω ἐν τοῖς βάθροις ὁ μὲν τῷ τῶν στρατηγῶν ὁ δὲ τῷ τῶν δημάρ‐ χων. καὶ μετὰ τοῦτο τῷ τε Τιβερίῳ ἄδεια ἐδόθη, ὅτι τοῦ τε νεκροῦ, οὐκ ἐξὸν δή, ἥψατο καὶ συμπαρέπεμψεν αὐτόν (καίτοι τὰς | .....

56

.

32

1a

........ τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσας ἐκ τῶν ἀειπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσή‐ νεγκε, καὶ τὰς σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώ‐ σθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. Zon. 10, 38 p. 429, 19—430, 1 B.
5(p. 454, 27—455, 2 D.)

56

.

32

.

1

Xiph. 120, 7—121, 32: ... τὰς διαθήκας αὐτοῦ Πολύβιός τις καισά‐
ρειος ἀνέγνω ὡς μὴ πρέπον βουλευτῇ τοιοῦτόν τι ἀναλέγεσθαι. κατε‐ λέλειπτο δὲ ἐν αὐταῖς τὰ μὲν δύο μέρη τοῦ κλήρου τῷ Τιβερίῳ, τὸ δὲ λοιπὸν τῇ Λιουίᾳ, ὥς τινες λέγουσιν· ἵνα γάρ τι καὶ ἐκείνη τῆς οὐσίας
5αὐτοῦ ἀπόνηται, παρὰ τῆς βουλῆς ᾐτήσατο τοσοῦτον αὐτῇ καὶ παρὰ

56

.

32

.

2

τὸν νόμον καταλιπεῖν δυνηθῆναι. κληρονόμοι μὲν δὴ οὗτοι ἐγεγράφατο· κτήματα δὲ καὶ χρήματα πολλὰ πολλοῖς καὶ τῶν προσηκόντων οἱ καὶ τῶν ἀλλοτρίων, οὐχ ὅπως βουλευταῖς καὶ ἱππεῦσιν ἀλλὰ καὶ βασιλεῦσι, τῷ τε δήμῳ χιλίας μυριάδας, καὶ τοῖς στρατιώταις τοῖς μὲν δορυφόροις
5κατὰ πεντήκοντα καὶ διακοσίας δραχμάς, τοῖς δ’ ἀστικοῖς τὴν ἡμίσειαν, τῷ

56

.

32

.

3

τε λοιπῷ τῷ πολιτικῷ πλήθει πέντε καὶ ἑβδομήκοντα δοθῆναι ἐκέλευσε. καὶ προσέτι καὶ τοῖς παισὶν ὧν μικρῶν ἔτι ὄντων τοὺς πατέρας τῶν οὐσιῶν ἐκεκληρονομήκει, προσέταξε πάντα μετὰ τῶν προσόδων, ἐπειδὰν ἀνδρω‐ θῶσιν, ἀποδοθῆναι. ὅπερ που καὶ ζῶν ἐποίει· εἰ γάρ τινα τέκνα ἔχοντα
5διεδέξατο, τοῖς παισὶν αὐτοῦ πάντως, εἰ μὲν ἤδη τότε τέλειοι ἦσαν,

56

.

32

.

4

εὐθύς, εἰ δὲ μή, μετὰ τοῦτο πάντα ἀπεδίδου. τοιοῦτος μέντοι περὶ τοὺς ἀλλοτρίους παῖδας ὢν τὴν θυγατέρα οὔτε κατήγαγε, καίπερ καὶ δωρεῶν ἀξιώσας, καὶ ταφῆναι ἐν τῷ αὑτοῦ μνημείῳ ἀπηγόρευσε.

56

.

33

.

1

τοσαῦτα μὲν αἱ διαθῆκαι ἐδήλουν, ἐσεκομίσθη δὲ καὶ βιβλία τέσσαρα· καὶ αὐτὰ ὁ Δροῦσος ἀνέγνω. ἐγέγραπτο δὲ ἐν μὲν τῷ πρώτῳ ὅσα τῆς ταφῆς εἴχετο, ἐν δὲ τῷ δευτέρῳ τὰ ἔργα ἃ ἔπραξε πάντα, ἃ καὶ ἐς χαλκᾶς στήλας πρὸς τῷ ἡρῴῳ αὐτοῦ σταθείσας ἀναγραφῆναι

56

.

33

.

2

ἐκέλευσε· τὸ τρίτον τά τε τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων τῶν τε ἀναλωμάτων τῶν δημοσίων, τό τε πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς τὴν ἡγεμονίαν φέροντα ἦν,

56

.

33

.

3

εἶχε, καὶ τὸ τέταρτον ἐντολὰς καὶ ἐπισκήψεις τῷ Τιβερίῳ καὶ τῷ κοινῷ, ἄλλας τε καὶ ὅπως μήτ’ ἀπελευθερῶσι πολλούς, ἵνα μὴ παντοδαποῦ ὄχλου τὴν πόλιν πληρώσωσι, μήτ’ αὖ ἐς τὴν πολιτείαν συχνοὺς ἐσγρά‐

56

.

33

.

4

φωσιν, ἵνα πολὺ τὸ διάφορον αὐτοῖς πρὸς τοὺς ὑπηκόους ᾖ. τά τε κοινὰ πᾶσι τοῖς δυναμένοις καὶ εἰδέναι καὶ πράττειν ἐπιτρέπειν, καὶ ἐς μηδένα
〈ἕνα〉 ἀναρτᾶν αὐτὰ παρῄνεσέ σφισιν, ὅπως μήτε τυραννίδος τις ἐπιθυ‐

56

.

33

.

5

μήσῃ, μήτ’ αὖ πταίσαντος ἐκείνου τὸ δημόσιον σφαλῇ. γνώμην τε αὐτοῖς ἔδωκε τοῖς τε παροῦσιν ἀρκεσθῆναι καὶ μηδαμῶς ἐπὶ πλεῖον τὴν ἀρχὴν ἐπαυξῆσαι ἐθελῆσαι· δυσφύλακτόν τε γὰρ αὐτὴν ἔσεσθαι, καὶ

56

.

33

.

6

κινδυνεύσειν ἐκ τούτου καὶ τὰ ὄντα ἀπολέσαι ἔφη. τοῦτο γὰρ καὶ αὐτὸς ὄντως ἀεί ποτε οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ ἐτήρησε· παρὸν γοῦν αὐτῷ πολλὰ ἐκ τοῦ βαρβαρικοῦ προσκτήσασθαι οὐκ ἠθέλησε.

56

.

34

.

1

ταῦτα μὲν αἱ ἐντολαὶ εἶχον, μετὰ δὲ τοῦτο ἡ ἐκφορὰ αὐτοῦ ἐγένετο. κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποιημένη καὶ στρώμασιν ἁλουργοῖς διαχρύσοις κεκοσμημένη· καὶ ἐν αὐτῇ τὸ μὲν σῶμα κάτω που ἐν θήκῃ συνεκέκρυπτο, [εἰκὼν δὲ δή τις αὐτοῦ κηρίνη ἐν ἐπινικίῳ στολῇ ἐξεφαί‐

56

.

34

.

2

νετο.] καὶ αὕτη μὲν ἐκ τοῦ παλατίου πρὸς τῶν ἐς νέωτα ἀρχόντων, ἑτέρα δὲ ἐκ τοῦ βουλευτηρίου χρυσῆ, καὶ ἑτέρα αὖ ἐφ’ ἅρματος πομπικοῦ ἤγετο. καὶ μετὰ ταύτας αἵ τε τῶν προπατόρων αὐτοῦ καὶ αἱ τῶν ἄλλων συγγενῶν τῶν τεθνηκότων, πλὴν τῆς τοῦ Καί‐
5σαρος ὅτι ἐς τοὺς ἥρωας ἐσεγέγραπτο, αἵ τε τῶν ἄλλων Ῥωμαίων τῶν καὶ καθ’ ὁτιοῦν πρωτευσάντων, ἀπ’ αὐτοῦ τοῦ Ῥωμύλου ἀρξά‐

56

.

34

.

3

μεναι, ἐφέροντο. καί τις καὶ τοῦ Πομπηίου τοῦ μεγάλου εἰκὼν ὤφθη, τά τε ἔθνη πάνθ’ ὅσα προσεκτήσατο, ἐπιχωρίως σφίσιν ὡς ἕκαστα ἀπῃκασμένα ἐπέμφθη. κἀκ τούτου καὶ τὰ ἄλλα αὐτοῖς,

56

.

34

.

4

ὅσα ἐν τοῖς ἄνω λόγοις εἴρηται, ἐφέσπετο. προτεθείσης δὲ τῆς κλίνης ἐπὶ τοῦ δημηγορικοῦ βήματος, ἀπὸ μὲν ἐκείνου ὁ Δροῦσός τι ἀνέγνω, ἀπὸ δὲ τῶν ἑτέρων ἐμβόλων τῶν Ἰουλιείων ὁ Τιβέριος δημόσιον δή τινα κατὰ δόγμα λόγον ἐπ’ αὐτῷ τοιόνδε ἐπελέξατο·

56

.

35

.

1

“ὅσα μὲν ἰδίᾳ καὶ παρὰ τῶν συγγενῶν ἐπὶ τῷ θείῳ ἐκείνῳ Αὐγούστῳ λεχθῆναι ἔδει, Δροῦσος εἴρηκεν· ἐπειδὴ δὲ καὶ δημοσίας τρόπον τινὰ φωνῆς ἡ γερουσία καλῶς ποιοῦσα ἠξίωσεν αὐτόν, οἶδα

56

.

35

.

2

μὲν προσήκοντα ἐμαυτῷ τὸν λόγον τόνδε ἐπιτραπείς (τίς γὰρ ἂν
δικαιότερον ἐμοῦ τοῦ καὶ παιδὸς αὐτοῦ καὶ διαδόχου τὸν ἐπ’ αὐτῷ ἔπαινον ἐνεχειρίσθη;) οὐ μέντοι καὶ θαρρεῖν ἔχω ὡς οὐ πολὺ κατα‐ δεέστερος καὶ τῆς ὑμετέρας περὶ αὐτοῦ βουλήσεως καὶ τῆς ἐκείνου

56

.

35

.

3

ἀξιώσεως ὤν. ἀλλ’ εἰ μὲν ἐν ἀλλοτρίοις τισὶ λέξειν ἔμελλον, σφόδρα ἂν ἐφοβούμην μὴ τῷ ἐμῷ λόγῳ προσέχοντες τοιαῦτα καὶ τὰ ἔργα αὐτοῦ νομίσωσιν εἶναι· νῦν δὲ δὴ παραμυθεῖταί με ὅτι παρ’ ὑμῖν τοῖς πάντα τε αὐτὰ ἀκριβῶς εἰδόσι καὶ πάντων αὐτῶν πεπειραμέ‐
5νοις, καὶ διὰ ταῦτα καὶ τῶν ἐπαίνων τῶνδε αὐτὸν ἠξιωκόσι, τοὺς

56

.

35

.

4

λόγους ποιήσομαι. οὐ γὰρ ἐξ ὧν ἂν ἐγὼ εἴπω καὶ τὴν ἐκείνου ἀρετὴν κρινεῖτε, ἀλλ’ ἐξ ὧν αὐτοὶ σύνιστε καὶ τοῖς ἐμοῖς λόγοις βοηθήσετε, ἀναπληροῦντες τὸ ἐλλεῖπον τῇ μνήμῃ τῶν γεγονότων, ὥστε κοινὸν κἀν τούτῳ παρὰ πάντων τὸν ἔπαινον γενέσθαι, ἐμοῦ
5τε ὥσπερ ἐν χορῷ τινὶ τὰ κεφάλαια ἀποσημαίνοντος, καὶ ὑμῶν τὰ

56

.

35

.

5

λοιπὰ συνεπηχούντων. οὐ γὰρ δὴ καὶ ἐκεῖνο δέδοικα, μὴ ἤτοι ἐμοῦ ἀσθένειάν τινα καταγνῶτε, ὅτι μὴ δύναμαι τῆς ἐπιθυμίας ὑμῶν τυχεῖν, ἢ αὐτοὶ τῷ ὑπερβάλλοντι ὑμᾶς τῆς ἀρετῆς αὐτοῦ φθονή‐ σητε. τίς γὰρ οὐκ ἐπίσταται τοῦθ’, ὅτι οὔτ’ ἂν πάντες ἄνθρωποι
5συνελθόντες ἀξίους αὐτοῦ ἐπαίνους εἴποιεν, καὶ πάντες ἐθελονταὶ

56

.

35

.

6

τῶν νικητηρίων αὐτῷ παραχωρεῖτε, οὐχ ὅτι οὐδεὶς ἂν ὑμῶν ἐξισω‐ θείη οἱ φθονοῦντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὑπερέχοντι αὐτοῦ ἀγαλλό‐ μενοι. ὅσῳ γὰρ ἂν οὗτος μείζων ὑμῶν φανῇ, τοσούτῳ μείζονα ὑμεῖς εὐηργετῆσθαι δόξετε, ὥστε μὴ ἀφ’ ὧν ἐλαττοῦσθε αὐτοῦ
5βασκανίαν ὑμῖν, ἀλλ’ ἀφ’ ὧν εὖ πεπόνθατε ὑπ’ αὐτοῦ σεμνότητα ἐγγενέσθαι.

56

.

36

.

1

ἄρξομαι δὲ ἐντεῦθεν ὅθενπερ καὶ ἐκεῖνος τὰ κοινὰ πράττειν ἤρξατο, τοῦτ’ ἔστιν ἀπὸ τῆς πρώτης ἡλικίας αὐτοῦ. καὶ γὰρ τοῦτο ἓν τῶν μεγίστων τοῦ Αὐγούστου ἔργων ἐστίν, ὅτι ἄρτι ἔκ τε τῶν παίδων ἐξεληλυθὼς καὶ μειρακιοῦσθαι ἀρχόμενος τὸν μὲν ἄλλον

56

.

36

.

2

χρόνον, καθ’ ὃν καλῶς τὰ δημόσια πρὸς τοῦ ἡμιθέου ἐκείνου Καί‐ σαρος διῳκεῖτο, παιδείᾳ προσεῖχεν, ἐπεὶ δὲ ἐπιβουλευθέντος αὐτοῦ πάντα τὰ κοινὰ ἐταράχθη, τῷ τε πατρὶ ἅμα ἱκανῶς ἐτιμώρησε καὶ ὑμῖν ἀναγκαίως ἐπεκούρησε, μήτε τὸ πλῆθος τῶν ἐχθρῶν φοβηθεὶς
5μήτε τὸ μέγεθος τῶν πραγμάτων δείσας μήτε τὴν ὀλιγοετίαν τὴν

56

.

36

.

3

ἑαυτοῦ ὀκνήσας. καίτοι τί τοιοῦτον ἢ Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Ῥωμύλος ὁ ἡμέτερος, οἵπερ που μάλιστα νεαροὶ ὄντες ἐλλόγιμόν τι ποιῆσαι δοκοῦσιν, ἔπραξαν; ἀλλὰ τούτους μὲν ἐάσω, ἵνα μὴ καὶ ἐξ αὐτοῦ τοῦ παραβάλλειν οἱ καὶ παραδεικνύναι σφᾶς, καὶ ταῦτα
5ἐν ὑμῖν μηδὲν ἧττον ἐμοῦ αὐτοὺς εἰδόσι, σμικροτέραν τὴν τοῦ Αὐ‐

56

.

36

.

4

γούστου ἀρετὴν ποιεῖν νομισθῶ· πρὸς μόνον δὲ δὴ τὸν Ἡρακλέα καὶ τὰ ἐκείνου ἔργα παραθεωρῶν αὐτὸν ὀρθῶς μὲν ἂν κατ’ αὐτὸ τοῦτο ποιεῖν δόξαιμι, τοσοῦτον δ’ ἂν τῆς προαιρέσεως διαμάρτοιμι ὅσον ἐκεῖνος μὲν ἔν τε παισὶν ὄφεις καὶ ἐν ἀνδράσιν ἔλαφόν τέ τινα
5καὶ κάπρον καὶ νὴ Δία καὶ λέοντα ἄκων καὶ ἐξ ἐπιτάξεως ἀπέκτει‐

56

.

36

.

5

νεν, οὗτος δὲ οὐκ ἐν θηρίοις ἀλλ’ ἐν ἀνδράσιν ἐθελοντὴς καὶ πολεμῶν καὶ νομοθετῶν τό τε κοινὸν ἀκριβῶς ἔσωσε καὶ αὐτὸς ἐλαμπρύνθη. τοιγάρτοι διὰ ταῦτα καὶ στρατηγὸν αὐτὸν εἵλεσθε καὶ ὕπατον ἀπεδείξατε ἐκεῖνο τῆς ἡλικίας ἔχοντα ἐν ᾧ μηδὲ στρα‐
5τεύεσθαί τινες ἐθέλουσιν.

56

.

37

.

1

αὕτη μὲν δὴ καὶ Αὐγούστῳ τοῦ πολιτικοῦ βίου ἀρχὴ καὶ ἐμοὶ τοῦ περὶ αὐτοῦ λόγου γέγονε· μετὰ δὲ δὴ τοῦτο ὁρῶν τὸ μὲν πλεῖ‐ στον καὶ κράτιστον καὶ τοῦ δήμου καὶ τῆς βουλῆς ἑαυτῷ συμφρο‐ νοῦν, στασιωτείαις δέ τισι τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον τόν τε

56

.

37

.

2

Σέξτον καὶ τὸν Βροῦτον τόν τε Κάσσιον χρωμένους, καὶ [μὴ] φοβηθεὶς μὴ πολλοῖς ἅμα πολέμοις, καὶ τούτοις ἐμφυλίοις, ἡ πόλις συνενε‐ χθεῖσα καὶ διασπασθῇ καὶ ἐκτρυχωθῇ ὥστε μηδένα ἔτι τρόπον ἀνενεγκεῖν δυνηθῆναι, φρονιμώτατα καὶ δημωφελέστατα αὐτοὺς

56

.

37

.

3

διέθηκεν· τούς τε γὰρ ἰσχύοντας καὶ αὐτῷ τῷ ἄστει ἐπικειμένους προσλαβὼν κατεπολέμησε μετ’ αὐτῶν τοὺς ἑτέρους, καὶ τούτων ὑπεξαιρεθέντων αὖθις αὖ καὶ ἀπ’ ἐκείνων ἠλευθέρωσεν ἡμᾶς, ἑλόμε‐ νος μὲν ὀλίγους τινὰς καὶ ἄκων σφίσι προέσθαι ὥστε τοὺς πλείους
5διασῶσαι, ἑλόμενος δὲ καθ’ ἑκάστους αὐτοῖς ἐπιτηδείως πως προσ‐

56

.

37

.

4

ενεχθῆναι ὥστε μὴ πᾶσιν ἅμα πολεμῆσαι. ἐξ ὧν ἐκεῖνος μὲν οὐδὲν ἰδίᾳ ἐκέρδανεν, ἡμᾶς δὲ δὴ πάντας περιφανῶς ὠφέλησε. καὶ τὰ μὲν κατὰ τοὺς πολέμους τούς τε ἐμφυλίους καὶ τοὺς ὀθνείους ἔργα αὐτοῦ τί ἄν τις μακρηγοροίη, ἄλλως τε καὶ διότι τὰ μὲν ὤφελε
5μηδ’ ἀρχὴν γεγονέναι, τὰ δὲ ἐκ τῶν ἐπικτηθέντων πολὺ ἐναργεστέ‐

56

.

37

.

5

ραν τὴν ὠφελίαν παντὸς λόγου παρέχεται. καὶ προσέτι καὶ τῆς τύχης τὸ πλεῖστον ὄντα, καὶ μετὰ πολλῶν μὲν πολιτῶν πολλῶν δὲ καὶ συμμάχων κατορθωθέντα, καὶ κοινὴν πρὸς ἐκείνους τὴν αἰτίαν αὐτῷ ἔχει, καὶ τάχα ἂν καὶ ἑτέρων τινῶν πράξεσι παραβληθείη.

56

.

37

.

6

ταῦτα μὲν οὖν παραλείψω· καὶ γάρ που πολλαχῇ αὐτὰ καὶ γε‐ γραμμένα καὶ τετυπωμένα καὶ ὁρᾶν καὶ ἀναγιγνώσκειν δύνασθε· ἃ δὲ δὴ μάλιστα αὐτοῦ τε τοῦ Αὐγούστου ἔργα ἐστί, καὶ μήτ’ ἄλλῳ τινὶ ἀνθρώπων πέπρακται, καὶ τὴν πόλιν ἡμῶν οὐ μόνον ἐκ
5πολλῶν καὶ παντοδαπῶν κινδύνων περιπεποίηκεν ἀλλὰ καὶ εὐπορω‐

56

.

37

.

7

τέραν καὶ δυνατωτέραν ἐξείργασται, ταῦτ’ ἐρῶ μόνα· ἐκείνῳ τε γὰρ εὔκλειαν ἐξαίρετον λεχθέντα οἴσει, καὶ ὑμῶν τοῖς μὲν πρεσβυ‐ τέροις ἡδονὴν ἄμεμπτον ποιήσει, τοῖς δὲ νεωτέροις διδασκαλίαν ἀκριβῆ τοῦ τε τρόπου καὶ τῆς καταστάσεως τῆς πολιτείας παρέξει.

56

.

38

.

1

ὁ τοίνυν Αὔγουστος οὗτος, ὃν δι’ αὐτὰ ταῦτα καὶ τῆς ἐπωνυ‐ μίας ταύτης ἠξιώσατε, ἐπειδὴ τάχιστα τῶν ἐμφυλίων πολέμων ἀπηλλάγη καὶ πράξας καὶ παθὼν οὐχ ὅσα αὐτὸς ἤθελεν ἀλλ’ ὅσα τῷ δαιμονίῳ ἔδοξεν, πρῶτον μὲν τοὺς πλείους τῶν ἀντιστάντων οἱ
5καὶ περιγενομένων ἐκ τῶν παρατάξεων ἔσωσεν, ἐν μηδενὶ τὸν Σύλ‐

56

.

38

.

2

λαν μιμησάμενος τὸν εὐτυχῆ ὀνομαζόμενον. καὶ ἵνα μὴ πάντας αὐτοὺς καταλέγω, τίς οὐκ οἶδε τὸν Σόσσιον, τίς τὸν Σκαῦρον τὸν ἀδελφὸν τοῦ Σέξτου, τίς τὸν Λέπιδον αὐτόν, ὃς καὶ ἐπεβίω το‐ σοῦτον τῇ ἥττῃ χρόνον καὶ ἀρχιέρεως διὰ παντὸς αὐτοῦ ὢν διετέ‐
5λεσεν; ἔπειτα δὲ τοὺς συνεξετασθέντας οἱ πολλαῖς καὶ μεγάλαις δωρεαῖς τιμήσας οὔθ’ ὑπερήφανόν τι πράττειν οὔθ’ ὑβρίζειν

56

.

38

.

3

εἴασεν. ἀλλ’ ἴστε γὰρ ἀκριβῶς καὶ ἐν τούτῳ τούς τε ἄλλους καὶ τὸν Μαικήναν καὶ τὸν Ἀγρίππαν, ὥστε με μηδὲν μηδὲ τούτους ἐξαριθμήσασθαι δεῖσθαι. δύο μὲν δὴ ταῦτ’ ἔσχεν οἷα ἐν οὐδενὶ ἄλλῳ ἑνὶ ἐγένετο. ἤδη γὰρ οἶδ’ ὅτι καὶ ἐχθρῶν τινες ἐφείσαντο
5καὶ ἕτεροι τοῖς ἑταίροις ἀσελγαίνειν οὐκ ἐπέτρεψαν· ἀλλὰ ἀμ‐ φότερα τῷ αὐτῷ ἅμα διὰ πάντων ὁμοίως οὐκ ἔστιν ὅτῳ ποτὲ

56

.

38

.

4

ἄλλῳ ὑπῆρξε. τεκμήριον δέ, Σύλλας μὲν καὶ Μάριος καὶ τοὺς παῖδας τῶν ἀντιπολεμησάντων σφίσιν ἤχθηραν· τί γὰρ δεῖ τῶν ἄλλων ἀνδρῶν τῶν μικροτέρων μνημονεύειν; Πομπήιος δὲ καὶ Καῖσαρ τούτου μὲν ἀπέσχοντο ὥς γε ἐπίπαν εἰπεῖν, τοῖς δὲ δὴ φί‐

56

.

38

.

5

λοις οὐκ ὀλίγα παρὰ τὰ ἑαυτῶν ἤθη ποιεῖν ἐφῆκαν. ἀλλ’ οὗτος οὕτως ἑκάτερον αὐτῶν ἔμιξε καὶ ἐκέρασεν ὥστε τοῖς τε ἐναντιω‐ θεῖσίν οἱ νίκην τὴν ἧτταν ἀποφῆναι καὶ τοῖς συναγωνισαμένοις εὐτυχῆ τὴν ἀρετὴν ἀποδεῖξαι.

56

.

39

.

1

ποιήσας δὲ ταῦτα, καὶ τὸ μὲν στασιωτικὸν πᾶν τὸ περιλειφθὲν φιλανθρωπίᾳ καταστήσας, τὸ δὲ στρατιωτικὸν τὸ κρατῆσαν εὐερ‐ γεσίᾳ μετριάσας, καὶ δυνηθεὶς ἂν ἐκ τούτων καὶ ἐκ τῶν ὅπλων τῶν τε χρημάτων μόνος ἀναμφιλόγως κύριος ἁπάντων, ὧν γε καὶ

56

.

39

.

2

ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐγεγόνει, εἶναι, οὐκ ἠθέλησεν, ἀλλ’ ὥσπερ τις ἰατρὸς ἀγαθὸς σῶμα νενοσηκὸς παραλαβὼν καὶ ἐξιασάμενος, ἀπέδωκε πάντα ὑμῖν ὑγιᾶ ποιήσας. καίτοι τοῦτο ἡλίκον ἐστί, μάλιστα ἂν ἐξ ἐκείνου τεκμήραισθε ὅτι καὶ τὸν Πομπήιον καὶ τὸν Μέτελλον
5τὸν τότε ἀνθήσαντα ἐπῄνεσαν οἱ πατέρες ἡμῶν, ἐπειδὴ τὰς δυνά‐

56

.

39

.

3

μεις μεθ’ ὧν ἐπολέμησαν ἐθελονταὶ διαφῆκαν. εἰ γὰρ ἐκεῖνοι μι‐ κράν τινα ἰσχὺν καὶ ταύτην πρόσκαιρον ἔχοντες, καὶ προσέτι καὶ ἀντιπάλους τοὺς οὐκ ἐπιτρέψοντάς σφισιν ἄλλο τι ποιῆσαι κεκτημέ‐ νοι, τοῦτό τε ἔπραξαν καὶ ἐπ’ αὐτῷ ἔπαινον ἔσχον, ποῦ δὴ δύναιτ’

56

.

39

.

4

ἄν τις τῆς Αὐγούστου μεγαλοφροσύνης ἐφικέσθαι, ὅστις πάσας μὲν τὰς δυνάμεις ὑμῶν τηλικαύτας οὔσας ἔχων, πάντων δὲ τῶν χρημάτων πλείστων ὄντων κρατῶν, καὶ μήτε φοβούμενός τινα μήθ’ ὑποπτεύων, ἀλλ’ ἐξὸν αὐτῷ πάντων συνεπαινούντων μόνῳ ἄρχειν,
5οὐκ ἠξίωσεν, ἀλλὰ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰ χρήματα ἐς

56

.

39

.

5

τὸ μέσον ὑμῖν κατέθηκεν; ὅθενπερ καὶ ὑμεῖς, καλῶς ποιοῦντες καὶ ὀρθῶς φρονοῦντες, οὐκ ἠνέσχεσθε οὐδὲ ἐπετρέψατε αὐτῷ ἰδιω‐ τεῦσαι, ἀλλ’ ἅτε εὖ εἰδότες ὅτι δημοκρατία μὲν οὔποτ’ ἂν τηλικού‐ τοις πράγμασιν ἁρμόσειεν, προστασία δὲ ἑνὸς ἀνδρὸς μάλιστ’ ἂν
5αὐτὰ σώσειεν, οὔτε λόγῳ μὲν ἐπανελθεῖν ἐς τὴν αὐτονομίαν ἔργῳ

56

.

39

.

6

δὲ ἐς τοὺς στασιασμοὺς ἠθελήσατε, καὶ ἐκεῖνον, ὃν αὐτοῖς τοῖς ἔργοις ἐδεδοκιμάκειτε, προκρίναντες ἠναγκάσατε χρόνον γέ τινα ὑμῶν προστῆναι. ἐξ οὗ δὴ πολὺ μᾶλλον αὐτοῦ πειραθέντες, καὶ δεύτερον αὖθις καὶ τρίτον τέταρτόν τε καὶ πέμπτον ἐξεβιάσασθε

56

.

40

.

1

αὐτὸν ἐν τῇ τῶν κοινῶν διαχειρίσει ἐμμεῖναι. καὶ μάλα εἰκότως· τίς μὲν γὰρ οὐκ ἂν ἕλοιτο ἀπραγμόνως σώζεσθαι καὶ ἀκινδύνως εὐδαιμονεῖν, καὶ τῶν μὲν ἀγαθῶν τῶν τῆς πολιτείας ἀφθόνως ἀπο‐ λαύειν, ταῖς δὲ δὴ φροντίσι ταῖς ὑπὲρ αὐτῆς μὴ συνεῖναι; τίς δ’
5ἂν ἄμεινον τοῦ Αὐγούστου τῆς ἰδίας οἰκίας μόνης, μήτι γε καὶ

56

.

40

.

2

ἄλλων ἀνθρώπων τοσούτων, ἦρξεν; ὅστις τὰ μὲν ἐπίπονα καὶ ἐμ‐ πολέμια ἔθνη αὐτὸς καὶ φρουρήσειν καὶ σώσειν ὑπεδέξατο, τὰ δ’ ἄλλα τὰ εἰρηναῖα καὶ ἀκίνδυνα ὑμῖν ἀπέδωκεν, στρατιώτας τε το‐ σούτους ἀθανάτους πρὸς τὸ προπολεμεῖν ὑμῶν τρέφων οὐδενὶ τῶν
5σφετέρων λυπηροὺς αὐτοὺς ἐποίησεν, ἀλλ’ ἐπὶ μὲν τὸ ὀθνεῖον φύ‐ λακας φοβερωτάτους, πρὸς δὲ τὸ οἰκεῖον ἀόπλους ἀπολέμους εἶναι

56

.

40

.

3

παρεσκεύασε. καὶ μέντοι καὶ τῶν βουλευτῶν οὔτε ἐν ταῖς ἡγεμονίαις τὴν τοῦ κλήρου τύχην ἀφείλετο, ἀλλὰ καὶ τὰ ἆθλά σφισι τῆς ἀρετῆς προσπαρέσχεν, οὔτε ἐν ταῖς διαγνώμαις τὴν ἐξουσίαν τῆς διαψηφί‐
σεως κατέλυσεν, ἀλλὰ καὶ τὴν ἀσφάλειαν τῆς παρρησίας προσέθηκεν.

56

.

40

.

4

ἔκ τε τοῦ δήμου τὸ δύσκριτον ἐν ταῖς διαγνώσεσιν ἐς τὴν τῶν δικαστηρίων ἀκρίβειαν μεταστήσας, τό τε ἀξίωμα τῶν ἀρχαιρεσιῶν αὐτῷ ἐτήρησε, κἀν ταύταις τὸ φιλότιμον ἀντὶ τοῦ φιλονείκου σφᾶς ἐξεπαίδευσε, κἀκ τῶν σπουδαρχιῶν αὐτῶν τὸ πλεονεκτικὸν ἐκκόψας
5τὸ εὔδοξον αὐτοῖς ἀντέδωκε. τά τε ἑαυτοῦ χρήματα σωφρόνως ἐπαύξων ἐς τὴν δημοσίαν χρείαν ἀνήλισκεν, καὶ τῶν κοινῶν ὡς ἰδίων

56

.

40

.

5

κηδόμενος ὡς ἀλλοτρίων ἀπείχετο. καὶ πάντα μὲν τὰ ἔργα τὰ πε‐ πονηκότα ἐπισκευάσας οὐδενὸς τῶν ποιησάντων αὐτὰ τὴν δόξαν ἀπεστέρησε· πολλὰ δὲ καὶ ἐκ καινῆς, τὰ μὲν ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τὰ δὲ καὶ ἐφ’ ἑτέρων, τὰ μὲν αὐτὸς κατεσκεύασε τὰ δὲ ἐκείνοις
5οἰκοδομῆσαι ἐπέτρεψε, τὸ τῷ κοινῷ χρήσιμον διὰ πάντων ἰδών,

56

.

40

.

6

ἀλλ’ οὐ τῆς ἐπ’ αὐτοῖς εὐκλείας ἰδίᾳ τισὶ φθονήσας. τοῖς τε τῶν οἰκειοτάτων ὑβρίσμασιν ἀπαραιτήτως ἐπεξιὼν τὰ τῶν ἄλλων ἁμαρ‐ τήματα ἀνθρωπίνως μετεχειρίζετο καὶ τοὺς μὲν ἀρετήν τινα ἔχον‐ τας ἀφθόνως εἴα οἱ παρισοῦσθαι, τοὺς δ’ ἄλλως πως βιοῦντας οὐκ

56

.

40

.

7

ἤλεγχεν. ἀλλὰ καὶ τῶν ἐπιβουλευσάντων αὐτῷ μόνους τοὺς μηδ’ ἂν ἑαυτοῖς λυσιτελούντως ζήσαντας ἐδικαίωσε, τοὺς δὲ δὴ λοιποὺς οὕτω διέθηκεν ὥστε παμπληθῆ χρόνον μηδένα μήτ’ οὖν ἀληθῆ μήτε ψευδῆ αἰτίαν ἐπιθέσεως λαβεῖν. θαυμαστὸν μὲν γὰρ οὐδὲν
5εἰ καὶ ἐπεβουλεύθη ποτέ· οὐδὲ γὰρ οὐδ’ οἱ θεοὶ πᾶσιν ὁμοίως ἀρέσκουσιν· ἡ δὲ δὴ τῶν καλῶς ἀρχόντων ἀρετὴ οὐκ ἐξ ὧν ἂν ἕτεροι κακουργήσωσιν, ἀλλ’ ἐξ ὧν ἂν αὐτοὶ 〈εὖ〉 ποιήσωσι φαίνεται.

56

.

41

.

1

εἴρηκα, ὦ Κυιρῖται, τὰ μέγιστα καὶ ἐκπρεπέστατα, ὥς γε ἐν κεφαλαίοις διελθεῖν, ἐπεὶ ἄν γε τις πάντα ἀκριβῶς καθ’ ἕκαστον ἀναριθμήσασθαι ἐθελήσῃ, παμπόλλων ἂν ἡμερῶν δεηθείη. πρὸς δὲ καὶ εὖ οἶδ’ ὅτι παρ’ ἐμοῦ μὲν μόνα ταῦτα ἀκηκοότες ἔσεσθε,
5παρ’ ἑαυτοῖς δὲ δὴ καὶ τἆλλα ἐξ αὐτῶν πάντα ἀναμνησθήσεσθε,

56

.

41

.

2

ὥστε τρόπον τινὰ καὶ ἐκεῖνα ἐμὲ δοκεῖν εἰρηκέναι. οὐδὲ γὰρ ἄλλως κόμπου τινὸς ἐν ἑτέροις τοῖς περὶ αὐτοῦ λόγον οὔθ’ ὑμεῖς τὴν ἀκρόασιν πεποίησθε, ἀλλ’ ὅπως τὰ πεπραγμένα αὐτῷ πολλὰ καὶ ἀγαθὰ ὄντα ἀειμνήστου παρὰ ταῖς ψυχαῖς ὑμῶν εὐκλείας τύχῃ.

56

.

41

.

3

τίς μὲν γὰρ οὐκ ἂν τῶν βουλευτῶν αὐτοῦ μνημονεύσειεν, ὧν τὸ φαῦλον τὸ ἐκ τῶν στάσεων ἐπιπολάσαν ἀλύπως ἀφελὼν τὸ λοιπὸν
αὐτῷ τε τούτῳ ἐσέμνυνε καὶ τῇ αὐξήσει τοῦ τιμήματος ἐμεγάλυνε τῇ τε δόσει τῶν χρημάτων ἐπλούτισεν· οἷς ἐξ ἴσου καὶ αὐτὸς τὴν
5γνώμην ἐδίδου, καὶ μεθ’ ὧν συμμεθίστατο· οἷς πάντα τὰ μέγιστα καὶ ἀναγκαιότατα ἀεί ποτε ἢ ἐν τῷ συνεδρίῳ ἢ καὶ οἴκοι διά τε τὴν ἡλικίαν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος, παραλαμβάνων

56

.

41

.

4

ἄλλοτε ἄλλους, ἐπεκοίνου. τίς δ’ οὐκ ἂν τῶν λοιπῶν Ῥωμαίων, οἷς ἔργα χρήματα ἀγῶνας πανηγύρεις, ἄδειαν ἀφθονίαν τῶν ἐπιτη‐ δείων ἀσφάλειαν οὐκ ἀπὸ τῶν πολεμίων οὐδ’ ἀπὸ τῶν κακούργων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐκ τοῦ δαιμονίου οὐχ ὅτι μεθ’ ἡμέραν
5ἀλλὰ καὶ νύκτωρ συμπιπτόντων, παρεσκεύασε. τίς τῶν συμμάχων, οἷς ἀκίνδυνον τὴν ἐλευθερίαν, οἷς ἀζήμιον τὴν συμμαχίαν ἐποίησε. τίς τῶν ὑπηκόων, 〈ὧν〉 οὐδεὶς οὔθ’ ὑβρίσθη ποτὲ οὔτε ἐπηρεάσθη.

56

.

41

.

5

πῶς δ’ ἄν τις ἐπιλάθοιτο ἀνδρὸς ἰδίᾳ μὲν πένητος δημοσίᾳ δὲ πλουσίου, καὶ πρὸς ἑαυτὸν μὲν οἰκονομικοῦ πρὸς δὲ τοὺς ἄλλους ἀναλωτικοῦ γενομένου, καὶ αὐτοῦ μὲν πάντα ἀεὶ καὶ πόνον καὶ κίνδυνον ὑπὲρ ὑμῶν ὑπομείναντος, ὑμᾶς δὲ δὴ μηδ’ ὅσον προπέμψαι
5ποι αὐτὸν ἀπιόντα ἢ καὶ ἀπαντῆσαί οἱ ἐπανιόντι ταλαιπωρήσαντος, καὶ ἐν μὲν ταῖς ἑορταῖς καὶ τὸν δῆμον οἴκαδε προσδεξαμένου, ἐν δὲ ταῖς ἄλλαις ἡμέραις καὶ τὴν γερουσίαν ἐν αὐτῷ τῷ βουλευτηρίῳ

56

.

41

.

6

ἀσπασαμένου; πῶς τοῦ τε πλήθους καὶ τῆς ἀκριβείας ἅμα τῶν νόμων τῶν τοῖς μὲν ἀδικουμένοις αὔταρκες παραμύθιον τοῖς δ’ ἀδικοῦσιν οὐκ ἀπάνθρωπον τιμωρίαν ἐχόντων; πῶς τῶν γερῶν τῶν τοῖς γαμοῦσι καὶ τεκνοῦσι προκειμένων; πῶς τῶν ἄθλων τῶν τοῖς

56

.

41

.

7

στρατιώταις ἄνευ τινὸς ἑτέρου βλάβης δεδομένων; τί δέ; τὸ τοῖς ἅπαξ ἀναγκαίως κτηθεῖσιν ἀρκεσθῆναι αὐτὸν καὶ μηδὲν ἕτερον προσκατεργάσασθαι ἐθελῆσαι, ἐξ οὗ πλειόνων ἂν δόξαντες ἄρχειν καὶ τὰ ὄντα ἀπωλέσαμεν, ἢ τὸ τοῖς μὲν πάνυ φίλοις καὶ συνησθῆ‐
5ναι ἀεί ποτε αὐτὸν καὶ συλλυπηθῆναι καὶ συμπαῖξαι καὶ συσπου‐

56

.

41

.

8

δάσαι, πᾶσι δ’ ἁπλῶς τοῖς ὠφέλιμόν τι ἐπινοῆσαι δυνασθεῖσι παρ‐ ρησιάσασθαι ἐπιτρέψαι, καὶ τοὺς μὲν ἀληθιζομένους τινὰ ἐπαινέσαι, τοὺς δὲ κολακεύοντας μισῆσαι, καὶ πολλὰ μὲν καὶ ἐκ τῶν οἰκείων πολλοῖς χαρίσασθαι, πάντα δὲ τὰ καταλειφθέντα αὐτῷ ὑπό τινων
5παῖδας ἐχόντων αὐτοῖς ἐκείνοις ἀποδοῦναι, ποίᾳ ἂν ἐπιλησμοσύνῃ

56

.

41

.

9

φθαρείη; τοιγαροῦν διὰ ταῦτα εἰκότως καὶ προστάτην αὐτὸν καὶ
πατέρα δημόσιον ἐποιήσασθε, καὶ ἄλλοις τε πολλοῖς καὶ ὑπατείαις πλείσταις ἐπεγαυρώσατε, καὶ τὸ τελευταῖον καὶ ἥρωα ἀπεδείξατε καὶ ἀθάνατον ἀπεφήνατε. οὔκουν οὐδὲ πενθεῖν αὐτὸν ἡμῖν πρέπει,
5ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ τῇ φύσει ἤδη ἀποδοῦναι, τὴν δὲ ψυχὴν ὡς καὶ θεοῦ ἀεὶ ἀγάλλειν.”

56

.

42

.

1

Τιβέριος μὲν ταῦτα ἀνέγνω, μετὰ δὲ τοῦτο τήν τε κλίνην οἱ αὐτοὶ οἵπερ καὶ πρότερον ἀράμενοι διὰ τῶν ἐπινικίων πυλῶν κατὰ τὰ τῇ βουλῇ δόξαντα διεκόμισαν, παρῆν δὲ καὶ συνεξέφερεν αὐτὸν ἥ τε γερουσία καὶ ἡ ἱππάς, αἵ τε γυναῖκες αὐτῶν καὶ τὸ δορυφορι‐

56

.

42

.

2

κόν, οἵ τε λοιποὶ πάντες ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τότε ὄντες. ἐπεὶ δὲ ἐς τὴν πυρὰν τὴν ἐν τῷ Ἀρείῳ πεδίῳ ἐνετέθη, πρῶτοι μὲν οἱ ἱερῆς πάντες περιῆλθον αὐτήν, ἔπειτα δὲ οἵ τε ἱππῆς, οἵ τε ἐκ τοῦ τέλους καὶ οἱ ἄλλοι, καὶ τὸ ὁπλιτικὸν τὸ φρουρικὸν περιέδραμον,
5πάντα τὰ νικητήρια, ὅσα τινὲς αὐτῶν ἐπ’ ἀριστείᾳ ποτὲ παρ’ αὐτοῦ

56

.

42

.

3

εἰλήφεσαν, ἐπιβάλλοντες αὐτῇ. κἀκ τούτου δᾷδας ἑκατόνταρχοι, ὥς που τῇ βουλῇ ἐδόκει, λαβόντες ὑφῆψαν αὐτήν· καὶ ἡ μὲν ἀνηλίσκετο, ἀετὸς δέ τις ἐξ αὐτῆς ἀφεθεὶς ἀνίπτατο ὡς καὶ δὴ τὴν ψυχὴν αὐτοῦ ἐς τὸν οὐρανὸν ἀναφέρων. πραχθέντων δὲ τού‐

56

.

42

.

4

των οἱ μὲν ἄλλοι ἀπηλλάγησαν, ἡ δὲ δὴ Λιουία κατὰ χώραν πέντε ἡμέραις μετὰ τῶν πρώτων ἱππέων μείνασα τά τε ὀστᾶ αὐτοῦ συν‐ ελέξατο καὶ ἐς τὸ μνημεῖον κατέθετο.

56

.

43

.

1

τὸ δὲ δὴ πένθος τὸ μὲν ἐκ τοῦ νόμου οἱ μὲν ἄνδρες οὐ πολ‐ λαῖς ἡμέραις αἱ δὲ γυναῖκες ἐνιαυτῷ ὅλῳ κατὰ ψήφισμα ἐποιήσαντο, τὸ δ’ ἀληθὲς ἐν μὲν τῷ παραχρῆμα οὐ πολλοὶ ὕστερον δὲ πάντες ἔσχον. εὐπρόσοδός τε γὰρ πᾶσιν ὁμοίως ἦν, καὶ ἐς χρήματα πολ‐
5λοῖς ἐπήρκει, τούς τε φίλους ἰσχυρῶς ἐτίμα, καὶ ταῖς παρρησίαις

56

.

43

.

2

αὐτῶν ὑπερέχαιρε. τεκμήριον δὲ πρὸς τοῖς εἰρημένοις ὅτι τοῦ
Ἀθηνοδώρου ἐν δίφρῳ ποτὲ καταστέγῳ ἐς τὸ δωμάτιον αὐτοῦ ὡς καὶ γυναικός τινος ἐσκομισθέντος, καὶ ἐξ αὐτοῦ ξιφήρους ἐκπηδή‐ σαντος, καὶ προσεπειπόντος “οὐ φοβῇ μή τίς σε οὕτως ἐσελθὼν

56

.

43

.

3

ἀποκτείνῃ;” οὐχ ὅπως ὠργίσθη, ἀλλὰ καὶ χάριν αὐτῷ ἔγνω. ταῦτά τε οὖν αὐτοῦ ἀνεμιμνήσκοντο, καὶ ὅτι καὶ τοῖς λυπήσασί τι αὐτὸν οὐκ ἀκρατῶς ὠργίζετο, τήν τε πίστιν καὶ πρὸς τοὺς οὐκ ἀξίους αὐτῆς ἐτήρει· Κοροκότταν γοῦν τινα λῃστὴν ἐν Ἰβηρίᾳ ἀκμάσαντα
5τὸ μὲν πρῶτον οὕτω δι’ ὀργῆς ἔσχεν ὥστε τῷ ζωγρήσαντι αὐτὸν πέντε καὶ εἴκοσι μυριάδας ἐπικηρῦξαι, ἔπειτ’ ἐπειδὴ ἑκών οἱ προσῆλθεν, οὔτε τι κακὸν εἰργάσατο καὶ προσέτι καὶ τῷ ἀργυρίῳ

56

.

43

.

4

ἐκείνῳ ἐπλούτισε. διά τε οὖν ταῦτα, καὶ ὅτι τὴν μοναρχίαν τῇ δημοκρατίᾳ μίξας τό τε ἐλεύθερόν σφισιν ἐτήρησε καὶ τὸ κόσμιον τό τε ἀσφαλὲς προσπαρεσκεύασεν, ὥστ’ ἔξω μὲν τοῦ δημοκρατικοῦ θράσους ἔξω δὲ καὶ τῶν τυραννικῶν ὕβρεων ὄντας ἔν τε ἐλευθερίᾳ
5σώφρονι καὶ ἐν μοναρχίᾳ ἀδεεῖ ζῆν, βασιλευομένους τε ἄνευ δουλείας καὶ δημοκρατουμένους ἄνευ διχοστασίας, δεινῶς αὐτὸν ἐπόθουν.

56

.

44

.

1

εἰ γάρ τινες καὶ τῶν προτέρων τῶν ἐν τοῖς ἐμφυλίοις πολέμοις γε‐ νομένων ἐμνημόνευον, ἐκεῖνα μὲν τῇ τῶν πραγμάτων ἀνάγκῃ ἀνε‐ τίθεσαν, τὴν δὲ δὴ γνώμην αὐτοῦ ἐξ οὗ τὸ κράτος ἀναμφίλογον ἔσχεν ἐξετάζειν ἠξίουν· πλεῖστον γὰρ δὴ τὸ διάφορον ὡς ἀληθῶς

56

.

44

.

2

παρέσχετο. καὶ τοῦτο μὲν καθ’ ἕκαστον ἄν τις τῶν πραχθέντων ἐπεξιὼν ἀκριβώσειε· κεφάλαιον δὲ ἐφ’ ἅπασιν αὐτοῖς γράφω ὅτι τό τε στασιάζον πᾶν ἔπαυσε καὶ τὸ πολίτευμα πρός τε τὸ κράτιστον μετεκόσμησε καὶ ἰσχυρῶς ἐκράτυνεν, ὥστε εἰ καὶ βιαιό‐
5τερόν τι, οἷα ἐν τοῖς παραλόγοις φιλεῖ συμβαίνειν, ἐπράχθη, δι‐

56

.

44

.

3

καιότερον ἄν τινα αὐτὰ τὰ πράγματα ἢ ἐκεῖνον αἰτιάσασθαι. οὐκ ἐλάχιστον δ’ οὖν αὐτῷ πρὸς εὐδοξίαν καὶ τὸ πολυχρόνιον τῆς ἡγε‐
μονίας συνήρατο. τῶν μὲν γὰρ ἐκ τῆς δημοκρατίας ἀνδρῶν καὶ

56

.

44

.

4

οἱ πλείους καὶ οἱ δυνατώτεροι ἀπωλώλεσαν· οἱ δ’ ὕστεροι ἐκείνης μὲν οὐδὲν εἰδότες, τοῖς δὲ παροῦσι μόνοις ἢ καὶ μάλιστα ἐντρα‐ φέντες οὐ μόνον οὐκ ἤχθοντο αὐτοῖς ἅτε καὶ συνήθεσιν οὖσιν, ἀλλὰ καὶ ἔχαιρον, καὶ βελτίω καὶ ἀδεέστερα αὐτὰ ὧν ἤκουον
5ὁρῶντες ὄντα.

56

.

45

.

1

ταῦτα δὲ ἠπίσταντο μὲν καὶ ζῶντος αὐτοῦ, ἐπὶ πλεῖον δ’ ὅμως μεταλλάξαντος ἔγνωσαν· καὶ γὰρ φιλεῖ πως τὸ ἀνθρώπειον οὐχ οὕτω τι εὐπαθοῦν τῆς εὐδαιμονίας αἰσθάνεσθαι ὡς δυστυχῆ‐ σαν ποθεῖν αὐτήν. ὅπερ που καὶ τότε περὶ τὸν Αὔγουστον συνέβη·
5τοῦ γὰρ Τιβερίου μετ’ αὐτὸν οὐχ ὁμοίου πειραθέντες ἐκεῖνον ἐζή‐

56

.

45

.

2

τουν. καὶ ἦν μὲν καὶ παραχρῆμα τὴν μεταβολὴν τῆς καταστάσεως τοῖς ἔμφροσι τεκμήρασθαι· ὅ τε γὰρ ὕπατος ὁ Πομπήιος ἐξορμή‐ σας ὡς καὶ τοῖς τὸ τοῦ Αὐγούστου σῶμα ἄγουσιν ἀπαντήσων τό τε σκέλος ἐπλήγη καὶ μετ’ αὐτοῦ φοράδην ἀνεκομίσθη, καὶ βύας
5αὖθις ὑπὲρ τοῦ συνεδρίου ἐν αὐτῇ τῇ πρώτῃ τῆς βουλῆς μετὰ τὸν θάνατον αὐτοῦ ἕδρᾳ ἱδρύθη καὶ πολλὰ καὶ οὐκ αἴσια ἐπεφθέγξατο.

56

.

45

.

3

τοσοῦτον δ’ οὖν τὸ σύμπαν ἀλλήλων διήνεγκαν ὥστε τινὰς καὶ ἐς τὸν Αὔγουστον ὑποπτεῦσαι ὅτι ἐξεπίτηδες τὸν Τιβέριον, καίπερ εὖ εἰδὼς ὁποῖος ἦν, διάδοχον ἀπέδειξεν, ἵνα αὐτὸς εὐδοξήσῃ.

56

.

46

.

1

ταῦτα μὲν δὴ οὖν ὕστερον διαθροεῖν ἤρξαντο, τότε δὲ ἀθα‐ νατίσαντες αὐτόν, καὶ θιασώτας οἱ καὶ ἱερὰ ἱέρειάν τε τὴν Λιουίαν

56

.

46

.

2

τὴν Ἰουλίαν τε καὶ Αὔγουσταν ἤδη καλουμένην ἀπέδειξαν. καὶ οἱ μὲν καὶ ῥαβδούχῳ χρῆσθαι ἐν ταῖς ἱερουργίαις αὐτῇ ἐπέτρεψαν· ἐκείνη δὲ δὴ Νουμερίῳ τινὶ Ἀττικῷ, βουλευτῇ ἐστρατηγηκότι, πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι τὸν Αὔγουστον ἐς τὸν οὐρανόν,
5κατὰ τὰ περί τε τοῦ Πρόκλου καὶ περὶ τοῦ Ῥωμύλου λεγόμενα,

56

.

46

.

3

ἀνιόντα ἑορακέναι ὤμοσε. καὶ αὐτῷ ἔν τε τῇ Ῥώμῃ ἡρῷον ψη‐ φισθὲν μὲν ὑπὸ τῆς γερουσίας οἰκοδομηθὲν δὲ ὑπό τε τῆς Λιουίας καὶ ὑπὸ τοῦ Τιβερίου ἐποιήθη, καὶ ἄλλοθι πολλαχόθι, τὰ μὲν ἑκόντων δὴ τῶν δήμων τὰ δὲ ἀκόντων οἰκοδομουμένων. καί οἱ

56

.

46

.

4

καὶ ἡ ἐν τῇ Νώλῃ οἰκία, ἐν ᾗ μετήλλαξεν, ἐτεμενίσθη. ἐν ᾧ δ’
οὖν τὸ ἐν τῇ Ῥώμῃ ἡρῷον ἐγίγνετο, εἰκόνα αὐτοῦ χρυσῆν ἐπὶ κλί‐ νης ἐς τὸν τοῦ Ἄρεως ναὸν ἔθεσαν, καὶ ἐκείνῃ πάντα ὅσα τῷ ἀγάλ‐ ματι αὐτοῦ μετὰ τοῦτο χρήσεσθαι ἔμελλον ἐνόμισαν. ταῦτά τε
5αὐτῷ ἐψηφίσθη, καὶ ὅπως μήτ’ εἰκὼν αὐτοῦ ἐν ἐκφορᾷ τινος πομπεύῃ, καὶ τὰ γενέσια οἱ ὕπατοι ἐξ ἴσου τοῖς Ἀρείοις ἀγωνοθε‐ τῶσι, τά τε Αὐγουστάλια οἱ δήμαρχοι ὡς καὶ ἱεροπρεπεῖς ὄντες

56

.

46

.

5

διατιθῶσι. καὶ οἱ τὰ μὲν ἄλλα ὥσπερ εἰώθει γίγνεσθαι ἔπραξαν (καὶ γὰρ τῇ ἐσθῆτι τῇ ἐπινικίῳ ἐν τῇ ἱπποδρομίᾳ ἐχρήσαντο), οὐ μέντοι καὶ τοῦ ἅρματος ἐπέβησαν. χωρὶς δὲ τούτων καὶ ἡ Λιουία ἰδίαν δή τινα αὐτῷ πανήγυριν ἐπὶ τρεῖς ἡμέρας ἐν τῷ παλατίῳ
5ἐποίησεν, ἣ καὶ δεῦρο ἀεὶ ὑπ’ αὐτῶν τῶν ἀεὶ αὐτοκρατόρων τελεῖται.

56

.

47

.

1

ἐπὶ μὲν οὖν τῷ Αὐγούστῳ τοσαῦτα, λόγῳ μὲν ὑπὸ τῆς γερου‐ σίας ἔργῳ δὲ ὑπό τε τοῦ Τιβερίου καὶ ὑπὸ τῆς Λιουίας, ἐνομίσθη· ἄλλων γὰρ ἄλλα ἐσηγουμένων, ἔδοξέ σφισι βιβλία παρ’ αὐτῶν τὸν Τιβέριον λαβόντα ἐκλέξασθαι ὅσα ἐβούλετο. προσέθηκα δὲ τὸ τῆς
5Λιουίας ὄνομα, ὅτι καὶ αὐτὴ τῶν πραγμάτων ὡς καὶ αὐταρχοῦσα

56

.

47

.

2

ἀντεποιεῖτο. κἀν τούτῳ τὸ πλῆθος, τῶν ὀρχηστῶν τινος μὴ ἐθε‐ λήσαντος ἐπὶ τῷ τεταγμένῳ μισθῷ ἐς τὸ θέατρον ἐν τοῖς Αὐγου‐ σταλίοις ἐσελθεῖν, ἐστασίασε· καὶ οὐ πρότερον ἐπαύσαντο ταραττό‐ μενοι πρὶν τοὺς δημάρχους τήν τε βουλὴν αὐθημερὸν συναγαγεῖν,
5καὶ δεηθῆναι αὐτῆς ἐπιτρέψαι σφίσι πλεῖόν τι τοῦ νενομισμένου
ἀναλῶσαι.

57

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ ἑβδόμῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Περὶ Τιβερίου. β. Ὡς Καππαδοκία ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξατο. γ. Ὡς Γερμανικὸς Καῖσαρ ἀπέθανεν.
5δ. Ὡς Δροῦσος Καῖσαρ ἀπέθανεν. Χρόνου πλῆθος ἔτη ἕνδεκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Δροῦσος Καῖσαρ Τιβερίου υἱ. 〈ὕπ.〉 Γ. Νωρβανὸς Γ. υἱ. Φλάκκος Τ. Στατίλιος Τ. υἱ. Σισέννας Ταῦρος ὕπ.
10Λ. Σκριβώνιος Λ. υἱ. Λίβων Γ. Καικίλιος Γ. υἱ. Νέπως ἢ Ῥοῦφος ὕπ. Λ. Πομπώνιος Λ. υἱ. Φλάκκος Τίβ. Καῖσαρ Αὐγούστου υἱ. τὸ γʹ ὕπ. Γερμανικὸς Καῖσαρ Τιβ. υἱ. τὸ βʹ
15Μ. Ἰούνιος Μ. υἱ. Σιλανός 〈ὕπ.〉
Γ. Νωρβανὸς Γ. υἱ. Φλάκκος ἢ Βάλβος Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας ὕπ. Μ. [υιʹ] Αὐρήλιος Μ. υἱ. Κόττας Τιβ. Καῖσαρ Αὐγούστου υἱ. τὸ δʹ ὕπ.
20Δροῦσος Ἰούλιος Τιβ. υἱ. τὸ βʹ Δέκιμος Ἀτέριος Κ. υἱ. Ἀγρίππας ὕπ. 〈Γ.〉 Σουλπίκιος 〈Σεργ. υἱ.〉 Γάλβας Γ. Ἀσίνιος Γ. υἱ. Πωλίων ὕπ. Γ. Ἀντίστιος Γ. υἱ. Οὐέτος
25Σέργ. Κορνήλιος Σεργ. υἱ. Κέθηγος ὕπ. Λ. Οὐισέλλιος Γ. υἱ. Οὐάρρων Μ. [ἢ Γ.] Ἀσίνιος [Μ. ἢ] Γ. υἱ. Ἀγρίππας ὕπ. Κόσσος Κορνήλιος Κόσσου υἱ. Λεντοῦλος

57

.

1

.

1

ταῦτα μὲν κατὰ Αὔγουστον ἐγένετο, Τιβέριος δὲ εὐπατρίδης μὲν ἦν καὶ ἐπεπαίδευτο, φύσει δὲ ἰδιωτάτῃ ἐκέχρητο. οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο, ἀλλ’ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε
5ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προετείνετο· ὠργίζετό τε ἐν οἷς
ἥκιστα ἐθυμοῦτο, καὶ ἐπιεικὴς ἐν οἷς μάλιστα ἠγανάκτει ἐδόκει

57

.

1

.

2

εἶναι· ἠλέει τε δῆθεν οὓς σφόδρα ἐκόλαζε, καὶ ἐχαλέπαινεν οἷς συνεγίγνωσκε· τόν τε ἔχθιστον ὡς οἰκειότατον ἔστιν ὅτε ἑώρα, καὶ τῷ φιλτάτῳ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο. τό τε σύμπαν οὐκ ἠξίου τὸν αὐταρχοῦντα κατάδηλον ὧν φρονεῖ εἶναι· ἔκ τε γὰρ τού‐
5του πολλὰ καὶ μεγάλα πταίεσθαι καὶ ἐκ τοῦ ἐναντίου πολλῷ πλείω

57

.

1

.

3

καὶ μείζω κατορθοῦσθαι ἔλεγε. καὶ εἰ μὲν μόνα ταῦτ’ εἶχεν, εὐφύλακτος ἂν τοῖς ἐς πεῖραν αὐτοῦ ἐλθοῦσιν ἦν· πρὸς γάρ τοι τὸ ἐναντιώτατον πάντα ἂν λαμβάνοντες ἐκ τοῦ ἴσου τό τε μὴ βού‐ λεσθαι δή τι αὐτὸν τῷ πάνυ ποθεῖν καὶ τὸ ὀρέγεσθαί τινος τῷ
5μὴ ἐφίεσθαι ἐνόμιζον· νῦν δὲ ὠργίζετο εἴ τις αὐτοῦ συνεὶς φανερὸς ἐγένετο, καὶ πολλοὺς οὐδὲν ἄλλο σφίσιν ἢ ὅτι συνενόησαν αὐτὸν

57

.

1

.

4

ἐγκαλέσαι ἔχων ἀπέκτεινεν. ὥστε χαλεπὸν μὲν ἦν μηδεμίαν αὐτοῦ σύνεσιν ποιεῖσθαι (πολλὰ γὰρ ἅτε πρὸς τὸ λεγόμενον ἀλλὰ μὴ πρὸς τὸ βουλόμενον συναινοῦντές οἱ ἐσφάλλοντο), χαλεπώτερον δὲ συνιέναι· τήν τε γὰρ ἐπιτήδευσιν αὐτοῦ καταφωρᾶν κἀκ τούτου

57

.

1

.

5

καὶ ἄχθεσθαι αὐτῇ ὑπωπτεύοντο. μόνος οὖν ὡς εἰπεῖν, ὅπερ που σπανιώτατόν ἐστι, διεγένετο ὃς οὔτ’ ἠγνόησε τὴν φύσιν αὐτοῦ οὔτ’ ἤλεγξεν· οὕτω γὰρ οὔτε πιστεύσαντές οἱ ἠπατήθησαν, οὔτε ἐνδειξά‐ μενοι νοεῖν ἃ ἔπραττεν ἐμισήθησαν. πάνυ γὰρ πολὺν ὄχλον παρεῖχεν,

57

.

1

.

6

εἴτε τις ἐναντιοῖτο οἷς ἔλεγεν εἴτε καὶ συναίροιτο· τὸ μὲν γὰρ ἀλη‐ θῶς γενέσθαι τὸ δὲ δοκεῖν βούλεσθαι ἐθέλων, πάντως τέ τινας πρὸς ἑκάτερον ἐναντιουμένους εἶχε, καὶ διὰ τοῦτο τοὺς μὲν τῆς ἀληθείας τοὺς δὲ τῆς δοκήσεως ἕνεκα ἤχθαιρε.

57

.

2

.

1

τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὰ στρατόπεδα καὶ ἐς τὰ ἔθνη πάντα ὡς αὐτοκράτωρ εὐθὺς ἀπὸ τῆς Νώλης ἐπέστειλε, μὴ λέγων αὐτοκρά‐ τωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων οὐκ ἐδέξατο, καὶ τὸν κλῆρον τοῦ Αὐγούστου λαβὼν τὴν ἐπίκλησιν

57

.

2

.

2

αὐτοῦ ταύτην οὐκ ἔθετο. τούς τε σωματοφύλακας ἀμφ’ αὑτὸν ἤδη ἔχων ἐδεῖτο δὴ τῆς γερουσίας συνάρασθαί οἱ ὥστε μηδὲν βίαιον ἐν τῇ τοῦ σώματος αὐτοῦ ταφῇ παθεῖν· ἐδεδίει γὰρ δῆθεν μή τινες αὐτὸ ἁρπάσαντες ἐν τῇ ἀγορᾷ, ὥσπερ τὸ τοῦ Καίσαρος, καύσωσι.

57

.

2

.

3

καὶ ἐπειδή γε κομψευσάμενός τις ἐπὶ τούτῳ φρουρὰν αὐτῷ ὡς οὐκ ἔχοντι δοθῆναι ἐσηγήσατο, τόν τε χλευασμὸν αὐτοῦ συνῆκε, καὶ
ἔφη καὶ ὅτι “οἱ στρατιῶται οὐκ ἐμοὶ ἀλλὰ δημόσιοί εἰσι”. ταῦτά τε οὖν οὕτως ἔπρασσε, καὶ τὰ τῆς ἀρχῆς ἔργῳ πάντα διοικῶν ἠρνεῖ‐

57

.

2

.

4

το μηδὲν αὐτῆς δεῖσθαι. καὶ τὸ μὲν πρῶτον καὶ πᾶσαν αὐτὴν διά τε τὴν ἡλικίαν (ἓξ γὰρ καὶ πεντήκοντα ἔτη ἐγεγόνει) καὶ δι’ ἀμβλυωπίαν (πλεῖστον γὰρ τοῦ σκότους βλέπων ἐλάχιστα τῆς ἡμέ‐ ρας ἑώρα) ἐξίστασθαι ἔλεγεν· ἔπειτα δὲ κοινωνούς τέ τινας καὶ
5συνάρχοντας, οὔτι γε καὶ πάντων καθάπαξ ὥσπερ ἐν ὀλιγαρχίᾳ, ἀλλ’ ἐς τρία μέρη νέμων αὐτήν, ᾔτει, καὶ τὸ μὲν αὐτὸς ἔχειν ἠξίου,

57

.

2

.

5

τῶν δὲ ἑτέρων ἄλλοις παρεχώρει. ἦν δὲ ταῦτα ἓν μὲν ἥ τε Ῥώμη καὶ ἡ ἄλλη Ἰταλία, ἕτερον δὲ τὰ στρατόπεδα, καὶ ἕτερον οἱ λοιποὶ ὑπήκοοι. ὡς οὖν πολὺς ἐνέκειτο, οἱ μὲν ἄλλοι καὶ ὣς ἀντέλεγον δῆθεν καὶ ἐδέοντο αὐτοῦ ἄρχειν πάντων, Ἀσίνιος δὲ δὴ Γάλλος
5παρρησίᾳ ἀεί ποτε πατρῴᾳ καὶ ὑπὲρ τὸ συμφέρον αὐτῷ χρώμενος

57

.

2

.

6

“ἑλοῦ” ἔφη “ἣν ἂν ἐθελήσῃς μοῖραν.” καὶ Τιβέριος “καὶ πῶς οἷόν τέ ἐστιν” εἶπεν “τὸν αὐτὸν καὶ νέμειν τι καὶ αἱρεῖσθαι;” συνεὶς οὖν ὁ Γάλλος ἐν ᾧ κακοῦ ἐγεγόνει, τῷ μὲν λόγῳ ἐθεράπευσεν αὐτόν, ὑπολαβὼν ὅτι “οὐχ ὡς καὶ τὸ τρίτον ἕξοντός σου, ἀλλ’ ὡς ἀδύνατον

57

.

2

.

7

ὂν τὴν ἀρχὴν διαιρεθῆναι, τοῦτό σοι προέτεινα”, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτιθάσευσεν, ἀλλὰ πολλὰ καὶ δεινὰ προπαθὼν μετὰ ταῦτα ἐπαπεσφάγη. καὶ γὰρ καὶ τὴν γυναῖκα αὐτοῦ τὴν προτέραν ἐγεγα‐ μήκει, τόν τε Δροῦσον ὡς υἱὸν προσεποιεῖτο, ὅθενπερ καὶ πρό‐
5τερον διὰ μίσους αὐτῷ ἦν.

57

.

3

.

1

ὁ δ’ οὖν Τιβέριος ταῦτα τότε ἐποίει τὸ μὲν πλεῖστον ὅτι οὕτω τε ἐπεφύκει καὶ οὕτω προῄρητο, ἤδη δὲ καὶ ὅτι τά τε στρατεύματα, καὶ τὰ Παννονικὰ καὶ τὰ Γερμανικά, ὑπετόπει, καὶ τὸν Γερμανικὸν

57

.

3

.

2

τῆς τότε Γερμανίας ἄρχοντα καὶ φιλούμενον ὑπ’ αὐτῶν ἐδεδίει. τοὺς μὲν γὰρ ἐν τῇ Ἰταλίᾳ ὄντας τοῖς ὅρκοις τοῖς ὑπὸ τοῦ Αὐγούστου καταδειχθεῖσι προκατέλαβεν· ἐς δὲ ἐκείνους ὑποπτεύων ἐπ’ ἀμφότερα ἀνεῖχεν, ὅπως, ἄν τι νεωτερίσαντες ἐπικρατήσωσιν, ὡς καὶ ἰδιω‐
5τεύων σωθῇ. καὶ πολλάκις γε διὰ τοῦτο καὶ ἀρρωστεῖν προσεποιεῖτο
καὶ οἴκοι κατέμενεν, ἵνα μὴ ἀναγκασθῇ ἀποκεκριμένον τι εἰπεῖν ἢ

57

.

3

.

3

πρᾶξαι. ἤδη μὲν γὰρ ἤκουσα ὅτι, ἐπειδὴ ἡ Λιουία ἄκοντος τοῦ Αὐγούστου τὴν ἀρχὴν αὐτῷ περιπεποιηκέναι ἐλέγετο, ἔπραττεν, ὅπως μὴ παρ’ ἐκείνης (καὶ γὰρ πάνυ αὐτῇ ἤχθετο) ἀλλὰ παρὰ τῆς βουλῆς ἀναγκαστός, ὡς καὶ κατὰ ἀρετήν σφων προήκων, δόξειεν

57

.

3

.

4

αὐτὴν εἰληφέναι· καὶ προσέτι καὶ ἐκεῖνο, ὅτι τοὺς ἀνθρώπους ὁρῶν ἀλλοτρίως ἑαυτῷ ἔχοντας διέμελλε καὶ διῆγεν, ὅπως μὴ φθάσαντές τι νεοχμώσωσιν ἐλπίδι τοῦ καὶ ἐθελούσιον αὐτὸν τὴν ἀρχὴν ἀφή‐

57

.

3

.

5

σειν, μέχρις οὗ ἐγκρατὴς αὐτῆς διὰ πάντων ἐγένετο. οὐ μέντοι καὶ ταῦθ’ οὕτως αἴτια τῆς διαγωγῆς ταύτης γράφω, ὡς τήν τε ἐπιτήδευσιν τῆς γνώμης αὐτοῦ καὶ τὴν ταραχὴν τῶν στρατιωτῶν. τὸν μὲν γὰρ Ἀγρίππαν παραχρῆμα ἀπὸ τῆς Νώλης πέμψας τινὰ
5ἀπέκτεινε· καὶ ἔλεγε μὲν μὴ ἐκ τῆς ἑαυτοῦ προστάξεως τοῦτο

57

.

3

.

6

γεγονέναι, ἐπηπείλει τε τῷ δράσαντι, οὐ μὴν καὶ τιμωρίαν τινὰ αὐτοῦ ἐποιήσατο, ἀλλ’ εἴα τοὺς ἀνθρώπους λογοποιεῖν, τοὺς μὲν ὅτι ὁ Αὔγουστος αὐτὸν ὑπὸ τὴν τελευτὴν ἀπεχρήσατο, τοὺς δ’ ὅτι ὁ ἑκατόνταρχος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων καινοτομοῦντά τι
5ἀπέσφαξεν αὐτογνωμονήσας, ἄλλους ὡς ἡ Λιουία, ἀλλ’ οὐκ ἐκεῖ‐ νος, ἀποθανεῖν αὐτὸν ἐκέλευσεν.

57

.

4

.

1

τοῦτον μὲν οὖν αὐτίκα ὑπεξείλετο, τὸν δὲ δὴ Γερμανικὸν δει‐ νῶς ἐφοβεῖτο. ἐθορύβησαν μὲν γὰρ καὶ οἱ ἐν τῇ Παννονίᾳ στρα‐ τιῶται, ἐπειδὴ τάχιστα τῆς τοῦ Αὐγούστου μεταλλαγῆς ᾔσθοντο· καὶ συνελθόντες ἐς ἓν τεῖχος, καὶ ἐκεῖνο κρατυνάμενοι, πολλὰ καὶ

57

.

4

.

2

στασιαστικὰ ἔπραξαν. τά τε γὰρ ἄλλα καὶ τὸν ἄρχοντά σφων Ἰούνιον Βλαῖσον ἀποκτεῖναι ἐπεχείρησαν, τούς τε δούλους αὐτοῦ συλλαβόντες ἐβασάνισαν. τό τε σύμπαν οὔθ’ ὑπὲρ ἑκκαίδεκα ἔτη στρατεύεσθαι ἤθελον, καὶ δραχμὴν ἡμερησίαν φέρειν τά τε ἆθλα
5εὐθὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ λαμβάνειν ἠξίουν, ἀπειλοῦντες, ἂν μὴ τύχωσιν αὐτῶν, τό τε ἔθνος ἀποστήσειν καὶ ἐπὶ τὴν Ῥώμην

57

.

4

.

3

ἐλάσειν. οὐ μὴν ἀλλ’ ἐκεῖνοι μὲν τότε 〈τε〉 μόλις ποτὲ ὑπὸ τοῦ Βλαί‐ σου πεισθέντες πρέσβεις πρὸς τὸν Τιβέριον ὑπὲρ αὑτῶν ἔπεμψαν· ἐν γὰρ τῇ μεταβολῇ τῆς ἀρχῆς πάνθ’ ὅσα ἐπεθύμουν, ἢ αὐτὸν
ἐκφοβήσαντες ἢ καὶ ἄλλῳ τινὶ τὸ κράτος δόντες, καταπράξειν ἤλ‐

57

.

4

.

4

πιζον· καὶ μετὰ ταῦτα τοῦ Δρούσου σὺν τοῖς δορυφόροις ἐπελθόντος σφίσιν ἐταράχθησαν μέν, ἐπεὶ μηδὲν αὐτοῖς βέβαιον ἐλέγετο, καὶ τῶν τε συνόντων αὐτῷ κατέτρωσάν τινας καὶ αὐτὸν τῆς νυκτὸς περιεφρούρησαν, μὴ διαφύγῃ, τῆς δὲ δὴ σελήνης ἐκλιπούσης ἐνθυ‐
5μηθέντες ἀπημβλύνθησαν, ὥστε κακὸν μὲν μηδὲν ἔτ’ αὐτοὺς ποιῆσαι,

57

.

4

.

5

πρέσβεις δ’ αὖθις πρὸς τὸν Τιβέριον ἀποστεῖλαι. κἀν τούτῳ χει‐ μῶνος μεγάλου γενομένου, καὶ δι’ αὐτὸν ἐς τὰ οἰκεῖα ἑκάστων τείχη ἀναχωρησάντων, οἵ τε θρασύτατοι ὑπό τε τοῦ Δρούσου καὶ ἐν αὐτῇ γε τῇ σκηνῇ αὐτοῦ, μεταπεμφθέντες ὡς καὶ ἐπ’ ἄλλο τι, καὶ
5ὑπὸ τῶν συνακολουθησάντων αὐτῷ ἄλλοι κατ’ ἄλλον τρόπον ἐφθά‐ ρησαν, καὶ οἱ λοιποὶ κατέστησαν, ὥστε καὶ πρὸς τιμωρίαν τινὰς ὡς καὶ αἰτίους τῆς στάσεως γεγονότας ἐκδοῦναι.

57

.

5

.

1

καὶ οὗτοι μὲν οὕτως ἡσύχασαν, οἱ δὲ ἐν τῇ Γερμανίᾳ, καὶ πολλοὶ διὰ τὸν πόλεμον ἠθροισμένοι καὶ τὸν Γερμανικὸν καὶ Καί‐ σαρα καὶ πολὺ τοῦ Τιβερίου κρείττω ὁρῶντες ὄντα, οὐδὲν ἐμετρία‐ ζον ἀλλὰ τὰ αὐτὰ προτεινόμενοι τόν τε Τιβέριον ἐκακηγόρησαν

57

.

5

.

2

καὶ τὸν Γερμανικὸν αὐτοκράτορα ἐπεκάλεσαν. ἐπειδή τε ἐκεῖνος πολλὰ εἰπὼν καὶ μὴ δυνηθεὶς αὐτοὺς καταστῆσαι, τέλος τὸ ξίφος ὡς καὶ ἑαυτὸν καταχρησόμενος ἐσπάσατο, ἐπεβόησάν οἱ αἰάζοντες, καί τις αὐτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “τοῦτο” ἔφη “λαβέ· τοῦτο

57

.

5

.

3

γὰρ ὀξύτερόν ἐστιν.” ὁ οὖν Γερμανικὸς ἰδὼν ὅποι τὸ πρᾶγμα προ‐ εληλύθει, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησε διά τε τἆλλα καὶ ὅτι στασιάσειν αὐτοὺς οὐδὲν ἧττον ἤλπισε, γράμματα δὲ δή τινα ὡς καὶ παρὰ τοῦ Τιβερίου πεμφθέντα συνθείς, τήν τε δωρεὰν τὴν
5ὑπὸ τοῦ Αὐγούστου καταλειφθεῖσάν σφισι διπλῆν ὡς καὶ παρ’

57

.

5

.

4

ἐκείνου ἔδωκε, καὶ τοὺς ἔξω τῆς ἡλικίας ἀφῆκε· καὶ γὰρ ἐκ τοῦ ἀστικοῦ ὄχλου, οὓς ὁ Αὔγουστος μετὰ τὴν τοῦ Οὐάρου συμφορὰν προσκατέλεξεν, οἱ πλείους αὐτῶν ἦσαν. τότε μὲν οὖν οὕτω στα‐ σιάζοντες ἐπαύσαντο· ὕστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου
5βουλευτῶν ἐλθόντων, οἷς ἐκεῖνος ἐν ἀπορρήτῳ μόνα εἶπεν ὅσα τὸν

57

.

5

.

5

Γερμανικὸν μαθεῖν ἠθέλησεν (εὖ τε γὰρ ἠπίστατο πάντως σφᾶς ἐροῦντάς οἱ πάντα τὰ ἑαυτοῦ διανοήματα, καὶ οὐκ ἠβουλήθη παρὰ ταῦτα οὐδέν, ὡς καὶ μόνα ὄντα, οὔτε ἐκείνους οὔτε τὸν Γερμανικὸν
πολυπραγμονῆσαι), τούτων οὖν ἀφικομένων οἱ στρατιῶται τό τε
5τοῦ Γερμανικοῦ στρατήγημα μαθόντες, καὶ τοὺς βουλευτὰς ὡς καὶ ἐπὶ τῇ τῶν πεπραγμένων ὑπ’ αὐτοῦ καταλύσει παρόντας ὑποπτεύ‐

57

.

5

.

6

σαντες, ἐθορύβησαν αὖθις, καὶ τῶν τε πρέσβεων ὀλίγου τινὰς ἀπέσφαξαν καὶ ἐνέκειντο, τήν τε γυναῖκα αὐτοῦ Ἀγριππῖναν, τοῦ τε Ἀγρίππου καὶ τῆς Ἰουλίας τῆς τοῦ Αὐγούστου [θυγατρὸς] θυ‐ γατέρα οὖσαν, καὶ τὸν υἱόν, ὃν Γάιον Καλιγόλαν, ὅτι ἐν τῷ στρα‐
5τοπέδῳ τὸ πλεῖστον τραφεὶς τοῖς στρατιωτικοῖς ὑποδήμασιν ἀντὶ τῶν ἀστικῶν ἐχρῆτο, προσωνόμαζον, ὑπεκπεμφθέντας ποι ὑπὸ

57

.

5

.

7

τοῦ Γερμανικοῦ συνέλαβον. καὶ τὴν μὲν Ἀγριππῖναν ἐγκύμονα οὖσαν ἀφῆκαν αὐτῷ δεηθέντι, τὸν δὲ δὴ Γάιον κατέσχον. χρόνῳ δ’ οὖν ποτε καὶ τότε, ὡς οὐδὲν ἐπέραινον, ἡσύχασαν, καὶ ἐς το‐ σαύτην γε μεταβολὴν ἦλθον ὥστε καὶ αὐτοὶ τοὺς θρασυτάτους
5σφῶν αὐτοκέλευστοι συλλαβεῖν καὶ τοὺς μὲν ἰδίᾳ ἀποκτεῖναι, τοὺς δὲ καὶ ἐς τὸ μέσον ἀγαγόντες ἔπειτα πρὸς τὸ τῶν πλειόνων βού‐

57

.

6

.

1

λημα τοὺς μὲν ἀποσφάξαι τοὺς δ’ ἀπολῦσαι. φοβηθεὶς δ’ οὖν καὶ ὣς ὁ Γερμανικὸς μὴ καὶ αὖθις στασιάσωσιν, ἐς τὴν πολεμίαν ἐνέβαλε, καὶ ἐν αὐτῇ ἀσχολίαν τε ἅμα αὐτοῖς καὶ τροφὴν ἄφθονον ἐκ τῶν ἀλλοτρίων παρέχων ἐνεχρόνισε.

57

.

6

.

2

καὶ ὁ μὲν δυνηθεὶς ἂν τὴν αὐτοκράτορα ἀρχὴν λαβεῖν (ἡ γὰρ εὔνοια πάντων ἁπλῶς τῶν τε Ῥωμαίων καὶ τῶν ὑπηκόων σφῶν ἐς αὐτὸν ἐποίει) οὐκ ἠθέλησε· Τιβέριος δὲ ἐπῄνεσε μὲν αὐτὸν ἐπὶ τούτῳ, καὶ πολλὰ καὶ κεχαρισμένα καὶ ἐκείνῳ καὶ τῇ Ἀγριππίνῃ
5ἐπέστειλεν, οὐ μέντοι καὶ ἥσθη οἷς ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ πλεῖον

57

.

6

.

3

αὐτὸν ὡς καὶ τὰ στρατεύματα ἀνηρτημένον ἔδεισεν. οὐ γάρ που καὶ φρονεῖν οὕτως 〈ὡσ〉 ἐδόκει, ἐξ ὧν ἑαυτῷ συνῄδει ἄλλα μὲν λέ‐ γοντι ἄλλα δὲ ποιοῦντι, ὑπελάμβανεν, ὥσθ’ ὑπετόπει μὲν καὶ ἐκεῖνον, ὑπετόπει δὲ καὶ τὴν γυναῖκα αὐτοῦ· ἦν γὰρ ἀντίπαλον τὸ φρόνημα

57

.

6

.

4

τῷ τοῦ γένους ὄγκῳ ἔχουσα. οὐ μὴν καὶ προσεποιεῖτο ἄχθεσθαί σφισιν, ἀλλὰ καὶ ἐπαίνους ἐν τῇ βουλῇ τοῦ Γερμανικοῦ πολλοὺς ἐποιήσατο, καὶ θυσίας ἐπὶ τοῖς πραχθεῖσιν ὑπ’ αὐτοῦ, ὥσπερ καὶ ἐπὶ τοῖς ὑπὸ τοῦ Δρούσου, γενέσθαι ἐσηγήσατο. τοῖς τε στρατιώ‐
5ταις τοῖς ἐν τῇ Παννονίᾳ τὰ αὐτὰ τοῖς ὑπ’ ἐκείνου δοθεῖσιν ἐδω‐

57

.

6

.

5

ρήσατο. ἐς μέντοι τὸ ἔπειτα οὐ πρότερον τοὺς ἔξω τῆς Ἰταλίας στρατευομένους ἀπέλυε πρὶν τὰ εἴκοσιν ἔτη στρατεύσασθαι.

57

.

7

.

1

ὡς δ’ οὖν οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, ἀλλὰ ἀσφαλῶς πάντα τὰ τῶν Ῥωμαίων ἐς τὴν ἡγεμονίαν αὐτοῦ συνεφρόνησε, τήν τε ἀρ‐ χὴν οὐδὲν ἔτι εἰρωνευόμενος ὑπεδέξατο, καὶ ἐν τοιῷδε αὐτὴν τρόπῳ,

57

.

7

.

2

ἐφ’ ὅσον ὁ Γερμανικὸς ἔζη, διήγαγεν. αὐτὸς μὲν καθ’ ἑαυτὸν ἤ τι ἢ οὐδὲν ἔπραττε, πάντα δὲ δὴ καὶ τὰ σμικρότατα ἔς τε τὴν γερουσίαν ἐσέφερε καὶ ἐκείνῃ ἐκοίνου. ἐπεποίητο μὲν γὰρ βῆμα ἐν τῇ ἀγορᾷ, ἐφ’ οὗ προκαθίζων ἐχρημάτιζε, καὶ συμβούλους ἀεὶ κατὰ
5τὸν Αὔγουστον παρελάμβανεν, οὐ μέντοι καὶ διῴκει λόγου τι ἄξιον

57

.

7

.

3

ὃ μὴ καὶ τοῖς ἄλλοις ἐπεκοίνου. καὶ ἔς γε τὸ μέσον τὴν ἑαυτοῦ γνώμην τιθεὶς οὐχ ὅπως ἀντειπεῖν αὐτῇ παντί τῳ παρρησίαν ἔνεμεν, ἀλλὰ καὶ τἀναντία οἱ ἔστιν ὅτε ψηφιζομένων τινῶν ἔφερε. καὶ γὰρ αὐτὸς ψῆφον πολλάκις ἐδίδου. ὁ μὲν γὰρ Δροῦσος ἐξ ἴσου
5τοῖς ἄλλοις τοτὲ μὲν πρῶτος τοτὲ δὲ μεθ’ ἑτέρους τοῦτ’ ἐποίει·

57

.

7

.

4

ἐκεῖνος δὲ ἔστι μὲν ὅτε ἐσιώπα, ἔστι δ’ ὅτε καὶ πρῶτος ἢ καὶ μετ’ ἄλλους τινὰς ἢ καὶ τελευταῖος τὰ μὲν ἄντικρυς ἀπεφαίνετο, τὰ δὲ δὴ πλείω, ἵνα δὴ μὴ δοκῇ τὴν παρρησίαν αὐτῶν ἀφαιρεῖσθαι, ἔλεγεν ὅτι “εἰ γνώμην ἐποιούμην, τὰ καὶ τὰ ἂν ἀπεδειξάμην”.

57

.

7

.

5

καὶ ἦν μὲν καὶ τοῦτο τὴν ἴσην τῷ ἑτέρῳ ἰσχὺν ἔχον, οὐ μέντοι καὶ ἐκωλύοντο οἱ λοιποὶ ὑπ’ αὐτοῦ τὰ δοκοῦντά σφισι λέγειν, ἀλλὰ καὶ πολλάκις ὁ μὲν τὸ ἐγίγνωσκεν, οἱ δὲ μετ’ αὐτὸν ἕτερόν τι ἀνθῃροῦντο, καὶ ἔστιν ὅτε καὶ ἐπεκράτουν· καὶ οὐδενὶ μέντοι

57

.

7

.

6

παρὰ τοῦτο ὀργὴν εἶχεν. ἐδίκαζε μὲν οὖν ὥσπερ εἶπον, ἐπεφοίτα δὲ καὶ ἐπὶ τὰ τῶν ἀρχόντων δικαστήρια, καὶ παρακαλούμενος ὑπ’ αὐτῶν καὶ ἀπαράκλητος, καὶ ἐκείνους μὲν ἐν τῇ ἑαυτῶν χώρᾳ κα‐ θῆσθαι εἴα, αὐτὸς δὲ ἐπὶ τοῦ βάθρου τοῦ κατάντικρύς σφων κει‐
5μένου καθίζων ἔλεγεν ὅσα ἐδόκει αὐτῷ ὡς πάρεδρος.

57

.

8

.

1

καὶ τἆλλα δὲ πάντα κατὰ τὸν αὐτὸν τοῦτον τρόπον ἐποίει. οὔτε γὰρ δεσπότην ἑαυτὸν τοῖς ἐλευθέροις οὔτε αὐτοκράτορα πλὴν τοῖς στρατιώταις καλεῖν ἐφίει, τό τε τοῦ πατρὸς τῆς πατρίδος πρόσρημα παντελῶς διεώσατο, καὶ τὸ τοῦ Αὐγούστου οὐκ ἐπέθετο
5μέν (οὐδὲ γὰρ ψηφισθῆναί ποτε εἴασε), λεγόμενον δ’ ἀκούων καὶ

57

.

8

.

2

γραφόμενον ἀναγιγνώσκων ἔφερε· καὶ ὁσάκις γε βασιλεῦσί τισιν ἐπέ‐ στελλε, καὶ ἐκεῖνο προσενέγραφε. τὸ δ’ ὅλον Καῖσαρ, ἔστι δ’ ὅτε καὶ Γερμανικὸς ἐκ τῶν ὑπὸ τοῦ Γερμανικοῦ πραχθέντων, πρόκριτός τε τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον καὶ ὑφ’ ἑαυτοῦ [κατὰ τὸ ἀρ‐
5χαῖον] ὠνομάζετο, καὶ πολλάκις γε ἔλεγεν ὅτι “δεσπότης μὲν τῶν δούλων, αὐτοκράτωρ δὲ τῶν στρατιωτῶν, τῶν δὲ δὴ λοιπῶν πρό‐

57

.

8

.

3

κριτός εἰμι.” εὔχετό τε, ὁσάκις τι τοιοῦτο παραπέσοι, τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ. καὶ οὕτω γε διὰ πάντων ὁμοίως δημοτικὸς ἦν ὥστε οὔτε ἐν τοῖς γε‐ νεθλίοις αὐτοῦ γίγνεσθαί τι παρὰ τὸ καθεστηκὸς ἐπέτρεπεν, οὔτ’
5ὀμνύναι τοῖς ἀνθρώποις τὴν ἑαυτοῦ τύχην συνεχώρει, εἴ τε καὶ ὀμόσας τις αὐτὴν αἰτίαν ὡς καὶ ἐπιωρκηκὼς ἔλαβεν, οὐκ ἐπεξῄει.

57

.

8

.

4

συνελόντι τε εἰπεῖν, οὐδ’ ὅπερ ἐπί τε τῷ Αὐγούστῳ δεῦρο ἀεὶ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μετ’ ἐκεῖνον ἄρξασιν, ὧν γε καὶ λόγον τινὰ ποιούμεθα, ἐπί τε τοῖς τὸ κράτος ἀεὶ ἔχουσιν ἐξ ἀνάγκης γίγνεται, 〈τὸ〉 τά τε πραχθέντα ὑπ’ αὐτῶν
5καὶ τὰ πραχθησόμενα ὑπὸ τῶν ἀεὶ ζώντων ὅρκοις τισὶ βεβαιοῦ‐ σθαι, οὐδὲ τοῦτο τά γε πρῶτα ἐφ’ ἑαυτῷ περιεῖδε γενόμενον.

57

.

8

.

5

καίτοι ἐπὶ ταῖς τοῦ Αὐγούστου πράξεσι τούς τε ἄλλους πάντας ὥρκου καὶ αὐτὸς ὤμνυε. καὶ ὅπως γε ἐκδηλότερον αὐτὸ ποιοίη, παρεὶς ἂν τὴν νουμηνίαν καὶ μήτε ἐς τὸ βουλευτήριον ἐσελθὼν μήθ’ ὅλως ἐν τῇ πόλει τὴν ἡμέραν ἐκείνην ὀφθείς, ἀλλ’ ἐν προ‐
5αστείῳ τινὶ διατρίψας, ἐσῄει τε μετὰ ταῦτα καὶ κατὰ μόνας ἐπι‐

57

.

8

.

6

στοῦτο. τούτου τε οὖν ἕνεκα ἔξω που ταῖς νουμηνίαις διῆγε, καὶ ἵνα μηδένα τῶν ἀνθρώπων ἄσχολον, περί τε τὰς νέας ἀρχὰς καὶ περὶ τὴν ἑορτὴν ἔχοντα, ποιῇ, ἢ καὶ ἀργύριον παρ’ αὐτῶν λαμβάνῃ. οὐδὲ γὰρ οὐδὲ τὸν Αὔγουστον ἐπὶ τούτῳ ἐπῄνει διὰ τὸ πολλὴν
5μὲν δυσχέρειαν ἐν αὐτῷ πολλὴν δὲ καὶ ἀνάλωσιν ἐκ τῆς ἀντιδό‐ σεως γίγνεσθαι.

57

.

9

.

1

ταῦτά τε οὖν δημοτικῶς διῴκει, καὶ ὅτι οὔτε τεμένισμα αὐτῷ οὐχ ὅπως αὐθαίρετον ἀλλ’ οὐδ’ ἄλλως τότε γε ἐτεμενίσθη, οὔτε εἰκόνα ἐξῆν αὐτοῦ οὐδενὶ στῆσαι· ἄντικρυς γὰρ παραχρῆμα ἀπη‐

57

.

9

.

2

γόρευσε μήτε πόλει μήτ’ ἰδιώτῃ τοῦτο ποιεῖν. προσέθηκε μὲν γὰρ τῇ ἀπορρήσει ὅτι ἂν μὴ ἐγὼ ἐπιτρέψω, προσεπεῖπε δὲ ὅτι οὐκ ἐπιτρέψω. ἐπεὶ τό γε ὑβρίσθαι πρός τινος ἢ καὶ τὸ ἠσεβῆσθαι
πρός τινος (ἀσέβειάν τε γὰρ ἤδη καὶ τὸ τοιοῦτον ὠνόμαζον, καὶ
5δίκας ἐπ’ αὐτῷ πολλὰς ἐσῆγον) ἥκιστα προσεποιεῖτο, οὐδὲ ἔστιν ἥντινα τοιαύτην ἐφ’ ἑαυτῷ γραφὴν προσεδέξατο, καίπερ τὸν Αὔ‐

57

.

9

.

3

γουστον καὶ ἐν τούτῳ σεμνύνων. τὸ μὲν γὰρ πρῶτον οὐδένα οὐδὲ τῶν ἐπ’ ἐκείνῳ τινὰ αἰτίαν λαβόντων ἐκόλασεν, ἀλλὰ καὶ ἐγκλη‐ θέντας τινὰς ὡς καὶ ἐπιωρκηκότας τὴν τύχην αὐτοῦ ἀπέλυσε· προϊόντος δὲ τοῦ χρόνου καὶ πάνυ πολλοὺς ἐθανάτωσε.

57

.

10

.

1

καὶ ἔν τε τούτῳ τὸν Αὔγουστον ἤγαλλε, καὶ ὅτι τά τε οἰκοδο‐ μήματα, ἃ προκατεβάλετο μὲν οὐκ ἐξετέλεσε δέ, ἐκποιῶν τὸ ὄνομα αὐτοῦ ἐπέγραφέ σφισι, τά τε ἀγάλματα καὶ τὰ ἡρῷα αὐτοῦ, καὶ ὅσα οἱ δῆμοι καὶ ὅσα οἱ ἰδιῶται ἐποίουν, τὰ μὲν αὐτὸς καθιέρου,

57

.

10

.

2

τὰ δὲ τῶν ποντιφίκων τινὶ προσέτασσε. τοῦτο δὲ τὸ κατὰ τὰς ἐπιγραφὰς οὐκ ἐπ’ ἐκείνοις μόνοις τοῖς τοῦ Αὐγούστου ἔργοις, ἀλλ’ ἐπὶ πᾶσιν ὁμοίως τοῖς ἐπισκευῆς τινος δεηθεῖσιν ἐποίησε· πάντα γὰρ τὰ πεπονηκότα ἀνακτησάμενος (αὐτὸς γὰρ οὐδὲν τὸ παράπαν
5ἐκ καινῆς, πλὴν τοῦ Αὐγουστείου, κατεσκευάσατο) οὐδὲν αὐτῶν ἰδιώσατο, ἀλλὰ τὰ τῶν πρώτων οἰκοδομησάντων αὐτὰ ὀνόματα

57

.

10

.

3

πᾶσί σφισιν ἀπέδωκεν. ἐλάχιστα γὰρ ἐς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε, πάντα μὲν ὡς εἰπεῖν τὰ δημόσια ἔργα τὰ μὲν ἀνοικοδομῶν τὰ δὲ ἐπικοσμῶν, πολλὰ δὲ καὶ πόλεσι καὶ ἰδιώ‐ ταις ἐπαρκῶν. τῶν τε βουλευτῶν συχνοὺς πενομένους καὶ μηκέτι

57

.

10

.

4

μηδὲ βουλεύειν διὰ τοῦτ’ ἐθέλοντας ἐπλούτισεν. οὐ μέντοι καὶ ἀκρίτως αὐτὸ ἐποίει, ἀλλὰ καὶ διέγραφε τοὺς μὲν ὑπ’ ἀσελγείας τοὺς δὲ καὶ ὑπὸ πτωχείας, ὅσοι μηδένα αὐτῆς λογισμὸν εἰκότα ἀποδοῦναι ἐδύναντο. πᾶν τε ὃ ἐδωρεῖτό τισιν, εὐθὺς καὶ ἐν τοῖς
5ὀφθαλμοῖς αὐτοῦ ἠριθμεῖτο· ἐπεὶ γὰρ ἐπὶ τοῦ Αὐγούστου μεγάλα ἐκ τῶν τοιούτων οἱ δοτῆρες αὐτῶν ἀπετέμνοντο, δεινῶς ἐφυλάττετο

57

.

10

.

5

μὴ καὶ ἐφ’ ἑαυτοῦ τοῦτο γίγνεσθαι. καὶ ταῦτα μέντοι πάντα ἐκ τῶν νενομισμένων προσόδων ἐδαπάνα· οὔτε γὰρ ἀπέκτεινε χρημά‐ των ἕνεκα οὐδένα, οὔτ’ οὐσίαν τινὸς τότε γε ἐδήμευσεν, ἀλλ’ οὐδὲ ἐξ ἐπηρείας τι ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν Ῥήκτῳ χρήματά
5ποτε αὐτῷ πλείω παρὰ τὸ τεταγμένον ἐκ τῆς Αἰγύπτου ἧς ἦρχε πέμψαντι ἀντεπέστειλεν ὅτι κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ
ἀποξύρεσθαι βούλομαι.

57

.

11

.

1

καὶ μέντοι καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἰσχυρῶς ἦν. τοὺς γοῦν βουλευτὰς ἀθρόους ἀσπάζεσθαι αὑτὸν ἐκέλευσεν, ἵνα μὴ ὠστί‐

57

.

11

.

2

ζωνται. τό τε σύμπαν τοσαύτην ἐπιείκειαν ἤσκει ὥστε, ἐπειδή ποτε οἱ Ῥοδίων ἄρχοντες ἐπιστείλαντές τι αὐτῷ οὐχ ὑπέγραψαν τῇ ἐπι‐ στολῇ τοῦτο δὴ τὸ νομιζόμενον, εὐχὰς αὐτῷ ποιούμενοι, μετεπέμ‐ ψατο μέν σφας σπουδῇ ὡς καὶ κακόν τι δράσων, ἐλθόντας δὲ οὐδὲν

57

.

11

.

3

δεινὸν εἰργάσατο, ἀλλ’ ὑπογράψαντας τὸ ἐνδέον ἀπέπεμψε. τούς τε ἀεὶ ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα, καὶ τοῖς ὑπάτοις καὶ ὑπανίστατο· ὁπότε τε αὐτοὺς δειπνίζοι, τοῦτο μὲν ἐσιόντας σφᾶς πρὸς τὰς θύρας ἐξεδέχετο, τοῦτο δὲ καὶ ἀπιόντας προέπεμπεν. εἴ
5τέ ποτε ἐπὶ τοῦ δίφρου κομίζοιτο, οὐδένα οἱ παρακολουθεῖν οὐχ

57

.

11

.

4

ὅπως βουλευτὴν ἀλλ’ οὐδὲ ἱππέα τῶν πρώτων εἴα. ἔν τε ταῖς παν‐ ηγύρεσι, καὶ εἰ δή τι καὶ ἄλλο τοιουτότροπον ἀσχολίαν τοῖς πολλοῖς παρέξειν ἔμελλεν, ἐλθὼν ἂν ἀφ’ ἑσπέρας πρός τινα τῶν Καισαρείων τῶν πρὸς τοῖς χωρίοις ἐκείνοις ἐς ἃ συμφοιτῆσαι ἔδει οἰκούντων,
5ἐνταῦθα τὰς νύκτας ἐνηυλίζετο, ὅπως ἐξ ἑτοιμοτάτου καὶ ἀπονω‐

57

.

11

.

5

τάτου τοῖς ἀνθρώποις ἐντυγχάνειν αὐτῷ γίγνοιτο. καὶ τούς γε τῶν ἵππων ἀγῶνας ἐξ οἰκίας καὶ αὐτὸς τῶν ἀπελευθέρων τινὸς πολλάκις ἑώρα. συνεχέστατα γὰρ ἐπὶ τὰς θέας ἀπήντα τῆς τε τιμῆς τῶν ἐπιτελούντων αὐτὰς ἕνεκα καὶ τῆς τοῦ πλήθους εὐκοσμίας, τοῦ τε
5συνεορτάζειν σφίσι δοκεῖν. οὐ γὰρ οὔτε ἐσπούδασέ ποτε τὸ παρά‐ παν τῶν τοιούτων οὐδέν, οὔτε δόξαν τινὰ ὡς καὶ συσπεύδων τινὶ

57

.

11

.

6

ἔσχεν. οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν ὥστ’ ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος μὴ πρότερον συνεπαι‐ νέσαι πρὶν τὸν δεσπότην αὐτοῦ καὶ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν.

57

.

11

.

7

τοῖς τε ἑταίροις ὡς καὶ ἐν ἰδιωτείᾳ συνῆν· καὶ γὰρ δικαζομένοις σφίσι συνηγωνίζετο καὶ θύουσι συνεώρταζε, νοσοῦντάς τε ἐπεσκέπ‐ τετο μηδεμίαν φρουρὰν ἐπεσαγόμενος, καὶ ἐφ’ ἑνί γέ τινι αὐτῶν τελευτήσαντι τὸν ἐπιτάφιον αὐτὸς εἶπε.

57

.

12

.

1

καὶ μέντοι καὶ τὴν μητέρα πάνθ’ ὅσα πρέποντα αὐτῇ τῶν
τοιούτων ποιεῖν ἦν, τὸ μέν τι τῆς ἑαυτοῦ ζηλώσεως ἕνεκα, τὸ δὲ

57

.

12

.

2

ἵνα μὴ ὑπεραυχῇ, πράττειν ἐκέλευε. πάνυ γὰρ μέγα καὶ ὑπὲρ πά‐ σας τὰς πρόσθεν γυναῖκας ὤγκωτο, ὥστε καὶ τὴν βουλὴν καὶ τοῦ δήμου τοὺς ἐθέλοντας οἴκαδε ἀσπασομένους ἀεί ποτε ἐσδέχεσθαι, καὶ τοῦτο καὶ ἐς τὰ δημόσια ὑπομνήματα ἐσγράφεσθαι. αἵ τε
5ἐπιστολαὶ αἱ τοῦ Τιβερίου καὶ τὸ ἐκείνης ὄνομα χρόνον τινὰ ἔσχον,

57

.

12

.

3

καὶ ἐγράφετο ἀμφοῖν ὁμοίως. πλήν τε ὅτι οὔτε ἐς τὸ συνέδριον οὔτε ἐς τὰ στρατόπεδα οὔτε ἐς τὰς ἐκκλησίας ἐτόλμησέ ποτε ἐσελ‐ θεῖν, τά γε ἄλλα πάντα ὡς καὶ αὐταρχοῦσα διοικεῖν ἐπεχείρει. ἐπί τε γὰρ τοῦ Αὐγούστου μέγιστον ἠδυνήθη καὶ τὸν Τιβέριον αὐτὴ
5αὐτοκράτορα πεποιηκέναι ἔλεγε, καὶ διὰ τοῦτο οὐχ ὅσον ἐξ ἴσου οἱ

57

.

12

.

4

ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελεν. ὅθεν ἄλλα τε ἔξω τοῦ νενομισμένου ἐσεφέρετο, καὶ πολλοὶ μὲν μητέρα αὐτὴν τῆς πατρίδος πολλοὶ δὲ καὶ γονέα προσαγορεύεσθαι γνώμην ἔδωκαν. ἄλλοι καὶ τὸν Τιβέριον ἀπ’ αὐτῆς ἐπικαλεῖσθαι ἐσηγήσαντο, ὅπως ὥσπερ οἱ

57

.

12

.

5

Ἕλληνες πατρόθεν, οὕτω καὶ ἐκεῖνος μητρόθεν ὀνομάζηται. ἀγα‐ νακτῶν οὖν ἐπὶ τούτοις οὔτε τὰ ψηφιζόμενα αὐτῇ πλὴν ἐλαχίστων ἐπεκύρου, οὔτ’ ἄλλο τι ὑπέρογκον ποιεῖν ἐπέτρεπεν. εἰκόνα γοῦν ποτε αὐτῆς οἴκοι τῷ Αὐγούστῳ ὁσιωσάσης, καὶ διὰ τοῦτο καὶ τὴν
5βουλὴν καὶ τοὺς ἱππέας μετὰ τῶν γυναικῶν ἑστιᾶσαι ἐθελησάσης, οὔτ’ ἄλλως συνεχώρησέν οἱ τοῦτο πρᾶξαι πρὶν τὴν γερουσίαν ψη‐ φίσασθαι, οὔτε τότε τοὺς ἄνδρας δειπνίσαι, ἀλλ’ αὐτὸς μὲν τούτοις

57

.

12

.

6

ἐκείνη δὲ ταῖς γυναιξὶν εἱστίασε. καὶ τέλος τῶν μὲν δημοσίων παντάπασιν αὐτὴν ἀπήλλαξε, τὰ δ’ οἴκοι διοικεῖν οἱ ἐφείς, εἶθ’ ὡς καὶ ἐν τούτοις ἐπαχθὴς ἦν, ἀποδημίας τε ἐστέλλετο καὶ πάντα τρό‐ πον αὐτὴν ἐξίστατο, ὥστε καὶ ἐς τὴν Καπρίαν δι’ ἐκείνην οὐχ
5ἥκιστα μεταστῆναι.

57

.

13

.

1

ταῦτα μὲν περὶ τῆς Λιουίας παραδέδοται· ὁ δὲ δὴ Τιβέριος αὐτὸς μὲν τραχύτερον τοὺς αἰτιαζομένους τι μετεχειρίζετο, τῷ δὲ δὴ Δρούσῳ τῷ υἱεῖ καὶ ἀσελγεστάτῳ καὶ ὠμοτάτῳ, ὥστε καὶ τὰ
ὀξύτατα τῶν ξιφῶν Δρουσιανὰ ἀπ’ αὐτοῦ κληθῆναι, ὄντι καὶ ἤχθετο

57

.

13

.

2

καὶ ἐπετίμα καὶ ἰδίᾳ καὶ δημοσίᾳ πολλάκις. καί ποτε αὐτῷ καὶ ἄντικρυς πολλῶν παρόντων εἶπεν ὅτι “ζῶντος μέν μου οὐδὲν οὔτε βίαιον οὔθ’ ὑβριστικὸν πράξεις· ἂν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευ‐

57

.

13

.

3

τήσαντος.” σωφρονέστατα γὰρ χρόνον τινὰ διεγένετο, καὶ οὐδὲ τῶν ἄλλων οὐδενὶ ἀσελγαίνειν ἐφίει, ἀλλὰ καὶ συχνοὺς ἐπὶ τούτῳ ἐκό‐ λαζε, καίτοι τῶν βουλευτῶν ποτε ἐπιτίμιόν τι κατὰ τῶν ἀσώτως ζώντων νομοθετηθῆναι ἐθελησάντων μήτε τι τάξας, καὶ προσεπει‐
5πὼν ὅτι ἄμεινόν ἐστιν ἰδίᾳ τρόπον τινὰ αὐτοὺς σωφρονίζειν ἢ κοινήν

57

.

13

.

4

σφισι τιμωρίαν ἐπιθεῖναι. νῦν μὲν γὰρ ἂν τῷ φόβῳ τῆς αἰσχύνης καὶ μετριάσαι τινὰ αὐτῶν, ὥστε καὶ λαθεῖν ἐπιχειρῆσαι· ἂν δ’ ἅπαξ ὁ νόμος ὑπὸ τῆς φύσεως ἐκνικηθῇ, μηδένα αὐτοῦ προτιμήσειν.

57

.

13

.

5

καὶ ἐπειδή γε πολλῇ ἐσθῆτι ἁλουργεῖ καὶ ἄνδρες συχνοὶ καίπερ ἀπαγορευθὲν πρότερον ἐχρῶντο, διεμέμψατο μὲν οὐδένα οὐδὲ ἐζημίωσεν οὐδένα, ὑετοῦ δὲ ἐν πανηγύρει τινὶ γενομένου φαιὰν μαν‐ δύην ἐπενέδυ· κἀκ τούτου οὐκέτ’ οὐδεὶς αὐτῶν ἀλλοῖον ἔσθημα
5λαβεῖν ἐτόλμησε.

57

.

13

.

6

ταῦθ’ οὕτω πάντα μέχρι γε καὶ ὁ Γερμανικὸς ἔζη ἐποίει· μετὰ γὰρ τοῦτο συχνὰ αὐτῶν μετέβαλεν, εἴτ’ οὖν φρονῶν μὲν οὕτως ἀπὸ πρώτης ὡς ὕστερον διέδειξε, πλασάμενος δὲ ἐφ’ ὅσον ἐκεῖνος ἐβίω, ἐπειδήπερ ἐφεδρεύοντα αὐτὸν τῇ ἡγεμονίᾳ ἑώρα, εἴτε καὶ πεφυκὼς

57

.

14

.

1

μὲν εὖ, ἐξοκείλας δ’ ὅτε τοῦ ἀνταγωνιστοῦ ἐστερήθη. λέξω δὲ καὶ κατὰ τοὺς καιροὺς ὡς ἕκαστα ἐγένετο, ὅσα γε καὶ μνήμης ἄξιά ἐστιν. ἐπὶ μὲν τοῦ Δρούσου τοῦ υἱέος αὐτοῦ Γαΐου τε Νωρβανοῦ ὑπάτων τῷ δήμῳ τὰ καταλειφθέντα ὑπὸ τοῦ Αὐγούστου ἀπέδωκεν,
5ἐπειδὴ προσελθών τις πρὸς νεκρὸν διὰ τῆς ἀγορᾶς ἐκφερόμενον καὶ πρὸς τὸ οὖς αὐτοῦ προσκύψας ἐψιθύρισέ τι, καὶ ἐρομένων τῶν
ἰδόντων ὅ τι εἰρήκοι, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ ὅτι οὐδέπω

57

.

14

.

2

οὐδὲν ἐκομίσαντο. ἐκεῖνον μὲν γὰρ αὐτίκα ἀπέκτεινεν, ἵνα αὐτάγγε‐ λος αὐτῷ, ὥς που καὶ ἐπισκώπτων εἶπε, γένηται, τοὺς δ’ ἄλλους οὐκ ἐς μακρὰν ἀπήλλαξε, κατὰ πέντε καὶ ἑξήκοντα δραχμὰς δια‐

57

.

14

.

3

νείμας. καὶ τοῦτο μὲν τῷ προτέρῳ ἔτει γενέσθαι τινὲς λέγουσι· τότε δὲ ἱππέων τινῶν ἐν τοῖς ἀγῶσιν οὓς ὁ Δροῦσος ὑπέρ τε ἑαυ‐ τοῦ καὶ ὑπὲρ τοῦ Γερμανικοῦ [δὴ] διέθηκε μονομαχῆσαι ἐθελησάντων τὸν μὲν ἀγῶνα αὐτῶν οὐκ εἶδε, σφαγέντος δὲ τοῦ ἑτέρου τὸν ἕτερον

57

.

14

.

4

οὐκέτ’ εἴασεν ὁπλομαχῆσαι. ἐγένοντο δὲ καὶ ἄλλαι ἐν τῇ τῶν τοῦ Αὐγούστου γενεσίων ἱπποδρομίᾳ μάχαι, καί τινα καὶ θηρία ἐσφά‐ γη. καὶ τοῦτο μὲν καὶ ἐπὶ πολλὰ ἔτη οὕτως ἐποιήθη· τότε δὲ ἡ Κρήτη τοῦ ἄρχοντος αὐτῆς ἀποθανόντος τῷ τε ταμίᾳ καὶ τῷ

57

.

14

.

5

παρέδρῳ αὐτοῦ τὸν λοιπὸν χρόνον προσετάχθη. ἐπειδή τε συχνοὶ τῶν τὰ ἔθνη κληρουμένων ἐπὶ πολὺ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐνδιέτριβον, ὥστε τοὺς προάρξαντας αὐτῶν παρὰ τὸ καθεστηκὸς χρονίζειν, ἐκέλευσέ σφισιν ἐντὸς τῆς τοῦ Ἰουνίου

57

.

14

.

6

νουμηνίας ἀφορμᾶσθαι. κἀν τούτῳ τοῦ ἐκγόνου αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, τελευτήσαντος οὐδὲν ὅ τι τῶν συνήθων οὐκ ἔπραξε, μήτ’ ἄλλως ἀξιῶν τὸν ἄρχοντά τινων πρὸς τὰς ἰδίας συμφορὰς τῆς τῶν κοινῶν ἐπιμελείας ἐξίστασθαι, καὶ τοὺς λοιποὺς ἐθίζων

57

.

14

.

7

μὴ διὰ τοὺς οἰχομένους καὶ τὰ τῶν ζώντων προΐεσθαι. τοῦ τε ποταμοῦ τοῦ Τιβέριδος πολλὰ τῆς πόλεως κατασχόντος ὥστε πλευ‐ σθῆναι, οἱ μὲν ἄλλοι ἐν τέρατος λόγῳ καὶ τοῦτο, ὥσπερ που τό τε μέγεθος τῶν σεισμῶν ὑφ’ ὧν καὶ μέρος τι τοῦ τείχους ἔπεσε,
5καὶ τὸ πλῆθος τῶν κεραυνῶν ὑφ’ ὧν καὶ οἶνος ἐξ ἀγγείων

57

.

14

.

8

ἀθραύστων ἐξετάκη, ἐλάμβανον, ἐκεῖνος δὲ δὴ νομίσας ἐκ πολυπλη‐ θίας ναμάτων αὐτὸ γεγονέναι πέντε ἀεὶ βουλευτὰς κληρωτοὺς ἐπι‐ μελεῖσθαι τοῦ ποταμοῦ προσέταξεν, ἵνα μήτε τοῦ χειμῶνος πλεο‐ νάζῃ μήτε τοῦ θέρους ἐλλείπῃ, ἀλλ’ ἴσος ὅτι μάλιστα ἀεὶ ῥέῃ.

57

.

14

.

9

Τιβέριος μὲν ταῦτα ἔπραττεν, ὁ δὲ δὴ Δροῦσος τὰ μὲν τῇ
ὑπατείᾳ προσήκοντα ἐξ ἴσου τῷ συνάρχοντι ὥσπερ τις ἰδιώτης διετέλεσε, καὶ κληρονόμος γε ὑπό τινος καταλειφθεὶς τὸ σῶμα αὐ‐ τοῦ συνεξήνεγκε, τῇ μέντοι ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ὥστε καὶ
5πληγὰς ἱππεῖ ἐπιφανεῖ δοῦναι καὶ διὰ τοῦτο καὶ Κάστωρ παρωνύ‐

57

.

14

.

10

μιον λαβεῖν. τῇ τε μέθῃ κατακορὴς οὕτως ἐγίγνετο ὥστε ποτὲ νυκτὸς ἐμπρησθεῖσί τισιν ἐπικουρῆσαι μετὰ τῶν δορυφόρων ἀναγ‐ κασθείς, ὕδωρ αὐτῶν αἰτούντων, θερμόν σφισιν ἐγχέαι κελεῦσαι. τοῖς τε ὀρχησταῖς οὕτω προσέκειτο ὥστε καὶ στασιάζειν αὐτοὺς
5καὶ μηδ’ ὑπὸ τῶν νόμων, οὓς ὁ Τιβέριος ἐπ’ αὐτοῖς ἐσενηνόχει, καθίστασθαι.

57

.

15

.

1

τότε μὲν ταῦτ’ ἐγένετο, Στατιλίου δὲ Ταύρου μετὰ Λουκίου Λίβωνος ὑπατεύσαντος ὁ Τιβέριος ἀπεῖπε μὲν ἐσθῆτι σηρικῇ μη‐ δένα ἄνδρα χρῆσθαι, ἀπεῖπε δὲ καὶ χρυσῷ σκεύει μηδένα πλὴν

57

.

15

.

2

πρὸς τὰ ἱερὰ νομίζειν. ἐπεί τε διηπόρησάν τινες εἰ καὶ τὰ ἀργυρᾶ τὰ χρυσοῦν τι ἔμβλημα ἔχοντα ἀπηγορευμένον σφίσιν εἴη κεκτῆσθαι, βουληθεὶς καὶ περὶ τούτου τι δόγμα ποιῆσαι, ἐκώλυσεν ἐς αὐτὸ τὸ ὄνομα τὸ τοῦ ἐμβλήματος ὡς καὶ Ἑλληνικὸν ἐμβληθῆναι, καίτοι

57

.

15

.

3

μὴ ἔχων ὅπως ἐπιχωρίως αὐτὸ ὀνομάσῃ. ἐκεῖνό τε οὖν οὕτως ἐποίησε, καὶ ἑκατοντάρχου ἑλληνιστὶ ἐν τῷ συνεδρίῳ μαρτυρῆσαί τι ἐθελήσαντος οὐκ ἠνέσχετο, καίπερ πολλὰς μὲν δίκας ἐν τῇ δια‐ λέκτῳ ταύτῃ καὶ ἐκεῖ λεγομένας ἀκούων, πολλὰς δὲ καὶ αὐτὸς ἐπε‐

57

.

15

.

4

ρωτῶν. τοῦτό τε οὖν οὐχ ὁμολογούμενον ἔπραξε, καὶ Λούκιον Σκριβώνιον Λίβωνα, νεανίσκον εὐπατρίδην δόξαντά τι νεωτερίζειν, τέως μὲν ἔρρωτο, οὐκ ἔκρινε, νοσήσαντα δὲ ἐπιθάνατον ἔν τε σκιμποδίῳ καταστέγῳ, ὁποίῳ αἱ τῶν βουλευτῶν γυναῖκες χρῶνται,

57

.

15

.

5

ἐς τὴν γερουσίαν ἐσεκόμισε, καὶ ἐπειδὴ ἀναβολῆς τινος γενομένης ἑαυτὸν προαπεχρήσατο, καὶ τελευτήσαντα εὔθυνε, τά τε χρήματα αὐτοῦ τοῖς κατηγόροις διέδωκε, καὶ θυσίας ἐπ’ αὐτῷ οὐχ ἑαυτοῦ μόνον ἕνεκα ἀλλὰ καὶ τοῦ Αὐγούστου τοῦ τε πατρὸς αὐτοῦ τοῦ

57

.

15

.

6

Ἰουλίου, καθάπερ ποτὲ ἐδέδοκτο, ψηφισθῆναι ἐποίησε. ταῦτα δὲ
περὶ τοῦτον πράξας, Οὐιβίῳ Ῥούφῳ οὔτε ἐνεκάλεσέ τι ἀρχὴν ὅτι τῷ τοῦ Καίσαρος δίφρῳ, ἐφ’ οὗ ἀεί ποτε ἐκαθίζετο καὶ ἐφ’ οὗ καὶ ἐσφάγη, ἐχρῆτο. τοῦτό τε γὰρ ὁ Ῥοῦφος ἐπιτηδεύσας ἔπραττε,
5καὶ τῇ τοῦ Κικέρωνος γυναικὶ συνῴκει, σεμνυνόμενος ἐφ’ ἑκατέρῳ ὥσπερ ἢ διὰ τὴν γυναῖκα ῥήτωρ ἢ διὰ τὸν δίφρον Καῖσαρ ἐσόμε‐

57

.

15

.

7

νος. οὐ μὴν οὔτε αἰτίαν τινὰ ἐπὶ τούτῳ ἔσχε καὶ προσέτι καὶ ὑπάτευσε. καὶ μέντοι τῷ τε Θρασύλλῳ ἀεὶ συνὼν καὶ μαντείᾳ τινὶ καθ’ ἑκάστην ἡμέραν χρώμενος, αὐτός τε ἀκριβῶν οὕτω τὸ πρᾶγμα ὥστε ποτὲ ὄναρ δοῦναί τινι ἀργύριον κελευσθεὶς συνεῖναί
5τε ὅτι δαίμων τις ἐκ γοητείας οἱ ἐπιπέμπεται καὶ τὸν ἄνθρωπον

57

.

15

.

8

ἀποκτεῖναι, πάντας τοὺς ἄλλους τούς τε ἀστρολόγους καὶ τοὺς γόητας, εἴ τέ τινα ἕτερον καὶ ὁποιονοῦν τρόπον ἐμαντεύετό τις, τοὺς μὲν ξένους ἐθανάτωσε, τοὺς δὲ πολίτας, ὅσοι καὶ τότε ἔτι, μετὰ τὸ πρότερον δόγμα δι’ οὗ ἀπηγόρευτο μηδὲν τοιοῦτον ἐν τῇ πόλει
5μεταχειρίζεσθαι, ἐσηγγέλθησαν τῇ τέχνῃ χρώμενοι, ὑπερώρισε· τοῖς

57

.

15

.

9

γὰρ πειθαρχήσασιν αὐτῶν ἄδεια ἐδόθη. καὶ σύμπαντες δ’ ἂν οἱ πολῖται καὶ παρὰ γνώμην αὐτοῦ ἀφείθησαν, εἰ μὴ δήμαρχός τις ἐκώλυσεν. ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὸ τῆς δημοκρατίας σχῆμα κατενόησεν, ὅτι ἡ βουλὴ τοῦ τε Δρούσου καὶ τοῦ Τιβερίου, συν‐
5έπαινος Γναίῳ Καλπουρνίῳ Πίσωνι γενομένη, κατεκράτησε, καὶ αὐτὴ ὑπὸ τοῦ δημάρχου ἡττήθη.

57

.

16

.

1

ταῦτά τε οὖν οὕτως ἐπράχθη, καὶ ἐκ τῶν πέρυσι τεταμιευκό‐ των ἐς τὰ ἔθνη τινὲς ἐξεπέμφθησαν, ἐπειδήπερ οἱ τότε ταμιεύοντες ἐλάττους αὐτῶν ἦσαν. καὶ τοῦτο καὶ αὖθις, ὁσάκις ἐδέησεν, ἐγέ‐

57

.

16

.

2

νετο. ἐπεί τε πολλὰ τῶν δημοσίων γραμμάτων τὰ μὲν καὶ παντελῶς ἀπωλώλει, τὰ δὲ ἐξίτηλα γοῦν ὑπὸ τοῦ χρόνου ἐγεγόνει, τρεῖς βου‐ λευταὶ προεχειρίσθησαν ὥστε τά τε ὄντα ἐκγράψασθαι καὶ τὰ λοιπὰ ἀναζητῆσαι. ἐμπρησθεῖσί τέ τισιν οὐχ ὅπως ὁ Τιβέριος ἀλλὰ καὶ

57

.

16

.

3

ἡ Λιουία ἤμυνε. κἀν τῷ αὐτῷ ἔτει Κλήμης τις, δοῦλός τε τοῦ Ἀγρίππου γεγονὼς καί πῃ καὶ προσεοικὼς αὐτῷ, ἐπλάσατο αὐτὸς ἐκεῖνος εἶναι, καὶ ἐς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐνταῦθα πολλοὺς δὲ καὶ ἐν τῇ Ἰταλίᾳ ὕστερον προσεποιήσατο, καὶ τέλος
5καὶ ἐπὶ τὴν Ῥώμην ὥρμησεν ὡς καὶ τὴν παππῴαν μοναρχίαν ἀπο‐

57

.

16

.

4

ληψόμενος. ταραττομένων τε οὖν ἐπὶ τούτῳ τῶν ἐν τῷ ἄστει, καὶ συχνῶν αὐτῷ προστιθεμένων, ὁ Τιβέριος σοφίᾳ αὐτὸν διά τινων
ὡς καὶ τὰ ἐκείνου φρονούντων ἐχειρώσατο, καὶ μετὰ τοῦτο βασα‐ νίσας ἵνα τι περὶ τῶν συνεγνωκότων αὐτῷ μάθῃ, ἔπειτ’ ἐπειδὴ
5μηδὲν ἐξελάλησεν, ἐπύθετο αὐτοῦ “πῶς Ἀγρίππας ἐγένου;” καὶ ὃς ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ.”

57

.

17

.

1

τῷ δ’ ἐχομένῳ ἔτει τὸ μὲν τῶν ὑπάτων ὄνομα Γάιός τε Και‐ κίλιος καὶ Λούκιος Φλάκκος ἔλαβον, ὁ δὲ δὴ Τιβέριος, ἐπειδὴ καὶ μετὰ τὴν νουμηνίαν τινὲς ἀργύριον αὐτῷ προσήνεγκαν, οὔτε ἐδέξατο καί τι καὶ γράμμα περὶ αὐτοῦ τούτου ἐξέθηκε, ῥήματί τινι μὴ

57

.

17

.

2

Λατίνῳ χρησάμενος. ἐνθυμηθεὶς οὖν νυκτὸς περὶ αὐτοῦ πάντας τοὺς τὰ τοιαῦτα ἀκριβοῦντας μετεπέμψατο· πάνυ γὰρ δὴ ἔμελεν αὐτῷ τοῦ καλῶς διαλέγεσθαι. καί τινος Ἀτεΐου Καπίτωνος εἰπόν‐ τος ὅτι “εἰ καὶ μηδεὶς πρόσθεν τὸ ὄνομα τοῦτ’ ἐφθέγξατο, ἀλλὰ
5νῦν γε πάντες διὰ σὲ ἐς τὰ ἀρχαῖα αὐτὸ καταριθμήσομεν,” Μάρ‐ κελλός τις ὑπολαβὼν ἔφη “σύ, Καῖσαρ, ἀνθρώποις μὲν πολιτείαν

57

.

17

.

3

Ῥωμαίων δύνασαι δοῦναι, ῥήμασι δὲ οὔ.” ἐκεῖνον μὲν οὖν οὐδὲν ἐπὶ τούτῳ κακόν, καίπερ ἀκρατῶς παρρησιασάμενον, ἔδρασε· τὸν δὲ δὴ Ἀρχέλαον τὸν τῆς Καππαδοκίας βασιλέα δι’ ὀργῆς σχών, ὅτι πρότερόν οἱ ὑποπεπτωκὼς ὥστε καὶ συνηγόρῳ, ὅτε ἐπὶ τοῦ Αὐ‐

57

.

17

.

4

γούστου ὑπὸ τῶν ἐπιχωρίων κατηγορήθη, χρήσασθαι, μετὰ τοῦτο αὐτοῦ μὲν ἐς τὴν Ῥόδον ἀπελθόντος ἠμέλησε, τὸν δὲ δὴ Γάιον ἐς τὴν Ἀσίαν ἐλθόντα ἐθεράπευσε, μετεπέμψατο ὡς καὶ νεωτερίζοντά τι, καὶ τῇ τῆς γερουσίας ψήφῳ παρέδωκεν, οὐ μόνον ὑπεργήρων
5ὄντα, ἀλλὰ καὶ δεινῶς ποδαγρῶντα καὶ προσέτι καὶ παραφρονεῖν

57

.

17

.

5

δοκοῦντα. ἔπαθε μὲν γάρ ποτε τοῦτο ὄντως, ὥστε καὶ ἐπίτροπον παρὰ τοῦ Αὐγούστου τῆς ἀρχῆς λαβεῖν, οὐ μέντοι καὶ τότε ἔτι παρελήρει, ἀλλ’ ἐπλάσσετο, εἴ πως ἔκ γε τούτου σωθείη. κἂν ἐθανατώθη, εἰ μὴ καταμαρτυρῶν τις αὐτοῦ ἔφη ποτὲ αὐτὸν εἰρη‐
5κέναι ὅτι ἐπειδὰν οἴκαδε ἐπανέλθω, δείξω αὐτῷ οἷα νεῦρα ἔχω. γέλωτος γὰρ ἐπὶ τούτῳ, διὰ τὸ τὸν ἄνθρωπον μὴ ὅτι στῆναι ἀλλὰ μηδὲ καθίζεσθαι δύνασθαι, πολλοῦ γενομένου οὐκέτ’ αὐτὸν ὁ Τι‐

57

.

17

.

6

βέριος ἀπέκτεινεν. οὕτω γάρ τοι κακῶς διέκειτο ὥστε ἐν σκιμποδίῳ καταστέγῳ ἐς τὸ συνέδριον ἐσκομισθῆναι (νομιζόμενον γάρ που καὶ τοῖς ἀνδράσιν ἦν, ὁπότε τις αὐτῶν ἀσθενῶς ἔχων ἐκεῖσε ἐσίοι,
κατακείμενον αὐτὸν ἐσφέρεσθαι, καὶ τοῦτο καὶ ὁ Τιβέριός ποτε

57

.

17

.

7

ἐποίησε), καὶ διελέχθη γέ τινα ἐκ τοῦ σκιμποδίου προκύψας. τότε μὲν οὕτως ὁ Ἀρχέλαος ἐσώθη, ἄλλως δ’ οὐ πολλῷ ὕστερον ἀπέ‐ θανε, κἀκ τούτου καὶ ἡ Καππαδοκία τῶν τε Ῥωμαίων ἐγένετο καὶ ἱππεῖ ἐπετράπη. ταῖς τε ἐν τῇ Ἀσίᾳ πόλεσι ταῖς ὑπὸ τοῦ σεισμοῦ
5κακωθείσαις ἀνὴρ ἐστρατηγηκὼς σὺν πέντε ῥαβδούχοις προσετάχθη, καὶ χρήματα πολλὰ μὲν ἐκ τῶν φόρων ἀνείθη πολλὰ δὲ καὶ παρὰ

57

.

17

.

8

τοῦ Τιβερίου ἐδόθη· τῶν γὰρ ἀλλοτρίων ἰσχυρῶς, μέχρι γε καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευσεν, ἀπεχόμενος, μηδὲ τὰς κληρονομίας ἅς τινες αὐτῷ συγγενεῖς ἔχοντες κατέλιπον προσιέμενος, πάμπολλα ἔς τε τὰς πόλεις καὶ τοὺς ἰδιώτας ἀνήλισκε, καὶ οὔτε τιμὴν οὔτε ἔπαινον

57

.

17

.

9

οὐδένα ἐπ’ αὐτοῖς προσεδέχετο. ταῖς τε πρεσβείαις ταῖς παρὰ τῶν πό‐ λεων ἢ καὶ τῶν ἐθνῶν οὐδέποτε μόνος ἐχρημάτιζεν, ἀλλὰ πολλούς, καὶ μάλιστα τοὺς ἄρξαντάς ποτε αὐτῶν, κοινωνοὺς τῆς διαγνώμης ἐποιεῖτο.

57

.

18

.

1

Γερμανικὸς δὲ τῇ ἐπὶ τοὺς Κελτοὺς στρατείᾳ φερόμενος εὖ μέχρι τε τοῦ ὠκεανοῦ προεχώρησε, καὶ τοὺς βαρβάρους κατὰ τὸ καρτερὸν νι‐ κήσας τά τε ὀστᾶ τῶν σὺν τῷ Οὐάρῳ πεσόντων συνέλεξέ τε καὶ ἔθαψε, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀνεκτήσατο. Xiph. 134, 20—32.

57

.

18

1a

τὴν δὲ γυναῖκα Ἰουλίαν οὔτε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας ἣν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι’ ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ὥσθ’ ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. Zon. 11,
2 p. 438, 1—4 B. (p. 5, 14—17 D.)

57

.

18

.

2

τῷ δὲ Τιβερίῳ τῆς βουλῆς ἐγκειμένης, καὶ τὸν γοῦν μῆνα τὸν Νο‐ έμβριον, ἐν ᾧ τῇ ἕκτῃ ἐπὶ δέκα ἐγεγέννητο, Τιβέριον καλεῖσθαι ἀξιού‐ σης, “καὶ τί” ἔφη “ποιήσετε, ἂν δεκατρεῖς Καίσαρες γένωνται;” Xiph. 134, 32—135, 4, Zon. 11, 2 p. 438, 4—7 B. (p. 5, 18—21 D.), Petr.
5Patr. Exc. Vat. 5 (p. 198 sq. Mai = p. 182, 17—20 Dind.)

57

.

18

.

3

Μάρκου δὲ δὴ Ἰουνίου Λουκίου τε Νωρβανοῦ μετὰ ταῦτα ἀρξάν‐ των τέρας ἐν αὐτῇ τῇ νουμηνίᾳ οὐ σμικρὸν ἐγένετο, ὅπερ που ἐς τὸ Γερμανικοῦ πάθος ἀπεσήμαινεν· ὁ γὰρ Νωρβανὸς ὁ ὕπατος σάλπιγγι ἀεὶ προσκείμενος, καὶ ἐρρωμένως τὸ πρᾶγμα ἀσκῶν, ἠθέλησε καὶ τότε
5ὑπὸ τὸν ὄρθρον, πολλῶν ἤδη πρὸς τὴν οἰκίαν αὐτοῦ παρόντων, σαλπίσαι.

57

.

18

.

4

καὶ τοῦτό τε πάντας ὁμοίως ἐξετάραξε καθάπερ ἐμπολέμιόν τι σύνθημα τοῦ ὑπάτου σφίσι παραγγείλαντος, καὶ ὅτι καὶ τὸ τοῦ Ἰανοῦ ἄγαλμα κατέπεσε. λόγιόν τέ τι ὡς καὶ Σιβύλλειον, ἄλλως μὲν οὐδὲν τῷ τῆς πόλεως χρόνῳ προσῆκον, πρὸς δὲ τὰ παρόντα ᾀδόμενον, οὐχ ἡσυχῇ σφας

57

.

18

.

5

ἐκίνει· ἔλεγε γὰρ ὅτι· τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν Ῥωμαίους ἔμφυλος ὀλεῖ στάσις, καὶ ἁ Συβαρῖτις
ἀφροσύνα.
5 ὁ οὖν Τιβέριος ταῦτά τε τὰ ἔπη ὡς καὶ ψευδῆ ὄντα διέβαλε, καὶ τὰ βιβλία πάντα τὰ μαντείαν τινὰ ἔχοντα ἐπεσκέψατο, καὶ τὰ μὲν ὡς οὐδενὸς ἄξια ἀπέκρινε τὰ δὲ ἐνέκρινε. Xiph. 135, 4—23.

57

.

18

5a

τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχ‐ νοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξή‐ λασεν. Joann. Antioch. fr. 79 § 4b M. v. 20—22.

57

.

18

.

6

τοῦ δὲ δὴ Γερμανικοῦ τελευτήσαντος ὁ μὲν Τιβέριος καὶ ἡ Λιουία πάνυ ἥσθησαν, οἱ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἐλυπήθησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα ἄριστος δὲ καὶ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα καὶ ῥώμῃ διέπρεπε, καὶ ἔς τε τὸ πολέμιον ἀνδρειότατος ὂν ἡμερώτατα τῷ

57

.

18

.

7

οἰκείῳ προσεφέρετο, καὶ πλεῖστον ἰσχύων ἅτε Καῖσαρ ὢν ἐξ ἴσου τοῖς
ἀσθενεστέροις ἐσωφρόνει, καὶ οὐδὲν οὔτε πρὸς τοὺς ἀρχομένους ἐπαχθὲς οὔτε πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐπαίτιον ἔ‐

57

.

18

.

8

πραττεν, ἀλλὰ συνελόντι εἰπεῖν ἐν ὀλίγοις τῶν πώποτε οὔτ’ ἐξήμαρτέ τι ἐς τὴν ὑπάρξασαν αὐτῷ τύχην οὔτ’ αὐτὸς ὑπ’ ἐκείνης διεφθάρη· δυνη‐ θεὶς γοῦν πολλάκις καὶ παρ’ ἑκόντων, οὐχ ὅτι τῶν στρατιωτῶν ἀλλὰ καὶ τοῦ δήμου τῆς τε βουλῆς, τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέ‐

57

.

18

.

9

λησεν. ἀπέθανε δὲ ἐν Ἀντιοχείᾳ, ὑπό τε τοῦ Πίσωνος καὶ ὑπὸ τῆς Πλαγκίνης ἐπιβουλευθείς· ὀστᾶ τε γὰρ ἀνθρώπων ἐν τῇ οἰκίᾳ ἐν ᾗ ᾤκει κατορωρυγμένα καὶ ἐλασμοὶ μολίβδινοι ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες ζῶντος ἔθ’ εὑρέθη. ὅτι δὲ καὶ φαρμάκῳ ἐφθάρη, τὸ
5σῶμα αὐτοῦ ἐξέφηνεν ἐς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν.

57

.

18

.

10

ὁ δὲ Πίσων χρόνῳ ὕστερον ἐς τὴν Ῥώμην ἀνακομισθεὶς καὶ ἐς τὸ βου‐
λευτήριον ἐπὶ τῷ φόνῳ ὑπ’ αὐτοῦ τοῦ Τιβερίου ἐσαχθείς, διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, ἀναβολήν τέ τινα ἐποι‐ ήσατο καὶ ἑαυτὸν κατεχρήσατο. Xiph. 135, 23—136, 6, Exc. Val. 188
5(p. 665 sq.), Zon. 11, 2 p. 438, 8. 13—21; 438, 8—13; 438, 21—439, 4 B. (p. 5, 22. 23. 29—6, 7; 5, 23—28; 6, 7—12 D.)

57

.

18

.

11

ἐπὶ τρισὶ δ’ υἱέσιν ὁ Γερμανικὸς ἐτελεύτησεν, οὓς ὁ Αὔγουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. Zon. 11, 2 p. 439, 4—7 B. (p. 6, 12—15 D.)

57

.

19

.

1

μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δὲ τὸ ἐφεδρεῦον οὐκέτ’ εἶχεν, ἐς πᾶν τοὐναντίον τῶν πρόσθεν εἰργασμένων αὐτῷ, πολλῶν ὄντων καὶ καλῶν, περιέστη. τά τε γὰρ ἄλλα ἀγρίως ἦρξε, καὶ ταῖς τῆς ἀσεβείας δίκαις, εἴ τις οὐχ
5ὅσον ἐς τὸν Αὔγουστον ἀλλὰ καὶ ἐς αὐτὸν ἐκεῖνον τήν τε μητέρα αὐ‐ τοῦ πράξας τι ἢ καὶ εἰπὼν ἀνεπιτήδειον ἐπεκλήθη, δεινῶς ἐπεξῄει. Xiph. 136, 6—13, Zon. 11, 2 p. 439, 7—12 B. (p. 6, 16—22 D.)

57

.

19

1a

καὶ ἐς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν. Zon. 11, 2 p. 439, 12, 13 B. (p. 6, 22. 23 D.)

57

.

19

1b

ὅτι Τιβέριος τοὺς κατηγορουμένους ἐπί τινι πικρῶς ἐκόλαζεν οὕτως ἐπιλέγων “οὐδεὶς ἑκὼν ἄρχεται ἀλλ’ ἄκων εἰς τοῦτο συνελαύνεται· μὴ μόνον γὰρ [τοὺς] μὴ πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπι‐ βουλεύειν τοῖς ἄρχουσι”· καὶ προσεδέχετο τοὺς κατηγοροῦντας μὴ δια‐
5κρίνων εἴτε δοῦλος κατὰ δεσπότου εἴτε 〈κατὰ πατρὸσ〉 υἱὸς λέγει. Petr. Patr. Exc. Vat. 6 p. 199 Mai. (p. 182, 21—27 Dind.)

57

.

19

1c

ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι’ ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. Zon. 11, 2 p. 439, 13—15 B. (p. 6, 23—25 D.)

57

.

19

.

2

ἐβασανίζοντο δὲ οὐχὶ οἰκέται μόνον κατὰ τῶν ἰδίων δεσποτῶν, ἀλλὰ καὶ ἐλεύθεροι καὶ πολῖται. οἵ τε κατηγορήσαντες ἢ καὶ καταμαρτυρή‐ σαντές τινων τὰς οὐσίας τῶν ἁλισκομένων διελάγχανον, καὶ προσέτι καὶ

57

.

19

.

3

ἀρχὰς καὶ τιμὰς προσελάμβανον. πολλοὺς δὲ καὶ τὴν ἡμέραν καὶ 〈τὴν〉 ὥραν ἐν ᾗ ἐγεγέννηντο ἐξετάζων, καὶ ἐκεῖθεν καὶ τὸν τρόπον καὶ τὴν τύχην αὐτῶν διασκοπῶν, ἀπεκτίννυεν· εἰ γάρ τῳ ὑπέρογκόν τι καὶ

57

.

19

.

4

εὔελπι πρὸς δυναστείαν ἐνεῖδε, πάντως ἀπώλλυεν. οὕτω δ’ οὖν τὸ πε‐ πρωμένον ἑκάστῳ τῶν πρώτων καὶ ἐξήταζε καὶ ἠπίστατο ὥστε καὶ τῷ
Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας, γυναῖκα ἐγγε‐ γυημένῳ, εἰπεῖν ὅτι καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ.” ἐφείσατο γὰρ
5αὐτοῦ, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι καὶ τοῦτ’ αὐτῷ εἱμαρμένον ἦν, ὡς δ’ αὐτὸς ἔλεγεν, ὅτι καὶ ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξοι. Xiph. 136, 13—29, Zon. 11, 2 p. 439, 15—20 B. (p. 6, 25—31 D.)

57

.

18

10b

ὅτι καὶ ἀφορμάς τινας φόνων ὁ Τιβέριος ἔσχε· διὰ γὰρ τὸν τοῦ Γερμανικοῦ θάνατον πολλοὶ ὡς καὶ ἐφησθέντες αὐτῷ ἀπώλοντο.

57

.

19

.

5

συνήρατο δὲ καὶ συγκατειργάσατο αὐτῷ πάντα προθυμότατα Λού‐ κιος Αἴλιος Σεϊανός, υἱὸς μὲν τοῦ Στράβωνος ὤν, παιδικὰ δέ ποτε Μάρ‐ κου Γαβίου Ἀπικίου γενόμενος, Ἀπικίου ἐκείνου ὃς πάντας ἀνθρώπους ἀσωτίᾳ ὑπερεβάλετο οὕτως ὥστε, ἐπειδὴ μαθεῖν ποτε ἐθελήσας ὅσα τε
5ἤδη καταναλώκει καὶ ὅσα ἔτ’ εἶχεν, ἔγνω ὅτι διακόσιαι καὶ πεντήκοντα αὐτῷ μυριάδες περιεῖεν, ἐλυπήθη τε ὡς καὶ λιμῷ τελευτήσειν μέλλων

57

.

19

.

6

καὶ ἑαυτὸν διέφθειρεν. οὗτος οὖν ὁ Σεϊανὸς χρόνῳ μέν τινι μετὰ τοῦ πατρὸς τῶν δορυφόρων ἦρξεν· ἐπεὶ δὲ ἐκείνου ἐς τὴν Αἴγυπτον πεμφθέν‐
τος μόνος τὴν προστασίαν αὐτῶν ἔσχε, τά τε ἄλλα συνέστησεν αὐτήν, καὶ τοὺς λόχους ἰδίᾳ καὶ χωρὶς ἀλλήλων, ὥσπερ τοὺς τῶν νυκτοφυλάκων,
5ὄντας ἐς ἓν τεῖχος συνήγαγεν, ὥστε τὰ παραγγέλματα καὶ ἀθρόους καὶ διὰ ταχέων λαμβάνειν, καὶ φοβεροὺς πᾶσιν ἅτε καὶ ἐν ἑνὶ τείχει ὄντας

57

.

19

.

7

εἶναι. τοῦτον οὖν ὁ Τιβέριος ἐκ τῆς τῶν τρόπων ὁμοιότητος προσλαβὼν ταῖς τε στρατηγικαῖς τιμαῖς ἐκόσμησεν, ὃ μήπω πρότερον μηδενὶ τῶν ὁμοίων οἱ ἐγεγόνει, καὶ σύμβουλον καὶ ὑπηρέτην πρὸς πάντα ἐποιεῖτο.

57

.

19

.

8

τὸ μὲν οὖν σύμπαν οὕτω μετὰ τὸν τοῦ Γερμανικοῦ θάνατον μετε‐ βάλετο ὥστε αὐτὸν μεγάλως καὶ πρότερον ἐπαινούμενον πολλῷ δὴ τότε μᾶλλον θαυμασθῆναι. Xiph. 136, 29—137, 17, Exc. Val. 189 (p. 666).

57

.

20

.

1

ἐπεὶ δὲ ὁ Τιβέριος τὴν ὕπατον ἀρχὴν ἦρξε μετὰ τοῦ Δρούσου, εὐθὺς οἱ ἄνθρωποι τὸν ὄλεθρον τῷ Δρούσῳ ἐξ αὐτοῦ τούτου προεμαντεύσαντο· οὐ γὰρ ἔστιν ὅστις τῶν ὑπατευσάντων ποτὲ μετ’ αὐτοῦ οὐ βιαίως

57

.

20

.

2

ἀπέθανεν, ἀλλὰ τοῦτο μὲν ὁ Οὐᾶρος ὁ Κυιντίλιος, τοῦτο δὲ ὁ Πίσων ὁ Γναῖος ὅ τε Γερμανικὸς αὐτὸς βιαίως καὶ κακῶς ἀπώλοντο. τοιούτῳ τινί, ὡς ἔοικε, διὰ βίου δαίμονι συνεκεκλήρωτο. ἀμέλει καὶ ὁ Δροῦσος τότε

57

.

20

.

3

καὶ ὁ Σεϊανὸς μετὰ ταῦτα συνάρξαντές οἱ ἐφθάρησαν. ἐκδημοῦντος δὲ τοῦ Τιβερίου Γάιος Λουτώριος Πρίσκος ἱππεύς, ἄλλως τε μέγα ἐπὶ ποιήσει φρονῶν καὶ ἐπιτάφιον ἐπὶ τῷ Γερμανικῷ ἐπιφανῆ συγγράψας, ὥστε καὶ χρήματα δι’ αὐτὸν πολλὰ λαβεῖν, αἰτίαν ἔσχεν ὡς καὶ ἐπὶ τῷ Δρούσῳ
5ποίημα παρὰ τὴν νόσον αὐτοῦ συντεθεικώς, καὶ ἐκρίθη τε διὰ τοῦτο ἐν

57

.

20

.

4

τῇ βουλῇ καὶ κατεδικάσθη καὶ ἀπέθανεν. ὁ οὖν Τιβέριος ἀγανακτήσας, οὐχ ὅτι ἐκεῖνος ἐκολάσθη ἀλλ’ ὅτι τις ὑπὸ τῶν βουλευτῶν ἄνευ τῆς
ἑαυτοῦ γνώμης ἐθανατώθη, ἐπετίμησέ τε αὐτοῖς, καὶ δόγματι παραδο‐ θῆναι ἐκέλευσε μήτ’ ἀποθνήσκειν ἐντὸς δέκα ἡμερῶν τὸν καταψηφισ‐
5θέντα ὑπ’ αὐτῶν, μήτε τὸ γράμμα τὸ ἐπ’ αὐτῷ γενόμενον ἐς τὸ δη‐ μόσιον ἐντὸς τοῦ αὐτοῦ χρόνου ἀποτίθεσθαι, ὅπως καὶ ἀποδημῶν προ‐ πυνθάνηται τὰ δόξαντά σφισι καὶ ἐπιδιακρίνῃ.

57

.

21

.

1

καὶ μετὰ τοῦτο ἐξελθούσης αὐτῷ τῆς ὑπατείας ἔς τε τὴν Ῥώμην ἦλθε, καὶ τοὺς ὑπάτους συναγορεύειν τισὶν ἐκώλυσεν, εἰπὼν ὅτι “εἰ

57

.

21

.

2

ὑπάτευον, οὐκ ἂν ἐποίησα τοῦτο.” ἐπειδή τε τῶν στρατηγούντων τις αἰτίαν, ὡς καὶ ἀσεβές τι ἐς αὐτὸν εἰρηκὼς ἢ καὶ πεποιηκώς, λαβὼν ἐξῆλθέ τε ἐκ τοῦ συνεδρίου, καὶ τὴν ἀρχικὴν στολὴν ἐκδὺς ἐπανῆλθέ τε καὶ κατηγορηθῆναι παραχρῆμα ὡς καὶ ἰδιωτεύων ἠξίωσε, δεινῶς τε ἤλ‐

57

.

21

.

3

γησε καὶ οὐκέτ’ αὐτοῦ ἥψατο. τοὺς δὲ ὀρχηστὰς τῆς τε Ῥώμης ἐξή‐ λασε καὶ μηδαμόθι τῇ τέχνῃ χρῆσθαι προσέταξεν, ὅτι τάς τε γυναῖκας ᾔσχυνον καὶ στάσεις ἤγειρον. ἄλλους μὲν δὴ οὖν καὶ πολλούς γε τῶν τελευτώντων καὶ ἀνδριᾶσι καὶ δημοσίαις ταφαῖς ἐτίμα, τὸν δὲ δὴ Σεϊανὸν
5ζῶντα ἐν τῷ θεάτρῳ χαλκοῦν ἔστησε. κἀκ τούτου πολλαὶ μὲν ὑπὸ πολλῶν εἰκόνες αὐτοῦ ἐποιήθησαν, πολλοὶ δὲ καὶ ἔπαινοι καὶ παρὰ τῷ

57

.

21

.

4

δήμῳ καὶ παρὰ τῇ βουλῇ ἐγίγνοντο, ἔς τε τὴν οἰκίαν αὐτοῦ οἵ τε ἄλλοι οἱ ἐλλόγιμοι καὶ οἱ ὕπατοι αὐτοὶ ὑπὸ τὸν ὄρθρον συνεχῶς ἐφοίτων, καὶ τά τε ἴδια αὐτῷ πάντα, ὅσα τινὲς ἀξιώσειν παρὰ τοῦ Τιβερίου ἔμελλον, καὶ τὰ κοινά, ὑπὲρ ὧν χρηματισθῆναι ἔδει, ἐπεκοίνουν. καὶ συνελόντι
5εἰπεῖν οὐδὲν ἔτι χωρὶς αὐτοῦ τῶν τοιούτων ἐπράττετο.

57

.

21

.

5

κατὰ δὲ τὸν χρόνον τοῦτον καὶ στοὰ μεγίστη ἐν τῇ Ῥώμῃ, ἐπειδὴ ἑτεροκλινὴς ἐγένετο, θαυμαστὸν δή τινα τρόπον ὠρθώθη. ἀρχιτέκτων γάρ τις, οὗ τὸ ὄνομα οὐδεὶς οἶδε (τῇ γὰρ θαυματοποιίᾳ αὐτοῦ φθονή‐ σας ὁ Τιβέριος οὐκ ἐπέτρεψεν αὐτὸ ἐς τὰ ὑπομνήματα ἐσγραφῆναι),
5οὗτος οὖν ὅστις ποτὲ ὠνομάζετο, τούς τε θεμελίους αὐτῆς πέριξ κρα‐

57

.

21

.

6

τύνας ὥστε μὴ συγκινηθῆναι, καὶ τὸ λοιπὸν πᾶν πόκοις τε καὶ ἱματίοις παχέσι περιλαβών, σχοίνοις τε πανταχόθεν αὐτὴν διέδησε, καὶ ἐς τὴν ἀρχαίαν ἕδραν ἀνθρώποις τε πολλοῖς καὶ μηχανήμασιν ὀνευσάμενος ἐπαν‐ ήγαγε. τότε μὲν οὖν ὁ Τιβέριος καὶ ἐθαύμασεν αὐτὸν καὶ ἐζηλοτύπησε,
5καὶ διὰ μὲν ἐκεῖνο χρήμασιν ἐτίμησε, διὰ δὲ τοῦτο ἐκ τῆς πόλεως ἐξή‐

57

.

21

.

7

λασε· μετὰ δὲ ταῦτα προσελθόντος οἱ αὐτοῦ καὶ ἱκετείαν ποιουμένου, κἀν τούτῳ ποτήριόν τι ὑαλοῦν καταβαλόντος τε ἐξεπίτηδες καὶ θλασθέν πως ἢ συντριβὲν ταῖς τε χερσὶ διατρίψαντος καὶ ἄθραυστον παραχρῆμα ἀποφήναντος, ὡς καὶ συγγνώμης διὰ τοῦτο τευξομένου, καὶ ἀπέκτεινεν
5αὐτόν.

57

.

22

.

1

Δροῦσος δὲ ὁ παῖς αὐτοῦ φαρμάκῳ διώλετο. ὁ γὰρ Σεϊανὸς ἐπί τε τῇ ἰσχύι καὶ ἐπὶ τῷ ἀξιώματι ὑπερμαζήσας τά τε ἄλλα ὑπέρογκος ἦν, καὶ τέλος καὶ ἐπὶ τὸν Δροῦσον ἐτράπετο καί ποτε πὺξ αὐτῷ ἐνέτεινε.

57

.

22

.

2

φοβηθείς τε ἐκ τούτου καὶ ἐκεῖνον καὶ τὸν Τιβέριον, καὶ ἅμα καὶ προσ‐ δοκήσας, ἂν τὸν νεανίσκον ἐκποδὼν ποιήσηται, καὶ τὸν γέροντα ῥᾷστα μεταχειριεῖσθαι, φάρμακόν τι αὐτῷ διά τε τῶν ἐν τῇ θεραπείᾳ αὐτοῦ ὄντων καὶ διὰ τῆς γυναικὸς αὐτοῦ, ἥν τινες Λιουίλλαν ὀνομάζουσιν,

57

.

22

.

3

ἔδωκε· καὶ γὰρ καὶ ἐμοίχευεν αὐτήν. αἰτίαν μὲν γὰρ ὁ Τιβέριος ἔλαβεν, ὅτι μήτε νοσοῦντος τοῦ Δρούσου μήτ’ ἀποθανόντος ἔξω τι τῶν συνή‐ θων ἔπραξε, μηδὲ τοῖς ἄλλοις ποιῆσαι ἐπέτρεψεν· οὐ μέντοι καὶ πιστὸς ὁ λόγος. τοῦτό τε γὰρ ἀπὸ γνώμης ἐπὶ πάντων ὁμοίως ἔπραττε, καὶ

57

.

22

.

4

τῷ υἱεῖ ἅτε καὶ μόνῳ καὶ γνησίῳ ὄντι προσέκειτο, τούς τε χειρουργή‐ σαντας τὸν ὄλεθρον αὐτοῦ, τοὺς μὲν εὐθὺς τοὺς δὲ μετὰ ταῦτα, ἐκό‐ λασε. τότε δ’ οὖν ἐσῆλθέ τε ἐς τὸ συνέδριον, καὶ τὸν προσήκοντα ἐπὶ τῷ παιδὶ ἔπαινον ποιησάμενος οἴκαδε ἐκομίσθη. Xiph. 137, 17—140, 7.

57

.

22

4a

ὁ μὲν οὖν οὕτως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφι‐ κόμενος ἐκεῖνόν τε ἀπωδύρατο, καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήματος, καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ὢν
5ἐπαίνους ἐπ’ αὐτῷ εἶπεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αἴτιος θα‐

57

.

22

4b

νάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ ἄλλοι διώλοντο καὶ ἡ Ἀγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτά‐ του χωρίς. πολλὰ γὰρ κατ’ αὐτῆς ὁ Σεϊανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μετὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοι‐
5κήσειν τῇ τοῦ Δρούσου γυναικί, ἧς ἤρα, καὶ τὸ κράτος ἕξειν μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοι‐ χίδιον. καὶ ἄλλους δὲ πολλοὺς ἐπὶ ἄλλαις καὶ ἄλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε. Zon. 11, 2 p. 440, 8—441, 1 B. (p. 7, 11—28 D.)

57

.

22

.

5

ἀπεῖπε δὲ ὁ Τιβέριος τοῖς πυρὸς καὶ ὕδατος εἰρχθεῖσι μὴ διατίθε‐ σθαι· καὶ τοῦτο καὶ νῦν φυλάττεται. Αἴλιον δὲ Σατορνῖνον, ὡς καὶ ἔπη τινὰ ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντα, ὑπό τε τὴν βουλὴν ὑπήγαγε

57

.

23

.

1

καὶ ἁλόντα ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισε. πολλὰ δ’ ἂν καὶ ἄλλα τοιουτότροπα γράφειν ἔχοιμι, εἰ πάντα ἐπεξίοιμι. τοῦτό τε οὖν ἐν κε‐ φαλαίῳ εἰρήσθω, ὅτι συχνοὶ διὰ τὰ τοιαῦτα ὑπ’ αὐτοῦ ἀπώλοντο, καὶ ἐκεῖνο, ὅτι ζητῶν καθ’ ἓν ἕκαστον ἀκριβῶς ὅσα τινὲς ᾐτιάζοντο φλαύρως
5περὶ αὐτοῦ εἰρηκέναι, αὐτὸς ἑαυτὸν πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔλεγε.

57

.

23

.

2

καὶ γὰρ εἰ ἐν ἀπορρήτῳ τις καὶ πρὸς ἕνα διελέχθη τι, καὶ τοῦτο ἐδη‐ μοσίευεν ὥστε καὶ ἐς τὰ κοινὰ ὑπομνήματα ἐσγράφεσθαι. καὶ πολλάκις ἃ μηδ’ εἶπέ τις, ὡς εἰρημένα, ἐξ ὧν ἑαυτῷ συνῄδει προσκατεψεύδετο,

57

.

23

.

3

ὅπως ὡς δικαιότατα ὀργίζεσθαι νομισθείη. κἀκ τούτου συνέβαινεν αὐτῷ πάντα τε ἐκεῖνα, ἐφ’ οἷς τοὺς ἄλλους ὡς ἀσεβοῦντας ἐκόλαζεν, αὐτὸν ἐς ἑαυτὸν πλημμελεῖν, καὶ προσέτι καὶ χλευασμὸν ὀφλισκάνειν· ἃ γὰρ ἀπηρνοῦντό τινες μὴ λελαληκέναι, ταῦτα αὐτὸς διισχυριζόμενος εἰρῆσθαι
5καὶ κατομνύων ἀληθέστερον ἑαυτὸν ἠδίκει. ἀφ’ οὗ δὴ καὶ ἐξεστηκέναι

57

.

23

.

4

τινὲς αὐτὸν τῶν φρενῶν ὑπώπτευσαν. οὐ μέντοι καὶ ὄντως παραφρονεῖν ἐκ τούτου ἐπιστεύετο· τὰ γὰρ ἄλλα καὶ πάνυ πάντα δεόντως διῴκει. τοῦτο μὲν γὰρ βουλευτῇ τινι ἀσελγῶς ζῶντι ἐπίτροπον ὥσπερ τινὶ ὀρ‐ φανῷ προσέταξε· τοῦτο δὲ τὸν Καπίτωνα τὸν τὴν Ἀσίαν ἐπιτροπεύ‐
5σαντα ἐς τὸ συνέδριον ἐσήγαγε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι καὶ στρατιώ‐ ταις ἐχρήσατο καὶ ἄλλα τινὰ ὡς καὶ ἀρχὴν ἔχων ἔπραξεν, ἐφυγάδευσεν.

57

.

23

.

5

οὐ γὰρ ἐξῆν τότε τοῖς τὰ αὐτοκρατορικὰ χρήματα διοικοῦσι πλέον οὐδὲν ποιεῖν ἢ τὰς νενομισμένας προσόδους ἐκλέγειν καὶ περὶ τῶν διαφορῶν ἔν τε τῇ ἀγορᾷ καὶ κατὰ τοὺς νόμους ἐξ ἴσου τοῖς ἰδιώταις δικάζεσθαι. τοσοῦτον μὲν δὴ τὸ διαλλάττον ἐν ταῖς Τιβερίου πράξεσιν ἦν, διελ‐

57

.

24

.

1

θόντων δὲ τῶν δέκα ἐτῶν τῆς ἀρχῆς αὐτοῦ ψηφίσματος μὲν ἐς τὴν ἀνά‐ ληψιν αὐτῆς οὐδενὸς ἐδεήθη (οὐδὲ γὰρ ἐδεῖτο κατατέμνων αὐτήν, ὥσπερ

57

.

24

.

2

ὁ Αὔγουστος, ἄρχειν), ἡ μέντοι πανήγυρις ἡ δεκαετηρὶς ἐποιήθη. Κρε‐ μούτιος δὲ δὴ Κόρδος αὐτόχειρ ἑαυτοῦ γενέσθαι, ὅτι τῷ Σεϊανῷ προσ‐ έκρουσεν, ἠναγκάσθη· οὕτω γὰρ οὐδὲν ἔγκλημα ἐπαίτιον λαβεῖν ἠδυνήθη (καὶ γὰρ ἐν πύλαις ἤδη γήρως ἦν καὶ ἐπιεικέστατα ἐβεβιώκει) ὥστε ἐπὶ

57

.

24

.

3

τῇ ἱστορίᾳ, ἣν πάλαι ποτὲ περὶ τῶν τῷ Αὐγούστῳ πραχθέντων συνετε‐ θείκει καὶ ἣν αὐτὸς ἐκεῖνος ἀνεγνώκει, κριθῆναι, ὅτι τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἐπῄνεσε, καὶ τοῦ δήμου τῆς τε βουλῆς καθήψατο, τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον εἶπε μὲν κακὸν οὐδέν, οὐ μέντοι καὶ

57

.

24

.

4

ὑπερεσέμνυνε. ταῦτά τε γὰρ ᾐτιάθη, καὶ διὰ ταῦτα αὐτός τε ἀπέθανε, καὶ τὰ συγγράμματα αὐτοῦ τότε μὲν 〈τά τε〉 ἐν τῇ πόλει εὑρεθέντα πρὸς τῶν ἀγορανόμων καὶ τὰ ἔξω πρὸς τῶν ἑκασταχόθι ἀρχόντων ἐκαύθη, ὕστερον δὲ ἐξεδόθη τε αὖθις (ἄλλοι τε γὰρ καὶ μάλιστα ἡ θυγάτηρ
5αὐτοῦ Μαρκία συνέκρυψεν αὐτά) καὶ πολὺ ἀξιοσπουδαστότερα ὑπ’ αὐ‐

57

.

24

.

5

τῆς τῆς τοῦ Κόρδου συμφορᾶς ἐγένετο. ἐν δ’ οὖν τῷ τότε ὁ Τιβέριος τὴν τοῦ δορυφορικοῦ γυμνασίαν τοῖς βουλευταῖς, ὥσπερ ἀγνοοῦσι τὴν δύναμιν αὐτῶν, ἐπέδειξεν, ὅπως καὶ πολλούς σφας καὶ ἐρρωμένους ἰδόντες μᾶλλον αὐτὸν φοβῶνται.

57

.

24

.

6

τὸν μὲν οὖν χρόνον ἐκεῖνον ταῦτά τε ἐς ἱστορίας ἀπόδειξιν ἐγένετο, καὶ Κυζικηνῶν ἡ ἐλευθερία αὖθις, ὅτι τε Ῥωμαίους τινὰς ἔδησαν καὶ ὅτι καὶ τὸ ἡρῷον ὃ τῷ Αὐγούστῳ ποιεῖν ἤρξαντο οὐκ ἐξετέλεσαν, ἀφῃ‐

57

.

24

.

7

ρέθη. πάντως δ’ ἂν καὶ τὸν συμπωλήσαντα τῇ οἰκίᾳ τὸν ἀνδριάντα
αὐτοῦ καὶ ἐπὶ τούτῳ κριθέντα ἀπεκτόνει, εἰ μὴ ὁ ὕπατος αὐτὸν ἐκεῖνον τὴν γνώμην πρῶτον ἀνήρετο· αἰδεσθεὶς γὰρ μὴ καὶ ἑαυτῷ τι χαρίζε‐

57

.

24

.

8

σθαι δόξῃ, τὴν ἀπολύουσαν ἔθετο. Λεντούλου δέ τινος βουλευτοῦ φύσει τε ἐπιεικοῦς καὶ τότε ἐν γήρᾳ πολλῷ ὄντος κατηγόρησέ τις ὡς ἐπιβε‐ βουλευκότος τῷ αὐτοκράτορι. καὶ ὁ μὲν Λέντουλος (παρῆν γάρ) ἀνε‐ κάγχασεν· ὁ δὲ Τιβέριος, ἐπιθορυβησάσης τι πρὸς τοῦτο τῆς γερουσίας,
5“οὐδὲ ζῆν ἔτ’” ἔφη “ἄξιός εἰμι, εἴγε καὶ Λέντουλός με μισεῖ.” Xiph.
140, 7—142, 18.

58

.

1

.

1

Ἀπεδήμησε δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐκ τῆς Ῥώμης, καὶ οὐκέτι τὸ παράπαν ἐς τὴν πόλιν ἀνεκομίσθη, καίτοι μέλλων τε ἀεὶ καὶ ἐπαγ‐ γελλόμενος. Xiph. 142, 18—21.

58

.

1

1a

πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειρα‐ θέντες αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασ‐
5μένοις. Joann. Antioch. fr. 79 § 5b. 6 M. (v. 25—30).

58

.

1

1b

Λατιάριος δέ τις ἑταῖρος Σαβίνου ἀνδρὸς τῶν πρώτων ἐν Ῥώμῃ, τῷ Σεϊανῷ χαριζόμενος, ἐς τὴν τοῦ οἰκήματος ἐν ᾧ διῃτᾶτο ὀροφὴν βου‐ λευτὰς κατακρύψας ὑπηγάγετο τὸν Σαβῖνον ἐς λόγους, καί τι εἰπὼν ὧν

58

.

1

.

2

εἰώθει, ἐπεσπάσατο καὶ ἐκεῖνον πάνθ’ ὅσα ἐφρόνει ἐκλαλῆσαι. τῶν γάρ τοι συκοφαντεῖν ἐθελόντων ἔργον ἐστὶ λοιδορίας τέ τινος προκατάρχεσθαι καὶ ἀπόρρητόν τι ἐκφαίνειν, ἵνα ἀκούσας τι αὐτὸς ἢ καὶ ὅμοιόν τι εἰπὼν αἰτιαθῇ· τοῖς μὲν γάρ, ἅτε ἐκ παρασκευῆς τοῦτο δρῶσιν, ἀκίνδυνός ἐστιν
5ἡ παρρησία (οὐ γὰρ ὡς καὶ φρονοῦντές τινα, ἀλλ’ ὡς ἑτέρους ἐλέγξαι βουλόμενοι λέγειν αὐτὰ πιστεύονται), οἱ δ’ ὅ τι ἂν καὶ τὸ βραχύτατον

58

.

1

.

3

ἔξω τοῦ καθεστηκότος εἴπωσι, κολάζονται. ὅπερ καὶ τότε ἐγένετο· ἔς τε γὰρ τὸ δεσμωτήριον αὐθημερὸν ὁ Σαβῖνος κατετέθη, καὶ μετὰ τοῦτο ἄκριτος ἐφθάρη, τό τε σῶμα αὐτοῦ κατὰ τῶν ἀναβασμῶν ἐρρίφη καὶ
ἐς τὸν ποταμὸν ἐνεβλήθη. καὶ δεινὸν μὲν τοῦτο τὸ πάθος καὶ καθ’
5ἑαυτὸ ἅπασιν ἦν, ἐδείνωσε δ’ αὐτὸ ἐπὶ πλέον κύων τις τοῦ Σαβίνου, συνεσελθών τε αὐτῷ ἐς τὸ οἴκημα καὶ ἀποθανόντι παραμείνας καὶ τέλος καὶ ἐς τὸν ποταμὸν συνεσπεσών.

58

.

2

.

1

τοῦτο μὲν τοιοῦτον ἐγένετο, ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ Λιουία μετήλλαξεν, ἓξ καὶ ὀγδοήκοντα ἔτη ζήσασα. καὶ αὐτὴν ὁ Τι‐ βέριος οὔτε νοσοῦσαν ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν αὐτὸς προέθετο· οὐ μὴν οὐδὲ ἐς τιμὴν ἄλλο τι αὐτῇ πλὴν τῆς δημοσίας ἐκφορᾶς καὶ εἰκό‐
5νων ἑτέρων τέ τινων οὐδενὸς ἀξίων ἔνειμεν. ἀθανατισθῆναι δὲ αὐτὴν

58

.

2

.

2

ἄντικρυς ἀπηγόρευσεν. οὐ μέντοι καὶ μόνα οἱ ἡ βουλή, ὅσα ἐκεῖνος ἐπέστειλεν, ἐψηφίσατο, ἀλλὰ πένθος ἐπ’ αὐτῇ παρ’ ὅλον τὸν ἐνιαυτὸν ταῖς γυναιξὶν ἐπήγγειλαν, καίπερ τὸν Τιβέριον ἐπαινέσαντες ὅτι τῆς τῶν κοι‐

58

.

2

.

3

νῶν διοικήσεως οὐδὲ τότε ἀπέσχετο· καὶ προσέτι καὶ ἁψῖδα αὐτῇ, ὃ μηδεμιᾷ ἄλλῃ γυναικί, ἐψηφίσαντο, ὅτι τε οὐκ ὀλίγους σφῶν ἐσεσώκει, καὶ ὅτι παῖδας πολλῶν ἐτετρόφει κόρας τε πολλοῖς συνεξεδεδώκει, ἀφ’ οὗ γε καὶ μητέρα αὐτὴν τῆς πατρίδος τινὲς ἐπωνόμαζον. ἐν δὲ τῷ μνη‐
5μείῳ ἐτάφη τῷ τοῦ Αὐγούστου. Xiph. 142, 21—143, 25.

58

.

2

3a

οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ’ ἐκείνης δέδωκεν ὁ Τιβέριος. Zon. 11, 2 p. 441, 20 B. (p. 8, 18. 19 D.)

58

.

2

.

4

καὶ αὐτῆς ἄλλα τε καλῶς εἰρημένα ἀποφθέγματα φέρεται, καὶ ὅτι
γυμνούς ποτε ἄνδρας ἀπαντήσαντας αὐτῇ καὶ μέλλοντας διὰ τοῦτο θα‐ νατωθήσεσθαι ἔσωσεν, εἰποῦσα ὅτι οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις

58

.

2

.

5

οἱ τοιοῦτοι διαφέρουσι. πυθομένου τέ τινος αὐτῆς πῶς καὶ τί δρῶσα οὕτω τοῦ Αὐγούστου κατεκράτησεν, ἀπεκρίνατο ὅτι αὐτή τε ἀκριβῶς σωφρονοῦσα, καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρ‐

58

.

2

.

6

ματα μήτε ἀκούειν μήτε αἰσθάνεσθαι προσποιουμένη. τοιαύτη μὲν ἡ Λιουία ἐγένετο, ἡ μέντοι ψηφισθεῖσα αὐτῇ ἁψὶς οὐκ ᾠκοδομήθη διὰ τὸ τὸν Τιβέριον τοῖς ἑαυτοῦ τέλεσι κατασκευάσειν αὐτὴν ὑποσχέσθαι· κατ‐ οκνήσας γὰρ τῷ λόγῳ τὸ δόγμα λῦσαι, τοῦτον τὸν τρόπον ἀνέτρεψεν
5αὐτό, μήτ’ ἐκ τῶν δημοσίων χρημάτων ἐπιτρέψας τὸ ἔργον γενέσθαι μήτ’ αὐτὸς ποιήσας.

58

.

2

.

7

ὁ δὲ δὴ Σεϊανὸς ἔτι καὶ μᾶλλον ᾔρετο, καὶ ἐψηφίσθη ὅπως τὰ γε‐ νέθλια αὐτοῦ δημοσίᾳ ἑορτάζηται. τὸ γάρ τοι πλῆθος τῶν ἀνδριάντων ὧν ἥ τε βουλὴ καὶ ἡ ἱππὰς αἵ τε φυλαὶ καὶ οἱ ἄνδρες οἱ πρῶτοι ἔστη‐

58

.

2

.

8

σαν αὐτοῦ, οὐδὲ ἐξηρίθμησεν ἄν τις· πρέσβεις τε ἰδίᾳ μὲν ἡ γερουσία ἰδίᾳ δὲ οἱ ἱππῆς τό τε πλῆθος ἔκ τε τῶν δημάρχων καὶ ἐκ τῶν ἀγο‐ ρανόμων τῶν σφετέρων πρὸς ἀμφοτέρους αὐτοὺς ἔπεμπον, καὶ εὔχοντο ὑπὲρ ἀμφοῖν ὁμοίως καὶ ἔθυον, τήν τε τύχην αὐτῶν ὤμνυσαν. Xiph.
5143, 25—144, 19.

58

.

3

.

1

τῷ δὲ δὴ Γάλλῳ ὁ Τιβέριος, τῷ τήν τε γυναῖκα αὐτοῦ ἀγαγομένῳ καὶ τῇ περὶ τῆς ἀρχῆς παρρησίᾳ χρησαμένῳ, καιρὸν λαβὼν ἐπέθετο. ἐπειδὴ γὰρ τὸν Σεϊανὸν ἤτοι καὶ ἀληθῶς ὡς αὐταρχήσοντα ἢ καὶ τῷ

58

.

3

.

2

τοῦ Τιβερίου δέει θεραπεύων, ἢ καὶ ἐξ ἐπιβουλῆς, ἵνα καὶ αὐτῷ ἐκείνῳ διὰ κόρου γενόμενος φθαρῇ, τά τε πλείω οἱ καὶ τὰ μείζω ἐσηγήσατο καὶ ἐν τοῖς πρεσβευταῖς γενέσθαι ἐσπούδασεν, ἐπέστειλε περὶ αὐτοῦ τῇ βουλῇ τά τε ἄλλα καὶ ὅτι τῷ Σεϊανῷ τῆς πρὸς ἑαυτὸν φιλίας φθονοίη,

58

.

3

.

3

καίπερ αὐτὸς Συριακῷ φίλῳ χρώμενος. καὶ ταῦτα οὐκ ἐξέφηνε τῷ Γάλλῳ, ἀλλὰ καὶ πάνυ αὐτὸν ἐδεξιώσατο, ὥστε συμβῆναί οἱ πρᾶγμα παραδοξό‐ τατον, καὶ ὃ μηδενὶ ἄλλῳ συνηνέχθη· ἐν γὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τιβερίῳ εἱστιάθη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βουλευτηρίῳ κατ‐
5εψηφίσθη, ὥστε καὶ στρατηγὸν τὸν δήσοντά τε αὐτὸν καὶ πρὸς τὴν

58

.

3

.

4

τιμωρίαν ἀπάξοντα πεμφθῆναι. καὶ μέντοι τοῦθ’ οὕτως ὁ Τιβέριος πράξας οὐδ’ ἀποθανεῖν αὐτῷ ἐθελήσαντι, ἐπειδὴ τάχιστα τῶν δεδογ‐ μένων ᾔσθετο, ἐπέτρεψεν, ἀλλ’ ἐκείνῳ τε, ἵνα ἐπὶ πλεῖστον κακωθείη, θαρσεῖν ... ἐνετείλατο ὅπως ἐν φυλακῇ ἀδέσμῳ ᾖ, μέχρις ἂν αὐτὸς ἐς
5τὴν πόλιν ἀφίκηται, ἵν’, ὅπερ εἶπον, ἐπὶ μακρότατον καὶ τῇ ἀτιμίᾳ ἅμα

58

.

3

.

5

καὶ τῷ φόβῳ ταλαιπωρήσειε. καὶ ἔσχεν οὕτως· πρός τε γὰρ τῶν ἀεὶ ὑπάτων ἐτηρεῖτο (ἔξω τῆς τοῦ Τιβερίου ἀρχῆς· τότε γὰρ πρὸς τῶν στρα‐ τηγῶν ἐφυλάχθη), οὐχ ἵνα μὴ φύγῃ, ἀλλ’ ἵνα μὴ τελευτήσῃ, καὶ οὔτε ἑταῖρός τις οὔτ’ οἰκέτης αὐτῷ συνεγίγνετο, οὔτ’ ἐλάλει τινὶ οὔθ’ ἑώρα

58

.

3

.

6

τινὰ πλὴν ὁπότε τροφὴν λαβεῖν ἠναγκάζετο. καὶ ἦν αὕτη τοιαύτη καὶ τοσαύτη ὥστε μήτε τινὰ ἡδονὴν ἢ καὶ ῥώμην αὐτῷ παρασχεῖν μήτ’
ἀποθανεῖν αὐτὸν ἐᾶν· τοῦτο γὰρ ἦν τὸ δεινότατον. ὃ καὶ ἐπ’ ἄλλων συχνῶν ὁ Τιβέριος ἐποίει· δήσας γοῦν τινα τῶν ἑταίρων, ἔπειτα λόγου
5περὶ τῆς θανατώσεως αὐτοῦ γενομένου ἔφη ὅτι “οὐδέπω αὐτῷ διήλλαγ‐

58

.

3

.

7

μαι”. ἕτερον μέντοι τινὰ καὶ πάνυ ἰσχυρῶς βασανίσας, ἔπειτα γνοὺς ὅτι ἀδίκως κατηγορήθη, καὶ πάνυ σπουδῇ ἀπέκτεινεν, εἰπὼν ὅτι χαλεπω‐ τέρως ὕβρισται ἢ ὥστε καλῶς δύνασθαι ζῆν. Συριακὸς δ’ οὔτ’ ἀδική‐ σας τι οὔτ’ αἰτιαθείς, ἀλλὰ καὶ ἐπὶ παιδείᾳ ἐλλόγιμος ὤν, ἐσφάγη διὰ
5τοῦτο μόνον ὅτι φίλον αὐτὸν τοῦ Γάλλου ὁ Τιβέριος εἶπεν εἶναι. Exc. Val. 191 (p. 667), Xiph. 144, 19—145, 22.

58

.

3

.

8

ὅτι ὁ Σεϊανὸς καὶ τὸν Δροῦσον διέβαλε διὰ τῆς γυναικὸς αὐτοῦ. πάσας γὰρ ὡς εἰπεῖν τὰς τῶν ἐπιφανῶν ἀνδρῶν γαμετὰς μοιχεύων τά τε λεγόμενα ἢ καὶ πραττόμενα ὑπ’ ἐκείνων ἐμάνθανε, καὶ προσέτι καὶ συνεργούς σφας ὡς καὶ γαμηθησομένας οἱ ἐποιεῖτο. ἐπεὶ δὲ ὁ Τιβέριος
5ἁπλῶς τὸν Δροῦσον ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ Σεϊανὸς δείσας μὴ μετα‐ βάληται, ἔπεισε τὸν Κάσσιον χρηματίσαι τι κατ’ αὐτοῦ. Exc. Val. 192 (p. 669).

58

.

3

.

9

τὸν δὲ Σεϊανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάρας καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυγατρὶ ποιησάμενος (ὕστερον ἔκτεινε). Zon. 11, 2 p. 442, 8—10 B. (p. 8, 31—9, 1 D.)

58

.

4

.

1

ὁ δὲ δὴ Σεϊανὸς καὶ μείζων καὶ φοβερώτερος ἀεὶ ἐγίγνετο, ὥστε καὶ τοὺς βουλευτὰς καὶ τοὺς ἄλλους ἐκείνῳ μὲν ὡς καὶ αὐτοκράτορι προσέχειν, τὸν δὲ Τιβέριον ἐν ὀλιγωρίᾳ ποιεῖσθαι. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος οὔτε ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο, φοβηθεὶς μὴ καὶ αὐτο‐
5κράτορα ἄντικρυς αὐτὸν ἀποδείξωσιν, οὔτε ἠμέλησεν. ἐκ μὲν δὴ οὖν

58

.

4

.

2

τοῦ προφανοῦς οὐδὲν ἔδρασε· τό τε γὰρ δορυφορικὸν πᾶν ἰσχυρῶς ᾠκείωτο,
καὶ τῶν βουλευτῶν τὸ μὲν εὐεργεσίαις τὸ δὲ ἐλπίσι τὸ δὲ καὶ φόβῳ προσεπεποίητο, τούς τε περὶ τὸν Τιβέριον ὄντας οὕτω πάντας προση‐ ταίριστο ὥστε τὰ μὲν ἐκείνου πάντα ἁπλῶς, καὶ ὅσα ἔλεγε καὶ ὅσα
5ἔπραττε, παραυτίκα οἱ ἀγγέλλεσθαι, τὰ δ’ ὑπ’ αὐτοῦ δρώμενα μηδένα τῷ

58

.

4

.

3

Τιβερίῳ δηλοῦν. ἄλλως οὖν αὐτὸν μετεπορεύετο, καὶ ὕπατόν τε αὐτὸν ἀπέδειξε καὶ κοινωνὸν τῶν φροντίδων ὠνόμαζε, “Σεϊανός” τε “ὁ ἐμός” πολλάκις ἐπαναλαμβάνων ἔλεγε, καὶ τοῦτο καὶ γράφων πρός τε τὴν

58

.

4

.

4

βουλὴν καὶ πρὸς τὸν δῆμον ἐδήλου. τούτοις οὖν οἱ ἄνθρωποι ἀπατώ‐ μενοι καὶ πιστεύοντες χαλκοῦς τε αὐτοὺς ἁπανταχοῦ ἐκ τοῦ ἴσου ἵστα‐ σαν, κἀν ταῖς γραφαῖς συνέγραφον, δίφρους τε ἐπιχρύσους ἐς τὰ θέατρα ἀμφοῖν ἐσέφερον· καὶ τέλος ἐψηφίσθη ὑπάτους τέ σφας διὰ πέντε ἐτῶν
5ἅμα ἀποδείκνυσθαι, καὶ ἀπάντησιν, ὁπότε ἐς τὴν Ῥώμην ἐσίοιεν, ἀμφο‐ τέροις ὁμοίως γίγνεσθαι. καὶ τέλος καὶ ταῖς εἰκόσιν αὐτοῦ ὥσπερ καὶ ταῖς τοῦ Τιβερίου ἔθυον.

58

.

4

.

5

καὶ τὰ μὲν περὶ τὸν Σεϊανὸν τοιαῦτα ἦν, τῶν δὲ ἄλλων πολλοὶ καὶ ὀνομαστοὶ ἐφθάρησαν, ὧν ἦν καὶ Γάιος Φούφιος Γέμινος. ἀσεβείας γὰρ ἐς τὸν Τιβέριον ἐγκληθεὶς τὰς διαθήκας ἔς τε τὸ συνέδριον ἐσεκό‐ μισε καὶ ἀνέγνω, δηλῶν ὅτι τὸν κλῆρον ἐξ ἴσου τοῖς τέκνοις καὶ ἐκείνῳ

58

.

4

.

6

καταλελοιπὼς ἦν· καὶ μαλακίας αἰτιαθεὶς ἀπῆλθεν οἴκαδε πρὶν ψηφισ‐ θῆναί τι, καὶ μαθὼν τὸν ταμίαν ἐπὶ δικαιώσει αὐτοῦ παρόντα αὐτός τε ἑαυτὸν ἔτρωσε, καὶ ἐκείνῳ τὸ τραῦμα δείξας “ἀπάγγειλον” ἔφη “τῇ γερουσίᾳ ὅτι ἀνὴρ οὕτως ἀποθνήσκει.” καὶ ἡ γυνὴ δὲ αὐτοῦ Μουτιλία
5Πρίσκα ἔγκλημά τι λαβοῦσα ἐσῆλθέ τε ἐς τὸ βουλευτήριον, κἀνταῦθα ἑαυτὴν ἐγχειριδίῳ τινί, ὃ λάθρᾳ ἐσεκεκομίκει, ἔσφαξεν. Xiph. 145, 22—146, 30.

58

.

4

.

7

ἐπὶ τούτοις τε Μουκίαν [1. Μουτιλίαν] καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. Joann.
Antioch. fr. 79 § 7 M. (v. 35—37.)

58

.

4

.

8

ὅτι ἐπὶ Τιβερίου πάντες οἱ κατηγοροῦντές τινων χρήματα καὶ πολλά γε ἔκ τε τῶν οὐσιῶν αὐτῶν καὶ ἐκ τοῦ δημοσίου, καὶ προσέτι καὶ τι‐ μάς τινας ἐλάμβανον. ἤδη δὲ καὶ ἕτεροι προχείρως τινὰς θορυβοῦντες ἢ καὶ ἑτοίμως τινῶν καταψηφιζόμενοι, οἱ μὲν εἰκόνας οἱ δὲ καὶ τιμὰς
5ἐπινικίους ἐκτῶντο. ὥστε τινὰς τῶν ἄλλων ἐλλογίμων, ἀξιωθέντας τοι‐ ούτου τινός, μὴ ἐθελῆσαι αὐτὸ προσθέσθαι, ἵνα μὴ καὶ αὐτοὶ δόξωσί ποτε ὅμοιοι ἐκείνοις γεγονέναι. Exc. Val. 193 (p. 669.)

58

.

4

.

9

ὅτι Τιβέριος νόσον προσποιησάμενος τὸν Σεϊανὸν ὡς καὶ ἐπακολου‐ θήσων εἰς Ῥώμην προέπεμψε λέγων μέρος τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἀποσπᾶσθαι ἀπ’ αὐτοῦ καὶ περιέβαλεν αὐτὸν καὶ κατεφίλησεν μετὰ δακρύων ὥστε Σεϊανὸν ἐπὶ πλέον ἐπαίρεσθαι. Petr. Patr. Exc. Vat. 10
5p. 199 sq. Mai. (p. 183, 11—16 Dind.)

58

.

5

.

1

ὁ δὲ Σεϊανὸς τοσοῦτος ἦν τῇ τε ὑπεροχῇ τοῦ φρονήματος καὶ τῷ μεγέθει τῆς ἐξουσίας ὥστε συνελόντι εἰπεῖν αὐτὸν μὲν αὐτοκράτορα τὸν δὲ Τιβέριον νησίαρχόν τινα εἶναι δοκεῖν διὰ τὸ ἐν τῇ νήσῳ τῇ λεγομένῃ

58

.

5

.

2

Καπρίᾳ τὰς διατριβὰς ποιεῖσθαι. σπουδαί τε καὶ ὠθισμοὶ περὶ τὰς θύ‐ ρας αὐτοῦ ἐγίγνοντο ἐκ τοῦ δεδιέναι μὴ μόνον μὴ οὐκ ὀφθῇ τις αὐτῷ, ἀλλὰ μὴ καὶ ἐν τοῖς ὑστάτοις φανῇ· πάντα γὰρ ἀκριβῶς, καὶ μάλιστα

58

.

5

.

3

τὰ τῶν πρώτων, ἐτηρεῖτο καὶ τὰ ῥήματα καὶ τὰ νεύματα. οἱ μὲν γὰρ οἰκείᾳ ἀξιώσει προύχοντες οὔτε τὰ δεξιώματα παρά τινων πάνυ ἀπαι‐ τοῦσι, κἂν ἄρα καὶ ἐκλειφθῇ τι αὐτῶν, οὐκ ἐγκαλοῦσί σφισιν, ἅτε καὶ ἑαυτοῖς συνειδότες ὅτι μὴ καταφρονοῦνται· οἱ δὲ ἐπακτῷ καλλωπίσματι
5χρώμενοι πάντα ἰσχυρῶς τὰ τοιαῦτα, ὡς καὶ ἐς τὴν τοῦ ἀξιώματός σφων πλήρωσιν ἀναγκαῖα, ἐπιζητοῦσι, κἂν μὴ τύχωσιν αὐτῶν, ἄχθονταί

58

.

5

.

4

τε ὡς διαβαλλόμενοι καὶ ὀργίζονται ὡς ὑβριζόμενοι. καὶ διὰ τοῦτο μᾶλλον περὶ τοὺς τοιούτους ἢ περὶ αὐτοὺς ὡς εἰπεῖν τοὺς αὐτοκράτορας
σπουδάζουσιν, ὅτι τοῖς μέν, κἂν πλημμεληθῇ τι, ἀρετὴν τὸ συγγνῶναί τῳ φέρει, τοῖς δὲ τοῦτο μὲν τὴν ἀσθένειάν σφων ἐλέγχειν δοκεῖ, τὸ δὲ
5ἐπεξελθεῖν καὶ τιμωρήσασθαι βεβαίωσιν τοῦ μέγα δύνασθαι ἔχειν νομί‐

58

.

5

.

5

ζεται. ἐν δέ τινι νουμηνίᾳ πάντων συνιόντων ἐς τὴν οἰκίαν τοῦ Σεϊ‐ ανοῦ ἥ τε κλίνη ἡ ἐν τῷ δωματίῳ, ἐν ᾧ ἠσπάζετο, κειμένη πᾶσα ὑπὸ τοῦ ὄχλου τῶν ἱζησάντων συνετρίβη, καὶ προϊόντος αὐτοῦ ἐκ τῆς οἰκίας

58

.

5

.

6

γαλῆ διὰ μέσων σφων διῇξεν. ἐπειδή τε καὶ ἐν τῷ Καπιτωλίῳ θύσας ἐς τὴν ἀγορὰν κατῄει, οἱ οἰκέται αὐτοῦ οἱ δορυφόροι διά τε τῆς ὁδοῦ τῆς ἐς τὸ δεσμωτήριον ἀγούσης ἐξετράποντο, μὴ δυνηθέντες αὐτῷ ὑπὸ τοῦ ὄχλου ἐπακολουθῆσαι, καὶ κατὰ τῶν ἀναβασμῶν καθ’ ὧν οἱ δικαι‐

58

.

5

.

7

ούμενοι ἐρριπτοῦντο κατιόντες ὤλισθον καὶ κατέπεσον. οἰωνιζομένου τε μετὰ τοῦτο αὐτοῦ τῶν μὲν αἰσίων ὀρνίθων ἐπεφάνη οὐδείς, κόρακες δὲ δὴ πολλοὶ περιιπτάμενοι καὶ περικρώξαντες αὐτὸν ἀπέπταντο ἀθρόοι πρὸς τὸ οἴκημα καὶ ὑπὲρ αὐτοῦ ἐκαθέζοντο.

58

.

6

.

1

τούτων οὖν τῶν τεράτων οὔθ’ ὁ Σεϊανὸς οὔτ’ ἄλλος τις ἐνθύμιον ἐποιήσατο· πρὸς γὰρ τὴν τῶν παρόντων ὄψιν οὐδ’ ἂν εἰ σαφῶς θεός τις προέλεγεν ὅτι τοσαύτη δι’ ὀλίγου μεταβολὴ γενήσοιτο, ἐπίστευσεν

58

.

6

.

2

ἄν τις. τήν τε οὖν τύχην αὐτοῦ κατακορῶς ὤμνυσαν, καὶ συνάρχοντα τοῦ Τιβερίου, οὐκ ἐς τὴν ὑπατείαν ἀλλ’ ἐς τὸ κράτος ὑποσημαίνοντες, ἐπεκάλουν. Τιβέριος δὲ ἠγνόει μὲν οὐδὲν ἔτι τῶν κατ’ αὐτόν, βουλευό‐ μενος δὲ ὅντινα τρόπον αὐτὸν ἀποκτείνῃ, καὶ οὐχ εὑρίσκων ὅπως ἀσφαλῶς
5ἐκ τοῦ φανεροῦ τοῦτο ποιήσει, θαυμαστὸν δή τινα τρόπον καὶ αὐτῷ ἐκείνῳ καὶ τοῖς ἄλλοις, ὥστε τὴν γνώμην αὐτῶν ἀκριβῶς μαθεῖν, ἐχρή‐

58

.

6

.

3

σατο. περί τε γὰρ ἑαυτοῦ πολλὰ καὶ ποικίλα καὶ τῷ Σεϊανῷ καὶ τῇ βουλῇ συνεχῶς ἐπέστελλε, νῦν μὲν λέγων [ὅτι] φλαύρως ἔχειν καὶ ὅσον οὐκ ἤδη τελευτήσειν, νῦν δὲ καὶ σφόδρα ὑγιαίνειν καὶ αὐτίκα δὴ μάλα

58

.

6

.

4

ἐς τὴν Ῥώμην ἀφίξεσθαι· καὶ τὸν Σεϊανὸν τοτὲ μὲν πάνυ ἐπῄνει τοτὲ δὲ πάνυ καθῄρει, τῶν τε ἑταίρων αὐτοῦ τοὺς μὲν ἐτίμα δι’ ἐκεῖνον τοὺς δ’ ἠτίμαζεν. ὥστε ὁ Σεϊανὸς ἐν τῷ μέρει καὶ τοῦ ὑπερόγκου καὶ τοῦ ὑπερφόβου πληρούμενος ἀεὶ μετέωρος ἦν· οὔτε γὰρ δεδιέναι αὐτῷ καὶ
5διὰ τοῦτο καὶ νεοχμῶσαί τι ἐπῄει, καὶ γὰρ ἐτιμᾶτο, οὔτ’ αὖ θαρσεῖν

58

.

6

.

5

καὶ ἀπ’ αὐτοῦ καὶ ἐπιτολμῆσαί τι, καὶ γὰρ ἐκολούετο. καὶ μέντοι καὶ οἱ λοιποὶ πάντες ἐναλλὰξ καὶ δι’ ὀλίγου τὰ ἐναντιώτατα ἀκούοντες, καὶ μήτε τὸν Σεϊανὸν θαυμάζειν ἔτι ἢ καὶ καταφρονεῖν ἔχοντες, ἔς τε τὸν Τιβέριον ὡς καὶ τεθνήξοντα ἢ καὶ ἥξοντα ὑποπτεύοντες, ἐν ἀμφιβόλῳ
5ἐγίγνοντο.

58

.

7

.

1

Σεϊανὸν μὲν οὖν ταῦτά τε ἐτάραττε, καὶ πολλῷ μᾶλλον ὅτι ἐξ ἀνδριάντος τινὸς αὐτοῦ τὰ μὲν πρῶτα καπνὸς πολὺς ἀνέθορεν, ἔπειτα δὲ ἀφαιρεθείσης τῆς κεφαλῆς ὅπως τὸ γιγνόμενον ἴδωσιν, ὄφις μέγας

58

.

7

.

2

ἀνεπήδησεν, ἑτέρας τε εὐθὺς ἀντεπιτεθείσης αὐτῷ, καὶ διὰ τοῦτ’ ἐκείνου [τε] θύσειν ἑαυτῷ μέλλοντος (τά τε γὰρ [Xiph. 146, 30—149, 6] ἄλλα καὶ ἑαυτῷ ἔθυε), σχοινίον περὶ τὸν αὐχένα αὐτοῦ περικείμενον εὑρέθη. Τύχης τέ τι ἄγαλμα, ὃ ἐγεγόνει μέν, ὥς φασι, Τουλλίου
5τοῦ βασιλεύσαντός ποτε ἐν τῇ Ῥώμῃ, τότε δὲ ὁ Σεϊανὸς οἴκοι τε

58

.

7

.

3

εἶχε καὶ μεγάλως ἤγαλλεν, αὐτός τε θύων εἶδεν ἀποστρεφόμενον .............................. καὶ μετὰ τοῦθ’ ἕτεροι συνεξιόντες σφίσιν. οἱ δὲ δὴ ἄλλοι ὑπώπτευον μέν που ταῦτα, ἀγνοοῦντες δὲ δὴ τὴν τοῦ Τιβερίου διάνοιαν, καὶ προσεκλογιζόμενοι
5τό τε ἐκείνου ἔμπληκτον καὶ τὸ τῶν πραγμάτων ἀστάθμητον,

58

.

7

.

4

ἐπημφοτέριζον, καὶ ἰδίᾳ μὲν τῆς ἑαυτῶν ἀσφαλείας διεσκόπουν, κοινῇ δὲ δὴ ἐθεράπευον αὐτὸν διά τε τἆλλα καὶ ὅτι καὶ ὁ Τιβέ‐ ριος ἱερέας μετ’ αὐτοῦ τε καὶ ἐκεῖνον καὶ τὸν υἱὸν αὐτοῦ ἐποίησε, καὶ τήν τε ἀνθυπατικὴν ἐξουσίαν αὐτῷ ἔδωκαν, καὶ προσεψηφί‐
5σαντο πᾶσιν ἀεὶ τοῖς ὑπατεύουσι παραγγέλλεσθαι κατὰ τὸ ἐκείνου

58

.

7

.

5

ζήλωμα ἄρξαι. ὁ δ’ οὖν Τιβέριος ταῖς μὲν ἱερωσύναις ἐτίμησεν αὐτόν, οὐ μὴν καὶ μετεπέμψατο, ἀλλὰ καὶ αἰτησαμένῳ οἱ ὅπως ἐς τὴν Καμπανίαν ἐπὶ προφάσει τῆς μελλονύμφου νοσησάσης ἔλθῃ, κατὰ χώραν μεῖναι προσέταξεν ὡς καὶ αὐτὸς ὅσον οὔπω ἐς τὴν
5Ῥώμην ἀφιξόμενος.

58

.

8

.

1

ἔκ τε οὖν τούτων ὁ Σεϊανὸς αὖθις ἠλλοιοῦτο, καὶ διότι καὶ τὸν Γάιον ὁ Τιβέριος ἱερέα ἀποδείξας ἐπῄνεσε, καί τι καὶ ὡς διά‐

58

.

8

.

2

δοχον αὐτὸν τῆς μοναρχίας ἕξων ἐνεδείκνυτο. κἂν ἐνεόχμωσέ τι, ἄλλως τε καὶ τῶν στρατιωτῶν πρὸς πάντα ἑτοίμως ὑπακοῦσαι αὐτῷ
ἐχόντων, εἰ μὴ τὸν δῆμον ἰσχυρῶς τοῖς περὶ τοῦ Γαΐου λεχθεῖσι πρὸς τὴν τοῦ Γερμανικοῦ τοῦ πατρὸς αὐτοῦ μνήμην ἡσθέντα εἶδε·
5πρότερον γὰρ νομίζων καὶ ἐκείνους πρὸς ἑαυτοῦ εἶναι, τότε ὡς

58

.

8

.

3

ᾔσθετο τὰ τοῦ Γαΐου σπουδάζοντας, ἠθύμησε. καὶ ὁ μὲν μετεγί‐ γνωσκεν ὅτι μηδὲν ἐν τῇ ὑπατείᾳ ἐνεόχμωσεν, οἱ δὲ δὴ ἄλλοι ... ........... διά τε ταῦτα, καὶ ὅτι ὁ Τιβέριος ἐχθρόν τινα αὐτοῦ ᾑρημένον μὲν πρὸ δέκα ἐτῶν Ἰβηρίας ἄρξαι, κρινόμενον δὲ
5ἐπί τισιν ἐξ ἐκείνου ἀφῆκε, καὶ δι’ αὐτὸν καὶ τοῖς ἄλλοις τοῖς ἡγε‐ μονεύσειν τινῶν ἢ καὶ ἄλλο τι δημόσιον πράξειν μέλλουσιν ἄδειαν

58

.

8

.

4

ἐν τῷ καιρῷ τούτῳ τῶν τοιούτων δικῶν ἔδωκε. τῇ τε γερουσίᾳ περὶ τοῦ Νέρωνος ἀποθανόντος γράφων Σεϊανὸν ἁπλῶς αὐτὸν ὠνόμασε, μηδὲν ὧνπερ εἴθιστο προσθείς· καὶ προσέτι καὶ ἀπεῖπε μήτ’ ἀνθρώπων τινὶ θύεσθαι, διότι καὶ ἐκείνῳ τοῦτ’ ἐγίγνετο,
5μήτε ἐπὶ τῇ ἑαυτοῦ τιμῇ τι χρηματίζεσθαι, διότι πολλὰ ἐκείνῳ ἐψηφίζετο. τοῦτο γὰρ ἀπηγορεύκει μὲν καὶ πρότερον, τότε δὲ διὰ τὸν Σεϊανὸν ἀνενεώσατο· οὐ γάρ που ὁ μηδὲν ἑαυτῷ τοιοῦτο

58

.

9

.

1

γίγνεσθαι ἐπιτρέπων ἄλλῳ γε ἐφίει. ἐπ’ οὖν τούτοις ἔτι καὶ μᾶλ‐ λον αὐτοῦ κατεφρόνησαν, ὥστε καὶ φανερώτερον ἢ λανθάνειν καὶ ἐξίστασθαι αὐτὸν καὶ ἐγκαταλείπειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέ‐ ριος, καὶ θαρσήσας ὡς καὶ τὸν δῆμον καὶ τὴν βουλὴν συμμάχους

58

.

9

.

2

ἕξων, ἐπεχείρησεν αὐτῷ· καὶ προκαθεὶς τὸν λόγον ὅτι τήν τε ἐξου‐ σίαν οἱ τὴν δημαρχικὴν δώσοι, ὅπως ἀπροσδόκητον αὐτὸν ὅτι μά‐ λιστα λάβῃ, ἐπέστειλε κατ’ αὐτοῦ τῷ συνεδρίῳ διὰ Ναιουίου Σερ‐ τωρίου Μάκρωνος, ἄρχειν τε αὐτὸν τῶν σωματοφυλάκων κρύφα

58

.

9

.

3

προκαταστήσας, καὶ πάνθ’ ὅσα ἐχρῆν πραχθῆναι προδιδάξας. καὶ ὃς νύκτωρ ἐς τὴν Ῥώμην ὡς καὶ κατ’ ἄλλο τι ἐλθών, τά τε ἐπε‐ σταλμένα οἱ Μεμμίῳ τε Ῥηγούλῳ τότε ὑπατεύοντι (ὁ γὰρ συνάρ‐ χων αὐτοῦ τὰ τοῦ Σεϊανοῦ ἐφρόνει) καὶ Γραικινίῳ Λάκωνι τῷ τῶν

58

.

9

.

4

νυκτοφυλάκων ἄρχοντι ἐπεκοίνωσε, καὶ ἀναβὰς ἅμα τῇ ἕῳ ἐς τὸ
παλάτιον (τῆς γὰρ βουλῆς ἕδρα ἐν τῷ Ἀπολλωνίῳ γενήσεσθαι ἔμελλε) τῷ τε Σεϊανῷ μηδέπω ἐς αὐτὸ ἐσεληλυθότι περιέπεσε, καὶ ἰδὼν αὐτὸν ταραττόμενον ὅτι μηδέν οἱ ὁ Τιβέριος ἐπεστάλκει, παρεμυ‐
5θήσατο εἰπὼν ἰδίᾳ καὶ ἐν ἀπορρήτῳ ὅτι τὴν ἐξουσίαν αὐτῷ τὴν

58

.

9

.

5

δημαρχικὴν φέροι. καὶ ὁ μὲν περιχαρὴς ἐπὶ τούτῳ γενόμενος ἐς τὸ βουλευτήριον ἐσεπήδησε· Μάκρων δὲ τοὺς μὲν δορυφόρους τοὺς περί τε ἐκεῖνον καὶ τὸ συνέδριον ὄντας ἐς τὸ στρατόπεδον ἀπέπεμψε, τήν τε ἡγεμονίαν σφίσι τὴν ἑαυτοῦ ἐκφήνας καὶ γράμματα παρὰ

58

.

9

.

6

τοῦ Τιβερίου γέρα τινὰ αὐτοῖς διδόντα φέρειν φήσας, τοὺς δὲ δὴ νυκτοφύλακας ἀντ’ αὐτῶν περὶ τὸν ναὸν περιστήσας ἐσῆλθέ τε ἐς αὐτόν, καὶ τὴν ἐπιστολὴν τοῖς ὑπάτοις δοὺς ἐξῆλθε πρὶν καὶ ὁτιοῦν ἀναγνωσθῆναι, αὐτῷ τε τῷ Λάκωνι τἀνταῦθα φυλάττειν προστά‐
5ξας αὐτὸς ἐς τὸ στρατόπεδον, μὴ καὶ νεωτερισθείη τι, ὥρμησε.

58

.

10

.

1

κἀν τούτῳ ἡ ἐπιστολὴ ἀνεγνώσθη. ἦν δὲ μακρά, καὶ οὐδὲν ἀθρόον κατὰ τοῦ Σεϊανοῦ εἶχεν, ἀλλὰ τὰ μὲν πρῶτα ἄλλο τι, εἶτα μέμψιν κατ’ αὐτοῦ βραχεῖαν, καὶ μετ’ αὐτὴν ἕτερόν τι, καὶ κατ’ ἐκείνου ἄλλο· καὶ ἐπὶ τελευτῆς δύο τε βουλευτὰς τῶν ᾠκειωμένων οἱ κο‐

58

.

10

.

2

λασθῆναι καὶ αὐτὸν ἐν φρουρᾷ γενέσθαι δεῖν ἔλεγεν. ἄντικρυς γὰρ ἀποθανεῖν αὐτὸν ὁ Τιβέριος οὐ προσέταξεν, οὐχ ὅτι οὐκ ἐβού‐ λετο, ἀλλ’ ὅτι ἐφοβήθη μὴ ταραχή τις ἐκ τούτου γένηται· ὡς γοῦν οὐδὲ τὴν ὁδὸν ἀσφαλῶς ποιήσασθαι δυνάμενος, τὸν ἕτερον τῶν
5ὑπάτων μετεπέμψατο. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου, παρῆν δὲ

58

.

10

.

3

καὶ ἀκοῦσαι ἐπ’ αὐτῇ καὶ ἰδεῖν πολλὰ καὶ ποικίλα. πρότερον μὲν γάρ, πρὶν ἀναγιγνώσκεσθαι αὐτήν, ἐπαίνους τε αὐτοῦ ὡς καὶ τὴν δημαρχικὴν ἐξουσίαν ληψομένου ἐποιοῦντο καὶ ἐπιβοήμασιν ἐχρῶντο, προλαμβάνοντες ὅσα ἤλπιζον, καὶ προσενδεικνύμενοί οἱ ὡς καὶ αὐ‐

58

.

10

.

4

τοὶ αὐτὰ δώσοντες· ἐπεὶ δ’ οὐδὲν τοιοῦτον εὑρίσκετο, ἀλλὰ καὶ πᾶν τοὐναντίον ἢ προσεδόκων ἤκουον, ἔν τε ἀπορίᾳ καὶ μετὰ τοῦτο καὶ ἐν κατηφείᾳ πολλῇ ἐγίγνοντο. καί τινες καὶ ἐξανέστησαν τῶν συγκαθημένων αὐτῷ· ὃν γὰρ πρόσθεν περὶ πολλοῦ φίλον ἔχειν ἐποι‐
5οῦντο, τούτῳ τότε οὐδὲ τῆς αὐτῆς συνεδρείας κοινωνεῖν ἤθελον.

58

.

10

.

5

κἀκ τούτου καὶ στρατηγοὶ καὶ δήμαρχοι περιέσχον αὐτόν, ὅπως μὴ συνταράξῃ τι ἐκπηδήσας· ὅπερ πάντως ἂν ἐπεποιήκει, εἰ κατ’ ἀρ‐ χὰς ἀθρόῳ τινὶ ἀκούσματι ἐπέπληκτο. νῦν δὲ τό τε ἀεὶ ἀναγιγνω‐ σκόμενον ὡς καὶ κοῦφον καὶ μόνον ὂν παρορῶν, καὶ μάλιστα μὲν
5μηδὲν ἄλλο, εἰ δὲ μή, μήτι γε καὶ ἀνήκεστόν τι ἐπεστάλθαι περὶ

58

.

10

.

6

αὑτοῦ ἐλπίζων, διετρίβη καὶ κατὰ χώραν ἔμεινε. κἀν τούτῳ προσ‐ καλεσαμένου αὐτὸν τοῦ Ῥηγούλου οὐχ ὑπήκουσεν, οὐχ ὅτι ὑπερεφρό‐ νησεν (ἤδη γὰρ ἐτεταπείνωτο) ἀλλ’ ὅτι ἀήθης τοῦ προστάττεσθαί τι ἦν. ὡς δὲ καὶ δεύτερον καὶ τρίτον γε ἐκεῖνος ἐμβοήσας οἱ καὶ
5τὴν χεῖρα ἅμα ἐκτείνας εἶπε “Σεϊανὲ δεῦρο ἐλθέ,” ἐπηρώτησεν αὐ‐ τὸν αὐτὸ τοῦτο, “ἐμὲ καλεῖς;” ὀψὲ δ’ οὖν ποτε ἀναστάντι αὐτῷ

58

.

10

.

7

καὶ ὁ Λάκων ἐπεσελθὼν προσέστη. καὶ τέλος διαναγνωσθείσης τῆς ἐπιστολῆς πάντες ἀπὸ μιᾶς γλώσσης καὶ κατεβόων αὐτοῦ καὶ δεινὰ ἐπέλεγον, οἱ μὲν ἠδικημένοι οἱ δὲ πεφοβημένοι, ἄλλοι τὴν φιλίαν τὴν πρὸς αὐτὸν ἐπηλυγαζόμενοι, ἄλλοι τῇ μεταβολῇ αὐτοῦ

58

.

10

.

8

ἐπιχαίροντες. οὐ μὴν οὔτε πάντας αὐτοὺς οὔτε περὶ τοῦ θανάτου τινὰ αὐτοῦ ὁ Ῥήγουλος ἐπεψήφισε, φοβηθεὶς μή τις ἐναντιωθῇ κἀκ τούτου καὶ ταραχθῇ τι (συχνοὺς γὰρ δὴ καὶ συγγενεῖς καὶ φίλους εἶχεν)· ἀλλ’ ἕνα τινὰ ἀνακρίνας καὶ σύμψηφον ὅπως δεθῇ
5λαβών, ἐξήγαγέ τε αὐτὸν ἐκ τοῦ συνεδρίου καὶ ἐς τὸ δεσμωτήριον μετά τε τῶν ἄλλων ἀρχόντων καὶ μετὰ τοῦ Λάκωνος κατήγαγεν.

58

.

11

.

1

ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὴν ἀνθρωπίνην ἀσθένειαν κατεῖδεν, ὥστε μηδαμῇ μηδαμῶς φυσᾶσθαι. ὃν γὰρ τῇ ἕῳ πάντες ὡς καὶ κρείττω σφῶν ὄντα ἐς τὸ βουλευτήριον παρέπεμψαν, τοῦτον τότε ἐς τὸ οἴκημα ὡς μηδενὸς βελτίω κατέσυρον, καὶ ὃν στεφάνων πρό‐

58

.

11

.

2

τερον πολλῶν ἠξίουν, τούτῳ τότε δεσμὰ περιέθεσαν· ὃν δὲ ἐδορυ‐ φόρουν ὡς δεσπότην, τοῦτον ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκά‐ λυπτον ἐπικαλυπτόμενον, καὶ ὃν τῷ περιπορφύρῳ ἱματίῳ ἐκεκοσ‐ μήκεσαν, ἐπὶ κόρρης ἔπαιον, ὅν 〈τε〉 προσεκύνουν ᾧ τε ὡς θεῷ

58

.

11

.

3

ἔθυον, τοῦτον θανατώσοντες ἦγον. καὶ αὐτῷ καὶ ὁ δῆμος προσ‐ πίπτων πολλὰ μὲν ἐπὶ τοῖς ἀπολωλόσιν ὑπ’ αὐτοῦ ἐπεβόα, πολλὰ δὲ καὶ ἐπὶ τοῖς ἐλπισθεῖσιν ἐπέσκωπτε. τάς τε εἰκόνας αὐτοῦ πάσας κατέβαλλον καὶ κατέκοπτον καὶ κατέσυρον ὡς καὶ αὐτὸν
5ἐκεῖνον αἰκιζόμενοι· καὶ οὕτω θεατὴς ὧν πείσεσθαι ἔμελλεν ἐγί‐

58

.

11

.

4

γνετο. τότε μὲν γὰρ ἐς τὸ δεσμωτήριον ἐνεβλήθη· ὕστερον δ’ οὐ πολλῷ, ἀλλ’ αὐθημερὸν ἡ γερουσία πλησίον τοῦ οἰκήματος ἐν τῷ Ὁμονοείῳ, ἐπειδὴ τά τε τοῦ δήμου τοιαῦτα ὄντα ᾔσθετο καὶ τῶν δορυφόρων οὐδένα ἑώρα, ἀθροισθεῖσα θάνατον αὐτοῦ κατεψηφί‐

58

.

11

.

5

σατο. καὶ οὕτω δικαιωθεὶς κατά τε τῶν ἀναβασμῶν ἐρρίφη, καὶ αὐτὸν ὁ ὅμιλος τρισὶν ὅλαις ἡμέραις ἐλυμήνατο, καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέ‐ θανε, τῆς κόρης, ἣν τῷ τοῦ Κλαυδίου υἱεῖ ἠγγυήκει, προδιαφθα‐
5ρείσης ὑπὸ τοῦ δημίου, ὡς οὐχ ὅσιον ὂν παρθενευομένην τινὰ ἐν

58

.

11

.

6

τῷ δεσμωτηρίῳ διολέσθαι. καὶ ἡ γυνὴ Ἀπικᾶτα οὐ κατεψηφίσθη μέν, μαθοῦσα δὲ ὅτι τὰ τέκνα αὐτῆς τέθνηκε, καί σφων τὰ σώ‐ ματα ἐν τοῖς ἀναβασμοῖς ἰδοῦσα, ἀνεχώρησε, καὶ ἐς βιβλίον γρά‐ ψασα περὶ τοῦ θανάτου τοῦ Δρούσου κατά τε τῆς Λιουίλλης τῆς
5γυναικὸς αὐτοῦ, δι’ ἥνπερ που καὶ αὐτὴ τῷ ἀνδρὶ προσεκεκρούκει ὥστε μηκέτι συνοικεῖν, τὸ μὲν τῷ Τιβερίῳ ἔπεμψεν, αὐτὴ δ’ ἑαυ‐

58

.

11

.

7

τὴν διεχρήσατο. καὶ οὕτως ὁ Τιβέριος ἐντυχὼν τῷ βιβλίῳ, καὶ διελέγξας τὰ γεγραμμένα, τούς τε ἄλλους πάντας καὶ τὴν Λιουίλ‐ λαν ἀπέκτεινεν. ἤδη δὲ ἤκουσα ὅτι ἐκεῖνος μὲν αὐτῆς διὰ τὴν μητέρα τὴν Ἀντωνίαν ἐφείσατο, αὐτὴ δὲ ἡ Ἀντωνία ἑκοῦσα λιμῷ
5τὴν θυγατέρα ἐξώλεσε.

58

.

12

.

1

τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ θόρυβος πολὺς ἐν τῇ πόλει συνηνέχθη. ὅ τε γὰρ δῆμος εἴ πού τινα τῶν μέγα παρὰ τῷ Σεϊανῷ δυνηθέντων καὶ δι’ αὐτὸν ὑβρισάντων τι εἶδεν, ἐφόνευε·

58

.

12

.

2

καὶ οἱ στρατιῶται ἀγανακτοῦντες ὅτι αὐτοί τε ἐς τὴν τοῦ Σεϊανοῦ εὔνοιαν ὑπωπτεύθησαν καὶ οἱ νυκτοφύλακές σφων ἐς τὴν τοῦ αὐτο‐ κράτορος πίστιν προετιμήθησαν, ἐμπρήσεις τε καὶ ἁρπαγὰς ἐποι‐ οῦντο, καίτοι πάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων τὸ ἄστυ πᾶν ἐκ

58

.

12

.

3

τῆς τοῦ Τιβερίου ἐντολῆς φυλαττόντων. οὐ μὴν οὐδ’ ἡ βουλὴ ἡσύχαζεν, ἀλλ’ οἵ τε τὸν Σεϊανὸν τεθεραπευκότες δεινῶς δέει τῆς τιμωρίας ἐταράσσοντο, καὶ οἱ κατηγορηκότες ἢ καὶ καταμεμαρτυ‐ ρηκότες τινῶν διὰ φόβου, ὑποψίᾳ τοῦ καὶ δι’ ἐκεῖνον ἀλλ’ οὐ διὰ
5τὸν Τιβέριον αὐτοὺς διεφθάρθαι, ἐγίγνοντο. ὀλίγον τε πάνυ τὸ θαρσοῦν ἦν, ὅσον ἔξω τε τούτων καθειστήκει καὶ τὸν Τιβέριον

58

.

12

.

4

ἠπιώτερον γενήσεσθαι προσεδόκα. τά τε γὰρ συμβεβηκότα σφίσιν ἐς τὸν ἀπολωλότα, ὥσπερ που φιλεῖ γίγνεσθαι, ἔτρεπον, καὶ ἐκεῖνον ἢ οὐδενὸς ἢ ὀλίγων ᾐτιῶντο· τὰ γὰρ πλείονα τὰ μὲν ἠγνοηκέναι, τὰ δὲ καὶ ἄκοντα κατηναγκάσθαι πρᾶξαι ἔλεγον. ἰδίᾳ μὲν δὴ ὡς
5ἕκαστοι οὕτω διετίθεντο, κοινῇ δὲ δὴ ἐψηφίσαντο, ὡς καὶ δεσπο‐ τείας τινὸς ἀπηλλαγμένοι, μήτε πένθος τινὰ ἐπ’ αὐτῷ ποιήσασθαι,

58

.

12

.

5

καὶ Ἐλευθερίας ἄγαλμα ἐς τὴν ἀγορὰν ἀνατεθῆναι, ἑορτήν τε διά τε τῶν ἀρχόντων καὶ διὰ τῶν ἱερέων ἁπάντων, ὃ μηπώποτε ἐγε‐ γόνει, ἀχθῆναι, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐτελεύτησε καὶ ἵππων ἀγῶσι καὶ θηρίων σφαγαῖς ἐτησίοις διά τε τῶν ἐς τὰς τέσσαρας ἱερωσύνας
5τελούντων καὶ διὰ τῶν τοῦ Αὐγούστου θιασωτῶν ἀγάλλεσθαι, ὃ

58

.

12

.

6

οὐδέποτε ἐπεποίητο. ὃν γὰρ αὐτοὶ ταῖς τε ὑπερβολαῖς καὶ ταῖς καινότησι τῶν τιμῶν πρὸς τὸν ὄλεθρον προήγαγον, κατὰ τούτου καὶ τοῖς θεοῖς ξένα τινὰ ἐψηφίζοντο. οὕτω γάρ τοι σαφῶς ἠπί‐ σταντο ὅτι ὑπ’ ἐκείνων μάλιστα ἐξεφρόνησεν, ὥστ’ ἀπαγορεῦσαι
5παραχρῆμα διαρρήδην μήτε τιμὰς μηδενὶ ὑπερόγκους δίδοσθαι μήτε τοὺς ὅρκους ἐπ’ ἄλλου τινὸς πλὴν τοῦ αὐτοκράτορος ποιεῖσθαι.

58

.

12

.

7

καὶ μέντοι ταῦθ’ οὕτω, καθάπερ ἐκ θείας τινὸς ἐπιπνοίας, ψηφι‐ σάμενοι καὶ τὸν Μάκρωνα καὶ τὸν Λάκωνα κολακεύειν οὐ πολλῷ ὕστερον ἤρξαντο· χρήματά τε γὰρ αὐτοῖς πολλὰ καὶ τιμάς, Λάκωνι μὲν τὰς τῶν τεταμιευκότων Μάκρωνι δὲ τὰς τῶν ἐστρατηγηκότων,
5ἔδωκαν, καὶ αὐτῷ καὶ συνθεᾶσθαί σφισι καὶ ἱματίῳ περιπορφύρῳ

58

.

12

.

8

ἐν ταῖς εὐκταίαις πανηγύρεσι χρῆσθαι ἐπέτρεψαν. οὐ μέντοι καὶ ἐκεῖνοι ἐδέξαντο αὐτά· τὸ γὰρ παράδειγμά σφας ὑπόγυον ὂν ἐθο‐ ρύβει. οὐ μὴν οὐδ’ ὁ Τιβέριος προσήκατό τι ἄλλων 〈τ’〉 αὐτῷ πολ‐ λῶν ψηφισθέντων, καὶ ὅπως αὐτός τε πατὴρ τῆς πατρίδος τότε γε
5ἄρξηται ὀνομάζεσθαι, καὶ τὰ γενέθλια αὐτῷ δέκα τε τῶν ἵππων ἁμίλλαις καὶ ἑστιάσει τῆς γερουσίας τιμῷτο· ἀλλὰ καὶ προηγόρευσεν αὖθις μηδένα μηδὲν τοιοῦτον ἐσηγεῖσθαι.

58

.

13

.

1

ταῦτα μὲν ἐν τῇ πόλει ἐγίγνετο, ὁ δὲ δὴ Τιβέριος τέως μὲν ἐν δέει μεγάλῳ καθειστήκει μὴ ὁ Σεϊανὸς κατασχὼν αὐτὴν ἐπ’ αὐ‐ τὸν ἐπιπλεύσῃ, καὶ πλοῖα παρεσκευάσατο ἵνα, ἄν τι τοιοῦτο συμβῇ, διαφύγῃ· τῷ τε Μάκρωνι, ὥς τινές φασιν, ἐνετείλατο ὅπως, ἄν τι
5παρακινήσῃ, τὸν Δροῦσον ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον ἐσα‐

58

.

13

.

2

γάγῃ καὶ αὐτοκράτορα ἀποδείξῃ. ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἀπολωλότα, ἔχαιρεν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ τὴν πρεσβείαν τὴν πεμ‐ φθεῖσαν ἐπὶ τούτῳ προσεδέξατο, καίπερ πολλῶν μὲν παρὰ τῆς βουλῆς πολλῶν δὲ καὶ παρὰ τῶν ἱππέων τοῦ τε πλήθους, ὥσπερ

58

.

13

.

3

καὶ πρίν, σταλέντων· ἀλλὰ καὶ τὸν ὕπατον τὸν Ῥήγουλον, τά τε αὐτοῦ ἀεὶ φρονήσαντα καὶ πρὸς τὴν ἀσφάλειαν τῆς ἐς τὴν πόλιν αὐτοῦ κομιδῆς, ὥσπερ ἐπεστάλκει, ἐλθόντα, ἀπεώσατο.

58

.

14

.

1

Σεϊανὸς μὲν δὴ μέγιστον τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐ‐ τόν, πλὴν Πλαυτιανοῦ, τὴν ἡγεμονίαν ταύτην λαβόντων ἰσχύσας οὕτως ἀπήλλαξεν, οἱ δὲ δὴ συγγενεῖς οἵ τε ἑταῖροι αὐτοῦ καὶ οἱ λοιποὶ πάντες οἵ τι αὐτὸν κολακεύσαντες καὶ οἱ τὰς τιμὰς αὐτῷ

58

.

14

.

2

ἐσηγησάμενοι ἐκρίνοντο· καὶ ἐκείνων τε οἱ πλείους ἡλίσκοντο ἐφ’ οἷς πρότερον ἐφθονοῦντο, καὶ οἱ ἄλλοι κατεδίκαζόν σφων ἐφ’ οἷς πρότερον ἐψηφίσαντο. καὶ συχνοὶ καὶ τῶν κεκριμένων τε ἐπί τισι καὶ ἀφειμένων καὶ κατηγορήθησαν αὖθις καὶ ἑάλωσαν ὡς καὶ τὴν

58

.

14

.

3

ἐκείνου χάριν τότε σωθέντες. οὕτως, εἰ καὶ μηδὲν ἄλλο ἔγκλημά τῳ ἐπεφέρετο, ἀλλ’ αὐτό γε τότε ἐξήρκει οἱ πρὸς τὴν τιμωρίαν ὅτι φίλος τοῦ Σεϊανοῦ ἐγεγόνει, καθάπερ οὐ καὶ αὐτοῦ τοῦ Τιβερίου φιλήσαντος αὐτὸν καὶ δι’ ἐκεῖνον καὶ τῶν ἄλλων οὕτω σπουδασάν‐

58

.

14

.

4

των. ἐμήνυον δὲ δὴ ταῦτα ἄλλοι τε καὶ αὐτοὶ οἱ μάλιστα τὸν Σεϊανὸν θεραπεύοντες· οἷα γὰρ ἀκριβῶς τοὺς ὁμοίους σφίσιν εἰδό‐ τες, οὐδὲν πρᾶγμα εἶχον οὔτ’ ἀναζητοῦντες αὐτοὺς οὔτε ἐξελέγχοντες. καὶ οἱ μέν, ὡς σωθησόμενοί τε διὰ τοῦτο καὶ τιμὰς καὶ χρήματα
5προσληψόμενοι, οἱ μὲν κατηγόρουν τινῶν οἱ δὲ κατεμαρτύρουν,

58

.

14

.

5

συνέβη δὲ αὐτοῖς μηδενὸς ὧν ἤλπιζον τυχεῖν· τοῖς γὰρ αὐτοῖς ἐγκλή‐ μασιν οἷς τοὺς ἄλλους μετῄεσαν ἐνεχόμενοι, τὸ μέν τι δι’ ἐκεῖνα

58

.

15

.

1

τὸ δὲ καὶ ὡς προδωσέταιροι, προσαπώλλυντο. τῶν οὖν αἰτια‐ θέντων συχνοὶ μὲν καὶ κατηγορήθησαν παρόντες καὶ ἀπελογήσαντο, καὶ παρρησίᾳ γε εἰσὶν οἳ μεγάλῃ ἐχρήσαντο· οἱ δὲ δὴ πλείους αὐτοὶ

58

.

15

.

2

ἑαυτοὺς πρὶν ἁλῶναι διέφθειραν. ἐποίουν δὲ τοῦτο μάλιστα μὲν τοῦ μήτε τὴν ὕβριν μήτε τὴν αἰκίαν φέρειν (πάντες γὰρ οἵ τινα τοιαύτην αἰτίαν λαβόντες, οὐχ ὅπως ἱππῆς ἀλλὰ καὶ βουλευταί, οὐδ’ ὅπως ἄνδρες ἀλλὰ καὶ γυναῖκες, ἐς τὸ δεσμωτήριον συνεω‐

58

.

15

.

3

θοῦντο, καὶ καταψηφισθέντες οἱ μὲν ἐκεῖ ἐκολάζοντο, οἱ δὲ καὶ ἀπὸ τοῦ Καπιτωλίου ὑπὸ τῶν δημάρχων ἢ καὶ τῶν ὑπάτων κατε‐ κρημνίζοντο, καὶ ἔς τε τὴν ἀγορὰν τὰ σώματα ἁπάντων αὐτῶν ἐρρίπτετο καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνεβάλλετο), ἤδη δὲ καὶ

58

.

15

.

4

ὅπως οἱ παῖδες τῶν οὐσιῶν αὐτοὺς κληρονομῶσιν· ὀλίγαι γὰρ πάνυ τῶν ἐθελοντηδὸν πρὸ τῆς δίκης τελευτώντων ἐδημεύοντο, προκα‐ λουμένου διὰ τούτου τοὺς ἀνθρώπους τοῦ Τιβερίου αὐτοέντας γίγνε‐ σθαι, ἵνα μὴ αὐτός σφας ἀποκτείνειν δοκῇ, ὥσπερ οὐ πολλῷ
5δεινότερον ὂν αὐτοχειρίᾳ τινὰ ἀποθανεῖν ἀναγκάσαι τοῦ τῷ δημίῳ

58

.

16

.

1

αὐτὸν παραδοῦναι. αἱ δ’ οὖν πλεῖσται τῶν οὐχ οὕτως ἀποθανόντων οὐσίαι ἐδημοσιοῦντο, βραχέος τινὸς ἢ καὶ μηδενὸς τοῖς κατηγορή‐ σασιν αὐτῶν διδομένου. καὶ γὰρ τὰ χρήματα δι’ ἀκριβείας ἤδη

58

.

16

.

2

πολὺ μᾶλλον ἐποιεῖτο. καὶ διὰ τοῦτο καὶ τέλος τι διακοσιοστὴν ἔχον ἑκατοστὴν ἤγαγε, καὶ ἐκληρονόμει παντὸς τοῦ καταλειφθέντος αὐτῷ· κατέλειπον δὲ δὴ πάντες ὀλίγου καὶ οἱ ἑαυτοὺς ἀναχρώμενοι,

58

.

16

.

3

ὥσπερ καὶ τῷ Σεϊανῷ ὅτε ἔζη. τῇ δ’ αὐτῇ ἐκείνῃ διανοίᾳ ᾗ τὰ τῶν ἑκόντως ἀποθνησκόντων χρήματα οὐκ ἀφῃρεῖτο, καὶ τὰς ἐσαγ‐ γελίας πάσας ἐς τὴν γερουσίαν ἐσῆγεν, ὅπως αὐτός τε ἔξω αἰτίας, ὥς γε καὶ ἐδόκει, ᾖ, καὶ ἡ βουλὴ αὐτὴ ἑαυτῆς ὡς καὶ ἀδικούσης τι

58

.

16

.

4

καταψηφίζηται. ὅθεν καὶ πάνυ ἀκριβῶς ἔμαθον, αὐτοὶ δι’ ἑαυτῶν ἀπολλύμενοι, ὅτι καὶ τὰ πρότερον ἐκεῖνα οὐ τοῦ Σεϊανοῦ μᾶλλον ἢ τοῦ Τιβερίου ἔργα ἦν. οὐ γὰρ μόνον οἱ κατηγορήσαντές τινων
ἐκρίνοντο ἢ καὶ οἱ καταμαρτυρήσαντες κατεμαρτυροῦντο, ἀλλὰ καὶ

58

.

16

.

5

οἱ κατεψηφισμένοι τινῶν ἀνθηλίσκοντο. οὕτως οὔθ’ ὁ Τιβέριός τινων ἐφείδετο, ἀλλὰ καὶ πᾶσιν αὐτοῖς κατ’ ἀλλήλων ἀπεχρῆτο, οὔτ’ ἄλλον βέβαιον φίλον οὐδένα ........., ἀλλ’ ἐν τῷ ἴσῳ καὶ τὸ ἀδικοῦν καὶ τὸ ἀναμάρτητον τό τε ὑποπτεῦόν τι καὶ τὸ ἀδεὲς πρὸς

58

.

16

.

6

τὴν τῶν Σεϊανῶν ἐγκλημάτων ἀνάκρισιν ἐγίγνετο. ἔδοξε μὲν γάρ τινα ἀμνηστίαν αὐτῶν ὀψέ ποτε ἐσηγήσασθαι· καὶ γὰρ πενθεῖν τοῖς βουλομένοις αὐτὸν ἐπέτρεψε, προσαπειπὼν μηδὲ ἐφ’ ἑτέρου

58

.

16

.

7

τινὸς κωλύεσθαί τινα τοῦτο ποιεῖν, ὃ πολλάκις ἐψηφίζετο· οὐ μὴν καὶ τῷ ἔργῳ ἐβεβαίωσεν αὐτήν, ἀλλ’ ὀλίγον διαλιπὼν ἔπειτα καὶ ἐπὶ τῷ Σεϊανῷ καὶ ἐφ’ ἑτέροις ἀθεμίτοις ἐγκλήμασι συχνοὺς ἐκό‐ λασεν, ᾐσχυγκέναι τε καὶ ἀπεκτονέναι καὶ τὰς συγγενεστάτας σφί‐
5σιν αἰτιαθέντας.

58

.

17

.

1

τοιαύτης δ’ οὖν τότε τῆς καταστάσεως οὔσης, καὶ μηδ’ ἀπαρ‐ νήσασθαί τινος δυναμένου τὸ μὴ οὐ καὶ τῶν σαρκῶν ἂν αὐτοῦ ἡδέως ἐμφαγεῖν, γελοιότατον πρᾶγμα τῷ ἑξῆς ἔτει, ᾧ Γναῖος Δομίτιος

58

.

17

.

2

καὶ Κάμιλλος Σκριβωνιανὸς ὑπάτευσαν, ἐγένετο. νομιζομένου γὰρ συχνὸν ἤδη χρόνον μηκέτι κατὰ ἄνδρα τὴν βουλὴν ἐν τῇ νουμηνίᾳ ὀμνύναι, ἀλλ’ ἑνός, ὥσπερ εἴρηταί μοι, προομνύντος καὶ τοὺς λοι‐ ποὺς συνεπαινεῖν, οὐκ ἐποίησαν αὐτό, ἀλλὰ αὐτεπάγγελτοι, μηδενός
5σφας ἀναγκάσαντος, ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἐπιστώθησαν

58

.

17

.

3

ὥσπερ τι παρὰ τοῦτο μᾶλλον εὐορκήσοντες. πρότερον μὲν γὰρ καὶ ἐπὶ πολλὰ ἔτη οὐδ’ ὀμνύντα τινὰ τὰ πρὸς τὴν ἀρχὴν αὐτοῦ φέ‐ ροντα, ὥσπερ εἶπον, ἠνέσχετο· τότε δὲ καὶ ἕτερόν τι γελοιότερον ἐγένετο. προχειρίσασθαί τε γὰρ αὐτὸν ὅσους ἂν ἐθελήσῃ σφῶν,
5καὶ ἐξ αὐτῶν εἴκοσιν, οὓς ἂν ὁ κλῆρος ἀποφήνῃ, φρουροῖς, ὁσάκις ἂν ἐς τὸ βουλευτήριον ἐσίῃ, ξιφίδια ἔχουσι χρῆσθαι ἐψηφίσαντο.

58

.

17

.

4

τῶν τε γὰρ ἔξω πρὸς τῶν στρατιωτῶν τηρουμένων καὶ εἴσω μηδε‐ νὸς ἰδιώτου ἐσιόντος, δι’ οὐδένα δῆλον ὅτι ἄλλον, ἀλλὰ δι’ ἑαυτοὺς μόνους ὡς καὶ πολεμίους οἱ ὄντας τὴν φρουρὰν αὐτῷ δοθῆναι

58

.

18

.

1

ἔγνωσαν. ὁ δ’ οὖν Τιβέριος ἐπῄνεσε μὲν αὐτούς, καὶ χάριν δῆθεν τῆς εὐνοίας σφίσιν ἔγνω, τὸ δὲ δὴ πρᾶγμα ὡς καὶ ἄηθες διεκρού‐ σατο· οὐ γὰρ οὕτως εὐήθης ἦν ὥστ’ αὐτοῖς γε ἐκείνοις, οὕς τε

58

.

18

.

2

ἐμίσει καὶ ὑφ’ ὧν ἐμισεῖτο, ξίφη δοῦναι. ἀμέλει καὶ ἐξ αὐτῶν τούτων προσυποτοπήσας σφᾶς (πᾶν γὰρ ὅ τι ἄν τις παρὰ τὴν ἀλήθειαν ἐπὶ κολακείᾳ ποιῇ ὑποπτεύεται) τοῖς μὲν ἐκείνων ψη‐ φίσμασι μακρὰ χαίρειν ἔφρασε, τοὺς δὲ δορυφόρους καὶ λόγοις καὶ
5χρήμασι, καίπερ τὰ τοῦ Σεϊανοῦ φρονήσαντας εἰδώς, ἐτίμησεν, ἵνα

58

.

18

.

3

αὐτοῖς προθυμοτέροις κατ’ αὐτῶν χρῆσθαι ἔχῃ. ἔστι μὲν γὰρ ὅτε καὶ τοὺς βουλευτὰς αὖθις ἐπῄνεσεν, ἐπεί σφισιν ἐκ τοῦ δημοσίου τὸ ἀργύριον δοθῆναι ἐψηφίσαντο· οὕτω δὲ δὴ ἀκριβῶς τοὺς μὲν τῷ λόγῳ ἀντεξηπάτα τοὺς δὲ τῷ ἔργῳ προσηταιρίζετο, ὥστε καὶ
5Ἰούνιον [Γαλλῆνον] Γαλλίωνα, θέαν τοῖς διαστρατευσαμένοις αὐ‐

58

.

18

.

4

τῶν ἐν τῇ τῶν ἱππέων ἕδρᾳ δίδοσθαι ἐσηγησάμενον, μὴ μόνον φυγαδεῦσαι, αὐτὸ τοῦτο ἐπικληθέντα ὅτι σφᾶς ἀναπείθειν ἐδόκει τῷ κοινῷ μᾶλλον ἢ ἑαυτῷ εὐνοεῖν, ἀλλὰ καὶ ἐπειδὴ ἔγνω αὐτὸν ἐς Λέσβον ἀπαίρειν, τῆς τε ἐκεῖ ἀσφαλοῦς εὐδαιμονίας ἀφελέσθαι
5καὶ ἐς φυλακὴν τοῖς ἄρχουσιν, ὥσπερ ποτὲ τὸν Γάλλον, παρα‐

58

.

18

.

5

δοῦναι. καὶ ἵνα γε ἐπὶ μᾶλλον ἑκατέρους πείσῃ ὅπως περὶ ἀμ‐ φοτέρων αὐτῶν φρονοίη, ᾐτήσατο παρὰ τῆς βουλῆς οὐ πολλῷ ὕσ‐ τερον ἀρκεῖν οἱ τόν τε Μάκρωνα καὶ χιλιάρχους ἐς τὸ συνέδριον ἐσάγεσθαι. οὐ γάρ που καὶ ἐδεῖτό τι αὐτῶν, ὅς γε οὐδὲ ἐς τὴν
5πόλιν ἔτι ἐσελθεῖν ἐνενόει, ἀλλὰ τό τε ἐκείνων μῖσος καὶ τὴν τῶν

58

.

18

.

6

στρατιωτῶν εὔνοιαν ἐνδείξασθαί σφισιν ἠθέλησε. καὶ τοῦτο καὶ αὐτοὶ οἱ βουλευταὶ ὡμολόγησαν· τῷ γοῦν δόγματι προσενέγραψαν ὥστε ἔρευνάν σφων συνιόντων, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχῃ, γίγνεσθαι.

58

.

19

.

1

τοῦτο μὲν δὴ τῷ ἐχομένῳ ἔτει ἐγνώσθη, τότε δὲ ἐφείσατο μὲν καὶ ἄλλων τινῶν καίτοι τῷ Σεϊανῷ ᾠκειωμένων, ἐφείσατο δὲ καὶ Λουκίου Καισιανοῦ στρατηγοῦ Μάρκου τε Τερεντίου ἱππέως, ἐκεί‐ νου μὲν ὑπερφρονήσας τά τε ἄλλα πάντα διὰ φαλακρῶν ἐν τοῖς
5Φλωραλίοις μέχρι νυκτὸς ἐπὶ τῇ τοῦ Τιβερίου χλευασίᾳ, ὅτι τοι‐

58

.

19

.

2

οῦτος ἦν, ποιήσαντος, καὶ φῶς τοῖς ἀπιοῦσιν ἐκ τοῦ θεάτρου διὰ πεντακισχιλίων παίδων ἀπεξυρημένων παρασχόντος (τοσοῦτον γὰρ ἐδέησε δι’ ὀργῆς αὐτῷ γενέσθαι ὥστ’ οὐδὲ προσεποιήσατο ἀρχὴν ὅτι περὶ αὐτῶν ἠκηκόει, καίπερ Καισιανῶν ἐξ ἐκείνου πάντων τῶν

58

.

19

.

3

φαλακρῶν ὀνομασθέντων), τοῦ δὲ δὴ Τερεντίου, ὅτι ἐπὶ τῇ τοῦ Σεϊανοῦ φιλίᾳ κρινόμενος οὐχ ὅσον οὐκ ἠρνήσατο, ἀλλὰ καὶ ἔφη καὶ σπουδάσαι μάλιστα αὐτὸν καὶ θεραπεῦσαι, ἐπειδὴ καὶ ὑπ’ αὐτοῦ τοῦ Τιβερίου οὕτως ἐτιμᾶτο, “ὥστ’ εἰ μὲν ἐκεῖνος ὀρθῶς”

58

.

19

.

4

εἶπεν “ἐποίει τοιούτῳ φίλῳ χρώμενος, οὐδὲ ἐγώ τι ἠδίκηκα· εἰ δ’ ὁ αὐτοκράτωρ ὁ πάντα ἀκριβῶς εἰδὼς ἐπλανήθη, τί θαυμα‐ στὸν εἰ καὶ ἐγώ οἱ συνεξηπατήθην; καὶ γάρ τοι προσήκει ἡμῖν πάν‐ τας τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἀγαπᾶν, μὴ πολυπραγμονοῦντας
5ὁποῖοί τινές εἰσιν, ἀλλ’ ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους

58

.

19

.

5

τὸ τῷ αὐτοκράτορι αὐτοὺς ἀρέσκειν.” ἥ τε γὰρ βουλὴ διὰ ταῦτα αὐτὸν ἀφῆκε, καὶ προσέτι καὶ τοῖς κατηγορήσασιν αὐτοῦ προσεπε‐ τίμησε, καὶ ὁ Τιβέριος συγκατέθετό σφισι. τόν τε Πίσωνα τὸν πολίαρχον τελευτήσαντα δημοσίᾳ ταφῇ ἐτίμησεν, ὅπερ που καὶ ἄλ‐
5λοις ἐχαρίζετο· καὶ Λούκιον ἀντ’ αὐτοῦ Λαμίαν ἀνθείλετο, ὃν

58

.

19

.

6

πρόπαλαι τῇ Συρίᾳ προστάξας κατεῖχεν ἐν τῇ Ῥώμῃ. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν ἐποίει, ἔργῳ μὲν μηδενὸς αὐτῶν δεόμενος,
λόγῳ δὲ δὴ τιμᾶν αὐτοὺς προσποιούμενος. κἀν τούτῳ Οὐιτρασίου Πωλίωνος τοῦ τῆς Αἰγύπτου ἄρχοντος τελευτήσαντος Ἰβήρῳ τινὶ
5Καισαρείῳ χρόνον τινὰ τὸ ἔθνος ἐπέτρεψε.

58

.

20

.

1

τῶν δ’ οὖν ὑπάτων ὁ μὲν Δομίτιος δι’ ἔτους ἦρξε (τῆς γὰρ Ἀγριππίνης τῆς τοῦ Γερμανικοῦ θυγατρὸς ἀνὴρ ἦν), οἱ δ’ ἄλλοι ὥς που τῷ Τιβερίῳ ἔδοξε. τοὺς μὲν γὰρ ἐπὶ μακρότερον τοὺς δὲ ἐπὶ βραχύτερον ἂν ᾑρεῖτο, καὶ τοὺς μὲν ἔτι καὶ θᾶσσον τοῦ τεταγ‐

58

.

20

.

2

μένου ἀπήλλασσε, τοῖς δὲ καὶ ἐπὶ πλεῖον ἄρχειν ἐδίδου. ἤδη δὲ καὶ ἐς ὅλον τὸν ἐνιαυτὸν ἀποδείξας ἄν τινα ἐκεῖνον μὲν κατέλυεν, ἕτερον δὲ καὶ αὖθις ἕτερον ἀντικαθίστη· καί τινας καὶ ἐς τρίτον ἑτέρους προχειριζόμενος, εἶτα ἄλλους ὑπατεύειν πρὸ αὐτῶν ἀνθ’

58

.

20

.

3

ἑτέρων ἐποίει. καὶ περὶ μὲν τοὺς ὑπάτους ταῦτα διὰ πάσης ὡς εἰπεῖν τῆς ἡγεμονίας αὐτοῦ ἐγίγνετο· τῶν δὲ δὴ τὰς ἄλλας ἀρχὰς αἰτούντων ἐξελέγετο ὅσους ἤθελε, καί σφας ἐς τὸ συνέδριον ἐσέ‐ πεμπε, τοὺς μὲν συνιστὰς αὐτῷ, οἵπερ ὑπὸ πάντων ᾑροῦντο, τοὺς
5δὲ ἐπί τε τοῖς δικαιώμασι καὶ ἐπὶ τῇ ὁμολογίᾳ τῷ τε κλήρῳ ποι‐

58

.

20

.

4

ούμενος. καὶ μετὰ τοῦτο ἔς τε τὸν δῆμον καὶ ἐς τὸ πλῆθος οἱ προσήκοντες ἑκατέρῳ, τῆς ἀρχαίας ὁσίας ἕνεκα, καθάπερ καὶ νῦν, ὥστε ἐν εἰκόνι δοκεῖν γίγνεσθαι, ἐσιόντες ἀπεδείκνυντο. εἰ δ’ οὖν ποτε ἐνέλιπόν τινες ἢ καὶ φιλονεικίᾳ ἀκράτῳ ἐχρήσαντο, καὶ ἐλάτ‐

58

.

20

.

5

τους προεχειρίζοντο. τῷ γοῦν ἐπιόντι ἔτει, ἐν ᾧ ὅ τε Γάλβας ὁ Σέρουιος ὁ μετὰ ταῦτα αὐταρχήσας καὶ Λούκιος Κορνήλιος τὸ τῶν ὑπάτων ὄνομα ἔσχον, πεντεκαίδεκα στρατηγοὶ ἐγένοντο· καὶ τοῦτο καὶ ἐπὶ πολλὰ ἔτη συνέβη, ὥστε ἔστι μὲν ὅτε ἑκκαίδεκα ἔστι δ’
5ὅτε παρ’ ἕνα ἢ καὶ δύο χειροτονεῖσθαι.

58

.

21

.

1

Τιβέριος δὲ δὴ ἦλθε μὲν πρὸς τὸ ἄστυ, καὶ διέτριψεν ἐν τοῖς πέριξ αὐτοῦ τόποις, οὐ μέντοι καὶ ἐσεφοίτησεν εἴσω, καίτοι καὶ τριάκοντα σταδίους ἀποσχών, καὶ τὰς θυγατέρας τάς τε τοῦ Γερ‐

58

.

21

.

2

μανικοῦ τὰς λοιπὰς καὶ τὴν τοῦ Δρούσου τὴν Ἰουλίαν ἐκδούς. καὶ διὰ τοῦτο οὐδ’ ἡ πόλις τοὺς γάμους αὐτῶν ἑώρτασεν, ἀλλὰ τά τε ἄλλα καὶ ἡ βουλὴ καὶ τότε καὶ συνήχθη καὶ ἐδίκασε. σφόδρα γὰρ ἐπιμελὲς ἐποιεῖτο ἀεί σφας ὁσάκις καὶ καθήκοι συνιέναι καὶ μήτ’
5ὀψιαίτερον ἀπαντᾶν τοῦ τεταγμένου μήτε πρωιαίτερον ἀπαλλάττε‐

58

.

21

.

3

σθαι. καὶ πολλὰ περὶ τούτου καὶ τοῖς ὑπάτοις ἐπέστελλε, καί ποτέ τινα ὑπ’ αὐτῶν καὶ ἀναγνωσθῆναι ἐκέλευσεν. ὃ καὶ ἐπ’ ἄλλων πραγμάτων ἐποίει, καθάπερ μὴ δυνάμενος αὐτὰ ἄντικρυς τῇ βουλῇ γράψαι. ἐσέπεμπε δὲ ἐς αὐτὴν οὐ μόνον τὰ βιβλία τὰ διδόμενά
5οἱ παρὰ τῶν μηνυόντων τι, ἀλλὰ καὶ τὰς βασάνους ἃς ὁ Μάκρων ἐποιεῖτο, ὥστε μηδὲν ἐπ’ αὐτοῖς πλὴν τῆς καταψηφίσεως γίγνεσθαι.

58

.

21

.

4

ἐπεὶ μέντοι Οὐιβούλιός τε Ἀγρίππας ἱππεὺς φάρμακον ἐν αὐτῷ τῷ βουλευτηρίῳ ἐκ δακτυλίου ῥοφήσας ἀπέθανε, καὶ ὁ Νέρουας μηκέτι τὴν συνουσίαν αὐτοῦ φέρων ἀπεκαρτέρησε διά τε τἆλλα, καὶ μά‐ λισθ’ ὅτι τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων ὑπὸ τοῦ Καίσαρος
5τεθέντας, ἐξ ὧν καὶ ἀπιστία καὶ ταραχὴ πολλὴ γενήσεσθαι ἔμελλεν,

58

.

21

.

5

ἀνενεώσατο, καὶ πολλά γε αὐτοῦ παρακαλοῦντος ὅπως τι ἂν φαίη οὐδ’ ἀποκρίνασθαί τι ἠθέλησε, τό τε πρᾶγμα τὸ κατὰ τὰ δανείσματα ἐμετρίασε, καὶ δισχιλίας καὶ πεντακοσίας μυριάδας τῷ δημοσίῳ ἔδωκεν ὥστ’ αὐτὰς ὑπ’ ἀνδρῶν βουλευτῶν ἀτοκεὶ τοῖς δεομένοις ἐς
5τρία ἔτη ἐκδανεισθῆναι, τούς τε ἐπιβοητοτάτους τῶν τὰς κατηγορίας

58

.

21

.

6

ποιουμένων ἀποθανεῖν ἐν μιᾷ ἡμέρᾳ ἐκέλευσε. καὶ ἐνδεῖξαί τινα ἀνδρὸς ἐν τοῖς ἑκατοντάρχοις ἐξητασμένου βουληθέντος ἀπεῖπε μη‐ δένα ἐστρατευμένον τοῦτο ποιεῖν, καίπερ καὶ ἱππεῦσι καὶ βουλευταῖς ἐπιτρέπων αὐτὸ πράττειν.

58

.

22

.

1

οὐ μὴν ἀλλ’ ἐν μὲν τούτῳ ἐπῃνεῖτο, καὶ μάλισθ’ ὅτι ψηφισθέντα οἱ ἐπ’ αὐτοῖς πολλὰ οὐκ ἐδέξατο, ἐκ δὲ δὴ τῶν ἐρώτων, οἷς ἀνέδην καὶ τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν ὁμοίως ἐχρῆτο,

58

.

22

.

2

διεβάλλετο. ὁ γοῦν Μάριος ὁ Σέξτος ἐκεῖνος ὁ φίλος αὐτοῦ καὶ
διὰ τοῦτο καὶ πλουτήσας καὶ δυνηθεὶς τοσοῦτον ὥστ’, ἐπειδὴ γεί‐ τονί τινι ὠργίσθη, δειπνίσαι τε αὐτὸν ἐπὶ δύο ἡμέρας, καὶ τῇ μὲν προτεραίᾳ τὴν ἔπαυλιν αὐτοῦ πᾶσαν κατασκάψαι, τῇ δ’ ὑστεραίᾳ ἐπί

58

.

22

.

3

τε τὸ μεῖζον καὶ ἐπὶ τὸ λαμπρότερον αὐτὴν ἀνοικοδομῆσαι, ἀγνοοῦντί τε αὐτῷ τοὺς ταῦτα πεποιηκότας ἑκάτερον ὁμολογῆσαι, καὶ παρα‐ δείξαντα εἰπεῖν ὅτι “οὕτω καὶ ἀμύνεσθαί τινα καὶ ἀμείβεσθαι καὶ οἶδα καὶ δύναμαι”, τὴν θυγατέρα ἐκπρεπῆ οὖσαν ὑπεκπέμψας ποι
5ἵνα μὴ ὁ Τιβέριος αὐτὴν αἰσχύνῃ, αἰτίαν τε ἔσχεν ὡς συνών οἱ,

58

.

22

.

4

καὶ διὰ τοῦτο καὶ συναπώλετο. ἐπὶ μὲν τούτοις αἰσχύνην ὠφλίσ‐ κανεν, ἐπὶ δὲ δὴ τῷ τε τοῦ Δρούσου καὶ τῷ τῆς Ἀγριππίνης θανάτῳ ὠμότητα· δοκοῦντες γὰρ οἱ ἄνθρωποι ὑπὸ τοῦ Σεϊανοῦ πάντα τὰ κατ’ αὐτοὺς πρότερον γενόμενα, καὶ ἐλπίσαντές σφας

58

.

22

.

5

σωθήσεσθαι τότε, ὡς καὶ ἐκείνους πεφονεῦσθαι ἔμαθον, ὑπερήλγη‐ σαν διά τε τοῦτο καὶ ὅτι τὰ ὀστᾶ αὐτῶν 〈οὐ〉 μόνον οὐκ ἐς τὸ βασιλικὸν μνημεῖον κατέθετο, ἀλλὰ καὶ κρυφθῆναί που κατὰ τῆς γῆς ἐκέλευσεν ὥστε μηδέποτε εὑρεθῆναι. τῇ δ’ οὖν Ἀγριππίνῃ
5καὶ ἡ Πλαγκῖνα ἡ Μουνατία ἐπεσφάγη· πρότερον γὰρ καίπερ μι‐ σῶν αὐτήν, οὐ διὰ τὸν Γερμανικὸν ἀλλὰ διὰ ἄλλο τι, ὅμως ἵνα μὴ καὶ ἐκείνη τῷ θανάτῳ αὐτῆς ἐφησθῇ, ζῆν εἴα.

58

.

23

.

1

ταῦτά τε ἅμα ἔπραττε, καὶ τὸν Γάιον ταμίαν μὲν οὐκ ἐν τοῖς πρῶτον ἀπέδειξεν, ἐς δὲ δὴ τὰς ἄλλας ἀρχὰς πέντε ἔτεσι θᾶσσον τοῦ καθήκοντος προβιβάσειν ὑπέσχετο, καίτοι καὶ τῆς γερουσίας δεηθεὶς ὅπως μήτε πολλαῖς μήτ’ ἀκαίροις τιμαῖς αὐτόν, μὴ καὶ
5ἐξοκείλῃ ποι, ἐπαίρῃ. εἶχε μὲν γὰρ καὶ τὸν Τιβέριον τὸν ἔκγονον·

58

.

23

.

2

ἀλλ’ ἐκεῖνον μὲν διά τε τὴν ἡλικίαν (ἔτι γὰρ παιδίον ἦν) καὶ διὰ τὴν ὑποψίαν (οὐ γὰρ ἐπιστεύετο τοῦ Δρούσου παῖς εἶναι) παρεώρα, τῷ δὲ δὴ Γαΐῳ ὡς καὶ μοναρχήσοντι προσεῖχε, καὶ μάλισθ’ ὅτι τὸν Τιβέριον καὶ ὀλίγον χρόνον βιώσεσθαι καὶ ὑπ’ αὐτοῦ ἐκείνου

58

.

23

.

3

φονευθήσεσθαι σαφῶς ἠπίστατο. ἠγνόει μὲν γὰρ οὐδὲν οὐδὲ τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ εἶπέ ποτε αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι”· οὔτε δὲ ἕτερόν τινα ὁμοίως πάνυ προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον κάκιστον

58

.

23

.

4

εἰδὼς ἐσόμενον, ἀσμένως, ὥς φασι, τὴν ἀρχὴν αὐτῷ ἔδωκεν, ὅπως τά τε ἑαυτοῦ τῇ τοῦ Γαΐου ὑπερβολῇ συγκρυφθῇ, καὶ τὸ πλεῖον τό τε εὐγενέστατον τῆς λοιπῆς βουλῆς καὶ μετ’ αὐτὸν φθαρῇ. λέγε‐ ται γοῦν πολλάκις 〈μὲν〉 ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον
5 ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, πολλάκις δὲ καὶ τὸν Πρίαμον μακαρίσαι ὅτι ἄρδην καὶ μετὰ

58

.

23

.

5

τῆς πατρίδος καὶ μετὰ τῆς βασιλείας ἀπώλετο. καὶ τεκμαίρονταί γε ἀληθῆ ταῦτα περὶ αὐτοῦ γεγράφθαι τοῖς τότε γενομένοις· το‐ σοῦτο γὰρ πλῆθος τῶν τε ἄλλων καὶ τῶν βουλευτῶν ἐξώλετο ὥστε τοὺς ἄρχοντας τοὺς κληρωτοὺς τοὺς μὲν ἐστρατηγηκότας ἐπὶ
5τρία τοὺς δ’ ὑπατευκότας ἐπὶ ἓξ ἔτη τὰς ἡγεμονίας τῶν ἐθνῶν,

58

.

23

.

6

ἀπορίᾳ τῶν διαδεξομένων αὐτούς, σχεῖν. τί γὰρ ἄν τις ἔχοι τοὺς αἱρετοὺς ὀνομάζειν, οἷς καὶ ἀπὸ πρώτης ἐπὶ πλεῖστον ἄρχειν ἐδίδου; ἐν δ’ οὖν τοῖς τότε ἀποθανοῦσι καὶ Γάλλος ἐγένετο· τότε γὰρ αὐτῷ μόλις, ὡς αὐτὸς εἶπε, κατηλλάγη. οὕτω που, παρὰ τὸ
5νομιζόμενον, καὶ τὴν ζωὴν τιμωρίαν τισὶ καὶ τὸν θάνατον εὐερ‐
γεσίαν ἐποίει.

58

.

24

.

1

μετὰ δὲ ταῦτα εἰκοστοῦ ἔτους τῆς ἀρχῆς ἐπιστάντος αὐτὸς μέν, καίτοι περί τε τὸ Ἀλβανὸν καὶ περὶ τὸ Τούσκουλον διατρίβων, οὐκ ἐσῆλθεν ἐς τὴν πόλιν, οἱ δ’ ὕπατοι Λούκιός τε Οὐιτέλλιος καὶ Φάβιος Περσικὸς τὴν δεκετηρίδα τὴν δευτέραν ἑώρτασαν. οὕτω
5γὰρ αὐτήν, ἀλλ’ οὐκ εἰκοσετηρίδα ὠνόμαζον, ὡς καὶ τὴν ἡγεμονίαν

58

.

24

.

2

αὖθις αὐτῷ κατὰ τὸν Αὔγουστον διδόντες. τήν τε οὖν ἑορτὴν ἅμα ἐποίουν καὶ ἐκολάζοντο· ἀφείθη μὲν γὰρ τῶν αἰτιαθέντων τότε οὐδείς, πάντες δ’ ἡλίσκοντο, οἱ μὲν πλείους ἔκ τε τῶν τοῦ Τιβερίου γραμμάτων καὶ ἐκ τῶν τοῦ Μάκρωνος βασάνων, οἱ δὲ δὴ λοιποὶ
5ἐξ ὧν βουλεύεσθαί σφας ὑπώπτευον. καὶ ἐθρυλεῖτό γε ὅτι δι’ αὐτὸ τοῦτο οὐδ’ ἀφικνοῖτο ἐς τὴν Ῥώμην, ἵνα μὴ παρὼν ταῖς καταδίκαις

58

.

24

.

3

αἰσχύνοιτο. ἄλλοι τε οὖν, οἱ μὲν ὑπὸ τῶν δημίων οἱ δὲ καὶ ὑφ’ ἑαυτῶν, ἀπέθανον καὶ Πομπώνιος Λαβεών. καὶ οὗτος μὲν τῆς τε Μυσίας ποτὲ ὀκτὼ ἔτεσι μετὰ τὴν στρατηγίαν ἄρξας, καὶ δώρων μετὰ τῆς γυναικὸς γραφείς, ἐθελοντὶ σὺν αὐτῇ διεφθάρη· Μά‐
5μερκος δὲ δὴ Αἰμίλιος Σκαῦρος μήτ’ ἄρξας τινῶν μήτε δωροδοκή‐ σας ἑάλω τε διὰ τραγῳδίαν καὶ παθήματι δεινοτέρῳ οὗ συνέγραψε

58

.

24

.

4

περιέπεσεν. Ἀτρεὺς μὲν τὸ ποίημα ἦν, παρῄνει δὲ τῶν ἀρχομένων
τινὶ ὑπ’ αὐτοῦ, κατὰ τὸν Εὐριπίδην, ἵνα τὴν τοῦ κρατοῦντος ἀβου‐ λίαν φέρῃ. μαθὼν οὖν τοῦτο ὁ Τιβέριος ἐφ’ ἑαυτῷ τε τὸ ἔπος εἰρῆσθαι ἔφη, Ἀτρεὺς εἶναι διὰ τὴν μιαιφονίαν [εἶναι] προσποιη‐
5σάμενος, καὶ ὑπειπὼν ὅτι “καὶ ἐγὼ οὖν Αἴαντ’ αὐτὸν ποιήσω”,

58

.

24

.

5

ἀνάγκην οἱ προσήγαγεν αὐτοεντεὶ ἀπολέσθαι. οὐ μὴν [ἀλλὰ] καὶ ἐπὶ τούτῳ κατηγορήθη, ἀλλ’ ὡς τὴν Λιουίλλαν μεμοιχευκώς· πολ‐ λοὶ γὰρ δὴ καὶ ἄλλοι δι’ αὐτήν, οἱ μὲν ἐπ’ ἀληθείας οἱ δὲ ἐκ συκοφαντίας, ἐκολάσθησαν.

58

.

25

.

1

τούτων δ’ οὕτως ἐν τῇ Ῥώμῃ γιγνομένων οὐδὲ τὸ ὑπήκοον ἡσύχαζεν, ἀλλ’ ἐπειδὴ τάχιστα νεανίσκος τις Δροῦσος λέγων εἶναι περί τε τὴν Ἑλλάδα καὶ περὶ τὴν Ἰωνίαν ὤφθη, καὶ ἐδέξαντο αὐ‐ τὸν ἀσμένως αἱ πόλεις καὶ συνῄροντο. κἂν ἐς τὴν Συρίαν προχω‐
5ρήσας τὰ στρατόπεδα κατέσχεν, εἰ μὴ γνωρίσας τις αὐτὸν συνέλαβέ τε καὶ πρὸς τὸν Τιβέριον ἀνήγαγεν.

58

.

25

.

2

ἐκ δὲ τούτου Γάιος μὲν Γάλλος καὶ Μᾶρκος Σερουίλιος ὑπάτευ‐ σαν, Τιβέριος δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γαΐου γάμους ἑώρταζεν. ἐς γὰρ τὴν Ῥώμην οὐδὲ δι’ ἐκείνους ἐσελθεῖν ἠθέλησεν, ἐπειδὴ Φουλ‐ κίνιός τις Τρίων, φίλος μὲν τοῦ Σεϊανοῦ γεγονώς, σφόδρα δ’ αὐτῷ
5διὰ τὰς συκοφαντίας κεχαρισμένος, κατηγορηθείς τε παρεδόθη καὶ δείσας ἑαυτὸν προαπέκτεινε, πολλὰ μὲν ἐκεῖνον πολλὰ δὲ καὶ τὸν

58

.

25

.

3

Μάκρωνα ἐν ταῖς διαθήκαις λοιδορήσας. καὶ οἱ μὲν παῖδες αὐτοῦ οὐκ ἐτόλμησαν αὐτὰς δημοσιεῦσαι, ὁ δὲ δὴ Τιβέριος μαθὼν τὰ γε‐ γραμμένα ἐς τὸ βουλευτήριόν σφας ἐσκομισθῆναι ἐκέλευσεν. ἥκιστά τε γὰρ αὐτῷ τῶν τοιούτων ἔμελε, καὶ τὰς κακηγορίας καὶ λανθα‐
5νούσας ἔσθ’ ὅτε ἐς τοὺς πολλοὺς ἑκών, ὥσπερ τινὰς ἐπαίνους, ἐξέ‐

58

.

25

.

4

φαινεν. ἀμέλει καὶ ὅσα ὁ Δροῦσος, οἷα ἔν τε ταλαιπωρίᾳ ὢν καὶ κακοπαθῶν, ἐξελάλησε, καὶ ταῦτα ἐς τὴν βουλὴν ἐσέπεμψε. Τρίων μὲν οὖν οὕτως ἀπέθανε, Ποππαῖος δὲ Σαβῖνος τῆς τε Μυσίας ἑκατέρας καὶ προσέτι καὶ τῆς Μακεδονίας ἐς ἐκεῖνο τοῦ χρόνου
5παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν τοῦ Τιβερίου ἀρχὴν ἡγεμονεύσας, ἥδιστα

58

.

25

.

5

προαπηλλάγη πρίν τινα αἰτίαν λαβεῖν. καὶ αὐτὸν ὁ Ῥήγουλος ἐπὶ τοῖς αὐτοῖς διεδέξατο· καὶ γὰρ ἡ Μακεδονία, ὡς δέ τινές φασι, καὶ ἡ Ἀχαΐα, ἀκληρωτὶ προσετάσσοντο.

58

.

26

.

1

ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς χρόνους ὁ Ἀρτάβανος ὁ Πάρθος τε‐ λευτήσαντος τοῦ Ἀρτάξου τὴν Ἀρμενίαν Ἀρσάκῃ τῷ ἑαυτοῦ υἱεῖ ἔδωκε, καὶ ἐπειδὴ μηδεμία ἐπὶ τούτῳ τιμωρία παρὰ τοῦ Τιβερίου ἐγένετο, τῆς τε Καππαδοκίας ἐπείρα καὶ ὑπερηφανώτερον καὶ τοῖς

58

.

26

.

2

Πάρθοις ἐχρῆτο. ἀποστάντες οὖν τινες αὐτοῦ ἐπρεσβεύσαντο πρὸς τὸν Τιβέριον, βασιλέα σφίσιν ἐκ τῶν ὁμηρευόντων αἰτοῦντες· καὶ αὐτοῖς τότε μὲν Φραάτην τὸν τοῦ Φραάτου, τελευτήσαντος δὲ ἐκείνου κατὰ τὴν ὁδὸν Τιριδάτην, ἐκ τοῦ βασιλικοῦ καὶ αὐτὸν

58

.

26

.

3

γένους ὄντα, ἔπεμψε. καὶ ὅπως γε ὡς ῥᾷστα τὴν βασιλείαν παρα‐ λάβῃ, ἔγραψε Μιθριδάτῃ τῷ Ἴβηρι ἐς τὴν Ἀρμενίαν ἐσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ υἱεῖ βοηθῶν ἀπὸ τῆς οἰκείας ἀπάρῃ. καὶ ἔσχεν οὕτως, οὐ μέντοι καὶ ἐπὶ πολὺ ὁ Τιριδάτης ἐβασίλευσεν· ὁ γὰρ

58

.

26

.

4

Ἀρτάβανος Σκύθας προσλαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε. τὰ μὲν οὖν τῶν Πάρθων οὕτως ἔσχε, τὴν δ’ Ἀρμενίαν ὁ Μιθριδάτης ὁ Μιθριδάτου μὲν τοῦ Ἴβηρος, ὡς ἔοικε, παῖς, Φαρασμάνου δὲ τοῦ μετ’ αὐτὸν τῶν Ἰβήρων βασιλεύσαντος ἀδελφός, ἔλαβε.

58

.

26

.

5

Σέξτου δὲ δὴ Παπινίου μετὰ Κυίντου Πλαυτίου ὑπατεύσαντος ὅ τε Τίβερις πολλὰ τῆς πόλεως ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ πολὺ πλείω περί τε τὸν ἱππόδρομον καὶ περὶ τὸν Ἀουεντῖνον ἐφθάρη, ὥστε τὸν Τιβέριον δισχιλίας καὶ πεντακοσίας μυριάδας

58

.

27

.

1

τοῖς ζημιωθεῖσί τι ἀπ’ αὐτοῦ δοῦναι. εἰ δέ τι καὶ τὰ Αἰγύπτια
πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη· καὶ ἔδοξε πάντα ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημῆναι. τότε μὲν γὰρ ὁ Θράσυλλος, τῷ δ’ ἐπιόντι ἦρι ἐκεῖνος ἐπί 〈τε〉 Γναίου

58

.

27

.

2

Πρόκλου καὶ ἐπὶ Ποντίου Νιγρίνου ὑπάτων ἐτελεύτησεν. ἐτύγχανε δὲ ὁ Μάκρων ἄλλοις τε συχνοῖς καὶ τῷ Δομιτίῳ ἐπιβεβουλευκώς, καὶ ἐγκλήματα καὶ βασάνους κατ’ αὐτῶν ἐσκευωρημένος· οὐ μὴν καὶ πάντες οἱ αἰτιαθέντες ἀπέθανον διὰ τὸν Θράσυλλον σοφώτατα

58

.

27

.

3

τὸν Τιβέριον μεταχειρισάμενον. περὶ μὲν γὰρ αὑτοῦ καὶ πάνυ ἀκριβῶς καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ἐν ᾗ τεθνήξοι εἶπεν, ἐκεῖ‐ νον δὲ δὴ δέκα ἄλλα ἔτη ψευδῶς βιώσεσθαι ἔφη, ὅπως ὡς καὶ ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ σφας ἀποκτεῖναι. ὃ καὶ ἐγένετο·
5νομίσας γὰρ καὶ μετὰ τοῦτο ἐξεῖναί οἱ πάνθ’ ὅσα ἐβούλετο κατὰ σχολὴν πρᾶξαι, οὔτ’ ἄλλως ἔσπευσε, καὶ τῆς βουλῆς, ἀντειπόντων τι πρὸς τὰς βασάνους τῶν ὑπευθύνων, ἀναβαλομένης τὴν καταδίκην

58

.

27

.

4

σφῶν οὐκ ὠργίσθη. γυνὴ μὲν γάρ τις ἑαυτὴν τρώσασα ἐσεκομίσθη τε ἐς τὸ συνέδριον, καὶ ἐκεῖθεν ἐς τὸ δεσμωτήριον ἀπαχθεῖσα ἀπέ‐ θανε, καὶ Λούκιος Ἀρρούντιος καὶ ἡλικίᾳ καὶ παιδείᾳ προήκων, ἑκούσιος, καίπερ νοσοῦντος ἤδη τοῦ Τιβερίου καὶ νομιζομένου μὴ
5ῥαΐσειν, ἐφθάρη· τὴν γὰρ τοῦ Γαΐου κακίαν συνιδὼν ἐπεθύμησε, πρὶν πειραθῆναι αὐτοῦ, προαπαλλαγῆναι, εἰπὼν ὅτι “οὐ δύναμαι ἐπὶ

58

.

27

.

5

γήρως δεσπότῃ καινῷ καὶ τοιούτῳ δουλεῦσαι.” οἱ δὲ δὴ ἄλλοι οἱ μὲν καὶ καταψηφισθέντες, ἀλλ’ ὅτι γε οὐκ ἐξῆν αὐτοὺς πρὸ τῶν δέκα ἡμερῶν ἀποθανεῖν, οἱ δὲ καὶ τῆς δίκης αὖθις, ἐπειδὴ τὸν Τιβέριον κακῶς ἀρρωστοῦντα ᾔσθοντο, ἀναβληθείσης ἐσώθησαν.

58

.

28

.

1

ἔφθασε γὰρ ἐν Μισηνῷ μεταλλάξας πρίν τι αὐτῶν μαθεῖν. ἐνόσει μὲν γὰρ ἐκ πλείονος χρόνου, προσδοκῶν δὲ δὴ διὰ τὴν τοῦ Θρα‐ σύλλου πρόρρησιν βιώσεσθαι οὔτε τοῖς ἰατροῖς ἐκοινοῦτό τι οὔτε

58

.

28

.

2

τῆς διαίτης τι μετέβαλεν, ἀλλὰ πολλάκις, οἷα ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ, κατὰ βραχὺ μαραινόμενος τοτὲ μὲν ὅσον οὐκ ἀπέψυχε τοτὲ δὲ ἀνερρώννυτο, κἀκ τούτων πολλὴν μὲν ἡδονὴν τοῖς τε ἄλλοις καὶ τῷ Γαΐῳ ὡς καὶ τελευτήσων, πολὺν δὲ καὶ φόβον ὡς καὶ ζήσων,

58

.

28

.

3

ἐνεποίει. δείσας οὖν ἐκεῖνος μὴ καὶ ἀληθῶς ἀνασωθῇ, οὔτε ἐμφα‐ γεῖν τι αἰτήσαντι αὐτῷ ὡς καὶ βλαβησομένῳ ἔδωκε, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς καὶ θερμασίας τινὸς δεομένῳ προσεπέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, συναραμένου πῃ αὐτῷ καὶ τοῦ Μά‐

58

.

28

.

4

κρωνος· ἅτε γὰρ κακῶς ἤδη τοῦ Τιβερίου νοσοῦντος τὸν νεανίσκον ἐθεράπευε, καὶ μάλισθ’ ὅτι ἐς ἔρωτα αὐτὸν τῆς ἑαυτοῦ γυναικὸς Ἐννίας Θρασύλλης προϋπῆκτο. ὅπερ καὶ ὁ Τιβέριος ὑποπτεύσας ποτὲ “εὖ γε” ἔφη “τὸν δυόμενον ἐγκαταλιπὼν πρὸς τὸν ἀνατέλ‐
5λοντα ἐπείγῃ.”

58

.

28

.

5

Τιβέριος μὲν δὴ πλείστας μὲν ἀρετὰς πλείστας δὲ καὶ κακίας ἔχων, καὶ ἑκατέραις αὐταῖς ὡς καὶ μόναις κεχρημένος, οὕτω μετ‐ ήλλαξε τῇ ἕκτῃ καὶ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. ἐβίω δὲ ἑπτὰ καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ’ ὧν
5ἔτη μὲν δύο καὶ εἴκοσι μῆνας δὲ ἑπτὰ καὶ ἡμέρας ἑπτὰ ἐμονάρχη‐
σε. καὶ δημοσίας τε ταφῆς ἔτυχε καὶ ἐπῃνέθη ὑπὸ τοῦ Γαΐου.

59

Pin

1

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. Περὶ Γαΐου Καίσαρος τοῦ καὶ Καλλιγόλου. β. Ὡς τὸ Αὐγούστου ἡρῷον ὡσιώθη. γ. Ὡς αἱ Μαυριτανίαι ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξαντο.
5δ. Ὡς Γάιος Καῖσαρ ἀπέθανεν. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γναίου Ἀκερρωνίου 〈καὶ〉 Ποντίου Νιγρίνου ὑπατείας καὶ ἄλλα ἔτη τρία ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Μ. Ἀκύλας Γ. υἱ. Ἰουλιανός ὕπ. Π. Νώνιος Μ. υἱ. Ἀσπρήνας
10Γ. Καῖσαρ Γερμανικὸς τὸ βʹ Λ. Ἀπρώνιος Λ. υἱ. Καισιανός Γ. Καῖσαρ τὸ γʹ 〈ὕπ.〉 Γ. Καῖσαρ τὸ δʹ ὕπ. Γν. Σέντιος Γν. υἱ. Σατουρνῖνος
15(Οὗτος ὁ ἐνιαυτὸς οὐ συναριθμεῖται διὰ τὸ τὰ πλείω αὐτοῦ ἐν τῷ ἑξη‐ κοστῷ γεγράφθαι.)

59

.

1

.

1

περὶ μὲν οὖν τοῦ Τιβερίου ταῦτα παραδέδοται, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλιγόλαν, ὥσπερ εἶπον, ἐπωνόμαζον. ἐκεῖνος μὲν

59

.

1

.

2

γὰρ καὶ τῷ Τιβερίῳ τῷ ἐγγόνῳ τὴν αὐταρχίαν κατέλιπεν· ὁ δὲ δὴ
Γάιος τὰς διαθήκας αὐτοῦ ἐς τὸ συνέδριον διὰ τοῦ Μάκρωνος ἐσπέμψας ἀκύρους ὑπό τε τῶν ὑπάτων καὶ ὑπὸ τῶν ἄλλων τῶν προπαρεσκευασμένων οἱ, ὡς καὶ παραφρονήσαντος, ἐποίησεν, ὅτι
5παιδίῳ, ᾧ μηδὲ ἐσελθεῖν ἐς τὸ βουλευτήριον ἐξῆν, ἄρχειν σφᾶς

59

.

1

.

3

ἐπέτρεψε. τότε τε οὖν παραχρῆμα οὕτως αὐτὸν τῆς ἀρχῆς παρ‐ έλυσε, καὶ μετὰ τοῦτο ποιησάμενος ἀπέκτεινε. καίπερ ὁ Τιβέριος πολλαχῇ τὰ αὐτὰ γράψας, ὡς καὶ ἰσχύν τινα παρὰ τοῦτο ἕξοντα, κατέλιπε, καὶ πάντα τότε ἐκεῖνα ὑπὸ τοῦ Μάκρωνος ἐν τῇ γερουσίᾳ
5ἀνεγνώσθη. ἀλλ’ οὐδὲν γὰρ οὔτε πρὸς τὴν ἀγνωμοσύνην οὔτε πρὸς

59

.

1

.

4

τὴν δύναμιν τῶν διαδεχομένων τινὰ ἐπίσκηψίς τις ἰσχύει. ταὐτὸ οὖν ὁ Τιβέριος ἔπαθεν ὅπερ τὴν μητέρα ἐπεποιήκει, πλὴν καθ’ ὅσον αὐτὸς μὲν οὐδὲν οὐδενὶ ἐκ τῶν ἐκείνης διαθηκῶν ἀπήλλαξε, τὰ δ’ ὑπ’ αὐτοῦ καταλειφθέντα πᾶσι πλὴν τοῦ ἐγγόνου αὐτοῦ ἀπεδόθη.
5ἀφ’ οὗπερ κατάδηλον οὐχ ἥκιστα ἐγένετο ὅτι διὰ τὸ παιδίον πᾶν

59

.

1

.

5

τὸ κατὰ τὰς διαθήκας αἰτίαμα συνεσκευάσθη. ἐξῆν μὲν γὰρ αὐτῷ μὴ ἐκφῆναί σφας (οὐ γάρ που τὰ γεγραμμένα ἠγνόησεν)· ἐπεὶ δὲ πολλοί τε αὐτὰ ᾔδεσαν, καὶ ἔμελλεν ἐκ μὲν τοῦ αὐτὸς ἐκ δὲ τοῦ ἡ βουλὴ τὴν αἰτίαν, ὥς γε καὶ ἐδόκει, λήψεσθαι, ἀνατρέψαι μᾶλλον

59

.

2

.

1

αὐτὰς δι’ ἐκείνης ἢ συγκρύψαι ἠθέλησε. πρὸς δὲ τὰ καταλει‐ φθέντα ὑπ’ αὐτοῦ πάντα, ὡς καὶ παρ’ ἑαυτοῦ δή, τοῖς τε ἄλλοις ἀποδοὺς μεγαλοψυχίας τινὰ δόξαν παρὰ τοῖς πολλοῖς ἐκτήσατο. τούς τε οὖν δορυφόρους εὐθὺς γυμνασίαν ποιουμένους θεασάμενος
5μετὰ τῆς γερουσίας, τάς τε καταλειφθείσας σφίσι κατὰ πεντή‐ κοντα καὶ διακοσίας δραχμὰς διένειμε καὶ ἑτέρας τοσαύτας προσ‐

59

.

2

.

2

επέδωκε· καὶ τῷ δήμῳ τάς τε πέντε καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίας μυριάδας (τοσαῦται γὰρ αὐτῷ κατελείφθησαν) καὶ προσέτι τὰς ἑξήκοντα κατ’ ἄνδρα δραχμάς, ἃς ἐπὶ τῇ ἑαυτοῦ ἐς τοὺς ἐφή‐ βους ἐσγραφῇ οὐκ εἰλήφεσαν, μετὰ τόκου πεντεκαίδεκα ἄλλων

59

.

2

.

3

δραχμῶν ἀπέδωκε. τοῖς τε γὰρ ἀστικοῖς καὶ τοῖς νυκτοφύλαξι, τοῖς τε ἔξω τῆς Ἰταλίας ἐκ τοῦ καταλόγου οὖσιν, εἴ τέ τι ἄλλο στράτευμα πολιτικὸν ἐν τοῖς μικροτέροις τείχεσιν ἦν, τὰ καταλει‐ φθέντα διέλυσε, τοῦτ’ ἔστι τοῖς μὲν ἀστικοῖς ἀνὰ πέντε καὶ εἴκοσι
5καὶ ἑκατὸν δραχμάς, τοῖς δ’ ἄλλοις ἅπασι πέντε καὶ ἑβδομήκοντα.

59

.

2

.

4

τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τὰς τῆς Λιουίας διαθήκας ἔπραξε· καὶ γὰρ ἐκεῖνα πάντα ἀπήλλαξε. καὶ εἴπερ καὶ τὰ λοιπὰ χρήματα δεόντως ἀναλώκει, μεγαλόνους τε ἂν καὶ μεγαλοπρεπὴς εἶναι ἔδοξεν. ἔστι 〈μὲν〉 γὰρ ὅτε φοβηθεὶς καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας
5ταῦτ’ ἐποίησε, τὸ δὲ δὴ πλεῖστον ἀπὸ γνώμης· οὐ γὰρ ὅτι τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἰδιώταις, οὐχ ὅπως τὰ παρὰ τοῦ Τιβερίου

59

.

2

.

5

ἀλλὰ καὶ τὰ παρὰ τῆς προτήθης δωρηθέντα διέλυσε. νῦν δὲ καὶ ἐς ὀρχηστάς (αὐτίκα γὰρ αὐτοὺς ἐπανήγαγε) καὶ ἐς ἵππους τούς τε μονομάχους καὶ τἆλλα τὰ τοιουτότροπα ἀπλήστως δαπανήσας τούς τε θησαυροὺς μεγάλους γενομένους διὰ βραχυτάτου ἐξεκένωσε, καὶ
5αὑτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ τέ τινι καὶ ἀκρισίᾳ καὶ ἐκεῖνα

59

.

2

.

6

ἐπεποιήκει. πέντε γοῦν μυριάδας μυριάδων καὶ πεντακοσίας καὶ ἑπτακισχιλίας, ὡς δὲ ἕτεροι, ὀκτώ τε καὶ δισχιλίας καὶ πεντακοσίας τεθησαυρισμένας εὑρὼν οὐδὲ ἐς τὸ τρίτον ἔτος μέρος ἀπ’ αὐτῶν τι διέσωσεν, ἀλλ’ εὐθὺς τῷ ἑτέρῳ παμπόλλων προσεδεήθη.

59

.

3

.

1

τῷ δ’ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τἆλλα πάντα ὡς εἰπεῖν ἐχρῆτο. δημοκρατικώτατός τε γὰρ εἶναι τὰ πρῶτα δόξας, ὥστε μήτε τῷ δήμῳ ἢ τῇ γε βουλῇ γράψαι τι μήτε τῶν ὀνομάτων τῶν ἀρχικῶν προσ‐

59

.

3

.

2

θέσθαι τι, μοναρχικώτατος ἐγένετο, ὥστε πάντα ὅσα ὁ Αὔγουστος ἐν τοσούτῳ τῆς ἀρχῆς χρόνῳ μόλις καὶ καθ’ ἓν ἕκαστον ψηφισθέντα οἱ ἐδέξατο, ὧν ἔνια ὁ Τιβέριος οὐδ’ ὅλως προσήκατο, ἐν μιᾷ ἡμέρᾳ λαβεῖν. πλὴν γὰρ τῆς τοῦ πατρὸς ἐπικλήσεως οὐδὲν ἄλλο ἀνεβά‐

59

.

3

.

3

λετο· καὶ ἐκείνην δὲ οὐκ ἐς μακρὰν προσεκτήσατο. μοιχικώτατός τε ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἐκδιδομένην ἀνδρὶ ἁρπάσας, ἄλλας δὲ συνοικούσας τισὶν ἀποσπάσας, ἔπειτα αὐτὰς πλὴν μιᾶς ἐμίσησε· πάντως δ’ ἂν καὶ ἐκείνην ἤχθηρεν, εἰ ἐπὶ πλεῖον
5ἐβεβιώκει. ἔς τε τὴν μητέρα καὶ ἐς τὰς ἀδελφὰς τήν τε τήθην

59

.

3

.

4

τὴν Ἀντωνίαν πλεῖστα ὅσα εὐσεβῶς ποιήσας· ταύτην τε γὰρ Αὔ‐ γουστάν τε εὐθὺς καὶ ἱέρειαν τοῦ Αὐγούστου ἀποδείξας πάντα αὐτῇ καθάπαξ, ὅσα ταῖς ἀειπαρθένοις ὑπάρχει, ἔδωκε, καὶ ταῖς ἀδελφαῖς ταῦτά τε τὰ τῶν ἀειπαρθένων καὶ τὸ τὰς ἱπποδρομίας
5οἱ ἐν τῇ αὐτῇ προεδρίᾳ συνθεᾶσθαι, τό τε τάς τε εὐχὰς τὰς κατ’ ἔτος ὑπὸ τῶν ἀρχόντων καὶ ὑπὸ τῶν ἱερέων ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ δημοσίου ποιουμένας καὶ τοὺς ὅρκους τοὺς ἐς τὴν ἀρχὴν

59

.

3

.

5

αὐτοῦ φέροντας καὶ ὑπὲρ ἐκείνων ὁμοίως γίγνεσθαι ἔνειμε· τά τε ὀστᾶ τά τε τῆς μητρὸς καὶ τὰ τῶν ἀδελφῶν τῶν ἀποθανόντων αὐτός τε πλεύσας καὶ αὐτὸς αὐτοχειρίᾳ ἀνελόμενος ἐκόμισε καὶ ἐς τὸ τοῦ Αὐγούστου μνῆμα κατέθετο, τὸ ἱμάτιον τὸ περιπόρφυρον

59

.

3

.

6

ἐνδὺς καὶ ῥαβδούχοις τισὶν ὥσπερ ἐν ἐπινικίοις κοσμηθείς· τά τε ψηφισθέντα κατ’ αὐτῶν πάντα ἀπήλειψε, καὶ τοὺς ἐπιβουλεύσαντάς σφισι πάντας ἐκόλασε, τούς τε φεύγοντας δι’ αὐτοὺς κατήγαγε— ταῦτ’ οὖν ποιήσας ἀνοσιώτατος ἀνθρώπων καὶ περὶ τὴν τήθην καὶ
5περὶ τὰς ἀδελφὰς ἐγένετο· ἐκείνην τε γὰρ ἐπιτιμήσασάν τι αὐτῷ ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, καὶ τὰς ἀδελφὰς πάσας διαφθείρας ἐς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προαπέθανε.

59

.

3

.

7

τόν τε Τιβέριον αὐτόν, ὃν καὶ πάππον προσωνόμαζε, τῶν αὐτῶν τῷ Αὐγούστῳ τιμῶν παρὰ τῆς βουλῆς τυχεῖν ἀξιώσας, ἔπειτ’ ἐπειδὴ μὴ παραχρῆμα ἐψηφίσθησαν (οὔτε γὰρ τιμῆσαι αὐτὸν ὑπο‐ μένοντες οὔτ’ ἀτιμάσαι θαρσοῦντες, ἅτε μηδέπω τὴν τοῦ νεανίσκου
5γνώμην σαφῶς εἰδότες, ἐς τὴν παρουσίαν αὐτοῦ πάντα ἀνεβάλλοντο), οὐδενὶ ἄλλῳ πλὴν τῇ δημοσίᾳ ταφῇ ἤγηλε, νυκτός τε ἐς τὴν πόλιν τὸ

59

.

3

.

8

σῶμα αὐτοῦ ἐσαγαγὼν καὶ ἅμα τῇ ἕῳ προθέμενος. ἐποιήσατο μὲν γὰρ καὶ λόγους ἐπ’ αὐτῷ, ἀλλ’ οὔτι γε καὶ ἐκεῖνον οὕτως ἐπαινῶν ὡς τοῦ τε Αὐγούστου καὶ τοῦ Γερμανικοῦ τὸν δῆμον ἀναμιμνήσκων, καὶ ἑαυ‐

59

.

4

.

1

τὸν αὐτοῖς παρακατατιθέμενος. οὕτω γὰρ καὶ πρὸς πάντα ἐναντίος ἐπεφύκει ὥστε τὴν μὲν ἀσέλγειαν καὶ τὴν μιαιφονίαν αὐτοῦ, ἐφ’ οἷσ‐ περ καὶ διέβαλλεν αὐτόν, οὐ μόνον ἐζήλωσεν ἀλλὰ καὶ ὑπερέβαλεν,

59

.

4

.

2

ὧν δὲ δὴ ἐπῄνει οὐδὲν ἐμιμήσατο. πρῶτός τε ὑβρίσας αὐτὸν καὶ πρῶτος λοιδορήσας, ὥστε καὶ τοὺς ἄλλους ἐκ τούτου χαριεῖσθαί οἱ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι, ἔπειτα καὶ ἐνεκωμίαζε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ’ οἷς εἰρή‐
5κεσαν. καὶ ἐκείνους τε ἅμα ὡς ἐχθροὺς τοῦ Τιβερίου διὰ τὰς βλασφημίας, καὶ τοὺς ἐπαινοῦντάς πῃ αὐτὸν ὡς καὶ φίλους, ἐμίσει.

59

.

4

.

3

τά τε τῆς ἀσεβείας ἐγκλήματα παύσας πλείστους ὅσους ἐπ’ αὐ‐ τοῖς ἀπώλεσε. καὶ τοῖς συστᾶσιν ἐπί τε τὸν πατέρα καὶ ἐπὶ τὴν μητέρα τούς τε ἀδελφοὺς αὐτοῦ τήν τε ὀργὴν ἀφείς, ὡς ἔλεγε, καὶ τὰ γράμματα αὐτῶν καταφλέξας, παμπληθεῖς ἐξ αὐτῶν ἀπέκτεινε·
5διέφθειρε μὲν γὰρ ὡς ἀληθῶς γράμματά τινα, οὐ μέντοι κἀκεῖνα τὰ αὐτόχειρα 〈τὰ〉 τὸν ἀκριβῆ ἔλεγχον ἔχοντα, ἀλλὰ ἀντίγραφα

59

.

4

.

4

αὐτῶν ποιήσας. πρὸς δὲ τούτοις εἰκόνας τε ἀπαγορεύσας κατ’ ἀρχὰς μηδένα αὑτοῦ ἱστάναι, καὶ ἐς ἀγαλμάτων ποίησιν προεχώ‐ ρησε, καὶ ψηφισθέν ποτε τῇ τύχῃ αὐτοῦ θύεσθαι παρέμενος, ὥστε καὶ ἐς στήλην αὐτὸ τοῦτ’ ἐγγραφῆναι, καὶ ναοὺς ἑαυτῷ καὶ θυσίας

59

.

4

.

5

ὡς καὶ θεῷ γίγνεσθαι ἐκέλευσε. πλήθει τε ἀνθρώπων καὶ ἐρη‐ μίᾳ αὖ ἔχαιρεν, αἰτούμενός τέ τι καὶ μὴ αἰτούμενος αὖ ὠργίζετο.
ὀξύτατά τε πρὸς πράξεις τινὰς ἐφέρετο, καὶ νωθέστατα ἔστιν ἃς αὐτῶν μετεχειρίζετο. τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε
5καὶ ῥυπαρώτατα ἠργυρολόγει. τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς

59

.

4

.

6

παρρησιαζομένοις τι καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας οὐκ ἐκόλασε, πολλοὺς δὲ μηδὲ ἀδικήσαν‐ τας ἀπέσφαξε. τῶν τε ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε τοὺς δὲ ὑπερύβριζεν. ὥστε μηδένα μήθ’ ὅ τι εἰπεῖν μήθ’ ὅ τι ποιῆσαι
5χρὴ πρὸς αὐτὸν εἰδέναι, ἀλλ’ ὅσοι τι καὶ κατώρθωσαν, ἐκ συν‐ τυχίας μᾶλλον ἢ γνώμης τυχεῖν αὐτοῦ.

59

.

5

.

1

τοιούτῳ μὲν τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, το‐ σοῦτον παρὰ τὰ τοῦ Γαΐου ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκεῖνα

59

.

5

.

2

παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε καὶ ὑπηρέταις τοῖς ἄλλοις πρός γε τὸ αὑτοῦ βούλημα ἐχρῆτο, Γάιος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδού‐ λευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ τὴν σκηνὴν
5ἔχουσι· τὸν γοῦν Ἀπελλῆν τὸν εὐδοκιμώτατον τῶν τότε τραγῳδῶν

59

.

5

.

3

καὶ ἐν τῷ δημοσίῳ συνόντα οἱ ἀεὶ εἶχε. κἀκ τούτου χωρὶς μὲν αὐτὸς χωρὶς δὲ ἐκεῖνοι, πάνθ’ ὅσα 〈ἂν〉 ἄνθρωποι τοιοῦτοι δυνηθέν‐ τες τι τολμήσειαν, ἐπ’ ἐξουσίας ἐποίουν. καὶ γὰρ τὰ ἄλλα τὰ ἐς τὴν ἐπιτήδευσιν αὐτῶν φέροντα αὐτός τε πολυτελέστατα ἐπὶ πάσῃ προ‐
5φάσει καὶ διετίθει καὶ καθίστατο καὶ τοὺς στρατηγοὺς τούς τε ὑπάτους ποιεῖν ἠνάγκαζεν, ὥστε καθ’ ἑκάστην ὀλίγου ἡμέραν πάν‐

59

.

5

.

4

τως τι τοιοῦτον ἄγεσθαι. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίγνετο, συνεσπούδαζέ τέ τισι καὶ ἀντεστασίαζεν ὥσπερ τις ἐκ τοῦ ὁμίλου ὤν· καί ποτε δυσκολάνας τι τοῖς ἀντικαθεστη‐ κόσιν οὐκ ἀπήντησεν ἐπὶ τὴν θέαν. προϊόντος δὲ δὴ τοῦ χρόνου

59

.

5

.

5

καὶ ἐς ζήλωμα καὶ ἐς ἀγώνισμα πολλῶν προῆλθεν· ἅρματά τε γὰρ ἤλασε καὶ ἐμονομάχησεν ὀρχήσει τε ἐχρήσατο καὶ τραγῳδίαν ὑπε‐ κρίνατο. καὶ ταῦτα μέν που ἀεὶ ἐποίει, ἅπαξ δέ ποτε τοὺς πρώτους τῆς γερουσίας σπουδῇ νυκτὸς ὡς καὶ ἐπ’ ἀναγκαῖόν τι βούλευμα
5μεταπεμψάμενος ὠρχήσατο.

59

.

6

.

1

ἐν μὲν οὖν τῷ ἔτει ἐν ᾧ ὅ τε Τιβέριος ἐτελεύτησε καὶ αὐτὸς ἐς τὴν ἡγεμονίαν ἀντικατέστη, πρῶτον μὲν τοὺς βουλευτάς, παρόν‐ των ἐν τῷ συνεδρίῳ καὶ ἱππέων τοῦ τε δήμου τινῶν, πολλὰ ἐκολά‐ κευσε, τήν τε γὰρ ἀρχὴν κοινώσειν σφίσι καὶ πάνθ’ ὅσα ἂν καὶ
5ἐκείνοις ἀρέσῃ ποιήσειν ὑπέσχετο, καὶ υἱὸς καὶ τρόφιμος αὐτῶν

59

.

6

.

2

λέγων εἶναι. ἦγε δὲ πέμπτον καὶ εἰκοστὸν ἔτος, ἡμερῶν τεσσάρων καὶ μηνῶν πέντε ἐπιδέον. ἔπειτα τοὺς ἐν τῷ δεσμωτηρίῳ ὄντας ἀπέλυσεν, ὧν εἷς ἦν Κύιντος Πομπώνιος ἑπτὰ ὅλοις ἔτεσιν ἐν τῷ οἰκήματι μεθ’ ὑπατείαν κακωθείς· τά τε ἐγκλήματα τῆς ἀσεβείας,

59

.

6

.

3

οἷσπερ καὶ τὰ μάλιστα πονουμένους σφᾶς ἑώρα, κατέλυσε, καὶ τὰ γράμματα τὰ περὶ αὐτῶν, ὅσα ὁ Τιβέριος κατελελοίπει, συννήσας, ὥς γε ἐσκήπτετο, κατέκαυσεν, εἰπὼν ὅτι “τοῦτ’ ἐποίησα ἵνα μηδ’ ἂν πάνυ ἐθελήσω ποτὲ διά τε τὴν μητέρα καὶ διὰ τοὺς ἀδελφοὺς

59

.

6

.

4

μνησικακῆσαί τινι, δυνηθῶ αὐτὸν τιμωρήσασθαι”. ἐπαινούμενός τε ἐπὶ τούτοις, ἐπειδὴ καὶ ἠλπίζετο παντὸς μᾶλλον ἀληθεύσειν ἅτε μηδὲν διπλοῦν ὑπὸ τῆς νεότητος ἢ φρονεῖν ἢ λέγειν δύνασθαι νο‐ μιζόμενος, προσεπηύξησε τὰς ἐλπίδας αὐτῶν τά τε Κρόνια ἐπὶ πέντε
5ἡμέρας ἑορτάζεσθαι κελεύσας, καὶ ὀβολὸν παρ’ ἑκάστου τῶν τὸ σιτηρέσιον φερόντων, ἀντὶ τῆς δραχμῆς ἣν ἐς εἰκόνων ποίησιν ἐδί‐

59

.

6

.

5

δοσαν αὐτῷ, λαβών, ἐψηφίσθη μὲν οὖν καὶ παραχρῆμα αὐτὸν ὑπατεῦσαι, καταλυθέντων τοῦ τε Πρόκλου καὶ τοῦ Νιγρίνου τῶν τότε ἀρχόντων, καὶ μετὰ τοῦτο κατ’ ἔτος ὑπατεύειν· οὐ μὴν καὶ προσεδέξατο αὐτά, ἀλλ’ ἐπειδὴ ἐκεῖνοι τὸν ἕκμηνον ἐς ὃν ἀπεδεδεί‐
5χατο διῆρξαν, οὕτω δὴ καὶ αὐτὸς ὑπάτευσε, τὸν Κλαύδιον τὸν

59

.

6

.

6

θεῖον προσλαβών· οὗτος γὰρ ἔν τε τοῖς ἱππεῦσι μέχρι τότε ἐξετα‐
ζόμενος, καὶ πρεσβευτὴς πρὸς τὸν Γάιον μετὰ τὸν τοῦ Τιβερίου θάνατον ὑπὲρ τῆς ἱππάδος πεμφθείς, τότε πρῶτον, καίπερ ἓξ καὶ τεσσαράκοντα ἔτη βεβιωκώς, καὶ ὑπάτευσεν ἅμα καὶ ἐβούλευσεν.

59

.

6

.

7

ὁ δ’ οὖν Γάιος ταῦτά τε ἐπιεικῶς ποιῆσαι ἔδοξε, καὶ τοιαῦτα ἐπι‐ βὰς τῆς ὑπατείας ἐν τῷ βουλευτηρίῳ ἐδημηγόρησε, τοῦ τε Τιβε‐ ρίου καθ’ ἕκαστον ὧν ᾐτιάζετο κατατρέχων καὶ περὶ ἑαυτοῦ πολλὰ ἐπαγγελλόμενος, ὥστε τὴν γερουσίαν, φοβηθεῖσαν μὴ μεταβάληται,
5δόγμα ποιῆσαι κατ’ ἔτος αὐτὰ ἀναγιγνώσκεσθαι.

59

.

7

.

1

ἐκ δὲ τούτου τὸ ἡρῷον τὸ τοῦ Αὐγούστου ὡσίωσε, τὴν ἐπινί‐ κιον στολὴν ἐνδύς. καὶ οἵ τε εὐγενέστατοι παῖδες, ὅσοι γε καὶ ἀμ‐ φιθαλεῖς ἦσαν, μετὰ παρθένων ὁμοίων τὸν ὕμνον ᾖσαν, καὶ ἡ βουλὴ σὺν ταῖς γαμεταῖς σφων ὅ τε δῆμος εἱστιάθη, θέαι τε παντοδαπαὶ

59

.

7

.

2

ἐγένοντο. τά τε γὰρ τῆς μουσικῆς ἐχόμενα ἐσήχθη, καὶ ἵπποι δύο ἡμέραις ἠγωνίσαντο, τῇ μὲν προτέρᾳ εἰκοσάκις, τῇ δ’ ὑστέρᾳ καὶ τετταρακοντάκις διὰ τὸ τὰ γενέθλια αὐτοῦ τὴν ἡμέραν ἐκείνην

59

.

7

.

3

εἶναι· ἦν γὰρ ἡ τελευταία τοῦ Αὐγούστου. καὶ τοῦτο μὲν καὶ ἐπ’ ἄλλων πολλῶν, ὥς που καὶ ἔδοξεν αὐτῷ, ἐποίησε· πρότερον γὰρ οὐ πλείω τῶν δέκα ἄθλων ἐτίθετο, τότε δὲ καὶ ἄρκτους τε‐

59

.

7

.

4

τρακοσίας μεθ’ ἑτέρων Λιβυκῶν θηρίων ἴσων ἀπέκτεινε. καὶ οἵ τε εὐγενεῖς παῖδες τὴν Τροίαν ἵππευσαν, καὶ τὸ ἅρμα τὸ πομ‐ πικὸν ἐφ’ οὗ ἤχθη ἓξ ἵπποι εἵλκυσαν· ὃ μηπώποτε ἐγεγόνει. οὐ μέντοι καὶ αὐτὸς τοῖς ἡνιόχοις ἀπεσήμηνεν, ἀλλ’ ἐκ προεδρίας
5μετά τε τῶν ἀδελφῶν καὶ μετὰ τῶν συνιερέων τῶν Αὐγουστείων

59

.

7

.

5

συνεθεάσατο. ὅπως τε μηδεμία τινὶ τοῦ μὴ συμφοιτᾶν ἐς τὰ θέατρα πρόφασις εἴη (καὶ γὰρ ἤσχαλλε δεινῶς εἴ τις αὐτῶν ἀπε‐ λείπετο ἢ καὶ μεσούσης τῆς θέας ἐξανίστατο), τάς τε δίκας ἁπά‐ σας ἀνεβάλετο καὶ τὰ πένθη πάντα ἐπέσχεν, ὥστε καὶ ταῖς γυναιξὶ
5ταῖς τῶν ἀνδρῶν ἐστερημέναις γαμεῖσθαι καὶ πρὸ τοῦ καθήκοντος

59

.

7

.

6

χρόνου, ἄν γε μὴ ἐν γαστρὶ ἔχωσιν, ἐξεῖναι. καὶ ἵνα μετὰ ῥᾳστώ‐ νης βαδίζοιεν καὶ μὴ πράγματα ἔχοιεν ἀσπαζόμενοί τινες αὐτόν
(πρότερον γὰρ καὶ ἐν ταῖς ὁδοῖς τὸν αὐτοκράτορα οἱ συντυγχάνον‐

59

.

7

.

7

τές οἱ προσηγόρευον), ἀπεῖπε μηδένα ἔτι τοῦτο ποιεῖν. καὶ ἐξῆν καὶ ἀνυποδήτοις 〈τοῖσ〉 βουλομένοις θεάσασθαι, νομιζόμενον μέν που ἀπὸ τοῦ πάνυ ἀρχαίου καὶ δικάζειν τινὰς ἐν τῷ θέρει οὕτως, καὶ πολλάκις καὶ ὑπὸ τοῦ Αὐγούστου ἐν ταῖς θεριναῖς πανηγύρεσι

59

.

7

.

8

γενόμενον, ἐκλειφθὲν δὲ ὑπὸ τοῦ Τιβερίου. τά τε προσκεφάλαια τοῖς βουλευταῖς, ὅπως μὴ ἐπὶ γυμνῶν τῶν σανίδων καθίζωνται, πρῶτον τότε ὑπετέθη· καὶ πίλους σφίσι τὸν Θετταλικὸν τρόπον ἐς τὰ θέατρα φορεῖν, ἵνα μὴ τῇ ἡλιάσει ταλαιπωρῶνται, ἐπετράπη.
5καὶ εἴγε ποτὲ ἐς ὑπερβολὴν ἐπέφλεξε, τῷ διριβιτωρίῳ ἀντὶ τοῦ θεάτρου ἰκριωμένῳ ἐχρῶντο.

59

.

7

.

9

ταῦθ’ οὕτως ἐν τῇ ὑπατείᾳ ἔπραξε, δύο τε μησὶ καὶ ἡμέραις δώδεκα αὐτὴν σχών· τὸν γὰρ λοιπὸν τοῦ ἑξαμήνου χρόνον τοῖς

59

.

8

.

1

προαποδεδειγμένοις ἐς αὐτὴν ἀπέδωκε. μετὰ δὲ τοῦτο νοσήσας αὐτὸς μὲν οὐκ ἀπέθανε, τὸν δὲ δὴ Τιβέριον, καίπερ ἔς τε τοὺς ἐφήβους ἐσγραφέντα καὶ τῆς νεότητος προκριθέντα καὶ τέλος ἐσποι‐ ηθέντα, ἀνεχρήσατο, ἔγκλημα αὐτῷ ἐπαγαγὼν ὡς καὶ τελευτῆσαι
5αὐτὸν καὶ εὐξαμένῳ καὶ προσδοκήσαντι. ἀφ’ οὗ καὶ ἄλλους γε

59

.

8

.

2

συχνοὺς ἐφόνευσεν. ὁ γὰρ Ἀντιόχῳ τε τῷ Ἀντιόχου τὴν Κομμα‐ γηνήν, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, καὶ προσέτι καὶ τὰ παραθαλάσσια τῆς Κιλικίας δούς, καὶ Ἀγρίππαν τὸν τοῦ Ἡρώδου ἔγγονον λύσας τε (ὑπὸ γὰρ τοῦ Τιβερίου ἐδέδετο) καὶ τῇ τοῦ πάππου ἀρχῇ προσ‐
5τάξας, τὸν ἀδελφὸν ἢ καὶ τὸν υἱὸν οὐχ ὅτι τῶν πατρῴων ἀπεστέ‐ ρησεν, ἀλλὰ καὶ κατέσφαξε. καὶ οὐδὲ ἐπέστειλέ τι περὶ αὐτοῦ τῇ βουλῇ· ὅπερ που καὶ ἐπ’ ἄλλων μετὰ τοῦτο πολλῶν ἐποίησεν.

59

.

8

.

3

ἐκεῖνος μὲν οὖν ὡς καὶ τῇ ἀρρωστίᾳ αὐτοῦ ἐφεδρεύσας ἀπώλετο, Πούπλιος δὲ Ἀφράνιος Ποτῖτος δημότης τε ὢν καὶ ὑπὸ μωρᾶς κολακείας οὐ μόνον ἐθελοντὴς ἀλλὰ καὶ ἔνορκος, ἄν γε ὁ Γάιος σωθῇ, τελευτήσειν ὑποσχόμενος, Ἀτάνιός τέ τις Σεκοῦνδος ἱππεύς
5τε ὢν καὶ μονομαχήσειν ἐπαγγειλάμενος· ἀντὶ γὰρ τῶν χρημάτων ἃ ἤλπιζον παρ’ αὐτοῦ ὡς καὶ ἀντίψυχοί οἱ ἀποθανεῖν ἐθελήσαντες
λήψεσθαι, ἀποδοῦναι τὴν ὑπόσχεσιν ἠναγκάσθησαν, ἵνα μὴ ἐπιορ‐

59

.

8

.

4

κήσωσι. καὶ τούτοις μὲν αὕτη αἰτία τοῦ θανάτου ἐγένετο· ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μᾶρκος Σιλανὸς οὔθ’ ὑποσχόμενός τι οὔτε κατ‐ ομόσας, ὅμως ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν καὶ διὰ τοῦτο περιυβρίζετο, ἑαυτὸν κατεχρήσατο.

59

.

8

.

5

ὁ μὲν γὰρ Τιβέριος οὕτως αὐτὸν ἐτίμησεν ὥστε μηδὲ ἔκκλητόν ποτε ἀπ’ αὐτοῦ δικάσαι ἐθελῆσαι, ἀλλ’ ἐκείνῳ πάντα αὖθις τὰ τοιαῦτα ἐγχειρίσαι· ὁ δὲ δὴ Γάιος τά τε ἄλλα ἰσχυρῶς προεπηλά‐ κιζε, καίτοι οὕτω καλῶς περὶ αὐτοῦ φρονῶν ὥστε καὶ χρυσοῦν αὐ‐

59

.

8

.

6

τὸν πρόβατον ὀνομάζειν, καὶ ὅπως μηκέτι πρῶτος ἐπιψηφίζηται, ἐν ᾧ που καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ ἀξίωμα ὑφ’ ἁπάντων τῶν ὑπάτων ἐτιμᾶτο, κατέλυσε τὸ πρῶτόν τινα τῶν ὑπατευκότων ἢ δεύτερον, πρὸς τὸ τοῖς τὴν γνώμην ἐπάγουσι δοκοῦν, ψηφίζεσθαι,
5καὶ κατεστήσατο ἐκ τοῦ ἴσου τοῖς ἄλλοις καὶ ἐκείνους ἐν τῇ τάξει

59

.

8

.

7

τῆς ἀρχῆς ἣν ἦρξαν ἀποφαίνεσθαι. τήν τε θυγατέρα αὐτοῦ ἐκ‐ βαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίλλαν, ἣν ἥρπασεν ἐν αὐτοῖς τοῖς γάμοις οὓς τῷ ἠγγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πίσωνι συν‐ εώρταζε. πρὶν δὲ δύο μῆνας ἐξελθεῖν, ἀμφοτέρους σφᾶς ὡς καὶ

59

.

8

.

8

συγγιγνομένους ἀλλήλοις ἐξώρισε· καὶ τῷ γε Πίσωνι δέκα δού‐ λους ἐπαγαγέσθαι ἐπιτρέψας, εἶτ’ ἐπειδὴ πλείονας ᾐτήσατο, ἐφῆκεν ὅσοις ἂν ἐθελήσῃ χρήσασθαι, εἰπὼν ὅτι “καὶ στρατιῶται τοσοῦτοί σοι συνέσονται.”

59

.

9

.

1

τῷ δ’ ἑξῆς ἔτει ὕπατοι Μᾶρκος τε Ἰουλιανὸς καὶ Πούπλιος Νώνιος ἐκ τῶν προαποδεδειγμένων ἐγένοντο. καὶ οἱ ὅρκοι περὶ μὲν τῶν ὑπὸ τοῦ Τιβερίου πραχθέντων οὐκ ἐπήχθησαν, καὶ διὰ τοῦτο
οὐδὲ νῦν γίγνονται (οὐ γὰρ ἔστιν ὅστις αὐτὸν ἐν τοῖς αὐταρχήσασιν

59

.

9

.

2

ἐς τὴν τῆς οἰκείας νόμισιν καταλέγει)· περὶ δὲ δὴ τοῦ Αὐγούστου τοῦ τε Γαΐου τά τε ἄλλα ὥσπερ εἴθιστο, καὶ ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν τέκνων καὶ ἐκεῖνον καὶ τὰς ἀδελφὰς αὐτοῦ προτιμήσουσιν, ὤμοσαν, [καὶ] τάς τε εὐχὰς ὑπὲρ πάντων αὐτῶν ὁμοίως ἐποιήσαντο.

59

.

9

.

3

ἐν δ’ οὖν τῇ νουμηνίᾳ αὐτῇ Μαχάων τις δοῦλος ἐπί τε τὴν κλίνην τοῦ Διὸς τοῦ Καπιτωλίου ἐπανέβη, κἀντεῦθεν πολλὰ καὶ δεινὰ ἀπομαντευσάμενος κυνίδιόν τέ τι ὃ ἐσενηνόχει ἀπέκτεινε καὶ ἑαυτὸν

59

.

9

.

4

ἔσφαξε. Γάιος δὲ καλὰ μὲν ἐπαίνου τε ἄξια τάδε ἔπραξε. τούς τε λογισμοὺς τῶν δημοσίων χρημάτων, μὴ ἐκτεθειμένους ἐν τῷ χρόνῳ ᾧ ὁ Τιβέριος ἐξεδήμησε, πάντας κατὰ τὸν Αὔγουστον προέγραψε· καὶ ἔμπρησίν τινα μετὰ τῶν στρατιωτῶν κατασβέσας

59

.

9

.

5

ἐπήρκεσε τοῖς ζημιωθεῖσι. τοῦ τε τέλους τοῦ τῶν ἱππέων ὀλιγαν‐ δροῦντος, τοὺς πρώτους ἐξ ἁπάσης καὶ τῆς ἔξω ἀρχῆς τοῖς τε γένεσι καὶ ταῖς περιουσίαις μεταπεμψάμενος κατελέξατο, καί τισιν αὐτῶν καὶ τῇ ἐσθῆτι τῇ βουλευτικῇ, καὶ πρὶν ἄρξαι τινὰ ἀρχὴν δι’ ἧς
5ἐς τὴν γερουσίαν ἐσερχόμεθα, χρῆσθαι ἐπὶ τῇ τῆς βουλείας ἐλπίδι ἔδωκε· πρότερον γὰρ μόνοις, ὡς ἔοικε, τοῖς ἐκ τοῦ βουλευτικοῦ

59

.

9

.

6

φύλου γεγενημένοις τοῦτο ποιεῖν ἐξῆν. ταῦτα μὲν δὴ πᾶσιν ἤρεσεν· ὅτι 〈δὲ〉 τὰς ἀρχαιρεσίας τῷ τε δήμῳ καὶ τῷ πλήθει ἀπέδωκε, λύσας ὅσα περὶ αὐτῶν ὁ Τιβέριος ὡρίκει, καὶ τὸ τέλος τῆς ἑκατοστῆς κατέλυσε, γυμνικόν τέ τινα ἀγῶνα ποιήσας σύμβολα διέρριψε καὶ

59

.

9

.

7

ἐξ αὐτῶν πλεῖστα τοῖς ἁρπάσασιν αὐτὰ διέδωκε, τῷ μὲν φαύλῳ ἐχαρίσατο, τοὺς δ’ ἔμφρονας ἐλύπησε λογισαμένους ὅτι, ἐὰν ἐπὶ τοῖς πολλοῖς αἱ ἀρχαὶ αὖθις γένωνται καὶ τὰ ὄντα ἐξαναλωθῇ αἵ

59

.

10

.

1

τε εἰδικαὶ πρόσοδοι παυθῶσι, πολλὰ καὶ δεινὰ συμβήσεται. ἐπαίτια
δὲ δὴ πρὸς πάντων ὁμοίως τάδε ἐξειργάσατο. πλείστους ὅσους ὁπλομαχῆσαι ἐποίησε. καὶ γὰρ καὶ καθ’ ἕνα καὶ ἀθρόους, ὥσπερ ἐν παρατάξει τινί, ἀγωνίσασθαί σφας ἠνάγκασε, παρὰ τῆς βουλῆς

59

.

10

.

2

δὴ τοῦτο αἰτήσας· τὸ δὲ καὶ ἔξω τοῦ νενομοθετημένου πάνθ’ ὅσα βούλοιτο δρᾶσαι, καὶ ἀποκτεῖναι τῶν τε ἄλλων πολλοὺς καὶ τῶν ἱππέων ἓξ καὶ εἴκοσι, τοὺς μὲν τὰς οὐσίας κατεδηδοκότας, τοὺς δὲ καὶ ἄλλως ὁπλομαχίαν ἠσκηκότας. ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολ‐
5λυμένων οὕτω τι δεινόν, καίπερ δεινὸν ὄν, ἀλλ’ ὅτι τοῖς τε φόνοις

59

.

10

.

3

αὐτῶν ὑπερέχαιρε καὶ τῆς τοῦ αἵματος θέας ἀπλήστως εἶχεν. ὑπὸ δὲ δὴ τῆς αὐτῆς ὠμότητος, ἐπιλιπόντων ποτὲ τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προσ‐ εστηκότος συναρπασθῆναί τέ τινας καὶ παραβληθῆναί σφισιν· καὶ
5ὅπως γε μήτε ἐπιβοήσασθαι μήτε αἰτιάσασθαί τι δυνηθῶσι, τὰς

59

.

10

.

4

γλώσσας αὐτῶν προαπέτεμε. τῶν τε ἱππέων τινὰ ἐπιφανῶν μο‐ νομαχῆσαί τε ὡς καὶ ὑβρίσαντα τὴν μητέρα αὐτοῦ τὴν Ἀγριππῖ‐ ναν ἠνάγκασε, καὶ νικήσαντα κατηγόροις παρέδωκε καὶ ἀπέσφαξε. τόν τε πατέρα αὐτοῦ μηδὲν ἀδικήσαντα ἔς τε γαλεάγραν, ὥσπερ

59

.

10

.

5

καὶ ἄλλους συχνούς, καθεῖρξε κἀνταῦθα διέφθειρεν. ἐποίησε δὲ τοὺς ἀγῶνας τούτους τὰ μὲν πρῶτα ἐν τοῖς Σέπτοις, πᾶν τὸ χωρίον ἐκεῖνο ἐξορύξας καὶ ὕδατος πληρώσας, ἵνα μίαν ναῦν ἐσαγάγῃ, ἔπειτα δὲ καὶ ἑτέρωθι, πλεῖστά τε καὶ μέγιστα οἰκοδομήματα καθ‐
5ελὼν καὶ ἰκρία πηξάμενος· τὸ γὰρ τοῦ Ταύρου θέατρον ὑπερ‐

59

.

10

.

6

εφρόνησε. τούτων τε οὖν ἕνεκα καὶ διὰ τὰς δαπάνας καὶ διὰ τοὺς φόνους αἰτίαν εἶχε, καὶ ὅτι τὸν Μάκρωνα μετὰ τῆς Ἐννίας, μήτε τοῦ ταύτης ἔρωτος μήτε τῶν ἐκείνου εὐεργετημάτων, δι’ ὧν τά τε ἄλλα καὶ τὴν ἀρχὴν αὐτῷ μόνῳ συγκατέπραξε, μνησθείς, ἔς τε
5ἑκουσίου δὴ θανάτου ἀνάγκην, καίπερ καὶ τὴν Αἴγυπτόν οἱ προσ‐ τάξας, καὶ ἐς αἰσχύνην, ἧς αὐτὸς τὸ πλεῖστον μετεῖχε, κατέστησε·

59

.

10

.

7

προαγωγείας γὰρ ἔγκλημα αὐτῷ πρὸς τοῖς ἄλλοις ἐπήγαγε. κἀκ τούτου καὶ ἕτεροι πολλοὶ 〈οἱ〉 μὲν καταψηφισθέντες οἱ δὲ καὶ πρὶν ἁλῶναι ἐφονεύθησαν, πρόφασιν μὲν διά τε τοὺς γονέας καὶ διὰ τοὺς ἀδελφοὺς αὐτοῦ τούς τε ἄλλους τοὺς δι’ ἐκείνους ἀπολομένους,
5τὸ δ’ ἀληθὲς διὰ τὰς οὐσίας· οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο καὶ

59

.

10

.

8

οὐδὲν αὐτῷ ἐξήρκει. ἠλέγχοντο δὲ καὶ ἐκ τῶν καταμαρτυρούντων σφῶν καὶ ἐκ τῶν γραμμάτων ἃ κατακεκαυκέναι ποτὲ ἔφη. καὶ ἑτέρους ἥ τε νόσος ἡ τῷ προτέρῳ ἔτει οἱ συμβᾶσα καὶ ὁ τῆς Δρου‐ σίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος ἔφθειρε· τά τε γὰρ ἄλλα, καὶ
5εἴ τις εἱστίασεν ἢ ἠσπάσατό τινα ἢ καὶ ἐλούσατο ἐν ταῖς ἡμέραις, ἐκολάζετο.

59

.

11

.

1

τῇ δὲ Δρουσίλλῃ συνῴκει μὲν Μᾶρκος Λέπιδος, παιδικά τε ἅμα αὐτοῦ καὶ ἐραστὴς ὤν, συνῆν δὲ καὶ ὁ Γάιος· καὶ αὐτὴν ἀπο‐ θανοῦσαν τότε ἐπῄνεσε μὲν ὁ ἀνήρ, δημοσίας δὲ ταφῆς ὁ ἀδελφὸς

59

.

11

.

2

ἠξίωσε· καὶ οἵ τε δορυφόροι μετὰ τοῦ ἄρχοντός σφων καὶ χωρὶς οἱ ἱππῆς τὸ τέλος ..., οἵ τε εὐγενεῖς παῖδες τὴν Τροίαν περὶ τὸν τάφον αὐτῆς περιίππευσαν, καί οἱ τά τε ἄλλα ὅσα τῇ γε Λιουίᾳ ἐδέδοτο ἐψηφίσθη, καὶ ἵν’ ἀθανατισθῇ καὶ ἐς τὸ βουλευτήριον
5χρυσῆ ἀνατεθῇ, καὶ ἐς τὸ ἐν τῇ ἀγορᾷ Ἀφροδίσιον ἄγαλμα αὐτῆς

59

.

11

.

3

ἰσομέτρητον τῷ τῆς θεοῦ ἐπὶ ταῖς ὁμοίαις τιμαῖς ἱερωθῇ, σηκός τε ἴδιος οἰκοδομηθῇ, καὶ ἱερῆς εἴκοσιν οὐχ ὅτι ἄνδρες ἀλλὰ καὶ γυναῖκες γένωνται, αἵ τε γυναῖκες αὐτήν, ὁσάκις ἂν μαρτυρῶσί τι, ὀμνύωσι, καὶ ἐν τοῖς γενεσίοις αὐτῆς ἑορτή τε ὁμοία τοῖς Με‐
5γαλησίοις ἄγηται καὶ ἡ γερουσία ἥ τε ἱππὰς ἑστιᾶται. τότε οὖν Πάνθεά τε ὠνομάζετο καὶ τιμῶν δαιμονίων ἐν πάσαις ταῖς πόλε‐

59

.

11

.

4

σιν ἠξιοῦτο, Λίουιός τέ τις Γεμίνιος βουλευτὴς ἔς τε τὸν οὐρανὸν αὐτὴν ἀναβαίνουσαν καὶ τοῖς θεοῖς συγγιγνομένην ἑορακέναι ὤμο‐ σεν, ἐξώλειαν καὶ ἑαυτῷ καὶ τοῖς παισίν, εἰ ψεύδοιτο, ἐπαρασά‐
μενος τῇ τε τῶν ἄλλων θεῶν ἐπιμαρτυρίᾳ καὶ τῇ αὐτῆς ἐκείνης·

59

.

11

.

5

ἐφ’ ᾧ πέντε καὶ εἴκοσι μυριάδας ἔλαβε. τούτοις τε οὖν αὐτὴν ὁ Γάιος ἐτίμησε, καὶ τῷ τὰς πανηγύρεις τὰς τότε ὀφειλούσας γενέ‐ σθαι μήτε ἐν τῷ νενομισμένῳ χρόνῳ, πλὴν τῆς ὁσίας ἕνεκα, μήτ’ αὖθίς ποτε ποιηθῆναι. αἰτίαν τε πάντες ὁμοίως εἶχον, εἴθ’ ἥσθη‐
5σαν ἐπί τινι ὡς λυπούμενοι, εἴτε καὶ ὡς χαίροντες ἔπραξαν· ἢ γὰρ μὴ πενθεῖν αὐτὴν ὡς ἄνθρωπον ἢ θρηνεῖν ὡς θεὸν ἐνεκα‐

59

.

11

.

6

λοῦντο. πάρεστι δὲ ἐξ ἑνὸς πάντα τὰ τότε γενόμενα τεκμήρασθαι·

59

.

12

.

1

τὸν γὰρ πωλήσαντα θερμὸν ὕδωρ ἀπέκτεινεν ὡς ἀσεβήσαντα. δια‐ λιπὼν δ’ οὖν ὀλίγας ἡμέρας ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥήγουλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκά‐ σας, μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. καὶ εὐθύς
5γε καὶ ἐκείνην ἐξήλασεν.

59

.

12

.

2

ἐν δὲ τούτῳ Σοαίμῳ μὲν τὴν τῶν Ἰτυραίων τῶν Ἀράβων, Κότυϊ δὲ τήν τε Ἀρμενίαν τὴν σμικροτέραν καὶ μετὰ τοῦτο καὶ τῆς Ἀραβίας τινά, τῷ τε Ῥυμητάλκῃ τὰ τοῦ Κότυος καὶ Πολέμωνι τῷ τοῦ Πολέμωνος υἱεῖ τὴν πατρῴαν ἀρχήν, ψηφισαμένης δὴ τῆς
5βουλῆς, ἐχαρίσατο, ἔν τε τῇ ἀγορᾷ καὶ ἐπὶ τοῦ βήματος ἐν δίφρῳ μεταξὺ τῶν ὑπάτων καθεζόμενος, καὶ παραπετάσμασι σηρικοῖς, ὥς

59

.

12

.

3

γέ τινές φασι, χρησάμενος. καὶ μετὰ τοῦτο πηλὸν πολὺν ἐν στε‐ νωπῷ τινι ἰδὼν ἐκέλευσεν αὐτὸν ἐς τὸ τοῦ Οὐεσπασιανοῦ τοῦ Φλαουίου ἱμάτιον, ἀγορανομοῦντός τε τότε καὶ τῆς τῶν στενωπῶν καθαριότητος ἐπιμελουμένου, ἐμβληθῆναι. καὶ τοῦτο οὕτω πρα‐
5χθὲν παραχρῆμα μὲν ἐν οὐδενὶ λόγῳ ὤφθη, ὕστερον δὲ τοῦ Οὐεσ‐ πασιανοῦ τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος τε καὶ καταστησαμένου ἔδοξεν οὐκ ἀθεεὶ γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν ὁ Γάιος πρὸς ἐπανόρθωσιν ἐγκεχειρικέναι.

59

.

13

.

1

μετὰ δὲ τοῦτο ὑπατεύσας αὖθις τὸν μὲν τοῦ Διὸς ἱερέα ἐκώ‐ λυσεν ἐν τῷ συνεδρίῳ ὀμόσαι (ἰδίᾳ γὰρ καὶ τότε, ὥσπερ ἐπὶ τοῦ Τιβερίου, τὸν ὅρκον ἐποιοῦντο), αὐτὸς δὲ καὶ ἐνιστάμενος ἐς τὴν ἀρχὴν καὶ ἀπαλλαττόμενος ἀπ’ αὐτῆς ἐξ ἴσου τοῖς ἄλλοις ἀπὸ
5τοῦ βήματος, ὃ δὴ καὶ μεῖζον τοῦ προτέρου ἐπεποίητο, ὤμοσε.

59

.

13

.

2

τριάκοντα δὲ δὴ ἡμέρας ἦρξε, καίτοι Λουκίῳ Ἀπρωνίῳ τῷ συνάρ‐ χοντι ἓξ μῆνας ἐπιτρέψας· καὶ αὐτὸν Σαγκυΐνιος Μάξιμος πολι‐ αρχῶν διεδέξατο. καὶ ἔν τε ἐκείναις καὶ ἐν ταῖς ἔπειτα πολλοὶ μὲν τῶν πρώτων καταδικασθέντες (συχνοὶ γὰρ δὴ καὶ τῶν ἐκ τοῦ δεσμω‐
5τηρίου ἀφειμένων, δι’ αὐτὰ ἐκεῖνα δι’ ἃ ὑπὸ τοῦ Τιβερίου ἐδέδεντο, ἐκολάσθησαν) πολλοὶ δὲ καὶ τῶν ἄλλων μονομαχήσαντες ἀπώλοντο.

59

.

13

.

3

καὶ ἦν ἔξω τῶν φόνων οὐδέν· οὐδὲ γὰρ οὐδὲ τῷ πλήθει ἔτι τι ἐχαρίζετο, ἀλλὰ καὶ πάνυ πρὸς πάντα ὅσα ἐβούλετο ἀντέπραττε. καὶ διὰ τοῦτο καὶ ἐκεῖνοι πᾶσι τοῖς ἐπιθυμήμασιν αὐτοῦ ἀντέσπευ‐ δον, καὶ ἦν καὶ ἀκούειν καὶ ὁρᾶν οἷα ἂν ἐν τῷ τοιούτῳ ὁ μὲν

59

.

13

.

4

ὀργιζόμενος οἱ δ’ ἀνταγωνιζόμενοι καὶ εἴποιεν καὶ πράξειαν. οὐ μέντοι καὶ ἐξ ἴσου σφίσι τὸ πρᾶγμα ἐγίγνετο· οἱ μὲν γὰρ ἔξω τοῦ λαλεῖν ἢ καὶ τοῖς σχήμασί τι προσενδείκνυσθαι οὐδὲν ἐδύναντο, ὁ δὲ δὴ Γάιος συχνοὺς μὲν καὶ μεταξὺ θεωμένους κατασπῶν, συχνοὺς
5δὲ καὶ ἀπηλλαγμένους ἐκ τῶν θεάτρων συλλαμβάνων ἀπώλλυεν.

59

.

13

.

5

αἰτίαι δὲ ἐς τὰ μάλιστα τῆς ὀργῆς αὐτῷ ἐγίγνοντο ὅτι τε μὴ σπουδῇ συνεφοίτων (ἄλλοτε γὰρ ἄλλῃ ὥρᾳ παρὰ τὰ προηγγελμένα ἀπαν‐ τῶντος αὐτοῦ, καὶ τοτὲ μὲν ἔτι νυκτὸς τοτὲ δὲ καὶ μετὰ μεσημβρίαν ἐς τὰ θέατρα ἐσιόντος, ἀποκναιόμενοι ἐκακοῦντο) καὶ ὅτι μήτε ἀεὶ
5πάντας τοὺς ἀρέσκοντας αὐτῷ ἐπῄνουν καί τινας καὶ τῶν ἐναντίων

59

.

13

.

6

ἔστιν ὅτε ἐτίμων. καὶ προσέτι καὶ ἐπ’ ἐκείνῳ δεινῶς ἠγανάκτει ὅτι μεγαλύνοντες αὐτὸν ἐπεβόων “νεανίσκε Αὔγουστε·” οὐ γὰρ μακα‐ ρίζεσθαι ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ’ ἐγκαλεῖσθαι ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ τηλικαύτην ἀρχὴν εἶχεν ἡγεῖτο. καὶ ταῦτα μὲν ἀεὶ ἐποίει, καί
5ποτε παντὶ τῷ δήμῳ ἅμα ἀπειλῶν ἔφη “εἴθε ἕνα αὐχένα εἴχετε·”

59

.

13

.

7

τότε δὲ ἐπειδὴ παρωξύνθη τι οἷον εἰώθει, δυσχερᾶναν τὸ πλῆθος τῆς τε θέας ἠμέλησε καὶ ἐπὶ τοὺς συκοφαντοῦντας ἐτράπετο, καὶ αὐτοὺς ἐπὶ πολὺ σφοδρῶς βοῶντες ἐξῄτουν. καὶ ὃς ἀγανακτήσας ἀπεκρίνατο μέν σφισιν οὐδέν, προστάξας δὲ ἑτέροις τισὶ τοὺς

59

.

13

.

8

ἀγῶνας ποιεῖν ἐς Καμπανίαν ἀπῆρε. καὶ μετὰ τοῦτο ἐπανελθὼν πρὸς τὰ τῆς Δρουσίλλης γενέσια ἄγαλμα τε αὐτῆς ἐπ’ ἐλεφάντων ἐν ἁρμαμάξῃ ἐς τὸν ἱππόδρομον ἐσήγαγε, καὶ θέαν τῷ δήμῳ προῖκα ἐπὶ δύο ἡμέρας ἀπένειμε· καὶ αὐτῷ τῇ μὲν προτέρᾳ ἄρκτοι πρὸς

59

.

13

.

9

ταῖς τῶν ἵππων ἁμίλλαις πεντακόσιαι ἐσφάγησαν τῇ δὲ ἑτέρᾳ Λι‐ βυκὰ θηρία ἴσα ἀναλώθη, καὶ παγκρατιασταὶ ἐν πολλοῖς ἅμα τόποις ἠγωνίσαντο. καὶ ὁ δῆμος εἱστιάθη, τοῖς τε βουλευταῖς ταῖς τε γυναιξὶν αὐτῶν δωρεὰ ἐδόθη ....................

59

.

14

.

1

ταῦτά τε ἅμα ὡς καὶ πάνυ πενόμενος ἐφόνευε, καί τινα καὶ ἕτερον τοιόνδε χρηματισμὸν ἐπεξεῦρε. τοὺς γὰρ περιγενομένους τῶν μονομάχων τοῖς τε ὑπάτοις καὶ τοῖς στρατηγοῖς τοῖς τε ἄλλοις,

59

.

14

.

2

οὐχ ὅτι τοῖς ἐθέλουσιν, ἀλλὰ καὶ [τοὺς] πάνυ ἄκοντάς τινας βια‐ ζόμενος ἐν ταῖς ἱπποδρομίαις καὶ τὰ τοιαῦτα ποιεῖν, καὶ δὴ καὶ τοῖς ἐπ’ αὐτὸ τοῦτο κληρουμένοις ὅτι μάλιστα (δύο γὰρ στρατη‐ γοὺς ἐς τοὺς ὁπλομαχικοὺς ἀγῶνας, ὥσπερ ποτὲ ἐγίγνετο, λαγ‐
5χάνειν ἐκέλευσε) πάντως ἐπιτιμῶν ἀπεδίδοτο, αὐτός τε ἐπὶ τοῦ

59

.

14

.

3

πρατηρίου καθεζόμενος καὶ αὐτὸς ὑπερβάλλων. πολλοὶ δὲ καὶ ἄλλοθεν ἀφικνούμενοι ἀντωνοῦντο αὐτούς, καὶ μάλισθ’ ὅτι ἐπέ‐ τρεψε τοῖς βουλομένοις καὶ ὑπὲρ τὸν νόμον τῷ ἀριθμῷ τῶν μο‐ νομαχούντων χρῆσθαι, καὶ πολλάκις καὶ αὐτὸς ἐπεφοίτα σφίσιν,

59

.

14

.

4

ὥσθ’ οἱ μὲν καὶ δεόμενοι τῶν ἀνθρώπων, οἱ δὲ χαριεῖσθαι αὐτῷ
νομίζοντες, καὶ οἵ γε πλείους, ὅσοι ἐν δόξῃ περιουσίας ἦσαν, ἀνα‐ λῶσαί τι τῶν ὑπαρχόντων ἐπὶ τῇ προφάσει ταύτῃ, ὅπως πενέ‐ στεροι γενόμενοι περισωθῶσιν, ἐθέλοντες, μεγάλων αὐτοὺς χρημά‐

59

.

14

.

5

των ἠγόρασαν. καίτοι τοῦτο ποιήσας ἔπειτα τούς τε ἀρίστους καὶ τοὺς ἐνδοξοτάτους σφῶν φαρμάκῳ διέφθειρε. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἵππων τῶν τε ἡνιόχων τῶν ἀντιστασιωτῶν ἐποίει.

59

.

14

.

6

ἰσχυρῶς γὰρ τῷ τὴν βατραχίδα ἐνδύνοντι καὶ διὰ τοῦτ’ ἀπὸ τοῦ χρώματος τοῦ πρασίνου καλουμένῳ προσέκειτο, ὥστε καὶ νῦν ἔτι Γαϊανὸν ἐπ’ αὐτοῦ τὸ χωρίον ἐν ᾧ τὰ ἅρματα ἤσκει καλεῖσθαι.

59

.

14

.

7

καὶ ἕνα γε τῶν ἵππων, ὃν Ἰγκιτᾶτον ὠνόμαζε, καὶ ἐπὶ δεῖπνον ἐκάλει, χρυσᾶς τε αὐτῷ κριθὰς παρέβαλλε, καὶ οἶνον ἐν χρυσοῖς ἐκπώμασι προύπινε, τήν τε σωτηρίαν 〈αὐτοῦ〉 καὶ τὴν τύχην ὤμνυε, καὶ προσυπισχνεῖτο καὶ ὕπατον αὐτὸν ἀποδείξειν. καὶ πάντως
5ἂν καὶ τοῦτ’ ἐπεποιήκει, εἰ πλείω χρόνον ἐζήκει.

59

.

15

.

1

ἐς δ’ οὖν τοὺς πόρους τῶν χρημάτων πρότερον μὲν ἐψήφιστο ὅπως ὅσοι τινὰ τῷ Τιβερίῳ καταλιπεῖν ἐθελήσαντες περιῆσαν, τῷ Γαΐῳ αὐτὰ τελευτῶντες χαρίσωνται· ἵνα γὰρ δὴ καὶ παρὰ τοὺς νόμους καὶ κληρονομεῖν καὶ δωρήματα τοιαῦτα λαμβάνειν, ὅτι
5μήτε γυναῖκα τότε γε μήτε παῖδας εἶχε, δύνασθαι δοκῇ, δόγμα τι

59

.

15

.

2

προέθετο. ἐν δὲ τῷ παρόντι πάσας ἁπλῶς τὰς τῶν ἐν τοῖς ἑκατον‐ τάρχοις ἐστρατευμένων οὐσίας, ὅσοι μετὰ τὰ ἐπινίκια ἃ ὁ πατὴρ αὐτοῦ ἔπεμψεν ἄλλῳ τινὶ αὐτὰς καὶ μὴ τῷ αὐτοκράτορι κατελελοί‐

59

.

15

.

3

πεσαν, αὐτὸς ἑαυτῷ καὶ ἄνευ ψηφίσματος ἐσέπραξε. καὶ ἐπειδὴ μηδὲ ταῦτα ἐξικνεῖτο, τρίτην τοιαύτην ἀφορμὴν ἀργυρισμοῦ ἐπε‐ νόησε. Γναῖος Δομίτιος Κορβούλων βουλευτής, κακῶς ἐπὶ τοῦ Τιβερίου τὰς ὁδοὺς ἐχούσας ὁρῶν, τοῖς τε ἐπιμεληταῖς αὐτῶν ἀεί
5ποτε ἐνέκειτο, καὶ προσέτι καὶ τῇ γερουσίᾳ ὀχληρὸς ὑπὲρ αὐτῶν

59

.

15

.

4

ἐγίγνετο. τοῦτον οὖν παραλαβὼν ἐπέθετο δι’ αὐτοῦ πᾶσιν οὐχ ὅτι
τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τεθνηκόσιν, ὅσοι ποτὲ ἐπιστάται τῶν ὁδῶν ἐγεγόνεσαν καὶ χρήματα ἐς τὰς ἐπισκευὰς αὐτῶν εἰλήφεσαν, καὶ ἐκείνους τε καὶ τοὺς ἐργολαβήσαντάς τι παρ’ αὐτῶν ὡς οὐδὲν

59

.

15

.

5

δὴ δαπανήσαντας ἐζημίου. ἐφ’ οὗ δὴ ὁ Κορβούλων τότε μὲν ὑπά‐ τευσεν, ὕστερον δὲ ἐπὶ Κλαυδίου αἰτίαν τε ἔσχε καὶ εὐθύνθη· ὁ γὰρ Κλαύδιος οὔτε τὰ ἐποφειληθέντα ἀπῄτησε, καὶ τὰ δεδομένα, τὰ μὲν ἐκ τοῦ δημοσίου τὰ δὲ καὶ παρ’ αὐτοῦ τοῦ Κορβούλωνος

59

.

15

.

6

ἐσπράξας, ἀπέδωκε τοῖς ζημιωθεῖσι. τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δ’ οὗτοί τε ὡς ἕκαστοι καὶ οἱ ἄλλοι πάντες ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τρόπον τινὰ ἀπεσυλῶντο, καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδείς, οὐκ ἀνὴρ οὐ γυνή, ἦν. καὶ γὰρ εἴ τινα τῶν ἀφηλικεστέρων
5ζῆν εἴα, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε καὶ τήθας σφᾶς ὀνομάζων ζῶντάς τε ἐξεκαρποῦτο καὶ τελευτῶντας τῶν οὐσιῶν ἐκληρονόμει.

59

.

16

.

1

μέχρι μὲν οὖν τοῦ χρόνου τούτου αὐτός τε τὸν Τιβέριον ἀεὶ καὶ πρὸς πάντας κακῶς ἔλεγε, καὶ τοῖς ἄλλοις τοῖς κακηγοροῦσιν αὐτὸν καὶ ἰδίᾳ καὶ δημοσίᾳ οὐχ ὅσον οὐκ ἐπετίμα ἀλλὰ καὶ ἔχαιρεν· τότε δὲ ἐσελθὼν ἐς τὸ βουλευτήριον πολλὰ μὲν ἐκεῖνον ἐπῄνεσε,
5πολλὰ δὲ καὶ τῆς γερουσίας τοῦ τε δήμου κατηγόρησεν ὡς οὐκ

59

.

16

.

2

ὀρθῶς αὐτὸν ψεγόντων. “ἐμοὶ μὲν γάρ” ἔφη “αὐτοκράτορι ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ δὴ οὐ μόνον ἀδικεῖτε 〈ἀλλὰ καὶ ἀσεβεῖτε〉 πρὸς τὸν ἄρξαντά ποτε ὑμῶν οὕτω διακείμενοι.” κἀκ τούτου καθ’ ἕκαστον τῶν ἀπολωλότων ἐπεξιὼν ἀπέφαινεν, ὥς γε
5ἐδόκει, τοὺς βουλευτὰς αἰτίους τοῦ ὀλέθρου τοῖς πλείστοις αὐτῶν γεγονότας, τοὺς μὲν ὅτι κατηγόρησάν σφων, τοὺς δὲ ὅτι κατεμαρ‐

59

.

16

.

3

τύρησαν, πάντας δὲ ὅτι κατεψηφίσαντο. καὶ ταῦτά τε ὡς ἐξ αὐτῶν ἐκείνων τῶν γραμμάτων ἃ καταπεπρηκέναι ποτὲ ἔφη ἐπανέγνω διὰ τῶν ἀπελευθέρων, καὶ προσεπεῖπεν ὅτι “εἰ καί τι ὁ Τιβέριος ἠδική‐ κει, οὐκ ὠφείλετε αὐτὸν ζῶντα τετιμηκέναι οὐ μὰ Δί’ οὐκ ἐφ’ οἷς

59

.

16

.

4

καὶ εἴπατε πολλάκις καὶ ἐψηφίσασθε μεταβάλλεσθαι. ἀλλ’ ὑμεῖς
καὶ ἐκεῖνον ἐμπλήκτως μετεχειρίσασθε, καὶ τὸν Σεϊανὸν φυσήσαντες καὶ διαφθείραντες ἀπεκτείνατε, ὥστε δεῖ καὶ ἐμὲ μηδὲν χρηστὸν παρ’ ὑμῶν προσδέχεσθαι.” τοιαῦτα ἄττα εἰπὼν αὐτὸν δὴ τὸν Τιβέ‐

59

.

16

.

5

ριον τῷ λόγῳ παρήγαγε, λέγοντά οἱ ὅτι “καὶ καλῶς καὶ ἀληθῶς πάντα ταῦτα εἴρηκας, καὶ διὰ τοῦτο μήτε φιλήσῃς τινὰ αὐτῶν μήτε φείσῃ τινός. πάντες τε γὰρ μισοῦσί σε καὶ πάντες ἀποθανεῖν εὔ‐ χονται· καὶ φονεύσουσί γε, ἂν δυνηθῶσι [σε]. μήτ’ οὖν ὅπως τι

59

.

16

.

6

χαρίσῃ πράξας αὐτοῖς ἐννόει, μήτ’ ἄν τι θρυλῶσι φρόντιζε, ἀλλὰ τό τε ἡδὺ καὶ τὸ ἀσφαλὲς τὸ σεαυτοῦ μόνον ὡς καὶ δικαιότατον προσκόπει. οὕτω μὲν γὰρ οὔτε τι πείσῃ κακὸν καὶ πάντων τῶν ἡδίστων ἀπολαύσεις, καὶ προσέτι καὶ τιμηθήσῃ ὑπ’ αὐτῶν ἄν τ’

59

.

16

.

7

ἐθέλωσιν ἄν τε καὶ μή· ἐκείνως δὲ ἔργῳ μὲν οὐδὲν ὀνήσει, λόγῳ δὲ δὴ δόξαν κενὴν λαβὼν οὔτε τι πλέον ἕξεις καὶ ἐπιβουλευθεὶς ἀκλεῶς τελευτήσεις. οὐδεὶς γὰρ ἀνθρώπων ἑκὼν ἄρχεται, ἀλλ’ ἐφ’ ὅσον μὲν φοβεῖται, θεραπεύει τὸν ἰσχυρότερον, ὅταν δὲ δὴ

59

.

16

.

8

θαρσήσῃ, τιμωρεῖται τὸν ἀσθενέστερον.” Γάιος μὲν ταῦτά τ’ εἰ‐ πὼν καὶ τὰ τῆς ἀσεβείας ἐγκλήματα ἐπαναγαγών, ἔς τε στήλην αὐτὰ χαλκῆν εὐθὺς ἐγγραφῆναι ἐκέλευσε, καὶ ἐκ τοῦ βουλευτηρίου σπουδῇ ἐξεπήδησεν, ἔς τε τὸ προάστειον αὐθημερὸν ἐξώρμησεν·
5ἡ δὲ δὴ γερουσία καὶ ὁ δῆμος ἐν δέει μεγάλῳ ἐγένοντο, τῶν τε κακηγοριῶν ἅμα ἃς κατὰ τοῦ Τιβερίου πολλάκις ἐπεποίηντο ἀνα‐ μιμνησκόμενοι, καὶ οἷα ἀνθ’ οἵων ἠκηκόεσαν αὐτοῦ λέγοντος ἐκ‐

59

.

16

.

9

λογιζόμενοι. καὶ τότε μὲν ὑπό τε τῆς ἐκπλήξεως καὶ ὑπὸ τῆς ἀθυμίας οὔτε φθέγξασθαι οὔτε τι χρηματίσαι ἠδυνήθησαν· τῇ δ’ ὑστεραίᾳ αὖθις ἀθροισθέντες ἐπαίνους τε αὐτοῦ πολλοὺς ὡς καὶ ἀληθεστάτου καὶ εὐσεβεστάτου ὄντος ἐποιήσαντο, χάριν οἱ μεγάλην

59

.

16

.

10

ἔχοντες ὅτι μὴ προσαπώλοντο· καὶ διὰ τοῦτο καὶ τῇ φιλανθρω‐ πίᾳ αὐτοῦ βουθυτεῖν κατ’ ἔτος ἔν τε ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα ἀνεγνώκει καὶ ἐν ταῖς τῷ παλατίῳ προσηκούσαις, εἰκόνος τε αὐτοῦ χρυσῆς ἐς τὸ Καπιτώλιον ἀναγομένης καὶ ὕμνων ἐπ’ αὐτῇ διὰ

59

.

16

.

11

τῶν εὐγενεστάτων παίδων ᾀδομένων, ἐψηφίσαντο. τά τε ἐπινίκια τὰ σμικρότερα ὡς καὶ πολεμίους τινὰς νενικηκότι πέμψαι αὐτῷ ἔδωκαν. καὶ οἱ μὲν τότε ταῦτ’ ἔγνωσαν, καὶ μετὰ τοῦτο κατὰ πᾶσαν

59

.

17

.

1

ὡς εἰπεῖν ἀφορμὴν πάντως τι αὐτῷ προσετίθεσαν· Γάιος δὲ ἐκείνης
μὲν τῆς πομπῆς οὐδὲν προετίμησεν (οὐδὲ γὰρ οὐδὲ μέγα τι ἐνόμιζεν εἶναι ἵππῳ δι’ ἠπείρου διελάσαι), διὰ δὲ τῆς θαλάσσης τρόπον τινὰ διιππεῦσαι ἐπεθύμησε, γεφυρώσας τὸ μεταξὺ τῶν τε Πουτεόλων
5καὶ τῶν Βαύλων. τὸ γὰρ χωρίον τοῦτο κατ’ ἀντιπέραν τῆς πόλεώς

59

.

17

.

2

ἐστι, διέχον αὐτῆς σταδίους ἓξ καὶ εἴκοσι. πλοῖα δὲ ἐς τὴν γέφυ‐ ραν τὰ μὲν ἠθροίσθη τὰ δὲ καὶ κατεσκευάσθη· οὐ γὰρ ἐξήρκεσε τὰ συλλεγῆναι δυνηθέντα ὡς ἐν βραχυτάτῳ, καίτοι πάντα ὅσα ἐνε‐ δέχετο συναχθέντα, ἀφ’ οὗπερ καὶ λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν

59

.

17

.

3

τῇ Ῥώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ἐζεύχθη δὲ οὐχ ἁπλῶς δίοδός τις, ἀλλὰ καὶ ἀνάπαυλαι ἐν αὐτῇ καὶ καταλύσεις, ὥστε καὶ ὕδωρ αὐτὰς πότιμον ἐπίρρυτον ἔχειν, ἐποιήθησαν. ἐπειδή τε ἕτοιμα ἦν, τόν τε θώρακα τὸν Ἀλεξάνδρου, ὥς γε ἔλεγε, καὶ ἐπ’ αὐτῷ χλαμύδα
5σηρικὴν ἁλουργῆ, πολὺ μὲν χρυσίον πολλοὺς δὲ καὶ λίθους Ἰνδικοὺς ἔχουσαν, ἐπενέδυ, ξίφος τε παρεζώσατο καὶ ἀσπίδα ἔλαβε καὶ δρυῒ

59

.

17

.

4

ἐστεφανώσατο, κἀκ τούτου τῷ τε Ποσειδῶνι καὶ ἄλλοις τισὶ θεοῖς Φθόνῳ τε θύσας, μὴ καὶ βασκανία τις αὐτῷ, ὡς ἔφασκε, γένηται, ἔς τε τὸ ζεῦγμα ἀπὸ τῶν Βαύλων ἐσέβαλε, παμπληθεῖς καὶ ἱππέας καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος, καὶ σπουδῇ καθάπερ ἐπὶ πο‐

59

.

17

.

5

λεμίους τινὰς ἐς τὴν πόλιν ἐσέπεσε. κἀνταῦθα τῆς ὑστεραίας ἀνα‐ παυσάμενος ὥσπερ ἐκ μάχης, ἀνεκομίσθη διὰ τῆς αὐτῆς γεφύρας ἐφ’ ἅρματος, χιτῶνα χρυσόπαστον ἐνδύς· ἦγον δὲ αὐτὸν οἱ ἀθληταὶ ἵπποι 〈οἱ〉 ἀξιονικότατοι. καὶ ἄλλα τε αὐτῷ πολλὰ ὡς καὶ λάφυρα
5συνηκολούθησε, καὶ Δαρεῖος ἀνὴρ Ἀρσακίδης, ἐν τοῖς ὁμηρεύουσι

59

.

17

.

6

τότε τῶν Πάρθων ὤν· οἵ τε φίλοι καὶ οἱ ἑταῖροι αὐτοῦ ἐπὶ ὀχη‐ μάτων ἐν ἐσθῆσιν ἀνθιναῖς ἐφείποντο, καὶ ὁ στρατὸς καὶ ὅ γε λοιπὸς ὅμιλος, ἰδίως πως ἕκαστοι κεκοσμημένοι. καὶ ἔδει γὰρ αὐτόν, οἷα ἔν τε στρατιᾷ τοιαύτῃ καὶ ἐπὶ νίκῃ τηλικαύτῃ, καὶ δημηγορῆσαί
5τι, ἀνέβη τε ἐπὶ βῆμα ἐπὶ πλοίων καὶ αὐτὸ κατὰ μέσην που τὴν

59

.

17

.

7

γέφυραν πεποιημένον, καὶ πρῶτον μὲν ἑαυτὸν ὡς καὶ μεγάλων τινῶν ἔργων ἐπιχειρητὴν ἀπεσέμνυνεν, ἔπειτα δὲ τοὺς στρατιώτας ὡς καὶ πεπονηκότας καὶ κεκινδυνευκότας ἐπῄνεσεν, ἄλλα τε καὶ αὐτὸ τοῦτο

59

.

17

.

8

εἰπών, ὅτι πεζῇ διὰ τῆς θαλάσσης διέδραμον. καὶ χρήματά τε
διὰ τοῦτ’ αὐτοῖς ἔδωκε, καὶ μετὰ τοῦτο αὐτός τε ἐπὶ τῆς γεφύρας ὥσπερ ἐν νήσῳ τινί, καὶ ἐκεῖνοι ἐν ἑτέροις πλοίοις περιορμοῦντες, τό τε λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν εἱστιάθησαν, πολ‐
5λοῦ μὲν αὐτόθεν φωτὸς πολλοῦ δὲ καὶ ἐκ τῶν ὀρῶν ἐπιλάμψαντος

59

.

17

.

9

σφίσι. τοῦ γὰρ χωρίου μηνοειδοῦς ὄντος πῦρ πανταχόθεν, καθάπερ ἐν θεάτρῳ τινί, ἐδείχθη, ὥστε μηδεμίαν αἴσθησιν τοῦ σκότους γενέσθαι· καὶ γὰρ τὴν νύκτα ἡμέραν, ὥσπερ που τὴν θάλασσαν γῆν, ποιῆσαι ἠθέλησεν. ἐμπλησθεὶς δὲ δὴ καὶ ὑπερκορὴς καὶ σίτου
5καὶ μέθης γενόμενος συχνοὺς μὲν τῶν ἑταίρων ἐς τὴν θάλασσαν

59

.

17

.

10

ἀπὸ τῆς γεφύρας ἔρριψε, συχνοὺς δὲ καὶ τῶν ἄλλων ἐν πλοίοις ἐμβόλους ἔχουσι περιπλεύσας κατέδυσεν, ὥστε καὶ ἀπολέσθαι τινάς· οἱ γὰρ πλείους καίπερ μεθύοντες ἐσώθησαν. αἴτιον δὲ ὅτι καὶ λειοτάτη καὶ στασιμωτάτη ἡ θάλασσα, καὶ ἐν ᾧ ἡ γέφυρα ἐζεύχθη

59

.

17

.

11

καὶ ἐν ᾧ τὰ ἄλλα ἐποιήθη, ἐγένετο. καί τι καὶ ἀπὸ τούτου ὠγκώθη, λέγων ὅτι καὶ ὁ Ποσειδῶν αὐτὸν ἐφοβήθη, ἐπεὶ ἔς γε τὸν Δαρεῖον καὶ τὸν Ξέρξην οὐδὲν ὅ τι οὐκ ἀπέσκωπτεν, ὡς καὶ πολλαπλάσιόν σφων μέτρον τῆς θαλάσσης ζεύξας.

59

.

18

.

1

τῆς μὲν δὴ γεφύρας ἐκείνης τοῦτο τὸ τέλος ἐγένετο, καὶ αἰτίαν καὶ αὐτὴ θανάτου πολλοῖς παρέσχεν· ἐξαναλωθεὶς γὰρ ἐς αὐτὴν πολλῷ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ἐδίκαζε δὲ καὶ ἰδίᾳ

59

.

18

.

2

καὶ μετὰ πάσης τῆς γερουσίας. καί τινα καὶ ἐκείνη καθ’ ἑαυτὴν ἔκρινεν· οὐ μέντοι καὶ αὐτοτελὴς ἦν, ἀλλ’ ἐφέσιμοι δίκαι ἀπ’ αὐτῆς συχναὶ ἐγίγνοντο. καὶ τὰ μὲν τῇ βουλῇ δόξαντα ἄλλως ἐφανεροῦτο, τῶν δὲ ὑπὸ τοῦ Γαΐου καταψηφισθέντων τὰ ὀνόματα ἐξετίθετο,

59

.

18

.

3

ὥσπερ φοβουμένου αὐτοῦ μὴ διαλάθωσι. καὶ οὗτοί τε ἐκολάζοντο, οἱ μὲν ἐν τῷ δεσμωτηρίῳ οἱ δὲ καὶ ἀπὸ τοῦ Καπιτωλίου κατα‐ κρημνιζόμενοι, καὶ ἕτεροι σφᾶς αὐτοὺς προαπεκτίννυσαν. οὐδὲ γὰρ οὐδὲ τοῖς ἐξελαυνομένοις ἀσφάλεια ἦν, ἀλλὰ καὶ ἐκείνων πολλοὶ
5ἤτοι κατὰ τὴν ὁδὸν ἢ καὶ ἐν τῇ φυγῇ διεφθείροντο. καὶ τὰ μὲν τῶν ἄλλων οὐδὲν δεῖ λεπτολογοῦντα μάτην τοὺς ἀναγνωσομένους

59

.

18

.

4

διοχλεῖν· Καλουίσιος δὲ δὴ Σαβῖνος ἔν τε τοῖς πρώτοις τῆς βουλῆς ὢν καὶ τότε ἐκ τῆς ἐν τῇ Παννονίᾳ ἀρχῆς ἀφιγμένος, ἥ τε γυνὴ αὐτοῦ Κορνηλία γραφέντες (καὶ γὰρ ἐκείνη ὡς φυλακάς τε ἐφοδεύ‐
σασα καὶ τοὺς στρατιώτας ἀσκοῦντας ἰδοῦσα αἰτίαν ἔσχεν) οὐχ

59

.

18

.

5

ὑπέμειναν τὴν κρίσιν, ἀλλ’ ἑαυτοὺς προανάλωσαν. τὸ δ’ αὐτὸ τοῦτο καὶ Τίτιος Ῥοῦφος ἐποίησεν, ἔγκλημα λαβὼν εἰρηκέναι ὅτι ἡ γε‐ ρουσία ἄλλα μὲν φρονεῖ ἄλλα δ’ ἀποφαίνεται. Ἰούνιός τέ τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς
5πλούσιος. καὶ ἐπ’ αὐτῷ ὁ Γάιος, μαθὼν ὅτι οὐδὲν ἄξιον τοῦ θα‐ νάτου ἐκέκτητο, θαυμαστὸν λόγον ἐφθέγξατο, εἰπὼν ὅτι “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἐδύνατο”.

59

.

19

.

1

ἐν τούτοις τοῖς τότε κριθεῖσι καὶ ὁ Ἆφρος ὁ Δομίτιος καὶ κιν‐ δύνῳ παραδόξῳ καὶ σωτηρίᾳ θαυμασιωτέρᾳ ἐχρήσατο. ἤχθετο μὲν γὰρ αὐτῷ καὶ ἄλλως ὁ Γάιος, ὅτι ἐπὶ τοῦ Τιβερίου γυναικός τινος

59

.

19

.

2

τῇ Ἀγριππίνῃ τῇ μητρὶ αὐτοῦ προσηκούσης κατηγορήκει· ἐφ’ ᾧ δὴ ἐκείνη συναντήσασά ποτε αὐτῷ, καὶ μαθοῦσα ὅτι ἐξέστη τῆς ὁδοῦ δι’ αἰσχύνην, προσεκαλέσατό τε αὐτὸν καὶ ἔφη “θάρσει, Δομίτιε· οὐ γὰρ σύ μοι αἴτιος εἶ, ἀλλ’ Ἀγαμέμνων.” τότε δὲ ἐπειδὴ εἰκόνα
5τινὰ αὐτοῦ στήσας ἐπίγραμμα αὐτῇ ἐπέγραψε δηλῶν ὅτι ἕβδομον

59

.

19

.

3

καὶ εἰκοστὸν 〈ἔτοσ〉 ἄγων δεύτερον ὑπατεύοι, ἠγανάκτησεν ὡς καὶ προφέροντός οἱ αὐτοῦ τό τε μειρακιῶδες καὶ τὸ παράνομον, καὶ εὐθὺς ἐπὶ τούτῳ, ἐφ’ ᾧ καὶ τιμηθήσεσθαι προσεδόκησεν, ἔς τε τὸ συνέ‐ δριον αὐτὸν ἐσήγαγε καὶ λόγον κατ’ αὐτοῦ μακρὸν ἀνέγνω· ἄλλως τε
5γὰρ προέχειν ἁπάντων τῶν ῥητόρων ἠξίου, καὶ ἐκεῖνον δεινότατον

59

.

19

.

4

εἰπεῖν εἰδὼς ὄντα ὑπερβαλεῖν ἐσπούδασε. πάντως τ’ ἂν αὐτὸν ἀπέκτεινεν, εἰ καὶ ἐφ’ ὁποσονοῦν ἀντεπεφιλοτίμητο. νῦν δὲ ἀντ‐ εῖπε μὲν οὐδὲν οὐδὲ ἀπελογήσατο οὐδέν, θαυμάζειν δὲ δὴ καὶ κα‐ ταπεπλῆχθαι τὴν δεινότητα τοῦ Γαΐου προσποιησάμενος, τήν τε
5κατηγορίαν καθ’ ἓν ἕκαστον ἐπιλέγων, ὥσπερ τις ἀκροατὴς ἀλλ’

59

.

19

.

5

οὐχ ὑπεύθυνος ὤν, ἐπῄνει, καὶ ἐπειδὴ ὁ λόγος αὐτῷ ἐδόθη, πρὸς ἀντιβολίαν καὶ ὀλοφυρμὸν ἐτράπετο, καὶ τέλος ἔς τε τὴν γῆν κατέ‐ πεσε καὶ χαμαὶ κείμενος ἱκέτευσεν ὡς καὶ τὸν ῥήτορα αὐτοῦ μᾶλλον
ἢ τὸν Καίσαρα φοβούμενος. καὶ οὕτως ἐκεῖνος, ὁρῶν τε ταῦτα
5καὶ ἀκούων, διεχύθη, πιστεύσας ὄντως τῇ τῶν λόγων παρασκευῇ

59

.

19

.

6

κεκρατηκέναι αὐτοῦ· καὶ διά τε τοῦτο καὶ διὰ Κάλλιστον τὸν ἀπε‐ λεύθερον, ὃν αὐτός τε ἐτίμα καὶ ὁ Δομίτιος ἐτεθεραπεύκει, ἐπαύ‐ σατο ὀργιζόμενος. καὶ τῷ γε Καλλίστῳ αἰτιασαμένῳ αὐτὸν ὕστερον ὅτι καὶ τὴν ἀρχὴν αὐτοῦ κατηγόρησεν, ἀπεκρίνατο ὅτι “οὐκ ἔδει με

59

.

19

.

7

τοιοῦτον λόγον ἀποκεκρύφθαι.” Δομίτιος μὲν δὴ καταγνωσθεὶς μη‐ κέτι δεινὸς εἶναι λέγειν ἐσώθη· ὁ δὲ δὴ Σενέκας ὁ Ἀνναῖος 〈ὁ〉 Λού‐ κιος, ὁ πάντας μὲν τοὺς καθ’ ἑαυτὸν Ῥωμαίους πολλοὺς δὲ καὶ ἄλ‐ λους σοφίᾳ ὑπεράρας, διεφθάρη παρ’ ὀλίγον μήτ’ ἀδικήσας τι μήτε
5δόξας, ὅτι δίκην τινὰ ἐν τῷ συνεδρίῳ παρόντος αὐτοῦ καλῶς εἶπε.

59

.

19

.

8

τοῦτον μὲν οὖν ἀποθανεῖν κελεύσας ἀφῆκε, γυναικί τινι ὧν ἐχρῆτο πιστεύσας ὅτι φθόῃ τε ἔχοιτο κακῶς καὶ οὐκ ἐς μακρὰν τελευτήσοι·

59

.

20

.

1

τὸν δὲ Δομίτιον καὶ ὕπατον εὐθὺς ἀπέδειξε, τοὺς τότε ἄρχοντας καταλύσας, ὅτι τε ἐς τὰ γενέθλια αὐτοῦ ἱερομηνίαν οὐκ ἐπήγγειλαν, καίτοι τῶν στρατηγῶν ἱπποδρομίαν ἐν αὐτοῖς ποιησάντων καὶ θηρία ἀποκτεινάντων, ὅπερ που καθ’ ἕκαστον ἔτος ἐγίγνετο, καὶ ὅτι ἐπὶ
5ταῖς τοῦ Αὐγούστου νίκαις ἃς τὸν Ἀντώνιον ἐνενικήκει ἑορτήν,

59

.

20

.

2

ὥσπερ εἴθιστο, ἤγαγον. ἵνα γὰρ συκοφαντήσῃ αὐτούς, τοῦ Ἀντω‐ νίου μᾶλλον ἢ τοῦ Αὐγούστου ἀπόγονος δοκεῖν εἶναι ἠθέλησε· καὶ προεῖπέ γε οἷς καὶ τὰ ἄλλα ἀνεκοίνου, ὅτι πάντως ὁπότερον ἄν τι ποιήσωσιν ἁμαρτήσουσιν, ἄν τε ἐπὶ τῇ τοῦ Ἀντωνίου συμφορᾷ βου‐
5θυτήσωσιν, ἄν τε ἐπὶ τῇ τοῦ Αὐγούστου νίκῃ ἄθυτοι γένωνται.

59

.

20

.

3

ἐκείνους μὲν δὴ διὰ ταῦτα αὐθημερὸν τῆς ἀρχῆς ἔπαυσε, τὰς ῥάβ‐ δους σφῶν προσυντρίψας, ἐφ’ ᾧ δὴ ὁ ἕτερος αὐτῶν ἀδημονήσας ἑαυτὸν ἔσφαξε· τὸν δὲ δὴ Δομίτιον τὸν συνάρχοντα αὐτοῦ λόγῳ μὲν ὁ δῆμος ἔργῳ δ’ αὐτὸς εἵλετο. ἀπέδωκε μὲν γὰρ τὰς ἀρχαιρεσίας

59

.

20

.

4

αὐτοῖς· ἅτε δὲ ἐκείνων τε ἀργοτέρων ὑπὸ τοῦ πολλῷ χρόνῳ μηδὲν
ἐλευθέρως κεχρηματικέναι ἐς τὸ δρᾶν τι τῶν προσηκόντων σφίσιν ὄντων, καὶ τῶν σπουδαρχιώντων μάλιστα μὲν μὴ πλειόνων ἢ ὅσους αἱρεῖσθαι ἔδει ἐπαγγελλόντων, εἰ δέ ποτε καὶ ὑπὲρ τὸν ἀριθμὸν
5γένοιντο, διομολογουμένων πρὸς ἀλλήλους, τὸ μὲν σχῆμα τῆς δη‐

59

.

20

.

5

μοκρατίας ἐσώζετο, ἔργον δ’ οὐδὲν αὐτῆς ἐγίγνετο. καὶ διὰ τοῦτο ὑπ’ αὐτοῦ αὖθις τοῦ Γαΐου κατελύθησαν. κἀκ τούτου τὰ μὲν ἄλλα καθάπερ καὶ ἐπὶ τοῦ Τιβερίου καθίστατο, στρατηγοὶ δὲ τοτὲ μὲν πεντεκαίδεκα, ἔστι δ’ ὅτε ἑνὶ πλείους ἢ καὶ ἐλάττους, ὥς που καὶ
5ἔτυχον, ᾑροῦντο.

59

.

20

.

6

περὶ μὲν οὖν τὰς ἀρχαιρεσίας ταῦτ’ ἔπραξεν, οὕτω δὲ δὴ τὸ σύμπαν καὶ βάσκανος καὶ ὕποπτος πρὸς πάντα ὁμοίως ἦν ὥστε καὶ Καρρίναν Σεκοῦνδον ῥήτορα φυγαδεῦσαί ποτε, ὅτι λόγον τινὰ

59

.

20

.

7

ἐν γυμνασίᾳ κατὰ τυράννων εἶπεν. ἐπειδή τε Λούκιος Πίσων ὁ τῆς τε Πλαγκίνης καὶ τοῦ Γναίου Πίσωνος υἱὸς ἄρξας τῆς Ἀφρικῆς ἔτυχεν, ἐφοβήθη μὴ νεωτερίσῃ τι ὑπὸ μεγαλαυχίας, ἄλλως τε καὶ ὅτι δύναμιν πολλὴν καὶ πολιτικὴν καὶ ξενικὴν ἕξειν ἔμελλε, καὶ
5δίχα τὸ ἔθνος νείμας ἑτέρῳ τό τε στρατιωτικὸν καὶ τοὺς Νομάδας τοὺς περὶ αὐτὸ προσέταξε· καὶ ἐξ ἐκείνου καὶ δεῦρο τοῦτο γίγνεται.

59

.

21

.

1

καὶ ἤδη γὰρ τά τε ἐν τῇ Ῥώμῃ καὶ τὰ ἐν τῇ ἄλλῃ Ἰταλίᾳ χρήματα πάντα ὡς εἰπεῖν, ὅθεν τι καὶ ὁπωσοῦν οἷόν τε ἦν αὐτῷ λαβεῖν, ἀναλώκει, καὶ οὔτε ἐνταῦθα πόρος τις ἀξιόχρεως ἢ καὶ δυ‐ νατὸς εὑρίσκετο, καὶ αἱ δαπάναι ὑπερήπειγον αὐτόν, ἐς τὴν Γαλα‐

59

.

21

.

2

τίαν ἀφώρμησε, πρόφασιν μὲν τοὺς Κελτοὺς τοὺς πολεμίους ὡς καὶ παρακινοῦντάς τι ποιησάμενος, ἔργῳ δὲ ὅπως καὶ τὰ ἐκείνων ἀνθοῦντα τοῖς πλούτοις καὶ τὰ τῶν Ἰβήρων ἐκχρηματίσηται. οὐ μέντοι καὶ ἄντικρυς τὴν ἔξοδον προεπήγγειλεν, ἀλλ’ ἐς προάστειόν
5τι ἐλθὼν εἶτ’ ἐξαίφνης ἀπῆρε, πολλοὺς μὲν ὀρχηστὰς πολλοὺς δὲ

59

.

21

.

3

μονομάχους ἵππους γυναῖκας τὴν ἄλλην τρυφὴν ἐπαγόμενος. ἐλ‐ θὼν δὲ ἐκεῖσε τῶν μὲν πολεμίων οὐδένα ἐκάκωσεν (εὐθύς τε γὰρ ὀλίγον ὑπὲρ τοῦ Ῥήνου προχωρήσας ὑπέστρεψε, καὶ μετὰ τοῦτο ὁρμήσας ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων ἀπ’ αὐτοῦ τοῦ
5ὠκεανοῦ ἀνεκομίσθη, καὶ τοῖς ὑποστρατήγοις τοῖς κατορθοῦσί τι πάνυ ἤχθετο), τοὺς δ’ ὑπηκόους τούς τε συμμάχους καὶ τοὺς πο‐

59

.

21

.

4

λίτας πλεῖστα καὶ μέγιστα ἐκακούργησε. τοῦτο μὲν γὰρ τούς τι ἔχοντας ἐπὶ πάσῃ προφάσει ἐσύλα, τοῦτο δὲ καὶ δῶρα οἵ τε ἰδιῶται καὶ αἱ πόλεις ἑκοῦσαι δῆθεν μεγάλα αὐτῷ ἦγον. ἄλλους 〈ὡσ〉 νεω‐ τερίζοντας, ἄλλους ὡς ἐπιβουλεύοντάς οἱ ἐφόνευε. καὶ ἦν δημόσιον

59

.

21

.

5

ἔγκλημα πᾶσί σφισι τὸ πλουτεῖν. καὶ αὐτῶν τὰ κτήματα αὐτὸς πιπράσκων πολλῷ καὶ ἐκ τούτου πλείω ἠργυρολόγει· πάντες γὰρ ἠναγκάζοντο παντοίως τε καὶ πολύ γε ὑπὲρ τὴν ἀξίαν ὠνεῖσθαι, δι’ ἃ εἴρηκα. ἀφ’ οὗπερ καὶ τὰ τῆς μοναρχίας κειμήλια τὰ κάλ‐
5λιστα καὶ τιμιώτατα μεταπεμψάμενος ἀπεκήρυξε, τὴν δόξαν τῶν

59

.

21

.

6

ποτε χρησαμένων αὐτοῖς συμπωλῶν σφισιν. ἐπέλεγε γοῦν ἐφ’ ἑκάστῳ “τοῦτό μου ὁ πατὴρ ἐκτήσατο, τοῦτο ἡ μήτηρ, τοῦτο ὁ πάππος, τοῦτο ὁ πρόπαππος· Ἀντωνίου τοῦτο Αἰγύπτιον, Αὐγούστου τὸ νικητήριον.” κἀν τούτῳ τήν τε ἀνάγκην ἅμα τῆς πράσεως αὐτῶν
5ἐνεδείκνυτο, ὥστε μηδένα ὑπομένειν ἀπορεῖν δοκεῖν, καὶ τὸ ἀξίωμά σφισι συναπεδίδοτο.

59

.

22

.

1

οὐ μέντοι καὶ περιεποιεῖτό τι, ἀλλ’ ἔς τε τἆλλα ἐδαπάνα ὥσπερ
εἰώθει (καὶ γὰρ θέας τινὰς ἐν τῷ Λουγδούνῳ ἐπετέλεσε), καὶ ἐς τὰ στρατεύματα· εἴκοσι γάρ, ὡς δέ τινές φασι, πέντε καὶ εἴκοσι

59

.

22

.

2

μυριάδας στρατιωτῶν ἤθροισε. καὶ ὑπ’ αὐτῶν ἑπτάκις αὐτοκράτωρ, ὥς που καὶ ἔδοξεν αὐτῷ, μήτε μάχην τινὰ νικήσας μήτε πολέμιόν τινα ἀποκτείνας ἐπωνομάσθη. ἐκείνων μὲν γὰρ ὀλίγους ποτὲ ἀπάτῃ τινὶ συλλαβὼν ἔδησε, τοῦ δὲ δὴ οἰκείου πολὺ μέρος ἀνάλωσε, τοὺς
5μὲν καθ’ ἑκάστους κατακόπτων, τοὺς δὲ καὶ ἀθρόους ἅμα πάντας

59

.

22

.

3

φονεύσας. ἰδὼν γάρ ποτε ὄχλον εἴτε δεσμωτῶν εἴτε καὶ ἄλλων τινῶν, προσέταξε τοῦτο δὴ τὸ λεγόμενον, ἀπὸ τοῦ φαλακροῦ μέχρι τοῦ φαλακροῦ πάντας αὐτοὺς σφαγῆναι. κυβεύων δέ ποτε, καὶ μαθὼν ὅτι οὐκ εἴη οἱ ἀργύριον, ᾔτησέ τε τὰς τῶν Γαλατῶν ἀπο‐
5γραφάς, καὶ ἐξ αὐτῶν τοὺς πλουσιωτάτους θανατωθῆναι κελεύσας

59

.

22

.

4

ἐπανῆλθέ τε πρὸς τοὺς συγκυβευτὰς καὶ ἔφη ὅτι “ὑμεῖς περὶ ὀλίγων δραχμῶν ἀγωνίζεσθε, ἐγὼ δὲ ἐς μυρίας καὶ πεντακισχιλίας μυριάδας ἤθροισα.” καὶ οὗτοι μὲν 〈ἐν〉 οὐδενὶ λόγῳ ἀπώλοντο· ἀμέλει εἷς τις αὐτῶν Ἰούλιος Σακερδὼς ἄλλως μὲν εὖ χρημάτων ἥκων, οὐ μέντοι
5καὶ ὑπερπλουτῶν ὥστε καὶ ἐπιβουλευθῆναι δι’ αὐτά, ὅμως ἐξ ἐπω‐

59

.

22

.

5

νυμίας ἀπεσφάγη· οὕτως ἀκρίτως πάντα ἐγίγνετο. τῶν δὲ ἄλλων τοὺς μὲν πολλοὺς οὐδὲν δέομαι ὀνομαστὶ καταλέγειν, ὧν δὲ δὴ ἡ ἱστορία τὴν μνήμην ἀπαιτεῖ, φράσω. τοῦτο μὲν γὰρ Γαιτούλικον Λέντουλον, τά τε ἄλλα εὐδόκιμον ὄντα καὶ τῆς Γερμανίας δέκα

59

.

22

.

6

ἔτεσιν ἄρξαντα, ἀπέκτεινεν, ὅτι τοῖς στρατιώταις ᾠκείωτο· τοῦτο δὲ τὸν Λέπιδον ἐκεῖνον τὸν ἐραστὴν τὸν ἐρώμενον, τὸν τῆς Δρου‐ σίλλης ἄνδρα, τὸν καὶ ταῖς ἄλλαις αὐτοῦ ἀδελφαῖς τῇ τε Ἀγριππίνῃ
καὶ τῇ Ἰουλίᾳ μετ’ αὐτοῦ ἐκείνου συνόντα, ᾧ πέντε ἔτεσι θᾶσσον

59

.

22

.

7

τὰς ἀρχὰς παρὰ τοὺς νόμους αἰτῆσαι ἐπέτρεψεν, ὃν καὶ διάδοχον τῆς ἡγεμονίας καταλείψειν ἐπηγγέλλετο, κατεφόνευσε. καὶ τοῖς τε στρατιώταις ἀργύριον ἐπὶ τούτῳ, καθάπερ πολεμίων τινῶν κεκρα‐ τηκώς, ἔδωκε, καὶ ξιφίδια τρία τῷ Ἄρει τῷ Τιμωρῷ ἐς τὴν Ῥώμην

59

.

22

.

8

ἔπεμψε. τάς τε ἀδελφὰς ἐπὶ τῇ συνουσίᾳ αὐτοῦ ἐς τὰς Ποντίας νήσους κατέθετο, πολλὰ περὶ αὐτῶν καὶ ἀσεβῆ καὶ ἀσελγῆ τῷ συν‐ εδρίῳ γράψας· καὶ τῇ γε Ἀγριππίνῃ τὰ ὀστᾶ αὐτοῦ ἐν ὑδρίᾳ ἔδωκε, κελεύσας οἱ ἐν τοῖς κόλποις αὐτὴν διὰ πάσης 〈τῆσ〉 ὁδοῦ

59

.

22

.

9

ἔχουσαν ἐς τὴν Ῥώμην ἀνενεγκεῖν. ἐπειδή τε συχνὰ αὐταῖς δι’ ἐκεῖνον δῆλον ὅτι προεψήφιστο, ἀπηγόρευσε μηδενὶ τῶν συγγενῶν αὐτοῦ μηδεμίαν τιμὴν δίδοσθαι.

59

.

23

.

1

τότε μὲν δὴ ταῦτα, ὡς καὶ μεγάλην τινὰ ἐπιβουλὴν διαπεφευ‐ γώς, ἐπέστειλε· πάνυ γὰρ δὴ καὶ ἄλλως προσεποιεῖτο ἐν δεινοῖς τε

59

.

23

.

2

εἶναι καὶ ταλαιπώρως διάγειν. ἐπεὶ δὲ μαθόντες αὐτὰ οἱ βουλευταὶ ἄλλα τέ τινα αὐτῷ καὶ τὰ ἐπινίκια τὰ σμικρότερα ἐψηφίσαντο, πρέσβεις τε ἐπ’ αὐτοῖς ἄλλους κλήρῳ καὶ τὸν Κλαύδιον αἱρετὸν ἔπεμψαν, τοῦτό τε ἐδυσχέρανεν, ὥστε καὶ αὖθις ἀπειπεῖν μήτε
5ἐπαίνου τι μήτε τιμῆς ἐχόμενον τοῖς συγγενέσιν αὐτοῦ γίγνεσθαι,

59

.

23

.

3

καὶ ὅτι μὴ κατ’ ἀξίαν τετιμῆσθαι ἐδόκει. πάντα τε γὰρ ἀεὶ τὰ διδό‐ μενα αὐτῷ παρ’ οὐδὲν ἐτίθετο, καὶ ἤχθετο μὲν εἰ μικρά τινα ψη‐ φισθείη, ὡς καταφρονούμενος, ἤχθετο δὲ καὶ εἰ μείζω, ὡς καὶ τῆς τῶν λοιπῶν ἐξουσίας ἀφαιρούμενος. οὐδὲ γὰρ οὐδὲ ἐβούλετο δοκεῖν
5τι τῶν τιμήν τινα αὐτῷ φερόντων ἐπ’ αὐτοῖς ὡς καὶ κρείττοσιν αὐτοῦ οὖσι καὶ χαρίσασθαί [σφῶν] οἱ ὡς καὶ ἥττονί σφων τι δυναμένοις

59

.

23

.

4

εἶναι· καὶ διὰ τοῦτο πολλάκις τινὰ οὐχ ὡς καὶ αὔξησιν τῆς λαμ‐ πρότητος ἀλλ’ ὡς καθαίρεσιν τῆς ἰσχύος αὐτῷ φέροντα διέβαλλε. καὶ μέντοι 〈καὶ〉 ταῦθ’ οὕτω φρονῶν ὠργίζετο αὐτοῖς, εἴ ποτε ἐλάττω σφᾶς τῆς ἀξίας ἐψηφίσθαι οἱ ἔδοξεν. οὕτω που ἔμπληκ‐

59

.

23

.

5

τος ἦν, καὶ οὐδεὶς αὐτοῦ ῥᾳδίως τυχεῖν ἐδύνατο. ἐκείνους μὲν οὖν τοὺς πρέσβεις διὰ ταῦθ’ ὡς καὶ κατασκόπους ὑπιδόμενος, οὔτε πάντας προσεδέξατο, ἀλλ’ ὀλίγους ἐπιλεξάμενος τοὺς λοιπούς, πρὶν ἐς τὴν Γαλατίαν ἐλθεῖν, ἀπεπέμψατο, οὔθ’ οὕς γε προσή‐
5κατο σεμνοῦ τινος ἠξίωσεν, ἀλλὰ καὶ τὸν Κλαύδιον ἀπέκτεινεν ἄν, εἰ μὴ κατεφρόνησεν αὐτοῦ τὰ μὲν τῇ φύσει τὰ δὲ καὶ ἐκ προ‐

59

.

23

.

6

νοίας πολλὴν νωθείαν προσποιουμένου. ἑτέρους δὲ αὖθις πλείους τε πεμφθέντας (πρὸς γὰρ τοῖς ἄλλοις τὴν ὀλιγότητα τῶν προτέ‐ ρων ᾐτιᾶτο) καὶ πολλά τι ἐψηφίσθαι οἱ ἀγγέλλοντας ἡδέως ὑπε‐ δέξατο, καὶ προαπήντησέ τε αὐτοῖς, ὑφ’ ὧν καὶ αὐτῶν αὖθις ἐτι‐

59

.

23

.

7

μήθη. καὶ τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δὲ ἐκβαλὼν τὴν Παυ‐ λῖναν, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ’ ἀληθὲς ὅτι διακορὴς αὐτῆς ἐγεγόνει, Μιλωνίαν Καισωνίαν ἔγημεν, ἣν πρότερον μὲν ἐμοίχευε, τότε δὲ καὶ γαμετὴν ποιήσασθαι ἠθέλησεν, ἐπειδὴ ἐν

59

.

23

.

8

γαστρὶ ἔσχεν, ἵν’ αὐτῷ παιδίον τριακονθήμερον τέκῃ. οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ἐκ τούτων, ἐταράττοντο δὲ καὶ ὅτι δίκαι σφίσιν ἐπί τε τῇ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ πολλαὶ ἐπήγοντο, ὡς καὶ ἀγορανόμους
5στρατηγούς τέ τινας ἀναγκασθῆναι τὴν ἀρχὴν ἀπειπόντας κριθῆναι.

59

.

23

.

9

κἀν τούτῳ καὶ ὑπὸ καυμάτων ἐταλαιπώρησαν· τοσαύτη γὰρ ὑπερ‐ βολὴ αὐτῶν ἐγένετο ὥστε καὶ παραπετάσματα ὑπὲρ τῆς ἀγορᾶς ὑπερταθῆναι. ἐν τούτοις τοῖς τότε φεύγουσι καὶ ὁ Τιγελλῖνος ὁ
Ὀφώνιος, ὡς καὶ τὴν Ἀγριππῖναν μεμοιχευκώς, ἐξέπεσεν.

59

.

24

.

1

οὐ μέντοι ταῦθ’ οὕτως αὐτοὺς ἐλύπει ὡς τὸ προσδοκᾶν ἐπὶ πλεῖον τήν τε ὠμότητα τὴν τοῦ Γαΐου καὶ τὴν ἀσέλγειαν αὐξήσειν, καὶ μάλισθ’ ὅτι ἐπυνθάνοντο τόν τε Ἀγρίππαν αὐτῷ καὶ τὸν Ἀν‐ τίοχον τοὺς βασιλέας ὥσπερ τινὰς τυραννοδιδασκάλους συνεῖναι.

59

.

24

.

2

καὶ διὰ ταῦθ’ ὑπατεύοντος αὐτοῦ τὸ τρίτον οὐδεὶς οὔτε τῶν δη‐ μάρχων οὔτε τῶν στρατηγῶν ἀθροῖσαι τὴν γερουσίαν ἐτόλμησε· συνάρχοντα γάρ, οὔτι καὶ ἐπιτηδεύσας, ὥσπερ οἴονταί τινες, ἀλλὰ τοῦ μὲν προαποδεδειγμένου τελευτήσαντος, ἑτέρου δὲ μηδενὸς δι’
5ὀλίγου οὕτως ἐν τῇ ἐκδημίᾳ αὐτοῦ ἀντικαταστῆναι δυνηθέντος,

59

.

24

.

3

οὐδένα ἔσχε. καὶ ἔδει μέν που τοὺς στρατηγούς, οἷς τὰ τῶν ὑπά‐ των ἔργα ὁπόταν ἀποδημήσωσι μέλει, πάντα αὐτὰ ἐπιτετελεκέναι· ὅπως δὲ δὴ μὴ καὶ ἀντὶ τοῦ αὐτοκράτορος δόξωσί τι πεποιηκέναι,

59

.

24

.

4

οὐδὲν τῶν καθηκόντων ἔπραξαν, ἀλλ’ ἐς τὸ Καπιτώλιον ἀθρόοι οἱ βουλευταὶ ἀναβάντες τάς τε θυσίας ἔθυσαν καὶ τὸν τοῦ Γαΐου δίφρον τὸν ἐν τῷ ναῷ κείμενον προσεκύνησαν, καὶ ἔτι καὶ ἀργύριον κατὰ τὸ ἐπὶ τοῦ Αὐγούστου ἔθος ἰσχῦσαν, ὡς καὶ αὐτῷ ἐκείνῳ

59

.

24

.

5

διδόντες, κατέθεσαν. καὶ τοῦτο μὲν καὶ τῷ ἑξῆς ἔτει ὁμοίως ἐγέ‐ νετο, τότε δὲ συνῆλθον μὲν μετὰ ταῦτα ἐς τὸ συνέδριον μηδενός σφας ἀθροίσαντος, ἔπραξαν δὲ οὐδέν, ἀλλ’ ὅλην τὴν ἡμέραν ἔν τε τοῖς ἐπαίνοις αὐτοῦ καὶ ἐν ταῖς ὑπὲρ αὐτοῦ εὐχαῖς κατέτριψαν·

59

.

24

.

6

ἐπειδὴ γὰρ οὔτ’ ἐφίλουν αὐτὸν οὔτε σώζεσθαι ἐβούλοντο, ἐπὶ πλεῖον ἀμφότερα, ὡς καὶ τὸ συνειδός σφων διὰ τοῦτο ἐπηλυγασόμενοι, προσεποιήσαντο. καὶ τῇ τρίτῃ δὲ ἡμέρᾳ τῇ τὰς εὐχὰς ἐχούσῃ συν‐ ῆλθον μέν, πάντων τῶν στρατηγῶν ἐκ κοινοῦ προγράμματος τὴν
5σύνοδόν σφισιν ἐπαγγειλάντων, ἐχρημάτισαν δὲ οὔτε τότε οὔτε αὖθις οὐδέν, μέχρις οὗ ὁ Γάιος δωδεκάτῃ ἡμέρᾳ τὴν ἀρχὴν ἀπειπὼν ἠγ‐

59

.

24

.

7

γέλθη. τότε γὰρ παραλαβόντες αὐτὴν οἱ ἐς τὸ ἔπειτα κεχειροτονη‐ μένοι διῴκουν τὰ προσήκοντα σφίσι, καὶ ἐψηφίσθη ἄλλα τε καὶ ἵνα τοῖς τοῦ Τιβερίου καὶ τοῖς τῆς Δρουσίλλης γενεσίοις τὰ αὐτὰ ἅπερ καὶ τοῖς τοῦ Αὐγούστου γίγνηται. καί τινα καὶ οἱ ἐκ τῆς
5ὀρχήστρας ἄνδρες πανήγυρίν τε ἐπετέλεσαν καὶ θέαν παρέσχοντο, 〈καὶ〉 εἰκόνα τοῦ τε Γαΐου καὶ τῆς Δρουσίλλης στήσαντες ὡσίωσαν.

59

.

24

.

8

ταῦτα δὲ ἐξ ἐπιστολῆς που τῆς τοῦ Γαΐου ἐπράχθη· καὶ γὰρ τἆλλα ὅσα χρηματίζεσθαι ἐβούλετο, ὀλίγα μὲν πᾶσι τοῖς βουλευταῖς, τὰ δὲ δὴ πλείω τοῖς ὑπάτοις γράφων, καὶ ἐκεῖνα ἔστιν ὅτε ἐν τῷ συνεδρίῳ ἀναγιγνώσκεσθαι ἐκέλευε.

59

.

25

.

1

καὶ οἱ μὲν ταῦτ’ ἔπραττον, Γάιος δὲ ἐν τούτῳ τόν τε Πτολε‐ μαῖον τὸν τοῦ Ἰούβα παῖδα μεταπέμψας, καὶ μαθὼν ὅτι πλουτεῖ, ἀπέκτεινε, καὶ ὡς αἱ Μαυριτανίαι ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξαντο. Ind. huius libri.
5ἐς δὲ τὸν ὠκεανὸν ἐλθὼν ὡς καὶ ἐν τῇ Βρεττανίᾳ στρατεύσων, καὶ

59

.

25

.

2

πάντας τοὺς στρατιώτας ἐν τῇ ᾐόνι παρατάξας, τριήρους τε ἐπέβη καὶ ὀλίγον ἀπὸ τῆς γῆς ἀπάρας ἀνέπλευσε, καὶ μετὰ τοῦτο ἐπὶ βήματος ὑψηλοῦ ἱζήσας καὶ σύνθημα τοῖς στρατιώταις ὡς ἐς μάχην δούς, τοῖς τε σαλπικταῖς ἐξοτρύνας αὐτούς, εἶτ’ ἐξαίφνης ἐκέλευσέ σφισι τὰ κογ‐

59

.

25

.

3

χύλια συλλέξασθαι. λαβών τε τὰ σκῦλα ταῦτα (καὶ γὰρ λαφύρων δῆλον ὅτι πρὸς τὴν τῶν ἐπινικίων πομπὴν ἐδεῖτο) μέγα τε ἐφρόνησεν ὡς καὶ τὸν ὠκεανὸν αὐτὸν δεδουλωμένος, καὶ τοῖς στρατιώταις πολλὰ ἐδωρή‐
σατο. καὶ ὁ μὲν ἐς τὴν Ῥώμην τὰ κογχύλια ἀνεκόμισεν, ἵνα καὶ ἐκεί‐

59

.

25

.

4

νοις τὰ λάφυρα δείξῃ· ἡ δὲ βουλὴ οὔθ’ ὅπως ἐπὶ τούτοις ἡσυχάζοι εἶχεν, ὅτι μεγαλοφρονούμενον αὐτὸν ἐπυνθάνετο, οὔθ’ ὅπως αὐτὸν ἐπαινέσειεν· ἂν γάρ τις ἐπὶ μηδεμιᾷ ἢ μικρᾷ τινι ἀνδραγαθίᾳ ἤτοι ἐπαίνους μεγάλους ἢ καὶ τιμὰς ἐξαισίους ποιῆται, διαμωκᾶσθαί τε καὶ

59

.

25

.

5

διασιλλοῦν αὐτὴν ὑποπτεύεται. ὅμως ἐσελθὼν ἐς τὴν πόλιν τὴν μὲν βουλὴν ὀλίγου ἐδέησεν ἀπολέσαι πᾶσαν, ὅτι μὴ τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ ἐψηφίσατο, τὸν δὲ δῆμον ἀθροίσας πολὺ μὲν ἀργύριον ἐκ μετεώρου τινὸς πολὺ δὲ χρυσίον ἔρριψε, καὶ πολλοὶ ἀπώλοντο διαρπάζοντες· σιδήρια γὰρ
5μικρὰ ἄττα αὐτοῖς, ὥς φασί τινες, ἀνεμέμικτο. Xiph. 166, 30—167, 22.

59

.

25

5a

ἐκ δὲ τῶν μοιχειῶν ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις καὶ Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. Ioann. Antioch. fr. 82 M. (v. 30—33.)

59

.

25

5b

τοῦτον δὲ τὸν τρόπον βιοὺς πάν‐ τως ἐπιβουλευθήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ
5Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μη‐ δὲν ἐξελάλησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμε‐ νος, κατειπεῖν τινῶν ἢ ἀληθῶς ἢ ψευ‐ δῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους
10ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κτεινο‐

59

.

25

.

6

μένων καὶ τὸν πατέρα παρεῖ‐
ναι κατηνάγκα‐ σε τοῦ υἱοῦ φο‐
5νευομένου· πυ‐ θόμενόν τε εἰ μύσαι αὐτῷ ἐπιτρέπει, καὶ ἐκεῖνον σφαγῆ‐
10ναι προσέταξεν.

59

.

25

.

7

ὁ δὲ κινδυνεύ‐ ων προσεποιή‐ σατο ἐκ τῶν ἐπιβεβουλευκό‐ των εἶναι, καὶ τοὺς λοιποὺς
5πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμό‐ τητος. καὶ πολλοὺς ἂν ἀπώ‐
10λεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρ‐ χους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. καὶ ὁ μὲν ἀπέθα‐ νεν, τῷ δὲ Γαΐῳ τὸν ὄλεθρον

59

.

25

.

8

αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος “εἷς εἰμί” ἔφη, “τρεῖς δὲ ὑμεῖς, καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισ‐
5μένοι δ’ ὑμεῖς· εἰ οὖν μισεῖτέ με
καὶ ἀποκτείνειν θέλετε, φονεύσατε.” ἐξ ἐκείνου δὲ μι‐ σεῖσθαι νομίσας καὶ ἄχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευέ
10σφας, καὶ ξίφος κἀν τῇ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐ‐ τοὺς ἀλλήλοις, ὅπως μὴ συμφρονῶ‐ σι, κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις οὗ συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσιν.
15Zon. 11, 6 p. 454 12—455, 15 B. (p. 19, 12—20, 11 D.)

59

.

25

.

9

ὅτι ὁ αὐτὸς ἐκέλευσε τὴν σύγκλητον συναχθῆναι, καὶ δῆθεν ἀμνηστίαν αὐτοῖς δέδωκεν, εἰπὼν ὀλίγους πάνυ ἔχειν οἷς ἔτι ὠργίζετο. καὶ πᾶσι τούτους διπλῆν ἐδίδου τὴν φροντίδα· ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐνενόει. Petr. Patr. exc. Vat. 31 (p. 205 Mai. = p. 188, 3—7 Dind.)

59

.

26

.

1

τῶν δὲ βουλευτῶν, ὅτι μὴ κατεψηφίσαντό τινων περιφόβων ὄντων, Πρωτογένης τις κ.τ.λ. Zon. 11, 6 p. 455, 16. 17 B. (p. 20, 12. 13 D.) ἦν δέ τις Πρωτογένης πρὸς πάντα αὐτῷ τὰ χαλεπώτατα ὑπηρε‐ τῶν, ὥστε καὶ βιβλία ἀεὶ δύο περιφέρειν καὶ αὐτῶν τὸ μὲν ξίφος τὸ δὲ

59

.

26

.

2

ἐγχειρίδιον ὀνομάζειν. οὗτος ἐσῆλθέ ποτε ἐς τὸ συνέδριον ὡς καὶ κατ’ ἄλλο τι, καὶ πάντων, οἷα εἰκός, προσειπόντων τε αὐτὸν καὶ δεξιουμένων
δριμύ τέ τι Σκριβωνίῳ Πρόκλῳ ἐνεῖδε καὶ ἔφη “καὶ σύ με ἀσπάζῃ, μι‐ σῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες περιέ‐
5σχον τε τὸν συμβουλευτὴν καὶ διέσπασαν. Xiph. 167, 27—168, 4.

59

.

26

.

3

ἡσθέντος τε ἐπὶ τούτῳ τοῦ Γαΐου καὶ φήσαντος αὐτοῖς κατηλλά‐ χθαι πανηγύρεις τέ τινας ἐψηφίσαντο καὶ ὅπως καὶ βήματι ὑψηλῷ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ, ὥστε μηδένα ἐξικνεῖσθαι, καὶ φρουρᾷ στρα‐ τιωτικῇ καὶ ἐκεῖ χρῷτο· καὶ τοὺς ἀνδριάντας αὐτοῦ φρουρεῖσθαι ἔγνω‐

59

.

26

.

4

σαν. ἐπ’ οὖν τούτοις ὁ Γάιος τὴν ὀργήν σφισιν ἀφῆκε καὶ χρηστά τινα προσενεανιεύσατο· Πομπώνιον γὰρ ἐπιβουλεῦσαι λεχθέντα οἱ ἀπέλυσεν, ἐπειδὴ ὑπὸ φίλου προεδόθη, καὶ τὴν ἑταίραν αὐτοῦ, ὅτι βασανισθεῖσα οὐδὲν ἐξεῖπεν, οὔτε τι κακὸν ἔδρασε καὶ προσέτι καὶ χρήμασιν ἐτίμησεν.

59

.

26

.

5

ἐπαινούμενος οὖν διὰ ταῦτα τὰ μὲν φόβῳ τὰ δὲ καὶ ἐπ’ ἀληθείας, καὶ τῶν μὲν ἥρωα τῶν δὲ θεὸν αὐτὸν ἀνακαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῇ Σελήνῃ
συγγίγνεσθαι καὶ ὑπὸ τῆς Νίκης στεφανοῦσθαι ἔλεγε, Ζεύς τε εἶναι
5ἐπλάττετο, καὶ κατὰ τοῦτο καὶ γυναιξὶν ἄλλαις τε πολλαῖς καὶ ταῖς

59

.

26

.

6

ἀδελφαῖς μάλιστα συνεῖναι προεφασίσατο, καὶ Ποσειδῶν αὖθις, ὅτι το‐ σοῦτον θαλάσσης μέτρον ἔζευξε, τόν τε Ἡρακλέα τόν τε Διόνυσον τόν τε Ἀπόλλω τούς τε ἄλλους, οὐχ ὅτι τοὺς ἄρρενας ἀλλὰ καὶ τὰς θηλείας, ὑπεκρίνετο, Ἥρα τε καὶ Ἄρτεμις καὶ Ἀφροδίτη πολλάκις ἐγίγνετο. πρὸς
5γὰρ δὴ τὴν τῶν ὀνομάτων μετάθεσιν καὶ τὸ ἄλλο σχῆμα πᾶν τὸ προσ‐

59

.

26

.

7

ῆκόν σφισιν ἐλάμβανεν, ὥστε ἐοικέναι ἂν δοκεῖν. τοτὲ μὲν γὰρ θηλυδριώ‐ δης ἑωρᾶτο καὶ κρατῆρα καὶ θύρσον εἶχε, τοτὲ δὲ ἀρρενωπός, καὶ ῥό‐ παλον καὶ λεοντῆν ἢ καὶ κράνος ἀσπίδα τε ἐφόρει. λειογένειος αὖ καὶ μετὰ τοῦτο πωγωνίας ἐφαντάζετο, τρίαινάν τε ἔστιν ὅτε ἐκράτει, καὶ
5κεραυνὸν αὖθις ἀνέτεινε. παρθένῳ τε κυνηγετικῇ ἢ καὶ πολεμικῇ

59

.

26

.

8

ὡμοιοῦτο, καὶ μετ’ οὐ πολὺ ἐγυναίκιζεν. οὕτω που καὶ τῷ ῥυθμῷ τῆς στολῆς καὶ τοῖς προσθέτοις τοῖς τε περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπος αὐτοκράτωρ τε δοκεῖν εἶναι ἤθελε. καί ποτέ τις ἀνὴρ Γαλάτης ἰδὼν αὐτὸν ἐπὶ βήματος ὑψηλοῦ ἐν Διὸς εἴδει

59

.

26

.

9

χρηματίζοντα ἐγέλασεν· ὁ δὲ Γάιος ἐκάλεσέ τε αὐτὸν καὶ ἀνήρετο “τί σοι δοκῶ εἶναι;” καὶ ὃς ἀπεκρίνατο (ἐρῶ γὰρ αὐτὸ τὸ λεχθέν) ὅτι “μέγα παραλήρημα.” καὶ οὐδὲν μέντοι δεινὸν ἔπαθε· σκυτοτόμος γὰρ ἦν. οὕτω που ῥᾷον τὰς τῶν τυχόντων ἢ τὰς τῶν ἐν ἀξιώσει τινὶ ὄν‐

59

.

26

.

10

των παρρησίας οἱ τοιοῦτοι φέρουσι. ταῦτα μὲν οὖν τὰ σχήματα, ὁπότε τις θεὸς ἐπλάττετο εἶναι, ἐλάμβανε, καὶ αὐτῷ καὶ ἱκετεῖαι καὶ εὐχαὶ θυσίαι τε κατὰ τὸ πρόσφορον προσήγοντο· ἄλλως δὲ δὴ ἔν τε τῇ ση‐

59

.

27

.

1

ρικῇ καὶ ἐν τῇ νικητηρίᾳ σκευῇ ὡς πλήθει ἐδημοσίευεν. ἐφίλει τε ὀλι‐ γίστους· τοῖς γὰρ πλείστοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε, καὶ διὰ τοῦθ’ οἱ φιληθέντες ὑπ’ αὐτοῦ χάριν αὐτῷ καὶ ἐν τῇ γερουσίᾳ ἐγίγνωσκον, καίτοι τοὺς ὀρχηστὰς καθ’ ἡμέραν

59

.

27

.

2

φιλοῦντι πάντων ὁρώντων. καὶ ταῦτα μέντοι, ὅσα ὡς θεῷ αὐτῷ ἐγί‐ γνετο, οὐχ ὅτι οἱ πολλοὶ καὶ ἀεί τινα κολακεύειν εἰωθότες ἐποίουν, ἀλλὰ καὶ οἱ πάνυ δοκοῦντές τι εἶναι. Xiph. 168, 4—169, 11, Exc. Val. 211 (p. 669 sq.)
5 ὁ δ’ οὖν Οὐιτέλλιος ὁ Λούκιος οὔτ’ ἀγεννὴς οὔτ’ ἄφρων ὤν, ἀλλὰ καὶ ἐκ τῆς ἐν τῇ Συρίᾳ ἀρχῆς ὀνομαστὸς γενόμενος (τά τε γὰρ ἄλλα

59

.

27

.

3

λαμπρῶς ἡγεμόνευσε, καὶ τὸν Ἀρτάβανον καὶ ἐκείνῃ ἐπιβουλεύοντα, ἐπειδὴ μηδεμίαν τιμωρίαν ἐπὶ τῇ Ἀρμενίᾳ ἐδεδώκει, κατέπληξέ τε ἀπαν‐ τήσας αὐτῷ ἐξαπιναίως περὶ τὸν Εὐφράτην ἤδη ὄντι, καὶ ἔς τε λόγους αὐτὸν ὑπηγάγετο καὶ θῦσαι ταῖς τοῦ Αὐγούστου τοῦ τε Γαΐου εἰκόσιν ἠνάγ‐
5κασε, σπονδάς τε αὐτῷ πρὸς τὸ τῶν Ῥωμαίων σύμφορον δοὺς καὶ προσ‐

59

.

27

.

4

έτι καὶ παῖδας αὐτοῦ ὁμήρους λαβών)—οὗτος οὖν ὁ Οὐιτέλλιος μετε‐ πέμφθη μὲν ὑπὸ τοῦ Γαΐου ὡς καὶ ἀπολούμενος (ἐφ’ οἷς γὰρ οἱ Πάρθοι τὸν βασιλέα σφῶν ἐξήλασαν, ἐπὶ τούτοις ἐκεῖνος αἰτίαν ἔσχε, μισηθείς τε ὑπὸ τοῦ φθόνου καὶ ἐπιβουλευθεὶς ὑπὸ τοῦ φόβου· τῷ τε γὰρ κρείτ‐
5τονι τῷ ἑαυτοῦ ὁ Γάιος ἤχθετο, καὶ τὸ εὖ φερόμενον ὡς καὶ ἐπιθησό‐

59

.

27

.

5

μενόν οἱ ὑπώπτευεν), ἐσώθη δὲ σχηματίσας πως ἑαυτὸν ὥστε καὶ ἐλάτ‐ των αὐτῷ τῆς δόξης φανῆναι, καὶ πρός τε τοὺς πόδας αὐτοῦ προσπεσὼν καὶ δάκρυσι κλαύσας, κἀν τούτῳ καὶ θειάσας αὐτὸν πολλὰ καὶ προσ‐

59

.

27

.

6

κυνήσας, καὶ τέλος εὐξάμενος, ἂν περισωθῇ, θύσειν αὐτῷ ἐκείνῳ. ἐκ γὰρ τούτων οὕτως αὐτὸν ἐτιθάσευσε καὶ ἱλεώσατο ὥστε μὴ μόνον περι‐ γενέσθαι, ἀλλὰ καὶ ἐν τοῖς πάνυ φίλοις αὐτοῦ νομισθῆναι. καί ποτε τοῦ Γαΐου συγγίγνεσθαί τε τῇ Σελήνῃ λέγοντος, καὶ ἐρωτήσαντος αὐτὸν
5εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ, κάτω τε ὡς καὶ τεθηπὼς ἔβλεπεν ὑποτρέμων, καὶ σμικρόν τι φθεγξάμενος “ὑμῖν” ἔφη “τοῖς θεοῖς, δέσ‐ ποτα, μόνοις ἀλλήλους ὁρᾶν ἔξεστιν.” Xiph. 169, 11—170, 6, Exc. Val. 212 (p. 670). Οὐιτέλλιος μὲν οὖν ἐκεῖθεν ἀρξάμενος πάντας καὶ μετὰ τοῦτο τοὺς

59

.

28

.

1

ἄλλους κολακείᾳ ὑπερεβάλετο, Γάιος δὲ ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει τέμενός τι ἑαυτῷ ἐν Μιλήτῳ τεμενίσαι ἐκέλευσε· ταύτην γὰρ τὴν πόλιν ἐπελέ‐ ξατο, λόγῳ μὲν εἰπὼν ὅτι τὴν μὲν Ἔφεσον ἡ Ἄρτεμις τὴν δὲ Πέργαμον
ὁ Αὔγουστος τὴν δὲ Σμύρναν ὁ Τιβέριος προκατειλήφασι, τὸ δὲ ἀληθὲς
5ὅτι τὸν νεὼν ὃν οἱ Μιλήσιοι τῷ Ἀπόλλωνι καὶ μέγαν καὶ ὑπερκαλλῆ

59

.

28

.

2

ἐποίουν ἰδιώσασθαι ἐπεθύμησε. τότε δὲ ἐπὶ πλέον ἐξήχθη, ὥστε καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ ναὸν ἑαυτοῦ, τὸν μὲν ὑπὸ τῆς βουλῆς ψηφισθέντα τὸν δὲ ἰδίᾳ ἐν τῷ παλατίῳ, ποιήσασθαι. ἐτεκτήνατο μὲν γὰρ καὶ ἐν

59

.

28

.

3

τῷ Καπιτωλίῳ κατάλυσίν τινα, ἵν’, ὡς ἔλεγε, τῷ Διὶ συνοικοίη· ἀπα‐ ξιώσας δὲ δὴ τὰ δευτερεῖα ἐν τῇ συνοικήσει αὐτοῦ φέρεσθαι, καὶ προσ‐ εγκαλέσας οἱ ὅτι τὸ Καπιτώλιον προκατέλαβεν, οὕτω δὴ ἕτερόν τε νεὼν ἐν τῷ παλατίῳ σπουδῇ ᾠκοδομήσατο, καὶ ἄγαλμα ἐς αὐτὸν ἠθέ‐
5λησε τὸ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐς τὸ ἑαυτοῦ εἶδος μεταρρυθμίσαι.

59

.

28

.

4

μὴ δυνηθεὶς δέ (τό τε γὰρ πλοῖον τὸ πρὸς τὴν κομιδὴν αὐτοῦ ναυπη‐ γηθὲν ἐκεραυνώθη, καὶ γέλως, ὁσάκις τινὲς ὡς καὶ τοῦ ἕδους ἐφαψόμενοι προσῆλθον, πολὺς ἐξηκούετο) ἐκείνῳ μὲν ἐπηπείλει, αὐτὸς δὲ ἕτερον

59

.

28

.

5

ἐνέστησε. τό τε Διοσκόρειον τὸ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ὂν διατε‐ μὼν διὰ μέσου τῶν ἀγαλμάτων ἔσοδον δι’ αὐτοῦ ἐς τὸ παλάτιον ἐποιή‐
σατο, ὅπως καὶ πυλωροὺς τοὺς Διοσκόρους, ὥς γε καὶ ἔλεγεν, ἔχῃ. Διά‐ λιόν τε ἑαυτὸν ὀνομάσας, τήν τε Καισωνίαν τὴν γυναῖκα καὶ τὸν Κλαύ‐
5διον ἄλλους τε τοὺς πλουσιωτάτους ἱερέας προσέθετο, πεντήκοντα καὶ

59

.

28

.

6

διακοσίας ἐπὶ τούτῳ παρ’ ἑκάστου μυριάδας λαβών. καὶ προσέτι καὶ αὐτὸς ἑαυτῷ ἱερᾶτο, τόν τε ἵππον συνιερέα ἀπέφηνε· καὶ ὄρνιθες αὐτῷ ἁπαλοί τέ τινες καὶ πολυτίμητοι καθ’ ἑκάστην ἡμέραν ἐθύοντο. ταῖς τε βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα καὶ ταῖς ἀστραπαῖς ἀντή‐
5στραπτε· καὶ ὁπότε κεραυνὸς καταπέσοι, λίθον ἀντηκόντιζεν, ἐπιλέγων

59

.

28

.

7

ἐφ’ ἑκάστῳ τὸ τοῦ Ὁμήρου “ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ.” ἐπειδή τε ἡ Καισωνία θυγάτριον μετὰ τριάκοντα ἡμέρας τῶν γάμων ἔτεκε, τοῦτό τε αὐτὸ δαιμονίως προσεποιεῖτο, σεμνυνόμενος ὅτι ἐν τοσαύταις ἡμέραις καὶ ἀνὴρ καὶ πατὴρ ἐγεγόνει, καὶ Δρουσίλλαν αὐτὴν ὀνομάσας ἔς τε τὸ
5Καπιτώλιον ἀνήγαγε καὶ ἐς τὰ τοῦ Διὸς γόνατα ὡς καὶ παῖδα αὐτοῦ οὖσαν ἀνέθηκε, καὶ τῇ Ἀθηνᾷ τιθηνεῖσθαι παρηγγύησεν.

59

.

28

.

8

οὗτος οὖν ὁ θεὸς καὶ οὗτος ὁ Ζεὺς (καὶ γὰρ ἐκαλεῖτο τὰ τελευ‐ ταῖα οὕτως, ὥστε καὶ ἐς γράμματα φέρεσθαι) ταῦτά τε ἅμα ἔπραττε καὶ χρήματα αἴσχιστα καὶ δεινότατα συνελέγετο. ἵνα γάρ τις τά τε
ὤνια καὶ τὰ καπηλεῖα τάς τε πόρνας καὶ τὰ δικαστήρια, τούς τε χει‐
5ροτέχνας καὶ τὰ ἀνδράποδα τὰ μισθοφοροῦντα τά τε ἄλλα τὰ τοιαῦτα,

59

.

28

.

9

ἐξ ὧν οὐδὲν ὅ τι οὐκ ἠργυρίζετο, παραλείπῃ, ἀλλὰ τά γε οἰκήματα τὰ ἐν αὐτῷ τῷ παλατίῳ ἀποδειχθέντα, καὶ τὰς γυναῖκας τὰς τῶν πρώτων τούς τε παῖδας τοὺς τῶν σεμνοτάτων, οὓς ἐς αὐτὰ καθίζων ὕβριζεν, ἐκκαρπούμενος ἐπ’ αὐτοῖς πάντας ἁπλῶς, τοὺς μὲν ἐθελοντὰς τοὺς δὲ
5καὶ ἄκοντας, ὅπως μὴ καὶ δυσχεραίνειν τι νομισθῶσι, πῶς ἄν τις σιω‐

59

.

28

.

10

πήσειεν; οὐ μὴν ἀλλὰ τούτοις μὲν οὐ σφόδρα τὸ πλῆθος ἤχθετο, ἀλλὰ καὶ ἔχαιρον ὁμοῦ οἱ τῇ τε ἀσελγείᾳ αὐτοῦ, καὶ ὅτι ἔς τε τὸ χρυσίον καὶ ἐς τὸ ἀργύριον τὸ συλλεγόμενον ἀπ’ αὐτῶν ἐμβάλλων ἑκάστοτε

59

.

28

.

11

ἑαυτὸν ἐκαλινδεῖτο· ὡς μέντοι καὶ περὶ τῶν τελῶν πικρῶς τινα δια‐ νομοθετήσας ἐς λεύκωμα αὐτὰ βραχυτάτοις γράμμασιν ἐσέγραψε καὶ ἀφ’ ὑψηλοῦ τινος ἀπεκρέμασεν, ὅπως ὡς ἥκιστα ἀναγιγνώσκοιτο, κἀκ τούτου πολλοὶ τοῖς ἐπιτιμίοις, ἀγνοοῦντες τὸ κεκωλυμένον ἢ κεκελευσ‐
5μένον, περιπίπτωσιν, ἔς τε τὸν ἱππόδρομον εὐθὺς σπουδῇ συνέδραμον καὶ δεινὰ συνεβόησαν. Xiph. 170, 6—171, 13, Exc. Val. 213 et 214 (p. 670—674). (ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν τῷ ἱπποδρομίῳ cf. v. 14) καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες
10ἐσιώπησαν. Joann. Antioch. fr. 84 M. (v. 1—3.)

59

.

29

.

1

ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας ἐν τῷ δορυφορικῷ ἔχοντες. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεσαν τὸ πραττόμενον, ἐν οἷς ἦν ὅ τε Κάλλιστος καὶ ὁ ἔπαρχος· Xiph. 171, 13—18, Zon. 11,
57 p. 458, 7—10 B. (p. 22, 17—21 D.), Joann. Antioch. fr. 84 M. (v. 4—6.)

59

.

29

1a

πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοι‐ νῶν ἐκινήθησαν. καὶ ὅσοι δὲ οὐ συνώμοσαν, γνόντες οὔτ’ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον. Joann. Antioch. fr. 84 M. (v. 6. 7), Zon. 11, 7 p. 458, 11. 12 B. (p. 22, 22. 23 D.)

59

.

29

.

2

οἱ δὲ αὐτόχειρες αὐτοῦ γενόμενοι ἐκεῖνοι ἦσαν. ἄλλως τε γὰρ ἀρ‐ χαιότροπός τις ἀνὴρ ὁ Χαιρέας ἦν, καί τινα καὶ ἰδίαν τῆς ὀργῆς αἰτίαν ἔσχε· γύννιν τε γὰρ αὐτὸν καίπερ ἐρρωμενέστατον ἀνδρῶν ὄντα ὁ Γάιος ἐπεκάλει, καὶ τὸ σύνθημα αὐτῷ, ὁπότε ἐς ἐκεῖνον καθήκοι, Πόθον ἢ

59

.

29

.

3

Ἀφροδίτην ἢ ἕτερόν τι τοιοῦτον ἐδίδου. θεοπρόπιον δέ τι τῷ Γαΐῳ ὀλίγον ἔμπροσθεν ἐγεγόνει φυλάττεσθαι Κάσσιον· καὶ ὁ μὲν ἐς Γάιον Κάσσιον τὸν τότε τῆς Ἀσίας ἄρχοντα, ἐπειδὴ τὸ γένος ἀπὸ τοῦ Κασ‐ σίου ἐκείνου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἶχεν, ὑποπτεύσας μετε‐
5πέμψατο αὐτὸν δεδεμένον, προέλεγε δ’ ἄρα αὐτῷ τὸ δαιμόνιον τοῦτον

59

.

29

.

4

τὸν Κάσσιον τὸν Χαιρέαν. Ἀπολλώνιός τέ τις Αἰγύπτιος οἴκοι τε τὸ συμβὰν αὐτῷ προεῖπε, καὶ πεμφθεὶς διὰ τοῦτ’ ἐς τὴν Ῥώμην προσήχθη τε αὐτῷ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ τελευτήσειν ἔμελλε, καὶ ἀνα‐ βληθεὶς ὡς καὶ μετ’ ὀλίγον κολασθησόμενος ἐσώθη. ἐπράχθη δὲ ὧδε.

59

.

29

.

5

ἑορτήν τινα ἐν τῷ παλατίῳ ἦγε καὶ θέαν ἐπετέλει, κἀν τούτῳ καὶ αὐτὸς καὶ ἤσθιε καὶ ἔπινε καὶ τοὺς ἄλλους εἱστία, ὅτε δὴ καὶ Πομ‐ πώνιος Σεκοῦνδος ὁ τότε ὑπατεύων ἐνεφορεῖτό τε ἅμα τῶν σιτίων, παρὰ τοῖς ποσὶν αὐτοῦ καθήμενος, καὶ ἐπικύπτων συνεχῶς αὐτοὺς κατεφίλει.
5Xiph. 171, 18—172, 8, ad p. 657, 22 cf. Zon. 11, 7 p. 458, 12 B. (p. 22, 23. 24 D.) ὁ γὰρ Χαιρέας καὶ ὁ Σαβῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες,

59

.

29

.

6

ὅμως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρ‐ χήσασθαι καὶ τραγῳδίαν ὑποκρίνασθαι ἠθέλησεν, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγγειλε, οὐκέθ’ οἱ περὶ τὸν Χαιρέαν ὑπέμειναν, ἀλλὰ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξελθόντα ἵνα τοὺς παῖδας θεάσηται,
5οὓς ἐκ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας τῶν πάνυ εὐγενῶν ἐπὶ τῷ τὸν ὕμνον τὸν ἐς ἑαυτὸν πεποιημένον ᾆσαι μετεπέπεμπτο δῆθεν, ἀπέκτειναν

59

.

29

.

7

ἐν στενωπῷ τινι ἀπολαβόντες. καὶ αὐτοῦ πεσόντος οὐδεὶς τῶν παρόν‐ των ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν ὄντα ὠμῶς ἐτίτρωσκον· καί τινες καὶ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. τήν τε γυναῖκα καὶ τὴν θυγατέρα εὐθὺς ἔσφαξαν. Xiph. 172, 8—19, Zon. 11, 7 p. 458, 12—20 B. (p. 22,
524—23, 5 D.), Joann. Antioch. fr. 84 M. (v. 7—11.)

59

.

30

.

1

Γάιος μὲν δὴ ταῦτα ἐν ἔτεσι τρισὶ καὶ μησὶν ἐννέα ἡμέραις τε ὀκτὼ καὶ εἴκοσι πράξας τοῖς ἔργοις αὐτοῖς ὡς οὐκ ἦν θεὸς ἔμαθεν. Xiph. 172, 20—22, Zon. 11, 7 p. 459, 1—3 B. (p. 23, 6—8 D.), Joann. Antioch. fr. 84 M. (v. 11—14.)

59

.

30

1a

ὑφ’ ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο· καὶ ὑφ’ ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δή‐ μου ὧν ἐπεπόνθει δεινῶν.

59

.

30

1b

οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύ‐ βουν τε καὶ ἐστασίαζον ὥστε καὶ σφαγὰς ποιεῖν. Joann. Antioch. fr.
84 M. (v. 14—20.)

59

.

30

1c

ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελ‐ γηκότων αὐτῷ πάντες ἔχαιρον, μεμνημένοι
5καὶ τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ, ὅτε ὀργισθεὶς τῷ δήμῳ ἔφη “εἴθε ἕνα αὐχένα εἴ‐ χετε”, καὶ ἐπιλέγον‐
10τες ὅτι “σὺ μὲν ἕνα ἔχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς.”

59

.

30

.

2

διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε “τίς Γάιον ἀπέσφα‐
5ξεν”; Οὐαλλέριος Ἀσια‐ τικὸς ἀνὴρ ὑπατευκώς ἀνῆλθεν εἰς ἄποπτόν τι χωρίον καὶ ἐκβοήσας ἔφη “εἴθε ἐγὼ αὐτὸν
10ἤμην ἀπεκτονώς”. καὶ οὕτω καταπλαγέντες οἱ θορυβοῦντες ἡσύχασαν. Zon. 11, 7 p. 459, 3‐ 11 B. (p. 23, 8—18 D.)
15πλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. Petr. Patr. exc. Vat. 36
(p. 206 sq. Mai. = p. 189, 1—10 Dind.)

59

.

30

.

3

Ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρ‐ κοις ἡσύχασαν. τούτων δὲ περὶ τὸν Γάιον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα ἐς τὸ Καπι‐ τώλιον μετεκόμισαν. φύλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν,
5καὶ στρατιώτας ἱκανούς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. Οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χαιρέαν τὸ πρακ‐
τέον ἐσκοποῦντο. Joann. Antioch. fr. 84 M. v. 20—28.

60

.

1

.

1

Κλαύδιος δὲ αὐτοκράτωρ ὧδε ἐγένετο. μετὰ γὰρ τὴν ἀναίρεσιν τοῦ Γαΐου φύλακας ἑκασταχόσε τῆς πόλεως οἱ ὕπατοι διαπέμψαντες τήν τε βουλὴν ἐς τὸ Καπιτώλιον ἤθροισαν, καὶ πολλαὶ καὶ ποικίλαι γνῶμαι ἐλέχθησαν· τοῖς μὲν γὰρ δημοκρατεῖσθαι τοῖς δὲ μοναρχεῖσθαι ἐδόκει, καὶ

60

.

1

.

2

οἱ μὲν τὸν οἱ δὲ τὸν ᾑροῦντο. καὶ διὰ τοῦτο τὴν ἡμέραν τὴν λοιπὴν καὶ τὴν νύκτα πᾶσαν κατέτριψαν μηδὲν τελειώσαντες. κἀν τούτῳ στρατιῶταί τινες ἐς τὸ παλάτιον, ὅπως τι συλήσωσιν, ἐσελθόντες εὗρον τὴν Κλαύδιον

60

.

1

.

3

ἐν γωνίᾳ που σκοτεινῇ κατακεκρυμμένον (συνῆν τε γὰρ τῷ Γαΐῳ τοῦ θε‐
άτρου ἐξερχομένῳ καὶ τότε τὴν ταραχὴν φοβηθεὶς ὑπέπτηξε), καὶ αὐ‐ τὸν τὸ μὲν πρῶτον ὡς καὶ ἄλλον τινὰ ὄντα ἢ ἔχοντά τι ἐξείλκυσαν, ἔπειτα δὲ γνωρίσαντες αὐτοκράτορά τε προσηγόρευσαν καὶ ἐς τὸ στρα‐
5τόπεδον αὐτὸν ἤγαγον, κἀκ τούτου μετὰ τῶν ἄλλων, οἷα τοῦ τε βα‐ σιλικοῦ γένους ὄντι καὶ ἐπιεικεῖ νομιζομένῳ, πᾶν τὸ κράτος αὐτῷ ἔδω‐

60

.

1

3a

καν. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ’ ὅσον ἐξίστατο καὶ ἀντ‐ έκειτο τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἱ στρατιῶται μὴ παρ’ ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ’ αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ἄκων, ὡς ἐδόκει, ὑπέκυψε.

60

.

1

.

4

οἱ δ’ ὕπατοι τέως μὲν ἄλλους τε καὶ δημάρχους πέμποντες ἀπη‐ γόρευον αὐτῷ μηδὲν τοιοῦτον ποιεῖν, ἀλλ’ ἐπί τε τῷ δήμῳ καὶ τῇ βουλῇ καὶ τοῖς νόμοις γενέσθαι· ἐπεὶ δὲ αὐτοὺς οἱ συνόντες σφίσι στρα‐ τιῶται ἐγκατέλιπον, τότε δὴ καὶ αὐτοὶ ὡμολόγησαν, καὶ τὰ λοιπὰ ὅσα
5ἐς τὴν αὐταρχίαν αὐτοῦ ἥκοντα ἦν αὐτῷ ἐψηφίσαντο.

60

.

2

.

1

οὕτω μὲν Τιβέριος Κλαύδιος Νέρων Γερμανικός, ὁ τοῦ Δρούσου τοῦ τῆς Λιουίας παιδὸς υἱός, τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε, μὴ πρὶν ἐν
ἡγεμονίᾳ τινὶ τὸ παράπαν ἐξητασμένος, πλὴν ὅτι μόνον ὑπάτευσεν· ἦγε δὲ πεντηκοστὸν ἔτος τῆς ἡλικίας. Xiph. 173, 8—174, 4, Zon. 11, 8
5p. 459, 12—460, 9 B. (p. 23, 19—24, 13 D.) ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος ἀλλὰ ἀεὶ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε

60

.

2

.

2

καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίγνωσκεν, ἀλλὰ τῷ ταμίᾳ, τήν γε πρώτην καὶ παρὼν ὥς γε πλήθει, ἀναλέγεσθαι ἐδίδου. ὅσα δ’ οὖν αὐτὸς ἀνεγίγνωσκε,

60

.

2

.

3

καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ κατα‐ στέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο, καὶ ἐξ ἐκείνου καὶ νῦν οὐχ ὅτι οἱ αὐτοκράτορες ἀλλὰ καὶ ἡμεῖς οἱ ὑπατευκότες διφροφορούμεθα· πρότερον δὲ ἄρα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἄλλοι τέ τινες
5ἐν σκιμποδίοις, ὁποίοις αἱ γυναῖκες ἔτι καὶ νῦν νομίζουσιν, ἔστιν

60

.

2

.

4

ὅτε ἐφέροντο. οὐ μέντοι καὶ διὰ ταῦθ’ οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν, ἐκακύνετο. περι‐ φανέστατα γὰρ τῶν ὁμοίων ἐδουλοκρατήθη τε ἅμα καὶ ἐγυναικο‐
κρατήθη· ἅτε γὰρ ἐκ παίδων ἔν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ
5τραφείς, καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τῆς ἀληθείας εὐήθειαν προσ‐

60

.

2

.

5

ποιησάμενος, ὅπερ που καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ τῇ Λιουίᾳ πολὺν δὲ καὶ τῇ μητρὶ Ἀν‐ τωνίᾳ τοῖς τ’ ἀπελευθέροις συνδιαιτηθείς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς
5ἐκέκτητο, ἀλλὰ καίπερ καὶ τῶν Ῥωμαίων ἁπάντων καὶ τῶν ὑπη‐ κόων αὐτῶν κρατῶν ἐδεδούλωτο. ἐπετίθεντο δ’ αὐτῷ ἔν τε τοῖς

60

.

2

.

6

πότοις μάλιστα καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφο‐ τέροις σφίσι προσέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐαλωτότα‐ τος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. καὶ αὐτοῦ καὶ τοῦτο προσ‐

60

.

2

.

7

λαμβάνοντες οὐκ ἐλάχιστα κατειργάζοντο· [καὶ] ἐκεῖνόν τε γὰρ ἐκ‐ φοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις τοσοῦτον δέος ἐνέβαλλον ὥσθ’, ἵνα συλλαβὼν εἴπω, πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρᾳ ὑπό τε τοῦ Κλαυδίου καὶ ὑπ’ αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ
5κατ’ ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων.

60

.

3

.

1

τοιοῦτος οὖν δή τις, ὥς γε συνελόντι εἰπεῖν, ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τε τῶν προειρημένων παθῶν ἐγί‐ γνετο καὶ ἑαυτοῦ ἐκράτει. λέξω δὲ καὶ καθ’ ἕκαστον ὧν ἐποίησε.

60

.

3

.

2

τὰ μὲν ψηφισθέντα οἱ εὐθὺς πάντα, πλὴν τῆς τοῦ πατρὸς ἐπωνυμίας, ἐδέξατο (ταύτην γὰρ μετὰ ταῦτα προσέθετο), οὐ μέντοι καὶ παραυτίκα ἀλλ’ ὀψὲ καὶ τριακοστῇ ἡμέρᾳ ἐς τὴν βουλὴν ἐσῆλθε. τόν τε γὰρ Γάιον οὕτως ὁρῶν ἀπολωλότα, καὶ πυνθανόμενός τινας
5ὡς καὶ βελτίονας ἑαυτοῦ πρὸς τὴν ἀρχὴν ὑπ’ αὐτῆς προβεβλῆσθαι,

60

.

3

.

3

οὐκ ἐθάρσει, ἀλλὰ τά τε ἄλλα ἀκριβῶς ἐφυλάττετο, καὶ πάντας τοὺς προσιόντας οἱ καὶ ἄνδρας καὶ γυναῖκας ἐρευνᾶσθαι ἐποίει μή
τι ξιφίδιον ἔχωσιν, ἔν τε τοῖς συμποσίοις πάντως τινὰς στρατιώτας συνόντας εἶχε. καὶ τοῦτο μὲν ἐξ ἐκείνου καταδειχθὲν καὶ δεῦρο
5ἀεὶ γίγνεται, ἡ δὲ δὴ ἔρευνα ἡ διὰ πάντων ἐπὶ Οὐεσπασιανοῦ

60

.

3

.

4

ἐπαύσατο. τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους, καίπερ πάνυ ἐπὶ τῷ τοῦ Γαΐου θανάτῳ ἡσθείς, ὅμως ἀπέκτεινεν· οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνου πρᾶξιν εἰλήφει χάριν αὐτῷ ᾔδει, ἀλλ’ ὅτι ἐτόλμησεν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν, πόρρωθεν τὸ
5καθ’ ἑαυτὸν ἐς ἀσφάλειαν προορώμενος. ἔπραξε δὲ τοῦτο οὐχ ὡς

60

.

3

.

5

καὶ τῷ Γαΐῳ τιμωρῶν, ἀλλ’ ὡς ἑαυτῷ ἐπιβουλεύσαντα αὐτὸν λα‐ βών. καί οἱ ὁ Σαβῖνος ἑκὼν ἐπαπέθανε, μὴ ἀξιώσας κολασθέντος αὐτοῦ περιεῖναι. τοῖς γε μὴν ἄλλοις, οἳ τὴν δημοκρατίαν ἐκφα‐ νῶς ἐσπούδασαν ἢ καὶ ἐπίδοξοι λήψεσθαι τὸ κράτος ἐγένοντο,
5οὐχ ὅσον οὐκ ἐμνησικάκησεν, ἀλλὰ καὶ τιμὰς καὶ ἀρχὰς ἔδωκεν· ἐκδηλότατα γὰρ καὶ ἐν τοῖς πάντων πώποτε οὐ τῷ λόγῳ μόνον τὴν ἄδειάν σφισι, κατὰ τὸν τῶν Ἀθηναίων ζῆλον ὡς ἔλεγεν, ὑπέ‐

60

.

3

.

6

σχετο, ἀλλὰ καὶ τῷ ἔργῳ παρέσχε. τό τε ἔγκλημα τῆς ἀσεβείας ὁμοίως οὐκ ἐν τοῖς γράμμασι μόνοις ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν ἔπαυσε, καὶ οὐδένα διὰ τοιοῦτό τι οὔτ’ ἐπὶ τοῖς προτέροις οὔτ’

60

.

3

.

7

ἐπὶ τοῖς ἔπειτα ἐκόλασε. τούς γε μὴν ἀδικήσαντάς τι ἢ καὶ προ‐ πηλακίσαντας αὐτὸν ἰδιώτην ὄντα (πολλοὶ δὲ ταῦτα ἄλλως τε ὡς μηδενὸς λόγου ἄξιον, καὶ οἱ μὲν τῷ Τιβερίῳ οἱ δὲ τῷ Γαΐῳ χαρι‐ ζόμενοι, ἐπεποιήκεσαν) πλαστῷ μὲν ἐγκλήματι οὐδενὶ μετῄει, εἰ
5μέντοι τι ἄλλο κακουργοῦντας εὕρισκε, καὶ δι’ ἐκεῖνα ἐτιμωρεῖτο.

60

.

4

.

1

τά τε τέλη τὰ ἐπὶ τοῦ Γαΐου ἐσαχθέντα, καὶ τἆλλα ὅσα ἐπηγορίαν τινὰ τῶν πραχθέντων ὑπ’ αὐτοῦ εἶχε, κατέλυσε μέν, οὐκ ἀθρόα δέ, ἀλλ’ ὡς ἑκάστῳ πῃ προσέτυχε. καὶ τοὺς ἐκπεσόντας ἀδίκως ὑπ’ αὐτοῦ, τούς τε ἄλλους καὶ τὰς ἀδελφάς, τήν τε Ἀγριππῖναν καὶ τὴν

60

.

4

.

2

Ἰουλίαν, καταγαγὼν τὰς οὐσίας σφίσιν ἀπέδωκεν. τῶν τε ἐκ τοῦ οἰκήματος (πλεῖστοι δὲ ἐδέδεντο) τοὺς μὲν ἐπ’ ἀσεβείᾳ τοιούτοις
τέ τισιν ἑτέροις ἐγκλήμασιν ἐμπεπτωκότας ἀπήλλαξε, τοὺς δ’ ὄντως ἀδικοῦντας ἐκόλασε. σφόδρα γὰρ ἀκριβῶς σφας ἐξήτασεν,
5ὅπως μήθ’ οἱ κακουργήσαντές τι διὰ τοὺς συκοφαντουμένους ἀφε‐

60

.

4

.

3

θῶσι, μήθ’ οὗτοι δι’ ἐκείνους παραπόλωνται. καὶ καθ’ ἑκάστην γε ὡς εἰπεῖν ἡμέραν, ἤτοι μετὰ πάσης τῆς γερουσίας ἢ καὶ ἰδίᾳ, τὸ μὲν πλεῖστον ἐν τῇ ἀγορᾷ, ἤδη δὲ καὶ ἄλλοθι, ἐπὶ βήματος ἐδίκαζε· καὶ γὰρ τὸ κατὰ τοὺς συνέδρους, ἐκλειφθὲν ἐξ οὗ ὁ Τι‐

60

.

4

.

4

βέριος ἐς τὴν νῆσον ἐξεχώρησεν, ἀνενεώσατο. πολλάκις δὲ καὶ τοῖς ὑπάτοις τοῖς τε στρατηγοῖς, καὶ μάλιστα τοῖς τὴν διοίκησιν ἔχουσι, συνεξητάζετο, καὶ ὀλίγα παντελῶς τοῖς ἄλλοις δικαστηρίοις ἐπέ‐

60

.

4

.

5

τρεπε. τά τε φάρμακα ἃ πολλὰ ἐν τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τὰ τοῦ Πρωτογένους, ὃν καὶ ἀπέκτεινε, τά τε γράμματα ἃ ἐπλάσσετο μὲν ὁ Γάιος κεκαυκέναι εὑρέθη δὲ ἐν τῷ βασιλικῷ ὄν‐ τα, τοῖς τε βουλευταῖς ἐπέδειξε, καὶ ἔδωκε καὶ αὐτοῖς ἐκείνοις
5τοῖς τε γράψασιν αὐτὰ καὶ καθ’ ὧν ἐγέγραπτο ἀναγνῶναι, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι τὸν Γάιον ἐθε‐ λησάσης ψηφισθῆναι μὲν αὐτὸς ἐκώλυσεν, ἰδίᾳ δὲ τὰς εἰκόνας

60

.

4

.

6

αὐτοῦ νυκτὸς ἁπάσας ἠφάνισε. καὶ διὰ ταῦτα τὸ μὲν ὄνομα αὐ‐ τοῦ οὐκ ἔστιν ἐν τῷ καταλόγῳ τῶν αὐτοκρατόρων ὧν μνήμην ἐπί τε τοῖς ὅρκοις καὶ ἐπὶ ταῖς εὐχαῖς ποιούμεθα, ὥσπερ οὐδὲ τὸ τοῦ Τιβερίου, οὐ μέντοι καὶ ἐκ δόγματος ἀτιμίαν οὐδέτερός σφων
5ὦφλε.

60

.

5

.

1

τὰ μὲν δὴ οὖν ὑπό τε τοῦ Γαΐου καὶ ὑφ’ ἑτέρων δι’ ἐκεῖνον οὐκ ὀρθῶς γενόμενα ἀνέτρεψε, τῷ δὲ δὴ Δρούσῳ τῷ πατρὶ τῇ τε Ἀντωνίᾳ τῇ μητρὶ ἱπποδρομίας ἐς τὰ γενέσια ἔδωκε, τὰς πανηγύ‐ ρεις τὰς ἐς ταὐτὸν αὐταῖς συμβαινούσας μεταθεὶς ἐς ἑτέρας ἡμέ‐

60

.

5

.

2

ρας, ὅπως μὴ ἅμα ποιῶνται. τήν τε τήθην τὴν Λιουίαν οὐ μόνον ἵππων ἀγῶσιν ἐτίμησεν ἀλλὰ καὶ ἀπηθανάτισεν, ἄγαλμά τέ τι αὐ‐ τῆς ἐν τῷ Αὐγουστείῳ ἱδρύσας καὶ τὰς θυσίας ταῖς ἀειπαρθένοις ἱεροποιεῖν προστάξας, ταῖς τε γυναιξὶν ὅρκον τὸ ὄνομα αὐτῆς

60

.

5

.

3

ποιεῖσθαι κελεύσας. οὕτω δὲ δὴ τοὺς πατέρας ἀποσεμνύνας αὐτὸς οὐδὲν ἔξω τῶν ὀνομάτων τῶν ἐς τὴν ἀρχὴν φερόντων ἐδέξατο· ἐν γὰρ δὴ τῇ τοῦ Αὐγούστου νουμηνίᾳ, ἐν ᾗ ἐγεγέννητο, ἠγωνίζοντο
μὲν ἵπποι, οὐ δι’ ἐκεῖνον δὲ ἀλλ’ ὅτι ὁ τοῦ Ἄρεως ναὸς ἐν ταύτῃ

60

.

5

.

4

καθιέρωτο καὶ διὰ τοῦτο ἐτησίοις ἀγῶσιν ἐτετίμητο. ἔν τε οὖν τούτοις ἐμετρίαζε, καὶ προσαπηγόρευσε μήτε προσκυνεῖν τινα αὐτὸν μήτε θυσίαν οἱ μηδεμίαν ποιεῖν. τά τε ἐπιβοήματα τὰ πολλὰ καὶ ὑπέρογκα ἔπαυσε· καὶ εἰκόνα μίαν, καὶ ταύτην ἀργυρᾶν, ἀνδριάν‐
5τας τε δύο χαλκοῦ τε καὶ λίθου ψηφισθέντας αὐτῷ τὰ πρῶτα

60

.

5

.

5

ἔλαβε. μάταια γὰρ πάντα τὰ τοιαῦτα ἀναλώματα εἶναι, καὶ προσέτι πολλὴν μὲν ζημίαν πολὺν δὲ καὶ ὄχλον τῇ γε πόλει παρέ‐ χειν ἔλεγε· πάντες μὲν γὰρ οἱ ναοὶ πάντα δὲ καὶ τὰ ἄλλα ἔργα καὶ ἀνδριάντων καὶ ἀναθημάτων ἐπεπλήρωτο, ὥστε καὶ περὶ ἐκεί‐

60

.

5

.

6

νων βουλεύσεσθαι ἔφη ἃ χρὴ πρᾶξαι. τοῖς τε στρατηγοῖς τοὺς ἀγῶνας τοὺς ὁπλομαχικοὺς ἀπηγόρευσε μὴ ποιεῖν, καὶ εἰ δή τις ἄλλος αὐτοὺς ὁπουδήποτε ἐπιτελοίη, ἀλλὰ μήτι γε ὡς καὶ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας γιγνομένων σφῶν ἢ γράφεσθαι ἢ καὶ λέγεσθαι
5ἐκέλευσε. καὶ οὕτω γε πάντα ταῦτα κρίσει καὶ οὐκ ἐπιτηδεύσει

60

.

5

.

7

ἔπραττεν ὥστε καὶ ἄλλα ὁμοίως ἔνεμε. τὰς γοῦν θυγατέρας ἐν τῷ ἔτει τούτῳ τὴν μὲν ἐγγυήσας Λουκίῳ Ἰουνίῳ Σιλανῷ τὴν δὲ ἐκδοὺς Γναίῳ Πομπηίῳ Μάγνῳ οὐδὲν ἐξαίρετον ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ βουλὴ ἠθροίσθη.

60

.

5

.

8

τούς τε γαμβροὺς τότε τε ἐν τοῖς εἴκοσιν ἀνδράσιν ἄρξαι καὶ μετὰ τοῦτο πολιαρχῆσαι ἐν ταῖς ἀνοχαῖς ἐκέλευσεν ὀψέ τέ ποτε πέντε ἔτεσι θᾶσσον τὰς ἄλλας ἀρχὰς αἰτῆσαί σφισιν ἐπέτρεψε. τούτου δὲ δὴ τοῦ Πομπηίου ὁ Γάιος τὴν τοῦ Μάγνου ἐπίκλησιν περιέκοψεν.

60

.

5

.

9

ὀλίγου μὲν γὰρ καὶ ἀπέσφαξεν αὐτὸν ὅτι οὕτως ὠνομάζετο· ἀλλὰ τοῦτο μὲν καταφρονήσας ὡς καὶ παιδίου ἔτ’ αὐτοῦ ὄντος οὐκ ἐποίησε, τὴν δὲ δὴ πρόσρησιν κατέλυσεν, εἰπὼν μὴ εἶναί οἱ ἀσφα‐ λὲς Μάγνον τινὰ προσαγορεύεσθαι. ὅ γε μὴν Κλαύδιος καὶ ἐκεῖνο
5αὐτῷ τὸ πρόσρημα ἀπέδωκε καὶ τὴν θυγατέρα προσσυνῴκισε.

60

.

6

.

1

ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνε‐ δρίῳ καταβάντων ποτὲ ἀπὸ τῶν δίφρων ἵνα διαλεχθῶσιν αὐτῷ, προσεξανέστη τε καὶ ἀντιπροσῆλθέ σφισιν, ἐπεὶ ἔν γε τῇ Νέᾳ πόλει

60

.

6

.

2

καὶ παντάπασιν ἰδιωτικῶς ἔζη· τά τε γὰρ ἄλλα ἑλληνικῶς καὶ αὐ‐
τὸς καὶ οἱ συνόντες οἱ διῃτᾶτο, καὶ ἐν μὲν ταῖς τῆς μουσικῆς θεω‐ ρίαις ἱμάτιον καὶ κρηπῖδας, ἐν δὲ δὴ τῷ γυμνικῷ ἀγῶνι πορφυρίδα

60

.

6

.

3

καὶ στέφανον χρυσοῦν ἐλάμβανε. καὶ μέντοι καὶ περὶ τὰ χρήματα θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε μὲν γὰρ ἀργύριόν 〈οἱ〉, ὅπερ ἐπί τε τοῦ Αὐγούστου καὶ ἐπὶ τοῦ Γαΐου ἐγίγνετο, προσφέρειν, ἀπεῖπε δὲ μηδὲ κληρονόμον αὐτόν, ὅστις ἂν συγγενεῖς ὁποιουσδήποτε αὐτὸς
5〈ἔχῃ〉 καταλείπειν, 〈καὶ〉 τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβε‐ ρίου καὶ ἐπὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς τοῖς ἔτι περιοῦσι τὰ δὲ

60

.

6

.

4

τοῖς τέκνοις αὐτῶν ἀπέδωκεν. εἰθισμένου τε, εἰ καὶ ὁτιοῦν περὶ τὰς πανηγύρεις ἔξω τοῦ νενομισμένου πραχθείη, αὖθις αὐτάς, κα‐ θάπερ εἴρηταί μοι, γίγνεσθαι, καὶ πολλάκις τούτου καὶ τρίτον καὶ τέταρτον πέμπτον τε, καὶ δέκατον ἔστιν ὅτε, τὸ μέν τι κατὰ τύχην
5τὸ δὲ δὴ πλεῖστον ἐκ παρασκευῆς τῶν ὠφελουμένων ἀπ’ αὐτοῦ,

60

.

6

.

5

συμβαίνοντος, νόμῳ μὲν ἔταξε μίαν ἡμέραν τοὺς ἀγῶνας τῶν ἵπ‐ πων δεύτερον γίγνεσθαι, ἔργῳ δὲ καὶ τοῦτο ὡς πλήθει ἐπέσχεν· οὐδὲν γάρ τι ῥᾳδίως, ἅτε μηδὲν μέγα ἀποκερδαίνοντες, οἱ τεχνώ‐

60

.

6

.

6

μενοι αὐτὸ ἐπλημμέλουν. τούς τε Ἰουδαίους πλεονάσαντας αὖθις, ὥστε χαλεπῶς ἂν ἄνευ ταραχῆς ὑπὸ τοῦ ὄχλου σφῶν τῆς πόλεως εἰρχθῆναι, οὐκ ἐξήλασε μέν, τῷ δὲ δὴ πατρίῳ βίῳ χρωμένους ἐκέ‐ λευσε μὴ συναθροίζεσθαι. τάς τε ἑταιρείας ἐπαναχθείσας ὑπὸ

60

.

6

.

7

τοῦ Γαΐου διέλυσε. καὶ ὁρῶν μηδὲν ὄφελος ὂν ἀπαγορεύεσθαί τινα τῷ πλήθει μὴ ποιεῖν, ἂν μὴ καὶ ὁ καθ’ ἡμέραν αὐτῶν βίος μεταρρυθμισθῇ, τά τε καπηλεῖα ἐς ἃ συνιόντες ἔπινον κατέλυσε, καὶ προσέταξε μήτε κρέας που ἑφθὸν μήθ’ ὕδωρ θερμὸν πιπρά‐

60

.

6

.

8

σκεσθαι, καί τινας ἐπὶ τούτῳ μὴ πειθαρχήσαντας ἐκόλασεν. ἀπέ‐ δωκε μὲν οὖν καὶ ταῖς πόλεσι τοὺς ἀνδριάντας οὓς ὁ Γάιος ἐξ αὐτῶν μετεπέπεμπτο, ἀπέδωκε δὲ καὶ τοῖς Διοσκόροις τὸν νεὼν τῷ τε Πομπηίῳ τὴν τοῦ θεάτρου μνήμην· καὶ αὐτῷ καὶ τὸ τοῦ Τιβερίου
5ὄνομα ἐν τῇ σκηνῇ προσθεὶς ἔγραψεν, ἐπειδὴ καυθεῖσαν αὐτὴν

60

.

6

.

9

ἀνῳκοδομήκει. τὸ γὰρ ἑαυτοῦ ἐκείνῃ μέν, οὐχ ὅτι κατεσκεύασεν ἀλλ’ ὅτι καὶ καθιέρωσεν αὐτήν, ἄλλῳ δὲ οὐδενὶ ἐνεκόλαψεν. οὐ μὴν οὐδὲ τῇ στολῇ τῇ ἐπινικίῳ παρὰ πᾶσαν τὴν πανήγυριν, καί‐ τοι ψηφισθέν, ἐχρήσατο, ἀλλ’ ἔθυσεν ἐν αὐτῇ μόνον, τὰ δὲ ἄλλα

60

.

7

.

1

ἐν τῷ περιπορφύρῳ ἱματίῳ διῴκησεν. ἐσήγαγε δὲ ἐς τὴν ὀρχή‐ στραν ἄλλους τε καὶ ἱππέας καὶ γυναῖκας τῶν ὁμοίων, οἵπερ που καὶ ἐπὶ τοῦ Γαΐου τοῦτο ποιεῖν εἰώθεσαν, οὐχ ὅτι καὶ ἔχαιρέ σφισιν, ἀλλ’ ἐς ἔλεγχον τῶν γεγονότων· αὖθις γοῦν οὐδεὶς αὐτῶν

60

.

7

.

2

ἐν τῇ σκηνῇ ἐπί γε τοῦ Κλαυδίου ἐξητάσθη. τήν τε πυρρίχην ἣν οἱ παῖδες οἱ ὑπὸ τοῦ Γαΐου μεταπεμφθέντες ἤσκουν, ἐκεῖνοι μὲν ἅπαξ ὠρχήσαντο, καὶ ἐπὶ τούτῳ πολιτείᾳ τιμηθέντες ἀπε‐

60

.

7

.

3

πέμφθησαν, ἄλλοι δὲ αὖθις ἐκ τῆς θεραπείας ἐπεδείχθησαν. ἐν μὲν δὴ τῷ θεάτρῳ ταῦτ’ ἐγένετο, ἐν δὲ τῷ ἱπποδρόμῳ κάμηλοί τε ἅπαξ καὶ ἵπποι δωδεκάκις ἠγωνίσαντο, ἄρκτοι τε τριακόσιαι καὶ Λιβυκὰ θηρία ἴσα αὐταῖς ἐσφάγη. καὶ ἑώρων μέν που πρότερον
5ἐν αὐτῷ ἰδίᾳ καὶ κατὰ σφᾶς ὡς ἕκαστοι, τό τε βουλεῦον καὶ τὸ ἱππεῦον καὶ ὁ ὅμιλος, ἀφ’ οὗπερ τοῦτ’ ἐνομίσθη, οὐ μέντοι καὶ

60

.

7

.

4

τεταγμένα σφίσι χωρία ἀπεδέδεικτο· ἀλλὰ τότε ὁ Κλαύδιος τήν τε ἕδραν τὴν νῦν οὖσαν τοῖς βουλευταῖς ἀπέκρινε, καὶ προσέτι τοῖς ἐθέλουσί σφων ἑτέρωθί που καὶ ἔν γε ἰδιωτικῇ ἐσθῆτι θεά‐ σασθαι ἐπέτρεψε. ποιήσας δὲ ταῦτα τήν τε γερουσίαν μετὰ τῶν

60

.

8

.

1

γυναικῶν καὶ τοὺς ἱππέας τάς τε φυλὰς εἱστίασε. καὶ μετὰ τοῦτο τῷ τε Ἀντιόχῳ τὴν Κομμαγηνὴν ἀπέδωκεν (ὁ γὰρ Γάιος, καίπερ αὐτός οἱ δοὺς αὐτήν, ἀφῄρητο), καὶ τὸν Μιθριδάτην τὸν Ἴβηρα, ὃν ὁ Γάιος μεταπεμψάμενος ἐδεδέκει, οἴκαδε πρὸς ἀνάληψιν τῆς

60

.

8

.

2

ἀρχῆς ἀπέπεμψεν. ἄλλῳ τέ τινι Μιθριδάτῃ, τὸ γένος ἀπ’ ἐκεί‐ νου τοῦ πάνυ ἔχοντι, τὸν Βόσπορον ἐχαρίσατο, καὶ τῷ Πολέμωνι χώραν τινὰ ἀντ’ αὐτοῦ Κιλικίας ἀντέδωκε. τῷ γὰρ Ἀγρίππᾳ τῷ Παλαιστίνῳ συμπράξαντί οἱ τὴν ἡγεμονίαν (ἔτυχε γὰρ ἐν τῇ Ῥώμῃ

60

.

8

.

3

ὤν) τήν τε ἀρχὴν προσεπηύξησε καὶ τιμὰς ὑπατικὰς ἔνειμε. τῷ τε ἀδελφῷ αὐτοῦ Ἡρώδῃ τό τε στρατηγικὸν ἀξίωμα καὶ δυναστείαν τινὰ ἔδωκε, καὶ ἔς τε τὸ συνέδριον ἐσελθεῖν σφισι καὶ χάριν οἱ ἑλληνιστὶ γνῶναι ἐπέτρεψεν.

60

.

8

.

4

ταῦτα μὲν οὖν αὐτοῦ τε τοῦ Κλαυδίου ἔργα ἦν καὶ ὑφ’ ἁπάν‐ των ἐπῃνεῖτο· ἐπράχθη δὲ καὶ ἄλλα ἄττα τότε, οὐχ ὁμοιότροπα, ὑπό τε τῶν ἐξελευθέρων αὐτοῦ καὶ ὑπὸ τῆς γυναικὸς Οὐαλερίας

60

.

8

.

5

Μεσσαλίνης. αὕτη μὲν γὰρ τὴν Ἰουλίαν τὴν ἀδελφιδῆν αὐτοῦ, ὀργισθεῖσά τε ἅμα ὅτι μήτε ἐτιμᾶτο ὑπ’ αὐτῆς μήτε ἐκολακεύετο, καὶ ζηλοτυπήσασα ὅτι περικαλλής τε ἦν καὶ μόνη τῷ Κλαυδίῳ πολλάκις συνεγίγνετο, ἐξώρισεν, ἐγκλήματα αὐτῇ ἄλλα τε καὶ μοι‐
5χείας παρασκευάσασα, ἐφ’ ᾗ καὶ ὁ Σενέκας ὁ Ἀνναῖος ἔφυγε, καὶ

60

.

8

.

6

ὕστερόν γε οὐ πολλῷ καὶ ἀπέκτεινεν αὐτήν. ἐκεῖνοι δὲ καὶ τὰς τιμὰς αὐτὸν τὰς ἐπινικίους ἐπὶ τοῖς ἐν τῇ Μαυριτανίᾳ πραχθεῖσι δέξασθαι ἔπεισαν, οὐχ ὅτι τι κατορθώσαντα, ἀλλ’ οὐδ’ ἐν τῇ ἀρχῇ

60

.

8

.

7

πω ὄντα ὅτε διεπολεμήθη. καίτοι καὶ τούτῳ τῷ ἔτει ὅ τε Γάλβας ὁ Σουλπίκιος Χάττους ἐκράτησε, καὶ Πούπλιος Γαβίνιος Μαυρου‐ σίους νικήσας τά τε ἄλλα εὐδοκίμησε, καὶ ἀετὸν στρατιωτικὸν ὃς μόνος ἔτι παρ’ αὐτοῖς ἐκ τῆς Οὐάρου συμφορᾶς ἦν ἐκομίσατο,
5ὡς καὶ ἀληθὲς ὄνομα αὐτοκράτορος ἀπ’ ἀμφοτέρων σφῶν τὸν Κλαύδιον λαβεῖν.

60

.

9

.

1

τῷ δὲ ἐχομένῳ οἱ αὐτοὶ αὖθις Μαῦροι πολεμήσαντες κατεστρά‐ φησαν. Σουητώνιος μὲν γὰρ Παυλῖνος, ἐκ τῶν ἐστρατηγηκότων ὤν, τὴν χώραν αὐτῶν μέχρι τοῦ Ἄτλαντος ἀντικατέδραμε, Γναῖος δὲ Ὁσίδιος Γέτας ἐκ τῶν ὁμοίων μετ’ ἐκεῖνον στρατεύσας ἐπὶ τὸν
5Σάλαβον τὸν στρατηγόν σφων εὐθὺς ὥρμησε, καὶ ἐνίκησεν αὐτὸν

60

.

9

.

2

καὶ ἅπαξ καὶ δεύτερον. ἐπειδή τε ἐκεῖνος, καταλιπών τινας πρὸς τοῖς μεθορίοις εἴργειν τοὺς ἐπιδιώξοντας, πρὸς τὰ ψαμμώδη ἀπέ‐
φυγεν, ἐτόλμησεν ἐπισπέσθαι οἱ, καὶ ἀντικαταστήσας πρὸς τοὺς ἐφεδρεύοντας μέρος τοῦ στρατοῦ προῄει, συσκευασάμενος ὕδωρ

60

.

9

.

3

ὅσον ἐνεδέχετο. ὡς δὲ τοῦτό τε ἐπέλειπε καὶ ἄλλο οὐχ εὑρίσκετο, ἐν παντὶ κακοῦ ἐγένετο· οἱ μὲν γὰρ βάρβαροι ἄλλως τε ἐπὶ μακρό‐ τατον πρὸς τὸ δίψος ὑπὸ τοῦ ἔθους ἀντέχοντες, καὶ πάντως τι ὕδωρ ἐμπειρίᾳ τῶν χωρίων ποριζόμενοι, διεγίγνοντο, τοῖς δὲ δὴ
5Ῥωμαίοις ἐκ τῶν ἐναντίων ἀδύνατον μὲν προχωρῆσαι χαλεπὸν δὲ

60

.

9

.

4

καὶ ὑποστρέψαι ἦν. ἀποροῦντα οὖν αὐτὸν ὅ τι χρὴ πρᾶξαι, ἀνέ‐ πεισέ τις τῶν ἐπιχωρίων τῶν ἐνσπόνδων ἐπῳδαῖς τέ τισι καὶ μαγ‐ γανείαις χρήσασθαι, λέγων πολλάκις σφίσιν ἐκ τοῦ τοιούτου πολὺ ὕδωρ δεδόσθαι· καὶ αὐτῷ παραχρῆμα τοσοῦτον ἐκ τοῦ οὐρανοῦ
5ἐρρύη ὥστε καὶ τὸ δίψος ἐξακέσασθαι καὶ τοὺς πολεμίους προσ‐

60

.

9

.

5

καταπλῆξαι, νομίσαντας τὸ θεῖόν οἱ ἐπικουρεῖν. καὶ οἱ μὲν ἐκ τούτου ἐθελονταί τε ὡμολόγησαν καὶ κατελύσαντο· πραχθέντων δὲ τούτων ὁ Κλαύδιος διχῇ τοὺς Μαύρους τοὺς ὑπηκόους ἔνειμεν, ἔς τε τὰ περὶ Τέγγιν καὶ ἐς τὰ περὶ Καισάρειαν, ἀφ’ ὧνπερ καὶ ὀνο‐

60

.

9

.

6

μάζονται, καὶ δύο ἄρχουσιν ἱππεῦσι προσέταξε. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ τῆς Νουμιδίας τινὰ ἐπολεμήθη τε ὑπὸ τῶν προσοίκων βαρβάρων, καὶ ἔπειτα κρατηθέντων αὐτῶν μάχαις κατέστη.

60

.

10

.

1

ὑπάτευε δὲ ὁ Κλαύδιος μετὰ Γαΐου Λάργου, καὶ ἐκείνῳ μὲν δι’ ἔτους ἄρξαι ἐφῆκεν, αὐτὸς δὲ δύο μησὶ καὶ τότε τὴν ἀρχὴν ἔσχε. καὶ περί τε τῶν τοῦ Αὐγούστου πράξεων τούς τε ἄλλους ὥρκωσε καὶ αὐτὸς ἐπιστώθη (περὶ γὰρ τῶν ἑαυτοῦ οὐδενὶ τὸ πα‐
5ράπαν τοῦτο ποιῆσαι ἐπέτρεψε), καὶ ἐξιὼν ἐκ τῆς ἀρχῆς αὖθις

60

.

10

.

2

ὤμοσεν ὥσπερ οἱ ἄλλοι. καὶ ταῦτα μὲν ἀεὶ ὁσάκις ὑπάτευσεν ἐγέ‐ νετο· τότε δὲ λόγους τινὰς ἐν τῇ νουμηνίᾳ τοῦ τε Αὐγούστου καὶ τοῦ Τιβερίου κατὰ δόγμα ἀναγιγνωσκομένους, ὥστε καὶ μέχρι τῆς ἑσπέρας τοὺς βουλευτὰς παρατείνεσθαι, ἔπαυσεν, ἀρκοῦν εἶναι φή‐

60

.

10

.

3

σας ἐν ταῖς στήλαις αὐτοὺς ἐγγεγράφθαι. ἐπεί τέ τινες τῶν στρα‐ τηγῶν τῶν τὴν διοίκησιν ἐγκεχειρισμένων αἰτίαν ἔλαβον, οὐκ ἐπ‐ εξῆλθε μέν σφισι, πιπράσκουσι δέ τινα καὶ μισθοῦσιν ἐπιφοιτήσας πάνθ’ ὅσα ἐνόμιζε μὴ καλῶς γίγνεσθαι διώρθωσε· καὶ τοῦτο καὶ

60

.

10

.

4

αὖθις πολλάκις ἐποίησεν. ἀνωμάλως δὲ δὴ οἱ στρατηγοὶ ἀπεδεί‐ κνυντο· καὶ γὰρ τεσσαρεσκαίδεκα καὶ ὀκτωκαίδεκα, διὰ μέσου τε, ὥς που καὶ συνέπεσεν, ἐγίγνοντο. τοῦτό τε οὖν περὶ τὴν διοίκησιν ἔπραξε, καὶ τρεῖς ἄνδρας τῶν ἐστρατηγηκότων πράκτορας τῶν τῷ
5δημοσίῳ ὀφειλομένων κατέστησε, καὶ ῥαβδούχους καὶ τὴν ἄλλην

60

.

11

.

1

ὑπηρεσίαν αὐτοῖς δούς. λιμοῦ τε ἰσχυροῦ γενομένου, οὐ μόνον τῆς ἐν τῷ τότε παρόντι ἀφθονίας τῶν τροφῶν ἀλλὰ καὶ τῆς ἐς πάντα

60

.

11

.

2

τὸν μετὰ ταῦτα αἰῶνα πρόνοιαν ἐποιήσατο. ἐπεσάκτου γὰρ παντὸς ὡς εἰπεῖν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς τοῦ Τιβέριδος ἐκβολαῖς, οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτη‐ δείους ἔχουσα, ἀνωφελές σφισι τὸ κράτος τῆς θαλάσσης ἐποίει·
5ἔξω τε γὰρ τῶν τῇ τε ὡραίᾳ ἐσκομισθέντων καὶ ἐς τὰς ἀποθήκας ἀναχθέντων οὐδὲν τὴν χειμερινὴν ἐσεφοίτα, ἀλλ’ εἴ τις παρεκιν‐

60

.

11

.

3

δύνευσε, κακῶς ἀπήλλασσε. τοῦτ’ οὖν συνιδὼν λιμένα τε κατα‐ σκευάσαι ἐπεχείρησεν, οὐδ’ ἀπετράπη καίπερ τῶν ἀρχιτεκτόνων εἰπόντων αὐτῷ, πυθομένῳ πόσον τὸ ἀνάλωμα ἔσοιτο, “ὅτι οὐ θέ‐ λεις αὐτὸν ποιῆσαι”· οὕτως ὑπὸ τοῦ πλήθους τοῦ δαπανήματος
5ἀναχαιτισθῆναι αὐτόν, εἰ προπύθοιτο αὐτό, ἤλπισαν· ἀλλὰ καὶ ἐνε‐ θυμήθη πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τοῦ τῆς

60

.

11

.

4

Ῥώμης ἄξιον καὶ ἐπετέλεσε. τοῦτο μὲν γὰρ ἐξορύξας τῆς ἠπείρου χωρίον οὐ σμικρόν, τὸ πέριξ πᾶν ἐκρηπίδωσε καὶ τὴν θάλασσαν ἐς αὐτὸ ἐσεδέξατο· τοῦτο δὲ ἐν αὐτῷ τῷ πελάγει χώματα ἑκατέ‐ ρωθεν αὐτοῦ μεγάλα χώσας θάλασσαν ἐνταῦθα πολλὴν περιέβαλε,
5καὶ νῆσον ἐν αὐτῇ πύργον τε ἐπ’ ἐκείνῃ φρυκτωρίαν ἔχοντα κατ‐

60

.

11

.

5

εστήσατο. ὁ μὲν οὖν λιμὴν ὁ καὶ νῦν οὕτω κατά γε τὸ ἐπιχώριον ὀνομαζόμενος ὑπ’ ἐκείνου τότε ἐποιήθη· τὴν δὲ δὴ λίμνην τὴν Φουκίνην τὴν τῶν Μαρσῶν ἠθέλησε μὲν ἐς τὸν Λῖριν ἐξαγαγεῖν, ὅπως ἥ τε χώρα ἡ περὶ αὐτὴν γεωργῆται καὶ ὁ ποταμὸς ναυσί‐
5πορος μᾶλλον γένηται, μάτην δὲ δὴ ἐδαπανήθη.

60

.

11

.

6

ἐνομοθέτησε μὲν οὖν καὶ ἄλλα τινά, ὧν οὐδεμία μοι ἄλλη ἀνάγκη μνημονεῦσαί ἐστι, κατέδειξε δὲ καὶ τάδε, τούς τε κληρω‐ τοὺς ἄρχοντας πρὸ τῆς τοῦ Ἀπριλίου νουμηνίας, ἐπειδήπερ ἐπὶ πολὺ ἐν τῷ ἄστει ἐνεχρόνιζον, ἀφορμᾶσθαι, καὶ τοὺς αἱρετοὺς μη‐

60

.

11

.

7

δεμίαν οἱ χάριν ἐν τῷ συνεδρίῳ γιγνώσκειν, ὅπερ κατά τι ἔθος ἐποίουν, εἰπὼν ὅτι “οὐχ οὗτοι ἐμοὶ χάριν ἔχειν ὀφείλουσιν ὥσπερ ἐσπουδαρχηκότες, ἀλλ’ ἐγὼ τούτοις ὅτι μοι τὴν ἡγεμονίαν προθύ‐ μως συνδιαφέρουσι· καὶ ἄν γε καὶ καλῶς ἄρξωσι, πολὺ μᾶλλον

60

.

11

.

8

αὐτοὺς ἐπαινέσω”. τοῖς μὲν οὖν ὑπ’ ἀσθενείας βίου μὴ δυναμένοις βουλεύειν ἐφίει παρίεσθαι, ἔκ τε τῶν ἱππέων τινὰς ἐς τὰς δημαρ‐ χίας ἐσεδέχετο· τοὺς δ’ ἄλλους καὶ πάνυ πάντας ἐπηνάγκαζεν ἐς τὸ βουλευτήριον, ὁσάκις ἂν ἐπαγγελθῇ σφισι, συμφοιτᾶν. καὶ ἐπὶ
5μὲν τούτῳ οὕτως ἰσχυρῶς τοῖς μὴ πειθαρχοῦσιν ἐπετίμα ὥστε

60

.

12

.

1

τινὰς ἑαυτοὺς ἀναχρήσασθαι, ἐς δὲ δὴ τὰ ἄλλα κοινὸς καὶ ἐπιει‐ κὴς πρὸς αὐτοὺς ἦν, κάμνοντάς τε ἐπεσκέπτετο, καὶ ἑορτάζουσί

60

.

12

.

2

σφισι συνεγίγνετο. δημάρχου τέ τινος πληγὰς δούλῳ αὑτοῦ δη‐ μοσίᾳ δόντος αὐτὸν μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δ’ ὑπηρέτας αὐτοῦ ἀφελόμενος ἔπειτα καὶ ἐκείνους οὐ πολλῷ ὕστερον ἀπέδωκε. δοῦλόν τε ἕτερον αὑτοῦ, ὅτι τινὰ τῶν ἐπιφανῶν ὕβρισεν, ἐς τὴν

60

.

12

.

3

ἀγορὰν πέμψας ἀπεμαστίγωσε. κἀν τῷ συνεδρίῳ αὐτὸς μὲν ἐξ‐ ανίστατο, εἴ ποτε ἐπὶ πολὺ οἱ ἄλλοι εἱστήκεσαν· καθήμενος γάρ, ὥσπερ εἶπον, ὑπὸ τῆς ἀρρωστίας πολλάκις ἀνεγίγνωσκέ τινα αἰτού‐ μενος· Λουκίῳ δὲ δὴ Σύλλᾳ καὶ ἐς τὸ τῶν στρατηγῶν βάθρον,
5ὅτι μὴ δυνηθείς ποτε ὑπὸ γήρως ἐκ τῆς ἑαυτοῦ ἕδρας ἐπακοῦσαί

60

.

12

.

4

τινα ἀνέστη, καθίζεσθαι ἐπέτρεψεν. ἔν τε τῇ ἡμέρᾳ ἐν ᾗ αὐτο‐ κράτωρ τῷ προτέρῳ ἔτει ἀπεδείχθη, αὐτὸς μὲν οὐδὲν ἐξαίρετον ἔπραξε, πλὴν ὅτι τοῖς δορυφόροις πέντε καὶ εἴκοσι δραχμὰς ἔδωκε, καὶ τοῦτο ἔπειτα κατ’ ἔτος ἐποίησε· τῶν μέντοι στρατηγῶν τινες
5ἐθελονταὶ καὶ ἀπ’ οὐδενὸς ψηφίσματος ἐκείνην τε τὴν ἡμέραν καὶ

60

.

12

.

5

τὰ γενέθλια τὰ τῆς Μεσσαλίνης δημοσίᾳ ἐτίμων. οὐ γάρ που καὶ πάντες αὐτὰ ἐποίουν, ἀλλ’ ὅσοι ἐβούλοντο· τοσαύτην ἄδειαν εἶχον. οὕτω τε ὡς ἀληθῶς ἐς πάντα τὰ τοιαῦτα ἐμετρίαζεν ὥστε γεννη‐ θέντος αὐτῷ υἱέως, ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικὸς
5ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, οὔτ’ ἄλλο τι ἐπιφανὲς ἔπραξεν οὔτ’ Αὔγουστον αὐτὸν ἢ τήν γε Μεσσαλῖναν Αὔγουσταν
ἐπικληθῆναι ἐφῆκεν.

60

.

13

.

1

ἐτίθει μὲν οὖν συνεχῶς μονομαχίας ἀγῶνας· πάνυ γάρ σφισιν ἔχαιρεν, ὥστε καὶ αἰτίαν ἐπὶ τούτῳ σχεῖν· ἀπώλλυντο δὲ θηρία μὲν ἐλάχιστα ἄνθρωποι δὲ πολλοί, οἱ μὲν ἀλλήλοις μαχόμενοι οἱ

60

.

13

.

2

δὲ καὶ ὑπ’ ἐκείνων ἀναλούμενοι. τοὺς γὰρ δούλους τούς 〈τ’〉 ἀπε‐ λευθέρους τοὺς ἐπί τε τοῦ Τιβερίου καὶ ἐπὶ τοῦ Γαΐου τοῖς δεσπό‐ ταις σφῶν ἐπιβουλεύσαντας, τούς τε τὴν ἄλλως συκοφαντήσαντάς τινας ἢ καὶ καταψευδομαρτυρήσαντάς τινων, δεινῶς ἐμίσει, καὶ
5αὐτῶν τοὺς μὲν πλείους οὕτως ἀνήλισκε, τοὺς δὲ ἕτερόν τινα τρό‐ πον ἐκόλαζε, πολλοὺς δὲ καὶ τοῖς δεσπόταις αὐτοῖς ἐπὶ τιμωρίᾳ

60

.

13

.

3

παρεδίδου. τοσοῦτον δ’ οὖν τὸ πλῆθος τῶν ἐν τῷ κοινῷ θνησκόν‐ των ἐγίγνετο ὥστε καὶ τὸν τοῦ Αὐγούστου ἀνδριάντα τὸν ἐν τῷ χωρίῳ ἐκείνῳ ἱδρυμένον ἑτέρωσέ ποι μετενεχθῆναι τοῦ δὴ μήτε ἐφορᾶν αὐτὸν τοὺς φόνους νομίζεσθαι μήτε ἀεὶ κατακαλύπτεσθαι.
5καὶ ἐπὶ μὲν τούτῳ γέλωτα ὠφλίσκανεν, εἰ δὴ ὅσα μηδὲ τὸν χαλκὸν

60

.

13

.

4

τὸν ἀναίσθητον δοκεῖν ὁρᾶν ἠξίου, τούτων αὐτὸς διεπίμπλατο· τά τε γὰρ ἄλλα καὶ τοὺς διὰ μέσου τῆς θέας παρὰ τὸν τοῦ ἀρίστου καιρὸν κατακοπτομένους ἥδιστα ἐθεώρει, καίτοι λέοντα δεδιδαγμέ‐ νον ἀνθρώπους ἐσθίειν καὶ πάνυ γε διὰ τοῦτο τῷ πλήθει ἀρέσκοντα
5ἀποκτείνας ὡς οὐ προσῆκον ὂν τοιοῦτό τι θέαμα ὁρᾶν Ῥωμαίους·

60

.

13

.

5

ὅτι δὲ δή σφισι κοινῶς τε ἐν τῇ θέᾳ συνῆν καὶ παρεῖχεν ὅσα ἐβούλοντο, καὶ κήρυξι μὲν ἐλάχιστα ἐχρῆτο, τὰ δὲ δὴ πλείω ἐς σανίδας γράφων διεδήλου, σφόδρα ἐπῃνεῖτο.

60

.

14

.

1

ἐθισθεὶς δ’ οὖν αἵματος καὶ φόνων ἀναπίμπλασθαι προπετέ‐ στερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου οἵ τε
Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγένοντο· ὁπότε γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, κἀκ τούτου πάνθ’ ὅσα ἐβούλοντο

60

.

14

.

2

ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις γε ἐξαπιναίως ἐκπλαγεὶς καὶ κε‐ λεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνε‐ νεγκὼν καὶ ἀναφρονήσας ἐπεζήτει τε αὐτόν, καὶ μαθὼν τὸ γεγονὸς ἐλυπεῖτό τε καὶ μετεγίγνωσκεν. ἤρξατο δὲ τῶν φόνων τούτων ἀπὸ

60

.

14

.

3

Γαΐου Ἀππίου Σιλανοῦ. τοῦτον γὰρ εὐγενέστατόν τε ὄντα καὶ τῆς Ἰβηρίας τότε ἄρχοντα μεταπεμψάμενος ὥς τι αὐτοῦ δεόμενος, καὶ τήν τε μητέρα οἱ τὴν τῆς Μεσσαλίνης συνοικίσας, καὶ αὐτὸν ἔν τε τοῖς φιλτάτοις καὶ ἐν τοῖς συγγενεστάτοις χρόνον τινὰ τιμήσας,
5ἔπειτ’ ἐξαίφνης ἔσφαξεν, ὅτι τῇ τε Μεσσαλίνῃ προσέκρουσεν οὐκ ἐθελήσας αὐτῇ συγγενέσθαι πορνικωτάτῃ τε καὶ ἀσελγεστάτῃ οὔσῃ,

60

.

14

.

4

καὶ τῷ Ναρκίσσῳ τῷ ἀπελευθέρῳ αὐτοῦ δι’ ἐκείνην. καὶ οὐ γὰρ εἶχον οὔτ’ ἀληθὲς οὔτε πιθανόν τι κατ’ αὐτοῦ εἰπεῖν, συνέπλασεν ὄναρ ὁ Νάρκισσος ὡς σφαττόμενον τὸν Κλαύδιον ὑπὸ τοῦ Σιλανοῦ αὐτοχειρίᾳ ἰδών, καὶ αὐτός τε εὐθὺς ὑπὸ τὴν ἕω ἐν τῇ εὐνῇ οἱ
5ἔτ’ ὄντι ὑπότρομος διηγήσατο, καὶ ἡ Μεσσαλῖνα παραλαβοῦσα ἐδείνωσε.

60

.

15

.

1

καὶ ὁ μὲν οὕτως ἐξ ἐνυπνίου παραπώλετο, τελευτήσαντος δ’ αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα 〈οἱ〉 Ῥωμαῖοι τοῦ Κλαυδίου ἔσχον, ἀλλ’ εὐθὺς αὐτῷ ἄλλοι τε καὶ Ἄννιος Οὐινικιανὸς ἐπεβούλευσεν. οὗτός τε γὰρ ἐκ τῶν ἐς τὴν ἡγεμονίαν μετὰ τὸν τοῦ Γαΐου θάνατον

60

.

15

.

2

προβληθέντων ἦν, καί τι καὶ ἐκ τούτου δεδιὼς ἐνεωτέρισεν· ἐπειδή τε οὐδεμίαν ἰσχὺν ἐκέκτητο, ἔπεμψε πρὸς Φούριον Κάμιλλον Σκρι‐ βωνιανὸν τῆς τε Δελματίας ἄρχοντα καὶ δύναμιν συχνὴν 〈πολιτικὴν〉 καὶ ξενικὴν ἔχοντα, καὶ προσανέπεισεν αὐτὸν καὶ καθ’ ἑαυτὸν δια‐
5νοούμενον ἐπαναστῆναι, ἄλλως τε καὶ ὅτι ἐπίδοξος αὐταρχήσειν

60

.

15

.

3

ἐγεγόνει. πράξαντος δὲ αὐτοῦ τοῦτο συχνοὶ μὲν καὶ βουλευταὶ καὶ |ἱππῆς πρὸς αὐτὸν ὥρμησαν ................. οἱ γὰρ στρατιῶται, τοῦ Καμίλλου τό τε τοῦ δήμου σφίσιν ὄνομα προ‐ τείνοντος καὶ τὴν ἀρχαίαν ἐλευθερίαν ἀποδώσειν ὑπισχνουμένου,
5ὑπώπτευσαν πράγματα αὖθις καὶ στάσεις ἕξειν, καὶ οὐκέτ’ αὐτῷ ἐπείσθησαν. καὶ ὁ μὲν ἐκ τούτου φοβηθείς σφας ἔφυγε, καὶ ἐς

60

.

15

.

4

τὴν Ἴσσαν τὴν νῆσον ἐλθὼν ἐνταῦθα ἑκούσιος ἀπέθανε· Κλαύδιος δὲ τέως μὲν πάνυ κατέδεισεν, ὥστε καὶ ἐθελοντὴς ἑτοίμως ἔχειν τοῦ κράτους αὐτῷ ἐκστῆναι, τότε δὲ ἀναθαρσήσας τοὺς μὲν στρα‐ τιώτας ἄλλοις τέ τισιν ἠμείψατο καὶ τῷ τὰ πολιτικὰ αὐτῶν στρα‐
5τόπεδα, τό τε ἕβδομον καὶ τὸ ἑνδέκατον, καὶ Κλαυδίεια καὶ πιστὰ καὶ εὐσεβῆ καὶ πρὸς τῆς βουλῆς ἐπονομασθῆναι, τοὺς δὲ συνεπι‐ βουλεύσαντας αὐτῷ ἀνεζήτησε, καὶ πολλοὺς ἐπὶ τούτῳ ἄλλους τε

60

.

15

.

5

καὶ στρατηγόν τινα, προαπειπόντα τὴν ἀρχήν, ἀπέκτεινε. συχνοὶ δὲ καὶ ἑαυτούς, ἄλλοι τε καὶ ὁ Οὐινικιανός, κατεχρήσαντο. τῆς γὰρ ἀφορμῆς ταύτης ἥ τε Μεσσαλῖνα καὶ ὁ Νάρκισσος, ὅσοι τε συνεξελεύθεροι αὐτοῦ, λαβόμενοι οὐδὲν ὅ τι τῶν δεινοτάτων οὐκ
5ἐποίησαν. τά τε γὰρ ἄλλα καὶ τοῖς δούλοις τοῖς τε ἀπελευθέροις

60

.

15

.

6

μηνυταῖς κατὰ τῶν δεσποτῶν αὐτῶν ἐχρῶντο. 〈καὶ〉 τούτους τε καὶ ἑτέρους καὶ πάνυ εὐγενεῖς, οὐχ ὅτι ξένους ἀλλὰ καὶ πολίτας, οὐχ ὅτι δημότας ἀλλὰ καὶ ἐκ τῶν ἱππέων τῶν τε βουλευτῶν τινας, ἐβασάνιζον, καίτοι τοῦ Κλαυδίου κατ’ ἀρχὰς εὐθὺς τῆς ἡγεμονίας

60

.

16

.

1

ὀμόσαντος μηδένα βασανιεῖν ἐλεύθερον. ἄνδρες τε οὖν ἐν τούτῳ πολλοὶ καὶ γυναῖκες, καὶ ἐν αὐτῷ γε εἰσὶν αἳ τῷ δεσμωτηρίῳ, ἐκολάσθησαν. μέλλουσαί τε ἀποθνήσκειν ἐπὶ βῆμα καὶ αὐταὶ ἀνήγοντο δεδεμέναι ὥσπερ αἰχμάλωτοι, καὶ τὰ σώματα καὶ ἐκείνων
5ἐς τοὺς ἀναβασμοὺς ἐρριπτεῖτο· τῶν γὰρ ἔξω που θανατωθέντων

60

.

16

.

2

αἱ κεφαλαὶ μόναι ἐνταῦθα προετίθεντο. ἤδη δ’ οὖν τινες καὶ τῶν πάνυ ὑπαιτίων, οἱ μὲν χάρισιν οἱ δὲ καὶ χρήμασιν, ὑπό τε τῆς Μεσσαλίνης καὶ ὑπὸ τῶν περὶ τὸν Νάρκισσον Καισαρείων περιε‐ γένοντο. καὶ οἵ γε παῖδες τῶν ἀπολλυμένων τὴν μὲν ἄδειαν

60

.

16

.

3

πάντες, εἰσὶ δὲ οἳ καὶ χρήματα ἐλάμβανον. ἐκρίνοντο δὲ ἐν τῷ
συνεδρίῳ, τοῦ τε Κλαυδίου καὶ τῶν ἐπάρχων τῶν τε ἐξελευθέρων αὐτοῦ παρόντων· τὴν μὲν γὰρ ἐσήγησιν ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἢ καὶ ἐπὶ βάθρου καθήμενος ἐποιεῖτο, μετὰ δὲ
5τοῦτο αὐτός τε ἐπὶ τὴν συνήθη ἕδραν μετήρχετο, καὶ ἐκείνοις οἱ

60

.

16

.

4

δίφροι ἐτίθεντο. καὶ ταῦτα μὲν καὶ ἐπὶ τῶν ἄλλων τῶν μεγίστων ὁμοίως ἐγίγνετο· τότε δὲ Γάλαισός τις ἀπελεύθερος τοῦ Καμίλ‐ λου πολλὰ μὲν καὶ ἄλλα ἐσαχθεὶς ἐς τὸ βουλευτήριον ἐπαρρησιά‐

60

.

16

.

5

σατο, ἓν δὲ δὴ καὶ τόδε μνήμης ἄξιον. τοῦ γὰρ Ναρκίσσου παρ‐ ελθόντος ἐς τὸ μέσον καὶ εἰπόντος αὐτῷ “τί ἂν ἐποίησας, Γά‐ λαισε, εἰ Κάμιλλος ἐμεμοναρχήκει;” ἀπεκρίνατο ὅτι “εἱστήκειν ἂν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.” αὐτός τε οὖν ἐπὶ τούτῳ καὶ Ἀρρία

60

.

16

.

6

αὖ ἐφ’ ἑτέρῳ ὀνομαστοὶ ἐγένοντο. αὕτη γὰρ γυνὴ Καικίνου Παίτου οὖσα οὔτ’ ἠθέλησε θανατωθέντος αὐτοῦ ζῆσαι, καίπερ καὶ ἐν τιμῇ τινι εἶναι δυναμένη (τῇ γὰρ Μεσσαλίνῃ σφόδρα ᾠκείωτο), καὶ προσέτι καὶ τὸν ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε· τὸ γὰρ ξίφος λα‐
5βοῦσα ἑαυτήν τε ἔτρωσε, καὶ ἐκείνῳ ὤρεξεν εἰποῦσα “ἰδού, Παῖτε,

60

.

16

.

7

οὐκ ἀλγῶ.” καὶ οἱ μὲν ἐπῃνοῦντο· ἤδη γὰρ ὑπὸ τῆς συνεχείας τῶν κακῶν ἐς τοῦτο τὰ πράγματα προεληλύθει ὥστ’ ἀρετὴν μηκέτ’ ἄλλο μηδὲν ἢ τὸ γενναίως ἀποθανεῖν νομίζεσθαι· Κλαύδιος δὲ οὕτω που πρὸς τὴν τιμωρίαν τήν τε ἐκείνων καὶ τὴν τῶν ἄλλων
5ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, τὸ ὅτι χρὴ ἄνδρα ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ.

60

.

16

.

8

καὶ ἄλλα δὲ πολλὰ καὶ πρὸς ἐκείνους καὶ πρὸς τὴν βουλὴν τοιου‐ τότροπα ἑλληνιστὶ παρεφθέγγετο, ὥστε καὶ γέλωτα παρὰ τοῖς δυ‐ ναμένοις ἔστιν ἃ αὐτῶν συνεῖναι ὀφλισκάνειν. τότε μὲν δὴ ταῦτά τε ἐγένετο, καὶ οἱ δήμαρχοι τελευτήσαντός
5σφων ἑνὸς αὐτοὶ τὴν γερουσίαν ἐς τὸ τὸν δημαρχήσοντα ἀντικα‐

60

.

17

.

1

ταστῆσαι, καίτοι τῶν ὑπάτων παρόντων, ἤθροισαν. μετὰ δὲ τοῦτο ὁ Κλαύδιος ὑπατεύσας αὖθις τὸ τρίτον πολλὰς μὲν θυσίας πολλὰς
δὲ καὶ ἱερομηνίας ἔπαυσε· τό τε γὰρ πλεῖστον τοῦ ἔτους ἐς αὐτὰς

60

.

17

.

2

ἀνηλίσκετο, καὶ τῷ δημοσίῳ ζημία οὐκ ἐλαχίστη ἐγίγνετο. ταύτας τε οὖν συνέτεμε, καὶ τὰ ἄλλα ὅσα ἐνεδέχετο συνέστειλε. καὶ τὰ μὲν ὑπὸ τοῦ Γαΐου μήτε ἐν δίκῃ μήτε ἐν λόγῳ τινὶ δοθέντα τισὶν ἀπῄ‐ τησε, τοῖς δὲ ὁδοποιοῖς ἀπέδωκεν ὅσα ἐπ’ αὐτοῦ διὰ τὸν Κορβού‐

60

.

17

.

3

λωνα ἐζημίωντο. πρὸς δ’ ἔτι τοῖς ἄρχουσι τοῖς κληρωτοῖς, βραδέως ἔτι καὶ τότε ἐκ τῆς πόλεως ἐξορμωμένοις, προεῖπε πρὶν μεσοῦν τὸν Ἀπρίλιον ἀπαίρειν. τούς τε Λυκίους στασιάσαντας, ὥστε καὶ Ῥω‐ μαίους τινὰς ἀποκτεῖναι, ἐδουλώσατό τε καὶ ἐς τὸν τῆς Παμφυλίας

60

.

17

.

4

νομὸν ἐσέγραψεν. ἐν δὲ δὴ τῇ διαγνώσει ταύτῃ (ἐποιεῖτο δὲ αὐτὴν ἐν τῷ βουλευτηρίῳ) ἐπύθετο τῇ Λατίνων γλώσσῃ τῶν πρεσβευτῶν τινος, Λυκίου μὲν τὸ ἀρχαῖον ὄντος Ῥωμαίου δὲ γεγονότος· καὶ αὐτόν, ἐπειδὴ μὴ συνῆκε τὸ λεχθέν, τὴν πολιτείαν ἀφείλετο, εἰπὼν
5μὴ δεῖν Ῥωμαῖον εἶναι τὸν μὴ καὶ τὴν διάλεξίν σφων ἐπιστάμενον.

60

.

17

.

5

συχνοὺς δὲ δὴ καὶ ἄλλους καὶ ἀναξίους τῆς πολιτείας ἀπήλασε, καὶ ἑτέροις αὐτὴν καὶ πάνυ ἀνέδην, τοῖς μὲν κατ’ ἄνδρα τοῖς δὲ καὶ ἀθρόοις, ἐδίδου. ἐπειδὴ γὰρ ἐν πᾶσιν ὡς εἰπεῖν οἱ Ῥωμαῖοι τῶν ξένων προετετίμηντο, πολλοὶ αὐτὴν παρά τε αὐτοῦ ἐκείνου ᾐτοῦντο

60

.

17

.

6

καὶ παρὰ τῆς Μεσσαλίνης τῶν τε Καισαρείων ὠνοῦντο· καὶ διὰ τοῦτο μεγάλων τὸ πρῶτον χρημάτων πραθεῖσα, ἔπειθ’ οὕτως ὑπὸ τῆς εὐχερείας ἐπευωνίσθη ὥστε καὶ λογοποιηθῆναι ὅτι κἂν ὑάλινά

60

.

17

.

7

τις σκεύη συντετριμμένα δῷ τινι πολίτης ἔσται. ἐπὶ μὲν οὖν τούτῳ διεσκώπτετο, ἐπὶ δὲ ἐκείνῳ ἐπῃνεῖτο ὅτι πολλῶν συκοφαντουμένων, τῶν μὲν ὅτι τῇ τοῦ Κλαυδίου προσρήσει οὐκ ἐχρῶντο, τῶν δὲ ὅτι μηδὲν αὐτῷ τελευτῶντες κατέλειπον, ὡς καὶ ἀναγκαῖον ὂν τοῖς τῆς
5πολιτείας παρ’ αὐτοῦ τυχοῦσιν ἑκάτερον ποιεῖν, ἀπηγόρευσε μηδένα

60

.

17

.

8

ἐπ’ αὐτοῖς εὐθύνεσθαι. ἡ δ’ οὖν Μεσσαλῖνα οἵ τε ἀπελεύθεροι αὐτοῦ οὕτως οὐ τὴν πολιτείαν μόνον, οὐδὲ τὰς στρατείας καὶ τὰς ἐπιτροπείας τάς τε ἡγεμονίας, ἀλλὰ καὶ τἆλλα πάντα ἀφειδῶς ἐπώ‐ λουν καὶ ἐκαπήλευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀκ τούτου
5καὶ τὸν Κλαύδιον ἀναγκασθῆναι ἔς τε τὸ Ἄρειον πεδίον συναγαγεῖν τὸ πλῆθος, κἀνταῦθα ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι.

60

.

17

.

9

αὐτὸς μὲν οὖν ὁπλομαχίας ἀγῶνα ἐν τῷ στρατοπέδῳ, χλαμύδα ἐνδύς, ἔθηκε· τὰ δὲ δὴ γενέθλια τὰ τοῦ υἱέος αὐτοῦ οἱ στρατηγοὶ ἐθελονταὶ θέας τέ τινος ποιήσει καὶ δείπνων ἑώρτασαν. καὶ τοῦτο καὶ αὖθις, ὅσοις γε καὶ ἔδοξεν αὐτῶν, ἐπράχθη.

60

.

18

.

1

Μεσσαλῖνα δὲ ἐν τούτῳ αὐτή τε ἠσέλγαινε καὶ τὰς ἄλλας γυ‐ ναῖκας ἀκολασταίνειν ὁμοίως ἠνάγκαζε, καὶ πολλάς γε καὶ ἐν αὐτῷ τῷ παλατίῳ, τῶν ἀνδρῶν παρόντων καὶ ὁρώντων, μοιχεύεσθαι

60

.

18

.

2

ἐποίει. καὶ ἐκείνους μὲν καὶ ἐφίλει καὶ ἠγάπα, τιμαῖς τε καὶ ἀρχαῖς ἤγαλλε, τοὺς δ’ ἄλλους τοὺς μὴ συγκαθιέντας σφᾶς ἐς τοῦτο καὶ ἐμίσει καὶ πάντα τρόπον ἀπώλλυε. καὶ ταῦτα μέντοι τοιαῦτά τε ὄντα καὶ ἀναφανδὸν οὕτω γιγνόμενα τὸν Κλαύδιον ἐπὶ πλεῖστον

60

.

18

.

3

ἔλαθεν· ἐκείνῳ τε γὰρ θεραπαινίδιά τινα συμπαρακατέκλινε, καὶ τούς τι δυναμένους οἱ μηνῦσαι τοὺς μὲν εὐεργεσίαις τοὺς δὲ καὶ τιμωρίαις προκατελάμβανεν, ὥσπερ καὶ τότε καὶ Κατώνιον Ἰοῦ‐ στον τοῦ τε δορυφορικοῦ ἄρχοντα καὶ δηλῶσαί τι αὐτῷ περὶ τού‐

60

.

18

.

4

των ἐθελήσαντα προδιέφθειρε. τήν τε Ἰουλίαν τὴν τοῦ Δρούσου μὲν τοῦ Τιβερίου παιδὸς θυγατέρα, τοῦ δὲ δὴ Νέρωνος τοῦ Γερ‐ μανικοῦ γυναῖκα γενομένην, ζηλοτυπήσασα ὥσπερ καὶ τὴν ἑτέραν, ἀπέσφαξε. καί τις ἐν τούτῳ τῶν ἱππέων, ὡς καὶ ἐπιβουλεύσας
5τῷ Κλαυδίῳ, κατὰ τοῦ Καπιτωλίου ὑπό τε τῶν δημάρχων καὶ τῶν ὑπάτων κατεκρημνίσθη.

60

.

19

.

1

ἐν μὲν δὴ τῇ πόλει ταῦτ’ ἐγίγνετο, κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Αὖλος Πλαύτιος βουλευτὴς λογιμώτατος ἐς τὴν Βρεττανίαν ἐστράτευσε· Βέρικος γάρ τις ἐκπεσὼν ἐκ τῆς νήσου κατὰ στάσιν

60

.

19

.

2

ἔπεισε τὸν Κλαύδιον δύναμιν ἐς αὐτὴν πέμψαι. καὶ οὕτως ὁ Πλαύ‐ τιος στρατηγήσας τὸ μὲν στράτευμα χαλεπῶς ἐκ τῆς Γαλατίας
ἐξήγαγεν· ὡς γὰρ ἔξω τῆς οἰκουμένης στρατεύσοντες ἠγανάκτουν, καὶ οὐ πρότερόν γε αὐτῷ ἐπείσθησαν πρὶν τὸν Νάρκισσον ὑπὸ τοῦ
5Κλαυδίου πεμφθέντα ἀναβῆναί τε ἐπὶ τὸ τοῦ Πλαυτίου βῆμα καὶ

60

.

19

.

3

δημηγορῆσαί τι ἐθελῆσαι τότε γὰρ πολλῷ που μᾶλλον ἐπ’ αὐτῷ ἀχθεσθέντες οὔτε τι ἐκείνῳ εἰπεῖν ἐπέτρεψαν, συμβοήσαντες ἐξαί‐ φνης τοῦτο δὴ τὸ θρυλούμενον “ἰὼ σατουρνάλια,” ἐπειδήπερ ἐν τοῖς Κρονίοις οἱ δοῦλοι τὸ τῶν δεσποτῶν σχῆμα μεταλαμβάνοντες ἑορτά‐
5ζουσι, καὶ τῷ Πλαυτίῳ εὐθὺς ἑκούσιοι συνέσποντο. τὴν μὲν οὖν

60

.

19

.

4

ὁρμὴν χρονίαν διὰ ταῦτ’ ἐποιήσαντο, τριχῇ δὲ δὴ νεμηθέντες ὅπως μὴ καθ’ ἓν περαιούμενοι κωλυθῶσί ποι προσσχεῖν, κἀν τῷ διάπλῳ τὸ μέν τι δυσφορήσαντες ἐπειδὴ ἐπαλινδρόμησαν, τὸ δὲ ἀναθαρ‐ σήσαντες ὅτι λαμπὰς ἀπὸ τῶν ἀνατολῶν ἀρθεῖσα πρὸς τὰς δυσμὰς
5ᾗπερ ἔπλεον διέδραμε, κατῆραν ἐς τὴν νῆσον μηδενός σφισιν ἐναν‐

60

.

19

.

5

τιωθέντος· οἱ γὰρ Βρεττανοὶ μὴ προσδοκήσαντες αὐτοὺς δι’ ἅπερ ἐπυνθάνοντο ἥξειν, οὐ προσυνελέγησαν. οὐ μὴν οὐδὲ τότε ἐς χεῖρας αὐτοῖς ἦλθον, ἀλλ’ ἔς τε τὰ ἕλη καὶ ἐς τὰς ὕλας κατέφυγον, ἐλπί‐ σαντές σφας ἄλλως κατατρίψειν, ὥσθ’, ὅπερ ἐπὶ τοῦ Καίσαρος

60

.

20

.

1

τοῦ Ἰουλίου ἐγεγόνει, διὰ κενῆς αὐτοὺς ἀναπλεῦσαι. ὁ οὖν Πλαύ‐ τιος πολλὰ μὲν πράγματα ἀναζητῶν σφας ἔσχεν, ἐπεὶ δὲ εὗρέ ποτε (ἦσαν δὲ οὐκ αὐτόνομοι ἀλλ’ 〈ἄλλοι〉 ἄλλοις βασιλεῦσι προστεταγμέ‐ νοι), πρῶτον μὲν Καράτακον ἔπειτα Τογόδουμνον, Κυνοβελλίνου

60

.

20

.

2

παῖδας, ἐνίκησεν· αὐτὸς γὰρ ἐτεθνήκει. φυγόντων δὲ ἐκείνων προσ‐ εποιήσατο ὁμολογίᾳ μέρος τι τῶν Βοδούννων, ὧν ἐπῆρχον Κατου‐ ελλανοὶ ὄντες, κἀνταῦθα φρουρὰν καταλιπὼν πρόσω ᾔει. ὡς δ’ ἐπὶ ποταμῷ τινι ἐγένοντο ὃν οὐκ ᾤοντο οἱ βάρβαροι δυνήσεσθαι
5τοὺς Ῥωμαίους ἄνευ γεφύρας διαβῆναι, καὶ διὰ τοῦτ’ ἀμελέστερόν πως ἐπὶ τῆς ὄχθης αὐτοῦ τῆς κατ’ ἀντιπέραν ηὐλίζοντο, πέμπει Κελ‐ τούς, οἷς ἔθος ἦν καὶ διὰ τῶν ῥοωδεστάτων ῥᾳδίως αὐτοῖς ὅπλοις

60

.

20

.

3

διανήχεσθαι. καὶ ἐπειδὴ ἐκεῖνοι παρὰ δόξαν τοῖς ἐναντίοις προσ‐ πεσόντες τῶν μὲν ἀνδρῶν οὐδένα ἔβαλλον, τοὺς δ’ ἵππους τοὺς τὰ ἅρματα αὐτῶν ἄγοντας ἐτίτρωσκον, κἀκ τούτου ταραττομένων σφῶν οὐδ’ οἱ ἐπιβάται ἀσφαλεῖς εἶναι ἐδύναντο, ἐπιδιέπεμψε τόν
5τε Οὐεσπασιανὸν τὸν Φλάουιον τὸν καὶ τὴν αὐτοκράτορα μετὰ ταῦτα ἀρχὴν λαβόντα, καὶ τὸν ἀδελφὸν αὐτοῦ Σαβῖνον ὑποστρα‐

60

.

20

.

4

τηγοῦντά οἱ· καὶ οὕτω διελθόντες πῃ καὶ ἐκεῖνοι τὸν ποταμὸν συχνοὺς τῶν βαρβάρων μὴ προσδεχομένους ἀπέκτειναν. οὐ μέντοι οἱ λοιποὶ ἔφυγον, ἀλλὰ τῆς ὑστεραίας αὖθις συμβαλόντες σφί‐ σιν ἀγχώμαλα ἠγωνίσαντο, πρὶν δὴ Γναῖος Ὁσίδιος Γέτας κιν‐
5δυνεύσας ἁλῶναι, ἔπειθ’ οὕτως αὐτῶν ἐκράτησεν ὥστε καὶ τιμὰς

60

.

20

.

5

ἐπινικίους, καίπερ οὐχ ὑπατευκώς, λαβεῖν. ἀναχωρησάντων δὲ ἐντεῦθεν τῶν Βρεττανῶν ἐπὶ τὸν Ταμέσαν ποταμόν, καθ’ ὃ ἔς τε τὸν ὠκεανὸν ἐκβάλλει πλημμύροντός τε αὐτοῦ λιμνάζει, καὶ ῥᾳδίως αὐτὸν διαβάντων ἅτε καὶ τὰ στέριφα τά τε εὔπορα τοῦ

60

.

20

.

6

χωρίου ἀκριβῶς εἰδότων, οἱ Ῥωμαῖοι ἐπακολουθήσαντές σφισι ταύτῃ μὲν ἐσφάλησαν, διανηξαμένων δ’ αὖθις τῶν Κελτῶν, καί τινων ἑτέρων διὰ γεφύρας ὀλίγον ἄνω διελθόντων, πολλαχόθεν τε ἅμα αὐτοῖς προσέμιξαν καὶ πολλοὺς αὐτῶν κατέκοψαν, τούς
5τε λοιποὺς ἀπερισκέπτως ἐπιδιώκοντες ἔς τε ἕλη δυσδιέξοδα ἐσέ‐ πεσον καὶ συχνοὺς ἀπέβαλον.

60

.

21

.

1

διά τε οὖν τοῦτο, καὶ ὅτι καὶ τοῦ Τογοδούμνου φθαρέντος οἱ Βρεττανοὶ οὐχ ὅσον ἐνέδοσαν, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν τιμωρίαν αὐτοῦ ἐπισυνέστησαν, φοβηθεὶς ὁ Πλαύτιος οὐκέτι περαιτέρω προ‐ εχώρησεν, ἀλλ’ αὐτός τε τὰ παρόντα διὰ φυλακῆς ἐποιήσατο καὶ

60

.

21

.

2

τὸν Κλαύδιον μετεπέμψατο· εἴρητο γὰρ αὐτῷ, εἴ τι βιαιότερον γίγνοιτο, τοῦτο ποιῆσαι, καὶ παρασκευή γε ἐπὶ τῇ στρατείᾳ πολλὴ τῶν τε ἄλλων καὶ ἐλεφάντων προσυνείλεκτο. ἐλθούσης δὲ τῆς ἀγγελίας ὁ Κλαύδιος τὰ μὲν οἴκοι τῷ Οὐιτελλίῳ τῷ Λουκίῳ τῷ
5συνάρχοντι τά τε ἄλλα καὶ τοὺς στρατιώτας ἐνεχείρισε (καὶ γὰρ ἐξ ἴσου αὐτὸν ἑαυτῷ ἑξάμηνον ὅλον ὑπατεῦσαι ἐποίησεν), αὐτὸς

60

.

21

.

3

δὲ ἐξεστρατεύσατο. καὶ καταπλεύσας ἐς τὰ Ὤστια ἐκεῖθεν ἐς Μασσαλίαν παρεκομίσθη, κἀντεῦθεν τὰ μὲν πεζῇ τὰ δὲ καὶ διὰ τῶν ποταμῶν πορευόμενος πρός τε τὸν ὠκεανὸν ἀφίκετο, καὶ πε‐ ραιωθεὶς ἐς τὴν Βρεττανίαν συνέμιξε τοῖς στρατοπέδοις πρὸς τῷ

60

.

21

.

4

Ταμέσᾳ ἀναμένουσιν αὐτόν. καὶ παραλαβών σφας ἐκεῖνόν τε ἐπιδιέβη, καὶ τοῖς βαρβάροις πρὸς τὴν ἔφοδον αὐτοῦ συνεστραμ‐ μένοις ἐς χεῖρας ἐλθὼν μάχῃ τε ἐνίκησε καὶ τὸ Καμουλόδουνον τὸ τοῦ Κυνοβελλίνου βασίλειον εἷλε. κἀκ τούτου συχνοὺς τοὺς
5μὲν ὁμολογίᾳ τοὺς δὲ καὶ βίᾳ προσαγαγόμενος αὐτοκράτωρ πολ‐

60

.

21

.

5

λάκις ἐπωνομάσθη παρὰ τὰ πάτρια (οὐ γὰρ ἔστιν ἑνὶ οὐδενὶ πλέον ἢ ἅπαξ ἐκ τοῦ αὐτοῦ πολέμου τὴν ἐπίκλησιν ταύτην λαβεῖν), καὶ τὰ ὅπλα αὐτῶν ἀφελόμενος ἐκείνους μὲν τῷ Πλαυτίῳ προσέ‐ ταξεν, ἐντειλάμενός οἱ καὶ τὰ λοιπὰ προσκαταστρέψασθαι, αὐτὸς
5δὲ ἐς τὴν Ῥώμην ἠπείχθη, τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμ‐

60

.

22

.

1

βρῶν, τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ, προπέμψας. μαθοῦσα δ’ ἡ γερουσία τὰ κατειργασμένα Βρεττανικόν τε αὐτὸν ἐπεκάλεσε καὶ τὰ ἐπινίκια αὐτῷ πέμψαι ἔδωκε. πανήγυρίν τε ἐτησίαν καὶ ἁψῖδας τροπαιοφόρους, τὴν μὲν ἐν τῇ πόλει τὴν δὲ ἐν τῇ Γαλατίᾳ,
5ὅθεν ἐς τὴν Βρεττανίαν ἐξαναχθεὶς ἐπεραιώθη, γενέσθαι ἐψηφί‐

60

.

22

.

2

σαντο· τῷ τε υἱεῖ αὐτοῦ τὴν αὐτὴν ἐπωνυμίαν ἐπέθεσαν, ὥστε καὶ κυρίως τρόπον τινὰ Βρεττανικὸν αὐτὸν ὀνομασθῆναι, καὶ τῇ Μεσ‐ σαλίνῃ τὴν προεδρίαν ἣν καὶ ἡ Λιουία ἐσχήκει καὶ τὸ καρπέντῳ χρῆσθαι ἔδοσαν.

60

.

22

.

3

ἐκείνους μὲν δὴ τούτοις ἐτίμησαν, τῇ δὲ δὴ τοῦ Γαΐου μνήμῃ ἀχθόμενοι τὸ νόμισμα τὸ χαλκοῦν πᾶν, ὅσον τὴν εἰκόνα αὐτοῦ ἐντετυπωμένην εἶχε, συγχωνευθῆναι ἔγνωσαν. καὶ ἐπράχθη μὲν τοῦτο, οὐ μέντοι καὶ ἐς βέλτιόν τι ὁ χαλκὸς ἐχώρησεν, ἀλλ’ ἀν‐
5δριάντας ἀπ’ αὐτοῦ ἡ Μεσσαλῖνα τοῦ Μνηστῆρος τοῦ ὀρχηστοῦ

60

.

22

.

4

ἐποιήσατο. ἐπεὶ γὰρ τῷ Γαΐῳ ποτὲ ἐκεῖνος ἐκέχρητο, χάριν τινὰ αὐτῷ ταύτην τῆς πρὸς ἑαυτὴν συνουσίας κατέθετο. σφόδρα γὰρ ἤρα, καὶ ἐπεί γε μηδένα τρόπον μήθ’ ὑπισχνουμένη τι μήτε ἐκφο‐ βοῦσα αὐτὸν συγγενέσθαι αὐτῇ ἀναπεῖσαι ἐδύνατο, διελέχθη τῷ
5ἀνδρί, ἀξιοῦσα αὐτὸν πειθαρχεῖν οἱ ἀναγκασθῆναι ὡς καὶ ἐπ’ ἄλλο

60

.

22

.

5

τι αὐτοῦ δεομένη· καὶ οὕτως εἰπόντος αὐτῷ τοῦ Κλαυδίου πάνθ’ ὅσα ἂν προστάττηται ὑπὸ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ ὡς καὶ τοῦθ’ ὑπ’ ἐκείνου κεκελευσμένος. τὸ δ’ αὐτὸ τοῦτο καὶ πρὸς ἄλλους συχνοὺς ἔπραττεν· ὡς γὰρ εἰδότος τε τοῦ Κλαυδίου τὰ γι‐
5γνόμενα καὶ συγχωροῦντός οἱ ἀκολασταίνειν ἐμοιχεύετο.

60

.

23

.

1

τῆς μὲν οὖν Βρεττανίας οὕτω τότε ἑάλω τινά· μετὰ δὲ ταῦτα, Γαΐου τε Κρίσπου τὸ δεύτερον καὶ Τίτου Στατιλίου ὑπατευόντων, ἦλθέ τε ἐς τὴν Ῥώμην ὁ Κλαύδιος ἓξ μῆνας ἀποδημήσας, ἀφ’ ὧν ἑκκαίδεκα μόνας ἐν τῇ Βρεττανίᾳ ἡμέρας ἐποίησε, καὶ τὰ νικη‐
5τήρια ἔπεμψε, τά τε ἄλλα κατὰ τὸ νομιζόμενον πράξας καὶ τοὺς ἀναβασμοὺς τοὺς ἐν τῷ Καπιτωλίῳ τοῖς γόνασιν ἀναβάς, ἀναφε‐

60

.

23

.

2

ρόντων αὐτὸν τῶν γαμβρῶν ἑκατέρωθεν. ἔνειμε δὲ τοῖς μὲν βου‐ λευταῖς τοῖς συνεξετασθεῖσίν οἱ τὰς ἐπινικίους τιμάς, οὐχ ὅτι τοῖς ὑπατευκόσιν, ............... ὅπερ καὶ ἄλλως ἀφθονώ‐ τατα καὶ ἐπὶ τοῖς ἐλαχίστοις ἐποίει, Ῥουφρίῳ δὲ δὴ Πωλίωνι τῷ
5ἐπάρχῳ εἰκόνα καὶ ἕδραν ἐν τῷ βουλευτικῷ, ὁσάκις ἂν ἐς τὸ συν‐

60

.

23

.

3

έδριον αὐτῷ συνεσίῃ· καὶ ἵνα γε μὴ καινοτομεῖν τι δόξῃ, ἔφη καὶ τὸν Αὔγουστον ἐπὶ Οὐαλερίου τινὸς Λίγυος τοῦτο πεποιη‐ κέναι. τόν τε Λάκωνα τὸν πρότερον μὲν τῶν νυκτοφυλάκων ἄρ‐ ξαντα, τότε δὲ τῶν Γαλατῶν ἐπιτροπεύοντα, τῷ τε αὐτῷ τούτῳ

60

.

23

.

4

καὶ προσέτι ταῖς τῶν ὑπατευκότων τιμαῖς ἐσέμνυνε. διατελέσας δὲ ταῦτα τὴν πανήγυριν τὴν τῶν νικητηρίων ἐποίησεν, ὑπάτου τινὰ ἐξουσίαν ἐς αὐτὴν λαβών. ἐγίγνετο δὲ ἐν τοῖς δύο ἅμα θεά‐ τροις· καὶ πολλάκις αὐτὸς μὲν ἀπελείπετο τῆς θέας, ἕτεροι δὲ

60

.

23

.

5

ἀντ’ αὐτοῦ ἐπετέλουν αὐτήν. τῶν δὲ δὴ ἵππων ἐπήγγειλε μὲν ἁμίλλας ὅσας ἂν ἡμέρα ἐνδέξηται, οὐ μέντοι καὶ πλείους τῶν δέκα ἐγένοντο· ἄρκτοι τε γὰρ μεταξὺ τοῦ δρόμου αὐτῶν ἐσφάγησαν καὶ ἀθληταὶ ἠγωνίσαντο, πυρρίχην τε Ἀσιανοὶ παῖδες μετάπεμπτοι

60

.

23

.

6

ὠρχήσαντο. καὶ ἄλλην δέ τινα πανήγυριν, ἐπὶ τῇ νίκῃ καὶ αὐτήν, οἱ περὶ τὴν σκηνὴν τεχνῖται, συγχωρηθέν σφισιν ὑπὸ τῆς βουλῆς, ἐποίησαν. ταῦτα μὲν δὴ διὰ τὰ Βρεττανικὰ ἐπράχθη, καὶ ἵνα γε καὶ
5ἄλλοι ῥᾷον ἐς ὁμολογίαν ἴωσιν, ἐψηφίσθη τὰς συμβάσεις ἁπάσας, ὅσας ἂν ὁ Κλαύδιος ἢ καὶ οἱ ἀντιστράτηγοι αὐτοῦ πρός τινας ποιήσωνται, κυρίας ὡς καὶ πρὸς τὴν βουλὴν τόν τε δῆμον εἶναι.

60

.

24

.

1

τήν τε Ἀχαΐαν καὶ τὴν Μακεδονίαν αἱρετοῖς ἄρχουσιν, ἐξ οὗπερ ὁ Τιβέριος ἦρξε, διδομένας ἀπέδωκεν ὁ Κλαύδιος τότε τῷ κλήρῳ· καὶ τοὺς στρατηγοὺς τοὺς ἐπὶ τῆς διοικήσεως καταλύσας ταμίαις

60

.

24

.

2

αὐτὴν κατὰ τὸ ἀρχαῖον ἐπέτρεψεν, οὐχ ὥστε καὶ ἐτησίους σφᾶς, ὅπερ ἐπί τε ἐκείνων πρότερον καὶ ἐπὶ τῶν στρατηγῶν μετὰ ταῦτα ἐγίγνετο, ἄρχειν, ἀλλ’ οἱ δύο οἱ αὐτοὶ τρία ὅλα ἔτη αὐτὴν διῴ‐ κουν, καὶ οἱ μὲν στρατηγίας εὐθὺς ἐλάμβανον, οἱ δὲ καὶ μισθὸν

60

.

24

.

3

ἔφερον ὅπως ποτὲ καὶ ἔδοξαν ἄρξαι. τοῖς μὲν οὖν ταμίαις τὴν διοίκησιν ἀντὶ τῶν ἀρχῶν τῶν ἐν τῇ Ἰταλίᾳ ἔξω τῆς πόλεως ἀντ‐ έδωκε (πάσας γὰρ αὐτὰς ἔπαυσε), τοῖς δὲ δὴ στρατηγοῖς δίκας τινάς, ἃς πρότερον οἱ ὕπατοι διεδίκαζον, ἀντενεχείρισε. τοῖς τε
5στρατευομένοις, ἐπειδὴ γυναῖκας οὐκ ἐδύναντο ἔκ γε τῶν νόμων

60

.

24

.

4

ἔχειν, τὰ τῶν γεγαμηκότων δικαιώματα ἔδωκε. καὶ Μάρκῳ Ἰουλίῳ Κοττίῳ τὴν πατρῴαν ἀρχήν, ἣν ἐπὶ τῶν Ἄλπεων τῶν ὁμωνύμων εἶχε, προσεπηύξησε, βασιλέα αὐτὸν τότε πρῶτον ὀνομάσας. τῶν τε Ῥοδίων τὴν ἐλευθερίαν ἀφείλετο, ὅτι Ῥωμαίους τινὰς ἀνεσκο‐

60

.

24

.

5

λόπισαν. καὶ Οὐμβώνιον Σιλίωνα ἄρχοντα Βαιτικῆς μεταπέμψας ἐξέωσεν ἐκ τοῦ συνεδρίου ὡς καὶ σῖτον ὀλίγον τοῖς ἐν τῇ Μαυρι‐ τανίᾳ στρατευομένοις ἀποστείλαντα· τοῦτο γὰρ κατηγορήθη, ἐπεὶ τό γε ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλ’ ὅτι τισὶ τῶν ἀπελευθέρων

60

.

24

.

6

προσέκρουσε. καὶ ὃς συνήνεγκε μὲν ἐς τὸ πρατήριον πάντα τὰ ἑαυτοῦ ἔπιπλα, πολλά τε καὶ περικαλλῆ ὄντα, ὡς καὶ πάντα αὐτὰ ἀποκηρύξων, μόνην δὲ δὴ τὴν βουλευτικὴν ἐσθῆτα ἐπώλησεν, ἐν‐ δεικνύμενός σφισι διὰ τούτου ὅτι οὔτε τι δεινὸν πεπονθὼς εἴη καὶ
5δύναιτο ἰδιωτεύων ἡδέως βιοτεύειν.

60

.

24

.

7

τότε μὲν δὴ ταῦτ’ ἐπράχθη, καὶ τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην ἐς ἑτέραν ἡμέραν ἱερῶν τινων ἕνεκα μετέθεσαν·

60

.

25

.

1

καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο. τῷ δ’ ἐπιόντι ἔτει ὕπατοι μὲν Μᾶρκος τε Οὐινίκιος δεύτερον καὶ Στατίλιος Κορουῖνος ἦρξαν, Κλαύδιος δὲ αὐτὸς μὲν πάντα τὰ εἰθισμένα διώμοσε, τοὺς δ’ ἄλλους

60

.

25

.

2

ἐκώλυσε κατ’ ἄνδρα ὀμόσαι· καὶ οὕτως εἷς τις τῶν στρατηγούντων, ὥσπερ ποτέ, καὶ ἕτερος τῶν δημαρχούντων, ἀπό τε τῶν ἄλλων ὡς ἑκάστων εἷς, ἐξῆρξε τῶν ὅρκων τοῖς ὁμοίοις. καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐπράχθη. ἐπειδή τε ἡ πόλις πολλῶν εἰκόνων ἐπληροῦτο
5(ἐξῆν γὰρ ἀνέδην τοῖς βουλομένοις ἐν γραφῇ καὶ ἐν χαλκῷ λίθῳ

60

.

25

.

3

τε δημοσιεύεσθαι), τάς τε πλείους αὐτῶν ἑτέρωσέ ποι μετέθηκε, καὶ ἐς τὸ ἔπειτα ἀπηγόρευσε μηδενὶ ἰδιώτῃ, ᾧ ἂν μὴ ἡ βουλὴ ἐπιτρέψῃ, τοῦτο ποιεῖν ἐξεῖναι, πλὴν εἴ τις ἔργον τι ᾠκοδομηκὼς εἴη ἢ καὶ κατασκευάσαιτο· τούτοις γὰρ δή, τοῖς τε συγγενέσιν αὐ‐

60

.

25

.

4

τῶν, ἵστασθαι ἐν τοῖς χωρίοις ἐκείνοις ἐφῆκε. καί τινα ἐπὶ δώροις τῶν ἀρξάντων τινὸς ἔθνους φυγαδεύσας, πάνθ’ ὅσα ἐν τῇ ἀρχῇ ἐπεκτήσατο ἐδήμευσεν. ὅπως τε μὴ διακρούοιντο οἱ τοιοῦτοι τοὺς ἐθέλοντάς σφισι δικάζεσθαι, οὐδενὶ ἀρχὴν ἐπ’ ἀρχῇ παραχρῆμα

60

.

25

.

5

ἐδίδου. τοῦτο γὰρ ἐνενόμιστο μὲν καὶ πρότερον, ἵνα ἀπροφασίστως τις αὐτοῖς ἐν τῷ μεταξὺ χρόνῳ λαγχάνῃ (οὐδὲ γὰρ οὐδὲ τοῖς παρ‐ ιεμένοις τὰς ἐκδημίας οἷς ποι ἐπετρέπετο ἐπαλλήλας ποιεῖσθαι, ὅπως εἰ δή τι πλημμελήσειαν, μὴ προσλαμβάνοιεν, οἱ μὲν ἐκ τῶν

60

.

25

.

6

ἀρχῶν οἱ δὲ ἐκ τῶν ἀποδημιῶν, τὸ ἀνεύθυνον), ἐξελελοίπει δέ. καὶ οὕτω γε ἀκριβῶς ἑκάτερον αὐτῶν ἐφύλαττεν ὥστε μηδὲ παρεδρεύ‐ σαντά τινι ἐπιτρέψαι ἐς ἡγεμονίαν εὐθὺς ἔθνους ἐπιβάλλουσάν οἱ κληροῦσθαι, καίτοι καὶ ἐπὶ δύο ἔτη τινὰς ἐῶν αὐτῶν ἄρχειν, αἱρε‐
5τούς τε ἔστιν οὓς πέμπων. τοῖς δ’ οὖν αἰτουμένοις ὥστε ἔξω τῆς Ἰταλίας ἀποδημῆσαι ἐφίει μὲν καὶ καθ’ ἑαυτὸν ἄνευ τῆς βουλῆς, τοῦ γε μὴν καὶ νόμῳ τινὶ αὐτὸ δοκεῖν ποιεῖν δόγμα γενέσθαι ἐκέ‐

60

.

25

.

7

λευσε. καὶ τοῦτο μὲν καὶ τῷ ὑστέρῳ ἔτει ἐψηφίσθη· τότε δὲ τήν τε πανήγυριν τὴν εὐκταίαν, ἣν τῆς στρατείας αὑτοῦ ἕνεκα προ‐ υπέσχητο, διέθηκε καὶ τῷ δήμῳ τῷ σιτοδοτουμένῳ πέντε μὲν καὶ ἑβδομήκοντα δραχμὰς ἅπασι διέδωκεν, ἔστι δ’ οἷς καὶ πλέον, ὥστε

60

.

25

.

8

καὶ ἐς τριακοσίας καὶ δώδεκα καὶ ἡμίσειάν τισι γενέσθαι. οὐ μέν‐ τοι καὶ πάντα αὐτὸς διένειμεν, ἀλλὰ καὶ οἱ γαμβροὶ αὐτοῦ, ἐπειδή‐ περ ἐπὶ πλείους ἡμέρας ἡ διάδοσις ἐγένετο καὶ ἠθέλησε καὶ δικάσαι ἐν ταύταις. τοῖς τε Κρονίοις τὴν πέμπτην ἡμέραν τὴν καταδειχθεῖ‐
5σάν τε ὑπὸ τοῦ Γαΐου καὶ μετὰ τοῦτο καταλυθεῖσαν ἀπέδωκε.

60

.

26

.

1

καὶ ἐπειδὴ ὁ ἥλιος ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐκλείψειν ἔμελλεν, ἐφοβήθη τε μή τις ἐκ τούτου ταραχὴ γένηται, ἐπεὶ ἄλλα ἄττα τέ‐ ρατα συνεβεβήκει, καὶ προέγραψεν οὐ μόνον ὅτι τε ἐκλείψει καὶ ὁπότε καὶ ἐφ’ ὁπόσον, ἀλλὰ καὶ τὰς αἰτίας δι’ ἃς ἀναγκαίως γενή‐

60

.

26

.

2

σεσθαι τοῦτ’ ἔμελλεν. εἰσὶ δὲ αἵδε. ἡ σελήνη τὴν κάτω τοῦ ἡλίου περιφοράν, ὥσπερ που πεπίστευται (εἴτ’ οὖν ἐφεξῆς αὐτοῦ εἴτε καὶ μετὰ τὸν Ἑρμῆν αὐτὴν τήν τε Ἀφροδίτην ἔχει), κινηθεῖσα, κι‐ νεῖται μὲν κατὰ μῆκος, ὥσπερ καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ κατὰ
5βάθος, ὥσπερ ἴσως καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ ἐν πλάτει, ὅπερ

60

.

26

.

3

οὐδαμῇ οὐδαμῶς τῷ ἡλίῳ ὑπάρχει. ὅταν οὖν κατά τε τὴν αὐτὴν αὐτῷ εὐθυωρίαν ὑπὲρ τὴν ἡμετέραν ὄψιν γένηται καὶ ὑπὸ τὴν φλόγα αὐτοῦ ὑποδράμῃ, τότε τὴν αὐγὴν αὐτοῦ τὴν ἐς τὴν γῆν καθήκουσαν τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δὲ ἐπ’ ἔλαττον διεσκέπασεν,

60

.

26

.

4

〈ἔστι δ’ οἷσ〉 οὐδὲ ἐπὶ βραχύτατον ἀποκρύπτει· ἴδιον γὰρ ἀεὶ φῶς ὁ ἥλιος ἔχων οὐκ ἔστιν ὅτε αὐτοῦ ἀπαλλάττεται, καὶ διὰ τοῦθ’ οἷς ἂν ἡ σελήνη μὴ ἐπίπροσθεν, ὥστ’ αὐτὸν συσκιάζεσθαι, γένηται, ὁλόκληρος ἀεὶ φαίνεται. περὶ μὲν δὴ τὸν ἥλιον ταῦτά τε συμ‐

60

.

26

.

5

βαίνει καὶ τότε ὑπὸ τοῦ Κλαυδίου ἐδημοσιεύθη· ἡ δὲ σελήνη (οὐ γάρ ἐστιν ἀπὸ τρόπου καὶ τὸ κατ’ ἐκείνην εἰπεῖν, ἐπειδήπερ ἅπαξ τοῦ λόγου τούτου προσηψάμην) ὁσάκις ἂν καταντικρὺ τῷ ἡλίῳ γενομένη (ἐν γὰρ ταῖς πανσελήνοις μόνως αὐτῇ τοῦτο, ὥσπερ
5καὶ ἐκείνῳ ἐν ταῖς νουμηνίαις, συμβαίνει), ἐς τὸ τῆς γῆς σκίασμα κωνοειδὲς ὂν ἐμπέσῃ (γίγνεται δὲ τοῦτο ὅταν διὰ τῶν μέσων ἐν τῇ τοῦ πλάτους κινήσει περιφέρηται), στέρεταί τε τοῦ ἡλιοειδοῦς φωτός, καὶ αὐτὴ καθ’ ἑαυτήν, ὁποίαπερ ἐστί, φαντάζεται.

60

.

27

.

1

ταῦτα μὲν δὴ τοιαῦτά ἐστι, τοῦ δ’ ἐνιαυτοῦ ἐκείνου ἐξελθόν‐ τος Οὐαλέριός τε Ἀσιατικὸς τὸ δεύτερον καὶ Μᾶρκος Σιλανὸς ὑπά‐ τευσαν. καὶ οὗτος μὲν ἐφ’ ὅσον ᾑρέθη ἦρξεν, Ἀσιατικὸς δὲ ἀπε‐ δείχθη μὲν ὡς καὶ δι’ ἔτους ὑπατεύσων, ὃ καὶ ἐπ’ ἄλλων ἐγίγνετο,
5οὐ μέντοι καὶ ἐποίησε τοῦτο, ἀλλ’ ἀφῆκε τὴν ἀρχὴν ἐθελούσιος.

60

.

27

.

2

καὶ αὐτὸ καὶ ἕτεροί τινες ἔπραξαν· ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ πενίας (τὰ γὰρ ἀναλώματα τὰ ἐν ταῖς ἱπποδρομίαις γιγνόμενα ἐπὶ πολὺ ἐκεχωρήκει· τετράκις γὰρ καὶ εἰκοσάκις ὡς πλήθει ἡμιλλῶντο), ὁ δ’ Ἀσιατικὸς ὑπ’ αὐτοῦ τοῦ πλούτου, ὑφ’ οὗπερ καὶ ἀπέθανεν·

60

.

27

.

3

ἐπεὶ γὰρ ἔν τε πολλῇ περιουσίᾳ ἦν καὶ ἐκ τοῦ δεύτερον ὑπατεύειν καὶ ἐπαχθὴς καὶ ἐπίφθονος πολλοῖς ἐγεγόνει, καταλῦσαι τρόπον τινὰ αὐτὸς ἑαυτὸν ἠθέλησεν ὡς καὶ ἧττόν τι παρὰ τοῦτο κινδυνεύσων.

60

.

27

.

4

καὶ ὁ μὲν ἐξηπατήθη, ὁ δὲ Οὐινίκιος ὑπὸ μὲν τοῦ Κλαυδίου οὐδὲν ἔπαθεν (ἦν μὲν γὰρ διαπρεπὴς ἀνήρ, τὴν δὲ δὴ ἡσυχίαν ἄγων καὶ τὰ ἑαυτοῦ πράττων ἐσώζετο), ὑπὸ δὲ τῆς Μεσσαλίνης, ὑποψίᾳ τε ὅτι τὴν [τε] γυναῖκα αὐτοῦ τὴν Ἰουλίαν ἀπεκτόνει, καὶ ὀργῇ
5ὅτι οὐκ ἠθέλησέν οἱ συγγενέσθαι, φαρμάκῳ διεφθάρη. καὶ οὕτω ταφῆς τε δημοσίας καὶ ἐπαίνων ἠξιώθη· πολλοῖς γὰρ δὴ καὶ ταῦτ’

60

.

27

.

5

ἐδίδοτο. Ἀσίνιος δὲ δὴ Γάλλος ὁ τοῦ Δρούσου πρὸς μητρὸς ἀδελ‐ φὸς ἐπεβούλευσε μὲν τῷ Κλαυδίῳ, οὐκ ἀπέθανε δὲ ἀλλ’ ὑπερω‐ ρίσθη. αἴτιον δὲ ἴσως μὲν καὶ ἐκεῖνο ὅτι μήτε στράτευμα προ‐ παρασκευάσας μήτε χρήματα προαθροίσας, ἀλλ’ ὑπ’ ἀνοίας πολ‐
5λῆς, ὡς καὶ ἑκουσίων τῶν Ῥωμαίων διὰ τὸ γένος ἄρξων, ἐθρασύνετο· τὸ δὲ δὴ πλεῖστον ὅτι καὶ σμικρότατος καὶ δυσειδέστατος ὤν, κἀκ τούτου καταφρονηθείς, γέλωτα μᾶλλον ἢ κίνδυνον ὦφλεν.

60

.

28

.

1

οὐ μὴν ἀλλὰ ταῦτα μὲν καὶ πάνυ τοῦ Κλαυδίου ἐπῄνουν, καὶ νὴ Δία καὶ ἐκεῖνο ὅτι ἐντυχόντος τινὸς τοῖς δημάρχοις κατὰ τοῦ ἐξελευθερώσαντος αὐτόν, καὶ ὑπηρέτην ἐπ’ αὐτὸν αἰτήσαντος καὶ λαβόντος, ἠγανάκτησε, καὶ ἐκεῖνόν τε καὶ τοὺς συνεξετασθέντας
5αὐτῷ ἐκόλασε, καὶ προσέτι καὶ ἀπηγόρευσε μηδὲ τοῖς οὕτω κατὰ τῶν δεσποτευσάντων αὐτῶν βοηθεῖν, εἰ δὲ μή, στέρεσθαι τοῦ δίκην

60

.

28

.

2

αὐτοὺς ἑτέροις λαγχάνειν. δουλεύοντα μέντοι αὐτὸν τῇ τε γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες ἤσχαλλον, ἄλλως τε καὶ ἐπειδὴ σπουδασάντων ποτὲ τῶν τε ἄλλων καὶ αὐτοῦ τοῦ Κλαυδίου τὸν Σαβῖνον τὸν τῶν Κελτῶν ἐπὶ τοῦ Γαΐου ἄρξαντα ἐν μονομαχίᾳ
5τινὶ ἀποκτεῖναι, ἡ Μεσσαλῖνα ἔσωσε· καὶ γὰρ ἐκείνῳ ἐπλησίαζε.

60

.

28

.

3

τοῦτό τε οὖν αὐτοὺς ἠνία, καὶ ὅτι τὸν Μνηστῆρα ἀποσπάσασα ἀπὸ τοῦ θεάτρου εἶχε, καὶ ὁπότε γε λόγος τις ἐν τῷ δήμῳ περὶ αὐτοῦ ὅτι μὴ ὀρχοῖτο γίγνοιτο, θαῦμά τε ὁ Κλαύδιος ἐποιεῖτο καὶ

60

.

28

.

4

ἀπελογεῖτο τά τε ἄλλα καὶ ὀμνὺς ὅτι μὴ συνείη αὐτῷ. πιστεύοντες γὰρ ὄντως ἀγνοεῖν αὐτὸν τὰ γιγνόμενα, ἐλυποῦντο μὲν ὅτι μόνος οὐκ ἠπίστατο τὰ ἐν τῷ βασιλείῳ δρώμενα, ὅσα καὶ ἐς τοὺς πολε‐ μίους ἤδη διεπεφοιτήκει, οὐ μὴν καὶ ἐξελέγχειν αὐτὰ ἤθελον, τὸ
5μέν τι τὴν Μεσσαλῖναν αἰδούμενοι, τὸ δὲ καὶ τοῦ Μνηστῆρος φει‐

60

.

28

.

5

δόμενοι· ὅσον γὰρ ἐκείνῃ διὰ τὸ κάλλος, τοσοῦτον τῷ δήμῳ διὰ τὴν τέχνην ἤρεσκεν. οὕτω γάρ που δεινὸς σοφιστὴς ἐν τῇ ὀρχήσει ἦν ὥστε τοῦ ὁμίλου μεγάλῃ ποτὲ σπουδῇ δρᾶμά τι αὐτὸν ἐπι‐ βόητον ὀρχήσασθαι δεομένου, παρακῦψαί τε ἐκ τῆς σκηνῆς καὶ
5εἰπεῖν ὅτι “οὐ δύναμαι τοῦτο ποιῆσαι· τῷ γὰρ Ὀρέστῃ συγκε‐ κοίμημαι”.

60

.

28

.

6

ὁ δ’ οὖν Κλαύδιος ταῦτά τε οὕτως ἔπραττε, καὶ ἐπειδὴ πλῆθός τε δικῶν ἀμύθητον ἦν καὶ οὐκ ἀπήντων ἐπ’ αὐτὰς οἵ τι προσ‐ δοκῶντες ἐλαττωθήσεσθαι, προεῖπε διὰ προγράμματος ὅτι καὶ κατὰ ἀπόντων αὐτῶν ἐντὸς ῥητῆς τινος ἡμέρας δικάσει, καὶ ἐνε‐
5πέδωσε τοῦτο.

60

.

28

.

7

ὅτι Μιθριδάτης ὁ τῶν Ἰβήρων βασιλεὺς ἐνεωτέρισε, καὶ παρεσκευά‐ ζετο εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. τῆς δὲ μητρὸς ἀντιλεγούσης καὶ φυγεῖν, ἐπειδὴ μὴ πείθειν αὐτὸν ἠδύνατο, βουληθείσης, βουλόμενος ἐπικαλύψαι τὸ σπουδαζόμενον, αὐτὸς μὲν παρεσκευάζετο, πέμπει δὲ Κό‐
5τυν τὸν ἀδελφὸν εἰς πρεσβείαν, φιλίους λόγους τῷ Κλαυδίῳ κομίζοντα. ὁ δὲ παραπρεσβεύσας πάντα αὐτῷ κατεμήνυσε, καὶ βασιλεὺς Ἰβηρίας ἀντὶ Μιθριδάτου γίνεται. Petr. Patr. exc. de leg.G 2 (Hoesch. p. 15
= fr. 3 Muell. Fragm. hist. gr. 4 p. 184 sq.).

60

.

29

.

1

Ἐν δὲ τῷ ἑξῆς ἔτει ὅ τε Κλαύδιος τὸ τέταρτον καὶ Οὐι‐ τέλλιος Λούκιος τὸ τρίτον, ὀκτακοσιοστοῦ τῇ Ῥώμῃ ἔτους ὄντος, ὑπάτευσαν. καὶ ἐξήλασε μὲν ὁ Κλαύδιός τινας καὶ ἐκ τῆς βουλῆς, ὧν οἱ πλείονες οὐκ ἄκοντες ἐξέπεσον ἀλλ’ ἐθελονταὶ διὰ πενίαν

60

.

29

.

2

παρέμενοι, ἀντεσήγαγε δὲ ὁμοίως πολλούς. ἐπειδή τε Σουρδίνιός τις Γάλλος βουλεῦσαι δυνάμενος ἐς τὴν Καρχηδόνα ἐξῴκησε, σπου‐ δῇ τε αὐτὸν μετεπέμψατο, καὶ ἔφη ὅτι “χρυσαῖς σε πέδαις δήσω.” καὶ ὁ μὲν οὕτω τῷ ἀξιώματι πεδηθεὶς κατὰ χώραν ἔμεινε· τοὺς
5μέντοι ἀλλοτρίους ἀπελευθέρους ὁ Κλαύδιος, εἴ που κακουργοῦντας

60

.

29

.

3

λάβοι, δεινῶς τιμωρῶν, τοῖς ἰδίοις οὕτω προσέκειτο ὥσθ’ ὑπο‐ κριτοῦ τινος ἐν τῷ θεάτρῳ ποτὲ τοῦτο δὴ τὸ θρυλούμενον εἰπόντος ὅτι “ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας”, καὶ τοῦ τε δήμου παντὸς
ἐς Πολύβιον τὸν ἀπελεύθερον αὐτοῦ ἀποβλέψαντος, καὶ ἐκείνου
5ἐκβοήσαντος ὅτι ὁ αὐτὸς μέντοι ποιητὴς εἶπεν ὅτι “βασιλεῖς ἐγέ‐ νοντο χοἱ πρὶν ὄντες αἰπόλοι”, οὐδὲν δεινὸν αὐτὸν εἰργάσατο.

60

.

29

.

4

μηνυθέντων δέ τινων ὡς ἐπιβουλεύοιεν αὐτῷ, τοὺς μὲν ἄλλους ἐν οὐδενὶ λόγῳ ἐποιήσατο, εἰπὼν ὅτι “οὐ τὸν αὐτὸν χρὴ τρόπον ψύλ‐ λαν τε καὶ θηρίον ἀμύνεσθαι”, ὁ δὲ Ἀσιατικὸς ἐκρίθη μὲν παρ’

60

.

29

.

5

αὐτῷ καὶ ὀλίγου δὲ δεῖν ἀπέφυγεν. ἀρνουμένου γὰρ αὐτοῦ καὶ λέγοντος ὅτι “οὐκ οἶδα οὐδὲ γνωρίζω τῶν καταμαρτυρούντων μου τούτων οὐδένα”, ἐρωτηθεὶς ὁ στρατιώτης ὁ φάσκων αὐτῷ συγγεγο‐ νέναι ὅστις ὁ Ἀσιατικὸς εἴη, φαλακρόν τινα προσεστῶτα κατὰ
5τύχην ἔδειξε· τοῦτο γὰρ αὐτοῦ τὸ σύμβολον μόνον ἠπίστατο.

60

.

29

.

6

γέλωτος οὖν ἐπὶ τούτῳ πολλοῦ γενομένου, καὶ τοῦ Κλαυδίου ἀπο‐ λύειν αὐτὸν μέλλοντος, ὁ Οὐιτέλλιος τῇ Μεσσαλίνῃ χαριζόμενος παρακεκλῆσθαι ἔφη ὑπ’ αὐτοῦ ἵν’ ὅπως ἂν βουληθῇ ἀποθάνῃ. ἀκούσας δὲ τοῦτ’ ἐκεῖνος ἐπίστευσέ τε αὐτὸν ὄντως ἑαυτοῦ διὰ
5τὸ συνειδὸς κατεγνωκέναι, καὶ κατεχρήσατο. Xiph. 141, 30—142, 25 R. St.

60

.

29

6a

ἄλλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν Ἀσια‐ τικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέκτεινε, τὸν μὲν Ἀσιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέν‐ τοι ὡς ἐπ’ ἄλλοις τισίν. Zon. 11, 9 p. 466, 17—20 B. (p. 30, 1—6 D.)

60

.

29

7,1

ἀνεφάνη δὲ καὶ νησίδιόν τι ἐν τῷ ἔτει τούτῳ παρὰ τῇ Θήρᾳ τῇ νήσῳ, οὐκ ὂν πρότερον. Xiph. 142, 25. 26 R. St.

60

.

29

7a

ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων νόμον προὔθηκε, μὴ δύνασθαι βουλευτὴν ὑπὲρ ἑπτὰ σημείων τῆς πόλεως ὁδεύειν χωρὶς τῆς τοῦ βασι‐ λέως κελεύσεως. Suid. s. v. Κλαύδιος gl. 2 (princ.).

60

.

29

7,2

ἐπειδή τε πολλοὶ δούλους ἀρρωστοῦντας οὐδεμιᾶς θεραπείας ἠξίουν ἀλλὰ καὶ ἐκ τῶν οἰκιῶν ἐξέβαλλον, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. Xiph. 142, 26—29 R. St. (Zon., Suid.).

60

.

29

7b

ἀπηγόρευσε δὲ καὶ τὸ καθήμενόν τινα ἐπὶ ἅρματος διὰ τῆς πό‐ λεως ἐλαύνειν. Suid. s. v. Κλαύδιος gl. 2 (ex.).

60

.

30

.

1

ἐν δὲ τῇ Βρεττανίᾳ περιστοιχισθέντος τοῦ Οὐεσπασιανοῦ ὑπὸ τῶν βαρβάρων ποτὲ καὶ κινδυνεύοντος φθαρῆναι, ὁ Τίτος ὁ υἱὸς αὐτοῦ περὶ τῷ πατρὶ δείσας τήν τε περίσχεσιν αὐτῶν παραλόγῳ τόλμῃ διέρρηξε, κἀκ τούτου φεύγοντάς σφας ἐπιδιώξας ἔφθειρεν.

60

.

30

.

2

ὁ δὲ Πλαύτιος ἀπὸ τοῦ Βρεττανικοῦ πολέμου, ὡς καὶ καλῶς αὐ‐ τὸν χειρίσας καὶ κατορθώσας, καὶ ἐπῃνέθη ὑπὸ τοῦ Κλαυδίου καὶ
ἐθριάμβευσε. Xiph. 142, 29—143, 3 R. St.

60

.

30

.

3

ὅτι κατὰ τὴν ὁπλομαχίαν πολλοὶ καὶ τῶν ξένων ἀπελευθέρων καὶ οἱ αἰχμάλωτοι οἱ Βρεττανοὶ ἐμαχέσαντο· καὶ πολλοὺς ὅσους καὶ ἐν τούτῳ 〈τῷ〉 εἴδει τῆς θέας ἀνήλισκε, καὶ ἐπ’ αὐτῷ ἐσεμνύ‐ νετο. Exc. Val. 224 (p. 674).

60

.

30

.

4

Γναῖος δὲ Δομίτιος Κορβούλων ἐν τῇ Κελτικῇ στρατηγῶν τά τε στρατεύματα συνεκρότησε, καὶ τῶν βαρβάρων ἄλλους τε καὶ οὓς ἐκάλουν Καύχους ἐκάκωσε. καὶ αὐτὸν ἐν τῇ πολεμίᾳ ὄντα ὁ Κλαύδιος ἀνεκάλεσε· τήν τε γὰρ ἀρετὴν αὐτοῦ καὶ τὴν ἄσκησιν

60

.

30

.

5

μαθὼν οὐκ ἐπέτρεψεν αὐτῷ ἐπὶ πλέον αὐξηθῆναι. πυθόμενος δὲ τοῦτο ὁ Κορβούλων ἐπανῆλθε, τοσοῦτον μόνον ἀναβοήσας “ὦ μα‐ κάριοι οἱ πάλαι ποτὲ στρατηγήσαντες” ἐς δήλωσιν ὅτι τοῖς μὲν ἀκινδύνως ἀνδραγαθίζεσθαι ἐξῆν, αὐτὸς δ’ ὑπὸ τοῦ αὐτοκράτορος
5διὰ τὸν φθόνον ἐνεποδίσθη. τῶν μέντοι ἐπινικίων καὶ ὣς ἔτυχε.

60

.

30

.

6

πιστευθεὶς δὲ πάλιν τὸ στράτευμα καὶ οὐδὲν ἧττον ἤσκει αὐτό, καὶ ἐπειδή γε εἰρήνουν, διετάφρευσε δι’ αὐτῶν πᾶν τὸ μεταξὺ τοῦ τε Ῥήνου καὶ τοῦ Μόσου, σταδίους ἑβδομήκοντα καὶ ἑκατὸν μά‐ λιστα, ἵνα μὴ οἱ ποταμοὶ ἐν τῇ τοῦ ὠκεανοῦ πλημμυρίδι ἀναρρέον‐
5τες πελαγίζωσιν. Xiph. 143, 3—16 R. St.

60

.

30

6a

γεννηθέντος δὲ οἱ ἐγγόνου ἐκ τῆς Ἀντωνίας τῆς θυγατρός, ἣν
Κορνηλίῳ Φαύστῳ Σύλλᾳ ἀδελφῷ τῆς Μεσσαλίνης ὄντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἐφῆκε ψηφισθῆναι μετριο‐ φρονῶν.

60

.

30

6b

ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. ἦσαν δὲ τρεῖς οἱ μάλιστα τὸ κράτος διειληφότες· ὅ τε Κάλλιστος, ὃς ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέτακτο, καὶ ὁ Νάρκισσος, ὃς τῶν ἐπιστολῶν ἐπεστάτει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ᾧ ἡ τῶν
5χρημάτων διοίκησις ἐμπεπίστευτο. Zon. 11, 9 p. 467, 2—10 B. (p. 30, 10—19 D.)

60

.

31

.

1

ὅτι ἡ Μεσσαλῖνα ὥσπερ οὐκ ἐξαρκοῦν οἱ ὅτι καὶ ἐμοιχεύετο καὶ ἐπορνεύετο (τά τε γὰρ ἄλλα αἰσχρῶς ἔπραττε, καὶ ἐπ’ οἰκήματος ἔστιν ὅτε ἐν τῷ παλατίῳ αὐτή τε ἐκαθέζετο καὶ τὰς ἄλλας τὰς πρώτας ἐκάθιζε), καὶ ἐπεθύμησε καὶ ἄνδρας, τοῦτο δὴ τὸ τοῦ

60

.

31

.

2

λόγου, πολλοὺς ἔχειν. καὶ σύμπασιν ἂν τοῖς χρωμένοις αὐτῇ κατὰ συμβόλαια συνῴκησεν, εἰ μήπερ εὐθὺς ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. τέως μὲν γὰρ οἱ Καισάρειοι πάντες ὡμολόγουν αὐτῇ, καὶ οὐδὲν ὅ τι οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον,
5καίτοι καὶ ἐκείνῳ πλησιάζουσα, καὶ διέβαλε καὶ ἀπέκτεινεν, οὐκέτι αὐτῇ ἐπίστευον, κἀκ τούτου ἐρημωθεῖσα τῆς παρ’ αὐτῶν εὐνοίας

60

.

31

.

3

ἐφθάρη. τόν τε γὰρ Σίλιον τὸν Γάιον, τὸν τοῦ Σιλίου τοῦ ὑπὸ Τιβερίου σφαγέντος υἱόν, ἄνδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα ἐς αὐτήν,

60

.

31

.

4

καὶ τέλος ὕπατον αὐτὸν ἀπέφηνε. ταῦτ’ οὖν πρότερον μὲν καὶ ὑπὸ πάντων τῶν ἄλλων ἀκουόμενα καὶ ὁρώμενα τὸν γοῦν Κλαύδιον ἐλάν‐ θανεν· ὡς δ’ οὗτός τε ἐς τὰ Ὤστια πρὸς ἐπίσκεψιν σίτου κατέβη, καὶ ἐκείνη ἐν τῇ Ῥώμῃ, πρόφασιν ὡς καὶ νοσοῦσα, ὑπελείφθη,
5συμπόσιόν τέ τι περιβόητον συνεκρότησε καὶ κῶμον ἀσελγέστατον ἐκώμασεν, ἐνταῦθα ὁ Νάρκισσος μονωθέντι τῷ Κλαυδίῳ μηνύει

60

.

31

.

5

διὰ τῶν παλλακῶν αὐτοῦ πάντα τὰ γιγνόμενα. καὶ ἐκφοβήσας αὐτὸν ὡς καὶ τῆς Μεσσαλίνης ἐκεῖνόν τε ἀποκτενεῖν καὶ τὸν Σί‐ λιον ἐς τὴν ἀρχὴν ἀντικαθιστάναι μελλούσης, ἀνέπεισε συλλαβεῖν τινας καὶ βασανίσαι. ἅμα τε τοῦτ’ ἐγίγνετο καὶ αὐτὸς ἐς τὴν
5πόλιν ἠπείχθη, καὶ ὥσπερ εἶχεν ἐσελθὼν ἄλλους τε πολλοὺς καὶ τὸν Μνηστῆρα ἐθανάτωσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσ‐ σαλῖναν ἐς τοὺς τοῦ Ἀσιατικοῦ κήπους, δι’ οὕσπερ οὐχ ἥκιστα ἀπωλώλει, ἀναχωρήσασαν ἀπέσφαξεν. Exc. Val. 225, Xiph. 143, 16—31 R. St., Zon. 11, 10 p. 467, 11—468, 7 B. (p. 30, 20—31, 14 D.)

60

.

31

5a

μεθ’ ἣν (Μεσσαλῖναν) καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρί‐ σαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. Joann. Antioch. fr. 88 M.
v. 34. 35.

60

.

31

.

6

καὶ μετ’ ὀλίγον τὴν ἀδελ‐ φιδῆν Ἀγριππῖναν ἔγημε, τὴν τοῦ Δομιτίου τοῦ Νέρωνος ἐπονομασθέντος μητέρα· καὶ γὰρ καλὴ ἦν καὶ συνεχῶς αὐτῷ προσεφοίτα, μόνη
5τε ὡς καὶ θείῳ συνεγίγνετο, καὶ τρυφερώτερον ἢ κατ’

60

.

31

6a

ἀδελφιδῆν προσεφέρετο. Xiph. 143, 31—144, 3 R. St.

60

.

31

.

7

ὅτι ὁ Σιλανὸς ἀνὴρ ἀγαθὸς ἐνομίζετο, καὶ ὑπὸ τοῦ Κλαυδίου οὕτως ἐτιμᾶτο ὥστε καὶ ἐπινικίους τιμὰς ἐν παισὶ λαβεῖν, τήν τε θυγατέρα αὐτοῦ Ὀκταουίαν ἐγγυήσασθαι, καὶ πολὺ πρὸ τοῦ κα‐
5θήκοντος χρόνου στρατηγῆσαι, τήν τε πανήγυ‐ ριν τὴν προσήκουσαν αὐτῷ τοῖς ἐκείνου τέλεσιν ποιῆσαι, καὶ ἐν αὐτῇ τὸν Κλαύδιον καὶ αἰτῆσαί τινα παρ’ αὐτοῦ ὥσπερ τινὰ στασιάρχην, καὶ ἐκβοῆσαι πάνθ’ ὅσα τοὺς ἄλλους βουλομένους
10ἑώρα. Exc. Val. 226 (p. 677). ὅτι οὕτω ταῖς γυναιξὶν ὁ Κλαύδιος ἐδεδούλωτο ὥστ’ ἀμφοτέρους τοὺς γαμ‐

60

.

31

.

8

βροὺς δι’ αὐτὰς ἀποκτεῖναι. Exc. Val. 227
(p. 677).

60

.

32

.

1

ὡς δ’ ἅπαξ ἐν τῷ βασιλείῳ ἡ Ἀγριππῖνα ἐγένετο, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη που οὖσα πράγμασι χρῆσθαι, καὶ τούς τινα αὐτοῦ εὔνοιαν ἔχοντας τὰ μὲν φόβῳ τὰ δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν Βρεττανικὸν τὸν παῖδα αὐτοῦ ὡς καὶ
5τῶν τυχόντων τινὰ τρέφεσθαι ἐποίει· ὁ γὰρ ἕτερος, ὁ καὶ τὴν τοῦ

60

.

32

.

2

Σεϊανοῦ θυγατέρα ἐγγυησάμενος, ἐτεθνήκει. τόν τε Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ ἐσεποίησεν. ἔπραξεν δὲ ταῦτα τὸ μέν τι διὰ τῶν ἀπελευθέρων ἀναπείσασα τὸν Κλαύδιον, τὸ δὲ καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον τούς τε στρα‐
5τιώτας ἐπιτήδειόν τι ἀεί ποτε ἐς αὐτὰ συμβοᾶν παρασκευάσασα. Exc. Val. 228 (p. 677), Xiph. 144, 3—7 R. St., Zon. 11, 10 p. 469, 4—10 B. (p. 32, 5—13 D.)

60

.

32

.

3

ὅτι ἡ Ἀγριππῖνα τὸν υἱὸν ἐς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευε, πλοῦτόν τε ἀμύθητον αὐτῷ συνέλεγεν, οὐδὲν οὔτε τῶν σμικροτάτων οὔτε τῶν ἀτιμοτάτων ἐπ’ ἀργυρισμῷ παρα‐ λείπουσα, ἀλλὰ πάντα μὲν καὶ τὸν ὁπωσοῦν εὐποροῦντα θερα‐

60

.

32

.

4

πεύουσα, πολλοὺς δὲ καὶ δι’ αὐτὸ τοῦτο φονεύουσα. ἤδη δέ τινας καὶ τῶν ἐπιφανῶν γυναικῶν ζηλοτυπήσασα ἔφθειρε, καὶ τήν γε Παυλῖναν τὴν Λολλίαν, ἐπειδὴ τῷ Γαΐῳ συνῳκήκει 〈καὶ〉 ἐλπίδα τινὰ ἐς τὴν τοῦ Κλαυδίου συνοίκησιν ἐσχήκει, ἀπέκτεινε. τήν τε
5κεφαλὴν αὐτῆς κομισθεῖσαν αὐτῇ μὴ γνωρίσασα τό τε στόμα αὐ‐ τῆς αὐτοχειρίᾳ ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας. Exc. Val. 229 (p. 677; usque ad ἀπέκτεινε § 4), Xiph. 144, 7—16 R. St., (Zon.)

60

.

32

4a

ὅτι Μιθριδάτης ὁ τῶν Ἰβήρων βασιλεὺς συμβαλὼν Ῥωμαϊκῷ στρα‐ τεύματι καὶ ἡττηθεὶς ἀπογνούς τε ἑαυτοῦ ἐδεήθη λόγον αὐτῷ δοθῆναι, ἵνα μήτε βιαίως ἀποθάνῃ μήτε ἐν ἐπινικίοις εἰσαχθῇ· οὕτως δὴ γενο‐ μένου ὁ Κλαύδιος ἐν Ῥώμῃ ἐπὶ βήματος αὐτὸν ἐδέξατο καὶ ἀπειλητι‐
5κῶς αὐτῷ διελέγετο· ὁ δὲ ἄλλα τέ τινα μετὰ παρρησίας ἀπεκρίνατο
καὶ τοῦτο προσεπήγαγεν ὅτι “ἐγὼ οὐκ ἠνέχθην πρὸς σέ, ἀλλὰ ἀφῖγμαι· εἰ δὲ ἀπιστεῖς, ἄφες με καὶ ζήτει”. Petr. Patr. Exc. Vat. 41 (p. 208 Mai. = p. 191, 3—11 Dind.)

60

.

33

2,1

καὶ ἡ μὲν ταχὺ καὶ αὐτὴ Μεσσαλῖνα ἐγένετο, καὶ μάλιστα ὅτι καὶ τιμὰς ἄλλας τε καὶ τὸ καρπέντῳ ἐν ταῖς πανηγύρεσι χρῆσθαι παρὰ τῆς βουλῆς ἔλαβεν. Xiph. 144, 16—18 R. St.

60

.

33

2a

μετὰ ταῦτα δὲ καὶ Αὔγουσταν τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ἐπε‐ κάλεσε. Zon. 11, 10 p. 469, 18. 19 B. (p. 32, 22. 23 D.).

60

.

33

2,2

ὁπότε δὲ ὁ Κλαύδιος τὸν Νέ‐ ρωνα τὸν υἱὸν αὐτῆς ἐσεποιή‐ σατό τε καὶ γαμβρὸν ἐποιήσατο, τὴν θυγατέρα ἐς ἕτερόν τι γέ‐
5νος ἐκποιήσας ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, τέρας οὐ μι‐ κρὸν ἐγένετο· καίεσθαι γὰρ ὁ οὐ‐ ρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξεν. Xiph. 144, 19—22 R. St.

60

.

33

2b

Ἀγριππῖνα δὲ καὶ Καλπουρνίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, ἢ ὡς λέγεται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύδιος ἐθαύ‐
μασε καὶ ἐπῄνεσε.

60

.

33

2c

τοῦ δὲ Νέρωνος (τοῦτο γὰρ τὸ ὄνομα ἐπ’ αὐτῷ ἐξενίκησεν) ἐς τοὺς ἐφήβους ἐγγραφέντος, κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐνεγράφη τὸ δαιμόνιον τήν τε γῆν ἐπὶ πολὺ ἔσεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Zon. 11, 10 p. 470, 2—7 B. (p. 32, 29—33, 7 D.)

60

.

32

.

5

ὅτι ὁ μὲν Νέρων ηὔξετο, Βρεττανικὸς δὲ οὔτε τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν, ἀλλ’ ἡ Ἀγριππῖνα τούς τε ἄλλους τοὺς περιέπον‐ τας αὐτὸν τοὺς μὲν ἐξέβαλε τοὺς δὲ καὶ ἀπέκτεινε, καὶ τὸν Σωσί‐ βιον, ᾧ ἥ τε τροφὴ καὶ ἡ παιδεία αὐτοῦ προσετέτακτο, κατέσφαξεν

60

.

32

.

6

ὡς καὶ τῷ Νέρωνι ἐπιβουλεύοντα. κἀκ τούτου παραδοῦσα αὐτὸν οἷς ἤθελεν, ἐκάκου ὅσον ἐδύνατο, καὶ οὔτε τῷ πατρὶ συνεῖναι οὔτε ἐς τὸ δημόσιον προϊέναι εἴα, ἀλλ’ ἐν ἀδέσμῳ τρόπον τινὰ 〈φυλακῇ εἶχεν〉. Exc. Val. 230 (p. 678), Zon. 11, 10 p. 470, 7—13 B. (p. 33,
57—14 D.).

60

.

32

6a

Δίων ξαʹ βιβλίῳ “ἐπειδή τε οἱ ἔπαρχοι, ὅ τε Κρισπῖνος καὶ Λούσιος Γέτας, μὴ πάντα αὐτῇ ὑπεῖκον, ἐκείνους κατέλυσεν”. Bekk. Anecd. 178, 4.

60

.

33

.

1

ὅτι τῆς Ἀγριππίνης οὐδεὶς τὸ παράπαν ἥπτετο, ἀλλὰ τά τε ἄλλα καὶ ὑπὲρ αὐτὸν τὸν Κλαύδιον ἐδύνατο, καὶ ἐν κοινῷ τοὺς βουλομένους ἠσπάζετο· καὶ τοῦτο καὶ ἐς τὰ ὑπομνήματα ἐσεγρά‐
φετο. Exc. Val. 231 (p. 678).

60

.

33

3a

ἠδύνατο δὲ πάντα, τοῦ Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλλαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προχωρήσας δυνάμεως ἐτελεύτησεν.

60

.

33

3b

οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς Ἰταλίας ἠλάθησαν, καὶ οἱ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Zon. 11, 10 p. 470, 13—17 B. (p. 33, 14—19).

60

.

33

3c

Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν Ῥώ‐ μην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών,
5εἶτα περινοστήσας τὴν πόλιν μετὰ τὴν ἄφεσιν, καὶ ἰδὼν αὐ‐ τῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος, “εἶτα” ἔφη “ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι
10τῶν σκηνιδίων ἡμῶν ἐπιθυμεῖ‐ τε;” Zon. 11, 10 p. 470, 17‐ 471, 2 B. (p. 33, 19—25 D.)

60

.

33

.

3

ἔν τινι δὲ λίμνῃ ναυμαχίαν ὁ Κλαύδιος ἐπεθύμησε ποιῆσαι, τεῖχός τε ξύλινον περὶ αὐτὴν κατεσκεύασε καὶ ἰκρία ἔπηξε, πλῆ‐ θός τε ἀναρίθμητον ἤθροισε. καὶ οἱ μὲν ἄλλοι ὥς που καὶ ἔδοξεν αὐτοῖς, ὁ δὲ δὴ Κλαύδιος ὅ τε Νέρων στρατιωτικῶς ἐστάλησαν,
5ἥ τε Ἀγριππῖνα χλαμύδι διαχρύσῳ ἐκοσμήθη. οἱ δὲ δὴ ναυμα‐
χήσοντες θανάτῳ τε [δὴ] καταδεδικασμένοι ἦσαν καὶ πεντήκοντα ναῦς ἑκάτεροι εἶχον, οἱ μὲν Ῥόδιοι οἱ δὲ Σικελοὶ ὀνομασθέντες.

60

.

33

.

4

καὶ τὸ μὲν πρῶτον συστραφέντες καὶ καθ’ ἓν γενόμενοι Κλαύδιον ἅμα προσηγόρευσαν οὕτω “χαῖρε, αὐτοκράτορ· οἱ ἀπολούμενοί σε ἀσπαζόμεθα·” ἐπεὶ δὲ οὐδὲν σωτήριον εὕροντο, ἀλλὰ ναυμαχεῖν καὶ ὣς ἐκελεύσθησαν, διέκπλοις τε ἁπλοῖς ἐχρήσαντο καὶ ἥκιστα
5ἀλλήλων ἥψαντο, μέχρις οὗ καὶ ἀνάγκῃ κατεκόπησαν. Xiph. 144, 22—145, 2 R. St.

60

.

33

.

6

ὅτι ὁ Νάρκισσος τῆς λίμνης τῆς Φουκίνης συμπεσούσης αἰ‐ τίαν ἐπ’ αὐτῇ μεγάλην ἔλαβεν· ἐπεστάτει γὰρ τοῦ ἔργου, καὶ ἔδοξε πολὺ ἐλάττω ὧν ἤλπιζε δαπανήσας εἶτα ἐξεπίτηδες τὸ σύμπτωμα, ὅπως ἀνεξέλεγκτον τὸ κακούργημα αὐτοῦ γένηται, μηχανήσασθαι.
5Exc. Val. 232 (p. 678).

60

.

33

.

5

ὁ δὲ δὴ Νάρκισσος οὕτως ἐνετρύφα τῷ Κλαυδίῳ ὥστε λέ‐ γεται, ἐπειδή ποτε οἱ Βιθυνοί, δικάζοντος τοῦ Κλαυδίου, Ἰουνίου Κίλωνος τοῦ ἄρξαντός σφων πολλὰ κατεβόησαν ὡς οὐ μετρίως δωροδοκήσαντος, καὶ ἤρετο ἐκεῖνος τοὺς παρεστηκότας ὅ τι καὶ
5λέγουσιν (οὐ γὰρ συνίει διὰ τὸν θόρυβον αὐτῶν), εἶπέ τε ὁ Νάρ‐ κισσος ψευσάμενος ὅτι χάριν τῷ Ἰουνίῳ γιγνώσκουσι, πιστεῦσαί τε αὐτῷ καὶ εἰπεῖν “οὐκοῦν ἐπὶ διετὲς ἔτι ἐπιτροπεύσει.”

60

.

33

.

7

ἡ δὲ Ἀγριππῖνα καὶ δημοσίᾳ πολλάκις αὐτῷ καὶ χρηματίζοντι καὶ πρεσβείας ἀκροωμένῳ παρῆν, ἐπὶ βήματος ἰδίου καθημένη.
καὶ ἦν καὶ τοῦτο οὐδενὸς ἔλαττον θέαμα. Xiph. 145, 2—11 R. St.

60

.

33

.

8

Ἰουλίῳ δέ τινι Γαλλίκῳ ῥήτορι δίκην ποτὲ λέγοντι ὁ Κλαύδιος ἀχθεσθεὶς ἐκέλευσεν αὐτὸν ἐς τὸν Τίβεριν ἐμβληθῆναι· ἔτυχε γὰρ πλησίον αὐτοῦ δικάζων. ἐφ’ ᾧ δὴ ὁ Δομίτιος ὁ Ἆφρος, πλεῖστον τῶν καθ’ ἑαυτὸν ἐν τῷ συναγορεύειν τισὶν ἰσχύσας, κάλλιστα ἀπέ‐
5σκωψε· δεηθέντος γάρ τινος ἀνθρώπου τῆς παρ’ αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλίκου ἐγκατελείφθη, ἔφη πρὸς αὐτὸν ὅτι “καὶ τίς σοι εἶπεν ὅτι κρεῖττον ἐκείνου νήχομαι;” Xiph. 145, 11—17 R. St., Zon. 11, 10 p. 471, 2—7 B. (p. 33, 25—34, 3 D.), Petr. Patr. Exc. Vat. 43 (p. 209 Mai. = p. 191, 20—24 Dind.).

60

.

33

.

9

νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον, καὶ εἰ ἀναρρωσθείη ὁ Κλαύδιος ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ Ἀγριππῖνα ἐκίνει ἵνα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ἔσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα,
5ᾧ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ

60

.

33

.

10

Κλαυδίου ὑγείᾳ, ἣν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν ἄρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ὅτι, κἂν αὐτὸς ἀποθάνοι, ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ἤδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς
5τε ἐκ τούτου ἦν καὶ διὰ στόματος ἤγετο ἅπασι, τὸν δὲ Βρεττανικὸν
συχνοὶ μὲν οὐδ’ εἰ ἔζη ἐγίνωσκον, οἱ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον,

60

.

33

.

11

ταῦτα κηρυττούσης τῆς Ἀγριππίνης, ᾤοντο. ῥαΐσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν Ὀκταβίαν δὲ τότε ἔγημεν, ὥστε καὶ ἐκ τούτου ἀνὴρ ἤδη δοκεῖν.

60

.

33

.

12

οὐδὲν δὲ ἀρκοῦν τῇ Ἀγριππίνῃ ἐδόκει· καίτοι ὅσα τε ἡ Λιβία ἔσχε κἀκείνῃ ἐδέδοτο καὶ ἄλλ’ ἄττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ Κλαυδίῳ ἄντικρυς ὀνομάζεσθαι ἤθελε, καί ποτε πολλοῦ τὴν πόλιν ἐπι‐ νεμομένου πυρὸς πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο. Zon. 11, 11
5p. 471, 8—472, 8 B. (p. 34, 4—28 D.)

60

.

34

.

1

ὁ δὲ Κλαύδιος τοῖς ὑπὸ τῆς Ἀγριππίνης δρωμένοις, ὧν γε καὶ ᾐσθάνετο ἤδη, ἀχθόμενος, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βρεττανικὸν ἐπιζητῶν, ἐξ ὀφθαλμῶν αὐτῷ ἐπίτηδες ὑπ’ ἐκείνης τὰ πολλὰ γιγνό‐ μενον, Νέρωνι, οἷα τῷ ἑαυτῆς παιδὶ ἐκ τοῦ προτέρον ἀνδρὸς αὐ‐
5τῆς Δομιτίου, πάντα τρόπον περιποιουμένης τὸ κράτος, [καὶ] ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ’ ἐκείνην τε καταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους ἐσα‐

60

.

34

.

2

γαγεῖν καὶ διάδοχον τῆς ἀρχῆς ἀποδεῖξαι παρεσκευάζετο. μα‐
θοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα ἐφοβήθη, καὶ αὐτὸν προκαταλα‐ βεῖν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δὲ ἐκεῖνος οὐδὲν ὑπό τε τοῦ οἴνου, ὃν πολὺν ἀεί ποτε ἔπινε, καὶ ὑπὸ τῆς
5ἄλλης διαίτῃς, ᾗ πάντες ἐπίπαν πρὸς φυλακήν σφων οἱ αὐτοκρά‐ τορες χρῶνται, κακοῦσθαι ἠδύνατο, Λουκοῦστάν τινα φαρμακίδα περιβόητον ἐπ’ αὐτῷ τούτῳ νέον ἑαλωκυῖαν μετεπέμψατο, καὶ φάρ‐ μακόν τι ἄφυκτον προκατασκευάσασα δι’ αὐτῆς ἔς τινα τῶν καλου‐

60

.

34

.

3

μένων μυκήτων ἐνέβαλε. καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχοντος (καὶ γὰρ μέγιστος καὶ κάλ‐ λιστος ἦν) φαγεῖν ἐποίησε. καὶ ὁ μὲν οὕτως ἐπιβουλευθεὶς ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης σφόδρα ὢν ἐξεκομίσθη,
5ὅπερ που καὶ ἄλλοτε πολλάκις ἐγεγόνει, κατεργασθεὶς δὲ τῷ φαρ‐ μάκῳ διά τε τῆς νυκτὸς οὐδὲν οὔτ’ εἰπεῖν οὔτ’ ἀκοῦσαι δυνηθεὶς μετήλλαξε, τῇ τρίτῃ καὶ δεκάτῃ τοῦ Ὀκτωβρίου, ζήσας ἑξήκοντα καὶ τρία ἔτη καὶ μῆνας δύο καὶ ἡμέρας τρεῖς καὶ δέκα, αὐταρχήσας δὲ ἔτη τρία καὶ δέκα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας εἴκοσι. Xiph. 145, 17‐
10146, 5 R. St., Zon. 11, 11 p. 472, 9—473, 6 B. (p. 35, 1—25 D.)

60

.

34

.

4

ταῦτα δὲ δὴ ἡ Ἀγριππῖνα ποιῆσαι ἠδυνήθη ὅτι τὸν Νάρ‐ κισσον ἐς Καμπανίαν, προφάσει ὡς καὶ τοῖς ὕδασι τοῖς ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον, προαπέπεμψεν, ἐπεὶ παρόντος γε αὐτοῦ οὐκ ἄν ποτε αὐτὸ ἐδεδράκει· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν.
5ἐπαπώλετο δὲ καὶ αὐτὸς τῷ Κλαυδίῳ, μέγιστον τῶν τότε ἀνθρώπων δυνηθείς· μυριάδας τε γὰρ πλείους μυρίων εἶχε, καὶ προσεῖχον

60

.

34

.

5

αὐτῷ καὶ πόλεις καὶ βασιλεῖς. καὶ δῆτα καὶ τότε ἀποσφαγήσε‐ σθαι μέλλων λαμπρὸν ἔργον διεπράξατο· τὰ γὰρ γράμματα τοῦ Κλαυδίου, ὅσα ἀπόρρητα κατά τε τῆς Ἀγριππίνης καὶ κατὰ ἄλλων τινῶν, οἷα τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, εἶχε, πάντα προκατέκαυ‐
5σεν. Xiph. 146, 5—15 R. St.

60

.

34

.

6

ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσα‐
λίνης μνημείῳ, ὅπερ ἐκ συντυχίας συνενεχθὲν ἔδοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. Zon. 11, 11
5p. 473, 15—17 B. (p. 36, 4—6 D.).

60

.

35

.

1

οὕτω μὲν ὁ Κλαύδιος μετήλλαξεν, ἐς τοῦτό τε [ὅ τε] ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖστον ὀφθείς, καὶ ἡ ψεκὰς ἡ αἱματώδης, ὅ τε σκηπτὸς ὁ ἐς τὰ δορυφορικὰ σημεῖα ἐμπεσών, καὶ ἡ αὐτόματος τοῦ ναοῦ τοῦ Διὸς τοῦ Νικαίου ἄνοιξις, τό τε σμῆνος τὸ ἐν τῷ στρατο‐
5πέδῳ συστραφέν, καὶ ὅτι ἐξ ἁπασῶν τῶν ἀρχῶν εἷς ἀφ’ ἑκάστης

60

.

35

.

2

ἐτελεύτησεν, ἔδοξε σημῆναι. ἔτυχε δὲ καὶ τῆς ταφῆς καὶ τῶν ἄλλων ὅσων ὁ Αὔγουστος. Ἀγριππῖνα δὲ καὶ ὁ Νέρων πενθεῖν προσε‐ ποιοῦντο ὃν ἀπεκτόνεσαν, ἔς τε τὸν οὐρανὸν ἀνήγαγον ὃν ἐκ τοῦ συμποσίου φοράδην ἐξενηνόχεσαν. ὅθενπερ Λούκιος Ἰούνιος Γαλ‐

60

.

35

.

3

λίων ὁ τοῦ Σενέκα ἀδελφὸς ἀστειότατόν τι ἀπεφθέγξατο. συνέθηκε μὲν γὰρ καὶ ὁ Σενέκας σύγγραμμα, ἀποκολοκύντωσιν αὐτὸ ὥσπερ τινὰ ἀθανάτισιν ὀνομάσας· ἐκεῖνος δὲ ἐν βραχυτάτῳ πολλὰ εἰπὼν

60

.

35

.

4

ἀπομνημονεύεται. ἐπειδὴ γὰρ τοὺς ἐν τῷ δεσμωτηρίῳ θανατου‐ μένους ἀγκίστροις τισὶ μεγάλοις οἱ δήμιοι ἔς τε τὴν ἀγορὰν ἀνεῖλ‐ κον κἀντεῦθεν ἐς τὸν ποταμὸν ἔσυρον, ἔφη τὸν Κλαύδιον ἀγκίστρῳ ἐς τὸν οὐρανὸν ἀνενεχθῆναι. Xiph. 146, 15—30 R. St.
5 καὶ ὁ Νέρων δὲ οὐκ ἀπάξιον μνήμης ἔπος κα‐ τέλιπε· τοὺς γὰρ μύκητας
θεῶν βρῶμα ἔλεγεν εἶναι, ὅτι καὶ ἐκεῖνος διὰ τοῦ μύ‐
10κητος θεὸς ἐγεγόνει. Xiph. 146, 30—32 R. St.

61

.

1

.

1

ἀποθανόντος δὲ τοῦ Κλαυδίου κατὰ μὲν τὸ δικαιότατον ἡ ἡγεμο‐ νία τοῦ Βρεττανικοῦ ἦν (γνήσιος γὰρ τοῦ Κλαυδίου παῖς ἐπεφύκει,
5καὶ τῇ τοῦ σώματος ἀκμῇ καὶ ὑπὲρ τὸν τῶν ἐτῶν ἀριθμὸν ἤνθει), ἐκ δὲ δὴ τοῦ νόμου καὶ τῷ Νέρωνι διὰ τὴν ποίησιν ἐπέβαλλεν. ἀλλ’ οὐδὲν γὰρ δικαίωμα τῶν ὅπλων

61

.

1

.

2

ἰσχυρότερόν ἐστι· πᾶς γὰρ ὁ δυ‐ νάμει προὔχων δικαιότερα ἀεὶ καὶ λέγειν καὶ πράττειν δοκεῖ· Νέρων οὖν τάς τε διαθήκας τοῦ Κλαυ‐
5δίου ἠφάνισε καὶ τὴν ἀρχὴν πᾶ‐ σαν διεδέξατο, τόν τε Βρεττανικὸν καὶ τὰς ἀδελφὰς αὐτοῦ διεχρή‐ σατο· τί γὰρ ἄν τις καὶ τὰ τῶν ἄλλων παθήματα κατοδύραιτο;
10Xiph. 147, 6—19 R. St.

61

.

2

.

1

σημεῖα δ’ αὐτῷ τῆς αὐταρχίας τάδε ἐγένετο. ἀκτῖνες γὰρ τικτόμενον αὐτὸν ὑπὸ τὴν ἕω ἐξ οὐδεμιᾶς τοῦ ἡλίου φανερᾶς προσ‐
βολῆς περιέσχον· καί τις ἀστρολόγος ἔκ τε τούτων καὶ ἐκ τῆς τῶν ἀστέρων φορᾶς τῆς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πρὸς ἀλλήλους ὁμι‐
5λίας δύο ἅμα περὶ αὐτοῦ ἐμαντεύσατο, ὅτι τε βασιλεύσει καὶ ὅτι

61

.

2

.

2

τὴν μητέρα φονεύσει. ἀκούσασα δὲ ταῦθ’ ἡ Ἀγριππῖνα παραυ‐ τίκα μὲν οὕτως ἐξεφρόνησεν ὡς καὶ αὐτὸ τοῦτο ἀναβοῆσαι “ἀπο‐ κτεινάτω με, μόνον βασιλευσάτω,” ὕστερον δὲ καὶ πάνυ μετανοή‐ σειν ἐπὶ τῇ εὐχῇ ἔμελλεν. ἐς γὰρ τοῦτο μωρίας ἀφικνοῦνταί τινες
5ὥστε, ἄν τι προσδοκήσωσιν ἀγαθὸν κακῷ μεμιγμένον λήψεσθαι, εὐθὺς μὲν ἐπιθυμίᾳ τοῦ κρείττονος καταφρονεῖν τοῦ χείρονος, ἐπειδὰν δὲ καὶ ἐκείνου ὁ καιρὸς ἔλθῃ, δυσκολαίνειν καὶ μὴ ἂν

61

.

2

.

3

μηδὲ τὸ βέλτιστον εἰληφέναι βεβουλῆσθαι. καίτοι καὶ τὴν πονη‐ ρίαν καὶ τὴν ἀσέλγειαν τὴν τοῦ Νέρωνος καὶ ὁ Δομίτιος ὁ πατὴρ ἱκανῶς, οὐκ ἐκ μαντείας ἀλλ’ ἐκ τῶν τρόπων τῶν τε ἑαυτοῦ καὶ τῶν τῆς Ἀγριππίνης, προείδετο, καὶ εἶπεν ὅτι “ἀδύνατόν ἐστιν

61

.

2

.

4

ἄνδρα τινὰ ἀγαθὸν ἔκ τε ἐμοῦ καὶ ἐκ ταύτης γεννηθῆναι”. προϊ‐ όντος δὲ τοῦ χρόνου λεβηρὶς περὶ τὸν αὐχένα τοῦ Νέρωνος παι‐ δίου ἔτ’ ὄντος εὑρεθεῖσα παρέδωκε τοῖς μάντεσι λέγειν ὅτι ἰσχὺν παρά του γέροντος μεγάλην λήψεται, ἐπειδὴ τὸ γῆρας διὰ ταῦθ’
5οἱ ὄφεις ἐκδύεσθαι νομίζονται.

61

.

3

.

1

ἑπτὰ δὲ καὶ δέκα ἔτη ἦγεν ὅτ’ ἦρξεν, ἔς τε τὸ στρατόπεδον ἐσῆλθε, καὶ ἀναγνοὺς ὅσα ὁ Σενέκας ἐγεγράφει, ὑπέσχετο αὐτοῖς ὅσα ὁ Κλαύδιος ἐδεδώκει. τοσαῦτα δὲ καὶ πρὸς τὴν βουλήν, πρὸς τοῦ Σενέκου καὶ αὐτὰ γραφέντα, ἀνέγνω ὥστε καὶ ἐς ἀργυρᾶν
5στήλην ἐγγραφῆναι καὶ ἐν ταῖς νέαις τῶν ἀεὶ ὑπάτων ἀρ‐ χαῖς ἀναγινώσκεσθαι ψηφισθῆναι. καὶ οἱ μὲν ἐκ τούτων ὡς καὶ κατὰ συγγραφήν τινα καλῶς ἀρχθησόμενοι παρεσκευάζον‐

61

.

3

.

2

το. καὶ τὸ μὲν πρῶτον ἡ Ἀγριπ‐ πῖνα πάντα αὐ‐ τῷ τὰ τῇ ἀρ‐
5χῇ προσήκοντα διῴκει, καὶ τὰς ἐξόδους ἅμα ἐποιοῦντο, πολλάκις μὲν καὶ ἐν τῷ αὐτῷ φορείῳ κατα‐ κείμενοι· τὸ δὲ δὴ πλεῖον ἡ μὲν ἐφέρετο, ὁ δὲ συμ‐
10παρείπετο. ταῖς τε πρεσ‐ βείαις ἐχρημάτιζε καὶ ἐπι‐ στολὰς καὶ δήμοις καὶ ἄρ‐ χουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. Xiph. 147, 77—148, 18 R. St. ὅτι ὁ Πάλλας συνὼν τῇ Ἀγριππίνῃ πάντα φορτικὸς καὶ ἐπαχ‐
15θὴς ἦν, ὁ δὲ Σενέκας καὶ ὁ Βοῦρρος κ.τ.λ. Exc. UG 37.

61

.

3

.

3

ὡς δὲ ἐπὶ πολὺ τοῦτ’ ἐγίνετο, ἐδυσχέρανεν ὅ τε Σενέκας καὶ
ὁ Βοῦρρος, φρονιμώτατοί τε ἅμα καὶ δυνατώτατοι τῶν περὶ τὸν Νέρωνα ἀνδρῶν ὄντες (ὁ μὲν γὰρ ἔπαρχος τοῦ δορυφορικοῦ ἦν, ὁ δὲ διδάσκαλος αὐτοῦ), καὶ ἔπαυσαν τὸ γινόμενον τοιᾶσδε ἀφορμῆς λα‐
5βόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ ἡ Ἀγριππῖνα ἐπὶ τὸ βῆμα, ἀφ’ οὗ σφίσιν ὁ Νέρων διελέγετο, ἀναβῆναι ἠθέλησεν.

61

.

3

.

4

ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρ‐
5χῆς ἐκφανῆναι, καὶ μετὰ τοῦτ’ ἔπραττον ὅπως μηδὲν ἔτ’ αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται.

61

.

4

.

1

κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν ἅπασαν παρέλαβον, καὶ διῴκησαν ἐφ’ ὅσον ἠδυνήθησαν ἄριστα καὶ δικαιότατα, ὥσθ’ ὑπὸ πάντων ἀνθρώπων ὁμοίως ἐπαινεθῆναι. ὅ τε γὰρ Νέρων οὔτ’ ἄλλως φιλοπραγματίας ἦν καὶ ἔχαιρεν ἐν ῥᾳστώνῃ διάγων,
5καὶ διὰ ταῦτα τῇ τε μητρὶ πρότερον ὑπεπεπτώκει, καὶ τότε ἠγάπα ὅτι αὐτός τε ἐν ἡδοναῖς ἦν καὶ ἡ ἡγεμονία οὐδὲν ἧττον διήγετο· καὶ ἐκεῖνοι συμφρονήσαντες αὐτοὶ μὲν πολλὰ τὰ μὲν μετερρύθμι‐ σαν τῶν [δὲ] καθεστηκότων, τὰ δὲ καὶ παντελῶς κατέλυσαν, ἄλλα τε καινὰ προσενομοθέτησαν, τὸν δὲ δὴ Νέρωνα τρυφᾶν εἴων, ὅπως
10διακορής, ἄνευ μεγάλου τινὸς τῶν κοινῶν πάντων κακοῦ, ὧν ἐπε‐ θύμει γενόμενος μεταβάληται, ὥσπερ οὐκ εἰδότες ὅτι ψυχὴ νέα τε καὶ αὐθάδης ἔν τε τρυφῇ ἀνεπιπλήκτῳ καὶ ἐν ἐξουσίᾳ αὐτοτελεῖ τραφεῖσα οὐχ ὅσον οὐ κόρον αὐτῶν ἴσχει, ἀλλὰ καὶ ἐξ αὐτῶν τού‐

61

.

4

.

3

των προσδιαφθείρεται. ἀμέλει καὶ ὁ Νέρων τὰ μὲν πρῶτα ἁπλῶς πως δεῖπνά τε ἐποίει καὶ κώμους ἐκώμαζε καὶ ἐμέθυε καὶ ἤρα, ἔπειτα δὲ ὡς οὔτε ἐκείνῳ τις ἐπέπληττεν οὔτε τὰ κοινὰ χεῖρον παρὰ τοῦτο διεχειρίζετο, ἐπίστευσεν ὅτι καὶ καλῶς αὐτὰ ποιεῖ

61

.

4

.

4

καὶ δύναται καὶ ἐπὶ πλεῖόν σφισι χρῆσθαι, κἀκ τούτου ταῦτά τε ὡς ἕκαστα ἐκφανέστερον καὶ προπετέστερον πράττειν ἤρξατο, καὶ εἰ δή τι ἢ ἐκεῖνοι παραινοῦντες ἢ ἡ μήτηρ νουθετοῦσα αὐτὸν ἔλεγε, παρόντας μέν σφας ᾐδεῖτο καὶ ὑπισχνεῖτο μεταθήσεσθαι,
5ἀπελθόντων δὲ τῆς τε ἐπιθυμίας ἐγίγνετο καὶ τοῖς πρὸς τἀναν‐

61

.

4

.

5

τία αὐτὸν ἄγουσιν, ἅτε καὶ ἐπὶ πρανὲς ἕλκουσιν, ἐπείθετο. καὶ μετὰ τοῦτο τὰ μὲν καταφρονήσας, οἷά που συνεχῶς παρὰ τῶν συνόντων ἀκούων “σὺ δὲ τούτων ἀνέχῃ; σὺ δὲ τούτους φοβῇ; οὐκ οἶσθα ὅτι Καῖσαρ εἶ καὶ σὺ ἐκείνων ἐξουσίαν, ἀλλ’ οὐκ ἐκεῖνοι
5σοῦ ἔχουσι;” τὰ δὲ καὶ φιλονεικῶν μήτε τῆς μητρὸς ὡς καὶ κρείτ‐ τονος ἐλαττοῦσθαι μήτε τοῦ Σενέκου τοῦ τε Βούρρου ὡς καὶ φρο‐

61

.

5

.

1

νιμωτέρων ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγ‐ γέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν.
ὡς δ’ ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο, νομίζων τῆς αὐτοκρατορικῆς καὶ τοῦτ’ ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς

61

.

5

.

2

κακίστοις μηδενὸς ὑστερίζειν. ἐπαινούμενος δὲ ἐπὶ τούτοις ὑπὸ τοῦ ὁμίλου, καὶ πολλὰ ὑπ’ αὐτοῦ καὶ ἡδέα ἀκούων, οὐδ’ ἑαυτοῦ ἐφείσατο, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ παρὰ τοῖς συνοῦσίν οἱ ἐχειρούργησεν αὐτά, ἔπειτα καὶ ἐδημοσίευσεν, ὥστε πολλὴν μὲν
5αἰσχύνην παντὶ τῷ Ῥωμαίων γένει προσθεῖναι, πολλὰ δὲ καὶ δεινὰ

61

.

5

.

3

αὐτοὺς ἐργάσασθαι. καὶ γὰρ βίαι καὶ ὕβρεις ἁρπαγαί τε καὶ φόνοι καὶ ὑπ’ αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν ἀεί τι παρ’ αὐτῷ δυ‐ ναμένων ἀμύθητοι ἐγίγνοντο. καὶ ὃ δὴ πάντως ἐξ ἀνάγκης πᾶσι τοῖς τοιούτοις ἕπεται, πολλὰ μέν, ὡς εἰκός, χρήματα ἀνηλίσκετο,
5πολλὰ δὲ ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. ἦν μὲν

61

.

5

.

4

γὰρ οὐδ’ ἄλλως μικρόφρων· τεκμήριον δέ, Δορυφόρῳ τῷ τὰ τῆς ἀρχῆς αὐτοῦ βιβλία διέποντι πεντήκοντα ἅμα καὶ διακοσίας μυ‐ ριάδας δοθῆναι κελεύσας, εἶτ’ ἐπειδὴ ἡ Ἀγριππῖνα ἐσώρευσεν αὐτὰς ἵνα ἀθρόον τὸ ἀργύριον ἰδὼν μεταβάληται, ἤρετο πόσον
5εἴη τὸ κείμενον, καὶ μαθὼν ἐδιπλασίασεν αὐτό, εἰπὼν ὅτι “ἠγνόησα

61

.

5

.

5

ὀλίγον οὕτω κεχαρισμένος”. πολλῷ δὲ δῆλον καὶ ἐκ τοῦ πλήθους
τῶν δαπανωμένων ταχὺ μὲν τοὺς ἐν τῷ βασιλικῷ θησαυροὺς ἐξήν‐ τλησε, ταχὺ δὲ πόρων καινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ
5οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ προσ‐

61

.

5

.

6

απώλλυντο. καὶ οὕτω καὶ ἄλλους, εἰ καὶ μηδὲν μέγα ἐκέκτηντο, ἀλλ’ ἀρετήν γέ τινα ἢ καὶ γένος εἶχον, ὑποπτεύων ἄχθεσθαί οἱ καὶ ἐμίσει καὶ διέφθειρε. Xiph. 148, 18—149, 30 R. St., Exc. UG 37, p. 390 (p. 21, 13—22, 11), Exc. Val. 233, p. 678—682 (p. 21, 15—24, 16)
5et Exc. Val. 234, p. 682 (p. 24, 17—25, 6).

61

.

6

.

1

τοιοῦτος μὲν τὸ σύμπαν ὁ Νέρων ἐγένετο, λέξω δὲ καὶ καθ’ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ ὁ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι

61

.

6

.

2

καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου τιμῆσαι. ἐπαιρομένων δὲ δὴ καὶ τῶν ἱπποτρόφων καὶ τῶν ἡνιόχων τῇ παρ’ αὐτοῦ σπουδῇ, καὶ δει‐ νῶς τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους ὑβριζόντων, Αὖλος Φα‐ βρίκιος στρατηγῶν ἐκείνοις μὲν μὴ βουληθεῖσιν ἐπὶ μετρίοις τισὶν
5ἀγωνίσασθαι οὐκ ἐχρήσατο, κύνας δὲ διδάξας ἕλκειν ἅρματα ἀντὶ

61

.

6

.

3

ἵππων ἐσήγαγε. γενομένου δὲ τούτου οἱ μὲν τῇ λευκῇ τῇ τε πυρρᾷ σκευῇ χρώμενοι τὰ ἅρματα εὐθὺς καθῆκαν, τῶν δὲ δὴ πρασίων τῶν τε οὐενετίων μηδ’ ὣς ἐσελθόντων ὁ Νέρων τὰ ἆθλα τοῖς ἵπ‐ ποις αὐτὸς ἔθηκε, καὶ ἡ ἱπποδρομία ἐτελέσθη. Xiph. 149, 30‐
5150, 10 R. St.

61

.

6

.

4

ὅτι ἡ Ἀγριππῖνα οὕτω καὶ τὰ μέγιστα πράττειν ἐπεχείρει ὥστε Μᾶρκον Ἰούνιον Σιλανὸν ἀπέκτεινε, πέμψασα αὐτῷ τοῦ φαρμάκου ᾧ τὸν ἄνδρα ἐδεδολοφονήκει. Exc. Val. 235 (p. 682).

61

.

6

.

5

ὅτι ἦρχε τῆς Ἀσίας Σιλανός, καὶ ἦν οὐδὲ ἓν τοῖς ἤθεσι τοῦ γένους ἐνδεέστερος. ἀφ’ οὗπερ καὶ τὰ μάλιστα ἔλεγεν αὐτὸν ἀπο‐ κτεῖναι, ἵνα μὴ καὶ τοῦ Νέρωνος οὕτω ζῶντος προκριθείη. καὶ μέντοι καὶ ἐκαπήλευσε πάντα, καὶ ἐκ τῶν βραχυτάτων τῶν τε αἰσχί‐
5στων ἠργυρολόγει. Exc. Val. 236 (p. 682).

61

.

6

.

6

ὅτι Λαιλιανὸς ὁ ἀποσταλεὶς ἐς τὴν Ἀρμενίαν ἀντὶ τοῦ Πω‐ λίωνος τὴν τῶν νυκτοφυλάκων ἀρχὴν προσετέτακτο, καὶ ἦν οὐδὲν τοῦ Πωλίωνος βελτίων, ἀλλὰ καὶ ὅσῳ τῇ ἀξιώσει αὐτοῦ προεῖχε, τόσῳ καὶ ἀπληστότερος ἐπὶ τοῖς κέρδεσιν ἐπεφύκει. Exc. Val. 237
5(p. 682).

61

.

7

.

1

ἐλυπεῖτο δὲ καὶ ἡ Ἀγριππῖνα μηκέτι τῶν ἐν τῷ παλατίῳ διὰ τὴν Ἀκτὴν μάλιστα κυριεύουσα. ἡ δὲ δὴ Ἀκτὴ ἐπέπρατο μὲν ἐκ τῆς Ἀσίας, ἀγαπηθεῖσα δὲ ὑπὸ τοῦ Νέρωνος ἔς τε τὸ τοῦ Ἀττά‐ λου γένος ἐσήχθη καὶ πολὺ καὶ ὑπὲρ τὴν Ὀκταουίαν τὴν γυναῖκα

61

.

7

.

2

αὐτοῦ ἠγαπήθη. ἡ οὖν Ἀγριππῖνα διά τε τἆλλα καὶ διὰ ταῦτ’ ἀγανακτοῦσα τὸ μὲν πρῶτον νουθετεῖν αὐτὸν ἐπειρᾶτο, καὶ τῶν συνόντων αὐτῷ τοὺς μὲν πληγαῖς ᾐκίζετο τοὺς δὲ ἐκποδὼν ἐποιεῖτο,

61

.

7

.

3

ὡς δὲ οὐδὲν ἐπέραινεν, ὑπερήλγησε καὶ εἶπεν αὐτῷ ὅτι “ἐγώ σε αὐτοκράτορα ἀπέδειξα”, ὥσπερ ἀφελέσθαι τὴν μοναρχίαν αὐτοῦ δυναμένη· οὐ γὰρ ἠπίστατο ὅτι πᾶσα ἰσχὺς αὔταρχος, παρ’ ἰδιώτου δοθεῖσά τῳ, τοῦ τε δόντος αὐτὴν εὐθὺς ἀπαλλάττεται καὶ τῷ
5λαβόντι κατ’ ἐκείνου προσγίνεται. Xiph. 150, 11—22 R. St.

61

.

7

3a

(7n)

[Xiphilinus]
8(... προσγίνεται

61

.

7

.

4

§ 3). τὸν δὲ Βρετ‐ τανικὸν φαρμάκῳ δο‐ λοφονήσας ὁ Νέρων, ἐπειδὴ πελιδνὸς ὑπὸ
5τοῦ φαρμάκου ἐγε‐ νήθη, γύψῳ ἔχρισεν. ὑετὸς δὲ διὰ τῆς ἀ‐ γορᾶς αὐτοῦ διαγο‐ μένου πολύς, ὑγρᾶς
10ἔτι οὔσης τῆς γύ‐ ψου, ἐπιπεσὼν πᾶ‐ σαν αὐτὴν ἀπέκλυ‐ σεν, ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι
15ἀλλὰ καὶ ὁρᾶσθαι.
Xiph. 150, 22—26 R. St.

61

.

7

.

5

ὅτι τοῦ Βρεττανικοῦ τελευτήσαντος οὐκέθ’ ὁ Σενέκας καὶ ὁ Βοῦρρος ἐπιμέλειάν τινα ἀκριβῆ τῶν κοινῶν ἐποιοῦντο, ἀλλ’ ἠγάπων εἰ καὶ μετρίως πως διάγοντες αὐτὰ περισωθεῖεν, καὶ ἐκ τούτου ὁ Νέρων λαμπρῶς ἤδη πάντων ὧν ἤθελεν ἐπ’ ἀδείας ἐνεπίμπλατο.

61

.

7

.

6

καὶ οὕτω γὰρ ἐκφρονεῖν ἄντικρυς ἤρξατο ὥστε καὶ Ἀντώνιόν τινα ἱππέα αὐτίκα ὡς καὶ φαρμακέα κολάσαι, καὶ προσέτι καὶ τὰ φάρ‐ μακα δημοσίᾳ καταφλέξαι· αὐτὸς μὲν γὰρ καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῷ διαθήκας τινὰς κακουργήσασί τισιν ἐπεξελθεῖν ἐσεμνύνετο, τοῖς
5δὲ δὴ ἄλλοις γέλωτα ἰσχυρὸν παρέσχεν, ὅτι τὰ ἑαυτοῦ ἔργα δι’

61

.

8

.

1

ἑτέρων ἐκόλασεν. καὶ πολλὰ μὲν οἴκοι πολλὰ δὲ καὶ ἐν τῇ πόλει, νύκτωρ καὶ μεθ’ ἡμέραν, ἐπικρυπτόμενός πῃ ἠσέλγαινεν, καὶ ἔς τε καπηλεῖα ἐσῄει, καὶ πανταχόσε ὡς καὶ ἰδιώτης ἐπλανᾶτο. πληγαί τε ἐκ τούτων καὶ ὕβρεις συχναὶ ἐγίγνοντο, ὥστε καὶ μέχρι τῶν θεά‐

61

.

8

.

2

τρων τὸ δεινὸν προχωρῆσαι. οἱ γάρ τοι περὶ τὴν ὀρχήστραν καὶ περὶ τοὺς ἵππους ἔχοντες οὔτε τῶν στρατηγῶν οὔτε τῶν ὑπάτων ἐφρόν‐ τιζον, ἀλλ’ αὐτοί τε ἐστασίαζον καὶ τοὺς ἄλλους προσεπεσπῶντο, οὐχ ὅτι κωλύοντός σφας τοῦ Νέρωνος, ὅσον ἀπὸ βοῆς, ἀλλὰ καὶ
5προσεκταράσσοντος· καὶ γὰρ ἔχαιρε τοῖς δρωμένοις, ἔν τε φορείῳ τινὶ λάθρᾳ ἐς τὰ θέατρα ἐσκομιζόμενος, κἀκ τοῦ ἀφανοῦς τοῖς

61

.

8

.

3

ἄλλοις ἐφορῶν τὰ γιγνόμενα. ἀμέλει καὶ τοὺς στρατιώτας τοὺς ἀεί ποτε ταῖς τοῦ δήμου συνόδοις παρεῖναι εἰωθότας ἀπηγόρευσε μὴ φοιτᾶν ἐς αὐτάς, πρόφασιν μὲν ὡς καὶ τὰ στρατιωτικὰ αὐτοὺς μόνα διὰ χειρὸς ποιεῖσθαι δέον, τὸ δ’ ἀληθὲς ἵν’ ὅτι πλείστη τοῖς

61

.

8

.

4

τι βουλομένοις ταράσσειν ἐξουσία εἴη. τῇ δὲ αὐτῇ σκήψει καὶ πρὸς τὴν μητέρα ἐχρήσατο· οὐδὲ γὰρ οὐδὲ ἐκείνῃ συνεῖναι στρατιώτην
τινὰ ἐπέτρεπε, λέγων μηδένα ἄλλον ὑπ’ αὐτῶν πλὴν τοῦ αὐτοκρά‐ τορος φρουρεῖσθαι χρῆναι. καὶ τοῦτό γε καὶ ἐς τοὺς πολλοὺς τὴν

61

.

8

.

5

ἔχθραν αὐτοῦ ἐξέφηνεν. τὰ μὲν γὰρ ἄλλα ὅσα καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν καὶ ἔλεγον ἐς ἀλλήλους καὶ ἔπραττον, ἐξῄει μὲν ἐκ τοῦ παλατίου, οὐ μέντοι καὶ πάντα ἐδημοσιεύετο, ἀλλὰ κατείκαζον αὐτὰ καὶ ἐλογοποίουν ἄλλοι ἄλλως· πρὸς γὰρ δὴ τὴν πονηρίαν
5τήν τε ἀσέλγειάν σφων τά τε ἐνδεχόμενα γενέσθαι ὡς γεγονότα διεθροεῖτο καὶ τὰ πιθανότητά τινα λεχθῆναι ἔχοντα ὡς καὶ ἀληθῆ

61

.

8

.

6

ἐπιστεύετο· τότε δὲ πρῶτον ἰδόντες αὐτὴν ἄνευ δορυφόρων οἱ μὲν πολλοὶ ἐφυλάττοντο μηδ’ ἐκ συντυχίας αὐτῇ συμμῖξαι, εἰ δέ πού τις καὶ συνέτυχε, διὰ ταχέων ἄν, μηδὲν εἰπών, ἀπηλλάγη. Exc. Val. 238 (p. 682) usque ad ἐξέφηνεν (p. 29, 1), Xiph. 150, 26—151, 8 R. St.

61

.

9

.

1

ἐν δέ τινι θέᾳ ἄνδρες ταύρους ἀπὸ ἵππων, συμπαραθέοντές σφισι, κατέστρεφον, τετρακοσίας τε ἄρκτους καὶ τριακοσίους λέον‐ τας οἱ ἱππεῖς οἱ σωματοφύλακες τοῦ Νέρωνος κατηκόντισαν, ὅτε καὶ ἱππεῖς ἐκ τοῦ τέλους τριάκοντα ἐμονομάχησαν. ἐν μὲν δὴ οὖν

61

.

9

.

2

τῷ φανερῷ ταῦτ’ ἐποίει, κρύφα δὲ νύκτωρ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων ἐς τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων τιτρώσκων φονεύων. καὶ ἐδόκει μέν πως λανθάνειν (καὶ γὰρ ἐσθῆσι ποικίλαις καὶ κόμαις περι‐
5θέτοις ἄλλοτε ἄλλαις ἐχρῆτο), ἠλέγχετο δὲ ἔκ τε τῆς ἀκουλουθίας
καὶ ἐκ τῶν ἔργων· οὐδεὶς γὰρ ἂν τοσαῦτα καὶ τηλικαῦτα ἀδεῶς

61

.

9

.

3

οὕτως ποιῆσαι ἐτόλμησεν. οὐδὲ γὰρ οὐδ’ οἴκοι μένειν ἀσφαλὲς οὐδενὶ ἐγίγνετο, ἀλλὰ καὶ ἐς ἐργαστήρια καὶ ἐς οἰκίας ἐσεπήδα. Ἰούλιος οὖν τις Μοντανὸς βουλευτής, ἀγανακτήσας ὑπὲρ τῆς γυναι‐ κός, προσέπεσέ τε αὐτῷ καὶ πληγὰς πολλὰς ἐνεφόρησεν, ὥσθ’ ὑπὸ

61

.

9

.

4

τῶν ὑπωπίων συχναῖς αὐτὸν ἡμέραις κρυφθῆναι. καὶ ἔπαθεν ἂν ἐπὶ τούτῳ δεινὸν οὐδέν (ὁ γὰρ Νέρων ἐκ συντυχίας ἄλλως ὑβρίσθαι νομίσας οὐδεμίαν ὀργὴν ἐποιεῖτο), εἰ μὴ ἐπέστειλεν αὐτῷ συγ‐ γνώμην αἰτούμενος. ὡς γὰρ ἀναγνοὺς ὁ Νέρων τὰ γράμματα ἔφη

61

.

9

.

5

“οὐκοῦν ᾔδει Νέρωνα τύπτων”, αὑτὸν κατεχρήσατο. ἐν δέ τινι θεάτρῳ θέας ἐπιτελῶν, εἶτα πληρώσας ἐξαίφνης τὸ θέατρον ὕδατος θαλασσίου ὥστε καὶ ἰχθύας καὶ κήτη ἐν αὐτῷ νήχεσθαι, ναυμαχίαν τε ἐποίησε Περσῶν δὴ τινῶν καὶ Ἀθηναίων, καὶ μετ’ αὐτὴν τό τε
5ὕδωρ εὐθὺς ἐξήγαγε, καὶ ξηράνας τὸ δάπεδον πεζοὺς πάλιν οὐχ ὅπως ἕνα πρὸς ἕνα ἀλλὰ καὶ πολλοὺς ἅμα πρὸς ἴσους συνέβαλεν.

61

.

10

.

1

ἐγένοντο δὲ μετὰ ταῦτα καὶ δικανικοὶ ἀγῶνες, ἐξ ὧν καὶ αὐτῶν συχνοὶ καὶ ἔφυγον καὶ ἀπέθανον. ὅτι ὁ Σενέκας αἰτίαν ἔσχε, καὶ ἐνεκλήθη ἄλλα τε καὶ ὅτι τῇ
Ἀγριππίνῃ συνεγίγνετο· οὐ γὰρ ἀπέχρησεν αὐτῷ τὴν Ἰουλίαν
5μοιχεῦσαι, οὐδὲ βελτίων ἐκ τῆς φυγῆς ἐγένετο, ἀλλὰ καὶ τῇ Ἀγριπ‐

61

.

10

.

2

πίνῃ τοιαύτῃ τε οὔσῃ καὶ τοιοῦτον υἱὸν ἐχούσῃ ἐπλησίαζεν. οὐ μόνον δὲ ἐν τούτῳ ἀλλὰ καὶ ἐν ἄλλοις πάντα τὰ ἐναντιώτατα οἷς ἐφιλοσόφει ποιῶν ἠλέγχθη. καὶ γὰρ τυραννίδος κατηγορῶν τυ‐ ραννοδιδάσκαλος ἐγίνετο, καὶ τῶν συνόντων τοῖς δυνάσταις κατα‐
5τρέχων οὐκ ἀφίστατο τοῦ παλατίου, τούς τε κολακεύοντάς τινα διαβάλλων αὐτὸς οὕτω τὴν Μεσσαλῖναν καὶ τοὺς τοῦ Κλαυδίου ἐξε‐ λευθέρους ἐθώπευεν ὥστε καὶ βιβλίον σφίσιν ἐκ τῆς νήσου πέμ‐ ψαι ἐπαίνους αὐτῶν ἔχον, ὃ μετὰ ταῦτα ὑπ’ αἰσχύνης ἀπήλειψε.

61

.

10

.

3

τοῖς τε πλουτοῦσιν ἐγκαλῶν οὐσίαν ἑπτακισχιλίων καὶ πεντακο‐ σίων μυριάδων ἐκτήσατο, καὶ τὰς πολυτελείας τῶν ἄλλων αἰτιώ‐ μενος πεντακοσίους τρίποδας κιτρίνου ξύλου ἐλεφαντόποδας ἴσους καὶ ὁμοίους εἶχε, καὶ ἐπ’ αὐτῶν εἱστία. τοῦτο γὰρ εἰπὼν καὶ
5τἆλλα τὰ ἀκόλουθα αὐτῷ δεδήλωκα, τάς τε ἀσελγείας, ἃς πράτ‐

61

.

10

.

4

των γάμον τε ἐπιφανέστατον ἔγημε καὶ μειρακίοις ἐξώροις ἔχαιρε, καὶ τοῦτο καὶ τὸν Νέρωνα ποιεῖν ἐδίδαξε, καίπερ τοσαύτῃ πρό‐ σθεν αὐστηρότητι τῶν τρόπων χρώμενος ὥστε καὶ αἰτήσασθαι

61

.

10

.

5

παρ’ αὐτοῦ μήτε φιλεῖν αὐτὸν μήτε συσσιτεῖν αὐτῷ. καὶ τούτου μὲν καὶ πρόφασίν τινα ἔσχεν, ἵνα δὴ καὶ φιλοσοφεῖν ἐπὶ σχολῆς
δύνηται, μηδὲν ὑπὸ τῶν δείπνων αὐτοῦ ἐμποδιζόμενος, τὸ δὲ δὴ τοῦ φιλήματος οὐκ ἔχω συννοῆσαι διότι ἐξέστη· ὃ γάρ τοι καὶ
5μόνον ἄν τις ὑποπτεύσειεν, ὅτι οὐκ ἤθελε τοιοῦτο στόμα φιλεῖν,

61

.

10

.

6

ἐλέγχεται ἐκ τῶν παιδικῶν αὐτοῦ ψεῦδος ὄν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς μοιχείας ἐγκληθείς τινα τότε μὲν αὐτός 〈τε〉 μηδὲ κατη‐ γορηθεὶς ἀφείθη καὶ τὸν Πάλλαντα τόν τε Βοῦρρον ἐξῃτήσατο, ὕστερον δὲ οὐ καλῶς ἀπήλλαξεν. Xiph. 151, 8—152, 15 R. St. (usque
5ad p. 31, 18), Exc. Val. 239 p. 685 sq. (p. 29, 17—30, 8, p. 30, 17—32, 6.)

61

.

11

.

2

ἦν δέ τις Μᾶρκος Σάλουιος Ὄθων, ὃς οὕτως ἔκ τε τῆς ὁμοιό‐ τητος τῶν τρόπων καὶ τῆς κοινωνίας τῶν ἁμαρτημάτων τῷ Νέρωνι ᾠκείωτο ὥστε καὶ εἰπών ποτε πρὸς αὐτόν “οὕτω με Καίσαρα ἴδοις” οὐδὲν διὰ τοῦτο κακὸν ἔπαθεν, ἀλλὰ τοσοῦτον μόνον ἀντήκουσεν
5ὅτι “οὐδὲ ὕπατόν σε ὄψομαι”. τούτῳ τὴν Σαβῖναν, ἐξ εὐπατρι‐ δῶν οὖσαν, ἀπὸ τοῦ ἀνδρὸς ἀποσπάσας ἔδωκε, καὶ αὐτῇ ἀμφό‐

61

.

11

.

3

τεροι ἅμα ἐχρῶντο. φοβηθεῖσα οὖν ἡ Ἀγριππῖνα μὴ γήμηται τῷ Νέρωνι (δεινῶς γὰρ ἤδη αὐτῆς ἐρᾶν ἤρξατο), ἔργον ἀνοσιώτατον
ἐτόλμησεν· ὥσπερ γὰρ οὐχ ἱκανὸν 〈ὂν〉 ἐς μυθολογίαν ὅτι τὸν θεῖον τὸν Κλαύδιον ἐς ἔρωτα αὑτῆς ταῖς τε γοητείαις ταῖς τε ἀκολα‐
5σίαις καὶ τῶν βλεμμάτων καὶ τῶν φιλημάτων ὑπηγάγετο, ἐπεχεί‐

61

.

11

.

4

ρησε καὶ τὸν Νέρωνα ὁμοίως καταδουλώσασθαι. ἀλλ’ ἐκεῖνο μὲν εἴτ’ ἀληθῶς ἐγένετο εἴτε πρὸς τὸν τρόπον αὐτῶν ἐπλάσθη οὐκ οἶδα· ἃ δὲ δὴ πρὸς πάντων ὡμολόγηται λέγω, ὅτι ἑταίραν τινὰ τῇ Ἀγριππίνῃ ὁμοίαν ὁ Νέρων δι’ αὐτὸ τοῦτο ἐς τὰ μάλιστα ἠγά‐
5πησε, καὶ αὐτῇ τε ἐκείνῃ προσπαίζων καὶ τοῖς ἄλλοις ἐνδεικνύμενος

61

.

12

.

1

ἔλεγεν ὅτι καὶ τῇ μητρὶ ὁμιλοίη. μαθοῦσα δὲ ταῦθ’ ἡ Σαβῖνα ἀνέπεισε τὸν Νέρωνα ὡς καὶ ἐπιβουλεύουσάν οἱ αὐτὴν διολέσαι. καὶ αὐτὸν καὶ ὁ Σενέκας, ὡς πολλοῖς καὶ ἀξιοπίστοις ἀνδράσιν εἴρηται, παρώξυνεν, εἴτ’ οὖν τὸ ἔγκλημα τὸ καθ’ ἑαυτοῦ ἐπηλυγάσασθαι
5βουληθείς, εἴτε καὶ τὸν Νέρωνα ἐς μιαιφονίαν ἀνόσιον προαγαγεῖν ἐθελήσας, ἵν’ ὡς τάχιστα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἀπό‐

61

.

12

.

2

ληται. ἐπεὶ δὲ καὶ ἐκ τοῦ προφανοῦς ὤκνουν τὸ ἔργον καὶ κρύφα διὰ φαρμάκων οὐκ εἶχον αὐτὴν ἀνελεῖν (πάντα γὰρ ἐκείνη ἰσχυρῶς ἐφυλάσσετο), ναῦν ἰδόντες ἐν τῷ θεάτρῳ διαλυομένην τε αὐτὴν ἐφ’ ἑαυτῆς καί τινα θηρία ἀφιεῖσαν, καὶ συνισταμένην αὖ πάλιν

61

.

12

.

3

ὥστε καὶ ἐρρῶσθαι, τοιαύτην ἑτέραν ταχέως ἐναυπηγήσαντο. ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ
5μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ’ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμη‐ μένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι.

61

.

13

.

1

ἐλθών τε ἐς Βαύλους δεῖπνά τε πολυτελέστατα ἐπὶ πολλὰς ἡμέρας ἐποίησε καὶ τὴν μητέρα ἐν αὐτοῖς φιλοφρόνως εἱστίασεν, ἀποῦσάν τε πάνυ ποθεῖν ἐπλάττετο καὶ παροῦσαν ὑπερησπάζετο, αἰτεῖν τε

61

.

13

.

2

ἐκέλευεν ὅ τι βούλοιτο, καὶ μὴ αἰτούσῃ πολλὰ ἐχαρίζετο. ἐπεὶ δὲ
ἐνταῦθα 〈ἦν〉, οὕτω δὴ ἀπὸ τοῦ δείπνου περὶ μέσας νύκτας περι‐ λαμβάνει τε αὐτήν, καὶ πρὸς τὸ στέρνον προσαγαγών, καὶ φιλήσας καὶ τὰ ὄμματα καὶ τὰς χεῖρας “μῆτέρ” τε εἰπών, “ἔρρωσό μοι καὶ
5ὑγίαινε· ἐν γὰρ σοὶ καὶ ἐγὼ ζῶ καὶ διὰ σὲ βασιλεύω”, παρέδωκεν αὐτὴν Ἀνικήτῳ ἀπελευθέρῳ ὡς καὶ κομιοῦντι οἴκαδε ἐπὶ τοῦ πλοίου

61

.

13

.

3

οὗ κατεσκευάκει. ἀλλ’ οὐ γὰρ ἤνεγκεν ἡ θάλασσα τὴν μέλλουσαν ἐπ’ αὐτῇ τραγῳδίαν ἔσεσθαι, οὐδ’ ὑπέμεινε τὴν ψευδολογίαν τῆς ἀνοσιουργίας ἀναδέξασθαι, διελύθη μὲν ἡ ναῦς καὶ ἡ Ἀγριππῖνα ἐς τὸ ὕδωρ ἐξέπεσεν, οὐ μέντοι καὶ ἀπέθανεν, ἀλλὰ καίτοι καὶ ἐν
5σκότῳ καὶ διακορὴς μέθης οὖσα, τῶν τε ναυτῶν ταῖς κώπαις ἐπ’ αὐτὴν χρωμένων ὥστε καὶ Ἀκερρωνίαν Πῶλλαν τὴν σύμπλουν αὐτῆς

61

.

13

.

4

ἀποκτεῖναι, διεσώθη. καὶ ἐλθοῦσα οἴκαδε οὔτε προσεποιήσατο οὔτ’ ἐξέφηνε τὸ ἐπιβούλευμα, ἀλλὰ καὶ πρὸς τὸν υἱὸν ἔπεμψε κατὰ τάχος, καὶ τό τε συμβεβηκὸς αὐτῇ ὡς κατὰ τύχην συμπεπτωκὸς ἔλεγε, καὶ ὅτι σώζοιτο εὐηγγελίζετο δῆθεν αὐτῷ. ἀκούσας δὲ ταῦθ’
5ὁ Νέρων οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ τὸν πεμφθέντα ὡς ἐπὶ τῇ αὑτοῦ σφαγῇ ἥκοντα ἐκόλασε, καὶ ἐπὶ τὴν μητέρα τὸν Ἀνίκητον

61

.

13

.

5

εὐθὺς μετὰ τῶν ναυτῶν ἀπέστειλε· τοῖς γὰρ δορυφόροις οὐκ ἐπί‐ στευσε τὸν θάνατον αὐτῆς. ἰδοῦσα δέ σφας ἐκείνη ἔγνω τε ἐφ’ ἃ ἥκουσι, καὶ ἀναπηδήσασα ἐκ τῆς κοίτης τήν τε ἐσθῆτα περι‐ ερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα “παῖε”, ἔφη, “ταύτην,
5Ἀνίκητε, παῖε, ὅτι Νέρωνα ἔτεκεν”.

61

.

14

.

1

οὕτω μὲν ἡ Ἀγριππῖνα ἡ τοῦ Γερμανικοῦ θυγάτηρ, ἡ τοῦ Ἀγρίππου ἔγγονος, ἡ τοῦ Αὐγούστου ἀπόγονος, ὑπ’ αὐτοῦ τοῦ υἱέος,
ᾧ τὸ κράτος ἐδεδώκει, δι’ ὃν ἄλλους τε καὶ τὸν θεῖον ἀπεκτόνει,

61

.

14

.

2

κατεσφάγη. μαθὼν δὲ ὁ Νέρων ὅτι τέθνηκεν, οὐκ ἐπίστευσεν· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ τολμήματος ἀπιστία αὐτῷ ὑπεχύθη· καὶ διὰ τοῦτο αὐτόπτης ἐπεθύμησε τοῦ πάθους γενέσθαι. καὶ αὐτήν τε πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα αὐτῆς ἐπεσκέψατο,
5καὶ τέλος πολὺ καὶ τοῦ φόνου ἀνοσιώτερον ἔπος ἐφθέγξατο· εἶπε

61

.

14

.

3

γὰρ ὅτι “οὐκ ᾔδειν ὅτι οὕτω καλὴν μητέρα εἶχον”. καὶ τοῖς τε δορυφόροις ἀργύριον ἔδωκεν, ἵνα δῆλον ὅτι πολλὰ τοιαῦτα γίνεσθαι εὔχωνται, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν, ἄλλα τε ὅσα συνῄδει αὐτῇ καταριθμῶν, καὶ ὅτι ἐπεβούλευσέ τε αὐτῷ καὶ φωραθεῖσα ἑαυτὴν

61

.

14

.

4

διεχρήσατο. καὶ τῇ μὲν βουλῇ ταῦτα ἐπέστειλεν, αὐτὸς δὲ ταῖς τε νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐξαπιναίως ἀναπηδᾶν, καὶ μεθ’ ἡμέραν ὑπὸ σαλπίγγων δή τινων πολεμικόν τι καὶ θορυ‐ βῶδες ἐκ τοῦ χωρίου ἐν ᾧ τὰ τῆς Ἀγριππίνης ὀστᾶ ἔκειτο ἠχου‐
5σῶν ἐδειματοῦτο. διὸ καὶ ἄλλοσε ᾔει, καὶ ἐπειδὴ κἀνταῦθα τὰ αὐτὰ αὐτῷ συνέβαινεν, ἄλλοσε ἐμπλήκτως μεθίστατο. Xiph. 152, 15 —154, 27 R. St.

61

.

11

.

1

ὅτι ὁ Νέρων, οἷα ἀληθὲς μὲν μηδὲν παρὰ μηδενὸς ἀκούων, πάντας δὲ ἐπαινοῦντας τὰ πεπραγμένα ὁρῶν, λανθάνειν τε ἐφ’ οἷς ἐδεδράκει ἢ καὶ ὀρθῶς αὐτὰ πεποιηκέναι ἐνόμισε, κἀκ τούτου πολὺ χείρων καὶ ἐς τὰ ἄλλα ἐγένετο. πάντα τε γὰρ ὅσα ἐξῆν αὐτῷ
5ποιεῖν, καὶ καλὰ ἡγεῖτο εἶναι, καὶ τοῖς φόβῳ τι ἢ κολακείᾳ αὐτοῦ λέγουσιν ὡς καὶ πάνυ ἀληθεύουσι προσεῖχεν. τέως μὲν γὰρ φόβοις καὶ θορύβοις συνείχετο· ἐπεὶ δ’ οἱ πρέσβεις πολλὰ 〈καὶ〉 κεχα‐
ρισμένα αὐτῷ εἶπον, ἀνεθάρσησε. Exc. Val. 240 (p. 686).

61

.

15

.

1

οἱ δὲ ἐν τῇ Ῥώμῃ ἄνθρωποι ἀκούσαντες ταῦτα, καίπερ ἀχθό‐ μενοι, ἔχαιρον νομίζοντες αὐτὸν ἐκ τούτου γε πάντως ἀπολεῖσθαι. τῶν δὲ βουλευτῶν οἱ μὲν ἄλλοι πάντες προσεποιοῦντο χαίρειν ἐπὶ τοῖς γεγονόσι, καὶ συνήδοντο δῆθεν τῷ Νέρωνι, καὶ ἐψηφίζοντο

61

.

15

.

2

πολλὰ οἷς ᾤοντο αὐτῷ χαριεῖσθαι· ὁ Πούπλιος δὲ δὴ Θρασέας Παῖτος ἦλθε μὲν ἐς τὸ συνέδριον καὶ τῆς ἐπιστολῆς ἐπήκουσεν, ἀναγνωσθείσης δὲ αὐτῆς ἐξανέστη τε εὐθὺς πρὶν καὶ ὁτιοῦν ἀπο‐ φήνασθαι καὶ ἐξῆλθε, διότι ἃ μὲν ἤθελεν εἰπεῖν οὐκ ἐδύνατο, ἃ

61

.

15

.

3

δὲ ἐδύνατο οὐκ ἤθελεν. ἐν δὲ τῷ αὐτῷ τρόπῳ καὶ τὰ ἄλλα πάντα διῆγεν· ἔλεγε γὰρ ὅτι “εἰ μὲν ἐμὲ μόνον ὁ Νέρων φονεύσειν ἔμελλε, πολλὴν ἂν εἶχον τοῖς ἄλλοις ὑπερκολακεύουσιν αὐτὸν συγγνώμην· εἰ δὲ καὶ ἐκείνων τῶν σφόδρα αὐτὸν ἐπαινούντων πολλοὺς τοὺς
5μὲν ἀνάλωκε τοὺς δὲ καὶ ἀπολέσει, τί χρὴ μάτην ἀσχημονοῦντα δουλοπρεπῶς φθαρῆναι, ἐξὸν ἐλευθερίως ἀποδοῦναι τῇ φύσει τὸ

61

.

15

.

4

ὀφειλόμενον; ἐμοῦ μὲν γὰρ πέρι καὶ ἔπειτα λόγος τις ἔσται, τού‐ των δέ, πλὴν κατ’ αὐτὸ τοῦτο ὅτι ἐσφάγησαν, οὐδείς”. τοιοῦτος μὲν ὁ Θρασέας ἐγένετο, καὶ τοῦτο ἀεὶ πρὸς ἑαυτὸν ἔλεγεν “ἐμὲ Νέρων ἀποκτεῖναι μὲν δύναται, βλάψαι δὲ οὔ”.

61

.

16

.

1

Νέρωνα δὲ μετὰ τὸν τῆς μητρὸς φόνον ἐσιόντα ἐς τὴν Ῥώμην δημοσίᾳ μὲν ἐθεράπευον, ἰδίᾳ δέ, ἐν ᾧ γε καὶ παρρησιάσασθαί τινες ἀσφαλῶς ἐδύναντο, καὶ μάλα αὐτὸν ἐσπάραττον. τοῦτο μὲν γὰρ μολγόν τέ τινα ἀπ’ ἀνδριάντος αὐτοῦ νύκτωρ ἀπεκρέμασαν,

61

.

16

.

2

ἐνδεικνύμενοι ὅτι ἐς ἐκεῖνον αὐτὸν δέοι ἐμβεβλῆσθαι· τοῦτο δὲ παιδίον ἐς τὴν ἀγορὰν ῥίψαντες προσέδησαν αὐτῷ πινάκιον λέ‐ γον “οὐκ ἀναιροῦμαί σε, ἵνα μὴ τὴν μητέρα ἀποσφάξῃς”. Xiph. 154, 27—155, 19 R. St.

61

.

16

2a

ὅτι εἰσιόντος Νέρωνος εἰς τὴν Ῥώμην τοὺς τῆς Ἀγριππίνης ἀν‐ δριάντας καθεῖλον· μὴ φθάσαντες δὲ ἕνα ἀποτεμεῖν ῥάκος αὐτῷ ἐπέ‐ βαλον ὥστε δοκεῖν ἐγκαλύπτεσθαι, καί τις παραχρῆμα ἐπιγράψας προσ‐ έπηξε τῷ ἀνδριάντι “ἐγὼ αἰσχύνομαι καὶ σὺ οὐκ αἰδῇ”. Petr. Patr.
5exc. Vat. 50 (p. 210 sq. Mai. = p. 193, 13—18 Dind.)

61

.

16

2,2

καὶ ἦν μὲν καὶ ἀναγινώσκειν πολλαχόθι ὁμοίως γεγραμμένον “Νέρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι”, ἦν δὲ καὶ ἀκούειν αὐτὸ τοῦτο λεγόντων ὅτι Νέρων τὴν μητέρα

61

.

16

.

3

ἀνεχρήσατο· συχνοὶ γὰρ ὡς καὶ λελαληκότας τινὰς αὐτὸ ἐσήγγελον, οὐχ οὕτως ἵν’ ἐκείνους ἀπολέσωσιν, ὡς ἵνα τὸν Νέρωνα διαβάλωσιν. ὅθεν οὐδεμίαν τοιαύτην δίκην προσήκατο, ἤτοι μὴ βουλόμενος ἐπὶ πλεῖον δι’ αὐτῆς τὴν φήμην ἐπαυξῆσαι, ἢ καὶ καταφρονῶν ἤδη

61

.

16

.

4

τῶν λεγομένων. ὁ μέντοι ἥλιος σύμπας ἐν μέσαις ταῖς θυσίαις ταῖς ἐπὶ τῇ Ἀγριππίνῃ κατὰ τὸ ψήφισμα γενομέναις ἐξέλιπεν, ὥστε καὶ ἀστέρας ἐκφῆναι· καὶ οἱ ἐλέφαντες οἱ τὴν τοῦ Αὐγούστου ἁρμάμαξαν ἄγοντες ἐς μὲν τὸν ἱππόδρομον ἐσῆλθον καὶ μέχρι τῆς
5τῶν βουλευτῶν ἕδρας ἀφίκοντο, γενόμενοι δὲ ἐνταῦθα ἔστησαν

61

.

16

.

5

καὶ περαιτέρω οὐ προεχώρησαν. καὶ ὃ δὴ καὶ μάλιστα ἄν τις ἐτεκμήρατο ἐκ τοῦ δαιμονίου γεγονέναι, σκηπτός ποτε τὸ δεῖπνον αὐτοῦ πᾶν ἐσφερόμενόν οἱ κατέφλεξεν, ὥσπερ τις ἅρπυια τὰ σιτία
αὐτοῦ ἀφελόμενος. Xiph. 155, 19—156, 2 R. St.

61

.

17

.

1

ὅτι καὶ τὴν Δομιτίαν τὴν τηθίδα, ἣν καὶ αὐτὴν ὡς μητέρα τιμᾶν ἔλεγεν, ἐπαπέκτεινε φαρμάκῳ, οὐδ’ ἀνέμεινεν ὀλίγας ἡμέρας ἵν’ ἄλλως ὑπὸ τοῦ γήρως ἀποθάνῃ, ἀλλ’ ἐπεθύμησε καὶ ἐκείνην

61

.

17

.

2

ἀπολέσαι. καὶ ἔσπευσέ γε τοῦτο ποιῆσαι διὰ τὰ κτήματα αὐτῆς τὰ ἐν ταῖς Βαίαις καὶ ἐν τῇ Ῥαβεννίδι ὄντα, ἐν οἷς καὶ ἡβητήρια εὐθὺς μεγαλοπρεπῆ κατεσκεύασεν, ἃ καὶ δεῦρο ἀνθεῖ. Exc. Val. 241 (p. 686), Xiph. 156, 2—6 R. St.
5 ἐπὶ δὲ δὴ τῇ μητρὶ καὶ ἑορτὴν μεγίστην δὴ καὶ πολυτελεστά‐ την ἐποίησεν, ὥστε ἐν πέντε ἢ καὶ ἓξ ἅμα θεάτροις ἐπὶ πολλὰς ἡμέρας πανηγυρίσαι, ὅτε δὴ καὶ ἐλέφας ἀνήχθη ἐς τὴν ἀνωτάτω τοῦ θεάτρου ἁψῖδα, καὶ ἐκεῖθεν ἐπὶ σχοινίων κατέδραμεν ἀναβά‐

61

.

17

.

3

την φέρων. ἐκεῖνο δὲ δὴ καὶ αἴσχιστον καὶ δεινότατον ἅμα ἐγένετο, ὅτι καὶ ἄνδρες καὶ γυναῖκες οὐχ ὅπως τοῦ ἱππικοῦ ἀλλὰ καὶ τοῦ
βουλευτικοῦ ἀξιώματος ἐς τὴν ὀρχήστραν καὶ ἐς τὸν ἱππόδρομον τό τε θέατρον τὸ κυνηγετικὸν ἐσῆλθον ὥσπερ οἱ ἀτιμότατοι, καὶ
5ηὔλησάν τινες αὐτῶν καὶ ὠρχήσαντο τραγῳδίας τε καὶ κωμῳδίας ὑπεκρίναντο καὶ ἐκιθαρῴδησαν, ἵππους τε ἤλασαν καὶ θηρία ἀπέκτειναν καὶ ἐμονομάχησαν, οἱ μὲν ἐθελονταὶ οἱ δὲ καὶ πάνυ

61

.

17

.

4

ἄκοντες. καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους τοὺς Ὀρατίους τοὺς Φαβίους τοὺς Πορκίους τοὺς Οὐαλε‐ ρίους, τἆλλα πάντα ὧν τὰ τρόπαια ὧν οἱ ναοὶ ἑωρῶντο, κάτω τε ἑστηκότας καὶ τοιαῦτα δρῶντας ὧν ἔνια οὐδ’ ὑπ’ ἄλλων γινόμενα
5ἐθεώρουν. καὶ ἐδακτυλοδείκτουν γε αὐτοὺς ἀλλήλοις, καὶ ἐπέλεγον

61

.

17

.

5

Μακεδόνες μέν “οὗτός ἐστιν ὁ τοῦ Παύλου ἔκγονος”, Ἕλληνες δὲ “οὗτος τοῦ Μομμίου”, Σικελιῶται “ἴδετε τὸν Κλαύδιον”, Ἠπει‐ ρῶται “ἴδετε τὸν Ἄππιον”, Ἀσιανοὶ τὸν Λούκιον, Ἴβηρες τὸν Πούπλιον, Καρχηδόνιοι Ἀφρικανόν, Ῥωμαῖοι δὲ πάντας. τοιαῦτα
5γάρ που προτέλεια τῆς αὑτοῦ ἀσχημοσύνης ποιῆσαι ἠθέλησεν.

61

.

18

.

1

ὠλοφύροντο δὲ πάντες οἱ νοῦν ἔχοντες καὶ ἐπὶ τῷ πλήθει τῶν ἀναλισκομένων. πάντα μὲν γὰρ τὰ πολυτελέστατα ἃ ἄνθρωποι ἐσθίουσι, πάντα δὲ καὶ τὰ ἄλλα τὰ τιμιώτατα, ἵππους ἀνδράποδα ζεύγη χρυσίον ἀργύριον ἐσθῆτα ποικίλην, ἐδίδου διὰ συμβόλων·

61

.

18

.

2

σφαιρία γὰρ μικρὰ, γεγραμμένα ὡς ἕκαστα αὐτῶν ἔχοντα, ἐς τὸν ὅμιλον ἐρρίπτει, καὶ ἐδίδοτο ὅ τι τις δι’ ἐκείνων ἥρπασεν. ἐνενόουν γὰρ ὅτι, ὁπότε τοσαῦτα ἀνήλισκεν ἵνα ἀσχημονήσῃ, οὐδενὸς τῶν ἀτοπωτάτων ἀφέξεται ἵνα τι κερδάνῃ. τεράτων δέ τινων γεγο‐
5νότων τότε οἱ μάντεις ὄλεθρον αὐτῷ ταῦτα φέρειν εἶπον, καὶ

61

.

18

.

3

συνεβούλευσαν ἐς ἑτέρους τὸ δεινὸν ἀποτρέψασθαι. κἂν συχνοὺς εὐθὺς κατεχρήσατο, εἰ μὴ ὁ Σενέκας ἔφη αὐτῷ ὅτι “ὅσους ἂν ἀποσφάξῃς, οὐ δύνασαι τὸν διάδοχόν σου ἀποκτεῖναι”. Xiph.
156, 6—157, 5 R. St.
5τότε μὲν δὴ τοσαῦτα σωτήρια, ὡς δὴ ἔλεγεν, ἑώρτασε, καὶ τὴν

61

.

19

.

1

ἀγορὰν τῶν ὄψων, τὸ μάκελλον ὠνομασμένον, καθιέρωσε· μετὰ δὲ ταῦτα ἕτερον αὖ εἶδος ἑορτῆς ἤγαγεν, ἐπεκλήθη δὲ Ἰουουενάλια ὥσπερ τινὰ νεανισκεύματα, καὶ ἐτελέσθη ἐπὶ τῷ γενείῳ αὐτοῦ. καὶ γὰρ τοῦτο τότε πρῶτον ἐξύρατο, καὶ τάς γε τρίχας ἐς σφαιρίον τι
5χρυσοῦν ἐμβαλὼν ἀνέθηκε τῷ Διὶ τῷ Καπιτωλίῳ· καὶ ἐς τὴν ἑορτὴν οἵ τε ἄλλοι καὶ οἱ εὐγενέστατοι πάντως τι ἐπεδείξαντο.

61

.

19

.

2

τεκμήριον δέ, Αἰλία Κατέλλα τοῦτο μὲν γένει καὶ πλούτῳ προ‐ ήκουσα, τοῦτο δὲ καὶ ἡλικίᾳ προφέρουσα (ὀγδοηκοντοῦτις γὰρ ἦν) ὠρχήσατο, οἵ τε λοιποὶ οἱ διὰ γῆρας ἢ νόσον ἰδίᾳ μηδὲν ποιῆσαι δυνάμενοι ἐχορῴδησαν. ἤσκουν μὲν γὰρ πάντες ὅ τι τις καὶ ὁπωσ‐
5οῦν οἷός τε ἦν, καὶ ἐς διδασκαλεῖα ἀποδεδειγμένα συνεφοίτων οἱ ἐλλογιμώτατοι, ἄνδρες γυναῖκες, κόραι μειράκια, γραῖαι γέροντες·

61

.

19

.

3

εἰ δέ τις μὴ ἐδύνατο ἐν ἑτέρῳ τῳ θέαν παρασχεῖν, ἐς τοὺς χοροὺς κατεχωρίζετο. καὶ ἐπειδή γέ τινες αὐτῶν προσωπεῖα ὑπ’ αἰσχύνης, ἵνα μὴ γνωρίζωνται, περιέθεντο, περιεῖλεν αὐτὰ τοῦ δήμου δῆθεν ἀξιώσαντος, καὶ ἐπέδειξε καὶ τοῖς ὀλίγον ἔμπροσθεν ὑπ’ αὐτῶν

61

.

19

.

4

ἀρχθεῖσιν ἀνθρώποις. καὶ τότε δὴ μάλιστα καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι τοὺς τεθνηκότας ἐμακάριζον· πολλοὶ γὰρ ἄνδρες τῶν πρώτων ἐν τῷ ἔτει τούτῳ ἐτελεύτησαν, ὧν ἐνίους καὶ τῷ Νέρωνι ἐπιβουλεύειν αἰτιαθέντας οἱ στρατιῶται περιστάντες ἐλιθοβόλησαν.

61

.

20

.

1

καὶ ἔδει γὰρ καὶ τὸν κολοφῶνα ἄξιον τῶν πραττομένων ἐπε‐ νεχθῆναι, παρῆλθέ τε καὶ αὐτὸς ὁ Νέρων ἐς τὸ θέατρον, ὀνομαστὶ πρὸς τοῦ Γαλλίωνος ἐσκηρυχθείς, καὶ ἔστη τε ἐπὶ τῆς σκηνῆς ὁ Καῖσαρ τὴν κιθαρῳδικὴν σκευὴν ἐνδεδυκώς, καὶ “κύριοί μου, εὐμε‐

61

.

20

.

2

νῶς μου ἀκούσατε” εἶπεν ὁ αὐτοκράτωρ, ἐκιθαρῴδησέ τε Ἄττιν
τινὰ ἢ Βάκχας ὁ Αὔγουστος, πολλῶν μὲν στρατιωτῶν παρεστηκό‐ των, παντὸς δὲ τοῦ δήμου, ὅσον αἱ ἕδραι ἐχώρησαν, καθημένου, καίτοι καὶ βραχὺ καὶ μέλαν, ὥς γε παραδέδοται, φώνημα ἔχων,

61

.

20

.

3

ὥστε καὶ γέλωτα ἅμα καὶ δάκρυα πᾶσι κινῆσαι. καὶ αὐτῷ καὶ ὁ Βοῦρρος καὶ ὁ Σενέκας, καθάπερ τινὲς διδάσκαλοι, ὑποβάλλοντές τι παρειστήκεσαν, καὶ αὐτοὶ τάς τε χεῖρας καὶ τὰ ἱμάτια, ὁπότε φθέγξαιτό τι, ἀνέσειον, καὶ τοὺς ἄλλους προσεπεσπῶντο. ἦν μὲν
5γάρ τι καὶ ἴδιον αὐτῷ σύστημα ἐς πεντακισχιλίους στρατιώτας

61

.

20

.

4

παρεσκευασμένον, Αὐγούστειοί τε ὠνομάζοντο καὶ ἐξῆρχον τῶν ἐπαί‐ νων· ἠναγκάζοντο δέ σφισι καὶ οἱ ἄλλοι πάντες καὶ ἄκοντες, πλὴν τοῦ Θρασέα, ἐκβοᾶν. οὗτος μὲν γὰρ οὐδέποτε αὐτῷ συγκαθῆκεν, οἱ δὲ δὴ ἄλλοι, καὶ μάλισθ’ οἱ ἐπιφανεῖς, σπουδῇ καὶ ὀδυρόμενοι
5συνελέγοντο, καὶ πάνθ’ ὅσαπερ οἱ Αὐγούστειοι, ὡς καὶ χαίροντες,

61

.

20

.

5

συνεβόων· καὶ ἦν ἀκούειν πως αὐτῶν λεγόντων “ὁ καλὸς Καῖσαρ, ὁ Ἀπόλλων, ὁ Αὔγουστος, εἷς ὡς Πύθιος. μά σε Καῖσαρ, οὐδείς σε νικᾷ.” ποιήσας δὲ ταῦτα ἐδείπνισε τὸν δῆμον ἐπὶ πλοίων ἐν τῷ χωρίῳ ἐν ᾧ ἡ ναυμαχία ὑπὸ τοῦ Αὐγούστου ἐγεγόνει· καὶ
5ἐξ αὐτοῦ νυκτὸς μεσούσης ἐς τὸν Τίβεριν διὰ τάφρου κατέπλευσε. Xiph. 157, 5—158, 16 R. St., et (v. 2) Exc. Val. 242.

61

.

21

.

1

ταῦτα μὲν ἐπὶ τῷ τὸ γένειον ψιλισθῆναι ἔπραξεν· ὑπὲρ δὲ δὴ τῆς σωτηρίας τῆς τε διαμονῆς τοῦ κράτους αὐτοῦ (οὕτω γάρ που προέγραψεν) ἀγῶνα πενταετηρικὸν κατεστήσατο, Νε‐ ρώνεια αὐτὸν ὀνομάσας, καὶ ἐπ’ αὐτῷ καὶ τὸ γυμνάσιον ᾠκο‐
5δόμησεν, ἔλαιόν τε ἐν τῇ καθιερώσει αὐτοῦ καὶ τοῖς βουλευ‐

61

.

21

.

2

ταῖς καὶ τοῖς ἱππεῦσι προῖκα ἔνειμε. τὸν μέντοι στέφανον τὸν τῶν κιθαρῳδῶν ἀνικεὶ ἔλαβε, πάντων ὡς καὶ ἀναξίων τῆς νίκης ἐκβληθέντων, καὶ εὐθὺς ἐς αὐτὸ τὸ γυμνάσιον ἐν τῇ στολῇ σφων ἐσεγράφη. κἀκ τούτου καὶ οἱ ἄλλοι αὐτῷ στέφανοι οἱ τῆς
5κιθαρῳδίας ἐξ ἁπάντων τῶν ἀγώνων ὡς καὶ μόνῳ ἀξιονίκῳ ἐπέμ‐ ποντο. Xiph. 158, 16—24 R. St., Exc. Val. 243 (p. 689).

62

.

1

.

1

ἐν ᾧ δὲ ταῦτα ἐν τῇ Ῥώμῃ ἐπαίζετο, πάθος ἐν τῇ Βρεττανίᾳ δεινὸν συνηνέχθη· δύο τε γὰρ πόλεις ἐπορθήθησαν, καὶ μυριάδες ὀκτὼ τῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων αὐτῶν ἐφθάρησαν, ἥ τε νῆσος ἠλλοτριώθη. καὶ ταῦτα μέντοι πάντα ὑπὸ γυναικὸς αὐτοῖς
5συνηνέχθη, ὥστε καὶ κατὰ τοῦτο πλείστην αὐτοῖς αἰσχύνην συμβῆ‐

62

.

1

.

2

ναι, ὥς που καὶ τὸ θεῖον τὴν συμφορὰν αὐτοῖς προεσήμανεν· ἔκ τε γὰρ τοῦ βουλευτηρίου θροῦς νυκτὸς βαρβαρικὸς μετὰ γέλωτος καὶ ἐκ τοῦ θεάτρου θόρυβος μετ’ οἰμωγῆς ἐξηκούετο, μηδενὸς ἀνθρώπων μήτε φθεγγομένου μήτε στένοντος, οἰκίαι τέ τινες ἐν
5τῷ Ταμέσᾳ ποταμῷ ὕφυδροι ἑωρῶντο, καὶ ὁ ὠκεανὸς ὁ μεταξὺ τῆς τε νήσου καὶ τῆς Γαλατίας αἱματώδης ποτὲ ἐν τῇ πλημμυ‐

62

.

2

.

1

ρίδι ηὐξήθη. πρόφασις δὲ τοῦ πολέμου ἐγένετο ἡ δήμευσις τῶν χρημάτων ἃ Κλαύδιος τοῖς πρώτοις αὐτῶν ἐδεδώκει· καὶ ἔδει καὶ ἐκεῖνα, ὥς γε Δεκιανὸς Κάτος ὁ τῆς νήσου ἐπιτροπεύων ἔλεγεν, ἀναπόμπιμα γενέσθαι. διά τε οὖν τοῦτο, καὶ ὅτι ὁ Σενέκας χιλίας
5σφίσι μυριάδας ἄκουσιν ἐπὶ χρησταῖς ἐλπίσι τόκων δανείσας ἔπειτ’ ἀθρόας τε ἅμα αὐτὰς καὶ βιαίως ἐσέπρασσεν ........

62

.

2

.

2

ἡ δὲ μάλιστα αὐτοὺς ἐρεθίσασα καὶ ἐναντία Ῥωμαίων πολεμεῖν ἀναπείσασα, τῆς τε προστατείας αὐτῶν ἀξιωθεῖσα καὶ τοῦ πολέ‐ μου παντὸς στρατηγήσασα, Βουδουῖκα ἦν, γυνὴ Βρεττανὶς γένους

62

.

2

.

3

τοῦ βασιλείου, μεῖζον ἢ κατὰ γυναῖκα φρόνημα ἔχουσα. αὕτη γὰρ συνήγαγέ τε τὸ στράτευμα ἀμφὶ δώδεκα μυριάδας ὄν, καὶ ἀνέβη ἐπὶ βῆμα ἐκ γῆς ἑλώδους ἐς τὸν Ῥωμαϊκὸν τρόπον πεποιημένον. ἦν δὲ καὶ τὸ σῶμα μεγίστη καὶ τὸ εἶδος βλοσυρωτάτη τό τε βλέμμα

62

.

2

.

4

δριμυτάτη, καὶ τὸ φθέγμα τραχὺ εἶχε, τήν τε κόμην πλείστην τε καὶ ξανθοτάτην οὖσαν μέχρι τῶν γλουτῶν καθεῖτο, καὶ στρεπτὸν μέγαν χρυσοῦν ἐφόρει, χιτῶνά τε παμποίκιλον ἐνεκεκόλπωτο, καὶ χλαμύδα ἐπ’ αὐτῷ παχεῖαν ἐνεπεπόρπητο. οὕτω μὲν ἀεὶ ἐνεσκευά‐
5ζετο· τότε δὲ καὶ λόγχην λαβοῦσα, ὥστε καὶ ἐκ τούτου πάντας ἐκπλήττειν, ἔλεξεν ὧδε.

62

.

3

.

1

“πέπεισθε μὲν τοῖς ἔργοις αὐτοῖς ὅσον ἐλευθερία τῆς δουλείας διαφέρει, ὥστ’ εἰ καὶ πρότερόν τις ὑμῶν ὑπὸ τῆς τοῦ κρείττονος ἀπειρίας ἐπαγωγοῖς ἐπαγγέλμασι τῶν Ῥωμαίων ἠπάτητο, ἀλλὰ νῦν γε ἑκατέρου πεπειραμένοι μεμαθήκατε μὲν ὅσον ἡμαρτήκατε
5δεσποτείαν ἐπισπαστὸν πρὸ τῆς πατρίου διαίτης προτιμήσαντες, ἐγνώκατε δὲ ὅσῳ καὶ πενία ἀδέσποτος πλούτου δουλεύοντος προ‐

62

.

3

.

2

φέρει. τί μὲν γὰρ οὐ τῶν αἰσχίστων, τί δ’ οὐ τῶν ἀλγίστων, ἐξ οὗπερ ἐς τὴν Βρεττανίαν οὗτοι παρέκυψαν, πεπόνθαμεν; οὐ τῶν μὲν πλείστων καὶ μεγίστων κτημάτων ὅλων ἐστερήμεθα, τῶν δὲ

62

.

3

.

3

λοιπῶν τέλη καταβάλλομεν; οὐ πρὸς τῷ τἆλλα πάντα καὶ νέμειν καὶ γεωργεῖν ἐκείνοις, καὶ τῶν σωμάτων αὐτῶν δασμὸν ἐτήσιον φέρομεν; καὶ πόσῳ κρεῖττον ἦν ἅπαξ τισὶ πεπρᾶσθαι μᾶλλον ἢ
μετὰ κενῶν ἐλευθερίας ὀνομάτων κατ’ ἔτος λυτροῦσθαι; πόσῳ δὲ
5ἐσφάχθαι καὶ ἀπολωλέναι μᾶλλον ἢ κεφαλὰς ὑποτελεῖς περιφέρειν;

62

.

3

.

4

καίτοι τί τοῦτο εἶπον; οὐδὲ γὰρ τὸ τελευτῆσαι παρ’ αὐτοῖς ἀζήμιόν ἐστιν, ἀλλ’ ἴστε ὅσον καὶ ὑπὲρ τῶν νεκρῶν τελοῦμεν· παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις καὶ τοὺς δουλεύοντάς τισιν ὁ θάνατος ἐλευθεροῖ, Ῥωμαίοις δὲ δὴ μόνοις καὶ οἱ νεκροὶ ζῶσι

62

.

3

.

5

πρὸς τὰ λήμματα. τί δ’ ὅτι, κἂν μὴ ἔχῃ τις ἡμῶν ἀργύριον (πῶς γὰρ ἢ πόθεν), ἀποδυόμεθα καὶ σκυλευόμεθα ὥσπερ οἱ φονευόμενοι; τί δ’ ἂν προϊόντος τοῦ χρόνου μετριάσαιεν, οὕτως ἡμῖν κατὰ τὴν πρώτην εὐθύς, ὅτε πάντες καὶ τὰ θηρία τὰ νεάλωτα θεραπεύουσι,
5προσενηνεγμένοι;

62

.

4

.

1

ἡμεῖς δὲ δὴ πάντων τῶν κακῶν τούτων αἴτιοι, ὥς γε τἀληθὲς εἰπεῖν, γεγόναμεν, οἵτινες αὐτοῖς ἐπιβῆναι τὴν ἀρχὴν τῆς νήσου ἐπετρέψαμεν, καὶ οὐ παραχρῆμα αὐτούς, ὥσπερ καὶ τὸν Καίσαρα τὸν Ἰούλιον ἐκεῖνον, ἐξηλάσαμεν· οἵτινες οὐ πόρρωθέν σφισιν,
5ὥσπερ καὶ τῷ Αὐγούστῳ καὶ τῷ Γαΐῳ τῷ Καλιγόλᾳ, φοβερὸν τὸ

62

.

4

.

2

καὶ πειρᾶσαι τὸν πλοῦν ἐποιήσαμεν. τοιγαροῦν νῆσον τηλικαύτην, μᾶλλον δὲ ἤπειρον τρόπον τινὰ περίρρυτον νεμόμενοι καὶ ἰδίαν οἰκουμένην ἔχοντες, καὶ τοσοῦτον ὑπὸ τοῦ ὠκεανοῦ ἀφ’ ἁπάντων τῶν ἄλλων ἀνθρώπων ἀφωρισμένοι ὥστε καὶ γῆν ἄλλην καὶ οὐρα‐
5νὸν ἄλλον οἰκεῖν πεπιστεῦσθαι, καί τινας αὐτῶν καὶ τοὺς σοφω‐ τάτους γε μηδὲ τὸ ὄνομα ἡμῶν ἀκριβῶς πρότερον ἐγνωκέναι, κατεφρονήθημεν καὶ κατεπατήθημεν ὑπ’ ἀνθρώπων μηδὲν ἄλλο ἢ

62

.

4

.

3

πλεονεκτεῖν εἰδότων. ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν ἔτι, ὦ πολῖται καὶ φίλοι καὶ συγγενεῖς (πάντας γὰρ ὑμᾶς συγγενεῖς, ἅτε καὶ μιᾶς νήσου οἰκήτορας ὄντας καὶ ἓν ὄνομα κοινὸν κεκλημένους, νομίζω), τὰ προσήκοντα πράξωμεν, ἕως ἔτι τῆς ἐλευθερίας μνημονεύομεν,
5ἵνα καὶ τὸ πρόσρημα καὶ τὸ ἔργον αὐτῆς τοῖς παισὶ καταλίπωμεν. ἂν γὰρ ἡμεῖς τῆς συντρόφου εὐδαιμονίας παντελῶς ἐκλαθώμεθα, τί ποτε ἐκεῖνοι ποιήσουσιν ἐν δουλείᾳ τραφέντες;

62

.

5

.

1

λέγω δὲ ταῦτα οὐχ ἵνα μισήσητε τὰ παρόντα (μεμισήκατε γάρ), οὐδ’ ἵνα φοβηθῆτε τὰ μέλλοντα (πεφόβησθε γάρ), ἀλλ’ ἵνα ἐπαι‐ νέσω τε ὑμᾶς ὅτι καὶ καθ’ ἑαυτοὺς πάνθ’ ὅσα δεῖ προαιρεῖσθε, καὶ χάριν ὑμῖν γνῶ ὅτι καὶ ἐμοὶ καὶ ἑαυτοῖς ἑτοίμως συναίρεσθε.

62

.

5

.

2

φοβεῖσθε δὲ μηδαμῶς τοὺς Ῥωμαίους· οὔτε γὰρ πλείους ἡμῶν
εἰσιν οὔτ’ ἀνδρειότεροι. τεκμήριον δὲ ὅτι καὶ κράνεσι καὶ θώραξι καὶ κνημῖσιν ἐσκέπασθε καὶ προσέτι καὶ σταυρώμασι καὶ τείχεσι καὶ τάφροις ἐσκεύασθε πρὸς τὸ μήτι πάσχειν ἐξ ἐπιδρομῆς τῶν
5πολεμίων. τοῦτο γὰρ αἱροῦνται μᾶλλον ὑπὸ τῶν φόβων ἢ τὸ καὶ

62

.

5

.

3

δρᾶσαί τι προχείρως ὥσπερ ἡμεῖς. τοσαύτῃ γὰρ περιουσίᾳ ἀνδρίας χρώμεθα ὥστε καὶ τὰς σκηνὰς ἀσφαλεστέρας τῶν τειχῶν καὶ τὰς ἀσπίδας πολυαρκεστέρας τῆς ἐκείνων πανοπλίας νομίζειν. ἐξ οὗπερ ἡμεῖς μὲν καὶ κρατοῦντες αἱροῦμεν αὐτοὺς καὶ βιασθέντες ἐκφεύ‐
5γομεν, κἂν ἄρα καὶ ἀναχωρῆσαί ποι προελώμεθα, ἐς τοιαῦτα ἕλη

62

.

5

.

4

καὶ ὄρη καταδυόμεθα ὥστε μήτε εὑρεθῆναι μήτε ληφθῆναι· ἐκεῖνοι δὲ οὔτε διῶξαί τινα ὑπὸ τοῦ βάρους οὔτε φυγεῖν δύνανται, κἂν ἄρα καὶ ἐκδράμωσί ποτε, ἔς τε χωρία ἀποδεδειγμένα καταφεύγουσι,

62

.

5

.

5

κἀνταῦθα ὥσπερ ἐς γαλεάγρας κατακλείονται. ἔν τε οὖν τούτοις παρὰ πολὺ ἡμῶν ἐλαττοῦνται, καὶ ἐν ἐκείνοις, ὅτι οὔτε λιμὸν οὔτε δίψος, οὐ ψῦχος οὐ καῦμα ὑποφέρουσιν ὥσπερ ἡμεῖς, ἀλλ’ οἱ μὲν καὶ σκιᾶς καὶ σκέπης σίτου τε μεμαγμένου καὶ οἴνου καὶ ἐλαίου
5δέονται, κἂν ἄρα τι τούτων αὐτοὺς ἐπιλίπῃ διαφθείρονται, ἡμῖν δὲ δὴ πᾶσα μὲν πόα καὶ ῥίζα σῖτός ἐστι, πᾶς δὲ χυμὸς ἔλαιον,

62

.

5

.

6

πᾶν δὲ ὕδωρ οἶνος, πᾶν δὲ δένδρον οἰκία. καὶ μὴν καὶ τὰ χωρία ταῦτα ἡμῖν μὲν συνήθη καὶ σύμμαχα, ἐκείνοις δὲ δὴ καὶ ἄγνωστα καὶ πολέμια· καὶ τοὺς ποταμοὺς ἡμεῖς μὲν γυμνοὶ διανέομεν, ἐκεῖ‐ νοι δὲ οὐδὲ πλοίοις ῥᾳδίως περαιοῦνται. ἀλλ’ ἴωμεν ἐπ’ αὐτοὺς
5ἀγαθῇ τύχῃ θαρροῦντες. δείξωμεν αὐτοῖς ὅτι λαγωοὶ καὶ ἀλώπε‐ κες ὄντες κυνῶν καὶ λύκων ἄρχειν ἐπιχειροῦσιν.”

62

.

6

.

1

ταῦτα εἰποῦσα λαγὼν μὲν ἐκ τοῦ κόλπου προήκατο μαντείᾳ τινὶ χρωμένη, καὶ ἐπειδὴ ἐν αἰσίῳ σφίσιν ἔδραμε, τό τε πλῆθος πᾶν ἡσθὲν ἀνεβόησε, καὶ ἡ Βουδουῖκα τὴν χεῖρα ἐς τὸν οὐρανὸν

62

.

6

.

2

ἀνατείνασα εἶπε “χάριν τέ σοι ἔχω, ὦ Ἀνδράστη, καὶ προσεπικα‐ λοῦμαί σε γυνὴ γυναῖκα, οὐκ Αἰγυπτίων ἀχθοφόρων ἄρχουσα ὡς Νίτωκρις, οὐδ’ Ἀσσυρίων τῶν ἐμπόρων ὡς Σεμίραμις (καὶ γὰρ ταῦτ’ ἤδη παρὰ τῶν Ῥωμαίων μεμαθήκαμεν), οὐ μὴν οὐδὲ Ῥω‐

62

.

6

.

3

μαίων αὐτῶν ὡς πρότερον μὲν Μεσσαλῖνα ἔπειτ’ Ἀγριππῖνα νῦν δὲ καὶ Νέρων (ὄνομα μὲν 〈γὰρ〉 ἀνδρὸς ἔχει, ἔργῳ δὲ γυνή ἐστι· σημεῖον δέ, ᾄδει καὶ κιθαρίζει καὶ καλλωπίζεται), ἀλλὰ ἀνδρῶν Βρεττανῶν, γεωργεῖν μὲν ἢ δημιουργεῖν οὐκ εἰδότων, πολεμεῖν δὲ
5ἀκριβῶς μεμαθηκότων, καὶ τά τε ἄλλα πάντα κοινὰ καὶ παῖδας καὶ γυναῖκας κοινὰς νομιζόντων, καὶ διὰ τοῦτο καὶ ἐκείνων τὴν

62

.

6

.

4

αὐτὴν τοῖς ἄρρεσιν ἀρετὴν ἐχουσῶν. τοιούτων οὖν ἀνδρῶν καὶ τοιούτων γυναικῶν βασιλεύουσα προσεύχομαί τέ σοι καὶ αἰτῶ νίκην καὶ σωτηρίαν καὶ ἐλευθερίαν κατ’ ἀνδρῶν ὑβριστῶν ἀδίκων ἀπλήστων ἀνοσίων, εἴ γε καὶ ἄνδρας χρὴ καλεῖν ἀνθρώπους ὕδατι
5θερμῷ λουμένους, ὄψα σκευαστὰ ἐσθίοντας, οἶνον ἄκρατον πί‐ νοντας, μύρῳ ἀλειφομένους, μαλθακῶς κοιμωμένους, μετὰ μειρα‐ κίων, καὶ τούτων ἐξώρων, καθεύδοντας, κιθαρῳδῷ, καὶ τούτῳ

62

.

6

.

5

κακῷ, δουλεύοντας. μὴ γάρ τοι μήτ’ ἐμοῦ μήθ’ ὑμῶν ἔτι βασι‐ λεύσειεν ἡ Νερωνὶς ἡ Δομιτία, ἀλλ’ ἐκείνη μὲν Ῥωμαίων ᾄδουσα δεσποζέτω (καὶ γὰρ ἄξιοι τοιαύτῃ γυναικὶ δουλεύειν, ἧς τοσοῦτον ἤδη χρόνον ἀνέχονται τυραννούσης), ἡμῶν δὲ σὺ ὦ δέσποινα ἀεὶ
5μόνη προστατοίης.”

62

.

7

.

1

τοιαῦτ’ ἄττα ἡ Βουδουῖκα δημηγορήσασα ἐπῆγε τοῖς Ῥωμαίοις τὴν στρατιάν· ἔτυχον γὰρ ἄναρχοι ὄντες διὰ τὸ Παυλῖνον τὸν ἡγε‐ μόνα σφῶν εἰς νῆσόν τινα Μῶνναν ἀγχοῦ τῆς Βρεττανίας κειμένην ἐπιστρατεῦσαι. διὰ τοῦτο πόλεις τε δύο Ῥωμαϊκὰς ἐξεπόρθησε καὶ
5διήρπασε, καὶ φόνον ἀμύθητον, ὡς ἔφην, εἰργάσατο· τοῖς τε ἁλι‐ σκομένοις ἀνθρώποις ὑπ’ αὐτῶν οὐδὲν τῶν δεινοτάτων ἔστιν ὅ τι

62

.

7

.

2

οὐκ ἐγίνετο. καὶ ὃ δὴ δεινότατον καὶ θηριωδέστατον ἔπραξαν· τὰς γὰρ γυναῖκας τὰς εὐγενεστάτας καὶ εὐπρεπεστάτας γυμνὰς ἐκρέμασαν, καὶ τούς τε μαστοὺς αὐτῶν περιέτεμον καὶ τοῖς στό‐ μασί σφων προσέρραπτον, ὅπως ὡς καὶ ἐσθίουσαι αὐτοὺς ὁρῷντο,
5καὶ μετὰ τοῦτο πασσάλοις ὀξέσι διὰ παντὸς τοῦ σώματος κατὰ

62

.

7

.

3

μῆκος ἀνέπειραν. καὶ ταῦτα πάντα, θύοντές τε ἅμα καὶ ἑστιώμε‐ νοι καὶ ὑβρίζοντες, ἔν τε τοῖς ἄλλοις σφῶν ἱεροῖς καὶ ἐν τῷ τῆς Ἀνδάτης μάλιστα ἄλσει ἐποίουν. οὕτω τε γὰρ τὴν Νίκην ὠνό‐ μαζον, καὶ ἔσεβον αὐτὴν περιττότατα.

62

.

8

.

1

ὁ δὲ Παυλῖνος ἔτυχε μὲν ἤδη τὴν Μῶνναν παραστησάμενος, πυθόμενος δὲ τὴν Βρεττανικὴν συμφορὰν ἀπέπλευσεν εὐθὺς ἐς αὐτὴν ἐκ τῆς Μώννης. καὶ διακινδυνεῦσαι μὲν αὐτίκα πρὸς τοὺς βαρβάρους οὐκ ἤθελε, τό τε πλῆθος αὐτῶν καὶ τὴν ἀπόνοιαν φο‐
5βούμενος, ἀλλ’ ἐς ἐπιτηδειότερον καιρὸν τὴν μάχην ὑπερετίθετο· ἐπεὶ δὲ σίτου τε ἐσπάνιζε καὶ οἱ βάρβαροι ἐγκείμενοι οὐκ ἀνίεσαν,

62

.

8

.

2

ἠναγκάσθη καὶ παρὰ γνώμην αὐτοῖς συμβαλεῖν. ἡ μὲν οὖν Βου‐ δουῖκα ἐς τρεῖς καὶ εἴκοσι μυριάδας ἀνδρῶν στράτευμα ἔχουσα αὐτὴ μὲν ἐφ’ ἅρματος ὠχεῖτο, τοὺς δὲ ἄλλους ὡς ἑκάστους διέτα‐ ξεν· ὁ δὲ δὴ Παυλῖνος μήτε ἀντιπαρατεῖναί οἱ τὴν φάλαγγα δυνη‐
5θείς (οὐδὲ γὰρ οὐδ’ εἰ ἐφ’ ἕνα ἐτάχθησαν ἐξικνοῦντο· τοσοῦτον

62

.

8

.

3

ἠλαττοῦντο τῷ πλήθει) μήτ’ αὖ καθ’ ἓν συμβαλεῖν, μὴ καὶ περι‐ στοιχισθεὶς κατακοπῇ, τολμήσας, τριχῇ τε ἔνειμε τὸν στρατὸν ὅπως πολλαχόθεν ἅμα μάχοιντο, καὶ ἐπύκνωσεν ἕκαστον τῶν μερῶν ὥστε δύσρηκτον εἶναι. συντάττων δ’ αὐτοὺς καὶ καθιστὰς

62

.

9

.

1

προσπαρῄνει, λέγων “ἄγετε ἄνδρες συστρατιῶται, ἄγετε ἄνδρες Ῥωμαῖοι, δείξατε τοῖς ὀλέθροις τούτοις ὅσον καὶ δυστυχοῦντες αὐτῶν προφέρομεν· αἰσχρὸν γάρ ἐστιν ὑμῖν, ἃ μικρῷ πρόσθεν ὑπ’ ἀρετῆς ἐκτήσασθε, νῦν ἀκλεῶς ἀπολέσαι. πολλάκις τοι τῶν
5νῦν παρόντων ἐλάττους ὄντες πολὺ πλείονας ἀντιπάλους καὶ ἡμεῖς

62

.

9

.

2

αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ἐνίκησαν. μήτ’ οὖν τὸ πλῆθος αὐτῶν φοβηθῆτε καὶ τὴν νεωτεροποιίαν (ἐκ γὰρ ἀόπλου καὶ ἀμελετήτου προπετείας θρασύνονται), μήθ’ ὅτι πόλεις τινὰς ἐμπεπρήκασιν· οὐ γὰρ κατὰ κράτος οὐδὲ ἐκ μάχης, ἀλλὰ τὴν μὲν προδοθεῖσαν
5τὴν δὲ ἐκλειφθεῖσαν εἷλον. ἀνθ’ ὧν νῦν τὴν προσήκουσαν παρ’ αὐτῶν δίκην λάβετε, ἵνα καὶ τοῖς ἔργοις αὐτοῖς ἐκμάθωσιν οἵους ὄντας ἡμᾶς οἷοι ὄντες ἠδικήκασι”.

62

.

10

.

1

ταῦτά τισιν εἰπὼν ἐφ’ ἑτέρους ἦλθε, καὶ ἔφη “νῦν καιρὸς ὦ συστρατιῶται προθυμίας, νῦν τόλμης. ἂν τήμερον ἄνδρες ἀγαθοὶ γένησθε, καὶ τὰ προειμένα ἀναλήψεσθε· ἂν τούτων κρατήσητε, οὐκέτ’ οὐδεὶς ἡμῖν οὐδὲ τῶν ἄλλων ἀντιστήσεται. διὰ μιᾶς τοιαύ‐
5της μάχης καὶ τὰ ὑπάρχοντα βεβαιώσεσθε καὶ τὰ λοιπὰ προσκα‐

62

.

10

.

2

ταστρέψεσθε· πάντες γὰρ καὶ οἱ ἄλλοθί που ὄντες στρατιῶται ζηλώσουσιν ὑμᾶς καὶ ἐχθροὶ φοβηθήσονται. ὥστε ἐν ταῖς χερσὶν ἔχοντες ἢ πάντων ἀνθρώπων ἀδεῶς ἄρχειν ὧν καὶ οἱ πατέρες ὑμῶν κατέλιπον καὶ αὐτοὶ ὑμεῖς προσεπεκτήσασθε, ἢ πάντως
5αὐτῶν στερηθῆναι, ἕλεσθε ἐλεύθεροι εἶναι, ἄρχειν πλουτεῖν εὐδαι‐ μονεῖν μᾶλλον ἢ τἀναντία αὐτῶν ῥᾳθυμήσαντες παθεῖν.”

62

.

11

.

1

τοιαῦτα δὲ καὶ τούτοις εἰπὼν ἐπὶ τοὺς τρίτους ἐπιπαρῆλθε, καὶ ἔλεξε καὶ ἐκείνοις “ἠκούσατε μὲν οἷα ἡμᾶς οἱ κατάρατοι οὗτοι

62

.

11

.

2

δεδράκασι, μᾶλλον δὲ ἔνια αὐτῶν καὶ εἴδετε· ὥσθ’ ἕλεσθε πότερον καὶ αὐτοὶ τὰ αὐτὰ ἐκείνοις παθεῖν καὶ προσέτι καὶ ἐκπεσεῖν παν‐ τελῶς ἐκ τῆς Βρεττανίας, ἢ κρατήσαντες καὶ τοῖς ἀπολωλόσι τιμω‐ ρῆσαι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασι παράδειγμα ποιῆσαι καὶ
5πρὸς τὸ πειθαρχοῦν εὐμενοῦς ἐπιεικείας καὶ πρὸς τὸ νεωτερίζον

62

.

11

.

3

ἀναγκαίας τραχύτητος. μάλιστα μὲν οὖν ἔγωγε νικήσειν ἡμᾶς ἐλπίζω καὶ τῇ παρὰ τῶν θεῶν συμμαχίᾳ (τοῖς γὰρ ἀδικουμένοις ὡς τὸ πολὺ συναίρονται) καὶ τῇ πατρῴᾳ ἡμῶν ἀνδρίᾳ, Ῥωμαίους τε
ὄντας καὶ ταῖς ἀρεταῖς ἁπάντων ἀνθρώπων κεκρατηκότας, καὶ ταῖς
5ἐμπειρίαις (καὶ γὰρ αὐτοὺς τούτους τοὺς νῦν ἀντικαθεστῶτας ἡττήσαντες κεχειρώμεθα), τῷ τε ἀξιώματι (οὐ γὰρ ἀντιπάλοις τισὶν ἀλλὰ δούλοις ἡμετέροις συμβαλοῦμεν, οὓς καὶ ἐλευθέρους

62

.

11

.

4

καὶ αὐτονόμους ὄντας εἰάσαμεν)· ἂν δὲ δὴ παρ’ ἐλπίδα τι συμβῇ (οὐδὲ γὰρ [οὐδὲ] τοῦτ’ εἰπεῖν ὀκνήσω), ἄμεινόν ἐστι μαχομένους ἡμᾶς ἀνδρείως πεσεῖν ἢ ἁλόντας ἀνασκολοπισθῆναι, τὰ σπλάγχνα τὰ ἑαυτῶν ἐκτμηθέντα ἰδεῖν, πασσάλοις διαπύροις ἀναπαρῆναι
5καὶ ὕδατι ζέοντι τηκομένους ἀπολέσθαι, καθάπερ ἐς θηρία τινὰ

62

.

11

.

5

ἄγρια ἄνομα ἀνόσια ἐμπεπτωκότας. ἢ οὖν περιγενώμεθα αὐτῶν, ἢ ἐνταῦθα ἀποθάνωμεν. καλὸν τὸ μνημεῖον τὴν Βρεττανίαν ἕξομεν, κἂν πάντες οἱ λοιποὶ Ῥωμαῖοι ἐξ αὐτῆς ἐκπέσωσι· τοῖς γὰρ σώ‐ μασι τοῖς ἡμετέροις πάντως αὐτὴν ἀεὶ καθέξομεν”.

62

.

12

.

1

τοιαῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἦρε τὸ σημεῖον τῆς μάχης· κἀκ τούτου συνῆλθον, οἱ μὲν βάρβαροι κραυγῇ τε πολλῇ καὶ ᾠδαῖς ἀπειλητικαῖς χρώμενοι, οἱ δὲ Ῥωμαῖοι σιγῇ καὶ κόσμῳ,

62

.

12

.

2

μέχρις οὗ ἐς ἀκοντίου βολὴν ἀφίκοντο. ἐνταῦθα δὲ ἤδη βάδην τῶν πολεμίων προσιόντων σφίσιν ἐξᾴξαντες ἅμα ἀπὸ συνθήματος ἐπέδραμον αὐτοῖς ἀνὰ κράτος, καὶ ἐν μὲν τῇ προσμίξει ῥᾳδίως τὴν ἀντίταξίν σφων διέρρηξαν, περισχεθέντες δὲ τῷ πλήθει παν‐

62

.

12

.

3

ταχόθεν ἅμα ἐμάχοντο. καὶ ἦν ὁ ἀγωνισμὸς αὐτῶν πολύτροπος· τοῦτο μὲν γὰρ οἱ ψιλοὶ τοὺς ψιλοὺς ἀντέβαλλον, τοῦτο δὲ οἱ ὁπλῖται τοῖς ὁπλίταις ἀνθίσταντο, οἵ τε ἱππεῖς τοῖς ἱππεῦσι συνεφέροντο, καὶ πρὸς τὰ ἅρματα τῶν βαρβάρων οἱ τοξόται τῶν
5Ῥωμαίων ἀντηγωνίζοντο. τούς τε γὰρ Ῥωμαίους οἱ βάρβαροι ῥύμῃ τοῖς ἅρμασι προσπίπτοντες ἀνέτρεπον, καὶ αὐτοὶ ὑπὸ τῶν τοξευμάτων, ἅτε καὶ δίχα θωράκων μαχόμενοι, ἀνεστέλλοντο·

62

.

12

.

4

ἱππεύς τε πεζὸν ἀνέτρεπε, καὶ πεζὸς ἱππέα κατέβαλλε· πρός τε τὰ ἅρματα συμφραξάμενοί τινες ἐχώρουν, καὶ ἄλλοι ὑπ’ αὐτῶν ἐσκεδάννυντο· τούς τε τοξότας οἱ μὲν ὁμόσε σφίσιν ἰόντες ἔτρεπον, οἱ δὲ πόρρωθεν ἐφυλάσσοντο. καὶ ταῦτα οὐ καθ’ ἓν ἀλλὰ τριχῇ

62

.

12

.

5

πάνθ’ ὁμοίως ἐγίνετο. ἠγωνίσαντο δὲ ἐπὶ πολὺ ὑπὸ τῆς αὐτῆς
ἀμφότεροι προθυμίας καὶ τόλμης. τέλος δὲ ὀψέ ποτε οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ πολλοὺς μὲν ἐν τῇ μάχῃ καὶ πρὸς ταῖς ἁμάξαις τῇ

62

.

12

.

6

τε ὕλῃ κατεφόνευσαν, πολλοὺς δὲ καὶ ζῶντας εἷλον. συχνοὶ δ’ οὖν καὶ διέφυγον, καὶ παρεσκευάζοντο μὲν ὡς καὶ αὖθις μαχού‐ μενοι, ἀποθανούσης δὲ ἐν τούτῳ τῆς Βουδουίκης νόσῳ ἐκείνην μὲν δεινῶς ἐπένθησαν καὶ πολυτελῶς ἔθαψαν, αὐτοὶ δ’ ὡς καὶ
5τότε ὄντως ἡττηθέντες διεσκεδάσθησαν. Xiph. p. 158, 24—165, 20 R. St.

62

.

13

.

1

καὶ τὰ μὲν Βρεττανικὰ ἐπὶ τοσοῦτον, ἐν δὲ τῇ Ῥώ‐ μῃ ὁ Νέρων Ὀκταβίαν τὴν Αὔγουσταν
11ἀπεπέμψατο μὲν πρότερον διὰ Σαβῖναν τὴν παλλακί‐
15δα,
20ὕστερον δὲ καὶ ἀπέκτει‐ νε, καίτοι τοῦ
Βούρρου ἐναν‐

62

.

13

.

2

τιουμένου αὐτῷ καὶ κωλύοντος ἀποπέμψασθαι, καί ποτε εἰπόντος “οὐκοῦν καὶ τὴν προῖκα αὐτῇ” τοῦτ’ ἔστι τὴν ἡγεμονίαν “ἀπό‐ δος”. οὕτω γάρ πως ἐρρωμένως αὐτῇ ἐχρῆτο ὥστε ποτὲ δεύ‐ τερον ἐρωτηθεὶς ὑπ’ αὐτοῦ γνώμην περὶ ὧν ἀπεφήνατο, εἶπεν
5ἄντικρυς ὅτι “περὶ ὧν ἂν ἅπαξ τι εἴπω, μηκέτι μου αὖθις πύθῃ”. Xiph. 165, 20—28 R. St.

62

.

13

.

3

τοῦτον μὲν οὖν φαρμάκῳ διώ‐ λεσε, Τιγελλῖνον δέ τινα Σωφρό‐ νιον, ἀσελγείᾳ τε καὶ μιαιφονίᾳ πάντας τοὺς καθ’ ἑαυτὸν ἀνθρώ‐
5πους ὑπεράραντα, σὺν ἑτέρῳ τινὶ ἐπὶ τὴν τῶν δορυφόρων ἀρχὴν κατέστησεν. Xiph. 165, 28—31 R. St. πρὸς τοῦτον καὶ τὸ τῆς Πυθιάδος ἀπόφθεγμα γενέσθαι λέγε‐

62

.

13

.

4

ται. ἐπεὶ γὰρ τῶν περὶ τὴν Ὀκταουίαν ὄντων οἱ ἄλλοι πάντες πλὴν Πυθιάδος συνεπέθεντο μετὰ τῆς Σαβίνης αὐτῇ, τῆς μέν, ὅτι ἐδυστύχει, καταφρονήσαντες, τὴν δέ, ὅτι ἴσχυε, κολακεύοντες, μόνη
[δ’] ἡ Πυθιὰς οὔτε τι κατεψεύσατο αὐτῆς, καίπερ πικρότατα
5βασανισθεῖσα, καὶ τέλος ὡς ὁ Τιγελλῖνος ἐνέκειτο αὐτῇ, προσέπτυσέ τε αὐτῷ καὶ εἶπε “καθαρώτερον ὦ Τιγελλῖνε τὸ αἰδοῖον ἡ δέσποινά μου τοῦ σοῦ στόματος ἔχει.” Xiph. 165, 31—166, 6 R. St.

62

.

14

.

1

ὁ δὲ δὴ Νέρων καὶ γέλωτα καὶ σκώμματα τὰ τῶν συγγενῶν κακὰ ἐποιεῖτο. τὸν γοῦν Πλαῦτον ἀποκτείνας, ἔπειτα τὴν κεφαλὴν αὐτοῦ προσενεχθεῖσάν οἱ ἰδών, “οὐκ ᾔδειν” ἔφη “ὅτι [οὕτω] μεγά‐ λην ῥῖνα εἶχεν,” ὥσπερ φεισάμενος ἂν αὐτοῦ εἰ τοῦτο προηπί‐

62

.

14

.

2

στατο. πάντα δὲ ὡς εἰπεῖν τὸν βίον ἐν καπηλικῇ διαίτῃ ποιού‐ μενος ἀπεῖπε τοῖς ἄλλοις μηδὲν ἑφθὸν ἐν καπηλείῳ, πλὴν λαχάνων

62

.

14

.

3

καὶ ἔτνους, πιπράσκειν. τὸν δὲ Πάλλαντα διεχρήσατο, ὅτι καὶ πλοῦτον πολὺν ἐκέκτητο, ὥστε καὶ ἐς μυρίας μυριάδας αὐτὸν ἀριθμεῖσθαι· καὶ δυσκολίᾳ τρόπων πολλῇ ἐχρῆτο, ὥστε μήτε τοῖς οἰκέταις μήτε τοῖς ἐξελευθέροις διαλέγεσθαί τι, ἀλλ’ ἐς γραμμα‐
5τεῖα πάνθ’ ὅσα ἐβούλετο καὶ προσέτασσέ σφισιν ἐσγράφειν. Xiph. 166, 7—17 R. St., et (v. 1. 2) Exc. Val. 245 (p. 689).

62

.

15

.

7

ὅτι ἐκ τῶν συναχθέντων ἐς τὸ Ἄντιον πολλῶν ἀπολομένων
ὁ Νέρων ἐν ἑορτῆς μέρει τοῦτο ἐποιεῖτο. Exc. Val. 246 (p. 689).

62

.

15

1a

ὅτι Θρασέας τις γνώμην ἀπεφήνατο ἀνδρὶ βουλευτῇ ἐσχάτην εἶναι τιμωρίαν τὴν φυγήν. Petr. Patr. exc. Vat. 58 (p. 212 Mai. = p. 194, 16. 17 Dind.)

62

.

15

.

1

τοσαύτη δ’ ἦν ἡ τοῦ Νέρωνος ἀκολασία ὥστε καὶ ἅρματα δημοσίᾳ ἤλαυνε. καί ποτε θηρία ἀποκτείνας ὕδωρ τε εὐθὺς ἐς τὸ θέατρον ἐπωχέτευσε καὶ ναυμαχίαν ἐπετέλεσε, καὶ μετὰ τοῦτο τὸ ὕδωρ ἀφεὶς μονομαχίαν ἐπιδιέθηκε, καὶ τέλος ἐσαγαγὼν αὐτὸ

62

.

15

.

2

αὖθις δεῖπνον δημοσίᾳ πολυτελὲς ἐδείπνισεν. ἑστιάτωρ μὲν ὁ Τιγελλῖνος ἀπεδέδεικτο, καὶ παρασκευὴ πᾶσα πολλὴ ἐπεπόριστο· ἐσκευάσθη δὲ τόνδε τὸν τρόπον. ἐν μὲν τῷ μέσῳ καὶ ἐπὶ τῷ ὕδατι τά τε σκεύη τὰ οἰνηρὰ τὰ ξύλινα τὰ μεγάλα προκαθεῖτο,

62

.

15

.

3

καὶ ἐπ’ αὐτῶν σανίδες ἐπεπήγεσαν, πέριξ δὲ περὶ αὐτὸ καπηλεῖα καὶ οἰκήματα ἐπεποίητο, ὥστε τὸν Νέρωνα καὶ τὸν Τιγελλῖνον τούς τε συσσίτους αὐτῶν τὸ μέσον ἔχοντας ἐπί τε ταπήτων πορ‐ φυρῶν καὶ ἐπὶ στρωμάτων ἁπαλῶν ἐπευωχεῖσθαι, τοὺς δὲ δὴ

62

.

15

.

4

ἄλλους πάντας ἐν τοῖς καπηλείοις εὐθυμεῖσθαι. ἔς τε τὰ πορνεῖα ἐσῄεσαν, καὶ συνεγίγνοντο πάσαις ἀνέδην ἁπλῶς ταῖς ἐνταῦθα καθημέναις· ἦσαν δὲ αἵ τε περικαλλέσταται καὶ ἐκφανέσταται, δοῦλαί τε καὶ ἐλεύθεραι, ἑταῖραι, παρθένοι, γαμεταί τινων, οὐχ
5ὅπως δημότιδες ἀλλὰ καὶ αὐταὶ αἱ εὐγενέσταται καὶ κόραι καὶ

62

.

15

.

5

γυναῖκες. καὶ ἦν ἐξουσία παντὶ τῷ βουλομένῳ σχεῖν ἣν ἤθελεν· οὐ γὰρ ἐξῆν αὐταῖς οὐδένα ἀπαρνήσασθαι. ὥστε, οἷα συρφετώδης ὅμιλος, ἀπλήστως τε ἅμα ἔπινον καὶ ἀσελγῶς ὕβριζον, καί τις καὶ δοῦλος τῇ δεσποίνῃ παρόντος τοῦ δεσπότου καὶ μονομάχος

62

.

15

.

6

εὐγενεῖ κόρῃ ὁρῶντος τοῦ πατρὸς συνεγίνοντο. ὠθισμοί τε καὶ
πληγαὶ καὶ θόρυβοι, τοῦτο μὲν ἀπ’ αὐτῶν τῶν ἐσιόντων, τοῦτο δὲ καὶ ἐκ τῶν ἔξωθεν περιεστηκότων, αἰσχροὶ συνέβαινον, καὶ ἄνδρες τε ἐκ τούτων συχνοὶ ἐφθάρησαν καὶ γυναῖκες, αἱ μὲν
5ἀποπνιγεῖσαι αἱ δὲ διαρπαγεῖσαι.

62

.

16

.

1

μετὰ δὲ ταῦτα ἐπεθύμησεν ὅπερ που ἀεὶ ηὔχετο, τήν τε πόλιν ὅλην καὶ τὴν βασιλείαν ζῶν ἀναλῶσαι· τὸν γοῦν Πρίαμον καὶ αὐ‐ τὸς θαυμαστῶς ἐμακάριζεν ὅτι καὶ τὴν πατρίδα ἅμα καὶ τὴν

62

.

16

.

2

ἀρχὴν ἀπολομένας εἶδεν. λάθρᾳ γάρ τινας ὡς καὶ μεθύοντας ἢ καὶ κακουργοῦντάς τι ἄλλως διαπέμπων, τὸ μὲν πρῶτον ἕν που καὶ δύο καὶ πλείονα ἄλλα ἄλλοθι ὑπεπίμπρα, ὥστε τοὺς ἀνθρώ‐ πους ἐν παντὶ ἀπορίας γενέσθαι, μήτ’ ἀρχὴν τοῦ κακοῦ ἐξευρεῖν
5μήτε τέλος ἐπαγαγεῖν δυναμένους ἀλλὰ πολλὰ μὲν ὁρῶντας πολλὰ

62

.

16

.

3

δὲ ἀκούοντας ἄτοπα. οὔτε γὰρ θεάσασθαι ἄλλο τι ἦν ἢ πυρὰ πολλὰ ὥσπερ ἐν στρατοπέδῳ, οὔτε ἀκοῦσαι λεγόντων τινῶν ἢ ὅτι τὸ καὶ τὸ καίεται· ποῦ; πῶς; ὑπὸ τίνος; βοηθεῖτε. θόρυβός τε οὖν ἐξαίσιος πανταχοῦ πάντας κατελάμβανε, καὶ διέτρεχον οἱ

62

.

16

.

4

μὲν τῇ οἱ δὲ τῇ ὥσπερ ἔμπληκτοι. καὶ ἄλλοις τινὲς ἐπαμύνοντες ἐπυνθάνοντο τὰ οἴκοι καιόμενα· καὶ ἕτεροι πρὶν καὶ ἀκοῦσαι ὅτι τῶν σφετέρων τι ἐμπέπρησται, ἐμάνθανον ὅτι ἀπόλωλεν. οἵ τε ἐκ τῶν οἰκιῶν ἐς τοὺς στενωποὺς ἐξέτρεχον ὡς καὶ ἔξωθεν αὐταῖς
5βοηθήσοντες, καὶ οἱ ἐκ τῶν ὁδῶν εἴσω ἐσέθεον ὡς καὶ ἔνδον τι

62

.

16

.

5

ἀνύσοντες. καὶ ἦν ἥ τε κραυγὴ καὶ ὀλολυγὴ παίδων ὁμοῦ γυναικῶν ἀνδρῶν γερόντων ἄπλετος, ὥστε μήτε συνιδεῖν μήτε συνεῖναί τι ὑπὸ τοῦ καπνοῦ καὶ τῆς κραυγῆς δύνασθαι· καὶ διὰ ταῦθ’ ὁρᾶν

62

.

16

.

6

ἦν τινας ἀφώνους ἑστῶτας ὥσπερ ἐνεοὺς ὄντας. κἀν τούτῳ πολλοὶ μὲν καὶ τὰ σφέτερα ἐκκομιζόμενοι, πολλοὶ δὲ καὶ τὰ ἀλλότρια ἁρπάζοντες ἀλλήλοις τε ἐνεπλάζοντο καὶ περὶ τοῖς σκεύεσιν ἐσφάλλοντο, καὶ οὔτε προϊέναι ποι οὔθ’ ἑστάναι εἶχον, ἀλλ’

62

.

16

.

7

ὤθουν ὠθοῦντο, ἀνέτρεπον ἀνετρέποντο. καὶ συχνοὶ μὲν ἀπεπνί‐
γοντο συχνοὶ δὲ συνετρίβοντο, ὥστε σφίσι μηδὲν ὅ τι τῶν δυνα‐ μένων ἀνθρώποις ἐν τῷ τοιούτῳ πάθει κακῶν συμβῆναι μὴ συνε‐ νεχθῆναι. οὐδὲ γὰρ οὐδ’ ἀποφυγεῖν που ῥᾳδίως ἐδύναντο· κἂν
5ἐκ τοῦ παρόντος τις περιεσώθη, ἐς ἕτερον ἐμπεσὼν ἐφθείρετο.

62

.

17

.

1

καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνον ἀλλ’ ἐπὶ πλείους καὶ ἡμέρας καὶ νύκτας ὁμοίως ἐγίνετο. καὶ πολλοὶ μὲν οἶκοι ἔρημοι τοῦ βοηθή‐ σοντός σφισιν ἀπώλοντο, πολλοὶ δὲ καὶ ὑπ’ αὐτῶν τῶν ἐπικου‐ ρούντων προσκατεπρήσθησαν· οἱ γὰρ στρατιῶται, οἵ τε ἄλλοι
5καὶ οἱ νυκτοφύλακες, πρὸς τὰς ἁρπαγὰς ἀφορῶντες οὐχ ὅσον οὐ

62

.

17

.

2

κατεσβέννυσάν τινα ἀλλὰ καὶ προσεξέκαιον. τοιούτων δὲ δὴ ἄλλων ἄλλοθι συμβαινόντων, ὑπέλαβέ ποτε τὸ πῦρ ἄνεμος καὶ ἐπὶ τὰ λοιπὰ ὁμοῦ πάντα ἤγαγεν, ὥστε σκευῶν μὲν πέρι ἢ οἰκιῶν μηδένα μηδὲν ἔτι φροντίσαι, πάντας δὲ τοὺς λοιποὺς ἑστῶτάς που ἐν ἀσφα‐
5λεῖ τινι ὁρᾶν ὥσπερ νήσους τινὰς καὶ πόλεις ἅμα πολλὰς φλεγο‐

62

.

17

.

3

μένας, καὶ ἐπὶ μὲν τοῖς σφετέροις μηδὲν ἔτι λυπεῖσθαι, τὸ δὲ δημόσιον ὀδυρομένους ἀναμιμνήσκεσθαι ὅτι καὶ πρότερόν ποτε

62

.

18

.

1

οὕτως ὑπὸ τῶν Γαλατῶν τὸ πλεῖον τῆς πόλεως διεφθάρη. πάντων δὲ δὴ τῶν ἄλλων οὕτω διακειμένων, καὶ πολλῶν καὶ ἐς αὐτὸ τὸ πῦρ ὑπὸ τοῦ πάθους ἐμπηδώντων, ὁ Νέρων ἔς τε τὸ ἄκρον τοῦ παλατίου, ὅθεν μάλιστα σύνοπτα τὰ πολλὰ τῶν καιομένων ἦν,
5ἀνῆλθε, καὶ τὴν σκευὴν τὴν κιθαρῳδικὴν λαβὼν ᾖσεν ἅλωσιν, ὡς μὲν αὐτὸς ἔλεγεν, Ἰλίου, ὡς δὲ ἑωρᾶτο, Ῥώμης.

62

.

18

.

2

τοιούτῳ μὲν δὴ πάθει τότε ἡ πόλις ἐχρήσατο οἵῳ οὔτε πρό‐ τερόν ποτε οὔθ’ ὕστερον, πλὴν τοῦ Γαλατικοῦ. τό τε γὰρ Παλά‐ τιον τὸ ὄρος σύμπαν καὶ τὸ θέατρον τοῦ Ταύρου τῆς τε λοιπῆς πόλεως τὰ δύο που μέρη ἐκαύθη, καὶ ἄνθρωποι ἀναρίθμητοι

62

.

18

.

3

διεφθάρησαν. ὁ μέντοι δῆμος οὐκ ἔστιν ὅ τι οὐ κατὰ τοῦ Νέρω‐ νος ἠρᾶτο, τὸ μὲν ὄνομα αὐτοῦ μὴ ὑπολέγων, ἄλλως δὲ δὴ τοῖς τὴν πόλιν ἐμπρήσασι καταρώμενοι, καὶ μάλισθ’ ὅτι αὐτοὺς ἡ μνήμη τοῦ λογίου 〈τοῦ] κατὰ τὸν Τιβέριόν ποτε ᾀσθέντος ἐθο‐
5ρύβει. ἦν δὲ τοῦτο “τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν
Ῥωμαίους ἔμφυλος ὀλεῖ στάσις”.

62

.

18

.

4

ἐπειδή τε ὁ Νέρων παραμυθούμενος αὐτοὺς οὐδαμοῦ ταῦτα τὰ ἔπη εὕρασθαι ἔλεγε, μεταβαλόντες ἕτερον λόγιον ὡς καὶ Σιβύλ‐ λειον ὄντως ὂν ᾖδον· ἔστι δὲ τοῦτο “ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει”.
5 καὶ ἔσχεν οὕτως, εἴτε καὶ ὡς ἀληθῶς θεομαντείᾳ τινὶ προ‐ λεχθέν, εἴτε καὶ τότε ὑπὸ τοῦ ὁμίλου πρὸς τὰ παρόντα θειασθέν· τελευταῖος γὰρ τῶν Ἰουλίων τῶν ἀπὸ Αἰνείου γενομένων ἐμο‐

62

.

18

.

5

νάρχησε. χρήματα δὲ ὁ Νέρων παμπληθῆ καὶ παρὰ τῶν ἰδιωτῶν καὶ παρὰ τῶν δήμων, τὰ μὲν βίᾳ ἐπὶ τῇ προφάσει τοῦ ἐμπρησμοῦ, τὰ δὲ καὶ παρ’ ἑκόντων δῆθεν ἠργυρολόγησεν, καὶ τῶν Ῥωμαίων αὐτῶν τὸ σιτηρέσιον παρεσπάσατο. Xiph. 166, 17—169, 10 R. St.

62

.

19

.

1

πράσσοντι δὲ αὐτῷ ταῦτα ἀγγελία ἐξ Ἀρμενίας καὶ δάφνη ἐπὶ τῇ νίκῃ αὖθις ἦλθεν. ὁ γάρ τοι Κορβούλων συστήσας τε τὰ στρατιωτικὰ ἐσκεδασμένα καὶ ἀσκήσας ἠμελημένα, τόν τε Οὐολό‐ γαισον τὸν βασιλέα τῶν Πάρθων καὶ τὸν Τιριδάτην τὸν τῆς

62

.

19

.

2

Ἀρμενίας ἡγούμενον καὶ ἀγγελθεὶς μόνον ἐξεφόβησεν. ὅμοια γὰρ δὴ τοῖς πρώτοις Ῥωμαίων, οὐχ ὅτι τῷ γένει λαμπρὸς ἢ τῷ σώ‐ ματι ἰσχυρός, ἀλλὰ καὶ τῇ ψυχῇ ἀρτίφρων ἦν, καὶ πολὺ μὲν τὸ
ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς

62

.

19

.

3

οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφ’ οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθ’ ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην οὐδενὶ ἄλλῳ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβά‐ ρους αὐτὸν κατεργάσεσθαι καὶ αὑτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ
5μὲν οὐδέτερον τούτων ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους

62

.

19

.

4

καθ’ ἓν τοῦτο μόνον ὁ Κορβούλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντ’ ἐκεί‐ νου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο γενέσθαι μόνον ἠξίουν. Xiph. 169, 10—25 R. St., et § 2—4 Exc. Val. 247 (p. 689).
5οὗτος οὖν ὁ Κορβούλων ἀκονιτὶ τὰ Ἀρτάξατα λαβὼν τὴν πό‐

62

.

20

.

1

λιν κατέσκαψε. πράξας δὲ τοῦτο πρὸς τὰ Τιγρανόκερτα ἤλασε, πάσης μὲν τῆς τῶν ἐνδιδόντων σφᾶς χώρας φειδόμενος, πάντα δὲ τὰ τῶν ἀνθισταμένων πορθῶν, καὶ ἔλαβε καὶ ἐκεῖνα ἐθελούσια· ἄλλα τε ἔπραξε λαμπρὰ καὶ ἐπίδοξα, ἐφ’ οἷς καὶ τὸν Οὐολόγαι‐
5σον, καίτοι φοβερὸν ὄντα, ἐς διαλλαγὰς ἁρμοζούσας τῷ Ῥωμαίων ἀξιώματι ὑπηγάγετο. Xiph. 169, 26—32 R. St.

62

.

20

.

2

ὅτι ὁ Οὐολόγαισος ἀκούσας ὡς τὴν Ἀρμενίαν ὁ Νέρων ἄλλοις
διένειμε καὶ τὴν Ἀδιαβηνὴν ὑπὸ τοῦ Τιγράνου πορθουμένην, αὐτὸς μὲν ὡς ἐς τὴν Συρίαν ἐπὶ τὸν Κορβούλωνα στρατεύσων ἡτοιμά‐ ζετο, τὸν δὲ τῶν Ἀδιαβηνῶν βασιλέα Μονόβαζον καὶ Μοναίσην

62

.

20

.

3

Πάρθον ἐς τὴν Ἀρμενίαν ἔπεμψεν. οὗτοι δὲ τὸν Τιγράνην ἐς τὰ Τιγρανόκερτα καθεῖρξαν. καὶ ἐπεὶ ἐν τῇ προσεδρείᾳ οὐδὲν αὐτὸν ἐλύπουν, ἀλλὰ καὶ ὁσάκις προσμίξειάν οἱ ἀπεκρούοντο καὶ ὑπ’ ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ, καὶ ὁ Κορβού‐
5λων ἀκριβῆ φρουρὰν τῆς Συρίας ἐποιήσατο, ἐγνωσιμάχησε καὶ τὴν

62

.

20

.

4

παρασκευὴν ἀφῆκε, καὶ πέμψας πρὸς τὸν Κορβούλωνα ἀνοχῆς ἔτυχεν ἐπὶ τῷ πρός τε τὸν Νέρωνα αὖθις πρεσβεύσασθαι καὶ τὴν πολιορκίαν λῦσαι καὶ τοὺς στρατιώτας ἐκ τῆς Ἀρμενίας ἐξαγαγεῖν. Νέρων δὲ ἐκείνῳ μὲν οὐδὲ τότε οὐδὲ ταχὺ οὐδὲ σαφὲς ἀπεκρί‐
5νατο, Λούκιον δὲ Καισέννιον Παῖτον ἐς τὴν Καππαδοκίαν, ὅπως μηδὲν περὶ τὴν Ἀρμενίαν νεοχμωθῇ, ἀπέστειλεν. Exc. UG 38 (p. 391).

62

.

21

.

1

ὅτι ὁ Οὐολόγαισος τοῖς Τιγρανοκέρτοις προσέμιξε, καὶ τὸν
Παῖτον ἐπιβοηθήσαντά σφισιν ἀπεώσατο, φεύγοντα δὲ αὐτὸν ἐπιδιώξας τήν τε ἐπὶ τοῦ Ταύρου καταλειφθεῖσαν ὑπ’ αὐτοῦ φρουρὰν ἐξέκοψε, καὶ ἐκεῖνον ἐς Ῥάνδειαν πρὸς τῷ Ἀρσανίᾳ πο‐

62

.

21

.

2

ταμῷ οὖσαν κατέκλεισε. κἂν ἀπανέστη μηδὲν περάνας (οὔτε γὰρ πελάσαι πῃ τῷ ἐρύματι ἅτε χωρὶς ὁπλιτῶν ὢν ἐδύνατο, οὔτε τῆς τροφῆς, ἄλλως τε καὶ πλήθει πολλῷ ἄνευ παρασκευῆς σιτίων ἀφιγμένος, εὐπόρει) εἰ μὴ ὁ Παῖτος τήν τε τοξείαν αὐτοῦ καὶ ἐς
5αὐτὸ τὸ στρατόπεδον ἀφικνουμένην καὶ τὴν ἵππον πανταχοῦ φαι‐ νομένην δείσας λόγους τε ὑπὲρ σπονδῶν αὐτῷ ἔπεμψε καὶ ὡμο‐ λόγησε, καὶ ὤμοσεν αὐτός τε τὴν Ἀρμενίαν ἅπασαν ἐκλείψειν καὶ

62

.

21

.

3

τὸν Νέρωνα τῷ Τιριδάτῃ αὐτὴν δώσειν. ἀγαπήσας γὰρ ἐπὶ τού‐ τοις ὁ Πάρθος ὡς καὶ τὴν χώραν ἀπονητὶ ληψόμενος καὶ εὐεργε‐ σίαν ἐς τοὺς Ῥωμαίους μεγάλην καταθησόμενος, καὶ ἅμα καὶ τὸν Κορβούλωνα, ὃν ὁ Παῖτος πρὶν περιστοιχισθῆναι μετεπέμπετο,

62

.

21

.

4

πλησιάζειν πυθόμενος, ἀφῆκεν αὐτούς, προδιομολογησάμενος ἵνα τὸν ποταμὸν αὐτῷ Ἀρσανίαν ζεύξωσιν, οὐχ ὅτι γεφύρας ἐδεῖτο (πεζῇ γὰρ αὐτὸν διεληλύθει), ἀλλ’ ἵνα ἐνδείξηταί σφισιν ὅτι κρείττων αὐτῶν ἦν. ἀμέλει οὐδὲ τότε διὰ τοῦ ζεύγματος ἀνεχώ‐
5ρησεν, ἀλλ’ αὐτὸς μὲν ἐπ’ ἐλέφαντος, οἱ δὲ ἄλλοι ὥσπερ καὶ

62

.

22

.

1

πρότερον. ἄρτι τε ἡ ὁμολογία ἐγεγόνει, καὶ ὁ Κορβούλων ἀμηχάνῳ τάχει πρὸς τὸν Εὐφράτην ἐλθὼν ἐνταῦθ’ ὑπέμεινεν. ὅτε δ’ οὖν συνεγένοντο ἀλλήλοις, πλεῖστον ἄν τις τὸ διάφορον τῶν στρατο‐ πέδων καὶ τῶν στρατηγῶν, τῶν μὲν χαιρόντων τε καὶ λαμπρυνο‐
5μένων ἐπὶ τῇ σπουδῇ, τῶν δὲ λυπουμένων τε καὶ αἰσχυνομένων

62

.

22

.

2

ἐπὶ τῇ συνθήκῃ, κατενόησεν. ὁ δὲ Οὐολόγαισος Μοναίσην πρὸς Κορβούλωνα πέμψας ἠξίωσεν αὐτὸν τὸ ἔρυμα τὸ ἐν τῇ Μεσοπο‐ ταμίᾳ ἐκλιπεῖν· καὶ διελέχθησαν ἐκεῖνοι πολλὰ ἀλλήλοις ἐν αὐτῇ

62

.

22

.

3

τῇ τοῦ Εὐφράτου γεφύρᾳ, τὸ μέσον αὐτῆς λύσαντες. ὑποσχομένου
δὲ τοῦ Κορβούλωνος ἀπαλλαγήσεσθαι ἐκ τῆς χώρας, ἂν καὶ ὁ Πάρθος τὴν Ἀρμενίαν ἐκλείπῃ, ἑκάτερον ἐγένετο, μέχρι οὗ ὁ Νέρων τὰ πραχθέντα πυθόμενος, καὶ τοῖς πρέσβεσι τοῦ Οὐολογαίσου,
5οὓς αὖθις ἔπεμψε, χρηματίσας, τούτοις μὲν ἀπεκρίνατο τὴν Ἀρμε‐

62

.

22

.

4

νίαν 〈δώσειν〉 τῷ Τιριδάτῃ, ἂν ἐς τὴν Ῥώμην ἀνέλθῃ, τὸν δὲ δὴ Παῖτον τῆς ἀρχῆς παύσας, τούς τε στρατιώτας τοὺς σὺν αὐτῷ γενομένους ἄλλοσέ ποι πέμψας, τὸν Κορβούλωνα αὖθις τῷ κατ’ αὐτῶν πολέμῳ προσέταξεν. ἐβουλεύσατο μὲν γὰρ αὐτὸς συστρα‐
5τεῦσαι, ἐπεὶ δὲ θύων ἔπεσεν, οὐκ ἐτόλμησεν ἐξορμῆσαι, ἀλλὰ κατὰ τὴν χώραν ἔμεινεν. Exc. UR 12 (p. 392).

62

.

23

.

1

ὅτι ὁ Κορβούλων ἐν μὲν τῷ φανερῷ τὸν πρὸς Οὐολόγαισον πόλεμον παρεσκευάζετο, καὶ πέμψας ἑκατοντάρχην ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς χώρας, ἰδίᾳ δὲ συνεβούλευέν οἱ τὸν ἀδελφὸν ἐς τὴν Ῥώμην πέμψαι, καὶ ἔπεισεν, ἐπειδὴ κρείττων αὐτοῦ τῇ δυνά‐

62

.

23

.

2

μει ἐδόκει εἶναι. συνῆλθον οὖν ἐν αὐτῇ τῇ Ῥανδείᾳ ὅ τε Κορβού‐ λων καὶ ὁ Τιριδάτης· τοῦτο γὰρ τὸ χωρίον ἀμφοτέροις ἤρεσε, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐηργέτηντο, τῷ δὲ ὅτι τὴν δύσκλειαν τὴν ἐν

62

.

23

.

3

αὐτῷ πρότερον συμβᾶσάν σφισιν ἀποτρίψεσθαι ἔμελλον. οὐδὲ γὰρ ἁπλῶς λόγους τινὰς ἐποιήσαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη καὶ ἐπ’ αὐτοῦ εἰκόνες τοῦ Νέρωνος ἐστάθησαν, ὅ τε Τιριδάτης πολλῶν μὲν Ἀρμενίων πολλῶν δὲ Πάρθων καὶ Ῥωμαίων παρόν‐
5των προσῆλθέ τε αὐταῖς καὶ προσεκύνησεν, θύσας τε καὶ ἐπευ‐ φημήσας τὸ διάδημα ἀπό τε τῆς κεφαλῆς ἀφεῖλε καὶ παρέθηκεν

62

.

23

.

4

αὐταῖς· καὶ ὁ Μονόβαζος καὶ ὁ Οὐολόγαισος πρὸς τὸν Κορβού‐ λωνα ἦλθον καὶ ὁμήρους αὐτῷ ἔδωκαν. καὶ ἐπὶ τούτοις ὁ Νέρων αὐτοκράτωρ τε πολλάκις ἐπεκλήθη, καὶ τὰ ἐπινίκια ἔπεμψε παρὰ
τὸ νενομισμένον. Exc. UG 39 (p. 391).

62

.

23

.

5

Κορβούλων μὲν οὖν, καίτοι καὶ ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα καὶ αὐτοκράτωρ, ἅτε καὶ τῶν ἀνθρώπων τῷ τε Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων, ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι

62

.

23

.

6

οὔτε ᾐτιάθη. τά τε γὰρ ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζε, καὶ τὸν γαμβρὸν Ἄννιον ὑποστρατηγοῦντά οἱ ἐς τὴν Ῥώμην, πρόφασιν μὲν ὡς τὸν Τιριδάτην ἀνάξοντα, τὸ δ’ ἀληθὲς ἐφ’ ὁμηρείᾳ τῷ Νέρωνι ἑκὼν ἔπεμψεν. οὕτω γάρ που ἐπεπίστευτο μηδὲν νεοχμώσειν ὥστε
5καὶ τὸν γαμβρόν, καὶ πρὶν στρατηγῆσαι, ὕπαρχον λαβεῖν. Xiph. 169, 32—170, 4 R. St., Exc. Val. 248 (p. 689 sq.)

62

.

27

.

2

ὅτι Ἰούνιος Τορκουᾶτος ἀπόγονος τοῦ Αὐγούστου ὢν θαυ‐ μαστῷ δή τινι ἐγκλήματι παρεδόθη. ἐπειδὴ γὰρ ἀσωτότερον τῇ οὐσίᾳ, εἴτε ἐκ φύσεως εἴτε καὶ ἐξ ἐπιτηδεύσεως, ὅπως μὴ πάνυ
πλουτοίη, κατεχρήσατο, τῶν τε ἀλλοτρίων αὐτὸν ἐπιθυμεῖν ἅτε
5καὶ πολλῶν δεόμενον ὁ Νέρων ἔφη, κἀκ τούτου 〈ὡσ〉 καὶ τῆς αὐτοκράτορος ἀρχῆς ἐφιέμενον συκοφαντηθῆναι ἐποίησεν. Exc. Val. 249 (p. 690).

62

.

24

.

1

ὁ δὲ δὴ Σενέκας καὶ ὁ Ῥοῦφος ὁ ἔπαρχος ἄλλοι τέ τινες τῶν ἐπιφανῶν ἐπεβούλευσαν τῷ Νέρωνι· οὔτε γὰρ τὴν ἀσχημοσύνην οὔτε τὴν ἀσέλγειαν οὔτε τὴν ὠμότητα αὐτοῦ ἔτι φέρειν ἐδύναντο. αὐτοί τε οὖν ἅμα τῶν κακῶν τούτων ἀπαλλαγῆναι κἀκεῖνον ἐλευ‐
5θερῶσαι ἠθέλησαν, ὥσπερ ἄντικρυς Σουλπίκιός τε Ἄσπρος ἑκα‐ τόνταρχος καὶ Σούβριος Φλάουιος χιλίαρχος, ἐκ τῶν σωματοφυ‐

62

.

24

.

2

λάκων ὄντες, καὶ πρὸς αὐτὸν τὸν Νέρωνα ὡμολόγησαν. ἐκεῖνός τε γὰρ ἐρωτηθεὶς ὑπ’ αὐτοῦ τὴν αἰτίαν τῆς ἐπιθέσεως εἶπεν ὅτι “ἄλλως σοι βοηθῆσαι οὐκ ἐδυνάμην”, καὶ ὁ Φλάουιος “καὶ ἐφίλησά σε” εἶπε “παντὸς μᾶλλον καὶ ἐμίσησα. ἐφίλησα μὲν ἐλπίσας
5ἀγαθὸν αὐτοκράτορα ἔσεσθαι, ἐμίσησα δὲ ὅτι τὰ καὶ τὰ ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κιθαρῳδῷ δουλεύειν δύναμαι”. μηνύ‐
σεως οὖν γενομένης οὗτοί τε ἐκολάσθησαν καὶ ἄλλοι δι’ αὐτοὺς

62

.

24

.

3

πολλοί. πᾶν γὰρ ὅ τι τις ἐγκαλέσαι τῳ ἐκ περιχαρείας καὶ λύπης ῥημάτων τε καὶ νευμάτων οἷός τε ἦν, καὶ ἐπεφέρετο καὶ ἐπι‐ στεύετο· οὐδ’ ἔστιν ὅ τι τῶν ἐγκλημάτων, εἰ καὶ ἐπέπλαστο, ἀπιστεῖσθαι διὰ τὴν ἀλήθειαν τῶν τοῦ Νέρωνος ἔργων ἐδύνατο.

62

.

24

.

4

καὶ διὰ τοῦτ’ ἐς τὰ μάλιστα οἵ τε φίλοι οἱ πονηροὶ καὶ οἰκέται τινῶν ἤνθησαν· τοὺς μὲν γὰρ ἀλλοτρίους τούς τε ἐχθροὺς ὑπο‐ πτεύοντες ἐφυλάσσοντο, πρὸς δὲ δὴ τοὺς συνόντας καὶ ἄκοντες ἐγυμνοῦντο.

62

.

25

.

1

περὶ μὲν οὖν τῶν ἄλλων τῶν ἀπολωλότων πολὺ ἔργον εἰπεῖν· ὁ δὲ δὴ Σενέκας ἠθέλησε μὲν καὶ τὴν γυναῖκα Παυλῖναν ἀποκτεῖ‐ ναι, λέγων πεπεικέναι αὐτὴν τοῦ τε θανάτου καταφρονῆσαι καὶ τῆς σὺν αὐτῷ μεταλλαγῆς ἐπιθυμῆσαι, καὶ ἔσχασε καὶ τὰς ἐκεί‐

62

.

25

.

2

νης φλέβας, δυσθανατήσας δὲ δὴ καὶ πρὸς τὸν ὄλεθρον ὑπὸ τῶν στρατιωτῶν ἐπειχθεὶς προαπηλλάγη αὐτῆς, καὶ οὕτως ἡ Παυλῖνα περιεγένετο. οὐ μέντοι πρότερον ἑαυτοῦ ἥψατο πρὶν τό τε βιβλίον ὃ συνέγραφεν ἐπανορθῶσαι καὶ τἆλλα (ἐδεδίει γὰρ μὴ καὶ ἐς τὸν
5Νέρωνα ἐλθόντα φθαρῇ) παρακαταθέσθαι τισίν.

62

.

25

.

3

καὶ ὁ μὲν οὕτως ἐτελεύτησε, καίπερ τήν τε συνουσίαν τὴν πρὸς αὐτὸν ὡς καὶ ἀσθενῶν προειμένος, καὶ πᾶσαν αὐτῷ τὴν οὐσίαν ἐπὶ τῇ τῶν οἰκοδομουμένων προφάσει κεχαρισμένος, καὶ οἱ

62

.

26

.

1

ἀδελφοὶ ὕστερον ἐπαπώλοντο· ὁ δὲ δὴ Θρασέας καὶ ὁ Σωρανός, καὶ γένους καὶ πλούτου τῆς τε συμπάσης ἀρετῆς 〈ἐσ〉 τὰ πρῶτα ἀνήκοντες, ἐπιβουλῆς μὲν αἰτίαν οὐκ ἔσχον, ἀπέθανον δὲ καὶ αὐτοὶ
τότε, ὅτι τοιοῦτοι ἦσαν. καὶ τοῦ γε Σωρανοῦ Πούπλιος Ἐγνάτιος

62

.

26

.

2

Κέλερ φιλόσοφος κατεψευδομαρτύρησε. δύο γὰρ ἀνδρῶν συνόντων αὐτῷ, Κασσίου τε Ἀσκληπιοδότου Νικαέως καὶ ἐκείνου Βηρυτίου, ὁ μὲν Ἀσκληπιόδοτος οὐχ ὅπως κατεῖπέ τι αὐτοῦ, ἀλλὰ καὶ τοὐ‐ ναντίον καλοκἀγαθίαν οἱ προσεμαρτύρησε, καὶ διὰ τοῦτο τότε μὲν
5ἔφυγεν, ὕστερον δὲ ἐπὶ Γάλβου κατήχθη· ὁ δὲ δὴ Πούπλιος ἐπὶ μὲν τῇ συκοφαντίᾳ καὶ χρήματα καὶ τιμὰς ἔλαβε καθάπερ οἱ ἄλλοι

62

.

26

.

3

οἱ τοιοῦτόν τι ποιήσαντες, μετὰ δὲ τοῦτο ἐξωρίσθη. Σωρανὸς μὲν οὖν ὡς καὶ μαγεύματί τινι διὰ τῆς θυγατρὸς κεχρημένος, ἐπειδὴ νοσήσαντος αὐτοῦ θυσίαν τινὰ ἐθύσαντο, ἐσφάγη, Θρασέας δὲ ὅτι οὔτε ἐς τὸ βουλευτήριον συνεχῶς ὡς οὐκ ἀρεσκόμενος τοῖς ψηφι‐
5ζομένοις ἀπήντα, οὔτ’ ἤκουσέ ποτε αὐτοῦ κιθαρῳδοῦντος, οὔτε

62

.

26

.

4

ἔθυσε τῇ ἱερᾷ αὐτοῦ φωνῇ ὥσπερ οἱ ἄλλοι, οὔτε ἐπεδείξατο οὐδέν, καίτοι ἐν Παταουίῳ τῇ πατρίδι τραγῳδίαν κατά τι πάτριον ἐν ἑορτῇ τινι τριακονταετηρίδι ὑποκρινάμενος. ἐντεμὼν οὖν τὴν φλέβα ἀνέτεινε τὴν χεῖρα, καὶ ἔφη “σοὶ τοῦτο τὸ αἷμα, ὦ Ζεῦ Ἐλευθέριε,
5σπένδω.”

62

.

27

.

1

καὶ τί ἄν τις θαυμάσειεν εἰ τοιαῦτα ... ἐπήχθη, ὁπότε τις, ὅτι πρὸς τῇ ἀγορᾷ ᾤκει καὶ ἐργαστήρια ἐξεμίσθου ἢ καὶ φίλους τινὰς εἰς αὐτὰ ὑπεδέχετο, καὶ ἄλλος, ὅτι τοῦ Κασσίου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἰκόνα εἶχε, καὶ ἐκρίθησαν καὶ
5ἐφονεύθησαν.

62

.

27

.

3

ἄξιον δὲ μνησθῆναι καὶ γυναικός τινος Ἐπιχάριτος· αὕτη γὰρ ἔν τε τῇ συνωμοσίᾳ ἐξετασθεῖσα καὶ πᾶσαν αὐτὴν ἀκριβῶς πιστευ‐
θεῖσα οὐδὲν τὸ παράπαν, καίπερ πολλάκις ὑπὸ τῆς Τιγελλίνου

62

.

27

.

4

δεινότητος βασανισθεῖσα, ἐξέφηνε. τί δ’ ἄν τις καταλέγοι ὅσα ἐπὶ τῇ ἐπιβουλῇ ταύτῃ ἢ τοῖς δορυφόροις ἐδόθη ἢ τῷ τε Νέρωνι καὶ τοῖς αὐτοῦ φίλοις ὑπέρογκα ἐψηφίσθη; Ῥοῦφος μέντοι Μουσώνιος ὁ φιλόσοφος ἐπὶ τούτοις ἐφυγα‐
5δεύθη. Xiph. 170, 4—172, 1 R. St. καὶ ἡ Σαβῖνα ὑπὸ τοῦ Νέρωνος τότε ἀπέθανε· κυούσῃ γὰρ

62

.

28

.

1

αὐτῇ λάξ, εἴτε ἑκὼν εἴτε καὶ ἄκων, ἐνέθορεν. ἡ δὲ δὴ Σαβῖνα αὕτη οὕτως ὑπερετρύφησεν (ἐκ γὰρ τῶν βραχυτάτων πᾶν δηλω‐ θήσεται) ὥστε τάς τε ἡμιόνους τὰς ἀγούσας αὐτὴν ἐπίχρυσα σπαρτία ὑποδεῖσθαι, καὶ ὄνους πεντακοσίας ἀρτιτόκους καθ’
5ἡμέραν ἀμέλγεσθαι, ἵν’ ἐν τῷ γάλακτι αὐτῶν λούηται· τήν τε γὰρ ὥραν καὶ τὴν λαμπρότητα τοῦ σώματος λαμπρῶς ἐσπουδάκει, καὶ διὰ τοῦτο οὐκ εὐπρεπῆ ποτε αὑτὴν ἐν κατόπτρῳ ἰδοῦσα ηὔξατο τε‐

62

.

28

.

2

λευτῆσαι πρὶν παρηβῆσαι. καὶ οὕτω γε αὐτὴν ὁ Νέρων ἐπόθησεν ὥστε μετὰ 〈τὸν〉 θάνατον αὐτῆς τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ οἱ μαθὼν οὖσαν μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα καὶ παῖδα ἀπελεύθερον, ὃν Σπόρον ὠνόμαζεν, ἐκτεμών, ἐπειδὴ καὶ

62

.

28

.

3

αὐτὸς τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο
καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔνειμε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἵ τε ἄλλοι καὶ αὐτοὶ οἱ
5Ῥωμαῖοι ἑώρτασαν. Xiph. 172, 1—15 R. St., et (§ 2. 3) Exc. Val. 250a (p. 690).

62

.

28

3a

ὅτι τὸν Σπόρον τὸν ἐκτομίαν ἔχοντος τοῦ Νέρωνος ὡς γυναῖκα εἷς τις τῶν ἐν Ῥώμῃ συνόντων αὐτῷ, καὶ πρὸς φιλοσοφίαν παρεσκευασμένος, ἐρωτηθεὶς εἰ ἀρέσκεται τοῖς γάμοις καὶ τῷ συνοικεσίῳ, “εὖ γε” ἔφη “ποιεῖς, ὦ Καῖσαρ, τοιαύταις συνοικῶν. αἴθε καὶ ὁ σὸς πατὴρ τὸν αὐτὸν
5ζῆλον ἔσχεν καὶ τοιαύτῃ συνῴκησε γαμετῇ”, δεικνὺς ὡς εἰ τοῦτο ἐγε‐ γόνει, οὐκ ἂν οὗτος ἐτέχθη καὶ μεγάλων κακῶν ἠλευθεροῦτο ἡ πολιτεία. Petr. Patr. exc. Vat. 63 (p. 213 Mai. = p. 195, 1—9 Dind.)

62

.

28

.

4

ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ πολλοὶ μέν, ὥσπερ εἶπον, ἐθανατώθησαν, πολλοὶ δὲ καὶ μεγάλων χρημάτων τὴν σω‐ τηρίαν παρὰ τοῦ Τιγελλίνου ἐκπριάμενοι ἀπελύθησαν. Xiph. 172, 15—18 R. St., Exc. Val. 250b (p. 690).

62

.

29

.

1

ὁ δὲ Νέρων ἄλλα τε γελοῖα ἔπραττε, καί ποτε καὶ ἐπὶ τὴν τοῦ θεάτρου ὀρχήστραν ἐν πανδήμῳ τινὶ θέᾳ κατέβη καὶ ἀνέγνω Τρωϊκά τινα ἑαυτοῦ ποιήματα· καὶ ἐπ’ αὐτοῖς θυσίαι πολλαί,

62

.

29

.

2

ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν οἷς ἔπραττεν, ἐγένοντο. παρε‐ σκευάζετο δὲ ὡς καὶ τὰς τῶν Ῥωμαίων πράξεις ἁπάσας συγγρά‐ ψων ἐν ἔπεσιν, καὶ περί γε τοῦ πλήθους τῶν βιβλίων, πρὶν καὶ
ὁτιοῦν αὐτῶν συνθεῖναι, ἐσκέψατο, παραλαβὼν ἄλλους τε καὶ

62

.

29

.

3

Ἀνναῖον Κορνοῦτον εὐδοκιμοῦντα τότε ἐπὶ παιδείᾳ. καὶ αὐτὸν ὀλίγου μὲν καὶ ἀπέκτεινεν, ἐς νῆσον δ’ οὖν ἐνέβαλεν, ὅτι τινῶν τετρακόσια ἀξιούντων αὐτὸν βιβλία γράψαι, πολλά τε αὐτὰ εἶναι ἔφη καὶ μηδένα αὐτὰ ἀναγνώσεσθαι, καί τινος εἰπόντος “καὶ μὴν
5Χρύσιππος, ὃν ἐπαινεῖς καὶ ζηλοῖς, πολὺ πλείω συνέθηκεν” ἀπεκρίνατο ὅτι “ἀλλ’ ἐκεῖνα χρήσιμα τῷ τῶν ἀνθρώπων βίῳ

62

.

29

.

4

ἐστίν”. ὁ μὲν οὖν Κορνοῦτος φυγὴν ἐπὶ τούτῳ ὦφλεν, ὁ δὲ δὴ Λουκανὸς ἐκωλύθη ποιεῖν, ἐπειδὴ ἰσχυρῶς ἐπὶ τῇ ποιήσει ἐπῃνεῖτο.

63

.

1

.

1

ἐπὶ δὲ Γαΐου Τελεσίνου καὶ ἐπὶ Σουητωνίου Παυλίνου ὑπάτων εὐδοξότατόν τε ἅμα ἔργον καὶ ἕτερον αἴσχιστον ἐγένετο. ὅ τε γὰρ Νέρων ἐν τοῖς κιθαρῳδοῖς ἠγωνίσατο, καὶ νικητήρια αὐτῷ Μενε‐ κράτους τοῦ τῆς κιθαρῳδίας διδασκάλου ἐν τῷ ἱπποδρόμῳ ποιή‐

63

.

1

.

2

σαντος ἡνιόχησε· καὶ ὁ Τιριδάτης ἐς τὴν Ῥώμην, οὐχ ὅτι τοὺς ἑαυτοῦ παῖδας ἀλλὰ καὶ τοὺς τοῦ Οὐολογαίσου τοῦ τε Πακόρου καὶ τοῦ Μονοβάζου ἄγων, ἀνήχθη, καὶ ἐγένετο αὐτῶν πομπὴ διὰ

63

.

2

.

1

πάσης τῆς ἀπὸ τοῦ Εὐφράτου γῆς ὥσπερ ἐν ἐπινικίοις. αὐτός τε γὰρ ὁ Τιριδάτης καὶ ἡλικίᾳ καὶ κάλλει καὶ γένει καὶ φρονήματι ἤνθει, καὶ ἡ θεραπεία ἥ τε παρασκευὴ ἡ βασιλικὴ πᾶσα αὐτῷ συνηκολούθει, τρισχίλιοί τε ἱππεῖς τῶν Πάρθων καὶ χωρὶς ἕτεροι

63

.

2

.

2

Ῥωμαίων συχνοὶ συνείποντο. καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέ‐ χοντο· τά τε ἐπιτήδεια πάντα προῖκα εἶχον, ὥστε εἴκοσι μυριάδας τὸ ἡμερήσιον ἀνάλωμα τῷ δημοσίῳ λογισθῆναι. καὶ τοῦτο ἐπ’ ἐν‐

63

.

2

.

3

νέα μῆνας, οἷς ὡδοιπόρησαν, ὁμοίως ἐγένετο. ἵππευσε δὲ πανταχῇ μέχρι τῆς Ἰταλίας, καὶ αὐτῷ καὶ γυνὴ συμπαρίππευε, κράνος χρυ‐ σοῦν ἀντὶ καλύπτρας ἔχουσα, ὥστε μὴ ὁρᾶσθαι παρὰ τὰ πάτρια. ἐν δὲ τῇ Ἰταλίᾳ ζεύγεσι πεμφθεῖσιν ὑπὸ τοῦ Νέρωνος ἐκομίσθη,

63

.

2

.

4

καὶ διὰ Πικεντῶν ἐς Νέαν πόλιν πρὸς αὐτὸν ἀφίκετο. οὐ μέντοι καὶ τὸν ἀκινάκην, ὅτε προσῄει αὐτῷ, καταθέσθαι καίπερ κελευσθεὶς ἠθέλησεν, ἀλλ’ ἥλοις αὐτὸν τῷ κολεῷ προσέπηξε, καίτοι καὶ ἐς γῆν τὸ γόνυ καθεὶς καὶ τὰς χεῖρας ἐπαλλάξας, δεσπότην τε αὐτὸν

63

.

3

.

1

ὀνομάσας καὶ προσκυνήσας. ὁ οὖν Νέρων καὶ ἐπὶ τούτῳ αὐτὸν θαυμάσας τοῖς τε ἄλλοις ἐδεξιώσατο καὶ μονομαχίας ἐν Που‐ τεόλοις ἔθετο. ἠγωνοθέτησε δὲ Πατρόβιος ἐξελεύθερος αὐτοῦ, καὶ τοσαύτῃ γε τῇ λαμπρότητι καὶ τῇ δαπάνῃ ἐχρήσατο ὥστε ἐν μιᾷ
5ἡμέρᾳ μηδένα ἄλλον πλὴν Αἰθιόπων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ

63

.

3

.

2

παίδων ἐς τὸ θέατρον ἐσελθεῖν. καὶ ἔδει γὰρ τῷ Πατροβίῳ τιμήν τινα διὰ ταῦτα γενέσθαι, ἐτόξευσεν ὁ Τιριδάτης ἄνωθεν ἐκ τῆς ἕδρας θηρία, καὶ δύο γε ταύρους μιᾷ ἅμα βολῇ, εἴ γέ τῳ πιστόν,

63

.

4

.

1

διέτρωσε καὶ ἀπέκτεινε. μετὰ δὲ τοῦτο ἔς τε τὴν Ῥώμην αὐτὸν ὁ Νέρων ἀνήγαγε καὶ τὸ διάδημα αὐτῷ ἐπέθηκε. καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι

63

.

4

.

2

πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο· τὸ μὲν γὰρ μέσον αὐτῆς ὁ δῆμος λευχειμονῶν καὶ δαφνηφορῶν κατὰ τέλη εἶχε, τὰ δ’ ἄλλα οἱ στρατιῶται λαμπρότατα ὡπλισμένοι, ὥστε καὶ τὰ ὅπλα αὐτῶν καὶ τὰ σημεῖα ἀστράπτειν. οἵ τε κέραμοι καὶ
5αὐτοὶ πάντων τῶν τῇδε οἰκοδομημάτων ἐκρύπτοντο ὑπὸ τῶν ἀνα‐

63

.

4

.

3

βεβηκότων. τούτων δ’ οὕτως ἐκ νυκτὸς προπαρασκευασθέντων
ἐσῆλθεν ἐς τὴν ἀγορὰν ὁ Νέρων ἅμα τῇ ἡμέρᾳ, τὴν ἐσθῆτα τὴν ἐπινίκιον ἐνδεδυκώς, σύν τε τῇ βουλῇ καὶ σὺν τοῖς δορυφόροις, καὶ ἐπί τε τὸ βῆμα ἀνέβη καὶ ἐπὶ δίφρου ἀρχικοῦ ἐκαθέζετο. καὶ μετὰ
5τοῦτο ὅ τε Τιριδάτης καὶ οἱ μετ’ αὐτοῦ διά τε στοίχων ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων διῆλθον καὶ πρὸς τῷ βήματι προσ‐

63

.

5

.

1

στάντες προσεκύνησαν αὐτόν, ὥσπερ καὶ πρότερον. κραυγῆς τε ἐπὶ τούτῳ πολλῆς συμβάσης ἐξεπλάγη τε ὁ Τιριδάτης, καὶ ἄφωνος χρόνον τινὰ ὡς καὶ ἀπολούμενος ἐγένετο. ἔπειτα σιωπῆς κηρυχθεί‐ σης ἐπεθάρρησέ τε, καὶ ἐκβιασάμενος τὸ φρόνημα τῷ τε καιρῷ καὶ
5τῇ χρείᾳ ἐδούλευσε, μηδὲν φροντίσας εἴ τι ταπεινὸν φθέγξαιτο,

63

.

5

.

2

πρὸς τὴν ἐλπίδα ὧν τεύξοιτο. εἶπε γὰρ οὕτως· “ἐγώ, δέσποτα, Ἀρσάκου μὲν ἔκγονος, Οὐολογαίσου δὲ καὶ Πακόρου τῶν βασιλέων ἀδελφός, σὸς δὲ δοῦλός εἰμι. καὶ ἦλθόν τε πρὸς σὲ τὸν ἐμὸν θεόν, προσκυνήσων σε ὡς καὶ τὸν Μίθραν, καὶ ἔσομαι τοῦτο ὅ τι ἂν σὺ

63

.

5

.

3

ἐπικλώσῃς· σὺ γάρ μοι καὶ μοῖρα εἶ καὶ τύχη.” ὁ δὲ Νέρων ἠμεί‐ ψατο αὐτὸν ὧδε· “ἀλλ’ εὖ τοι ἐποίησας αὐτὸς δεῦρο ἐλθών, ἵνα καὶ παρὼν παρόντος μου ἀπολαύσῃς· ἃ γάρ σοι οὔτε ὁ πατὴρ κατέλιπεν οὔτε οἱ ἀδελφοὶ δόντες ἐτήρησαν, ταῦτα ἐγὼ χαρίζομαι
5καὶ βασιλέα τῆς Ἀρμενίας ποιῶ, ἵνα καὶ σὺ καὶ ἐκεῖνοι μάθωσιν

63

.

5

.

4

ὅτι καὶ ἀφαιρεῖσθαι βασιλείας καὶ δωρεῖσθαι δύναμαι.” ταῦτ’ εἰ‐ πὼν ἀνελθεῖν τε αὐτὸν κατὰ τὴν ἄνοδον τὴν ἐπ’ αὐτῷ τούτῳ ἔμ‐ προσθεν τοῦ βήματος πεποιημένην ἐκέλευσε, καὶ καθιζηθέντι αὐτῷ ὑπὸ τὸν πόδα τὸ διάδημα ἐπέθηκε. βοαί τε καὶ ἐπὶ τούτῳ πολ‐

63

.

6

.

1

λαὶ καὶ παντοδαπαὶ ἐγένοντο. ἐγένετο δὲ κατὰ ψήφισμα καὶ πανή‐ γυρις θεατρική. καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ
περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ’ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπω‐

63

.

6

.

2

νόμασαν. τά γε μὴν παραπετάσματα τὰ διὰ τοῦ ἀέρος διατα‐ θέντα, ὅπως τὸν ἥλιον ἀπερύκοι, ἁλουργὰ ἦν, καὶ ἐν μέσῳ αὐτῶν ἅρμα ἐλαύνων ὁ Νέρων ἐνέστικτο, πέριξ δὲ ἀστέρες χρυσοῖ ἐπέ‐ λαμπον.

63

.

6

.

3

ταῦτα μὲν οὕτως ἐγένετο, καὶ δῆλον ὅτι καὶ συμποσίῳ πολυ‐ τελεῖ ἐχρήσαντο· ὁ δὲ Νέρων ἐπὶ τούτοις καὶ ἐκιθαρῴδησε δημο‐ σίᾳ καὶ ἡρματηλάτησε, τήν τε στολὴν τὴν πράσινον ἐνδεδυμένος

63

.

6

.

4

καὶ τὸ κράνος τὸ ἡνιοχικὸν περικείμενος. ἐφ’ οἷς ὁ Τιριδάτης αὐ‐ τὸν μὲν δυσχεραίνων τὸν δὲ Κορβούλωνα ἐπαινῶν ἓν αὐτοῦ τοῦτο μόνον ᾐτιᾶτο, ὅτι τοιοῦτον δεσπότην ἔχων ἔφερεν. οὔκουν οὐδὲ πρὸς αὐτὸν τὸν Νέρωνα ἀπεκρύψατο, ἀλλ’ εἶπέ ποτε αὐτῷ “ἀγα‐

63

.

6

.

5

θόν, ὦ δέσποτα, ἀνδράποδον Κορβούλωνα ἔχεις.” ταῦτα μὲν οὐδὲ συνιέντι αὐτῷ ἔλεγεν, ἐν δὲ δὴ τοῖς ἄλλοις καὶ ἐκολάκευσεν αὐτὸν καὶ ὑπέδραμε δεινότατα, καὶ διὰ τοῦτο δῶρά τε παντοδαπὰ πεντα‐ κισχιλίων μυριάδων ἄξια, ὥς φασιν, ἔλαβε, καὶ Ἀρτάξατα ἀνοικο‐

63

.

6

.

6

δομῆσαι ἐπετράπη· δημιουργούς τε πρὸς τούτοις πολλούς, τοὺς μὲν παρ’ ἐκείνου λαβὼν τοὺς δὲ καὶ χρήμασι πείσας, ἐκ τῆς Ῥώμης ἐξήγαγεν. οὐ μέντοι καὶ πᾶσιν αὐτοῖς ὁ Κορβούλων ἐς τὴν Ἀρμενίαν διαβῆναι ἐφῆκεν, ἀλλὰ μόνοις τοῖς ὑπὸ τοῦ Νέρω‐
5νος αὐτῷ δοθεῖσιν· ὅθεν καὶ ἔτι μᾶλλον ὁ Τιριδάτης τοῦτόν τε

63

.

7

.

1

ἐθαύμασε καὶ ἐκείνου κατέγνω. ἀνεκομίσθη δὲ οὐχ ᾗπερ ἦλθε διὰ τοῦ Ἰλλυρικοῦ καὶ ὑπὲρ τὸν Ἰόνιον, ἀλλ’ ἐς τὸ Δυρράχιον ἐκ
τοῦ Βρεντεσίου πλεύσας· καὶ εἶδε καὶ τὰς ἐν τῇ Ἀσίᾳ πόλεις, ὥστε καὶ ἐξ ἐκείνων τὴν τῶν Ῥωμαίων ἀρχὴν καταπλαγῆναι καὶ
5ἰσχύος ἕνεκα καὶ κάλλους. Xiph. 172, 18—175, 26 R. St.

63

.

7

1a

ὅτι θεώμενος Τιριδάτης ποτὲ παγκράτιον, ἐπειδὴ εἶδε θάτερον τῶν παγκρατιαστῶν πεσόντα καὶ τυπτόμενον ὑπὸ τοῦ ἀντιπάλου, ἔφη “ἄδικος ἡ μάχη· οὐ γὰρ δίκαιον τὸν πεσόντα τύπτεσθαι”. Petr. Patr. exc. Vat. 68 (p. 214 Mai. = p. 196, 6—9 Dind.).

63

.

7

.

2

ὁ μὲν δὴ Τιριδάτης τὰ Ἀρτάξατα ἀνοικοδομήσας Νερώνεια προσηγόρευσεν· ὁ δὲ δὴ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέ‐ ρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε, καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγίνετο, ἀντεπέστειλέν οἱ ὅτι πολύ σοι ῥᾷον ἢ
5ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν ἐς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνησόμεθα συμβαλεῖν ἀλλήλοις. τοιαῦτα τὸ τελευταῖον ὁ Πάρθος ἔγραψεν. R. St. 175, 26—31 R. St., Exc. UR 13.

63

.

8

.

1

Νέρων δὲ ἐπὶ μὲν ἐκεῖνον οὐκ ἔπλευσε, καίπερ ὀργὴν αὐτῷ ἔχων, οὐ μὴν οὐδὲ ἐπὶ τοὺς Αἰθίοπας ἢ τὰς πύλας τὰς Κασπίας,

63

.

8

.

2

ὥσπερ ἐνενόει· τά τε γὰρ ἄλλα καὶ κατασκόπους ἑκατέρωσε ἔπεμψεν, ἀλλὰ ταῦτα μὲν καὶ χρόνου καὶ πόνου ὁρῶν δεόμενα ἤλπιζεν αὐτόματά οἱ προσχωρήσειν, ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπε‐ ραιώθη, οὔτι γε ὡς Φλαμινῖνος οὐδ’ ὡς Μόμμιος ἢ καὶ Ἀγρίπ‐
5πας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλ’ ἐπί τε ἡνιοχήσει καὶ

63

.

8

.

3

κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδ’ ὁ μέγας ἱπ‐ πόδρομος, ἀλλ’ ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδο‐ νίκης, ὡς ἔλεγε, γένηται. καὶ τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν
5Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ τὰ ἄλλα ἔθνη ἐχειρώ‐

63

.

8

.

4

σατο. ἀλλ’ ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα προσωπεῖά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ Διόδωρον καὶ Παμμένην ὡς Φίλιππον ἢ Περσέα ἢ Ἀν‐

63

.

8

.

5

τίοχον. καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ τοῦ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίτοι γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται.

63

.

9

.

1

καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. καίτοι πῶς ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν
5ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδάς, καὶ τὴν μὲν κεφαλὴν κομῶντα

63

.

9

.

2

τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ’ ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέ‐ ποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ’ ἁψιμαχίας λέγοντα, τοὺς ἀγω‐ νοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς
5κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα μέντοι πάντα ποιοῦντα ἵνα τὸν τῶν κιθαρῳδῶν καὶ τῶν τραγῳδῶν

63

.

9

.

3

καὶ τῶν κηρύκων ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων. τίς γὰρ ἂν προγραφὴ ταύτης χαλεπωτέρα γένοιτο, ἐν ᾗ 〈οὐ〉 Σύλλας μὲν ἄλλους Νέρων δὲ ἑαυτὸν προέγραψεν; τίς δὲ νίκη ἀτοπωτέρα. ἐν ᾗ τὸν κότινον ἢ τὴν δάφνην ἢ τὸ σέλινον ἢ τὴν πίτυν λαβὼν

63

.

9

.

4

ἀπώλεσε τὸν πολιτικόν; καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο,
ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κρά‐ τους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἐκύει ἔτικτεν
5ἐμαίνετο ἠλᾶτο, τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρα‐ κλέα καὶ τὸν Ἀλκμέωνα τόν τε Ὀρέστην ὡς πλήθει ὑποκρινόμενος.

63

.

9

.

5

καὶ τά γε προσωπεῖα τοτὲ μὲν αὐτοῖς ἐκείνοις τοτὲ δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερε· τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν

63

.

9

.

6

ἐσκεύαστο, ὅπως κἀκείνη καὶ τεθνηκυῖα πομπεύῃ. καὶ πάντα ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος καὶ ἔλεγε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ’ ὅσον χρυσαῖς ἁλύσεσιν ἐδεσμεύετο· καὶ γὰρ οὐκ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς
5δεῖσθαι.

63

.

10

.

1

καὶ ταῦτα μέντοι πάντα οἵ τε ἄλλοι πάντες καὶ οἱ στρατιῶ‐ ται ὁρῶντες ἔφερον ἐπῄνουν, Πυθιονίκην τε αὐτὸν καὶ Ὀλυμ‐ πιονίκην καὶ περιοδονίκην παντονίκην, πρὸς τοῖς ἄλλοις οἷς εἰώθεσαν, ἀπεκάλουν, συμμιγνύντες δῆλον ὅτι αὐτοῖς καὶ τὰ τῆς
5ἀρχῆς ὀνόματα, ὥστε ἐφ’ ἑκάστῳ τόν τε Καίσαρα καὶ τὸν Αὔγου‐ στον ἀκροτελεύτιον εἶναι. Xiph. 175, 31—177, 10 R. St., Exc. Val. 251
(p. 690 sq.).

63

.

10

1a

ὅτι ἀγανακτήσαντος αὐτοῦ πρός τινα ὅτι λέγοντος αὐτοῦ ἐσκυ‐ θρώπασε καὶ οὐ σφόδρα ὑπερεπῄνεσεν, ἀπεδίωξεν αὐτὸν ἐπιτρέψας μὴ ἐλθεῖν αὐτὸν εἰς ὀφθαλμοὺς αὐτοῦ· καὶ ὡς οὐκ ἐδέχετο αὐτόν, ἐκείνου εἰπόντος “καὶ ποῦ ἀπέλθω;” ὁ Φοῖβος ὁ ἀπελεύθερος τοῦ Νέρωνος
5ἀπεκρίνατο αὐτῷ “εἰς κόρακας”. Petr. Patr. exc. Vat. 71 (p. 214 sq. Mai. = p. 196, 19—24 Dind.).

63

.

10

.

2

οὐδὲ ἐτόλμησεν οὐδεὶς αὐτῶν οὔτε ἐλεῆσαι τὸν κακοδαίμονα οὔτε μισῆσαι, ἀλλ’ εἷς μέν τις στρατιώτης ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν, ἕτερος δὲ ἐρομένου τινὸς “τί ποιεῖ ὁ αὐτοκράτωρ” ἀπεκρίνατο ὅτι “τίκτει·” καὶ γὰρ τὴν

63

.

10

.

3

Κανάκην ὑπεκρίνετο. ἔργον δ’ οὐδὲν ἄξιον Ῥωμαίων οὐδείς σφων ἐποίησε· τοσαῦτα γάρ που χρήματα διελάγχανον ὥστε καὶ εὔχεσθαι αὐτὸν πολλὰ τοιαῦτα δρᾶν, ἵν’ ἔτι πλείονα λαμ‐ βάνωσιν. Xiph. 177, 10—177, 16 R. St.

63

.

11

.

1

ἀλλ’ εἰ μὲν ταῦτα μόνα οὕτως ἐγεγόνει, αἰσχύνη τε ἅμα καὶ χλευασία τὸ πρᾶγμα ἀκίνδυνος ἐνενόμιστο· νῦν δ’ ὡς ἀληθῶς, ὥσπερ ἐπὶ πολέμῳ σταλείς, πᾶσαν μὲν τὴν Ἑλλάδα ἐλεηλάτησε,
καίπερ ἐλευθέραν ἀφείς, παμπληθεῖς δὲ ἐφόνευσεν ἄνδρας γυναῖ‐

63

.

11

.

2

κας παῖδας. καὶ πρότερον μὲν τὴν ἡμίσειαν τῆς οὐσίας ἐκέλευσέν οἱ καὶ τὰ τέκνα καὶ τοὺς ἀπελευθέρους τῶν θανατουμένων ἀποθνή‐ σκοντας καταλείπειν, αὐτοῖς τε ἐκείνοις διαθήκας γράφειν ἐπέτρε‐ πεν, ὅπως μὴ τῶν χρημάτων ἕνεκα αὐτοὺς ἀποκτείνειν δοκῇ (πάν‐
5τως δὲ πάντα ἢ τά γε πλείω αὐτῶν ἐλάμβανεν· εἰ γοῦν τις ἔλατ‐ τόν τι αὐτῷ ἢ τῷ Τιγελλίνῳ ὧν ἤλπιζον κατέλειπεν, οὐδὲ τῶν

63

.

11

.

3

διαθηκῶν ὠνίνατο)· ὕστερον δὲ καὶ ὅλας τὰς οὐσίας ἀφῃρεῖτο, τούς τε παῖδάς σφων πάντας ἅμα δι’ ἑνὸς δόγματος ἐξήλασεν. οὐδὲ τοῦτο αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ συχνοὺς τῶν φευγόντων ἔφθειρεν. ἐπεὶ τάς γε οὐσίας ὅσας καὶ ζώντων τινῶν ἐδήμευσε,
5καὶ τὰ ἀναθήματα ὅσα καὶ ἐξ αὐτῶν τῶν ἐν τῇ Ῥώμῃ ναῶν ἐσύ‐

63

.

11

.

4

λησεν, οὐδὲ ἐξαριθμήσειεν ἄν τις. διέτρεχον γὰρ γραμματοφόροι μηδὲν ἄλλο διαγγέλλοντες ἢ ὅτι τόνδε ἀπόκτεινον, ὅδε τέθνηκεν· ἔξω γὰρ δὴ τῶν βασιλικῶν γραμμάτων οὐδὲν ἰδιωτικὸν διεπέμ‐ πετο. συχνοὺς γὰρ ἐς τὴν Ἑλλάδα τῶν πρώτων ἐξήγαγεν ὥς τι

63

.

12

.

1

αὐτῶν δεόμενος, ἵν’ ἐκεῖ ἀποθάνωσιν. τοὺς μέντοι ἐν τῇ Ῥώμῃ καὶ τῇ Ἰταλίᾳ πάντας Ἡλίῳ τινὶ Καισαρείῳ ἐκδότους παρέδωκε· πάντα γὰρ ἁπλῶς αὐτῷ ἐπετέτραπτο, ὥστε καὶ δημεύειν καὶ φυγα‐ δεύειν καὶ ἀποκτιννύναι, καὶ πρὶν δηλῶσαι τῷ Νέρωνι, καὶ ἰδιώ‐
5τας ὁμοίως καὶ ἱππέας καὶ βουλευτάς. Xiph. 177, 17—26 R. St.,
et (c. 11, 1—3a) Exc. Val. 252 et (c. 11, 3b—c. 12, 1) Exc. Val. 253 (p. 693).

63

.

12

.

2

οὕτω μὲν δὴ τότε ἡ τῶν Ῥωμαίων ἀρχὴ δύο αὐτοκράτορσιν ἅμα ἐδούλευσε, Νέρωνι καὶ Ἡλίῳ. οὐδὲ ἔχω εἰπεῖν ὁπότερος αὐτῶν χείρων ἦν· τὰ μὲν γὰρ ἄλλα ἐκ τοῦ ὁμοίου πάντα ἔπρατ‐ τον, ἐν ἑνὶ δὲ τούτῳ διήλλασσον, ὅτι ὁ μὲν τοῦ Αὐγούστου ἀπό‐
5γονος κιθαρῳδοὺς καὶ τραγῳδούς, ὁ δὲ τοῦ Κλαυδίου ἀπελεύθερος

63

.

12

.

3

Καίσαρας ἐζήλου. τὸν γὰρ Τιγελλῖνον ἐν προσθήκης μέρει τοῦ Νέρωνος, ὅτι σὺν αὐτῷ ἦν, τίθημι. χωρὶς δὲ ὅ τε Πολύκλειτος καὶ Καλουία Κρισπινίλλα ἦγον ἐπόρθουν ἐσύλων πάνθ’ ὅσα ἐνε‐ δέχετο, ἐκεῖνος μὲν μετὰ τοῦ Ἡλίου ἐν τῇ Ῥώμῃ, αὕτη δὲ μετά

63

.

12

.

4

τε τοῦ Νέρωνος καὶ μετὰ τῆς Σαβίνης τοῦ Σπόρου. τήν τε γὰρ φυλακὴν αὐτοῦ καὶ τὴν ἐπιτροπείαν τὴν περὶ ἐσθῆτα, καίπερ γυνὴ καὶ ἐπιφανὴς οὖσα, ἐπεπίστευτο, καὶ δι’ αὐτῆς πάντες ἀπεδύοντο.

63

.

13

.

1

ὠνόμασε δὲ Σαβῖναν τὸν Σπόρον οὐ κατὰ τοῦτο μόνον ὅτι διὰ τὴν ὁμοιότητα αὐτῆς ἐξετέτμητο, ἀλλ’ ὅτι καὶ ἐγήματο αὐτῷ, ὥσπερ καὶ ἐκείνη, ἐν τῇ Ἑλλάδι κατὰ συμβόλαιον, ἐκδόντος αὐτὸν τοῦ Τιγελλίνου, ὥσπερ ὁ νόμος ἐκέλευε. καὶ τοὺς [τε] γάμους αὐτῶν
5πάντες οἱ Ἕλληνες ἑώρτασαν, τά τε ἄλλα οἷα εἰκὸς ἦν ἐπιλέγοντες,

63

.

13

.

2

καὶ γνησίους σφίσι παῖδας γεννηθῆναι εὐχόμενοι. κἀκ τούτου συν‐ εγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή· πρὸς γὰρ τοῖς ἄλλοις καὶ κυρία καὶ βασιλὶς καὶ δέσποινα ὠνομάζετο. καὶ τί τοῦτο θαυμάσειεν ἄν τις, ὁπότε καὶ μειράκια
5καὶ κόρας σταυροῖς γυμνὰς προσδέων θηρίου τέ τινος δορὰν ἀνε‐

63

.

13

.

3

λάμβανε καὶ προσπίπτων σφίσιν ἠσέλγαινεν ὥσπερ τι ἐσθίων. τοι‐ αῦτα μὲν ὁ Νέρων ἠσχημόνει, τοὺς δὲ βουλευτὰς χιτώνιόν τι ἐνδε‐
δυκὼς ἄνθινον καὶ σινδόνιον περὶ τὸν αὐχένα ἔχων ἠσπάσατο· καὶ γὰρ καὶ ἐν τούτοις ἤδη παρηνόμει, ὥστε καὶ ἀζώστους χιτῶνας
5ἐν τῷ δημοσίῳ ἐνδύεσθαι. λέγεται δ’ ὅτι καὶ οἱ ἱππεῖς οἱ ἐκ τοῦ τέλους ἐπὶ αὐτοῦ πρῶτον ἐφιππίοις ἐν τῇ ἐτησίᾳ σφῶν ἐξετάσει ἐχρήσαντο.

63

.

14

.

1

ἐν δὲ τοῖς Ὀλυμπίοις ἅρμα ἐλάσας καὶ πεσὼν ἐξ αὐτοῦ καὶ ὀλίγου δεῖν συντριβεὶς ὅμως ἐστεφανώθη, καὶ διὰ τοῦτο καὶ τοῖς Ἑλλανοδίκαις τὰς πέντε καὶ εἴκοσι μυριάδας, ἃς ὕστερον Γάλβας παρ’ αὐτῶν ἀπῄτησεν, ἔδωκε. Xiph. 177, 26—178, 25 R. St.

63

.

14

.

2

ὅτι ὁ αὐτὸς τῇ Πυθίᾳ δέκα μυριάδας ἔδωκεν, ὅτι τινὰ κατὰ γνώμην αὐτοῦ ἐθέσπισεν· ἃς ὁ Γάλβας ἐκομίσατο. τοῦ δὲ δὴ Ἀπόλλωνος, εἴτ’ οὖν ἀγανακτήσας ὅτι λυπηρά τινα προεῖπεν αὐτῷ, εἴτε καὶ ἄλλως μανείς, τήν τε χώραν τὴν Κιρραίαν
5ἀφείλετο καὶ στρατιώταις ἔδωκε, καὶ τὸ μαντεῖον κατέλυσεν, ἀν‐ θρώπους ἐς τὸ στόμιον ἐξ οὗ τὸ ἱερὸν πνεῦμα ἀνῄει σφάξας.

63

.

14

.

3

ἠγωνίσατο δὲ ἐν πάσῃ ὁμοίως πόλει ἀγῶνα ἐχούσῃ, κήρυκι πρὸς πάντα τὰ κηρύξεως δεόμενα Κλουουίῳ Ῥούφῳ ἀνδρὶ ὑπατευκότι χρησάμενος, πλὴν Ἀθηνῶν καὶ Λακεδαίμονος· ταύταις γὰρ μόναις οὐδὲ ἐπεφοίτησε τὴν ἀρχήν, τῇ μὲν διὰ τοὺς Λυκούργου νόμους
5ὡς ἐναντίους τῇ προαιρέσει αὐτοῦ ὄντας, τῇ δὲ διὰ τὸν περὶ τῶν

63

.

14

.

4

Ἐρινύων λόγον. τὸ δὲ δὴ κήρυγμα ἦν “Νέρων Καῖσαρ νικᾷ τόνδε τὸν ἀγῶνα, καὶ στεφανοῖ τόν τε τῶν Ῥωμαίων δῆμον καὶ τὴν ἰδίαν οἰκουμένην.” ἔχων γάρ, ὡς ἔλεγεν, οἰκουμένην, ἐκιθαρῴδει τε καὶ ἐκήρυττε καὶ ἐτραγῴδει. Xiph. 178, 25—179, 5 R. St., et (us‐
5que ad σφάξας v. 14) Exc. Val. 254 (p. 694).

63

.

15

.

1

τὴν δὲ γερουσίαν οὕτως δεινῶς ἐμίσει ὥστε καὶ τῷ Οὐατινίῳ ὡς μάλιστα χαίρειν, ὅτι ἔλεγεν ἀεί ποτε πρὸς αὐτόν “μισῶ σε, Καῖσαρ, ὅτι συγκλητικὸς εἶ”· χρήσομαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπ’

63

.

15

.

2

αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς καὶ τούτων καὶ τῶν ἄλλων ἀεί ποτε καὶ αἱ ἔσοδοι καὶ αἱ ἔξοδοι τά τε σχήματα καὶ τὰ νεύ‐ ματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συνόντες αὐτῷ καὶ σπου‐ δαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃνοῦντο καὶ ἐτιμῶντο, οἱ

63

.

15

.

3

δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο, ὥστε τινὰς μὴ δυναμέ‐ νους ἐπὶ πολὺ ἀντέχειν (πολλάκις γὰρ καὶ μέχρι τῆς ἑσπέρας ἐξ ἑωθινοῦ παρετείνοντο) προσποιεῖσθαί τε ἐκθνήσκειν καὶ νεκρῶν δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι.

63

.

16

.

1

πάρεργον δὲ δὴ τῆς ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο τὸν ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων ὀκνούντων· αἷμά τε γὰρ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν, καὶ οἰμωγαὶ μυκηθμοί τέ

63

.

16

.

2

τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαντάζετο. λαβὼν δὲ αὐτὸς δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐ‐ τὸν μιμήσασθαι, καὶ πολὺ πλῆθος ἀνθρώπων ἐπὶ τοῦτο τὸ ἔργον καὶ ἐκ τῶν ἄλλων ἐθνῶν μετεπέμψατο.

63

.

17

.

1

ἔς τε οὖν τἆλλα καὶ ἐς ταῦτα χρημάτων πολλῶν δεόμενος, καὶ μεγαλοπράγμων καὶ μεγαλόδωρος ὁμοίως ὤν, καὶ ἅμα φοβούμενος τοὺς δυνατωτάτους μὴ ἐπίθωνταί οἱ τοιαῦτα ποιοῦντι, πολλούς τε

63

.

17

.

2

καὶ ἀγαθοὺς ἄνδρας ἔφθειρεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω (πᾶσί τε γὰρ παρ’ αὐτῷ δημόσιον ἔγκλημα ἦν ἀρετή τε καὶ πλοῦ‐ τος καὶ γένος, καὶ πάντες ἢ ἑαυτοὺς ἀπεκτίννυσαν ἢ ὑπ’ ἄλλων ἐφονεύοντο), τοῦ δὲ δὴ Κορβούλωνος καὶ Σουλπικίων Σκριβω‐

63

.

17

.

3

νίων, Ῥούφου τε καὶ Πρόκλου, μνημονεύσω, τούτων μὲν ὅτι ἀδελ‐ φοί τε καὶ ἡλικιῶται τρόπον τινὰ ὄντες, καὶ μηδὲν μηδέποτε ἄνευ ἀλλήλων πράξαντες, ἀλλ’ ὥσπερ τῷ γένει οὕτω καὶ τῇ προαιρέσει
τῇ τε οὐσίᾳ συμπεφυκότες, καὶ τὰς Γερμανίας δὲ ἀμφοτέρας ἐπὶ
5πολὺ ἅμα διῴκησαν, ἦλθόν τε ἐς τὴν Ἑλλάδα μετάπεμπτοι ὥστε

63

.

17

.

4

αὐτῶν τοῦ Νέρωνος δεομένου, καὶ ἐγκλήματα οἷα ὁ καιρὸς ἐκεῖνος ἔφερε λαβόντες, καὶ μήτε λόγου τυγχάνοντες μήτε ἐς ὀφθαλμοὺς τοῦ Νέρωνος ἀφικνούμενοι, καὶ διὰ τοῦθ’ ὑφ’ ἁπάντων ὁμοίως ἀτιμαζόμενοι, ἀποθανεῖν τε ἐπεθύμησαν καὶ ἐτελεύτησαν τὰς φλέ‐

63

.

17

.

5

βας αὑτῶν σχάσαντες, τοῦ δὲ δὴ Κορβούλωνος ὅτι καὶ ἐκεῖνον ἐντιμότατα μεταπεμψάμενος, καὶ τά τε ἄλλα καὶ πατέρα καὶ εὐεργέτην αὐτὸν ἀεὶ ὀνομάζων, ἔπειτ’ ἐπειδὴ τῇ Κεγχρείᾳ προσ‐ έσχε, σφαγῆναι, πρὶν καὶ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, προσέταξε· κιθα‐
5ρῳδήσειν γὰρ ἤμελλεν, ὥς τινες λέγουσι, καὶ οὐχ ὑπέμεινεν αὐτῷ

63

.

17

.

6

τὸ ὀρθοστάδιον ἔχων ὀφθῆναι. καὶ ὃς ἐπειδὴ τάχιστα τὸ προσ‐ τεταγμένον ἔγνω, ξίφος τε ἔλαβε, καὶ ἑαυτὸν ἐρρωμένως παίων ἔλεγεν “ἄξιος·” τότε γὰρ δή, τότε πρῶτον ἐπίστευσεν ὅτι κακῶς ἐπεποιήκει καὶ φεισάμενος τοῦ κιθαρῳδοῦ καὶ πρὸς αὐτὸν ἐλθὼν
5ἄνοπλος. Xiph. 179, 5—180, 16 R. St., et (p. 80, 23—26) Exc. Val. 255.

63

.

18

.

1

ἐν μὲν δὴ τῇ Ἑλλάδι ταῦτ’ ἐπράττετο· τί γὰρ δεῖ λέγειν ὅτι καὶ τὸν Πάριν τὸν ὀρχηστὴν ἀποθανεῖν ἐκέλευσεν, ὅτι ὀρχεῖσθαι παρ’ αὐτῷ μαθεῖν ἐθελήσας οὐκ ἠδυνήθη; τί δ’ ὅτι Καικίναν Τοῦ‐ σκον ὑπερώρισεν, ὅτι τῆς Αἰγύπτου ἄρχων ἐλούσατο ἐν τῷ βαλα‐

63

.

18

.

2

νείῳ ὃ ἐκείνῳ ὡς καὶ ἐς τὴν Ἀλεξάνδρειαν ἥξοντι ἐποιήθη; ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὸν αὐτὸν χρόνον ὁ Ἥλιος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο, καὶ Σουλπίκιον Καμερῖνον ἄνδρα τῶν πρώτων μετὰ τοῦ
υἱέος ἀπέκτεινεν, ἐγκαλέσας σφίσιν ὅτι Πυθικοὶ ἐκ προγόνων ἐπι‐
5καλούμενοι οὐκ ἐπαύσαντο τὸ πρόσρημα τοῦτ’ ἔχοντες, ἀλλ’ ἐς τὰς

63

.

18

.

3

τοῦ Νέρωνος νίκας τὰς Πυθικὰς ἐκ τῆς ὁμωνυμίας ἠσέβουν. τῶν δὲ Αὐγουστείων ἄγαλμα αὐτοῦ χιλίων λιτρῶν ποιήσειν ὑποσχομέ‐ νων, πᾶν τὸ ἱππικὸν ἠναγκάσθη συντελέσαι σφίσι τὸ ἀνάλωμα. τὰ δὲ δὴ τῆς γερουσίας ἔργον καθ’ ἕκαστον ἐπεξελθεῖν· τοσαῦται γὰρ
5αἵ τε θυσίαι καὶ ἱερομηνίαι ἐπηγγέλθησαν ὥστε μηδ’ ὅλον τὸν ἐνιαυτὸν ἐξαρκέσαι.

63

.

19

.

1

ὁ δὲ Ἥλιος πολλάκις μὲν καὶ πρότερον ἐπιστείλας αὐτῷ, παραι‐ νῶν ὅτι τάχιστα ἀνακομισθῆναι, ὡς δ’ οὐκ ἐπείθετο, ἦλθεν αὐτὸς ἐς τὴν Ἑλλάδα ἑβδόμῃ ἡμέρᾳ, καὶ ἐξεφόβησεν αὐτὸν εἰπὼν μεγά‐ λην τινὰ ἐπιβουλὴν ἐν τῇ Ῥώμῃ παρασκευάζεσθαι κατ’ αὐτοῦ, ὥστε

63

.

19

.

2

παρευθὺς ἐς τὴν Ἰταλίαν ἀποπλεῦσαι. καὶ ἐγένετο μέν τις ἐλπὶς ὑπὸ χειμῶνος αὐτὸν φθαρήσεσθαι, μάτην δὲ πολλοὶ ἥσθησαν· ἐσώθη γάρ. καί τισι καὶ αὐτὸ τοῦτο ὀλέθρου αἴτιον ἐγένετο, ὅτι καὶ εὔ‐

63

.

20

.

1

ξαντο καὶ ἤλπισαν αὐτὸν ἀπολεῖσθαι. ἐπεὶ δ’ οὖν ἐς τὴν Ῥώμην ἐσήλασε, τοῦ τε τείχους τι καθῃρέθη καὶ τῶν πυλῶν περιερράγη, νενομίσθαι τινῶν λεγόντων ἑκάτερον τοῖς ἐκ τῶν ἀγώνων στεφα‐

63

.

20

.

2

νηφόροις γίνεσθαι. καὶ ἐσεφοίτησαν πρῶτοι μὲν οἱ τοὺς στεφά‐ νους οὓς ἀνῄρητο κομίζοντες, καὶ μετ’ αὐτοὺς ἕτεροι σανίδια [τε] ἐπὶ δοράτων ἀνατείνοντες, ἐφ’ οἷς ἐπεγέγραπτο τό τε ὄνομα τοῦ ἀγῶνος καὶ τὸ εἶδος τοῦ ἀγωνίσματος, ὅτι τε Νέρων Καῖσαρ πρῶ‐

63

.

20

.

3

τος πάντων τῶν ἀπὸ τοῦ αἰῶνος Ῥωμαίων ἐνίκησεν αὐτό, ἔπειτα αὐτὸς ἐφ’ ἅρματος ἐπινικίου, ἐν ᾧ ποτε ὁ Αὔγουστος τὰ πολλὰ ἐκεῖνα νικητήρια ἐπεπόμφει, ἁλουργίδα χρυσόπαστον ἔχων καὶ κότινον ἐστεφανωμένος, τὴν Πυθικὴν δάφνην προτείνων· καὶ αὐτῷ

63

.

20

.

4

ὁ Διόδωρος ὁ κιθαρῳδὸς παρωχεῖτο. καὶ οὕτω διά τε τοῦ ἱππο‐ δρόμου καὶ διὰ τῆς ἀγορᾶς μετά τε τῶν στρατιωτῶν καὶ μετὰ τῶν ἱππέων τῆς τε βουλῆς διελθὼν ἐς τὸ Καπιτώλιον ἀνέβη, καὶ ἐκεῖ‐ θεν ἐς τὸ Παλάτιον, πάσης μὲν τῆς πόλεως ἐστεφανωμένης καὶ

63

.

20

.

5

λυχνοκαυτούσης καὶ θυμιώσης, πάντων δὲ τῶν ἀνθρώπων, καὶ αὐτῶν τῶν βουλευτῶν ὅτι μάλιστα, συμβοώντων “Ὀλυμπιονῖκα
οὐᾶ, Πυθιονῖκα οὐᾶ, Αὔγουστε Αὔγουστε. Νέρωνι τῷ Ἡρακλεῖ, Νέρωνι τῷ Ἀπόλλωνι. ὡς εἷς περιοδονίκης, εἷς ἀπ’ αἰῶνος,

63

.

20

.

6

Αὔγουστε Αὔγουστε. ἱερὰ φωνή· μακάριοι οἵ σου ἀκούοντες”. τί γὰρ δεῖ περιπλέκειν καὶ οὐκ αὐτὰ τὰ λεχθέντα δηλοῦν; οὐδὲ γὰρ οὐδ’ αἰσχύνην τινὰ τῇ συγγραφῇ τὰ ῥηθέντα, ἀλλὰ καὶ κόσμον τὸ μηδὲν αὐτῶν ἀποκρυφθῆναι φέρει.

63

.

21

.

1

ἐκτελέσας δὲ ταῦτα ἱπποδρομίας ἐπήγγειλε, καὶ τοὺς στεφάνους, τούτους τε καὶ τοὺς ἄλλους πάντας ὅσους ἅρμασι νικήσας εἰλήφει, ἐς τὸν ἱππόδρομον ἐσήνεγκε καὶ τῷ ὀβελίσκῳ τῷ Αἰγυπτίῳ περι‐ έθηκε· καὶ ἦσαν ὀκτὼ καὶ ὀκτακόσιοι καὶ χίλιοι. ποιήσας δὲ ταῦτα

63

.

21

.

2

ἡνιόχησε. Λάρκιος δέ τις Λυδὸς προσῆλθεν αὐτῷ πέντε καὶ εἴ‐ κοσι μυριάδας προσφέρων ἵνα κιθαρῳδήσῃ· καὶ ὃς τὸ μὲν ἀργύριον οὐκ ἔλαβεν, ἀπαξιώσας μισθοῦ τι ποιῆσαι (καὶ διὰ τοῦτο Τιγελλῖ‐ νος αὐτὸ ἐσέπραξεν, ἵνα μὴ αὐτὸν ἀποκτείνῃ), ἐς μέντοι τὸ θέατρον
5καὶ ὣς ἐσελθὼν καὶ ἐκιθαρῴδησε καὶ ἐτραγῴδησεν, ἐπεὶ τοῖς γε ἵπποις οὐκ ἔστιν ὅτε οὐχ ἡμιλλᾶτο. ἔστι δὲ ὅτε καὶ ἑκὼν ἡττᾶτο, ὅπως τά γε ἄλλα τὰ πλείω πιστεύηται ἐπ’ ἀληθείας κρατεῖν. Xiph. 186, 16—182, 6 R. St.

63

.

21

.

3

Δίων ξβʹ βιβλίῳ· “καὶ κακὰ ἀμύθητα πολλὰς πόλεις εἰργά‐
ζετο”. Bekk. Anecd. 142, 9. 10.

63

.

22

1,1

Ὁ μὲν οὖν Νέρων οὕτω τε ἔζη καὶ οὕτως ἐμονάρχει, λέξω δὲ καὶ ὅπως κατελύθη καὶ ἐκ τῆς ἀρχῆς ἐξέπεσεν. Xiph. 182, 6—8 R. St.

63

.

22

1a

ἔτι δ’ ἐν τῇ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι εἰς προῦπτον ἀπέστησαν, καὶ ἐπ’ αὐτοὺς τὸν Οὐεσπασιανὸν ἔπεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον. Zon. 11, 13 p. 479, 8—11 B. (p. 41, 5—9 D.)

63

.

22

1,2

〈ἦν τισ〉 Γαλάτης ἀνὴρ Γάιος Ἰούλιος Οὐίνδιξ, ἐκ μὲν προ‐ γόνων Ἀκυτανὸς τοῦ βασιλικοῦ φύλου, κατὰ δὲ τὸν πατέρα βου‐
λευτὴς τῶν Ῥωμαίων, τό τε σῶμα ἰσχυρὸς καὶ τὴν ψυχὴν συνετός, τῶν τε πολεμικῶν ἔμπειρος καὶ πρὸς πᾶν ἔργον μέγα εὔτολμος·
5τό τε φιλελεύθερον καὶ τὸ φιλότιμον πλεῖστον εἶχεν· ὃς προέστη τῶν Γαλατῶν. Xiph. 182, 8—11 R. St., Exc. Val. 256 (p. 694), Zon. 11, 13 p. 479, 11. 12 B. (p. 41, 9. 10 D.)

63

.

22

.

2

οὗτος ὁ Οὐίνδιξ συναθροίσας τοὺς Γαλάτας πολλὰ πεπονθότας τε ἐν ταῖς συχναῖς ἐσπράξεσι τῶν χρημάτων καὶ ἔτι πάσχοντας ὑπὸ
5Νέρωνος, καὶ ἀναβὰς ἐπὶ βῆμα μακρὰν διεξῆλθε κατὰ τοῦ Νέρω‐ νος ῥῆσιν λέγων δεῖν ἀποστῆναί τε αὐτοῦ καὶ ἅμα οἷ ἐπιστῆναι αὐτῷ,

63

.

22

.

3

“ὅτι” φησὶ “πᾶσαν τὴν τῶν Ῥωμαίων οἰκουμένην σεσύληκεν, ὅτι πᾶν τὸ ἄνθος τῆς βουλῆς αὐτῶν ἀπολώλεκεν, ὅτι τὴν μητέρα τὴν ἑαυτοῦ καὶ ᾔσχυνε καὶ ἀπέκτεινε, καὶ οὐδ’ αὐτὸ τὸ σχῆμα τῆς ἡγε‐

63

.

22

.

4

μονίας σώζει. σφαγαὶ μὲν γὰρ καὶ ἁρπαγαὶ καὶ ὕβρεις καὶ ὑπ’ ἄλλων πολλαὶ πολλάκις ἐγένοντο· τὰ δὲ δὴ λοιπὰ πῶς ἄν τις κατ’ ἀξίαν εἰπεῖν δυνηθείη; εἶδον, ὦ ἄνδρες φίλοι καὶ σύμμαχοι, πιστεύ‐ σατέ μοι, εἶδον τὸν ἄνδρα ἐκεῖνον, εἴγε ἀνὴρ ὁ Σπόρον γεγαμηκώς,
5ὁ Πυθαγόρᾳ γεγαμημένος, ἐν τῷ τοῦ θεάτρου κύκλῳ καὶ ἐν τῇ ὀρ‐ χήστρᾳ ποτὲ μὲν κιθάραν ἔχοντα καὶ ὀρθοστάδιον καὶ κοθόρνους,

63

.

22

.

5

ποτὲ δὲ ἐμβάτας καὶ προσωπεῖον. ἤκουσα αὐτοῦ πολλάκις ᾄδοντος, ἤκουσα κηρύττοντος, ἤκουσα τραγῳδοῦντος. εἶδον αὐτὸν δεδεμένον, εἶδον συρόμενον, κύοντα δή, τίκτοντα δή, πάντα ὅσα μυθολογεῖται καὶ λέγοντα καὶ ἀκούοντα καὶ πάσχοντα καὶ δρῶντα. εἶτά τις τὸν
5τοιοῦτον Καίσαρα καὶ αὐτοκράτορα καὶ Αὔγουστον ὀνομάσει; μη‐

63

.

22

.

6

δαμῶς· μηδεὶς ὑβριζέτω τὰ ἱερὰ ἐκεῖνα ὀνόματα. ταῦτα μὲν γὰρ Αὔγουστος καὶ Κλαύδιος ἔσχον, οὗτος δὲ δὴ Θυέστης τε καὶ Οἰ‐ δίπους Ἀλκμέων τε καὶ Ὀρέστης δικαιότατ’ ἂν καλοῖτο· τούτους γὰρ ὑποκρίνεται, καὶ ταύτας ἀντ’ ἐκείνων τὰς ἐπωνυμίας ἀντεπιτέ‐
5θειται. ἀνάστητε οὖν ἤδη ποτέ, καὶ ἐπικουρήσατε μὲν ὑμῖν αὐτοῖς, ἐπικουρήσατε δὲ τοῖς Ῥωμαίοις, ἐλευθερώσατε 〈δὲ〉 πᾶσαν τὴν οἰ‐
κουμένην”. Xiph. 182, 11—183, 3 R. St.

63

.

23

.

1

(n)

[Xiphilinus]
1 τοιαῦτά τινα τοῦ Οὐίνδικος εἰπόντος ἅπαντες συνεφρόνη‐ σαν. οὐχ ἑαυτῷ δὲ
5τὴν ἀρχὴν πράττων ὁ
15Οὐίνδιξ τὸν Γάλβαν τὸν Σέρουιον τὸν Σουλπίκιον
19ἐπιεικείᾳ τε καὶ ἐμ‐
20πειρίᾳ πολέμων δια‐ πρέποντα καὶ τῆς Ἰβηρίας ἄρχοντα, δύ‐ ναμίν τε οὐ μικρὰν ἔχοντα, ἐς τὴν ἡγεμο‐
25νίαν προεχειρίσατο· κἀκεῖνος ὑπὸ τῶν στρατιωτῶν αὐτο‐ κράτωρ ἀνηγορεύθη.
Xiph. 183, 3—9 R. St.

63

.

24

.

1

(n)

[Xiphilinus]
1 τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγέ‐ νετο· Ῥοῦφος δὲ ἄρχων τῆς Γερμανίας ὥρμησε μὲν ὡς καὶ τῷ Οὐίνδικι πολε‐ μήσων, γενόμενος δὲ ἐν Οὐεσοντίωνι
5ταύτην ἐπολιόρκει, πρόφασιν ἐπεὶ μὴ

63

.

24

.

2

ἐδέξατο αὐτόν. τοῦ δὲ Οὐίνδικος πρὸς βοήθειαν τῆς πόλεως ἀντεπιόντος αὐτῷ καὶ οὐ πόρρω στρατοπεδεύ‐ σαντος ἀντεπέστειλαν μὲν ἀλλήλοις
5τινά, καὶ τέλος καὶ ἐς λόγους ἦλ‐ θον μόνοι καὶ 〈μηδενόσ〉 σφισι τῶν ἄλ‐ λων παρόντος, καὶ κατὰ τοῦ Νέρωνος, ὡς εἰκάζετο, συνέθεντο πρὸς ἀλλή‐

63

.

24

.

3

λους. μετὰ δὲ τοῦτο ὁ Οὐίνδιξ ὥρ‐ μησε μετὰ τοῦ στρατοῦ ὡς τὴν πόλιν κα‐ ταληψόμενος· καὶ αὐτοὺς οἱ τοῦ Ῥούφου στρατιῶται προσιόντας αἰσθόμενοι, καὶ νο‐
5μίσαντες ἐφ’ ἑαυτοὺς ἄντικρυς χωρεῖν, ἀντεξ‐ ώρμησαν αὐτοκέλευστοι, καὶ προσπεσόντες σφίσιν ἀπροσδοκήτοις τε καὶ ἀσυντάκτοις

63

.

24

4,1

οὖσι παμπόλλους κατέκοψαν. ἰδὼν δὲ τοῦτο καὶ περιαλγήσας ὁ Οὐίνδιξ αὐτὸς ἑαυτὸν ἔσφαξε. Xiph. 183, 12‐ 25 R. St.

63

.

24

4a

(τῆς δ’ ἀποστασίας παρατεινο‐ μένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ’ αὐτοῦ στρατιωτῶν κινδυ‐ νευσάντων ὑπεραλγήσας § 3. 41), καὶ
5πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοσούτου πράγματος ὀριγνη‐ θείς, τοῦ τὸν Νέρωνα καθελεῖν καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. Zon. 11, 13 p. 480,
101—6 B. (p. 41, 19—24 D.)

63

.

24

4,2

καὶ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, πολλοὶ δὲ δὴ μετὰ ταῦτα, τὸ σῶμα αὐτοῦ κατατρώσαντες, δόξαν τισὶ μάτην ὡς καὶ αὐτοὶ
5ἀπεκτονότες αὐτὸν παρέσχον.

63

.

25

.

1

Ῥοῦφος δὲ τοῦτον μὲν ἰσχυρῶς ἐπένθησε, τὴν δὲ αὐτοκράτορα ἀρχήν, καίτοι τῶν στρατιωτῶν πολλάκις αὐτῷ ἐγκειμένων, οὐκ
5ἠθέλησε δέξασθαι, δυνηθεὶς ἂν ῥᾳδίως ἐπιτυχὴς αὐτῆς γενέσθαι· δραστήριός τε γὰρ ἀνὴρ ἦν καὶ ἰσχὺν μεγάλην καὶ πρόθυμον εἶχε, καὶ οἱ στρατιῶται τὰς μὲν τοῦ Νέρωνος εἰκόνας καθεῖλον καὶ συν‐

63

.

25

.

2

έτριψαν, αὐτὸν δὲ Καίσαρα καὶ Αὔγουστον ὠνόμαζον. ὡς δ’ οὐκ ἐπείθετο, ἐνταῦθα τῶν στρατιωτῶν τις ἑνὶ τῶν σημείων αὐτοῦ ταῦτα διὰ ταχέων ἐπέγραψε· καὶ ὃς ἐκεῖνά τε ἀπήλειψε, καὶ μό‐ λις ποτὲ αὐτοὺς καταστήσας ἔπεισεν ἐπὶ τῇ βουλῇ καὶ τῷ δήμῳ

63

.

25

.

3

ποιήσασθαι, εἴτ’ οὖν ὅτι οὐκ ἠξίου τοὺς στρατιώτας τινὶ τὸ κράτος διδόναι (τῇ τε γὰρ γερουσίᾳ καὶ τῷ δήμῳ προσήκειν τοῦτ’ ἔλεγεν),
εἴτε καὶ παντελῶς μεγαλογνωμονῶν, ὡς οὐδὲν τῆς αὐτοκρατορικῆς ἀρχῆς ὑπὲρ ἧς καὶ οἱ ἄλλοι πάντα ἔπραττον, 〈καὶ αὐτὸς δεό〉μενος.
5Xiph. 183, 25—184, 8 R. St.

63

.

26

.

1

ὅτι ὁ Νέρων μαθὼν τὰ κατὰ τὸν Οὐίνδικα ἐν Νέᾳ πόλει τὸν γυμνικὸν ἀγῶνα ἀπ’ ἀρίστου θεωρῶν, οὐκ ἐλυπήθη, ἀλλὰ κατα‐ πηδήσας ἐκ τῆς ἕδρας ἀθλητῇ τινὶ συνεσπούδασεν· οὐδὲ ἐς τὴν Ῥώμην ἠπείχθη, ἀλλὰ καὶ γράμματα ἁπλῶς τῇ βουλῇ πέμψας
5παρῃτήσατο ὅτι οὐκ ἀφίκετο, λέγων βραγχᾶν, καθάπερ τι ᾆσαι καὶ

63

.

26

.

2

τότε αὐτοῖς δεόμενος. καὶ τήν γε αὐτὴν φροντίδα καὶ ἐπιμέλειαν τῆς τε φωνῆς καὶ τῶν ᾀσμάτων τῶν τε κιθαρισμάτων, οὐχ ὅτι ἐν τῷ τότε παρόντι, ἀλλὰ καὶ μετὰ ταῦτα ἐποιεῖτο· καὶ οὔτε τι ἐξ ἐκείνων ἐξέκραξεν, εἴ τε καὶ ἠναγκάσθη τι οἷα ἐν τοιούτοις ὢν ἐκ‐
5βοῆσαι, εὐθύς τις αὐτὸν ὡς καὶ κιθαρῳδήσειν μέλλοντα ἀνεχαίτιζεν καὶ ἀνελάμβανεν. Exc. Val. 257a (p. 694).
7n[Xiphilinus]
11(.... ἀνηγορεύ‐

63

.

23

.

2

θη c. 23, 1.) λέγε‐ ται δὲ ὅτι τοῦ Νέ‐
ρωνος διακοσίας καὶ πεντήκοντα μυ‐
5ριάδας ἐπικηρύ‐ ξαντος τῷ Οὐίν‐ δικι ἀκούσας ὁ Οὐίνδιξ ἔφη ὅτι “ὁ Νέρωνα ἀποκτείνας
10τήν τε κεφαλὴν αὐ‐ τοῦ κομίσας μοι τὴν ἐμὴν ἀντιλήψεται”. (τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγένετο
15κ.τ.λ. c. 24, 1.) Xiph. 183, 9—12 R. St.

63

.

26

.

3

τά τε ἄλλα ὅσα εἰώθει ὁμοίως ἐποίει, χαίρων τοῖς ἠγγελμέ‐ νοις ὅτι ἄλλως τε κατακρατήσειν τοῦ Οὐίνδικος ἤλπιζεν καὶ ὑπό‐
θεσιν ἀργυρισμοῦ καὶ φόνων εἰληφέναι ἐδόκει. καὶ ἐτρύφα, καὶ τὸ τῆς Σαβίνης ἡρῷον ἐκποιηθὲν καὶ κοσμηθὲν λαμπρῶς ὡσίω‐
5σεν, ἐπιγράψας αὐτῷ ὅτι Σαβίνῃ αὐτὸ θεᾷ Ἀφροδίτῃ αἱ γυναῖκες

63

.

26

.

4

ἐποίησαν. καὶ τοῦτο μὲν ἠλήθευσεν· ἐκ γὰρ τῶν χρημάτων ἃ πολλὰ καὶ παρὰ τῶν γυναικῶν ἐσεσύλητο ἐξειργάσθη· συχνὰ δὲ δὴ καὶ ἤθυρεν, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, ἓν δὲ εἴπω. νύκτωρ ποτὲ τοὺς πρώτους τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐξαπίνης σπουδῇ,
5ὡς καὶ περὶ τῶν παρόντων τι κοινώσων σφίσι, μεταπέμψας “ἐξεύ‐ ρηκα” ἔφη “πῶς ἡ ὕδραυλις” (αὐτὸ γὰρ τὸ ῥηθὲν γραφήσεται)

63

.

26

.

5

“καὶ μεῖζον καὶ ἐμμελέστερον φθέγξεται”. τοιαῦτα μὲν καὶ τότε ἔπαιζεν, οὐδὲ ἔμελεν αὐτῷ ὅτι αἱ θύραι ἀμφότεραι, αἵ τε τοῦ μνημείου τοῦ Αὐγουστείου καὶ αἱ τοῦ κοιτῶνος τοῦ ἐκείνου, αὐτό‐ μαται ἐν τῇ αὐτῇ νυκτὶ ἀνεῴχθησαν, οὐδ’ ὅτι ἐν τῷ Ἀλβανῷ το‐
5σούτῳ δή τινι αἵματι ὗσεν ὥστε καὶ ποταμοὺς ῥυῆναι, οὐδ’ ὅτι ἐκ τῆς Αἰγύπτου ὑπαναχωρήσασα ἐπὶ πολὺ ἡ θάλασσα μέρος μέγα

63

.

27

.

1

τῆς Λυκίας κατέλαβεν· ἐπεὶ δὲ περί τε τοῦ Γάλβα ἤκουσεν ὅτι αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνερρήθη, περί τε τοῦ Ῥούφου ὅτι αὐτοῦ ἀπέστη, ἐν δέει τε μεγάλῳ ἐγένετο, καὶ αὐτός τε ἐν Ῥώμῃ παρεσκευάζετο καὶ ἐπ’ ἐκείνους Ῥούβριον Γάλλον καὶ ἄλλους
5τινὰς ἔπεμψεν. Exc. Val. 257b (usque ad ἔπαιζεν, v. 10), Xiph. 184, 8—23 R. St. (inde a νύκτωρ v. 5).
7n[Zonaras]

63

.

27

1a

ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπανα‐ στάντων μετὰ τοῦ πλείονος προ‐
επεπόμφει στρατεύματος, τὰ τοῦ
5n[Zonaras]
6Γάλβου φρονήσαντα, οὐκέτ’ οὐδε‐ μίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλ’ (ἐβουλεύσατο τούς τε βουλευτὰς κ.τ.λ. § 2). Zon. 11, 13 p. 480, 11‐
1014 B. (p. 42, 1—4 D.)

63

.

27

.

2

ὑπὸ πάντων δὲ ὁμοίως ἐγκα‐ ταλειφθεὶς ἐ‐ βουλεύσατο μὲν
5τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, ὑπειπὼν ὅτι “ἂν καὶ ἐκ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον
10ἡμᾶς ἐκεῖ διαθρέψει·” ἐς τοῦτο γὰρ ἀνοίας ἐληλύθει ὥστε καὶ πιστεῦσαι ὅτι ἄλλως τε ἰδιω‐ τεῦσαι καὶ προσέτι καὶ κιθαρῳ‐ δεῖν δυνήσεται. Xiph. 184, 23‐
1528 R. St., Exc. Val. 258 (p. 696).
16n[Zonaras]

63

.

27

2b

μέλλοντος δὲ ταῦτα πράσσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρου‐ ρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον
5ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Zon. 11, 13 p. 480, 17—19 B. (p. 42, 8—11 D.)

63

.

27

.

3

ἐπεὶ δὲ ᾔσθετο ὅτι καὶ ὑπὸ τῶν σωματοφυλάκων ἐγκαταλέ‐ λειπται, (ἐν κήποις δέ τισιν ἐτύγχανε καθεύδων)
6φυγεῖν ἐπεχείρησεν.
7n[Xiphilinus]
9ἐσθῆτά τε
10οὖν φαύλην ἔλαβε καὶ ἐπὶ ἵπ‐ πον οὐδὲν βελτίονα ἀνέβη, καὶ ἐπ’ αὐτοῦ κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου, μετά τε αὐτοῦ ἐκείνου καὶ μετὰ
15Ἐπαφροδίτου τοῦ τε Σπόρου,

63

.

28

.

1

νυκτὸς ἔτι οὔσης ἤλασε. καὶ αὐ‐ τοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐγένετο, ὥστε καὶ δό‐ κησιν παρασχεῖν ὅτι ἥ τε γῆ
5πᾶσα διαρρήγνυται καὶ αἱ τῶν πεφονευμένων ὑπ’ αὐτοῦ ψυχαὶ πᾶσαι ἅμα ἐπ’ αὐτὸν ἀναθορ‐ νύουσι. γνωρισθεὶς οὖν καὶ ὣς ὑπό τινος, ὥς φασι, τῶν ἀπαν‐
10τησάντων, καὶ αὐτοκράτωρ προσ‐ αγορευθεὶς ἔκ τε τῆς ὁδοῦ ἀπε‐ τράπη καὶ ἐς καλαμώδη τόπον

63

.

28

.

2

τινὰ κατεκρύφθη. καὶ ἐνταῦθα μέχρι τῆς ἡμέρας ὑπέμεινεν ἐρ‐ ριμμένος, ὅπως ὡς ἥκιστα διο‐ ρῷτο. καὶ πάντα μὲν τὸν παρ‐
5ιόντα ὡς καὶ ἐφ’ ἑαυτὸν ἥκοντα
ὑποπτεύων, πᾶσαν δὲ φωνὴν ὡς
7n[Xiphilinus]
8καὶ ἀναζητοῦσαν αὑτὸν ὑποτρέ‐ μων, εἴ τέ που κυνίδιον ὕλαξεν
10ἢ καὶ ὀρνίθιον ἐφθέγξατο ῥω‐ πίον τε καὶ κλάδος ὑπ’ αὔρας

63

.

28

.

3

ἐσείσθη, δεινῶς ἐταράττετο, καὶ οὔθ’ ἡσυχάζειν ὑπ’ αὐτῶν ἐδύ‐ νατο, οὔτ’ αὖ λαλεῖν τινι τῶν παρόντων, μὴ καὶ ἕτερός τις
5ἀκούσῃ, ἐτόλμα, ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν τὴν τύχην καὶ ἐθρήνει καὶ ὠλοφύρετο. ἐλογίζετο γὰρ τά τε ἄλλα, καὶ προσέτι ὅτι πολυαν‐ θρωποτάτῃ ποτὲ θεραπείᾳ γαυ‐
10ρωθεὶς μετὰ τριῶν ἐξελευθέρων

63

.

28

.

4

ἐκύπταζε. τοιοῦτον γὰρ δρᾶμα τότε τὸ δαιμόνιον αὐτῷ παρε‐ σκεύασεν, ἵνα μηκέτι τοὺς ἄλλους μητροφόνους καὶ ἀλήτας ἀλλ’
5ἤδη καὶ ἑαυτὸν ὑποκρίνηται· καὶ τότε μετεγίνωσκεν ἐφ’ οἷς ἐτε‐ τολμήκει, καθάπερ ἄπρακτόν τι

63

.

28

.

5

αὐτῶν ποιῆσαι δυνάμενος. Νέρων μὲν δὴ τοιαῦτα ἐτραγῴδει, καὶ τὸ ἔπος ἐκεῖνο συνεχῶς ἐνενόει, “οἰκτρῶς θανεῖν μ’ ἄνωγε σύγ‐
5 γαμος πατήρ·” ὀψὲ δ’ οὖν ποτε, ἐπειδὴ μη‐ δεὶς αὐτὸν ἀναζητῶν ἑωρᾶτο, μετῆλθεν ἐς τὸ ἄντρον, κἀνταῦθα καὶ ἔφαγε πεινήσας ἄρτον ὁποῖον
10οὐδεπώποτε ἐβεβρώκει, καὶ ἔπιε διψήσας ὕδωρ ὁποῖον οὐδεπώ‐ ποτε ἐπεπώκει. ἐφ’ ᾧ δυσανα‐
σχετήσας εἶπε “τοῦτό ἐστιν ἐκεῖνο τὸ ποτὸν τὸ ἐμὸν τὸ ἄφθονον”.
15Xiph. 184, 28—185, 26 R. St.
16n[Xiphilinus]

63

.

29

.

1

καὶ ὁ μὲν ἐν τού‐ τοις ἦν, ὁ δὲ δῆμος τῶν Ῥωμαίων ἐβουθύ‐
5τει καὶ ὑπερέχαιρε
10 καί τινες καὶ πιλία ὡς ἠλευθερω‐ μένοι ἔφερον. καὶ τῷ Γάλβᾳ τὰ τῇ αὐτοκρά‐ τορι ἀρχῇ προσήκον‐
15τα ἐψηφίσαντο.
16n[Xiphilinus]

63

.

29

1,2

παρὰ πάντα δὲ ζήτησιν αὐτοῦ τοῦ Νέρωνος ἐποιοῦντο, καὶ χρόνον μέν τινα
5ἠπόρησαν ὅπου ποτὲ ἀπεληλυθὼς εἴη, ἔ‐ πειτα μαθόντες ἔ‐ πεμψαν ἐπ’ αὐτὸν

63

.

29

.

2

ἱππέας. καὶ οὕτως
ἐκεῖνος προσιόντας
3n[Xiphilinus]
4αὐτοὺς αἰσθόμενος
5προσέταξε τοῖς παρ‐ οῦσιν ἑαυτὸν ἀποκτεῖναι. ἐπεί τε οὐχ ὑπήκουσαν,
13ἀνεστέναξέ τε καὶ
18 ἔφη “ἐγὼ μόνος οὔτε φί‐
20λον οὔτε ἐχθρὸν ἔχω”. κἀν τούτῳ πελασάν‐ των αὐτῷ τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἀπέ‐ κτεινε, τὸ θρυλούμε‐
25νον ἐκεῖνο εἰπών, “ὦ Ζεῦ, οἷος τεχνίτης παραπόλλυμαι”. καὶ αὐτὸν δυσθανατοῦν‐ τα ὁ Ἐπαφρόδιτος
30προσκατειργάσατο.
31n[Xiphilinus]

63

.

29

.

3

ἐβίω δὲ ἔτη τριάκοντα καὶ μῆνας ἐννέα, ἀφ’ ὧν ἦρξεν ἔτη
5δεκατρία καὶ μῆνας ὀκτώ, ἔσχατος τῶν ἀπὸ τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Αὐγούστου γεγο‐
10νότων, καθάπερ που σαφῶς καὶ αἱ δάφναι αἱ ὑπὸ τῆς Λιουίας φυτευθεῖσαι τό τε γένος τῶν λευκῶν ὀρνίθων προδιαφθαρέντα αὐτοῦ ἐσήμανεν. Xiph. 185, 27—186, 10 R. St.

63

.

29

.

4

ὅτι οὐδενὶ ἀνέλπιστος ἦν ἡ ἐγχείρησις τῆς βασιλείας ἐν τηλικαύτῃ γενομένη ταραχῇ. Petr. Patr. exc. Vat. 79 (p. 216 Mai. = p. 197, 22.
23 Dind.)

63

.

29

.

5

ὅτι ὁ Ῥοῦφος πρὸς Γάλβαν ἦλθε, καὶ παρὰ μὲν ἐκείνου οὐδὲν ὅ τι ἄξιον εἰπεῖν εὕρετο, εἰ μή τις αὐτὸ τοῦτ’ ἐκλογίσαιτο ὅτι πολλάκις αὐτοκράτωρ ὀνομασθεὶς ἔζησε· παρὰ δὲ δὴ τῶν ἄλλων ἀνθρώπων ὄνομα μέγα, καὶ μεῖζον ἢ εἴπερ ὑπεδέδεκτο τὴν ἡγεμο‐
5νίαν, ἐκτήσατο, ὅτι οὐκ ἠθέλησεν αὐτὴν λαβεῖν. Exc. Val. 259 (p. 697).

63

.

29

.

6

Γάλβας δ’, ἐπεὶ ὅ τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ Ῥοῦφος αὐτῷ προσεχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν. ἀλλ’ οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα
5ἐνεγεγράφει. Zon. 11, 14 p. 482, 6—10 B. (p. 43, 10—15 D.)

64

.

1

.

1

οὕτω μὲν οὖν ὁ Γάλβας αὐτοκράτωρ ἀπεδείχθη, ὥσπερ που προεῖπε μὲν αὐτῷ καὶ ὁ Τιβέριος, φήσας ὅτι καὶ αὐτὸς τῆς ἡγεμο‐

64

.

1

.

2

νίας παραγεύσεται, προεῖπε δὲ καὶ σημεῖα ἐναργέστατα. τήν τε γὰρ Τύχην ἔδοξεν αὑτῷ λέγειν ὅτι χρόνον ἤδη συχνὸν αὐτῷ παρα‐ μένοι καὶ ὅτι οὐδεὶς αὐτὴν ἐς τὴν οἰκίαν αὐτοῦ ἐσδέχοιτο, καὶ δὴ ἐὰν ἐπὶ πλεῖον εἰρχθῇ, πρὸς ἕτερόν τινα μεταστήσεται· καὶ πλοῖα
5ὅπλων μεστὰ πρὸς Ἰβηρίαν ὑπ’ αὐτὰς ἐκείνας τὰς ἡμέρας αὐτό‐

64

.

1

.

3

ματα, μηδενὸς ἀνθρώπων ἄγοντος αὐτά, προσωρμίσθη. ἡμίονός τε ἔτεκεν, ὅπερ αὐτῷ σύμβολον τοῦ κράτους ἔσεσθαι ἐτεθέσπιστο. καὶ παῖς λιβανωτὸν αὐτῷ θύοντι προσφέρων πολιὰς ἐξαίφνης ἔφυ‐ σεν, καὶ οἱ μάντεις τὴν τοῦ νεωτέρου ἀρχὴν πρὸς τὸ γῆρας αὐτοῦ
5μεταστήσεσθαι ἔφησαν.

64

.

2

.

1

ταῦτα μὲν ἐς τὴν ἡγεμονίαν αὐτῷ φέροντα προεδείχθη· αὐτὸς δὲ τὰ μὲν ἄλλα μετρίως ἦρχε καὶ ἀνεπαχθὴς ἦν, νομίζων οὐκ εἰ‐ ληφέναι τὴν ἀρχὴν ἀλλὰ δεδόσθαι αὐτᾷ (τοῦτο γὰρ συνεχῶς ἔλεγε), πλὴν ὅτι χρήματά τε ἀπλήστως, ἅτε καὶ πολλῶν δεόμενος, ἤθροιζε,
5καὶ ἀπ’ αὐτῶν ἐλάχιστα ἀνήλισκεν, ὥστε μηδὲ δραχμὰς ἔστιν οἷς

64

.

2

.

2

ἀλλ’ ὀβολοὺς χαρίζεσθαι, οἱ δὲ ἐξελεύθεροι αὐτοῦ πάμπολλα ἐπλημμέλουν, ὥστε καὶ ἐς ἐκεῖνον αὐτὰ ἀναφέρεσθαι. τοῖς μὲν γὰρ ἰδιώταις ἀπόχρη μηδὲν ἀδικεῖν, τοῖς δὲ δὴ τὰς ἡγεμονίας ἔχουσιν ἀνάγκη προνοεῖν ὅπως μηδ’ ἄλλος κακουργῇ· οὐδὲ γὰρ
5διαφέρει τι τοῖς κακῶς πάσχουσιν ὑφ’ ὅτου ἂν καὶ κακῶνται.

64

.

2

.

3

ὥστ’ εἰ καὶ ἔξω τοῦ τι δεινὸν ποιεῖν ὁ Γάλβας ἦν, ἀλλ’ ὅτι ἐκεί‐ νοις ἀδικεῖν ἐπέτρεπεν ἢ ὅτι ἠγνόει τὰ γινόμενα, οὐ καλῶς ἤκουε. Νυμφίδιος δέ τις καὶ Καπίτων οὕτως ἐξεφρόνησαν ὑπ’ αὐτοῦ ὥστε ὁ Καπίτων, ἐφέντος τινὸς ἀπ’ αὐτοῦ ποτε δικάζοντος, μετεπήδησε
5τε ἐπὶ δίφρον ὑψηλὸν καὶ ἔφη “λέγε τὴν δίκην παρὰ τῷ Καίσαρι,” διαγνούς τε ἀπέκτεινεν αὐτόν. τούτοις μὲν δὴ διὰ ταῦτα ὁ Γάλβας

64

.

3

.

1

ἐπεξῆλθεν· ὡς δ’ ἐπλησίασε τῇ πόλει, ἀπήντησαν αὐτῷ οἱ δορυ‐ φόροι τοῦ Νέρωνος, καὶ ἠξίουν ἐν τῇ αὐτῇ στρατείᾳ φυλαχθῆναι. καὶ ὃς τὰ μὲν πρῶτα ἀνεβάλετο ὡς καὶ σκεψόμενος περὶ τούτου,

64

.

3

.

2

ὡς δ’ οὐκ ἐπείθοντο ἀλλ’ ἐθορύβουν, ἐφῆκέ σφισι τὸ στράτευμα, καὶ οἱ μὲν παραχρῆμα ἐς ἑπτακισχιλίους ἀπέθανον, οἱ δὲ καὶ μετὰ τοῦτο δεκατευθέντες. οὕτως, εἰ καὶ τῇ ἡλικίᾳ τῇ τε νόσῳ ἐκεκμή‐ κει, ἀλλὰ τῇ διανοίᾳ ἤκμαζεν, οὐδ’ ἠξίου τὸν αὐτοκράτορα ἀναγκα‐

64

.

3

.

3

ζόμενόν τι ποιεῖν. ἀμελεῖ καὶ τοῖς δορυφόροις ἀπαιτοῦσι τὰ χρή‐ ματα ἃ ὑπέσχετο ὁ Νυμφίδιος, οὐκ ἔδωκε, καὶ ἔφη γε ὅτι “κατα‐ λέγειν στρατιώτας ἀλλ’ οὐκ ἀγοράζειν εἴωθα.” τῷ δὲ δήμῳ σφόδρα ἀξιοῦντι τόν τε Τιγελλῖνον καὶ ἄλλους τινὰς τῶν πρότερον ὑβρι‐
5σάντων ἀποθανεῖν οὐχ ὑπεῖξε, τάχα ἂν ἀποκτείνας αὐτοὺς εἰ μὴ

64

.

3

4,1

ἐκεῖνοι τοῦτ’ ᾐτήκεσαν. τὸν μέντοι Ἥλιον καὶ τὸν Νάρκισσον τόν τε Πατρόβιον καὶ τὴν Λουκοῦσταν τὴν φαρμακίδα καὶ ἄλλους τινὰς τῶν ἐπὶ τοῦ Νέρωνος ἐπιπολασάντων κατά τε τὴν πόλιν πᾶσαν δεδεμένους περιαχθῆναι καὶ μετὰ τοῦτο κολασθῆναι ἐκέλευσε.
5Xiph. 186, 17—187, 31 R. St., et (p. 101, 18—102, 2) Petr. Patr. exc. Vat. 80 (p. 216 Mai. = p. 198, 8—10 Dind.)

64

.

3

4a

(τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδομαρτυρή‐ σαντας ἐκόλασε, cf. § 41) καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. Zon. 11, 14 p. 482, 10—13 B. (p. 43, 15—19 D.)

64

.

3

4b

ὅτι τινὲς τῶν ἰδίων δούλων κατεφρόνησαν βουλόμενοι κακῶν δού‐ λων ἀπαλλαγῆναι. Petr. Patr. exc. Vat. 81 (p. 216 Mai. = p. 198, 11. 12 Dind.)

64

.

3

4c

καὶ τὰ χρήματα δὲ καὶ τὰ κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπ’ ἐκείνου φυγαδευθέντας ὡς ἠσε‐ βηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς
5εἰκόνας αὐτῶν ἀποκατέστησεν. Zon. 11, 14 p. 482, 13—18 B. (p. 43, 19—25 D.)

64

.

3

4,2

καὶ ἐπὶ μὲν τούτοις ἐπῃνεῖτο, ὅτι δὲ ξίφος μέγα διὰ πάσης τῆς ὁδοῦ ἐξηρτᾶτο καὶ γέρων καὶ ἀσθενὴς τὰ νεῦρα ὤν, καὶ πάνυ
πολὺν γέλωτα ὠφλίσκανε.

64

.

4

.

1

λέξω δὲ καὶ ὅπως αὐτῷ τὸ τέλος συνέβη. οἱ ἐν ταῖς Γερμα‐ νίαις στρατιῶται, οὓς εἶχε Ῥοῦφος, μηδεμίαν εὐεργεσίαν ὑπὸ τοῦ Γάλβα εὑρόμενοι ἐπὶ πλεῖον ἐφλέγμηναν. τοῦ δὲ δὴ τέλους τῆς ἐπιθυμίας σφῶν ἁμαρτόντες ἐπὶ τοῦ Ῥούφου, ἐζήτουν αὐτὴν ἐφ’

64

.

4

.

2

ἑτέρου τινὸς ἀποπληρῶσαι, καὶ ἐποίησαν τοῦτο· προστησάμενοι γὰρ Αὖλον Οὐιτέλλιον τῆς κάτω Γερμανίας ἄρχοντα ἐπανέστη‐ σαν, πρὸς μόνην τὴν εὐγένειαν αὐτοῦ ἀπιδόντες, ἐπεὶ ὅτι γε παι‐ δικὰ τοῦ Τιβερίου ἐγεγόνει καὶ ὅτι ἀκολούθως τῇ ἀσελγείᾳ ταύτῃ
5ἔζη οὐκ ἐνενόησαν, ἢ καὶ μᾶλλον δι’ αὐτὸ τοῦτο ἁρμόζειν σφίσιν

64

.

4

.

3

αὐτὸν ἐνόμισαν. ἀμέλει οὕτως οὐδ’ αὐτὸς λόγου τινὸς ἄξιον ἑαυ‐ τὸν ἔκρινεν εἶναι ὥστε διασκώπτων τοὺς ἀστρολόγους τεκμηρίῳ κατ’ αὐτῶν ἐχρῆτο, λέγων ὅτι “οὐδὲν ἐπίστανται οἵ γε καὶ ἐμὲ αὐτοκράτορά φασι γενήσεσθαι”. καὶ αὐτὸ καὶ ὁ Νέρων ἀκού‐
5σας ἐγέλασε καὶ κατεφρόνησεν αὐτοῦ, ὥστε μηδὲν δεινὸν αὐτὸν

64

.

5

.

1

ἐργάσασθαι. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν αὐτοῦ πυθόμε‐ νος Λούκιον Πίσωνα, νεανίσκον εὐγενῆ ἐπιεικῆ φρόνιμον, ἐποι‐ ήσατο καὶ Καίσαρα ἀπέδειξεν.

64

.

5

.

2

ὁ δὲ δὴ Ὄθων 〈ὁ〉 Μᾶρκος ὁ Σάλουιος, ἀγανακτήσας 〈ὅτι〉 μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβα ἐπεποί‐ ητο, ἀρχὴν αὖθις μυρίων τοῖς Ῥω‐
5μαίοις κακῶν παρέσχε. καὶ οὕ‐ τως ὑπ’ αὐτοῦ ἐτιμᾶτο ὥστε καὶ
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ ἀπέθανε, θυομένῳ τι αὐτῷ μόνος τῶν

64

.

5

.

3

βουλευτῶν παρέστη· ὑφ’ οὗπερ καὶ τὰ μάλιστα συνετύγχανεν. ἐπεὶ γὰρ ὁ ἱερόπτης ἐπιβουλευθήσεσθαι αὐτὸν ἔφη, καὶ διὰ τοῦτ’ αὐτὸν μηδαμῇ μηδαμῶς προελθεῖν παρῄνεσεν, ἀκούσας τοῦτ’ ἐκεῖνος κατέδραμέ τε εὐθὺς ὡς καὶ ἐπ’ ἄλλο τι, καὶ ὑπό τινων στρατιω‐
5τῶν ὀλίγων, οἳ συνωμωμόκεσαν αὐτῷ, ἐς τὸ τεῖχος ἐσήχθη, κἀνταῦθα καὶ τοὺς ἄλλους ἅτε καὶ ἀχθομένους τῷ Γάλβᾳ προσαναπείσας, μᾶλλον δὲ ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρά τε ἐκείνων τὴν

64

.

6

.

1

ἀρχὴν παραχρῆμα ἔλαβε καὶ μετὰ τοῦτο καὶ παρὰ τῶν ἄλλων.

64

.

6

.

2

μαθὼν δὲ ὁ Γάλβας τὰ πρασσόμενα ἔπεμψέ τινας ἐς τὸ στρατό‐ πεδον ὡς καὶ μεταπεῖσαί σφας δυνησόμενος. κἀν τούτῳ στατιώ‐ της τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, καὶ ἔφη “θάρσει, αὐτοκράτορ· Ὄθωνα γὰρ ἀπέκτεινα, καὶ
5ἔστι σοι δεινὸν ἔτι οὐδέν.” πιστεύσας οὖν ὁ Γάλβας πρὸς μὲν

64

.

6

.

3

ἐκεῖνον εἶπε “καὶ τίς σοι τοῦτο ποιῆσαι ἐκέλευσεν;” αὐτὸς δὲ ἐς τὸ Καπιτώλιον ὡς καὶ θύσων ὥρμησε. καὶ αὐτῷ ἐν μέσῃ τῇ Ῥωμαίων ἀγορᾷ ἀπαντήσαντες ἱππεῖς καὶ πεζοὶ ἐνταῦθα τὸν γέ‐ ροντα τὸν ὕπατον τὸν ἀρχιερέα τὸν Καίσαρα τὸν αὐτοκράτορα, πολλῶν
5μὲν βουλευτῶν παμπόλλων δὲ δημοτῶν παρόντων, κατέκοψαν, καὶ

64

.

6

.

4

τά τε ἄλλα τῷ σώματι αὐτοῦ ἐλυμήναντο, καὶ τὴν κεφαλὴν ἀπο‐ κόψαντες περὶ κοντὸν ἀνέπειραν. καὶ ὁ μὲν οὕτως, ἀκοντισθεὶς
ἐς αὐτὸν τὸν δίφρον ἐν ᾧ ἐφέρετο καὶ προκύψας ἐξ αὐτοῦ, ἐτρώθη τοῦτο μόνον εἰπών, “καὶ τί κακὸν ἐποίησα;” καὶ αὐτῷ Σεμ‐
5πρώνιος Δῆνσος ἑκατόνταρχος ἐπαμύνας ἐς ὅσον ἠδυνήθη, τέλος, ὡς

64

.

6

5,1

οὐδὲν ἤνυσεν, ἐπεσφάγη. καὶ διὰ τοῦτό γε καὶ τὸ ὄνομα αὐτοῦ ἐνέγραψα, ὅτι ἀξιώτατός ἐστι μνημονεύεσθαι· ἀπέθανε μὲν γὰρ καὶ ὁ Πίσων καὶ ἄλλοι συχνοί, οὐ μέντοι καὶ ἐπικουροῦντες τῷ αὐτοκράτορι. Xiph. 187, 31—189, 14 R. St., Zon. 11, 14 p. 483, 1—484, 3 B.
5(p. 43, 26—44, 26 D.)

64

.

8

.

1

ἡ μέντοι βουλὴ πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ἐψηφί‐ σατο· βεβιάσθαι μὲν γὰρ καὶ ἐς τὸ τεῖχος ἄκων ἐσῆχθαι κἀν‐
5ταῦθα ἀντιλέγων κεκινδυνευκέ‐ ναι ἔλεγε, καὶ τά τε ἄλλα ἐπιει‐ κῶς ἐφθέγγετο, καὶ τῇ ὑποκρίσει τοῦ σχήματος ἐμετρίαζε, φιλή‐ ματά τε ὡς ἑκάστοις διὰ τῶν
10δακτύλων ἔπεμπε, καὶ ὑπισχνεῖτο

64

.

8

2,1

πολλά. οὐκ ἐλάνθανε δὲ ὡς καὶ ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε· τὸ γοῦν
5ὄνομα αὐτοῦ αὑτῷ εὐθὺς ἐπέ‐ θετο. Xiph. 190, 25—31 R. St.

64

.

6

5,2

ἔζησε δὲ Γάλβας ἔτη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἀφ’ ὧν ἦρξε μῆνας ἐννέα καὶ ἡμέρας δεκατρεῖς. καὶ αὐτῷ καὶ ὁ Πίσων προσαπώλετο, τιμωρίαν ὑποσχὼν ὅτι Καῖσαρ ἀπεδείχθη. Xiph. 189, 14—17 R. St., Zon. 11, 14 p. 484, 10—12 B. (p. 45, 3—5 D.)

64

.

7

.

1

Γάλβᾳ μὲν δὴ τοῦτο τὸ τέλος ἐγένετο, ἔμελλε δὲ ἄρα καὶ τὸν Ὄθωνα ἡ δίκη οὐκ ἐς μακρὰν μεθήξειν, ὥς που παραχρῆμα ἔμαθε. θύοντί τε γὰρ αὐτῷ τὴν θυσίαν τὴν πρώτην τὰ ἱερὰ πονηρὰ ὤφθη, ὥστ’ αὐτὸν μεταγνόντα ἐπὶ τοῖς πεπραγμένοις εἰπεῖν “τί
5γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;” ἔστι δὲ τοῦτο δημῶδες, ἐς παροιμίαν φέρον, ἐπὶ τῶν ἔξω τι τοῦ προσφόρου σφίσι ποιούντων.

64

.

7

.

2

καὶ μετὰ τοῦτο τῆς νυκτὸς οὕτω δή τι ἐν τοῖς ὕπνοις ἐταράχθη ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐκπεσεῖν τούς τε προκοιτοῦντας ἐκπλῆξαι·
ἐσπηδήσαντες οὖν εὗρον αὐτὸν χαμαὶ κείμενον. ἀλλ’ οὐ γὰρ εἶχεν

64

.

7

.

3

ἅπαξ ἐς τὴν ἀρχὴν ἐσελθὼν ἀναδῦναι, καὶ ἐνέμεινεν ἐν αὐτῇ καὶ δίκην ἔδωκε, καίτοι πολλὰ καὶ μέτρια πρὸς θεραπείαν τῶν ἀνθρώ‐ πων ποιήσας, οὐχ ὅτι οὕτως ἐπεφύκει, ἀλλ’ ὅτι οἰδούντων αὐτῷ διὰ τὸν Οὐιτέλλιον τῶν πραγμάτων οὐκ ἤθελε καὶ τοὺς ἄλλους ἐκ‐

64

.

8

2,2

πολεμῶσαι. Xiph. 190, 8—25 R. St. πλὴν τότε καὶ τῶν βουλευτῶν συχνοῖς τοῖς μὲν καταδίκας ἀνίει τοῖς δὲ ἄλλ’ ἄττα ἐχαρίζετο, καὶ ἐς τὰ θέατρα συνεχῶς ἐσεφοίτα θωπεύων τὸ πλῆθος, τοῖς τε ξένοις πολιτείαν ἐδίδου καὶ ἄλλα
5πολλὰ ἐπηγγέλλετο. Xiph. 190, 31—191, 2 R. St.

64

.

8

.

3

οὐ μὴν καὶ οἰκειώσασθαι οὐδένα πλὴν ὀλίγων τινῶν ἠδυνήθη ὁμοίων αὐτῷ. τό τε γὰρ τὰς τῶν ἐπαιτίων εἰκόνας ἀποκαταστῆσαι, καὶ ὁ βίος αὐτοῦ καὶ ἡ δίαιτα, τό τε τῷ Σπόρῳ συνεῖναι καὶ τὸ

64

.

9

.

1

τοῖς λοιποῖς τοῖς Νερωνείοις χρῆσθαι πάνυ πάντας ἐξεφόβει. μάλιστα δὲ αὐτοῦ ἐμίσουν ὅτι τήν τε ἀρχὴν ὤνιόν [τε] ἀπεδεδείχει καὶ τὴν πόλιν ἐπὶ τοῖς θρασυτάτοις ἐπεποιήκει, καὶ τὴν μὲν

64

.

9

.

2

βουλὴν καὶ τὸν δῆμον παρ’ οὐδὲν ἦγε, τοὺς δὲ δὴ στρατιώτας ἐπεπείκει καὶ τοῦθ’, ὅτι καὶ ἀποκτεῖναι Καίσαρα καὶ ποιῆσαι δύνανται. τοὺς μέντοι στρατιώτας ἐς τοσοῦτον τόλμης καὶ παρα‐ νομίας προήγαγεν ἔκ τε ὧν ἐδίδου καὶ ὧν καθ’ ὑπερβολὴν ἐκολά‐
5κευεν, ὥστε καὶ ἐς τὸ παλάτιόν ποτε, ὥσπερ εἶχον, ἐσεβιάσαντο,
ἐπειδὴ συχνοὶ τῶν βουλευτῶν ἐνταῦθα τῷ Ὄθωνι συνεδείπνουν, καὶ
7n[Xiphilinus]
8τέλος καὶ ἐς αὐ‐ τὸ τὸ συμπόσιον,
10προαποκτείναντες τοὺς εἴργοντάς σφας, ἐσεπήδη‐

64

.

9

.

3

σαν· καὶ πάντας ἂν τοὺς ἔνδον ὄντας ἐφόνευσαν εἰ μὴ φθάσαντες ἐξανέστησαν καὶ κατεκρύφθησαν. καὶ οἱ μὲν καὶ ἐπὶ τούτῳ χρή‐ ματα, ὡς καὶ δι’ εὔνοιαν αὐτὸ τοῦ Ὄθωνος πεποιηκότες, ἔλα‐ βον· ἑάλω δέ τις
5καὶ Νέρων εἶναι πλασάμενος κατὰ τόνδε τὸν καιρόν, οὗ τὸ ὄνομα τῷ Δίω‐ νι ἠγνόηται, καὶ τὸ
10τέλος καὶ δίκην ἔδω‐ κεν. Xiph. 191, 3—15 R. St., et p. 107, 11‐ 18 exc. Val. 260 (p. 697).

64

.

10

.

1

ὁ δὲ Ὄθων ἐπειδὴ καὶ μὴ ἔ‐ πειθε τὸν Οὐιτέλλιον, ἐς κοινωνί‐ αν αὐτὸν τῆς ἀρχῆς πολλάκις παρακαλῶν,
6 ἐς πόλεμον λοιπὸν φανε‐ ρὸν καθίστατο καὶ στρατιώτας ἔπεμπεν,
ἡγεμόσιν αὐτοὺς πλείοσι
10παραδούς· ὃ δὴ καὶ αἰτιώτατον τῶν σφαλμάτων αὐτῷ ἐγένετο.

64

.

10

1a

Xiph. 191, 15—19 R. St.

64

.

15

.

3

ὅτι ὁ Οὐάλης οὕτω περὶ τὰ χρήματα ἐσπούδαζεν καὶ οὕτως ἐξ ἅπαντος τρόπου ἤθροιζεν ὥστε καὶ τὸν δέκαρχον τὸν κατακρύ‐ ψαντά τε αὐτὸν καὶ διασώσαντα ἀποσφάξαι διὰ χιλίας δραχμάς, ἃς ἐκ τῶν σκευῶν αὐτοῦ ὑφῃρῆσθαι ἔδοξεν. Exc. Val. 261 (p. 697).

64

.

10

.

2

(2)

ὅτι ὁ Ὄθων ἀνεχώρησεν ἐκ τῆς μάχης, λέγων μὴ δύνασθαι μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν,
5ὥσπερ ἐκ δικαίας τινὸς πράξε‐ ως αὐταρχήσας, ἀλλ’ οὐ τούς τε ὑπάτους καὶ τὸν Καίσαρα τόν τε αὐτοκράτορα ἐν αὐτῇ τῇ Ῥώμῃ

64

.

10

2a

φονεύσας. Exc. Val. 262 (p. 697).

64

.

10

.

3

ἔπεσον δὲ τέσσαρες μυριάδες ἀνδρῶν ἑκατέρωθεν ἐν ταῖς μά‐ χαις ταῖς πρὸς τῇ Κρεμῶνι γενομέναις· ὅπου γέ φασι πρὸ τῆς μάχης ἄλλα τε φανῆναι σημεῖα, καί τινα ὄρνιν ἐξαίσιον, ὁποῖον οὐπώποτε ἑωράκεσαν, ἐπὶ πολλὰς ἡμέρας ὀφθῆναι. Xiph. 191, 19‐
523 R. St.

64

.

11

.

1

ἐπεὶ δὲ οἱ τοῦ Ὄθωνος ἐκρατήθησαν, ἤγγειλε μὲν ἱππεύς τις τὸ πάθος τῷ Ὄθωνι· καὶ ἐπειδή γε ἠπιστεῖτο πρὸς τῶν παρόντων (ἔτυχον γὰρ πολλοὶ κατὰ τύχην ἠθροισμένοι) καὶ οἱ μὲν δραπέτην οἱ δὲ καὶ πολέμιον αὐτὸν ἀπεκάλουν, “εἴθε γάρ” ἔφη “ψευδῆ ταῦτα,

64

.

11

.

2

Καῖσαρ, ἦν· ἥδιστα γὰρ ἂν νικῶντός σου ἐτελεύτησα. νῦν δὲ ἐγὼ μὲν πάντως οἰχήσομαι, ἵνα μή μέ τις ἐπὶ σωτηρίᾳ καταπεφευγέναι δόξῃ, σὺ δὲ βουλεύου, ὡς τῶν πολεμίων οὐκ ἐς μακρὰν ἡξόντων, ὅ τι χρὴ πρᾶξαι”. καὶ ὁ μὲν ταῦτ’ εἰπὼν ἑαυτὸν διεχρήσατο·

64

.

12

.

1

πιστευσάντων δ’ αὐτῷ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀνα‐ μαχέσασθαι (αὐτοί τε γὰρ συχνοὶ ἦσαν καὶ ἕτεροι οὐκ ὀλίγοι ἐκ
Παννονίας παρῆσαν· ὅ τε μέγιστον ἐν τοῖς τοιούτοις ἐστίν, ἐφί‐ λουν τε τὸν Ὄθωνα καὶ πᾶσαν αὐτῷ εὔνοιαν οὐκ ἀπὸ τῆς γλώττης
5μόνον ἀλλὰ καὶ ἀπὸ τῆς ψυχῆς εἶχον), καὶ ἱκετευόντων αὐτὸν μήθ’ ἑαυτὸν μήτε σφᾶς προδοῦναι, ἐπέσχε μέχρις οὗ καὶ οἱ λοιποὶ πρὸς τὴν ἀγγελίαν συνέδραμον, καί τι πρὸς ἑαυτὸν διαλαλήσας ἔπειτα πρὸς τοὺς στρατιώτας ἐδημηγόρησεν ἄλλα τε πολλὰ καὶ ταῦτα·

64

.

13

.

1

“ἀρκεῖ τὰ γεγονότα, ἀρκεῖ. μισῶ πόλεμον ἐμφύλιον, κἂν κρατῶ· φιλῶ πάντας Ῥωμαίους, κἂν μὴ ὁμολογῶσί μοι. νικάτω Οὐιτέλ‐ λιος, ἐπεὶ τοῦτο τοῖς θεοῖς ἔδοξε· σωζέσθωσαν καὶ οἱ ἐκείνου

64

.

13

.

2

στρατιῶται, ἐπεὶ τοῦτ’ ἐμοὶ δοκεῖ. πολὺ γάρ που καὶ κρεῖττον καὶ δικαιότερόν ἐστιν ἕνα ὑπὲρ πάντων ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπο‐ λέσθαι, καὶ μὴ βούλεσθαι δι’ ἕνα ἄνδρα τὸν δῆμον τῶν Ῥωμαίων στα‐ σιάζειν καὶ τοσοῦτον ὄχλον ἀνθρώπων φθείρεσθαι. καὶ γὰρ ἐγὼ Μού‐
5κιος καὶ Δέκιος καὶ Κούρτιος καὶ Ῥήγουλος μᾶλλον ἂν ἑλοίμην ἢ Μάριος καὶ Κίννας καὶ Σύλλας, ἵνα μὴ καὶ τοὺς ἄλλους εἴπω,

64

.

13

.

3

γενέσθαι. μήτ’ οὖν βιάσησθέ με ἕνα τούτων ὧν μισῶ γενέσθαι, μήτε φθονήσητέ μοι ἕνα ἐκείνων ὧν ἐπαινῶ μιμήσασθαι· ἀλλ’ ὑμεῖς μὲν ἐπὶ τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον θεραπεύετε, ἐγὼ δ’ αὐτὸς ἐμαυτὸν ἐλευθερώσω, ὅπως καὶ τῷ ἔργῳ ἅπαντες ἄν‐
5θρωποι μάθωσιν ὅτι τοιοῦτον αὐτοκράτορα εἵλεσθε ὅστις οὐχ ὑμᾶς ὑπὲρ ἑαυτοῦ ἀλλ’ ἑαυτὸν ὑπὲρ ὑμῶν δέδωκε”. Xiph. 191, 23‐
192, 18 R. St., Zon. 11, 15 p. 485, 13—22 B. (p. 46, 1—12 D.)

64

.

14

.

1

τοιαῦτα μὲν Ὄθων εἶπεν· οἱ δὲ δὴ στρατιῶται, ἐξ ὧν ἤκουον, καὶ ἐθαύμαζον ἅμα καὶ ἠλέουν εἴ τι πείσοιτο, καὶ δάκρυσί τε ἔκλαιον καὶ ἐθρήνουν, πατέρα τε ἀνακαλοῦντες καὶ παίδων καὶ γονέων φίλτερον ὀνομάζοντες. “ἐν σοί” τε “καὶ ἡμεῖς σωζόμεθα”

64

.

14

.

2

ἔλεγον, “καὶ ὑπὲρ σοῦ πάντες ἀποθανούμεθα”. καὶ ταῦτα μὲν οὕτως ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐλέχθη, τοῦ τε Ὄθωνος τελευτῆσαι δεομένου καὶ ἐκείνων μὴ ἐφιέντων αὐτῷ τοῦτο ποιῆσαι, πρὶν δὴ σιγάσας αὐτοὺς ἔφη “ἐγὼ μὲν οὐκ ἔστιν ὅπως χείρων τοῦ στρατιώ‐
5του τούτου γενήσομαι, ὃν αὐτοὶ ἑωράκατε ὅπως ἑαυτὸν διὰ τοῦτο μόνον ἀπέσφαξεν, ὅτι τὴν ἧτταν τῷ ἑαυτοῦ αὐτοκράτορι ἤγγειλεν·

64

.

14

.

3

ἀλλ’ ἀκολουθήσω πάντως αὐτῷ, ἵνα μηδὲν ἔτι τοιοῦτον μήτε ἴδω μήτε ἀκούσω. ὑμεῖς δέ, εἴπερ ὄντως φιλεῖτέ με, ἐάσατέ με ἀπο‐ θανεῖν ὡς βούλομαι, καὶ μή με ζῆσαι ἄκοντα ἀναγκάσητε, ἀλλὰ πρός τε τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον κολακεύετε”. Xiph.
5192, 18—30 R. St., et (v. 1—5) Exc. Val. 263 (p. 698).

64

.

15

1,1-1a

ταῦτ’ εἰπὼν ἔς τε τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα
ὅσα τινὲς αὐτῷ κατ’ ἐκείνου ἐγεγράφεσαν ἔκαυσεν, ὥστε μηδένα ἐξ αὐτῶν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ἕνα ἕκαστον τῶν παρ‐
5όντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ τα‐ ραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρό‐ τερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς ἄλλους ἀλλαχοῦ πέμψαι. καὶ

64

.

15

1,2

οὕτως ἐπεὶ μηδὲν ἔτι ταραχῶδες ἐγίνετο, τι ξιφίδιον λαβὼν ἑαυ‐ τὸν διεχρήσατο. καὶ αὐτοῦ τὸ σῶμα οἱ στρατιῶται ἀνείλοντο

64

.

15

2,1

πενθοῦντες καὶ ἔθαψαν, καί τινες ἑαυτοὺς ἐπέσφαξαν αὐτῷ. τοῦτο τὸ τέλος τῷ Ὄθωνι ἐγένετο ζήσαντι μὲν ἑπτὰ καὶ τριά‐ κοντα ἔτη, ἕνδεκα ἡμερῶν δέοντα, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα.

64

.

15

2a

ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πο‐ νηρίαν τοῦ βίου συνεσκίασε. κά‐

64

.

15

2,2

κιστα γὰρ ἀνθρώπων ζήσας κάλ‐ λιστα ἀπέθανε, καὶ κακουργότατα τὴν ἀρχὴν ἁρπάσας ἄριστα αὐ‐
τῆς ἀπηλλάγη.

64

.

15

2b

οἱ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν καὶ ὑπ’ ἀλλήλων πολλοὶ ἀνῃρέθησαν, ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατη‐ κόσιν. Xiph. 192, 30—193, 5, Zon. 11, 15 p. 485, 22—486, 16 B.
(p. 46, 12—32 D.)

65

.

1

.

1

οἱ δ’ ἐν τῇ Ῥώμῃ ὡς ἤκουσαν τὸ τοῦ Ὄθωνος πάθος, παρα‐ χρῆμα, ὥσπερ εἰκὸς ἦν, μετεβάλοντο· τόν τε γὰρ Ὄθωνα, ὃν πρό‐ τερον ἐπῄνουν καὶ νικᾶν ηὔχοντο, ἐλοιδόρουν ὡς πολέμιον, καὶ τὸν Οὐιτέλλιον, ᾧ κατηρῶντο, καὶ ἐπῄνουν καὶ αὐτοκράτορα ἀνηγόρευον.

65

.

1

.

2

οὕτω που οὐδὲν πάγιόν ἐστι τῶν ἀνθρωπίνων, ἀλλ’ ὁμοίως οἵ τε ἐς τὰ μάλιστα ἀνθοῦντες καὶ οἱ ἐν τῷ ταπεινοτάτῳ ὄντες ἀστά‐ θμητά τε αἱροῦνται, καὶ πρὸς τὰς τύχας σφῶν καὶ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους τάς τε τιμὰς καὶ τὰς ἀτιμίας λαμβάνουσι. Xiph.
5193, 12—23 R. St.

65

.

1

2a

ὄντι δ’ ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν. Zon. 11, 16 p. 486, 19‐ 487, 3 B. (p. 47, 3—7 D.)

65

.

1

.

3

ὅτι ὁ Οὐιτέλλιος εἶδεν ἐν Λουγδούνῳ μονομάχων ἀγῶνας καὶ ἐν Κρεμῶνι, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ πλήθους τῶν ἐν ταῖς μάχαις ἀπολωλότων καὶ τότε καὶ ἔτι ἀτάφων ἐρριμμένων, ὡς καὶ αὐτὸς ἐθεάσατο· διεξῆλθε γὰρ διὰ παντὸς τοῦ χωρίου ἐν ᾧ ἔκειντο, ἐμπιμ‐
5πλάμενος τῆς θέας ὥσπερ τότε νικῶν, καὶ οὐκ ἐκέλευσέ σφας οὐδ’
ὣς ταφῆναι. Exc. Val. 264a (p. 698).

65

.

1

.

4

Οὐιτέλλιος δὲ ἐπεὶ ἐν τῇ Ῥώμῃ ἐγένετο, τἆλλά τε διῴκει ὥς που καὶ ἐδόκει αὐτῷ, καὶ πρόγραμμα ἔθε‐ το δι’ οὗ τοὺς ἀστρο‐
5λόγους ἐξήλασε, προ‐ ειπών σφισιν ἐντὸς τῆσδε τῆς ἡμέρας, ῥητήν τινα τάξας, ἐξ ἁπάσης τῆς Ἰταλίας χω‐ ρῆσαι. καὶ αὐτῷ ἐκεῖνοι νυκτὸς ἀντιπροθέντες γράμματα ἀντι‐ παρήγγειλαν ἀπαλλαγῆναι ἐκ τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ
10ἐτελεύτησε. καὶ οἱ μὲν οὕτως ἀκριβῶς τὸ γενησόμενον προέ‐ γνωσαν. Xiph. 193, 23—30 R. St., Zon. 11, 16 p. 487, 3—8 B. (p. 47,
7—13 D.)

65

.

2

.

1

αὐτὸς δὲ τῇ τε τρυφῇ καὶ τῇ ἀσελγείᾳ προσκείμενος οὐδὲν ἔτι τῶν ἄλλων οὔτε τῶν ἀνθρωπίνων οὔτε τῶν θείων ἐφρόντιζεν. ἦν μὲν γὰρ καὶ ἀπ’ ἀρχῆς τοιοῦτος οἷος περί τε τὰ καπηλεῖα καὶ περὶ τὰ κυβευτήρια τούς τε ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπου‐
5δακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε, καὶ διὰ τοῦτο καὶ

65

.

2

.

2

δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον, ἅτε καὶ ἐν τοσαύτῃ ἐξουσίᾳ καθεστώς, ὕβριζε, καὶ τὸ πλεῖστον καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐδαπάνα ἀπλήστως τε ἐμφορούμενος καὶ συνεχῶς πάντα ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ’
5οὗπερ καὶ ἀνταρκεῖν ἐδύνατο, ἐπεὶ οἵ γε συνδειπνοῦντες αὐτῷ

65

.

2

.

3

πάνυ κακῶς ἀπήλλασσον. πολλοὺς γὰρ ἀεὶ τοὺς πρώτους ὁμοσί‐ τους ἐποιεῖτο, καὶ πολλάκις καὶ παρ’ αὐτοῖς εἱστιᾶτο· ὅθεν χα‐ ριέστατον λόγον εἷς τις αὐτῶν Οὐίβιος Κρίσπος ἀρρωστήσας, καὶ διὰ τοῦτο ἡμέρας τινὰς ἀπολειφθεὶς τοῦ συσσιτίου, εἶπεν, ὅτι “εἰ

65

.

3

.

1

μὴ ἐνενοσήκειν, πάντως ἂν ἀπωλώλειν”. καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς
ἀρχῆς αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κῶμοι· πάντα τε γὰρ τὰ τιμιώτατα καὶ ἀπ’ αὐτοῦ τοῦ ὠκεανοῦ, ἵνα μηδὲν εἴπω πλέον, καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης συνήγετο, καὶ πολυτε‐
5λῶς οὕτως ἐσκευάζετο ὥστε Οὐιτελλιανὰ καὶ νῦν ἐξ ἐκείνου καὶ

65

.

3

.

2

πέμματα καὶ ἄλλα τινὰ βρώματα ὀνομάζεσθαι. καὶ τί ἄν τις καθ’ ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὁμοίως ὡμολόγηται δύο τε αὐτὸν μυριάδας μυριάδων καὶ δισχιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς χρόνῳ ἐς τὰ δεῖπνα δεδαπανηκέναι. ἐπέλιπέ τε γὰρ

65

.

3

.

3

πάντα τὰ πολυτίμητα δι’ ὀλίγου, καὶ ἔδει πάντως αὐτὰ εἶναι. μίαν γοῦν ποτε λοπάδα πέντε καὶ εἴκοσι μυριάδων ἐσκεύασε, γλώττας τε καὶ ἐγκεφάλους καὶ ἥπατα καὶ ἰχθύων καὶ ὀρνίθων τινῶν ἐμβαλών. καὶ ἐπειδὴ ἀδύνατον ἦν κεραμεᾶν τηλικαύτην γενέσθαι, ἀργύρου
5τε ἐποιήθη καὶ ἔμεινε πολὺν χρόνον ὥσπερ τι ἀνάθημα, μέχρις οὗ Ἀδριανὸς αὐτὴν ἰδὼν συνεχώνευσεν. Xiph. 193, 30—194, 25 R. St., et (usque ad ὀνομάζεσθαι c. 3, 1) Exc. Val. 264B (p. 698).

65

.

4

.

1

ἐπειδὴ δ’ ἅπαξ τούτων ἐμνημόνευσα, καὶ ἐκεῖνο προσθήσω ὅτι οὐδὲ τῇ οἰκίᾳ τῇ τοῦ Νέρωνος τῇ χρυσῇ ἠρκεῖτο, ἀλλὰ καίτοι σφόδρα καὶ τὸ ὄνομα καὶ τὸν βίον τά τε ἐπιτηδεύματα αὐτοῦ πάντα
καὶ ἀγαπῶν καὶ ἐπαινῶν, ὅμως ᾐτιᾶτο αὐτὸν κακῶς τε ᾠκηκέναι
5καὶ κατασκευῇ καὶ ὀλίγῃ καὶ ταπεινῇ κεχρῆσθαι λέγων· νοσήσας

65

.

4

.

2

γοῦν ποτε ἐζήτησεν οἴκημα ἐν ᾧ κατοικήσει. οὕτως αὐτὸν οὐδὲ τῶν ἐκείνου τι ἤρεσεν. ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα. ἀλλ’ οὗτοι μὲν ἐκ τῶν ἀλλο‐ τρίων ἀναλίσκοντες οὐδ’ ἠρίθμουν τι ἐκ τῶν δαπανωμένων, οἱ δὲ
5δὴ δειπνίζοντές σφας ἐν μεγάλῳ κακῷ ἐγίγνοντο, πλὴν ὀλίγων οἷς

65

.

4

.

3

τι ἀνταπεδίδου. καίπερ οὐδ’ ὅλης τῆς ἡμέρας οἱ αὐτοὶ εἱστίων αὐτόν, ἀλλ’ ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον, ἄλλοι δὲ ἀριστῆ‐ σαι, ἕτεροι δὲ δεῖπνον, ἕτεροι μεταδόρπιά τινα πλησμονῆς παρα‐ μύθια· πάντες γὰρ οἱ δυνάμενοι ἑστιᾶν αὐτὸν ἐσπούδαζον· ὥστε
5ὀλίγων ἡμερῶν διελθουσῶν ἑκατὸν ἐς τὸν δεῖπνον μυριάδας ἀνα‐
λῶσαι. καὶ τὰ γενέθλια αὐτοῦ ἐπὶ δύο ἡμέρας ἑωρτάζετο, καὶ θη‐ ρία. καὶ ἄνδρες πολλοὶ ἀπεκτάνθησαν. Xiph. 194, 25—195, 4 R. St., Exc. Val. 265 et 266 (p. 698).

65

.

6

.

1

οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν· καὶ ὅσα τισὶν ἐδεδώρηντο

65

.

6

.

2

ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος. καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐπο‐ φληθέντα ἀπῄτησεν οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντάς σφων ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε

65

.

6

.

3

θανατωθέντων ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕρητο. ἀλλ’ οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πε‐ σόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο.
5Zon. 11, 16 p. 488, 7—19 B. (p. 48, 9—24 D.)

65

.

4

.

4

ὅτι τοιούτου τοῦ Οὐιτελλίου ὄντος οὐδ’ οἱ στρατιῶται ἐσω‐ φρόνουν, ἀλλὰ καὶ ὕβρεις καὶ ἀσέλγειαι ὑπ’ αὐτῶν πολλαὶ παντα‐ χοῦ ὁμοίως ἐγίγνοντο. Exc. Val. 267 (p. 701).

65

.

4

.

5

ὅτι Βιτέλλιος ἀνέβη εἰς τὸ Καπιτώλιον καὶ τὴν μητέρα αὐτοῦ ἠσπάσατο. ἐκείνη δὲ ἐπιεικὴς ἦν, καὶ ὅτε πρῶτον ἤκουσεν ὅτι Γερμα‐ νικὸς ἐπεκλήθη ὁ υἱὸς αὐτῆς, εἶπεν “ἐγὼ μὲν Βιτέλλιον ἀλλ’ οὐ Γερ‐ μανικὸν τέτοκα”. Petr. Patr. exc. Vat. 93 (p. 218 Mai. = p. 199, 24‐
528 Dind.)

65

.

5

.

1

γέλωτα μέντοι ὁ Οὐιτέλλιος πολλοῖς παρεῖχεν· ὁρῶντες γὰρ ἄν‐
δρα σεμνοπροσωποῦντα ἐν ταῖς δημοσίαις προσόδοις ὃν ᾔδεσαν πε‐ πορνευκότα, καὶ ἐφ’ ἵππου βασιλικοῦ καὶ ἐν χλαμύδι πορφυρᾷ ὃν ἠπίσταντο τοὺς ἀγωνιστὰς ἵππους ἐν τῇ οὐενετίῳ ἐσθῆτι ψήχοντα,

65

.

5

.

2

μετά τε ὄχλου στρατιωτῶν τοσούτου ἐς τὸ Καπιτώλιον ἀνιόντα ὃν οὐδεὶς οὐδ’ ἐν τῇ ἀγορᾷ πρότερον διὰ τὸ τῶν δανειστῶν πλῆθος ἰδεῖν ἐδύνατο, καὶ προσκυνούμενον πρὸς πάντων ὃν οὐδεὶς οὐδὲ φι‐ λῆσαί ποτε ἡδέως ἠθέλησεν, οὐκ εἶχον ὅπως τὸν γέλωτα κατάσχω‐

65

.

5

.

3

σιν. οἵ γε μὴν δεδανεικότες τι αὐτῷ ἐξορμῶντος μὲν αὐτοῦ ἐς τὴν Γερμανίαν ἐπελάβοντο, καὶ μόλις ποτὲ κατεγγυηθέντα αὐτὸν ἀπέ‐ λυσαν· τότε δὲ οὐχ ὅσον οὐ κατεγέλων ἀλλὰ καὶ ἐθρήνουν καὶ κατεκρύπτοντο, καὶ αὐτοὺς ἀναζητῶν τήν τε σωτηρίαν σφίσιν ἐς
5τὸ ὀφειλόμενον ἀποδιδόναι ἔλεγε καὶ τὰ συμβόλαια ἀπῄτει. Xiph. 195, 4—17 R. St., et (§ 3) Exc. Val. 268 (p. 701).

65

.

7

.

1

ἐπεφοίτα δὲ καὶ τοῖς θεάτροις συνεχῶς, ὥστε καὶ τὸν ὅμιλον ἀπ’ αὐτῶν ἀναρτᾶσθαι. συνεσίτει δὲ καὶ τοῖς δυνατωτάτοις ἁπλοϊ‐ ζόμενος, ὥστε αὐτοὺς ἔτι καὶ μᾶλλον προσεταιρίζεσθαι· τῶν τε ἀρχαίων συμβιωτῶν ἰσχυρῶς ἐμέμνητο, καὶ πάνυ αὐτοὺς ἐτίμα, οὐκ
5ἀπαξιῶν γνωρίζειν τινὰ αὐτῶν δοκεῖν, ὥσπερ ἕτεροι· πολλοὶ γὰρ ἐπὶ μέγα παραλόγως ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσι τὴν ἐν τῷ πρὶν ταπεινότητα. Xiph. 195, 17—24 R. St.

65

.

7

.

2

ὅτι ὁ Οὐιτέλλιος, Πρίσκου ἀντειπόντος τι αὐτῷ ἐν τῷ συνεδρίῳ καί τινα καὶ τῶν στρατιωτῶν καταδραμόντος, ἐπεκαλέσατο μὲν τοὺς δημάρχους ὡς καὶ τῆς παρ’ αὐτῶν ἐπικουρίας δεόμενος, οὔτε δὲ
αὐτός τι κακὸν τὸν Πρίσκον ἠργάσατο οὔθ’ ὑπ’ ἐκείνων παθεῖν
5εἴασεν, ἀλλὰ καὶ ἔφη ὅτι “μὴ ταράττεσθε, πατέρες, μηδ’ ἀγανα‐ κτεῖτε, εἰ δύο ἄνδρες ἐξ ὑμῶν διηνέχθημέν τι πρὸς ἀλλήλους”. καὶ

65

.

7

.

3

τοῦτο 〈μὲν〉 ἐξ ἐπιεικείας πεποιηκέναι ἔδοξεν· ὅτι μέντοι τὸν Νέρωνα μιμεῖσθαι ἤθελε καὶ ἐνήγισε [τε] αὐτῷ, καὶ ὅτι τοσαῦτα ἐς τὰ δεῖπνα ἀνήλισκεν, οἱ μὲν ἄλλοι καὶ κατὰ τοῦτ’ ἔχαιρον, οἱ δὲ δὴ νοῦν ἔχοντες ἤχθοντο, εὖ ἐπιστάμενοι ὅτι οὐδὲ τὰ ἐξ ἁπάσης τῆς οἰκουμένης
5χρήματα ἀρκέσει. Exc. Val. 269 (p. 701).

65

.

8

.

1

πράττοντι δ’ αὐτῷ ταῦτα σημεῖα πονηρὰ ἐγένετο. καὶ γὰρ κομήτης
5ἀστὴρ ἐφαντάσθη καὶ ἡ σελήνη παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι ἔδοξε· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. καὶ ἡλίους δύο ἅμα, ἔκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τοῦτον μὲν ἀσθενῆ καὶ ὠχρὸν ἐκεῖνον

65

.

8

.

2

δὲ λαμπρὸν καὶ ἰσχυρόν, εἶδον. ἔν τε τῷ Καπιτωλίῳ ἴχνη πολλὰ καὶ μεγάλα δαιμόνων τινῶν ὡς καὶ κατεληλυθότων ἀπ’ αὐτοῦ ἑωράθη· καὶ ἔλεγον οἱ στρατιῶται οἱ τὴν νύκτα ἐκείνην αὐτῷ ἐγκεκοιτηκότες ὅτι ὁ τοῦ Διὸς ναὸς αὐτόματος σὺν πολλῷ κτύπῳ ἠνεῴχθη, ὥστε
5τινὰς τῶν φυλάκων ἐκπλαγέντας ἀποψῦξαι. Xiph. 195, 24—196, 1 R. St., et (§ 1) Zon. 11, 16 p. 488, 20—489, 4 B. (p. 48, 25—32 D.)

65

.

8

3,1

ἐπράχθη δὲ ταῦτα, καὶ ὁ Οὐ‐
εσπασιανὸς
5Ἰουδαίοις πολεμῶν, πυθόμενος τήν τε τοῦ Οὐιτελλί‐ ου καὶ τὴν τοῦ Ὄθωνος ἐπανά‐ στασιν, ἐβουλεύετο ὅ τι χρὴ πρᾶξαι.
10Xiph. 196, 1—3 R. St.

65

.

8

3a

ὅτι ὁ Οὐεσπασιανὸς οὔτ’ ἄλλως προπετὴς ἦν, καὶ ἐς ταραχώδη οὕτω πράγματα καὶ πάνυ ὤκνει ἑαυτὸν καθεῖναι. Exc. Val. 270 (p. 701).

65

.

8

3,2

ἥ τε γὰρ τῶν ἀνθρώπων εὔνοια πολλὴ ἦν πρὸς αὐτόν (ἡ γὰρ ἐκ τῆς Βρεττανίας δόξα καὶ ἡ ἐκ τοῦ ἐν χερσὶ πολέμου εὔκλεια τό τε ἐπιεικὲς καὶ φρόνιμον αὐτοῦ πρὸς ἐπιθυμίαν σφᾶς ἦγε τῆς

65

.

8

.

4

παρ’ αὐτοῦ προστατείας), καὶ ὁ Μουκιανὸς ἰσχυρῶς προσέκειτο, ἐλπίσας τὸ μὲν ὄνομα τῆς ἀρχῆς ἐκεῖνον ἕξειν, [καὶ] αὐτὸς δὲ διὰ τὴν ἐπιείκειαν αὐτοῦ ἰσομοιρήσειν. αἰσθόμενοι δὲ οἱ στρατιῶται τούτων, καὶ περιστάντες τὴν σκηνὴν αὐτοῦ, ἀνεῖπον αὐτὸν αὐτο‐

65

.

9

.

1

κράτορα. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὄνειροι τῷ Οὐεσπα‐ σιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ δηλοῦντα, ἃ καὶ ἐν τῷ αὐτοῦ βίῳ

65

.

9

.

2

λελέξεται· τηνικαῦτα δὲ τὸν μὲν Μουκιανὸν ἐς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψεν, αὐτὸς δὲ τά τε ἐν τῇ Συρίᾳ ἐπιδὼν καὶ τὸν πόλεμον τὸν πρὸς Ἰουδαίους ἄλλοις τισὶ προστάξας ἐς τὴν Αἴγυπτον ἐκομίσθη καὶ συνέλεγε χρήματα, ὧν που καὶ τὰ μάλιστα

65

.

9

.

3

ἔχρῃζε, καὶ σῖτον, ἵν’ ὅτι πλεῖστον ἐς τὴν Ῥώμην ἀποστείλῃ. οἱ
δ’ ἐν τῇ Μυσίᾳ στρατιῶται τὰ κατ’ αὐτὸν πεπυσμένοι οὐδ’ ἀνέ‐ μειναν τὸν Μουκιανόν (ἐπυνθάνοντο γὰρ ἐν ὁδῷ εἶναι), ἀλλ’ Ἀν‐ τώνιον Πρῖμον, φυγόντα μὲν ἐκ καταδίκης ἐπὶ τοῦ Νέρωνος,
5καταχθέντα δὲ ὑπὸ τοῦ Γάλβα καὶ τοῦ Παννονικοῦ στρατοπέδου

65

.

9

.

4

ἄρχοντα, εἵλοντο στρατηγόν. καὶ ἔσχεν οὗτος τὴν αὐτοτελῆ ἀρχὴν μήθ’ ὑπὸ τοῦ αὐτοκράτορος μήθ’ ὑπὸ τῆς γερουσίας αἱρεθείς. τοσαύτη τῶν στρατιωτῶν ἦν πρός τε τὸν Οὐιτέλλιον ὀργὴ καὶ πρὸς τὰς ἁρπαγὰς ὁρμή· οὐ γάρ που καὶ ἐπ’ ἄλλο τι ταῦτα ἔπραττον
5ἢ ἵνα τὴν Ἰταλίαν διαρπάσωσιν. ὃ καὶ ἐγένετο.

65

.

10

.

1

ἀκούσας δὲ ταῦτα ὁ Οὐιτέλλιος αὐτὸς μὲν κατὰ χώραν ἔμεινε, τῇ τε ἄλλῃ τρυφῇ καὶ τότε χρώμενος καὶ ἀγῶνας μονομαχίας τι‐ θείς (ἐν οἷς καὶ ὁ Σπόρος μέλλων ἐν κόρης ἁρπαζομένης σχήματι ἐς τὸ θέατρον ἐσαχθήσεσθαι οὐκ ἤνεγκε τὴν ὕβριν ἀλλ’ ἑαυτὸν
5προαπέσφαξε), τῷ δὲ δὴ Ἀλιηνῷ τὸν πόλεμον μεθ’ ἑτέρων προσ‐

65

.

10

.

2

έταξεν. Ἀλιηνὸς δὲ ἐς μὲν τὴν Κρεμῶνα ἀφίκετο καὶ προκατέσχεν αὐτήν, ὁρῶν δὲ τοὺς στρατιώτας τοὺς μὲν ἑαυτοῦ ἔκ τε τῆς τρυ‐ φῆς τῆς ἐν τῇ Ῥώμῃ ἐκδεδιῃτημένους καὶ ἐκ τῆς ἀγυμνασίας δια‐ τεθρυμμένους, τοὺς δὲ ἑτέρους καὶ τοῖς σώμασι γεγυμνασμένους

65

.

10

.

3

καὶ ταῖς ψυχαῖς ἐρρωμένους, ἐφοβεῖτο· καὶ μετὰ τοῦτο ἐπειδὴ καὶ λόγοι αὐτῷ παρὰ τοῦ Πρίμου φίλιοι ἦλθον, συνεκάλεσε τοὺς στρα‐ τιώτας, καὶ τήν τε τοῦ Οὐιτελλίου ἀσθένειαν καὶ τὴν τοῦ Οὐεσπα‐ σιανοῦ ἰσχὺν τόν τε ἑκατέρου τρόπον εἰπὼν μεταστῆναι ἔπεισε.
5καὶ τότε μὲν τάς τε τοῦ Οὐιτελλίου εἰκόνας ἀπὸ τῶν σημείων καθ‐

65

.

10

.

4

εῖλον καὶ ὑπὸ τοῦ Οὐεσπασιανοῦ ἀρχθήσεσθαι ὤμοσαν, διαλυ‐ θέντες δὲ καὶ ἐς τὰς σκηνὰς ἀναχωρήσαντες μετενόησαν, καὶ ἐξαί‐ φνης σπουδῇ καὶ θορύβῳ πολλῷ συστραφέντες τὸν Οὐιτέλλιον
αὐτοκράτορα αὖθις ἀνεκάλουν καὶ τὸν Ἀλιηνὸν ὡς καὶ προδιδόντα
5σφᾶς ἔδησαν, οὐδὲν οὐδὲ τῆς ὑπατείας αὐτοῦ προτιμήσαντες· τοι‐ αῦτα γὰρ τὰ τῶν πολέμων τῶν ἐμφυλίων μάλιστα ἔργα ἐστίν.

65

.

11

.

1

ταραχῆς οὖν καὶ κατὰ τοῦτο πολλῆς ἐν τῷ τοῦ Οὐιτελλίου στρατοπέδῳ οὔσης, ἐπηύξησεν αὐτὴν ἡ σελήνη τῆς νυκτὸς ἐκλιποῦσα, οὐχ ὅτι καὶ ἐσκιάσθη (καίτοι τοῖς θορυβουμένοις καὶ τὰ τοιαῦτα φόβον φέρει) ἀλλ’ ὅτι καὶ αἱματώδης καὶ μέλαινα ἄλλα τέ τινα

65

.

11

.

2

χρώματα φοβερὰ ἀφιεῖσα ὤφθη. οὐ μέντοι καὶ παρὰ τοῦτο οὔτε μετέθεντο οὔτε ἐνέδοσαν, (ἀλλ’ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες προ‐ θυμότατα ἠγωνίσαντο [§ 3], καίπερ ἄναρκτοι, ὥσπερ εἶπον, οἱ Οὐιτελλίειοι ὄντες· ὁ γὰρ Ἀλιηνὸς ἐν τῇ Κρεμῶνι ἐδέδετο [§ 5]).
5Xiph. 196, 3—197, 19 R. St.

65

.

11

.

3

ὅτι οἱ στρατιῶται τοῦ Οὐιτελλίου τῷ Πρίμῳ τῇ ὑστεραίᾳ, ὑπαγομένῳ σφᾶς δι’ ἀγγέλων ὁμολογῆσαι, ἀντέπεμψαν ἀντιπαραι‐ νοῦντες τὰ τοῦ Οὐιτελλίου προελέσθαι, καὶ ἐς χεῖρας ἐλθόντες τοῖς

65

.

11

.

4

στρατιώταις αὐτοῦ προθυμότατα ἠγωνίσαντο. ἡ δὲ δὴ μάχη οὐκ ἐκ παρασκευῆς ἐγένετο, ἀλλ’ αἰφνίδιον ὀλίγοι τινὲς τῶν ἱππέων, οἷα παρὰ τοῖς ἀντιστρατοπεδευομένοις γίγνεται, 〈τοῖσ〉 προνομεύουσι τῶν ἑτέρων ἐπέθεντο, καὶ μετὰ τοῦτο προσβοηθούντων ἑκατέροις
5ἀμφοτέρωθεν, ὥς που ἐτύγχανον αἰσθόμενοι, τοτὲ μὲν τοῖς τοτὲ δὲ τοῖς ἄλλων, εἶτ’ ἄλλων, καὶ πεζῶν καὶ ἱππέων, καὶ ταῖς μάχαις αἱ

65

.

11

.

5

τροπαὶ συνεγίγνοντο, μέχρις οὗ πάντες συνέδραμον. τότε δὲ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα
ἐποίησαν καίπερ ἄναρκτοι· ὁ γὰρ Ἀλιηνὸς ἐδέδετο.

65

.

12

.

1

κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο. καὶ 〈γὰρ〉 νὺξ αὐτὴν ἐπέλαβε, καὶ οὐδὲ ἐκείνη σφᾶς διέλυσε· τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν,

65

.

12

.

2

ἐχρήσαντο. ὅθεν οὔθ’ ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθ’ ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λεί‐ ψανα τῶν προτέρων νεκρῶν, οὐχ ἡ μνήμη τοῦ πάθους, οὐ τὸ πλῆ‐ θος τῶν μάτην ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφο‐

65

.

12

.

3

τέρους ὁμοίως κατέσχε, καὶ οὕτως ἐπεθύμουν, καὶ ἐξ αὐτῆς τῆς τοῦ χωρίου μνήμης παροξυνόμενοι, οἱ μὲν καὶ τότε νικῆσαι, οἱ δὲ μὴ καὶ τότε ἡττηθῆναι, ὥσπερ ἀλλοφύλοις τισὶν ἀλλ’ οὐκ οἰκείοις πολεμοῦντες, καὶ μέλλοντες ἐξ ἑκατέρου πάντες ὁμοίως ἢ αὐτίκα

65

.

12

.

4

ἀπολέσθαι ἢ μετὰ ταῦτα δουλεύειν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελ‐ θούσης, ὥσπερ εἶπον, ἐνέδοσαν, ἀλλὰ καὶ ἐκκαμόντες, καὶ διὰ τοῦτο πολλάκις καὶ ἀναπαυόμενοι καὶ ἐς λόγους ἀλλήλοις ἰόντες, ὅμως

65

.

13

.

1

ἠγωνίζοντο. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε (νέφη
γὰρ αὐτὴν πολλὰ καὶ ποικίλα διαθέοντα συνεχῶς συνέκρυπτεν), ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δ’ ὅτε ἑστηκότας καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους ἢ καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ

65

.

13

.

2

τε συνεβόων, οἱ μὲν τὸν Οὐεσπασιανὸν οἱ δὲ τὸν Οὐιτέλλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· “συ‐ στρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρ’ ἧκε πρὸς ἐμέ”.

65

.

13

.

3

“μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ”. καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ σιτία καὶ ποτὰ αἵ τε γυναῖκες ἐκ τῆς πόλεως τοῖς τοῦ Οὐιτελλίου στρατιώταις τῆς νυκτὸς ἐνεγκοῦσαι ἔδωκαν, καὶ ἐκεῖνοι αὐτοί τε ἔφαγον καὶ ἔπιον καὶ τοῖς ἀντιμαχομένοις ὤρεγον. καί τις
5αὐτῶν ὀνομαστὶ τὸν ἀντίπαλον ἀνακαλέσας (πάντες γὰρ ὡς εἰπεῖν

65

.

13

.

4

καὶ ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον) “λαβὲ” ἔφη, “συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλὰ ἄρτον σοι δίδωμι. λαβὲ καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε σὺ ἀποκτείνῃς ἐμὲ ἄν τε καὶ ἐγὼ σέ, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ

65

.

13

.

5

τῇ χειρὶ μήτε σὺ ἐμὲ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Οὐιτέλλιος καὶ Οὐεσπασιανὸς διδοῦσιν, ἵν’ ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσι”. τοιαῦτα ἄν τινες πρὸς ἀλλήλους εἰπόντες, καὶ ἀναπαυσάμενοι χρόνον τινὰ καὶ ἐμφαγόντες,

65

.

14

.

1

πάλιν ἂν ἐμαχέσαντο· εἶτ’ ἀνασχόντες αὖθις αὖ συνέβαλον. καὶ ταῦθ’ οὕτω δι’ ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο. Xiph. 197, 17—198, 17 R. St. (inde a c. 12, 1) et Exc. UG 40a.

65

.

14

.

2

ἔνθα δὴ καὶ τοιόνδε τι δύο ἄνδρες τῶν Οὐεσπασιανείων ἔπραξαν· ἐπειδὴ γὰρ ἰσχυρῶς ἐκ μηχανήματός τινος ἐβλάπτοντο, ἀσπίδας τε ἐκ τῶν Οὐιτελλιείων σκύλων ἥρπασαν, καὶ τοῖς ἀντι‐ καθεστηκόσι μιχθέντες ἔλαθον μέχρι τῆς μηχανῆς ἐλθόντες ὡς
5καὶ ἐκείνων ὄντες, καὶ τὰ σχοινία αὐτῆς διέκοψαν ὥστε μηδὲν ἔτι

65

.

14

.

3

βέλος αὐτῆς ἀφεῖναι δυνηθῆναι. ἀνατείλαντος δὲ τοῦ ἡλίου, καὶ τῶν στρατιωτῶν ἐκ τοῦ τρίτου στρατοπέδου τοῦ Γαλατικοῦ καλου‐ μένου καὶ ἐν τῇ Συρίᾳ χειμάζοντος, τότε δὲ κατὰ τύχην ἐν τῇ τοῦ Οὐεσπασιανοῦ μερίδι ὄντος, ἀσπασαμένων αὐτὸν ἐξαίφνης ὥσπερ
5εἰώθεσαν, ὑποτοπήσαντες οἱ τοῦ Οὐιτελλίου τὸν Μουκιανὸν παρ‐ εῖναι ἠλλοιώθησαν καὶ ἡττηθέντες ὑπὸ τῆς βοῆς ἔφυγον· οὕτω που καὶ τὰ βραχύτατα μεγάλως τοὺς προκεκμηκότας ἐκπλήσσει.

65

.

14

.

4

καὶ ἐς τὸ τεῖχος ἀναχωρήσαντες χεῖράς τε προετείνοντο καὶ ἱκέ‐ τευον. καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον, καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμ‐ ψαν ἀνθ’ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ
5τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι.

65

.

15

.

1

ὡς μέντοι αἵ τε πύλαι ἠνεῴχθησαν καὶ ἐν ἀδείᾳ πάντες ἐγέ‐ νοντο, τότε δὴ ἐξαίφνης πανταχόθεν τε ἅμα ἐσέδραμον καὶ διήρ‐ πασαν πάντα καὶ ἐνέπρησαν. καὶ ἐγένετο καὶ τοῦτο τὸ πάθος οὐδενὸς τῶν δεινοτάτων σμικρότερον· ἥ τε γὰρ πόλις καὶ μεγέθεσι
5καὶ κάλλεσιν οἰκοδομημάτων ἤσκητο, καὶ χρήματα παμπληθῆ καὶ

65

.

15

.

2

τῶν ἐπιχωρίων καὶ τῶν ξένων ἐς αὐτὴν συνεληλύθει. καὶ τά γε πλείω κακὰ οἱ Οὐιτελλίειοι ἔδρασαν, ἅτε καὶ τὰς οἰκίας τῶν πλου‐ σιωτάτων καὶ τὰς διεξόδους τῶν στενωπῶν ἀκριβῶς εἰδότες· οὐδὲ ἔμελεν αὐτοῖς εἰ ὧν ὑπερεμαχέσαντο, τούτους ἀπώλεσαν, ἀλλ’ ὡς
5καὶ αὐτοὶ καὶ ἠδικημένοι καὶ κεκρατηκότες ἔπαιον ἔσφαττον, ὥστε
καὶ πέντε μυριάδας σὺν τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἀπολέσθαι.

65

.

16

.

1

Οὐιτέλλιος δὲ ὡς ἐπύθετο τῆς ἥττης, τέως μὲν ἐθορυβεῖτο, τὸ μέν τι καὶ ὑπὸ σημείων ταραχθείς (θύσαντος γὰρ αὐτοῦ θυσίαν τινά, καὶ ἐπ’ αὐτῇ δημηγοροῦντος τοῖς στρατιώταις, γῦπες πολλοὶ προσπεσόντες τά τε ἱερὰ διεσκέδασαν καὶ ἐκεῖνον ἀπὸ τοῦ βήματος

65

.

16

.

2

ὀλίγου δεῖν κατέβαλον), τὸ δὲ δὴ πλέον διὰ τὴν ἀγγελίαν τῆς ἥττης· καὶ τὸν μὲν ἀδελφὸν διὰ ταχέων ἐς Ταρρακῖναν ἔπεμψε, καὶ δι’ αὐτοῦ τὴν πόλιν κατέσχεν ὀχυρὰν οὖσαν, τῶν δὲ δὴ τοῦ Οὐεσπασια‐

65

.

16

.

3

νοῦ στρατηγῶν ἐπιόντων τῇ Ῥώμῃ ἐξεπλάγη τε καὶ ἐξέστη. ἓν μὲν γὰρ οὐδὲν οὔτε ἔπραττεν οὔτε ἐφρόνει, ἐμπλήκτως δὲ ἄνω καὶ κάτω ἐφέρετο ὥσπερ ἐν κλύδωνι. καὶ γὰρ ἀντείχετο τῆς ἡγεμονίας καὶ πάντως ὡς καὶ πολεμήσων παρεσκευάζετο, καὶ ἑκὼν αὐτὴν ἠφίει

65

.

16

.

4

καὶ πάντως ὡς καὶ ἰδιωτεύσων ἡτοιμάζετο. καὶ ἔστι μὲν ὅτε τὴν χλαμύδα τὴν πορφυρᾶν ἐφόρει καὶ ξίφος παρεζώννυτο, ἔστι δ’ ὅτε ἐσθῆτα φαιὰν ἀνελάμβανεν. ἐδημηγόρει τε καὶ ἐν τῷ παλατίῳ καὶ ἐν τῇ ἀγορᾷ ἄλλοτε ἄλλα, ἐπί τε μάχην καὶ ἐπὶ διαλλαγὰς αὐτοὺς

65

.

16

.

5

προτρεπόμενος· καὶ τοτὲ μὲν καὶ ἑαυτὸν ὑπὲρ τοῦ κοινοῦ δὴ ἐπε‐ δίδου, τοτὲ δὲ καὶ τὸ παιδίον κατέχων καὶ φιλῶν προέβαλλεν αὐ‐ τοῖς ὡς ἐλεηθησόμενος. τούς τε δορυφόρους ἀπήλλαττε καὶ πάλιν μετεπέμπετο, τό τε παλάτιον ἐκλιπὼν ἂν καὶ ἐς τὴν τοῦ ἀδελφοῦ
5οἰκίαν ἀπιὼν εἶτα ἀνεκομίζετο, ὥστε ἐκ τούτων καὶ τοὺς ἄλλους

65

.

16

.

6

τοὺς πλείστους τῆς σπουδῆς παραλῦσαι. ὁρῶντες γὰρ αὐτὸν δεῦρο καὶ ἐκεῖσε ἐμμανῶς ᾄττοντα οὔτε τι τῶν προστασσομένων σφίσιν ὁμοίως ἔπραττον, οὔτε τὰ ἐκείνου μᾶλλον ἢ τὰ σφῶν διεσκόπουν. καὶ τά τε ἄλλα αὐτὸν ἐκερτόμουν, καὶ μάλιστα ὁπότε τὸ ξίφος ἐν
5ταῖς ἐκκλησίαις τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις βουλευταῖς ὤρεγεν ὡς καὶ τὴν αὐτοκράτορα ἀρχὴν δι’ αὐτοῦ ἀποτεθειμένος· οὔτε γὰρ ἐκείνων τις λαβεῖν αὐτὸ ἐτόλμα, καὶ οἱ προσεστηκότες ἐχλεύαζον.

65

.

17

.

1

πρὸς οὖν ταῦτα, ἄλλως τε καὶ πελάζοντος ἤδη τοῦ Πρίμου,
συνελθόντες οἵ τε ὕπατοι Γάιος Κυΐντιος Ἀττικὸς καὶ Γναῖος Και‐ κίλιος Σίμπλιξ καὶ Σαβῖνος (συγγενὴς οὗτος Οὐεσπασιανοῦ) τῶν τε ἄλλων οἱ πρῶτοι γνώμας ἐποιήσαντο, καὶ ἐς τὸ παλάτιον ὥρμησαν
5σὺν τοῖς ὁμογνωμονοῦσί σφισι στρατιώταις ὡς ἢ πείσοντες ἢ καὶ

65

.

17

.

2

καταναγκάσοντες τὸν Οὐιτέλλιον τὴν ἀρχὴν ἀπειπεῖν. καὶ περιπε‐ σόντες τοῖς Κελτοῖς τοῖς φρουροῦσιν αὐτὸν κακῶς ἀπήλλαξαν, κἀκ τούτου ἔς τε τὸ Καπιτώλιον ἀνέφυγον, κἀνταῦθα τὸν Δομιτιανὸν τὸν τοῦ Οὐεσπασιανοῦ υἱὸν καὶ τοὺς συγγενεῖς αὐτοῦ μεταπεμψά‐

65

.

17

.

3

μενοι ἐν φυλακῇ ἐποιήσαντο. τῇ δ’ ὑστεραίᾳ προσβαλόντων σφίσι τῶν ἐναντίων χρόνον μέν τινα ἀπεκρούσαντο αὐτούς, ἐμπρησθέντων δὲ τῶν περὶ τὸ Καπιτώλιον ἀνεκόπησαν ὑπὸ τοῦ πυρός. καὶ οὕτως ἐπαναβάντες οἱ τοῦ Οὐιτελλίου στρατιῶται ἐκείνων τε συχνοὺς ἐφό‐
5νευσαν, καὶ διαρπάσαντες πάντα τὰ ἀνακείμενα κατέπρησαν ἄλλα τε καὶ τὸν ναὸν τὸν μέγαν, τόν τε Σαβῖνον καὶ τὸν Ἀττικὸν συλ‐

65

.

17

.

4

λαβόντες πρὸς τὸν Οὐιτέλλιον ἔπεμψαν. Δομιτιανὸς δὲ καὶ Σαβῖνος ὁ τοῦ Σαβίνου παῖς ἐν τῷ πρώτῳ θορύβῳ διαφυγόντες ἐκ τοῦ Κα‐ πιτωλίου καὶ ἐς οἰκίας τινὰς κατακρυφθέντες ἐλελήθεσαν. Xiph. 198, 17—200, 25 R. St.

65

.

18

.

1

ὡς δὲ οἱ Οὐεσπασιάνειοι στρατιῶται πλησίον ἐγένοντο, οὓς ὅ τε Κύιντος Πετίλιος Κερεάλιος βουλευτὴς τῶν πρώτων καὶ τῷ Οὐεσ‐ πασιανῷ κατ’ ἐπιγαμίαν τινὰ προσήκων καὶ ὁ Πρῖμος ὁ Ἀντώνιος
ἦγον (ὁ γὰρ Μουκιανὸς οὔπω ἐπεφθάκει), ἐν παντὶ δέους ὁ Οὐιτέλ‐

65

.

18

.

2

λιος ἐγεγόνει. οὗτοι γὰρ πρῶτον μὲν δι’ ἀγγέλων τινῶν, ἔς τε λάρ‐ νακας μετὰ τῶν νεκρῶν καὶ ἐς ἀρρίχους ὀπώραν ἐχούσας ἢ καὶ καλάμους ὀρνιθευτῶν τὰ γράμματα ἐμβάλλοντες, πάντα τὰ ἐν τῇ πόλει δρώμενα ἐμάνθανον καὶ πρὸς ἐκεῖνα ἐβουλεύοντο· τότε δ’
5ἰδόντες τὸ πῦρ τὸ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρό‐

65

.

18

.

3

μενον ἠπείχθησαν. καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ ὁ Κερεά‐ λιος προσμίξας ἡττήθη μὲν κατ’ αὐτὴν τὴν ἔσοδον, ἅτε ἐν στενῷ μεθ’ ἱππέων ἀποληφθείς, ἐπέσχε δ’ οὖν τό τι κακὸν ὑπὸ τῶν ἐναν‐ τίων γενέσθαι· ὁ γὰρ Οὐιτέλλιος καταλλαγήσεσθαι ἐκ τῆς ἐπικρα‐
5τείας ἐλπίσας τοὺς στρατιώτας ἀνεχαίτισεν, καὶ τὴν βουλὴν συνα‐ γαγὼν πρέσβεις παρ’ αὐτῶν μετὰ τῶν ἀειπαρθένων πρὸς τὸν Κε‐

65

.

19

.

1

ρεάλιον ἔπεμψεν. ὡς δ’ οὐδεὶς αὐτῶν ἐσήκουσεν, ἀλλ’ ὀλίγου καὶ ἀπέθανον, πρός τε τὸν Πρῖμον καὶ αὐτὸν ἤδη προσπελάζοντα ἦλ‐

65

.

19

.

2

θον, καὶ λόγου μὲν ἔτυχον, ἔπραξαν δὲ οὐδέν. οἱ γὰρ στρατιῶται
ἐπ’ αὐτὸν ὀργῇ ἐχώρησαν, καὶ τήν τε φυλακὴν τῆς τοῦ Τιβέριδος γεφύρας ῥᾳδίως ἔλυσαν (ἐπειδὴ γὰρ ἐνστάντες ἐς αὐτὴν ἐκώλυσάν σφας διελθεῖν, διενήξαντο τὸν ποταμὸν οἱ ἱππεῖς καὶ κατὰ τοῦ νώ‐
5του σφίσιν ἐπέπεσον), καὶ μετὰ τοῦτο ἄλλοι ἄλλῃ ἐσβαλόντες οὐδὲν

65

.

19

.

3

ὅ τι τῶν δεινοτάτων οὐκ ἐποίησαν· πάντα γὰρ ὅσα τῷ Οὐιτελλίῳ καὶ τοῖς σὺν αὐτῷ οὖσιν ἐπεκάλουν, καὶ δι’ ἃ καὶ πολεμεῖν σφισιν ἐσκήπτοντο, ἔδρασαν, καὶ ἀπέκτειναν πολλούς. συχνοὶ δὲ καὶ αὐτῶν ἀπό τε τῶν στεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις
5ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε ἐς πέντε μυριάδας ἀνθρώπων ὅλας ἐν ταῖς ἡμέραις ἐκείναις φθαρῆναι. Xiph. 200, 25—201, 18 R. St., et (inde a p. 131 v. 5) Exc. UG 40b (p. 396).

65

.

20

.

1

τῆς οὖν πόλεως πορθουμένης, καὶ τῶν ἀνθρώπων τῶν μὲν μα‐ χομένων τῶν δὲ φευγόντων, καὶ ἤδη καὶ αὐτῶν ἐκείνων, ὅπως τῶν ἐσεληλυθότων δόξαντες εἶναι σωθῶσι, καὶ ἁρπαζόντων τινὰ καὶ φο‐ νευόντων, ὁ Οὐιτέλλιος φοβηθεὶς χιτωνίσκον τε ῥακώδη καὶ ῥυπα‐
5ρὸν ἐνέδυ, καὶ ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ ἐτρέφοντο κύνες, ἐκρύφθη, γνώμην ἔχων τῆς νυκτὸς ἐς τὴν Ταρρακῖναν πρὸς τὸν ἀδελφὸν ἀπο‐

65

.

20

.

2

δρᾶναι. καὶ αὐτὸν ἀναζητήσαντες οἱ στρατιῶται καὶ ἐξευρόντες (οὐ γάρ που καὶ ἐπὶ πολὺ λαθεῖν ἀκριβῶς ἐδύνατο ἅτε αὐτοκράτωρ
γεγονώς) συνέλαβον φορυτοῦ καὶ αἵματος ἀναπεπλησμένον (ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο), κἀκ τούτου τὴν ἐσθῆτα αὐτοῦ περιρ‐
5ρήξαντες καὶ τὼ χεῖρε ἐς τοὐπίσω δήσαντες, τῷ τε αὐχένι σχοινίον περιθέντες, κατήγαγον ἐκ τοῦ παλατίου τὸν Καίσαρα τὸν ἐν αὐτῷ

65

.

20

.

3

ἐντρυφήσαντα, καὶ διὰ τῆς ἱερᾶς ὁδοῦ ἔσυραν τὸν αὐτοκράτορα τὸν ἐν τῷ βασιλικῷ δίφρῳ πολλάκις σοβήσαντα, ἔς τε τὴν ἀγορὰν ἐσεκόμισαν τὸν Αὔγουστον ἐν ᾗ πολλάκις ἐδημηγόρησε. καὶ οἱ μὲν ἐρράπιζον αὐτόν, οἱ δὲ τοῦ γενείου ἔτιλλον· πάντες δὲ ἔσκωπτον
5καὶ πάντες ὕβριζον, τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ ἐπιλέγον‐

65

.

21

.

1

τες, ἐπειδὴ καὶ γαστροπίων ἦν. αἰσχυνομένου τε ἐπὶ τούτοις αὐτοῦ καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. ἰδὼν δὲ τοῦτο Κελτός τις οὐκ ἤνεγκεν, ἀλλ’ ἐλεήσας αὐτόν “ἐγώ σοι” ἔφη “βοηθήσω, ὡς μό‐
5νως δύναμαι”. καὶ ὁ μὲν ἐκεῖνόν τε ἔτρωσε καὶ ἑαυτὸν ἔσφαξεν,

65

.

21

.

2

οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ’ ἐσύ‐ ρετο ἐς τὸ δεσμωτήριον ὥσπερ καὶ οἱ ἀνδριάντες αὐτοῦ, πολλῶν μὲν γελοίων πολλῶν δὲ καὶ αἰσχρῶν ἐπιλεγομένων σφίσιν. ἐπειδή τε καὶ ὑπεραλγήσας καὶ οἷς ἔπαθε καὶ οἷς ἤκουεν “ἀλλ’ ἔγωγε” ἔφη
5“αὐτοκράτωρ ποτὲ ὑμῶν ἐγενόμην”, ὀργισθέντες οἱ στρατιῶται πρός τε τοὺς ἀναβαθμοὺς αὐτὸν ἤγαγον, κἀνταῦθα κατέκοψαν, τήν τε κεφαλὴν αὐτοῦ ἀποτεμόντες κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον.

65

.

22

.

1

καὶ τοῦτον μὲν ὕστερον ἡ γυνὴ ἔθαψε, ζήσαντα μὲν ἐπὶ τέσ‐ σαρα ἔτη καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, ἄρξαντα δὲ ἐνιαυτὸν ἡμερῶν δέκα ἀποδέοντα· ὁ δὲ ἀδελφὸς αὐτοῦ ὥρμησε μὲν ἐκ τῆς Ταρρακίνης ὡς καὶ βοηθήσων αὐτῷ, μαθὼν δὲ κατὰ
5τὴν ὁδὸν ὅτι τέθνηκε, καὶ περιπεσὼν ἅμα τοῖς ἐπ’ αὐτὸν πεμ‐ φθεῖσιν, ὡμολόγησε μέν σφισιν ὡς καὶ σωθησόμενος, ἐσφάγη δ’

65

.

22

.

2

οὐ πολλῷ ὕστερον. καὶ αὐτῷ καὶ ὁ τοῦ Οὐιτελλίου παῖς ἐπαπώ‐ λετο, καίτοι τοῦ Οὐιτελλίου μηδένα μήτε τῶν τοῦ Ὄθωνος μήτε τῶν τοῦ Οὐεσπασιανοῦ συγγενῶν ἀποκτείναντος. πεπραγμένων δὲ τού‐ των ἤδη ὡς ἑκάστων ὁ Μουκιανὸς ἐπῆλθε, καὶ τά τε ἄλλα συν‐
5διῴκει τῷ Δομιτιανῷ, καὶ ἐς τοὺς στρατιώτας αὐτὸν παραγαγὼν δημηγορῆσαι ἐποίησε καίπερ καὶ παιδίσκον ὄντα. καὶ πέντε καὶ εἴκοσι δραχμὰς τῶν στρατιωτῶν ἕκαστος ἔλαβεν. Xiph. 201, 18‐
202, 26 R. St.

66

.

1

.

1

ταῦτα μὲν οὕτως ἔσχεν, αὐτοκράτωρ δὲ ἐπ’ αὐτοῖς ὁ Οὐεσπα‐ σιανὸς καὶ πρὸς τῆς βουλῆς ἀπεδείχθη, καὶ Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομιτιανὸς ἐπεκλήθησαν, τήν τε ὕπατον ἀρχὴν ὁ Οὐεσπασια‐ νὸς καὶ ὁ Τίτος ἔλαβον, ὁ μὲν ἐν τῇ Αἰγύπτῳ ὁ δὲ ἐν τῇ Παλαι‐

66

.

1

.

2

στίνῃ ὤν. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὀνείρατα τῷ Οὐεσπα‐ σιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ προδηλοῦντα. βοῦς τε γὰρ ἐν τῷ ἀγρῷ ἐν ᾧ τὴν δίαιταν ὡς πλήθει ἐποιεῖτο, δειπνοῦντι προσελθὼν ὤκλασε καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς πόδας ὑπέθηκε· καὶ κύων αὖ‐
5θις, σῖτον αὐτοῦ καὶ τότε αἱρουμένου, χεῖρα ἀνθρωπίνην ὑπὸ τὴν

66

.

1

.

3

τράπεζαν ὑπέβαλε. κυπάρισσός τε περιφανὴς πρόρριζος ὑπὸ σφο‐ δροῦ πνεύματος ἀνατραπεῖσα, ἔπειτα τῇ ὑστεραίᾳ ὑφ’ ἑαυτῆς ἀνέ‐ στη καὶ ἀκμάζουσα διετέλεσε. καὶ παρ’ ὀνείρατος ἔμαθεν ὅτι, ὅταν ὁ Καῖσαρ Νέρων ὀδόντα ἀποβάλῃ, αὐταρχήσει· καὶ τοῦτό τε
5τὸ κατὰ τὸν ὀδόντα τῇ ἐπιούσῃ ἡμέρᾳ συνηνέχθη, καὶ αὐτὸς ὁ Νέρων ἔδοξέ ποτε ἐν τοῖς ὕπνοις τὸν τοῦ Διὸς ὄχον ἐς τὴν τοῦ

66

.

1

.

4

Οὐεσπασιανοῦ οἰκίαν ἐσαγαγεῖν. ἀλλὰ ταῦτα μὲν ἑρμηνεύσεως ἔχρῃζεν, Ἰώσηπος δὲ ἀνὴρ Ἰουδαῖος ἀχθείς τε ὑπ’ αὐτοῦ πρότερον καὶ δεθεὶς ἐγέλασε καὶ ἔφη “νῦν μέν με δήσεις, μετ’ ἐνιαυτὸν δὲ λύσεις αὐτοκράτωρ γενόμενος”. Xiph. 203, 8—30 R. St.

66

.

2

.

1

οὕτω μὲν οὖν καὶ ὁ Οὐεσπασιανὸς ἐς τὴν ἀρχήν, ὡς καὶ ἄλλοι τινές, ἐγεγέννητο, ἀπόντος δὲ αὐτοῦ ἔτι ἐν τῇ Αἰγύπτῳ ὁ Μουκια‐ νὸς τὰ τοῦ κράτους πάντα μετὰ τοῦ Δομιτιανοῦ διῴκει. μέγα γάρ
τι, ὡς καὶ αὐτὸς τὴν ἡγεμονίαν τῷ Οὐεσπασιανῷ δεδωκώς, ἠγάλλετο
5διά τε τἆλλα καὶ ὅτι ἀδελφὸς ὑπ’ αὐτοῦ ὠνομάζετο, καὶ ὅτι ἐξου‐ σίαν εἶχε πάνθ’ ὅσα ἐβούλετο καὶ ἄνευ τῆς αὐτοῦ προστάξεως

66

.

2

.

2

διοικεῖν καὶ γράφειν, τὸ ὄνομα αὐτοῦ μόνον ἐπιγραφόμενος. καὶ διὰ τοῦτό γε καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ἵνα τὸ αὐτο‐ κρατορικὸν σφράγισμα τὰ σημαινόμενα λαμβάνῃ. πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομιτιανὸς ἔδοσαν, καὶ ἐπάρχους ἄλλους

66

.

2

.

3

ἐπ’ ἄλλοις καὶ ὑπάτους ἀπέδειξαν. τό τε σύμπαν οὕτω πάντα αὐτοὶ ὡς αὐταρχοῦντες ἐποίουν ὥστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαί ποτε τῷ Δομιτιανῷ ὅτι “χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας”. Xiph. 203, 30—204, 10 R. St., Zon. 11, 17
5p. 492, 16—493, 5 B. (p. 52, 11—21 D).

66

.

2

.

5

ὁ δὲ Μουκιανὸς καὶ χρήματα ἀμύθητα πανταχόθεν, ὅθεν ἐνε‐ δέχετο, ἐς τὸ δημόσιον ἤθροιζεν ἑτοιμότατα, τὴν ἐπ’ αὐτῷ ἐπηγο‐ ρίαν ἐς ἑαυτὸν ἀντὶ τοῦ Οὐεσπασιανοῦ ἀναδεχόμενος. νεῦρα γὰρ τῆς ἡγεμονίας τὰ χρήματα ἀεί ποτε εἶναι ἔλεγε, καὶ κατὰ τοῦτο
5καὶ ἐκείνῳ πανταχόθεν πορίζειν παρῄνει καὶ αὐτὸς ἀπ’ ἀρχῆς ἀρ‐ γυρολογῶν διετέλεσε, καὶ μεγάλα μὲν καὶ τῇ βασιλείᾳ χρήματα παρεσκεύασε, μεγάλα δὲ καὶ αὐτὸς ἐκτήσατο.

66

.

3

.

1

ἐν δὲ τῇ Γερμανίᾳ ἄλλαι τε κατὰ Ῥωμαίων ἐπαναστάσεις ἐγέ‐ νοντο, οὐδὲν ἐς μνήμην ἐμοὶ γοῦν ὄφελος φέρουσαι, καί τι συνη‐ νέχθη καὶ θαύματος ἄξιον. Ἰούλιος γάρ τις Σαβῖνος, ἀνὴρ πρῶ‐ τος τῶν Λιγγόνων, δύναμιν καὶ αὐτὸς ἰδίαν ἤθροισε καὶ Καῖσαρ

66

.

3

.

2

ἐπωνομάσθη, λέγων ἔγγονος τοῦ Καίσαρος τοῦ Ἰουλίου εἶναι. ἡτ‐ τηθεὶς δὲ μάχαις τισὶν ἔφυγεν ἐς ἀγρόν τινα, κἀνταῦθα ἐς μνη‐ μεῖον ὑπόγειον, προκαταπρήσας αὐτό, κατέδυ· καὶ οἱ μὲν ᾤοντο κἀκεῖνον ἀπολωλέναι, ὁ δὲ ἐκρύφθη τε ἐν αὐτῷ ἐννέα ἔτη μετὰ

66

.

3

.

3

τῆς γυναικός, καὶ παῖδας ἐξ αὐτῆς δύο ἄρρενας ἐκύησε. καὶ τὰ μὲν ἐν Γερμανίᾳ Κερεάλιος μάχαις πολλαῖς κατεστήσατο, ὧν ἐν μιᾷ τοσοῦτον πλῆθος τῶν τε Ῥωμαίων καὶ τῶν βαρβάρων κατεκόπη ὥστε τὸν παραρρέοντα ποταμὸν ὑπὸ τῶν πεπτωκότων ἐπισχεθῆναι.

66

.

3

.

4

ὁ δὲ Δομιτιανός, ἐξ ὧν ἔδρασε καὶ πολλῷ μᾶλλον ἐξ ὧν ἐπεχείρη‐ σεν (οὐδὲν γὰρ μικρὸν ἐπενόει) φοβηθεὶς τὸν πατέρα, πρός τε τῷ Ἀλβανῷ τῷ ὄρει τὰ πολλὰ διατρίβων καὶ τῷ ἔρωτι τῆς Δομιτίας τῆς Κορβούλωνος θυγατρὸς προσέχων ἐτύγχανε· ταύτην γὰρ Λου‐
5κίου Λαμίου Αἰλιανοῦ τοῦ ταύτης ἀνδρὸς ἀποσπάσας τότε μὲν ἐν ταῖς ἐρωμέναις ἐποιήσατο, ὕστερον δὲ καὶ ἔγημεν. Xiph. 204, 10—205, 2 R. St.

66

.

4

.

1

ὁ δὲ Τίτος τῷ πρὸς Ἰουδαίους πολέμῳ ἐπιταχθεὶς ἐπεχείρησε μὲν αὐτοὺς λόγοις τισὶ καὶ ἐπαγγελίαις προσποιήσασθαι, μὴ πει‐ σθεῖσι δὲ ἐπολέμει. καὶ μάχαις 〈ταῖσ〉 μὲν πρώταις ἀγχώμαλα ἀγω‐ νισάμενος, εἶτα κρατήσας ἐπολιόρκει τὰ Ἱεροσόλυμα. ἦν δὲ τρία

66

.

4

.

2

αὐτοῖς σὺν τῷ τοῦ νεὼ περιβόλῳ τείχη. οἵ τε οὖν Ῥωμαῖοι χώ‐ ματά τε πρὸς τὸ τεῖχος ἐχώννυσαν καὶ μηχανήματα προσῆγον, τούς τε ἐπεκθέοντας ὁμόσε ἰόντες ἀνέστελλον, καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐπόντας σφενδόναις καὶ τοξεύμασιν ἀνεῖργον· συχνοὺς γὰρ καὶ παρὰ

66

.

4

.

3

βαρβάρων τινῶν βασιλέων πεμφθέντας εἶχον· καὶ οἱ Ἰουδαῖοι πολ‐ λοὶ μὲν αὐτόθεν πολλοὶ δὲ καὶ παρὰ τῶν ὁμοήθων, οὐχ ὅτι ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀλλὰ καὶ ἐκ τῶν πέραν Εὐφράτου, προσβε‐ βοηθηκότες βέλη τε καὶ αὐτοὶ καὶ λίθους, τοὺς μὲν ἐκ χειρὸς τοὺς

66

.

4

.

4

δὲ καὶ μηχαναῖς, σφοδρότερον ἅτε καὶ ἀφ’ ὑψηλοῦ, ἔπεμπον, καὶ ἐπεξιόντες, ᾗ καιρὸς ἦν, νυκτός τε καὶ ἡμέρας τὰς μηχανὰς ἐνε‐ πίμπρασαν, συχνοὺς ἀπεκτίννυσαν, τόν τε χοῦν ὑπορύσσοντες ὑπὸ τὸ τεῖχος ὑφεῖλκον, καὶ τοὺς κριοὺς τοὺς μὲν βρόχοις ἀνέκλων τοὺς
5δὲ ἁρπάγαις ἀνέσπων· ἑτέρων τὰς προσβολὰς σανίσι παχείαις συμ‐ πεπηγμέναις τε καὶ σεσιδηρωμέναις, ἃς πρὸ τοῦ τείχους καθίεσαν,

66

.

4

.

5

ἀπέστρεφον. τὸ δὲ δὴ πλεῖστον οἱ Ῥωμαῖοι τῇ ἀνυδρίᾳ ἐκακοπά‐ θουν, καὶ φαῦλον καὶ πόρρωθεν ὕδωρ ἐπαγόμενοι. οἱ δὲ Ἰουδαῖοι διὰ τῶν ὑπονόμων ἴσχυον· ὀρωρυγμένους τε γὰρ αὐτοὺς ἔνδοθεν ὑπὸ τὰ τείχη μέχρι πόρρω τῆς χώρας εἶχον, καὶ δι’ αὐτῶν διεξιόν‐
5τες τοῖς τε ὑδρευομένοις ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους

66

.

5

.

1

ἐλυμαίνοντο· οὓς ὁ Τίτος πάντας ἀπέφραξε. κἀν τοῖς ἔργοις τούτοις πολλοὶ ἐτιτρώσκοντο ἑκατέρων καὶ ἔθνησκον, καὶ ὁ Τίτος αὐτὸς λίθῳ τὸν ἀριστερὸν ὦμον ἐπλήγη, καὶ ἀπ’ αὐτοῦ τὴν χεῖρα

66

.

5

.

2

ἀσθενεστέραν εἶχεν. χρόνῳ δ’ οὖν ποτε τοῦ ἔξω περιβόλου οἱ Ῥω‐ μαῖοι ἐπέβησαν, ἐν μέσῳ δὲ τῶν δύο περιβόλων στρατοπεδευσά‐ μενοι πρὸς τὸ ἕτερον τεῖχος προσέβαλλον. οὐ μέντοι καὶ ὁμοία ἡ πρόσμιξίς σφισιν ἐγίγνετο· ἀναχωρήσαντες γὰρ ἐς ἐκεῖνο πάντες
5ῥᾷον, ἅτε καὶ ἐκ βραχυτέρας τῆς τοῦ κύκλου περιβολῆς, ἠμύνοντο.

66

.

5

.

3

ὁ οὖν Τίτος κήρυγμα αὖθις, ἄδειαν αὐτοῖς διδούς, ἐποιήσατο.
ἐκεῖνοί τε οὖν καὶ ὣς ἐκαρτέρουν, καὶ οἱ ἁλισκόμενοι οἵ τε αὐτομο‐ λοῦντές σφων τὸ ὕδωρ τῶν Ῥωμαίων λανθανόντως ἔφθειρον, καὶ τῶν ἀνθρώπων οὕς που μόνους ἀπολάβοιεν ἔσφαζον. ὁ δὲ Τίτος

66

.

5

.

4

οὐκέτ’ οὐδένα αὐτῶν ἐδέχετο. κἀν τούτῳ καὶ τῶν Ῥωμαίων τινὲς ἀδημονήσαντες οἷα ἐν χρονίῳ πολιορκίᾳ, καὶ προσυποτοπήσαντες ὅπερ ἐθρυλεῖτο, ἀπόρθητον ὄντως τὴν πόλιν εἶναι, μετέστησαν· καὶ αὐτοὺς ἐκεῖνοι, καίπερ σπανίζοντες τῆς τροφῆς, περιεῖπον ἐς

66

.

6

.

1

ἐπίδειξιν τοῦ καὶ αὐτοὶ αὐτομόλους ἔχειν. διακοπέντος δὲ τοῦ τείχους μηχαναῖς κατὰ μὲν τοῦτο οὐδ’ ὣς ἑάλωσαν, ἀλλὰ καὶ πάνυ πολλοὺς ἐσβιαζομένους ἀπέκτειναν· ἐμπρήσαντες δέ τινα τῶν ἐγγὺς οἰκοδομημάτων ὡς καὶ ἐκ τούτου τοὺς Ῥωμαίους περαιτέρω, κἂν
5τοῦ κύκλου κρατήσωσι, προελθεῖν κωλύσοντες, τό τε τεῖχος ἐλυ‐ μήναντο καὶ τὸν περίβολον τὸν περὶ τὸ τεμένισμα ἄκοντες συγκατέ‐

66

.

6

.

2

φλεξαν, καὶ ἀνεῴχθη ἡ ἔσοδος ἡ ἐπὶ τὸν νεὼν τοῖς Ῥωμαίοις. οὐ μὴν καὶ παραχρῆμα διὰ τὸ δεισιδαιμονῆσαι ἐσέδραμον, ἀλλ’ ὀψέ ποτε, τοῦ Τίτου σφᾶς καταναγκάσαντος, εἴσω προεχώρησαν. καὶ αὐτοὺς οἱ Ἰουδαῖοι πολὺ προθυμότερον, ὥσπερ τι ἕρμαιον τὸ πρός
5τε τῷ ναῷ καὶ ὑπὲρ αὐτοῦ μαχόμενοι πεσεῖν εὑρηκότες, ἠμύνοντο, ὁ μὲν δῆμος κάτω ἐν τῷ προνάῳ, οἱ δὲ βουλευταὶ ἐν τοῖς ἀνα‐

66

.

6

.

3

βασμοῖς, οἵ θ’ ἱερῆς ἐν αὐτῷ τῷ μεγάρῳ τεταγμένοι. καὶ οὐ πρό‐ τερόν γε ἐνικήθησαν, καίπερ ὀλίγοι πρὸς πολλῷ πλείους μαχό‐ μενοι, πρὶν ὑποπρησθῆναί τι τοῦ νεώ· τότε γὰρ ἐθελούσιοι οἱ μὲν ξίφεσί σφας τοῖς τῶν Ῥωμαίων περιέπειρον, οἱ δὲ ἀλλήλους
5ἐφόνευον, ἄλλοι ἑαυτοὺς κατεχρῶντο, οἱ δὲ ἐς τὸ πῦρ ἐσεπήδων. καὶ ἐδόκει πᾶσι μέν, μάλιστα δὲ ἐκείνοις, οὐχ ὅτι ὄλεθρος ἀλλὰ καὶ νίκη καὶ σωτηρία εὐδαιμονία τε εἶναι, ὅτι τῷ ναῷ συναπώλ‐

66

.

7

.

1

λυντο. ἑάλωσαν δ’ οὖν καὶ ὣς ἄλλοι τε καὶ ὁ Βαργιορᾶς ὁ ἄρχων
αὐτῶν· καὶ μόνος γε οὗτος ἐν τοῖς ἐπινικίοις ἐκολάσθη.

66

.

7

.

2

οὕτω μὲν τὰ Ἱεροσόλυμα ἐν αὐτῇ τῇ τοῦ Κρόνου ἡμέρᾳ, ἣν μάλιστα ἔτι καὶ νῦν Ἰουδαῖοι σέβουσιν, ἐξώλετο. καὶ ἀπ’ ἐκείνου δίδραχμον ἐτάχθη τοὺς τὰ πάτρια αὐτῶν ἔθη περιστέλλοντας τῷ Καπιτωλίῳ Διὶ κατ’ ἔτος ἀποφέρειν. καὶ ἐπ’ αὐτοῖς τὸ μὲν τοῦ
5αὐτοκράτορος ὄνομα ἀμφότεροι ἔλαβον, τὸ δὲ δὴ τοῦ Ἰουδαϊκοῦ οὐδέτερος ἔσχε· καίτοι τά τε ἄλλα αὐτοῖς, ὅσα ἐπὶ τηλικαύτῃ νίκῃ εἰκὸς ἦν, καὶ ἁψῖδες τροπαιοφόροι ἐψηφίσθησαν. Exc. UG 41 (p. 396—399) usque ad ἐξώλετο c. 7, 2 et (p. 137, 19 et inde a c. 6, 3) Xiph. 205, 2—13 R. St.

66

.

8

.

1

τοῦ Οὐεσπασιανοῦ δὲ ἐς τὴν Ἀλεξάνδρειαν ἐσελθόντος ὁ Νεῖλος παλαιστῇ πλέον παρὰ τὸ καθεστηκὸς ἐν μιᾷ ἡμέρᾳ ἐπελάγισεν· ὅπερ οὐπώποτε πλὴν ἅπαξ γεγονέναι ἐλέγετο. καὶ Οὐεσπασιανὸς δὲ αὐτὸς τυφλόν τέ τινα καὶ ἕτερον οὐκ ἀρτίχειρα, προσελθόντας
5οἱ ἐξ ὄψεως ὀνειράτων, τοῦ μὲν τὴν χεῖρα πατήσας τοῦ δὲ τοῖν

66

.

8

.

2

ὀφθαλμοῖν [πηλὸν] προσπτύσας, ὑγιεῖς ἀπέφηνε. τὸ μὲν θεῖον τούτοις αὐτὸν ἐσέμνυνεν, οὐ μέντοι καὶ οἱ Ἀλεξανδρεῖς ἔχαιρον αὐτῷ, ἀλλὰ καὶ πάνυ ἤχθοντο, ὥστε μὴ μόνον ἰδίᾳ ἀλλὰ καὶ δη‐ μοσίᾳ καὶ σκώπτειν αὐτὸν καὶ λοιδορεῖν. προσδοκήσαντες γὰρ μέγα
5τι παρ’ αὐτοῦ λήψεσθαι, ὅτι πρῶτοι αὐτὸν αὐτοκράτορα ἐπεποιή‐
κεσαν, οὐ μόνον οὐδὲν εὕροντο ἀλλὰ καὶ προσεπράσσοντο χρήματα.

66

.

8

.

3

πολλὰ μὲν γὰρ καὶ ἄλλως παρ’ αὐτῶν ἐξέλεξε, μηδένα πόρον, μηδὲ τὸν τυχόντα μηδ’ εἰ ἐπαίτιός τις ἦν, παραλείπων, ἀλλὰ καὶ ἐκ τῶν ὁσίων πάντων καὶ ἐκ τῶν ἱερῶν ὁμοίως χρηματιζόμενος· πολλὰ δὲ καὶ τέλη τὰ μέν τινα ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζό‐

66

.

8

.

4

μενα προσεπηύξησε, καινά τε ἕτερα προσκατεστήσατο. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ τῇ τε Ἰταλίᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ μετὰ ταῦτα ἐποίησεν. οἱ δ’ οὖν Ἀλεξανδρεῖς διά τε ἐκεῖνα, καὶ ὅτι καὶ τῶν βασιλείων τὸ πλεῖστον ἀπέδοτο, χαλεπῶς φέροντες ἄλλα
5τε ἐς αὐτὸν ἀπερρίπτουν καὶ ὅτι “ἓξ ὀβολοὺς προσαιτεῖς”, ὥστε

66

.

8

.

5

καὶ τὸν Οὐεσπασιανὸν καίπερ ἐπιεικέστατον ὄντα χαλεπῆναι, καὶ κελεῦσαι μὲν καὶ τοὺς ἓξ ὀβολοὺς κατ’ ἄνδρα ἐσπραχθῆναι, βου‐ λεύσασθαι δὲ καὶ τιμωρίαν αὐτῶν ποιήσασθαι· αὐτά τε γὰρ τὰ λεγόμενα προπηλακισμὸν εἶχε, καὶ ἐκ τοῦ κατακεκλασμένου
5τοῦ τε ἀναπαίστου σφῶν οὐκ ἔστιν ὅ τι οὐκ ὀργήν οἱ ἐνεποίει.

66

.

8

.

6

τοῦ δ’ οὖν Τίτου ἐξαιτησαμένου αὐτοὺς τούτων ὁ Οὐεσπασιανὸς ἐφείσατο. ἐκεῖνοι δ’ αὐτοῦ οὐκ ἀπέσχοντο ἀλλὰ μέγα πάνυ ἀθρόοι ἐν συνόδῳ τινὶ κοινῇ πρὸς τὸν Τίτον ἐξεβόησαν, εἰπόντες αὐτὸ τοῦτο “συγγινώσκομεν αὐτῷ· οὐ γὰρ οἶδε καισαρεύειν”.

66

.

8

.

7

καὶ οἱ μὲν οὕτω τότ’ ἐρριψοκινδύνουν, καὶ τῆς ἀσελγείας, ὑφ’ ἧς ἀεί ποτε κακῶς ἀπαλλάσσουσιν, ἄδην ἐνεφοροῦντο, τῇ τοῦ αὐτο‐

66

.

9

.

1

κράτορος ἐπιεικείᾳ ἀποχρώμενοι· ὁ δὲ ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Ῥώμην ἐπέστειλε, τήν τε ἀτιμίαν τῶν καταψηφισθέντων ἐπὶ ταῖς λεγομέναις ἀσεβείαις ὑπὸ Νέρωνος καὶ τῶν μετὰ ταῦτα ἀρξάντων, τῶν τε ζώντων καὶ τῶν τεθνεώτων ὁμοίως, ἀπαλείφων, καὶ τὰς γρα‐

66

.

9

.

2

φὰς τὰς ἐπὶ τοιούτοις ἐγκλήμασι καταλύων. τούς τε ἀστρολόγους ἐκ τῆς Ῥώμης ἐξώρισε, καίτοι πᾶσι τοῖς ἀρίστοις αὐτῶν χρώμενος οὕτως, ὥστε καὶ διὰ Βάρβιλλόν τινα ἄνδρα τοιουτότροπον ἀγῶνα τοῖς Ἐφεσίοις ἱερὸν ἄγειν συγχωρῆσαι· ὅπερ οὐδεμιᾷ ἄλλῃ πόλει
5ἔνειμεν. Xiph. 205, 13—206, 7 R. St. usque ad v. 7, et (inde a p. 140, 18) Exc. Val. 271 (p. 701 sq.).

66

.

9

2a

τὴν μὲν οὖν Αἴγυπτον δι’ ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπ’ αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς Ἱερο‐ σόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμεινεν ἅλωσιν, ἵνα μετὰ τοῦ υἱέος ἐπανέλθῃ πρὸς τὴν Ῥώμην. τριβομένου δὲ χρόνου
5ἐν τῇ πολιορκίᾳ τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατέλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν ἔπλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ τὰ δὲ ναυ‐ τιλλόμενος ἐς τὸ Βρεντέσιον ἐκομίσθη. Zon. 11, 17 p. 493, 11—18 B. (p. 52, 28—53, 8 D.)

66

.

9

.

3

ὁ δὲ Οὐεσπασιανὸς μετὰ ταῦτα ἐς τὴν Ῥώμην ἐσεληλύθει, καὶ Μουκιανῷ μὲν ἄλλοις τε τῶν πρώτων ἐν τῷ Βρεντεσίῳ ἐνέτυχε, Δομιτιανῷ δὲ ἐν Βενεουεντῷ. ὑπὸ γὰρ τοῦ συνειδότος ὧν τε ἐφρό‐ νει καὶ ὧν ἐπεποιήκει οὔτε ἐθάρσει, καὶ προσέτι καὶ μωρίαν ἔστιν

66

.

9

.

4

ὅτε προσεποιεῖτο. ἐν γοῦν τῷ Ἀλβανῷ χωρίῳ τὰ πλεῖστα διάγων ἄλλα τε πολλὰ καὶ γελοῖα ἔπραττε, καὶ τὰς μυίας γραφείοις κατε‐ κέντει. τοῦτο γὰρ εἰ καὶ ἀνάξιον τοῦ τῆς ἱστορίας ὄγκου ἐστίν, ἀλλ’ ὅτι γε ἱκανῶς τὸν τρόπον αὐτοῦ ἐνδείκνυται, ἀναγκαίως ἔγραψα,

66

.

9

.

5

καὶ μάλισθ’ ὅτι καὶ μοναρχήσας ὁμοίως αὐτὸ ἐποίει. ὅθεν οὐκ ἀχαρίτως τις εἶπε πρὸς τὸν ἐρωτήσαντα “τί πράττει Δομιτιανός”,

66

.

10

.

1

ὅτι “ἰδιάζει τε, καὶ οὐδὲ μυῖα αὐτῷ παρακάθηται”. ὁ δὲ Οὐεσπα‐ σιανὸς ἐκείνου μὲν ἐταπείνου τὸ φρόνημα, τοὺς δὲ ἄλλους πάντας οὐχ ὡς αὐτοκράτωρ ἀλλ’ ὡς ἰδιώτης, μνήμῃ τῆς προτέρας αὐτοῦ τύχης, ἐδεξιοῦτο. Xiph. 206, 7—20 R. St.

66

.

10

1a

ἐλθὼν δ’ ἐς τὴν Ῥώμην καὶ τοῖς στρατιώταις καὶ τῷ δήμῳ παρέ‐ σχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ἔργα τὰ πεπονηκότα ἀνε‐ λάμβανε, καὶ τὰ ἤδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐ‐ τοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ὄνομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων.
5Zon. 11, 17 p. 493, 19—494, 1 B. (p. 53, 9—14 D.)

66

.

10

.

2

τόν τε νεὼν τὸν ἐν τῷ Καπιτωλίῳ εὐθὺς οἰκοδομεῖν ἤρξατο, αὐτός τε τοῦ χοῦ πρῶτος ἐκφορήσας καὶ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῖς ἐπιφανεστάτοις τὸ αὐτὸ τοῦτο ποιῆσαι κελεύσας, ἵνα καὶ τῷ λοιπῷ πλήθει ἀπαραίτητον τὸ διακόνημα γένηται. Xiph. 206, 20‐
524 R. St.

66

.

10

2a

τάς τε οὐσίας τῶν ἐναντιωθέντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πε‐ σόντων τοῖς παισὶν ἐκείνων ἢ τοῖς ἄλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμ‐ βόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. Zon. 11, 17 p. 494, 1—4 B. (p. 53, 14—18 D.)

66

.

10

.

3

μεγαλοφρονέστατα δὲ ἀεί ποτε ἐς τὸ κοινὸν ὅσα ἐχρῆν ἀνα‐ λώσας, καὶ τὰς πανηγύρεις πολυτελέστατα διαθείς, εὐτελέστατα διῃτᾶτο καὶ οὐδὲν ἔξω τῶν πάνυ ἀναγκαίων ἐδαπάνα, καὶ διὰ τοῦτο οὐδὲ ἐν τοῖς καπηλείοις ἑφθόν τι πλὴν ὀσπρίων πιπράσκεσθαι
5ἐπέτρεπε. κἀκ τούτου καὶ τὰ μάλιστα διέδειξεν ὅτι τὰς συλλογὰς τῶν χρημάτων οὐκ ἐς τὰς ἑαυτοῦ ἡδονὰς ἀλλ’ ἐς τὰς τοῦ δήμου χρείας ἐποιεῖτο. Xiph. 206, 24—30 R. St.

66

.

10

3a

ὅτι Βεσπασιανὸς γέλωτα ὠφλίσκανεν ὁσάκις ἀναλίσκων ἔλεγεν ὅτι “ἐκ τῶν ἐμαυτοῦ αὐτὰ δαπανῶ”. Petr. Patr. exc. Vat. 100 (p. 219 Mai. = p. 201, 22. 23 Dind.)

66

.

10

3b

ἦν δὲ οὔτε ἐξ εὐγενῶν οὔτε πλούσιος. Zon. 11, 17 p. 494, 5. 6 B. (p. 53, 20. 21 D.)

66

.

10

.

4

καταστάσει δὲ τοῦ βίου τοιᾷδε ἐχρῆτο. ὀλίγα μὲν ἐν τῷ πα‐ λατίῳ ᾤκει, τὸ δὲ δὴ πλεῖστον ἐν τοῖς κήποις τοῖς καλουμένοις Σαλουστιείοις διέτριβε, κἀνταῦθα τὸν βουλόμενον οὐχ ὅτι τῶν

66

.

10

.

5

βουλευτῶν ἀλλὰ καὶ τῶν ἄλλων ἐσεδέχετο, καὶ τοῖς πάνυ φίλοις καὶ πρὸ τῆς ἕω ἔν τε τῇ εὐνῇ κείμενος συνεγίνετο, καὶ ἕτεροι ἐν ταῖς ὁδοῖς αὐτὸν ἠσπάζοντο. αἵ τε θύραι τῶν βασιλείων ἠνεῳγ‐ μέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, καὶ φρουρὸς οὐδεὶς ἐν αὐταῖς
5ἐγκαθειστήκει. ἔς τε τὸ συνέδριον διὰ παντὸς ἐφοίτα, καὶ περὶ

66

.

10

.

6

πάντων αὐτοῖς ἐπεκοίνου, κἀν τῇ ἀγορᾷ πολλάκις ἐδίκαζεν. ὅσα τε μὴ ἐδύνατο αὐτὸς ὑπὸ τοῦ γήρως ἀναλέγεσθαι, ἢ καὶ ὅσα ἀπὼν ἐπέστελλε τῇ βουλῇ, διὰ τῶν υἱέων αὐτοῦ ὡς τὸ πολὺ ἐκέλευεν ἀναγινώσκεσθαι, τιμῶν κἀν τούτῳ αὐτήν. συσσίτους τε ἔκ τε
5αὐτῶν ἐκείνων καὶ ἐκ τῶν ἄλλων καθ’ ἑκάστην ἡμέραν συχνοὺς ἐποιεῖτο, καὶ πολλάκις καὶ αὐτὸς παρὰ τοῖς πάνυ φίλοις ἐδείπνει.

66

.

11

.

1

τό τε σύμπαν τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ ἐνομίζετο, ἐς δὲ δὴ τἆλλα πάντα κοινὸς καὶ ἰσοδίαιτός σφισιν ἦν. καὶ γὰρ ἔσκωπτε δημοτικῶς καὶ ἀντεσκώπτετο ἡδέως· εἴ τέ τινα γράμ‐ ματα, οἷα εἴωθεν ἀνώνυμα ἐς τοὺς αὐτοκράτορας, προπηλακισμὸν
5αὐτῷ φέροντα ἐξετέθη ποτέ, ἀντεξετίθει τὰ πρόσφορα μηδὲν τα‐

66

.

11

.

2

ραττόμενος. τοῦ τε Φοίβου προσελθόντος αὐτῷ καὶ ἀπολογουμέ‐ νου ὅτι ἐπὶ τοῦ Νέρωνος ἐσκυθρωπακότα ποτὲ αὐτὸν ἐπὶ τοῦ θεάτρου ἐν τῇ Ἑλλάδι, ἐφ’ οἷς ἀσχημονοῦντα ἑώρα τὸν αὐτοκράτορα, ἐκέλευσε πρὸς ὀργὴν ἀπελθεῖν, τοῦ δὲ ἐρομένου ὅποι “ἐς κόρακας”
5εἶπεν, ὑπὲρ τούτου οὖν ἀπολογουμένου τοῦ Φοίβου οὔτε τι κακὸν αὐτὸν εἰργάσατο, οὔτε ἀπεκρίνατο αὐτῷ ἄλλο οὐδὲν πλὴν αὐτὸ

66

.

11

.

3

τοῦτο ὅτι “ἐς κόρακας ἄπελθε”. τοῦ δὲ Οὐολογαίσου ἐπιστείλαντος αὐτῷ οὕτως “βασιλεὺς βασιλέων Ἀρσάκης Φλαουίῳ Οὐεσπασιανῷ χαίρειν”, οὔτε τι αὐτὸν ᾐτιάσατο, καὶ ἀντέγραψε τὸν αὐτὸν τρόπον,
μηδὲν τῶν τῆς ἀρχῆς ὀνομάτων προσθείς.

66

.

12

.

1

ἐπεὶ δὲ Πρίσκος Ἑλουίδιος ὁ τοῦ Θρασέου γαμβρός, τοῖς τε στωικοῖς δόγμασιν ἐντραφεὶς καὶ τὴν τοῦ Θρασέου παρρησίαν οὐ σὺν καιρῷ μιμούμενος, στρατηγῶν δὲ τηνικαῦτα, οὔτε τι πρὸς τιμὴν τοῦ αὐτοκράτορος ἔδρα καὶ προσέτι καὶ βλασφημῶν αὐτὸν οὐκ
5ἐπαύετο, καί ποτε διὰ τοῦτο οἱ δήμαρχοι συλλαβόντες αὐτὸν τοῖς ὑπηρέταις παρέδοσαν, συνεχύθη τε ὁ Οὐεσπασιανὸς καὶ δακρύσας ἐκ τοῦ βουλευτηρίου ἐξῆλθε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι “ἐμὲ μὲν υἱὸς διαδέξεται, ἢ οὐδεὶς ἄλλος”. Xiph. 206, 30—208, 1 R. St.

66

.

12

1a

τῶν δ’ Ἱεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν Ἰταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ’ ἅρματος ἔπεμψαν· συνέπεμπε δέ σφισιν αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος. μετὰ τοῦτο δι‐ δασκάλους ἐν τῇ Ῥώμῃ καὶ τῆς Λατίνων καὶ τῆς Ἑλληνικῆς παιδείας
5κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας. Zon. 11, 17 p. 494, 12‐ 17 B. (p. 53, 29—54, 3 D.)

66

.

13

.

1

ὡς δ’ οὖν καὶ ἄλλοι πολλοὶ ἐκ τῶν στωικῶν καλουμένων λόγων προαχθέντες, μεθ’ ὧν καὶ Δημήτριος ὁ κυνικός, συχνὰ καὶ οὐκ ἐπιτήδεια τοῖς παροῦσι δημοσίᾳ, τῷ τῆς φιλοσοφίας προσχήματι καταχρώμενοι, διελέγοντο, κἀκ τούτου καὶ ὑποδιέφθειρόν τινας,
5ἔπεισεν ὁ Μουκιανὸς τὸν Οὐεσπασιανὸν πάντας τοὺς τοιούτους ἐκ τῆς πόλεως ἐκβαλεῖν, εἰπὼν ὀργῇ μᾶλλον ἢ φιλολογίᾳ τινὶ πολλὰ κατ’ αὐτῶν. Xiph. 208, 1—7 R. St.

66

.

2

.

4

ὅτι ὁ Μουκιανὸς τιμᾶσθαι ὑφ’ ἁπάντων ὑπὲρ πάντας ἤθελεν, καὶ ἤχθετο εἰ καὶ ὁστισοῦν οὐχ ὅτι ὑβρίσειεν αὐτόν, ἀλλ’ οὐ μὴ οὐ μεγάλως ἀγήλειε. καὶ διὰ τοῦτο, ὥσπερ ἄπληστος ἐν ταῖς τιμαῖς πρὸς τοὺς ὑπουργοῦντάς τι αὐτῷ καὶ τὸ βραχύτατον ἦν, οὕτω καὶ
5μίσει ἀγριωτάτῳ πρὸς τοὺς μὴ τοιούτους ἐχρῆτο. Exc. Val. 272 (p. 702).

66

.

13

1a

ὅτι Μουκιανὸς πρὸς Βεσπασιανὸν κατὰ τῶν στωικῶν πλεῖστά τε εἶπε καὶ θαυμάσια, ὡς ὅτι αὐχήματος κενοῦ εἰσι πεπληρωμένοι, κἂν τὸν πώ‐ γωνά τις αὐτῶν καθῇ καὶ τὰς ὀφρύας ἀνασπάσῃ τό τε τριβώνιον ἀνα‐ βάληται καὶ ἀνυπόδητος βαδίσῃ, σοφὸς εὐθὺς ἀνδρεῖος δίκαιός φησιν εἶναι,
5καὶ πνεῖ ἐφ’ ἑαυτῷ μέγα, κἂν τὸ λεγόμενον δὴ τοῦτο μήτε γράμματα μήτε νεῖν ἐπίστηται. καὶ πάντας ὑπερορῶσι, καὶ τὸν μὲν εὐγενῆ τηθαλλα‐ δοῦν τὸν δὲ ἀγενῆ σμικρόφρονα, καὶ τὸν μὲν καλὸν ἀσελγῆ τὸν δὲ αἰσχρὸν εὐφυᾶ, τὸν δὲ πλούσιον πλεονέκτην τὸν δὲ πένητα δουλοπρεπῆ καλοῦσι.
Petr. Patr. exc. Vat. 106 (p. 220 Mai. = p. 202, 13—24 Dind.)

66

.

13

.

2

καὶ πάντας αὐτίκα τοὺς φιλοσόφους ὁ Οὐεσπασιανός, πλὴν τοῦ Μουσωνίου, ἐκ τῆς Ῥώμης ἐξέβαλε, τὸν δὲ δὴ Δημήτριον καὶ τὸν Ὁστιλιανὸν καὶ ἐς νήσους κατέκλεισε. καὶ ὁ μὲν Ὁστιλιανὸς εἰ καὶ τὰ μάλιστα μὴ ἐπαύσατο περὶ τῆς φυγῆς ἀκούσας (ἔτυχε
5γὰρ διαλεγόμενός τινι), ἀλλὰ καὶ πολλῷ πλείω κατὰ τῆς μοναρχίας

66

.

13

.

3

κατέδραμεν, ὅμως παραχρῆμα μετέστη· τῷ δὲ Δημητρίῳ μηδ’ ὣς ὑπείκοντι ἐκέλευσεν ὁ Οὐεσπασιανὸς λεχθῆναι ὅτι “σὺ μὲν πάντα ποιεῖς ἵνα σε ἀποκτείνω, ἐγὼ δὲ κύνα ὑλακτοῦντα οὐ φονεύω”. Xiph. 208, 7—15 R. St.

66

.

12

.

2

ὅτι οὐχ ἥκιστα ἔνδηλον ἐγένετο ὅτι Πρίσκον τὸν Ἑλουίδιον οὐ μᾶλλόν τι δι’ ἑαυτὸν ἢ διὰ τοὺς φίλους αὐτοῦ οὓς ὕβρισεν, ἐμίση‐ σεν ὁ Οὐεσπασιανός, ἀλλ’ ὅτι ταραχώδης τε ἦν καὶ τῷ ὄχλῳ προσ‐ έκειτο, βασιλείας τε ἀεὶ κατηγόρει καὶ δημοκρατίαν ἐπῄνει, καὶ
5ἔπραττεν ἀκόλουθα τούτοις καὶ συνίστη τινάς, ὥσπερ που φιλοσο‐ φίας ἔργον ὂν τό τε τοὺς κρατοῦντας προπηλακίζειν καὶ τὸ τὰ πλήθη ταράττειν τό τε τὰ καθεστηκότα συγχεῖν καὶ τὸ νεώτερα

66

.

12

.

3

αὐτοῖς πράγματα ἐπεσάγειν. ἦν γὰρ τοῦ Θρασέου γαμβρὸς καὶ ζηλοῦν αὐτὸν ἐπλάττετο, πολὺ δ’ αὐτοῦ ἡμάρτανε. Θρασέας μὲν γὰρ ἐπὶ Νέρωνος ὢν οὐκ ἠρέσκετο αὐτῷ, καὶ οὐδὲν μέντοι οὐδ’ ὣς ὑβριστικὸν ἔλεγεν ἐς αὐτὸν οὐδὲ ἔπραττεν, πλὴν καθ’ ὅσον προσ‐
5κοινωνεῖν οἱ τῶν δρωμένων οὐκ ἠξίου· οὗτος δὲ Οὐεσπασιανῷ ἤχθετο, καὶ οὔτ’ ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ αὐτοῦ ἀπείχετο, ἀλλ’ ἐξ ὧν ἐποίει ἐθανάτα, καὶ πολλὰ πράττων ἔμελλέ ποτε δίκην αὐτῶν δώσειν· Exc. Val. 273 (p. 702).

66

.

14

.

1

τότε δὲ καὶ Καινὶς ἡ τοῦ Οὐεσπασιανοῦ παλλακὴ μετήλλαξεν. ἐμνημόνευσα δὲ αὐτῆς ὅτι τε πιστοτάτη ἦν καὶ ὅτι μνήμης ἄριστα
ἐπεφύκει. πρὸς γοῦν τὴν δέσποιναν τὴν Ἀντωνίαν τὴν τοῦ Κλαυ‐ δίου μητέρα, κρύφα τι δι’ αὐτῆς τῷ Τιβερίῳ περὶ τοῦ Σεϊανοῦ

66

.

14

.

2

γράψασαν, καὶ αὐτὸ ἀπαλειφθῆναι εὐθύς, ὅπως μηδεὶς αὐτοῦ ἔλεγχος ὑπολειφθῇ, κελεύσασαν, “μάτην, ὦ δέσποινα”, ἔφη “τοῦτο προσέταξας· πάντα γὰρ καὶ ταῦτα, καὶ τὰ ἄλλα ὅσα ἂν ὑπαγο‐ ρεύσῃς μοι, ἔν τε τῇ ψυχῇ ἀεὶ φέρω καὶ οὐδέποτε ἐξαλειφθῆναι

66

.

14

.

3

δύναται”. τοῦτό τε οὖν αὐτῆς ἐθαύμασα, καὶ προσέτι ὅτι καὶ ὁ Οὐεσπασιανὸς αὐτῇ ὑπερέχαιρε, πλεῖστόν τε διὰ τοῦτο ἴσχυσε, καὶ πλοῦτον ἀμύθητον ἤθροισεν, ὥστε καὶ νομισθῆναι ὅτι δι’ αὐτῆς ἐκείνης ἐχρηματίζετο· πάμπολλα γὰρ παρὰ πολλῶν ἐλάμβανε, τοῖς
5μὲν ἀρχὰς τοῖς δὲ ἐπιτροπείας στρατείας ἱερωσύνας, ἤδη δέ τισι

66

.

14

.

4

καὶ ἀποφάσεις αὐτοῦ πιπράσκουσα. ἀπέκτεινε μὲν γὰρ Οὐεσπασια‐ νὸς χρημάτων ἕνεκα οὐδένα, ἔσωσε δὲ πολλοὺς τῶν διδόντων· καὶ ἡ μὲν λαμβάνουσα ἐκείνη ἦν, ὑπωπτεύετο δὲ ὁ Οὐεσπασιανὸς ἑκὼν αὐτῇ ἐπιτρέπειν τοῦτο ποιεῖν ἐκ τῶν ἄλλων ὧν ἔπραττεν, ὧν ὀλίγα

66

.

14

.

5

δείγματος ἕνεκα διηγήσομαι. ἀνδριάντα γὰρ πέντε καὶ εἴκοσι μυ‐ ριάδων στῆσαί οἱ ψηφισαμένων τινῶν προέτεινε τὴν χεῖρα καὶ ἔφη “δότε μοι τὸ ἀργύριον· ἡ γὰρ βάσις αὐτοῦ αὕτη ἐστί”. καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τῷ τοῦ οὔρου τέλει, ὃ καὶ αὐτὸ μετὰ τῶν
5ἄλλων κατεδείχθη, εἶπε, λαβὼν ἐξ αὐτοῦ χρυσοῦς πεπορισμένους καὶ δείξας αὐτῷ, “ἰδού, τέκνον, εἴ τι ὄζουσιν”.

66

.

15

.

1

ἐπὶ δὲ τοῦ Οὐεσπασιανοῦ ἕκτον καὶ ἐπὶ τοῦ Τίτου τέταρτον ἀρχόντων τὸ τῆς Εἰρήνης τέμενος καθιερώθη, ὅ τε κολοσσὸς ὠνο‐ μασμένος ἐν τῇ ἱερᾷ ὁδῷ ἱδρύθη· φασὶ δὲ αὐτὸν τό τε ὕψος ἑκα‐ τὸν ποδῶν καὶ τὸ εἶδος οἱ μὲν τὸ τοῦ Νέρωνος οἱ δὲ τὸ τοῦ Τίτου

66

.

15

.

2

ἔχειν. σφαγὰς δὲ ὁ Οὐεσπασιανὸς θηρίων μὲν ἐποιεῖτο ἐν τοῖς θεά‐ τροις, μονομαχίαις δὲ ἀνδρῶν 〈οὐ〉 πάνυ τι ἔχαιρε, καίτοι τοῦ Τίτου ἐν ταῖς τῶν νεανίσκων παιδιαῖς ταῖς ἐν τῇ πατρίδι αὐτοῦ τελουμέ‐

66

.

15

.

3

ναις σκιαμαχήσαντός ποτε πρὸς τὸν Ἀλιηνὸν ὅπλοις. τοῖς δὲ Πάρ‐ θοις πολεμωθεῖσι πρός τινας καὶ τῆς παρ’ αὐτοῦ συμμαχίας δεη‐ θεῖσιν οὐκ ἐβοήθησεν, εἰπὼν ὅτι οὐ προσήκει αὐτῷ τὰ ἀλλότρια πολυπραγμονεῖν. Βερενίκη δὲ ἰσχυρῶς τε ἤνθει καὶ διὰ τοῦτο καὶ

66

.

15

.

4

ἐς τὴν Ῥώμην μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀγρίππα ἦλθε· καὶ ὁ μὲν
στρατηγικῶν τιμῶν ἠξιώθη, ἡ δὲ ἐν τῷ παλατίῳ ᾤκησε καὶ τῷ Τίτῳ συνεγίγνετο. προσεδόκα δὲ γαμηθήσεσθαι αὐτῷ, καὶ πάντα ἤδη ὡς καὶ γυνὴ αὐτοῦ οὖσα ἐποίει, ὥστ’ ἐκεῖνον δυσχεραίνοντας

66

.

15

.

5

τοὺς Ῥωμαίους ἐπὶ τούτοις αἰσθόμενον ἀποπέμψασθαι αὐτήν. ἄλ‐ λως τε γὰρ πολλὰ ἐθρυλεῖτο, καί τινες καὶ τότε σοφισταὶ κύνειοι ἐς τὸ ἄστυ πως παραδύντες, Διογένης μὲν πρότερος ἐς τὸ θέατρον πλῆρες ἀνδρῶν ἐσῆλθε καὶ πολλὰ αὐτοὺς λοιδορήσας ἐμαστιγώθη,
5Ἡρᾶς δὲ μετ’ αὐτόν, ὡς οὐδὲν πλεῖον πεισόμενος, πολλὰ καὶ ἄτοπα κυνηδὸν ἐξέκραγε, καὶ διὰ τοῦτο καὶ τὴν κεφαλὴν ἀπετμήθη.

66

.

16

.

1

καθ’ ὃν δὴ καιρὸν καὶ ταῦτα ἐγένετο· οἶνός τε γὰρ ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ὑπερεχύθη ὥστε καὶ ἐς τὴν ὁδὸν προχωρῆσαι, καὶ ὁ Σαβῖνος ἐκεῖνος ὁ Γαλάτης ὁ Καίσαρά ποτε ἑαυτὸν ὀνομάσας καὶ ἐς ὅπλα χωρήσας ἡττηθείς τε καὶ ἐς τὸ μνη‐

66

.

16

.

2

μεῖον κατακρυφθεὶς ἐφωράθη τε καὶ ἐς τὴν Ῥώμην ἀνήχθη. συν‐ απέθανε δὲ αὐτῷ καὶ ἡ γυνὴ Πεπονίλα, ἥπερ που καὶ διεσέσωστο αὐτόν, καίτοι καὶ τὰ παιδία τῷ Οὐεσπασιανῷ προβαλοῦσα καὶ ἐλε‐ εινότατον ἐπ’ αὐτοῖς λόγον εἰποῦσα, ὅτι “ταῦτα, Καῖσαρ, καὶ ἐγέν‐
5νησα ἐν τῷ μνημείῳ καὶ ἔθρεψα, ἵνα σε πλείονες ἱκετεύσωμεν”. δακρῦσαι μὲν γὰρ καὶ αὐτὸν καὶ τοὺς ἄλλους ἐποίησεν, οὐ μέντοι καὶ

66

.

16

.

3

ἠλεήθησαν. κἀν τούτῳ ἐπεβουλεύθη μὲν ὑπό τε τοῦ Ἀλιηνοῦ καὶ ὑπὸ τοῦ Μαρκέλλου, καίπερ φίλους τε αὐτοὺς ἐν τοῖς μάλιστα νομίζων καὶ πάσῃ ἐς αὐτοὺς ἀφθονωτάτῃ τιμῇ χρώμενος, οὐ μὴν
καὶ ὑπ’ ἐκείνων ἀπέθανε· φωραθέντες γὰρ Ἀλιηνὸς μὲν αὐτοῦ ἐν
5τῷ βασιλείῳ, ἐξαναστὰς ἐκ τοῦ συσσιτίου, εὐθὺς ἀπεσφάγη τοῦ Τίτου κελεύσαντος, μὴ καὶ φθάσῃ τι τῆς νυκτὸς νεοχμῶσαι (τῶν

66

.

16

.

4

γὰρ στρατιωτῶν συχνοὺς προπαρεσκεύαστο), Μάρκελλος δὲ κρι‐ θεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς ἀπέτεμε τὸν λαιμὸν αὐ‐ τὸς ἑαυτῷ ξυρῷ. οὕτω που τοὺς φύσει κακοὺς οὐδ’ αἱ εὐεργεσίαι νικῶσιν, ὁπότε κἀκεῖνοι τῷ τοσαῦτα εὐηργετηκότι σφᾶς ἐπεβού‐
5λευσαν. Xiph. 208, 15—210, 14.

66

.

17

.

1

ταῦτα μὲν οὕτως ἔσχεν, Οὐεσπασιανὸς δέ, ὡς μὲν ἡ ἀλήθεια ἔχει, νοσήσας οὐ τῇ ποδάγρᾳ τῇ συνήθει ἀλλὰ πυρετοῖς μετήλλαξεν ἐν τοῖς ὕδασι τῶν Σαβίνων τοῖς Κουτιλίοις ὠνομασμένοις, ὡς δέ τινες καταψευδόμενοι τοῦ Τίτου, ἄλλοι τε καὶ Ἁδριανὸς ὁ αὐτο‐

66

.

17

.

2

κράτωρ, ἐφήμισαν, φάρμακον ἐν συμποσίῳ τινὶ λαβών. ἐγεγόνει δὲ σημεῖα αὐτῷ φέροντα ἐς τοῦτο ὅ τε ἀστὴρ 〈ὁ〉 κομήτης ἐπὶ πολὺ φαντασθεὶς καὶ τὸ μνημεῖον τὸ τοῦ Αὐγούστου αὐτόματον ἀνοιχθέν. τῶν δὲ ἰατρῶν ἐπιτιμώντων αὐτῷ ὅτι τῇ τε ἄλλῃ διαίτῃ ὁμοίᾳ
5νοσῶν ἐχρῆτο καὶ πάντα τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττε, “τὸν

66

.

17

.

3

αὐτοκράτορα” ἔφη “ἑστῶτα δεῖ ἀποθνήσκειν”. καὶ πρὸς τοὺς περὶ τοῦ κομήτου τι διαλαλοῦντας “οὐκ ἔμοιγε” εἶπεν “ἀλλὰ τῷ τῶν Πάρθων βασιλεῖ προσημαίνει· ἐκεῖνος μὲν γὰρ κομᾷ, ἐγὼ δὲ φα‐ λακρός εἰμι”. ἐπειδή τε ἐπίστευσεν ὅτι τελευτήσει, ἔφη “θεὸς ἤδη
5γίνομαι”. ἔζησε δὲ ἔτη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτώ, ἐμο‐

66

.

17

.

4

νάρχησε δὲ ἔτη δέκα ἡμερῶν ἓξ δέοντα. κἀκ τούτου συμβαίνει ἐνιαυτόν τε καὶ δύο καὶ εἴκοσιν ἡμέρας ἀπὸ τοῦ θανάτου τοῦ Νέ‐
ρωνος μέχρι τῆς τοῦ Οὐεσπασιανοῦ ἀρχῆς διελθεῖν. ἔγραψα δὲ τοῦτο τοῦ μή τινας ἀπατηθῆναι, τὴν ἐξαρίθμησιν τοῦ χρόνου πρὸς τοὺς

66

.

17

.

5

τὴν ἡγεμονίαν ἔχοντας ποιουμένους. ἐκεῖνοι μὲν γὰρ οὐ διεδέξαντο ἀλλήλους, ἀλλὰ ζῶντός τε καὶ ἔτι ἄρχοντος ἑτέρου ἕκαστος αὐτῶν ἐπίστευσεν αὐτοκράτωρ, ἀφ’ οὗ γε καὶ ἐς τοῦτο παρέκυψεν, εἶναι· δεῖ δ’ οὐ πάσας σφῶν τὰς ἡμέρας ὡς καὶ ἐφεξῆς ἀλλήλαις ἐκ δια‐
5δοχῆς γενομένας ἀριθμεῖν, ἀλλ’ ἐφάπαξ πρὸς τὴν ἀκρίβειαν τοῦ χρόνου, καθάπερ εἴρηταί μοι, λογίζεσθαι. Xiph. 210, 14—211, 5 R. St.

66

.

18

1a

τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο. Zon. 11, 18 p. 495, 15. 16 B. (p. 54, 27. 28 D.)

66

.

18

.

1

ὁ δὲ δὴ Τίτος οὐδὲν οὔτε φονικὸν οὔτε ἐρωτικὸν μοναρχήσας ἔπραξεν, ἀλλὰ χρηστὸς καίπερ ἐπιβουλευθεὶς καὶ σώφρων καίτοι καὶ τῆς Βερενίκης ἐς Ῥώμην αὖθις ἐλθούσης ἐγένετο. τάχα μὲν γὰρ 〈ὅτι〉 καὶ μετεβάλετο (οὐ γὰρ ὁμοίως ἄλλῳ τέ τινες παραδυνα‐

66

.

18

.

2

στεύουσι καὶ αὐτοὶ αὐταρχοῦσιν, ἀλλ’ ἐκεῖνοι μὲν ἀφροντιστοῦντες τῆς τοῦ κράτους δόξης τῇ τε ἐξουσίᾳ αὐτοῦ ἀπλήστως ἀποχρῶν‐ ται καὶ πολλὰ ἐπί τε φθόνῳ καὶ διαβολῇ αὐτοῦ ποιοῦσιν, οἱ δὲ ἐς αὑτοὺς πάντα ἀνακείμενα εἰδότες προνοοῦνταί τι καὶ τῆς εὐ‐

66

.

18

.

3

δοξίας· ὥσπερ που καὶ ὁ Τίτος πρός τινα, ὃν πρότερον ἐσπουδάκει, εἶπεν ὅτι οὐχ ὅμοιόν ἐστιν ἑτέρου τι δεῖσθαι καὶ αὐτὸν δικάζειν, οὐδὲ παρ’ ἄλλου τι αἰτεῖν καὶ αὐτὸν διδόναι τινί), ἤδη δὲ καὶ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω, ὥστε μηδ’

66

.

18

.

4

ἁμαρτίαν τινὰ αὐτῷ ἐγγενέσθαι. δύο τε γὰρ ἔτη μετὰ τοῦτο καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν ἔζησεν [καὶ] ἐπ’ ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. καὶ αὐτὸν ἐξ ἴσου κατὰ τοῦτο τῇ τοῦ Αὐγούστου πολυετίᾳ ἄγουσι, λέγοντες ὅτι οὔτ’
5ἂν ἐκεῖνος ἐφιλήθη ποτὲ εἰ ἐλάττω χρόνον ἐζήκει, οὔτ’ ἂν οὗτος

66

.

18

.

5

εἰ πλείονα, ὁ μὲν ὅτι τραχύτερος κατ’ ἀρχὰς διά τε τοὺς πολέμους καὶ διὰ τὰς στάσεις γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ χρόνῳ λαμπρύνεσθαι, ὁ δ’ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχα ἂν ἐλεγχθείς, εἴγε ἐπὶ μακρὸν ἐβεβιώκει,
5ὅτι εὐτυχίᾳ πλείονι ἢ ἀρετῇ ἐχρήσατο.

66

.

19

.

1

οὐ μὴν ἀλλ’ ὁ Τίτος οὐδένα τῶν βουλευτῶν ἐν τῇ αὑτοῦ ἡγε‐ μονίᾳ ἀπέκτεινεν, ἀλλ’ οὐδὲ ἄλλος τις αὐτῷ ἐπὶ τῆς αὐτοῦ ἀρχῆς ἐτελεύτησε. τάς τε δίκας τὰς τῆς ἀσεβείας οὔτ’ αὐτός ποτε ἐδέξατο οὔτ’ ἄλλοις ἐπέτρεψεν, λέγων ὅτι “ἐγὼ μὲν οὐδὲν οὔθ’ ὑβρισθῆναι

66

.

19

.

2

οὔτε προπηλακισθῆναι δύναμαι· οὔτε γὰρ ἄξιόν τι ἐπηγορίας ποιῶ, οὔτε μοι μέλει τῶν ψευδῶς λεγομένων· οἱ δὲ μετηλλαχότες τῶν αὐτοκρατόρων αὐτοὶ ἑαυτοῖς, ἄνπερ ὡς ἀληθῶς ἥρωές τε ὦσι καὶ δύναμίν τινα ἔχωσι, τιμωρήσουσιν ἄν τί τις αὐτοὺς ἀδικήσῃ”

66

.

19

.

3

πολλὰ δὲ καὶ ἄλλα πρός τε τὸ ἀσφαλὲς καὶ πρὸς τὸ ἄλυπον τῶν ἀνθρώπων κατεστήσατο· καὶ γὰρ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν προτέρων αὐτοκρατόρων δοθέντα τισίν, ὥστε μὴ καθ’ ἑκάστους σφῶν αἰτοῦντας αὐτὸν πράγματα ἔχειν, τούς τε μηνυτὰς
5ἐξήλασεν ἐκ τῆς πόλεως. Xiph. 211, 12—212, 17 R. St.

66

.

19

3a

ἦν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν, οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν. Zon. 11, 18 p. 496, 9—11 B. (p. 55, 16‐ 18 D.)

66

.

19

3b

ἐπὶ τούτου καὶ ὁ Ψευδο‐ νέρων ἐφάνη, ὃς Ἀσιανὸς ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος,
προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ
5εἶδος καὶ τὴν φωνήν (καὶ γὰρ καὶ ἐκιθαρῴδει).
11 ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ

66

.

19

3c

πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν Πάρθων κατέ‐ φυγεν ἀρχηγόν, ὃς καὶ δι’ ὀργῆς τὸν Τίτον ποιούμενος
7 καὶ ἐδέξατο τοῦ‐ τον καὶ καταγαγεῖν εἰς Ῥώμην παρεσκευάζετο. Zon. 11, 18 p. 496,
1012—18 B. (p. 55, 19—27 D.)

66

.

20

.

1

κἀν τούτῳ πολέμου αὖθις ἐν τῇ Βρεττανίᾳ γενομένου τά τε τῶν ἐκεῖ πολεμίων Γναῖος Ἰούλιος Ἀγρικόλας πάντα κατέδραμε, καὶ πρῶτός γε Ῥωμαίων ὧν ἡμεῖς ἴσμεν ἔγνω τοῦθ’ ὅτι ἡ Βρετ‐ τανία περίρρυτός ἐστιν. στρατιῶται γάρ τινες στασιάσαντες, καὶ

66

.

20

.

2

ἑκατοντάρχους χιλίαρχόν τε φονεύσαντες, ἐς πλοῖα κατέφυγον καὶ
ἐξαναχθέντες περιέπλευσαν τὰ πρὸς ἑσπέραν αὐτῆς, ὥς που τό τε κῦμα καὶ ὁ ἄνεμος αὐτοὺς ἔφερε, καὶ ἔλαθον ἐκ τοῦ ἐπὶ θάτερα πρὸς τὰ στρατόπεδα τὰ ταύτῃ ὄντα προσσχόντες. κἀκ τούτου καὶ
5ἄλλους ὁ Ἀγρικόλας πειράσοντας τὸν περίπλουν πέμψας ἔμαθε καὶ παρ’ ἐκείνων ὅτι νῆσός ἐστιν.

66

.

20

.

3

ἐν μὲν τῇ Βρεττανίᾳ ταῦτ’ ἐγένετο, καὶ ἀπ’ αὐτῶν ὁ μὲν Τίτος αὐτοκράτωρ τὸ πεντεκαιδέκατον ἐπεκλήθη, ὁ δὲ Ἀγρικόλας ἔν τε ἀτιμίᾳ τὸ λοιπὸν τοῦ βίου καὶ ἐν ἐνδείᾳ, ἅτε καὶ μείζονα ἢ κατὰ στρατηγὸν καταπράξας, ἔζησε, καὶ τέλος ἐσφάγη δι’ αὐτὰ ταῦτα
5ὑπὸ Δομιτιανοῦ, καίπερ τὰς ἐπινικίους τιμὰς παρὰ τοῦ Τίτου λαβών.

66

.

21

.

1

ἐν δὲ τῇ Καμπανίᾳ φο‐ βερά τινα καὶ θαυμαστὰ συνηνέχθη· πῦρ γὰρ μέγα κατ’ αὐτὸ τὸ φθινόπω‐
5ρον ἐξαπιναίως ἐξήφθη. τὸ γὰρ ὄρος τὸ Βέσβιον ἔστι μὲν πρὸς τῇ θαλάσσῃ κατὰ Νέαν πόλιν, ἔχει δὲ πυρὸς πηγὰς ἀφθόνους. καὶ ἦν μέν ποτε πᾶν ὁμοίως ὑψηλόν, καὶ ἀπ’ αὐτοῦ μέσου τὸ πῦρ ἀνέτελλε· ταύτῃ γὰρ πεπύρωται

66

.

21

.

2

μόνον, τὰ δὲ ἔξωθεν αὐτοῦ πάντα ἄπυρα καὶ νῦν ἔτι διαμένει. ἐκ δὲ τούτου, ἐκείνων μὲν ἀκαύστων ἀεὶ ὄντων, τῶν δὲ ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ 〈μὲν〉 πέριξ κορυφαὶ τὸ ἀρχαῖον ὕψος ἐς δεῦρο ἔχουσι, τὸ δὲ ἔμπυρον πᾶν δαπανηθὲν ἐν τῷ χρόνῳ
5κοῖλον ἐκ τοῦ συνίζειν γέγονεν, ὥστε κυνηγετικῷ τινι θεάτρῳ τὸ

66

.

21

.

3

ὄρος σύμπαν, ὡς μικρὰ μεγάλοις εἰκάσαι, ἐοικέναι. καὶ αὐτοῦ τὰ μὲν ἄκρα καὶ δένδρα καὶ ἀμπέλους πολλὰς ἔχει, ὁ δὲ δὴ κύκλος ἀνεῖται τῷ πυρί, καὶ ἀναδίδωσι τῆς μὲν ἡμέρας καπνὸν τῆς δὲ νυκτὸς φλόγα, ὥστε δόξαι πολλὰ ἐν αὐτῷ καὶ παντοδαπὰ θυμιᾶσθαι

66

.

21

.

4

θυμιάματα. καὶ τοῦτο μὲν οὕτως ἀεί, ποτὲ μὲν ἐπὶ μᾶλλον ποτὲ δὲ ἐπὶ ἧττον, γίνεται· πολλάκις δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον τι ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ. ἠχεῖ τε καὶ βοᾷ, ἅτε μὴ συμπεπιλημένας ἀλλ’ ἀραιὰς καὶ λαθραίας
5τὰς ἀναπνοὰς ἔχων.

66

.

22

.

1

τοιοῦτον μὲν τὸ Βέσβιόν ἐστι, καὶ ταῦτα ἐν αὐτῷ κατ’ ἔτος ὡς πλήθει γίγνεται. ἀλλὰ τὰ μὲν ἄλλα ὅσα ἐκείνῳ 〈ἐν〉 τῷ χρόνῳ συνη‐ νέχθη, εἰ καὶ μεγάλα παρὰ τὸ καθεστηκὸς τοῖς ἀεὶ ὁρῶσιν αὐτὰ εἶναι ἔδοξε, σμικρὰ ἂν πρὸς τὰ τότε συμβάντα, καὶ τὰ πάντα ἐς

66

.

22

.

2

ἓν συναχθέντα, νομισθείη. ἔσχε γὰρ οὕτως. ἄνδρες πολλοὶ καὶ με‐ γάλοι, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὑπερβεβληκότες, οἷοι οἱ γίγαν‐ τες γράφονται, τοῦτο μὲν ἐν τῷ ὄρει τοῦτο δ’ ἐν τῇ περὶ αὐτὸ χώρᾳ ταῖς τε πόλεσι μεθ’ ἡμέραν καὶ νύκτωρ ἐν τῇ γῇ περινοστοῦν‐

66

.

22

.

3

τες καὶ ἐν τῷ ἀέρι διαφοιτῶντες ἐφαντάζοντο. καὶ μετὰ τοῦτ’ αὐχμοί τε δεινοὶ καὶ σεισμοὶ ἐξαίφνης σφοδροὶ ἐγίγνοντο, ὥστε καὶ τὸ πεδίον ἐκεῖνο πᾶν ἀναβράττεσθαι καὶ τὰ ἄκρα ἀναπηδᾶν. ἠχαί τε αἱ μὲν ὑπόγειοι βρονταῖς ἐοικυῖαι αἱ δὲ καὶ ἐπίγειοι μυκηθμοῖς ὅμοιαι συν‐

66

.

22

.

4

έβαινον, καὶ ἥ τε θάλασσα συνέβρεμε καὶ ὁ οὐρανὸς συνεπήχει. κἀκ τούτου κτύπος τε ἐξαίσιος ἐξαπιναίως ὡς καὶ τῶν ὀρῶν συμπιπτόν‐ των ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, ὥστε καὶ ἐς αὐτὰ τὰ ἄκρα ἐξικέσθαι, ἔπειτα πῦρ πολὺ καὶ καπνὸς ἄπλε‐
5τος, ὥστε πάντα μὲν τὸν ἀέρα συσκιασθῆναι, πάντα δὲ τὸν ἥλιον

66

.

23

.

1

συγκρυφθῆναι καθάπερ ἐκλελοιπότα. νύξ τε οὖν ἐξ ἡμέρας καὶ σκότος ἐκ φωτὸς ἐγένετο· καὶ ἐδόκουν οἱ μὲν τοὺς γίγαντας ἐπανί‐ στασθαι (πολλὰ γὰρ καὶ τότε εἴδωλα αὐτῶν ἐν τῷ καπνῷ διεφαί‐ νετο, καὶ προσέτι καὶ σαλπίγγων τις βοὴ ἠκούετο), οἱ δὲ καὶ ἐς

66

.

23

.

2

χάος ἢ καὶ πῦρ τὸν κόσμον πάντα ἀναλίσκεσθαι. καὶ διὰ ταῦτ’ ἔφυγον οἱ μὲν ἐκ τῶν οἰκιῶν ἐς τὰς ὁδοὺς οἱ δὲ ἔξωθεν εἴσω, ἔκ τε τῆς θαλάσσης ἐς τὴν γῆν καὶ ἐξ ἐκείνης ἐς τὴν θάλασσαν, οἷα τεταραγμένοι καὶ πᾶν τὸ ἀπὸ σφῶν ἀπὸν ἀσφαλέστερον τοῦ παρόν‐

66

.

23

.

3

τος ἡγούμενοι. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ τέφρα ἀμύθητος ἀνεφυ‐ σήθη καὶ τήν τε γῆν τήν τε θάλασσαν καὶ τὸν ἀέρα πάντα κατέσχε, καὶ πολλὰ μὲν καὶ ἄλλα, ὥς που καὶ ἔτυχε, καὶ ἀνθρώποις καὶ χώραις καὶ βοσκήμασιν ἐλυμήνατο, τοὺς δὲ δὴ ἰχθύας τά τε ὄρνεα
5πάντα διέφθειρε, καὶ προσέτι καὶ πόλεις δύο ὅλας, τό τε Ἑρκου‐ λάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ ὁμίλου αὐτῆς καθημέ‐

66

.

23

.

4

νου, κατέχωσε. τοσαύτη γὰρ ἡ πᾶσα κόνις ἐγένετο ὥστ’ ἀπ’ αὐτῆς ἦλθε μὲν καὶ ἐς Ἀφρικὴν καὶ 〈ἐσ〉 Συρίαν καὶ ἐς Αἴγυπτον, ἦλθε δὲ καὶ ἐς τὴν Ῥώμην, καὶ τόν τε ἀέρα τὸν ὑπὲρ αὐτῆς ἐπλήρωσε

66

.

23

.

5

καὶ τὸν ἥλιον ἐπεσκίασε. καὶ συνέβη κἀνταῦθα δέος οὐ μικρὸν ἐπὶ πολλὰς ἡμέρας οὔτ’ εἰδόσι τοῖς ἀνθρώποις τὸ γεγονὸς οὔτ’ εἰ‐ κάσαι δυναμένοις, ἀλλ’ ἐνόμιζον καὶ ἐκεῖνοι πάντα ἄνω τε καὶ κάτω μεταστρέφεσθαι, καὶ τὸν μὲν ἥλιον ἐς τὴν γῆν ἀφανίζεσθαι, τὴν
5δὲ γῆν ἐς τὸν οὐρανὸν ἀνιέναι. ἡ μὲν οὖν τέφρα αὕτη οὐδὲν μέγα τότε κακὸν αὐτοὺς εἰργάσατο

66

.

24

.

1

(ὕστερον γὰρ νόσον σφίσι λοιμώδη δεινὴν ἐνέβαλε), πῦρ δὲ δὴ ἕτερον ἐπίγειον τῷ ἑξῆς ἔτει πολλὰ πάνυ τῆς Ῥώμης, τοῦ Τίτου πρὸς τὸ πάθημα τὸ ἐν τῇ Καμπανίᾳ γενόμενον ἐκδημήσαντος, ἐπε‐

66

.

24

.

2

νείματο· καὶ γὰρ τὸ Σεραπεῖον καὶ τὸ Ἰσεῖον τά τε σέπτα καὶ τὸ Ποσειδώνιον τό τε βαλανεῖον τὸ τοῦ Ἀγρίππου καὶ τὸ πάνθειον τό
τε διριβιτώριον καὶ τὸ τοῦ Βάλβου θέατρον καὶ τὴν 〈τοῦ〉 Πομπηίου σκηνήν, καὶ τὰ Ὀκταουίεια οἰκήματα μετὰ τῶν βιβλίων, τόν τε
5νεὼν τοῦ Διὸς τοῦ Καπιτωλίου μετὰ τῶν συννάων αὐτοῦ κατέ‐

66

.

24

.

3

καυσεν. οὕτω [τε] τὸ κακὸν οὐκ ἀνθρώπινον ἀλλὰ δαιμόνιον ἐγένετο· πάρεστι γὰρ ἐκ τούτων ὧν κατέλεξα παντί τῳ τεκμήρασθαι καὶ τἆλλα τὰ ἀπολλύμενα. ὁ δ’ οὖν Τίτος τοῖς μὲν Καμπανοῖς δύο ἄνδρας ἐκ τῶν ὑπατευκότων οἰκιστὰς ἔπεμψε, καὶ χρήματα ἄλλα

66

.

24

.

4

τε καὶ τὰ [χρήματα] τῶν ἄνευ κληρονόμων τεθνηκότων ἐδωρήσατο· αὐτὸς δὲ οὐδὲν οὔτε παρ’ ἰδιώτου οὔτε παρὰ πόλεως οὔτε παρὰ βα‐ σιλέως, καίτοι πολλῶν πολλὰ διδόντων αὐτῷ καὶ ὑπισχνουμένων,

66

.

25

.

1

ἔλαβεν, ἀνέστησε μέντοι καὶ ἐκ τῶν ὑπαρχόντων πάντα. καὶ ἐπὶ μὲν τοῖς ἄλλοις οὐδὲν ἐξαίρετον ἔπραξε, τὸ δὲ δὴ θέατρον τὸ κυνηγετι‐ κὸν τό τε βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ ἱερώσας πολλὰ καὶ θαυμαστὰ ἐποίησε. γέρανοί τε γὰρ ἀλλήλοις ἐμαχέσαντο καὶ ἐλέφαντες τέσ‐
5σαρες, ἄλλα τε ἐς ἐνακισχίλια καὶ βοτὰ καὶ θηρία ἀπεσφάγη, καὶ

66

.

25

.

2

αὐτὰ καὶ γυναῖκες, οὐ μέντοι ἐπιφανεῖς, συγκατειργάσαντο. ἄνδρες τε πολλοὶ μὲν ἐμονομάχησαν, πολλοὶ δὲ καὶ ἀθρόοι ἔν τε πεζομα‐ χίαις καὶ ἐν ναυμαχίαις ἠγωνίσαντο. τὸ γὰρ θέατρον αὐτὸ ἐκεῖνο ὕδατος ἐξαίφνης πληρώσας ἐσήγαγε μὲν καὶ ἵππους καὶ ταύρους
5καὶ ἄλλα τινὰ χειροήθη, δεδιδαγμένα πάνθ’ ὅσα ἐπὶ τῆς γῆς πράτ‐

66

.

25

.

3

τειν καὶ ἐν τῷ ὑγρῷ, ἐσήγαγε δὲ καὶ ἀνθρώπους ἐπὶ πλοίων. καὶ οὗτοι μὲν ἐκεῖ, ὡς οἱ μὲν Κερκυραῖοι οἱ δὲ Κορίνθιοι ὄντες, ἐναυ‐ μάχησαν, ἄλλοι δὲ ἔξω ἐν τῷ ἄλσει τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου, ὅ ποτε ὁ Αὔγουστος ἐπ’ αὐτὸ τοῦτ’ ὠρύξατο. καὶ γὰρ ἐνταῦθα τῇ
5μὲν πρώτῃ ἡμέρᾳ μονομαχία τε καὶ θηρίων σφαγή, κατοικοδομη‐ θείσης σανίσι τῆς κατὰ πρόσωπον τῶν εἰκόνων λίμνης καὶ ἰκρία

66

.

25

.

4

πέριξ λαβούσης, τῇ δὲ δευτέρᾳ ἱπποδρομία καὶ τῇ τρίτῃ ναυμαχία τρισχιλίων ἀνδρῶν καὶ μετὰ τοῦτο καὶ πεζομαχία ἐγένετο· νικήσαν‐ τες γὰρ οἱ Ἀθηναῖοι τοὺς Συρακουσίους (τούτοις γὰρ τοῖς ὀνόμασι χρησάμενοι ἐναυμάχησαν) ἐπεξῆλθον ἐς τὸ νησίδιον, καὶ προσβα‐
5λόντες τείχει τινὶ περὶ τὸ μνημεῖον πεποιημένῳ εἷλον αὐτό. ταῦτα
μὲν ἐς ὄψιν ἥκοντα καὶ ἐφ’ ἑκατὸν ἡμέρας ἐγένετο, παρέσχε δέ

66

.

25

.

5

τινα καὶ ἐς ὠφέλειαν φέροντα αὐτοῖς· σφαιρία γὰρ ξύλινα μικρὰ ἄνωθεν ἐς τὸ θέατρον ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινὸς τὸ δὲ ἐσθῆτος τὸ δὲ ἀργυροῦ σκεύους, ἄλλο χρυσοῦ ἵππων ὑποζυγίων βοσκημάτων ἀνδραπόδων, ἃ ἁρπάσαντάς τινας ἔδει πρὸς
5τοὺς δοτῆρας αὐτῶν ἀπενεγκεῖν καὶ λαβεῖν τὸ ἐπιγεγραμμένον.

66

.

26

.

1

διατελέσας δὲ ταῦτα, καὶ τῇ γε τελευταίᾳ ἡμέρᾳ καταδακρύσας ὥστε πάντα τὸν δῆμον ἰδεῖν, οὐδὲν ἔτι μέγα ἔπραξεν, ἀλλὰ τῷ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε τοῦ Φλαουίου καὶ ἐπὶ τοῦ Πωλίωνος τῶν ὑπάτων, καθιερώσας ὅσα εἴρηται, μετήλλαξεν ἐν τοῖς ὕδασιν ἐν

66

.

26

.

2

οἷς καὶ ὁ πατὴρ αὐτοῦ, ὡς μὲν ἡ φήμη λέγει, πρὸς τοῦ ἀδελφοῦ ἀναλωθείς, ὅτι καὶ πρότερον ἐπεβεβούλευτο ὑπ’ αὐτοῦ, ὡς δέ τινες γράφουσι, νοσήσας· ἔμπνουν γάρ τοι αὐτὸν ὄντα καὶ τάχα περιγε‐
νέσθαι δυνάμενον ἐς λάρνακα χιόνος πολλῆς γέμουσαν ὁ Δομιτιανὸς
5ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως ἵνα θᾶσσον

66

.

26

.

3

ἀποθάνῃ. ἔτι γοῦν ζῶντος αὐτοῦ ἔς τε τὴν Ῥώμην ἀφίππευσε καὶ ἐς τὸ στρατόπεδον ἐσῆλθε, τήν τε ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβε, δοὺς αὐτοῖς ὅσονπερ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐδεδώκει. ὁ δ’ οὖν Τίτος ἀποψύχων εἶπε μὲν ὅτι “ἓν μόνον
5ἐπλημμέλησα”, τί δὲ δὴ τοῦτο εἴη οὐ διεσάφησεν, ἀλλ’ οὐδ’ ἄλλος οὐδεὶς ἀκριβῶς ἀνέγνω. οἱ μὲν γὰρ τὸ οἱ δὲ τὸ κατείκασαν·

66

.

26

.

4

κρατεῖ δ’ οὖν, ὡς μέν τινες λέγουσιν, ὅτι τὴν Δομιτίαν τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἔσχεν, ὡς δ’ ἕτεροι, οἷς ἐγὼ πείθομαι, ὅτι τὸν Δομιτιανὸν σαφῶς ἐπιβουλεύσαντά οἱ λαβὼν οὐκ ἀπέκτεινεν, ἀλλ’ αὐτός τε ὑπ’ ἐκείνου παθεῖν τοῦτο μᾶλλον εἵλετο, καὶ τὴν τῶν
5Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν οἷον ἡ διέξοδος τοῦ λό‐ γου δηλώσει. ἦρξε δὲ δύο ἔτη καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν,
ὡς προείρηται. Xiph. 212, 17—216, 23 R. S.

67

.

1

.

1

Δομιτιανὸς δὲ ἦν μὲν καὶ θρασὺς καὶ ὀργίλος, ἦν δὲ καὶ ἐπί‐ βουλος καὶ κρυψίνους, ὥστε ἀφ’ ἑκατέρων τῶν μὲν τὸ προπετὲς τῶν δὲ τὸ δόλιον ἔχων, πολλὰ μὲν ὥσπερ σκηπτὸς ὀξέως ἐμπίπτων

67

.

1

.

2

τισὶν ἐλυμαίνετο, πολλὰ δὲ καὶ ἐκ παρασκευῆς ἐκακούργει. θεῶν μὲν γὰρ τὴν Ἀθηνᾶν ἐς τὰ μάλιστα ἤγαλλε, καὶ διὰ τοῦτο καὶ τὰ Παναθήναια μεγάλως ἑώρταζε, καὶ ἐν αὐτοῖς ἀγῶνας καὶ ποιητῶν καὶ λογογράφων μονομάχων τε κατ’ ἔτος ὡς εἰπεῖν ἐν τῷ Ἀλβανῷ
5ἐποίει· τοῦτο γὰρ τὸ χωρίον ὑπὸ τὸ ὄρος τὸ Ἀλβανόν, ἀφ’ οὗπερ

67

.

1

.

3

οὕτως ὠνομάσθη, ὂν ὥσπερ τινὰ ἀκρόπολιν ἐξείλετο· ἀνθρώπων δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλὴν γυναικῶν τινων, ἐπλάττετο δὲ ἀγαπᾶν ἀεὶ ὃν ἀεὶ μάλιστα ἀποσφάξαι ἤθελεν. οὕτω γὰρ ἄπιστος καὶ πρὸς αὐτοὺς τοὺς χαριζομένους τι ἔς τε τὰ δεινότατα ὑπηρε‐
5τοῦντάς οἱ ἐγένετο ὥσθ’, ὁπότε τινὲς ἢ χρήματα αὐτῷ πολλὰ πορίσειαν ἢ ἀνθρώπους πολλοὺς συκοφαντήσειαν, πάντως αὐτοὺς
ἔφθειρε, καὶ μάλιστα τοὺς δούλους τοὺς κατὰ δεσποτῶν τι μηνύ‐

67

.

1

.

4

σαντας. καὶ οὕτω καὶ ἐκεῖνοι, καίπερ ἀργύριον καὶ τιμὰς καὶ ἀρχὰς ὁμοῦ οἱ λαμβάνοντες, οὔτ’ ἐντιμότερον τῶν ἑτέρων οὔτ’ ἀσφαλέστε‐ ρον διῆγον, ἀλλ’ ἐπ’ αὐτοῖς οἷς ὑπὸ τοῦ Δομιτιανοῦ παρακαλούμενοι ἔπραττον ἀπώλλυντο, ἵνα δὴ καὶ τὰ ἀδικήματα ὑπ’ αὐτῶν μόνων
5γεγονέναι δοκῇ. τῇ δ’ αὐτῇ ταύτῃ διανοίᾳ καὶ προέγραψέ ποτε ὅτι αὐτοκράτωρ ὅταν μὴ κολάζῃ τοὺς συκοφάντας, αὐτός σφας ποιεῖ τοιούτους. Xiph. 217, 8—27 R. St. (§ 1—3), et (§ 1. 3, 4) Exc. Val. 274 (p. 705).

67

.

2

.

1

τοιοῦτος δὲ δὴ πρὸς πάντας παρ’ ὅλην τὴν ἡγεμονίαν γενόμενος πολὺ καὶ ἑαυτὸν ὑπερεβάλετο ἐν τῇ τῶν τοῦ πατρὸς τοῦ τε ἀδελφοῦ φίλων ἀτίμῳ τε καὶ ὀλεθρίῳ μεταχειρίσει. καίτοι καὶ αὐτὸς γράμμα ἐξέθηκεν τηρῶν πάντα τὰ πρός τε ἐκείνων καὶ πρὸς τῶν ἄλλων αὐ‐

67

.

2

.

2

τοκρατόρων δοθέντα τισίν. ἀλλὰ τοῦτο μὲν καλλώπισμα ἄλλως ἦν. ἐμίσει γὰρ αὐτούς, ὅτι τε μὴ πάνθ’ ὅσα ᾔτει, πολλά τε καὶ οὐ προσήκοντα ὄντα, παρέσχον αὐτῷ, καὶ ὅτι ἐν τιμῇ τινι ἐγεγένηντο· πᾶν γὰρ τὸ ὑπὲρ τοὺς πολλοὺς ἀγαπηθέν τε ὑπ’ αὐτῶν καὶ δυ‐

67

.

2

.

3

νηθὲν ἐν ἐχθροῦ μοίρᾳ ἐτίθετο. καὶ διὰ τοῦτο, καίπερ καὶ αὐτὸς Ἐαρίνου τινὸς εὐνούχου ἐρῶν, ὅμως, ἐπειδὴ καὶ ὁ Τίτος ἰσχυρῶς
περὶ τοὺς ἐκτομίας ἐσπουδάκει, ἀπηγόρευσεν ἐπὶ ἐκείνου ὕβρει μη‐ δένα ἔτι ἐν τῇ τῶν Ῥωμαίων ἀρχῇ ἐκτέμνεσθαι. τὸ δ’ ὅλον ἔλεγε
5τοὺς αὐτοκράτορας τοὺς μὴ πολλοὺς κολάζοντας οὐκ ἀγαθοὺς ἀλλ’ εὐτυχεῖς εἶναι. Xiph. 217, 27—218, 4 R. St., et (usque ad ἐκτέμνεσθαι) Exc. Val. 275 (p. 705 sq.)

67

.

2

.

4

ὅτι ὁ αὐτὸς οὐκ ἐφρόντιζεν οὔτε τῶν τὸν Τίτον ἐπαινούντων ὅτι μηδένα βουλευτὴν ἀπέκτεινεν, οὔθ’ ὅτι ἡ γερουσία πολλάκις ἠξίου ψηφισθῆναι μὴ ἐξεῖναι τῷ αὐτοκράτορι τῶν ὁμοτίμων τινὰ ἀπολέσαι· πάνυ γὰρ οὖν σφισι πολὺ διέφερεν εἴτε ἰδίᾳ τινὰ αὐτῶν
5εἴτε καὶ δι’ ἐκείνων καταχρήσαιτο, ὥσπερ τι ἀντειπεῖν ἢ καὶ μὴ

67

.

2

.

5

καταψηφίσασθαί τινος δυναμένοις. ἐπῄνουν δὲ τὸν Τίτον τινὲς οὐχ ὅτι καὶ ἀκούοντος τοῦ Δομιτιανοῦ (ἴσον γὰρ ἂν ἡμάρτανον ὥσπερ ἂν εἰ αὐτὸν ἐκεῖνον παρόντα καὶ ἀκούοντα ἐλοιδόρουν), ἀλλ’ ........ ...... ὅτι ἠπίστατο αὐτοὺς λάθρᾳ τοῦτο ποιοῦντας. ἐπεί τοι καὶ

67

.

2

.

6

ἕτερον σκηνοποιίᾳ τινὶ ἐοικὸς ἐγίγνετο. αὐτός τε γὰρ καὶ φιλεῖν τὸν ἀδελφὸν καὶ πενθεῖν προσεποιεῖτο, καὶ τούς τε ἐπαίνους τοὺς ἐπ’ αὐτῷ μετὰ δακρύων ἔλεξε καὶ ἐς τοὺς ἥρωας αὐτὸν σπουδῇ ἐσέγραψε, πάντα τὰ ἐναντιώτατα ὧν ἐβούλετο σκηπτόμενος (ἀμέλει καὶ τὴν

67

.

2

.

7

ἱπποδρομίαν τὴν τῶν γενεσίων αὐτοῦ κατέλυσε)· καὶ οἱ ἄλλοι οὔθ’ ὅπως συνάχθοιντο οὔθ’ ὅπως συνήδοιντο ἀσφαλῶς εἶχον, τὸ μὲν ὅτι τὴν γνώμην αὐτοῦ λυπεῖν, τὸ δὲ ὅτι τὴν προσποίησιν ἐλέγχειν
ἔμελλον. Exc. Val. 276 (p. 706), et (§ 6. 7) Xiph. 218, 4—10 R. St.

67

.

3

.

1

τὴν δὲ γυναῖκα τὴν Δομιτίαν ἐβουλεύσατο μὲν σφάξαι ἐπὶ μοιχείᾳ, παρακληθεὶς δὲ ὑπὸ τοῦ Οὔρσου ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι’ αὐτὴν φονεύσας. ἐπειδὴ δὲ πολ‐ λοὶ καὶ ἄνθεσι καὶ μύροις τὸν τόπον ἐκεῖνον ἐτίμων, ἐκέλευσε τού‐

67

.

3

.

2

τους σφάττεσθαι. κἀκ τούτου τῇ ἀδελφιδῇ τῇ ἰδίᾳ, ἤγουν τῇ Ἰου‐ λίᾳ, ἀπαρακαλυπτότερον ὡς γαμετῇ συνῴκει. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, ἐχρῆτο δ’ οὐδὲν ἧττον τῇ Ἰουλίᾳ. Xiph. 218, 10—16 R. St., Zon. 11, 19 p. 499, 13—18 B. (p. 58,
510—15 D.)

67

.

3

3,1

πολλοὺς δὲ τῶν πρώτων ἀνδρῶν κατὰ πολλὰς προφάσεις φό‐ νοις τε καὶ ὑπερορίαις ἐκποδὼν ποιούμενος (οὐδὲ τῶν ἀειπαρθέ‐ νων κ.τ.λ. § 32). Xiph. 218, 16. 17 R. St.

67

.

3

4,2

ὅτι καὶ συχνοὺς μεθιστάς που κατεχρήσατο, καὶ οὐκ ὀλίγους γε αὐτοὺς ὑφ’ ἑαυτῶν παρεσκεύαζε τρόπον τινὰ ἀποθνήσκειν, ἵνα ἐθελοντηδὸν ἀλλ’ οὐχ ὑπ’ ἀνάγκης δοκῶσι τοῦτο πάσχειν. Exc. Val. 277 (p. 706).

67

.

3

3,2

(.. ποιούμενος § 31.) οὐδὲ τῶν ἀειπαρθένων ἐφείσατο ἀλλ’ ὡς καὶ ἠνδρωμένας ἐτιμωρήσατο, ὅτε καὶ λέγεται, σκληρᾶς καὶ τραχείας τῆς περὶ αὐτὰς ἐξετάσεως γενομένης καὶ πολλῶν αἰτιαθέντων καὶ κολαζομένων, οὐκ ἐνεγκὼν εἷς τῶν ποντιφίκων Ἕλουιος Ἀγρίππας
5ἀλλ’ ἐκπλαγεὶς αὐτοῦ ἐν τῷ συνεδρίῳ, ὥσπερ εἶχεν, ἀποψῦξαι.
Xiph. 218, 17—22 R. St.

67

.

3

4,1

ὅτι καὶ ἐπὶ τούτῳ ἠγάλλετο, ὅτι τὰς ἀειπαρθένους ὡς ἠνδρω‐ μένας οὐ κατώρυξεν, ὡς ἦν ἔθος, ἀλλὰ ἄλλως ἀποθνήσκειν ἐκέ‐ λευσε. Exc. Val. 278 (p. 706).

67

.

3

.

5

καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τῶν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκώς, καὶ τοῖς στρατιώταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην· πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος ἑκατὸν ἐκέλευσε δίδο‐
5σθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ’ ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. Zon. 11, 19 p. 500, 1—9 B. (p. 58, 16—25 D.)

67

.

4

.

1

ἐκστρατεύσας δὲ ἐς τὴν Γερμανίαν (cf. c. 3, 5) καὶ μηδ’ ἑορα‐ κώς που πόλεμον ἐπανῆκε. τί γὰρ δεῖ καὶ λέγειν ἃ διὰ τοῦτο καὶ ἐκείνῳ τότε καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις αὐτῷ αὐτοκράτορσιν ἀεὶ ἐδόθη, ἵνα μὴ προσ‐
5υποπτεύοντες ἔκ τε τῆς ὀλιγότητος καὶ ἐκ τῆς σμικρότητος τῶν

67

.

4

.

2

τιμῶν ἐλέγχεσθαι χαλεπαίνωσι; καίτοι καὶ τοῦτο δεινότατον ἔσχεν, ὅτι καὶ κολακεύεσθαι ἤθελε, καὶ ἀμφοτέροις ὁμοίως ἤχθετο καὶ τοῖς θεραπεύουσι καὶ τοῖς μή, τοῖς μὲν ὅτι θωπεύειν τοῖς δὲ ὅτι καταφρονεῖν ἐδόκουν. οὐ μὴν ἀλλὰ τῇ μὲν βουλῇ χαίρειν ἐφ’ οἷς
5ἐψηφίζοντο προσεποιεῖτο, τὸν δὲ δὴ Οὖρσον ὀλίγου ἀπέκτεινεν, ὅτι μὴ τοῖς πρασσομένοις ὑπ’ αὐτοῦ ἠρέσκετο, καὶ τῆς Ἰουλίας αἰτησαμένης ὕπατον ἀπέδειξεν. Xiph. 218, 22—29 R. St. (usque ad ἐδόκουν, p. 168, 20), et § 2) exc. Val. 279 (p. 706).

67

.

4

.

3

οὐ μὴν ἀλλ’ ἐπὶ πλεῖ‐ ον ἐπαρθεὶς ὑπ’ ἀνοίας ὕπα‐ τος μὲν ἔτη δέκα ἐφεξῆς, τιμητὴς δὲ διὰ βίου πρῶτος δὴ καὶ μόνος καὶ ἰδιωτῶν καὶ αὐτοκρατόρων ἐχειροτονήθη, ῥαβδούχοις τε
5τέσσαρσι καὶ εἴκοσι καὶ τῇ στολῇ τῇ ἐπινικίῳ, ὅταν ἐς τὸ βου‐

67

.

4

.

4

λευτήριον ἐσίῃ, χρῆσθαι ἔλαβε. τόν τε Ὀκτώβριον Δομιτιανὸν ἀντωνόμασεν, ὅτι ἐν αὐτῷ ἐγεγέννητο. τοῖς δὲ ἁρματηλάταις δύο γένη ἕτερα, τὸ μὲν χρυσοῦν τὸ δὲ πορφυροῦν ὀνομάσας, προσ‐ κατέστησε. τοῖς τε θεωμένοις συχνὰ διὰ τῶν σφαιρίων ἐδίδου,
5καί ποτε καὶ ἐδείπνισεν αὐτοὺς κατὰ χώραν καθημένους, οἶνόν τέ

67

.

4

.

5

σφισι πολλαχῇ ῥέοντα νυκτὸς παρέσχεν. ἃ δὴ τοῖς μὲν πολλοῖς ἐν ἡδονῇ, ὡς εἰκός, ἦν, τοῖς δὲ δυνατοῖς ὀλέθρου αἴτια καθί‐ στατο· οὐ γὰρ ἔχων ὁπόθεν ἀναλώσει, συχνοὺς ἐφόνευε, τοὺς μὲν ἐσάγων ἐς τὸ βουλευτήριον, τῶν δὲ καὶ ἀπόντων κατηγορῶν. ἤδη
5δὲ καὶ ἐξ ἐπιβουλῆς ἐνίους λαθραίοις φαρμάκοις ἀπήλλασσε. Xiph. 218, 29—219, 10 R. St.

67

.

4

.

6

πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες· τούς τε γὰρ τῶν χρημάτων πράκ‐ τορας ἔφθειραν, καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ
5τἆλλά τε ἐπιτήδεια καὶ οἶνον ἐμπλησθέντες ὕπνωσαν, καὶ γνοὺς ὁ Φλάκ‐ κος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέ‐ φθειρεν ἅπαντας. ἐφ’ ᾧ ὁ Δομιτιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι “Νασαμῶνας ἐκώλυσα εἶναι”.

67

.

4

.

7

ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο ἀλλὰ καὶ ἐγράφετο. Zon. 11, 19 p. 500, 13—501, 1 B. (p. 58, 31—59, 10 D.)

67

.

6

.

1

μέγιστος δὲ δὴ πόλεμος Ῥωμαίοις τότε πρὸς τοὺς Δακοὺς ἐγένετο, ὧν τότε Δεκέ‐ βαλος ἐβα‐
5σίλευε, δεινὸς μὲν συνεῖναι τὰ πολέμια δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργά‐
της, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθέσθαι εἰδώς· ἀφ’ οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥω‐

67

.

6

.

2

μαίοις ἐγένετο. Δακοὺς δὲ αὐτοὺς προσαγορεύω, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ οἱ Ῥωμαῖοί σφας ὀνομάζουσιν, οὐκ ἀγνοῶν ὅτι Ἑλλήνων τινὲς Γέτας αὐτοὺς λέγουσιν, εἴτ’ ὀρθῶς εἴτε καὶ μὴ λέγοντες· ἐγὼ γὰρ οἶδα Γέτας τοὺς ὑπὲρ τοῦ Αἵμου παρὰ τὸν

67

.

6

.

3

Ἴστρον οἰκοῦντας. ὁ Δομιτιανὸς μὲν οὖν ἐξεστρατεύσατο μὲν ἐπ’ αὐτούς, οὐ μέντοι καὶ τοῦ πολέμου προσήψατο, ἀλλ’ ἐν πόλει τινὶ Μυσίας ὑπομείνας ὕβριζεν ὥσπερ εἰώθει· οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ ἀσωτότατος καὶ
5ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. ἄλλους δὲ πέμπων ἐς τὸν πόλεμον στρατηγοὺς τὰ πλείω κακῶς ἀπήλ‐ λασσεν. Xiph. 219, 10—24 R. St., et (§ 1) Exc. Val. 284 = Suid. s. v.
δεινός et καίριος, et (v. 7—10) Exc. Val. 285, item (v. 8—10) Exc. Val. 280.

67

.

6

.

5

ὅτι Δεκέβαλος ὁ Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος· ἐφ’ οὗ ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν ὁ Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκε‐
5βάλῳ ἑκάστου ἔτους τελεῖν, εἰρήνην πρὸς αὐτὸν τίθεσθαι· εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι κακά. Petr. Patr. exc. de leg. 3 (Hoeschel p. 15 = fr. 4 Muell. Fragm. hist. Gr. 4 p. 185).

67

.

6

.

6

Δίων ...... ξζʹ βιβλίῳ ....· “ἐπείδη οἱ μετὰ τοῦ Φούσκου στρατευσάμενοι ἡγήσασθαι σφῶν αὐτῶν ἠξίωσαν”. Bekk. Anecd. 147, 29—31.

67

.

7

.

1

ὅτι ὁ Δομιτιανὸς Κουάδους καὶ Μαρκομάνους ἀμύνασθαι, ὅτι μὴ ἐβοήθησάν οἱ κατὰ Δακῶν, ἠθέλησε, καὶ ἦλθεν ἐς Παννο‐ νίαν σφίσι πολεμήσων, καὶ τοὺς πρεσβευτὰς τοὺς δευτέρους, οὓς ἔπεμψαν ὑπὲρ εἰρήνης, ἀπέκτεινεν. Exc. UG 42 (p. 399).

67

.

6

.

4

ὅτι ὁ αὐτὸς πταίσας τοῖς στρατιάρχαις ἐπεκάλει. τὰ μὲν γὰρ ἀμείνω πάντα, καίτοι μηδὲν αὐτῶν πράττων, προσεποιεῖτο, τῶν δὲ δὴ χειρόνων ἑτέρους, εἰ καὶ ἐκ τῆς ἐκείνου τι κελεύσεως συνεβεβή‐ κει, ᾐτιᾶτο. καὶ ἐμίσει μὲν τοὺς κατορθώσαντάς τι, ἐμέμφετο δὲ
5τοὺς πταίσαντας. Exc. Val. 281 (p. 709).

67

.

7

.

2

ὅτι ὁ Δομιτιανὸς ἡττηθεὶς ὑπὸ Μαρκομάνων καὶ φυγὼν ἔπεμψε διὰ ταχέων πρὸς τὸν Δεκέβαλον τὸν Δακῶν βασιλέα, καὶ ἐς σπον‐ δὰς αὐτὸν ὑπηγάγετο, ἃς πολλάκις αἰτήσαντι αὐτῷ πρότερον οὐκ ἐδεδώκει. καὶ ὃς ἐδέξατο μὲν τὴν σύμβασιν (δεινῶς γὰρ ἐτεταλαι‐
5πώρητο), οὐ μέντοι καὶ αὐτὸς ἠθέλησεν ἐς λόγους αὐτῷ ἐλθεῖν, ἀλλ’ ἔπεμψε τὸν Διῆγιν μετὰ τῶν ἀνδρῶν, τά τε ὅπλα καὶ αἰχμαλώτους

67

.

7

.

3

τινάς, ὡς καὶ μόνους ἐκείνους ἔχων, δώσοντα. γενομένου δὲ τούτου ὁ Δομιτιανὸς τῷ Διήγιδι διάδημα ἐπέθηκε καθάπερ ὡς ἀληθῶς κεκρατηκὼς καὶ βασιλέα τινὰ τοῖς Δακοῖς δοῦναι δυνάμενος, καὶ τοῖς στρατιώταις καὶ τιμὰς καὶ ἀργύριον ἐχαρίσατο, καὶ ἐς τὴν
5Ῥώμην ὡς νενικηκὼς ἐπέστειλε τά τε ἄλλα καὶ πρέσβεις παρὰ τοῦ Δεκεβάλου ἐπιστολήν τε, ὥς γε ἔφασκεν, ἣν ἐλέγετο πεπλακέναι

67

.

7

.

4

καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλε (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμε‐
5νος) ἀλλ’ ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμα‐ λώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος. Exc. UR 14 (p. 400).

67

.

8

.

1

(ἐς δὲ τὴν Ῥώμην ὡς καὶ κεκρατηκὼς ἐπέστειλε, c. 7, 3), καὶ τοσαῦτα αὐτῷ ἐψηφίσθη ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν οἰκου‐ μένην τὴν ὑπ’ αὐτὸν οὖσαν εἰκόνων αὐτοῦ καὶ ἀνδριάντων καὶ ἀρ‐ γυρῶν καὶ χρυσῶν ἐμπλησθῆναι. ἐποίησε δὲ καὶ θέαν πολυτελῆ,
5ἐν ᾗ ἄλλο μὲν οὐδὲν ἐς ἱστορίαν ἐπίσημον παρελάβομεν, πλὴν ὅτι καὶ παρθένοι τῷ δρομικῷ ἠγωνίσαντο· μετὰ δὲ ταῦτα ἑορτάς τινας

67

.

8

.

2

νικητηρίους δῆθεν ἐπιτελῶν ἀγῶνας συχνοὺς ἐποίησε. τοῦτο μὲν γὰρ ἐν τῷ ἱπποδρόμῳ μάχας καὶ πεζῶν πρὸς ἀλλήλους καὶ ἱππέων αὖ συνέβαλε, τοῦτο δὲ καὶ ἐν καινῷ τινι χωρίῳ ναυμαχίαν ἐπετέ‐ λεσε. καὶ ἀπέθανον ἐν αὐτῇ πάντες μὲν ὀλίγου δεῖν οἱ ναυμαχή‐

67

.

8

.

3

σαντες, συχνοὶ δὲ καὶ ἐκ τῶν θεωμένων· ὑετοῦ γὰρ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδενὶ ἐπέτρεψεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ’ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνους οὐδὲν εἴασε μεταβαλεῖν, καὶ ἐκ τούτου ἐνόσησαν οὐκ ὀλίγοι καὶ ἐτελεύτη‐

67

.

8

.

4

σαν. ἐφ’ ᾧ που παραμυθούμενος αὐτοὺς δεῖπνόν σφισι δημοσίᾳ διὰ πάσης τῆς νυκτὸς παρέσχε. πολλάκις δὲ καὶ τοὺς ἀγῶνας νύ‐

67

.

9

.

1

κτωρ ἐποίει, καὶ ἔστιν ὅτε καὶ νάνους καὶ γυναῖκας συνέβαλλε. τὸ μὲν οὖν πλῆθος οὕτως τότε ἐδείπνισεν, αὖθις δὲ τοὺς πρώ‐ τους τῆς γερουσίας καὶ τῶν ἱππέων τόνδε τὸν τρόπον. οἶκον με‐ λάντατον ἁπανταχόθεν ἔκ τε τῆς ὀροφῆς καὶ ἐκ τῶν τοίχων τοῦ τ’
5ἐδάφους παρασκευάσας, καὶ κλισίας ἐπ’ αὐτοῦ τοῦ δαπέδου γυμνὰς ὁμοίας ἑτοιμάσας, ἐσεκάλεσεν αὐτοὺς μόνους νυκτὸς ἄνευ τῶν ἀκο‐

67

.

9

.

2

λούθων. καὶ πρῶτον μὲν στήλην ταφοειδῆ ἑκάστῳ σφῶν παρέστησε,
τό τε ὄνομα αὐτοῦ ἔχουσαν καὶ λυχνοῦχον μικρόν, οἷος ἐν τοῖς μνη‐ μείοις κρεμάννυται· ἔπειτα παῖδες εὐπρεπεῖς γυμνοί, μέλανι καὶ αὐ‐ τοὶ κεχρισμένοι, ἐσῆλθον ὥσπερ εἴδωλα, καὶ περιελθόντες αὐτοὺς

67

.

9

.

3

μετ’ ὀρχήσεώς τινος φοβερᾶς πρὸ ποδῶν ἱδρύθησαν· καὶ μετὰ τοῦτο πάνθ’ ὅσαπερ ἐν τοῖς ἐναγίσμασι καθαγίζεται, καὶ ἐκείνοις μέλανα ἐν σκεύεσιν ὁμοίοις προσηνέχθη, ὥστε καὶ φοβεῖσθαι καὶ τρέμειν καθ’ ἕκαστον αὐτῶν πάντας, ἀεί τε ὅσον οὐκ ἤδη σφαγήσεσθαι
5προσδέχεσθαι, ἄλλως τε καὶ ὅτι παρά τε τῶν ἄλλων σιωπὴ πολλὴ ὥσπερ ἐν τεθνηκόσιν ἤδη ἦν, καὶ αὐτὸς ὁ Δομιτιανὸς πάντα ἔς τε

67

.

9

.

4

θανάτους καὶ ἐς σφαγὰς φέροντα διελάλει. τέλος δὲ ἀφῆκε μὲν αὐτούς, προαπαλλάξας δὲ δὴ τοὺς οἰκέτας σφῶν τοὺς ἐν τοῖς προ‐ θύροις ἑστηκότας, δι’ ἑτέρων τινῶν ἀγνώστων τοὺς μὲν ὀχήμασι τοὺς δὲ φορείοις παραδοὺς πολὺ πλέον δέος αὐτοῖς ἐνέβαλε. ἄρτι
5δὲ ἕκαστός σφων οἴκαδε ἐσεληλύθει καὶ τρόπον τινὰ ἀναπνεῖν ἤρ‐

67

.

9

.

5

χετο, καὶ αὐτῷ ἐσηγγέλθη ὅτι παρὰ τοῦ Αὐγούστου τις ἥκοι. προσ‐ δοκώντων τε ἐκ τούτου τότε δὴ πάντως ἀπολεῖσθαι, ἐσεκόμισέ τις τὴν στήλην ἀργυρᾶν οὖσαν, εἶτ’ ἄλλος ἄλλο τι καὶ ἕτερος ἕτερον τῶν σκευῶν τῶν ἐν τῷ δείπνῳ παρατεθέντων, πολυτελεστάτου τι‐
5νὸς γένους πεποιημένα· καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκά‐ στῳ, λελουμένος τε καὶ κεκοσμημένος ... καὶ οὕτω διὰ πάσης τῆς νυκτὸς φοβούμενοι τὰ δῶρα ἔλαβον.

67

.

9

.

6

ὁ μὲν οὖν Δομιτιανὸς τοιαῦτα νικητήρια, ἢ ὥς γε ὁ ὅμιλος ἔλεγε, τοιούτους ἐναγισμοὺς ἐπί τε τοῖς ἐν τῇ Δακίᾳ καὶ ἐπὶ τοῖς ἐν τῇ Ῥώμῃ τεθνηκόσιν ἐποίησε, καί τινας καὶ τότε τῶν πρώτων ἀπέσφαξε, τοῦ τε θάψαντος τὸ σῶμα ἑνὸς αὐτῶν, ὅτι ἐν τοῖς

67

.

10

.

1

ἐκείνου χωρίοις ἐτεθνήκει, τὴν οὐσίαν ἀφείλετο· ἐν δὲ τῷ Δακικῷ πολέμῳ καὶ τάδε συνεκύρησεν ἀξιόλογα. ὁ γὰρ Ἰουλιανὸς ἐπιταχθεὶς ὑπὸ τοῦ αὐτοκράτορος τῷ πολέμῳ τἆλλά τε παρεσκευάσατο εὖ, καὶ τοὺς στρατιώτας τά τε ἑαυτῶν ὀνόματα καὶ τὰ τῶν ἑκατοντάρχων
5ἐπὶ τὰς ἀσπίδας ἐπιγράψαι ἐκέλευσεν, ἵνα ἐκφανέστεροι οἵ τι ἀγα‐

67

.

10

.

2

θὸν αὐτῶν ἢ κακὸν ποιοῦντες γένωνται. συμβαλὼν δὲ ἐν ταῖς Τά‐ παις τοῖς πολεμίοις πλείστους αὐτῶν ἀπέκτεινεν· ἐν οἷς καὶ Οὐεζίνας, τὰ δεύτερα μετὰ Δεκέβαλον ἔχων, ἐπειδὴ οὐκ ἠδυνήθη διαφυγεῖν ζῶν, πέπτωκεν ἐξεπίτηδες ὡς καὶ τετελευτηκώς, κἀκ τούτου λαθὼν

67

.

10

.

3

τῆς νυκτὸς ἔφυγε. δείσας οὖν ὁ Δεκέβαλος μὴ καὶ ἐπὶ τὰ βασί‐ λεια αὐτοῦ οἱ Ῥωμαῖοι ἅτε κεκρατηκότες ὁρμήσωσι, τά τε δένδρα
τὰ ἐπ’ αὐτοῖς ὄντα ἔκοψε καὶ ὅπλα τοῖς στελέχεσι περιέθηκεν, ἵνα φοβηθέντες ὡς καὶ στρατιωτῶν ὄντων ἀναχωρήσωσιν· ὃ καὶ ἐγένετο.
5Xiph. 219, 24—221, 20 R. St.

67

.

5

.

1

ὅτι Χαριόμηρος ὁ τῶν Χερούσκων βασιλεύς, ὑπὸ Χάττων ἐκ τῆς ἀρχῆς διὰ τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐκπεσών, τὸ μὲν πρῶ‐ τον ἑτέρους τινὰς παρέλαβε καὶ κρείττων ἐν τῇ καθόδῳ ἐγένετο, ἔπειτα ἐγκαταλειφθεὶς ὑπ’ αὐτῶν ἐπειδὴ ὁμήρους τοῖς Ῥωμαίοις
5ἔπεμψε, τὸν Δομιτιανὸν ἱκέτευσε καὶ συμμαχίας μὲν οὐκ ἔτυχε, χρήματα δὲ ἔλαβεν. Exc. UG 43 (p. 399).

67

.

11

.

1

Ἀντώνιος δέ τις ἐν Γερμανίᾳ ἄρχων κατὰ τοῦτον τὸν χρόνον τῷ Δομιτιανῷ ἐπανέστη, ὃν Λούκιος Μάξιμος κατηγωνίσατο καὶ καθεῖλεν· ὃς ἐπὶ μὲν τῇ νίκῃ οὐδὲν μέγα ἄξιός ἐστιν ἐπαινεῖσθαι (πολλοὶ γάρ που καὶ ἄλλοι παρὰ δόξαν ἐνίκησαν, οἵ τε στρατιῶ‐

67

.

11

.

2

ται αὐτῷ συνηγωνίσαντο)· ὅτι δὲ τὰ γράμματα ὅσα ἐν τοῖς τοῦ Ἀντωνίου κιβωτίοις εὑρέθη, παρὰ βραχὺ τὴν ἑαυτοῦ ἀσφάλειαν πρὸς τὸ μηδένα ἐξ αὐτῶν συκοφαντηθῆναι θέμενος ἔκαυσεν, οὐχ ὁρῶ πῶς ἂν αὐτὸν ἀξίως ὑμνήσαιμι. Xiph. 221, 20—26 R. St., Exc.
5Val. 282 (p. 709). ὁ δὲ Δομιτιανὸς ἀφορμῆς ἐντεῦθεν εὐπορήσας, ἐπὶ τοὺς φό‐ νους καὶ τῶν γραμμάτων χω‐ ρὶς ὁρμήσας,
10οὐδ’ ἂν εἴποι τις ὅσους ἀπέ‐

67

.

11

.

3

κτεινεν. Xiph. 221, 26—28 R. St.

67

.

11

.

4

εἷς δ’ οὖν τις νεανίσκος Ἰούλιος Κάλουαστρος, κεχιλιαρχη‐ κὼς ἐς βουλείας ἐλπίδα, παραδοξότατα ἐσώθη. ἐπειδὴ γὰρ πολ‐ λάκις κατὰ μόνας συμμεμιχὼς ἠλέγχετο, καὶ οὐκ εἶχεν ὅπως ἄλ‐ λως τὴν αἰτίαν τῆς συνωμοσίας ἀπολύσηται, ἔφη κατ’ ἐρωτικὴν
5χρείαν αὐτῷ συγγεγονέναι· καὶ γὰρ ἦν οἷος ἐρᾶσθαι δύνασθαι. καὶ ὁ μὲν οὕτως ἀφείθη, 〈ἐγὼ δ’〉 ἓν ἔτι τοῦτο εἰπὼν περὶ τῶν

67

.

11

.

5

τότε γενομένων παύσομαι. Λουσιανὸς Πρόκλος βουλευτὴς γέρων, ἐν ἀγρῷ τὰ πολλὰ διατρίβων, συνεξῆλθε μὲν αὐτῷ ἐκ τῆς Ῥώμης καταναγκάσαντι, ἵνα μὴ δόξῃ κινδυνεύοντα αὐτὸν προλιπεῖν καὶ διὰ τοῦτο καὶ ἀποθάνῃ, τῆς δ’ ἀγγελίας ἐλθούσης ἔφη τε “ἐνί‐
5κησας, αὐτοκράτορ, ὥσπερ ηὐχόμην· ἀπόδος οὖν με τῷ ἀγρῷ”, καὶ ἐγκαταλιπὼν αὐτὸν ἀπῆλθεν ἐς τὸ χωρίον, καὶ οὐκέτι μετὰ τοῦτο, καίτοι πολὺν ἐπιζήσας χρόνον, προσῆλθεν αὐτῷ.

67

.

11

.

6

ἐν δὲ τῷ χρόνῳ τούτῳ ἐπετήδευσάν τινες, φαρμάκῳ βελόνας χρίοντες, κεντεῖν αὐταῖς οὓς ἐβούλοντο· καὶ πολλοὶ μὲν ἐκείνων μηδὲ αἰσθόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ μηνυθέντες ἐτιμωρήθησαν. καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἀλλὰ καὶ ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰ‐
5κουμένῃ ἐγένετο.

67

.

12

.

1

Τραϊανῷ δὲ δὴ τῷ Οὐλπίῳ καὶ Ἀκιλίῳ Γλαβρίωνι ὑπατεύσασι τότε τὰ αὐτὰ σημεῖα λέγεται γενέσθαι· καὶ ἀπ’ αὐτῶν τῷ μὲν Γλα‐ βρίωνι ὄλεθρος, τῷ δὲ Τραϊανῷ ἡ τῆς αὐτοκρατορίας ἀρχὴ προερρέθη. συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκο‐
5λάσθησαν, ὧν ἔνιαι καὶ ὑπ’ αὐτοῦ ἐμοιχεύθησαν. καὶ ἄλλαις δ’ αἰ‐

67

.

12

.

2

τίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον· γυνὴ γάρ τις ὅτι ἀπε‐ δύσατο ἐναντίον εἰκόνος αὐτοῦ ἐκρίθη τε καὶ ἀπώλετο, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. ἐν δὲ τοῖς τότε τελευτήσασι πολλοῖς

67

.

12

.

3

οὖσι καὶ Μέττιος Πομπουσιανὸς ἐγένετο, ὃν ὁ μὲν Οὐεσπασιανὸς μαθὼν ἐκ φήμης τινὸς ὅτι μοναρχήσει οὐδὲν κακὸν εἰργάσατο, ἀλλὰ καὶ ἐτίμα, λέγων ὅτι “πάντως μου μνημονεύσει καὶ πάντως με ἀντιτιμήσει”, ἐκεῖνος δὲ πρότερον μὲν ἐς Κύρνον ἐξώρισε,

67

.

12

.

4

τότε δὲ καὶ ἐφόνευσεν, ἐγκληθέντα ἄλλα τε καὶ ὅτι τὴν οἰκουμένην ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχεν ἐγγεγραμμένην, καὶ τὰς δημη‐ γορίας τὰς τῶν βασιλέων τῶν τε ἄλλων ἀνδρῶν τῶν πρώτων, τὰς

67

.

12

.

5

παρὰ τῷ Λιουίῳ γεγραμμένας, ἐξειλόχει τε καὶ ἀνεγίνωσκε. Μά‐ τερνον δὲ σοφιστήν, ὅτι κατὰ τυράννων εἶπέ τι ἀσκῶν, ἀπέκτεινε. συνεγίνετο δὲ καὶ αὐτὸς τοῖς κατηγορήσουσι καὶ τοῖς καταμαρτυ‐ ρήσουσι, καὶ συνέπλαττε καὶ συνετίθει πάνθ’ ὅσα λεχθῆναι ἔδει.
5καὶ πολλάκις καὶ τοῖς δεσμώταις κατὰ μόνας ἐλάλει, τὰ δεσμὰ αὐτῶν ἐν ταῖς χερσὶ κατέχων· οὔτε γὰρ ἄλλοις τὰ λεχθησόμενα ἐπίστευε, καὶ ἐκείνους καὶ δεδεμένους ἐδεδίει. Xiph. 221, 28—222, 31 R. St., additis p. 178, 11—13. 14. 15 ex Zonara 11, 19 p. 501, 6‐ 10 B. (p. 59, 17—23 D.)

67

.

5

.

2

ὅτι ἐν τῇ Μυσίᾳ Λύγιοι Σουήβοις τισὶ πολεμωθέντες πρέσβεις ἔπεμψαν, αἰτοῦντες συμμαχίαν παρὰ Δομιτιανοῦ, καὶ ἔλαβον οὐ τῷ πλήθει ἰσχυρὰν ἀλλὰ τῷ ἀξιώματι· ἑκατὸν γὰρ ἱππεῖς μόνοι αὐτοῖς ἐδόθησαν. ἀγανακτήσαντες ἐπὶ τούτῳ οἱ Σουῆβοι προσπαρέ‐
5λαβον Ἰάζυγας, καὶ προπαρεσκευάζοντο ὡς καὶ μετ’ αὐτῶν τὸν
Ἴστρον διαβησόμενοι. Exc. UG 44 (p. 399).

67

.

5

.

3

ὅτι Μάσυος ὁ Σεμνόνων βασιλεὺς καὶ Γάννα (παρθένος ἦν μετὰ τὴν Οὐελήδαν ἐν τῇ Κελτικῇ θειάζουσα) ἦλθον πρὸς τὸν Δο‐ μιτιανόν, καὶ τιμῆς παρ’ αὐτοῦ τυχόντες ἀνεκομίσθησαν. Exc. UG 45 (p. 400) = Suid. s. v. θειάζουσα.

67

.

13

.

1

ἔπραξε δέ τι καὶ ὡς τιμητὴς ἀξιόλογον· Καικίλιον γὰρ Ῥου‐ φῖνον ἀπήλασεν ἐκ τοῦ συνεδρίου, ὅτι ὠρχεῖτο, Κλαύδιόν τε Πα‐ κᾶτον τῷ δεσπότῃ καίπερ ἑκατονταρχηκότα ἀπέδωκεν, ὅτι ἠλέγχθη

67

.

13

.

2

δοῦλος ὤν. οὐ μὴν καὶ τὸ μέλλον ῥηθῆναι τούτοις ὅμοιόν ἐστιν, ὅπερ ὡς αὐτοκράτωρ ἐπεποιήκει· τὸν γὰρ δὴ Ῥούστικον τὸν Ἀρου‐ λῆνον ἀπέκτεινεν ὅτι ἐφιλοσόφει καὶ ὅτι τὸν Θρασέαν ἱερὸν ὠνό‐ μαζε, καὶ Ἑρέννιον Σενεκίωνα ὅτι τε οὐδεμίαν ἀρχὴν ἐν πολλῷ βίῳ
5μετὰ τὴν ταμιείαν ᾐτήκει καὶ ὅτι τοῦ Πρίσκου τοῦ Ἑλουιδίου τὸν

67

.

13

.

3

βίον συνέγραψεν. ἄλλοι τε ἐκ τῆς αὐτῆς ταύτης τῆς κατὰ τὴν φι‐ λοσοφίαν αἰτίας συχνοὶ διώλοντο, καὶ οἱ λοιποὶ πάντες ἐξηλάθησαν αὖθις ἐκ τῆς Ῥώμης. Ἰουουέντιος μέντοι τις Κέλσος συνομόσας τε ἀνὰ πρώτους μετά τινων ἐπ’ αὐτῷ καὶ κατηγορηθεὶς ἐπὶ τούτῳ

67

.

13

.

4

θαυμαστῶς ἐσώθη. μέλλων γὰρ ἁλίσκεσθαι ᾐτήσατο δι’ ἀπορρή‐ των εἰπεῖν τι αὐτῷ, κἀν τούτῳ προσκυνήσας αὐτῷ, δεσπότην τε
καὶ θεόν, ἃ παρὰ τῶν ἄλλων ἤδη προσηγορεύετο, πολλάκις ὀνομά‐ σας, “οὐδὲν μέν” ἔφη “πεποίηκα τοιοῦτον, ἂν δ’ ἀναβολὴν λάβω,
5πολυπραγμονήσω πάντα, καὶ συχνούς σοι καὶ μηνύσω καὶ ἐξελέγξω”. ἀφεθείς τε ἐπὶ τούτῳ οὔτε ἐνέδειξέ τινα, καὶ ἄλλοτε ἄλλας προφά‐ σεις προτείνων διήγαγε μέχρις οὗ Δομιτιανὸς ἀπέθανεν.

67

.

14

.

1

ἐν τούτῳ τῷ χρόνῳ ἡ ὁδὸς ἡ ἀπὸ Σινοέσσης ἐς Πουτεόλους ἄγουσα λίθοις ἐστορέσθη. κἀν τῷ αὐτῷ ἔτει ἄλλους τε πολλοὺς καὶ τὸν Φλάουιον 〈τὸν〉 Κλήμεντα ὑπατεύοντα, καίπερ ἀνεψιὸν ὄντα καὶ γυναῖκα καὶ αὐτὴν συγγενῆ ἑαυτοῦ Φλαουίαν Δομιτίλλαν ἔχοντα,

67

.

14

.

2

κατέσφαξεν ὁ Δομιτιανός. ἐπηνέχθη δὲ ἀμφοῖν ἔγκλημα ἀθεότητος, ὑφ’ ἧς καὶ ἄλλοι ἐς τὰ τῶν Ἰουδαίων ἤθη ἐξοκέλλοντες πολλοὶ κατ‐ εδικάσθησαν, καὶ οἱ μὲν ἀπέθανον, οἱ δὲ τῶν γοῦν οὐσιῶν ἐστε‐

67

.

14

.

3

ρήθησαν· ἡ δὲ Δομιτίλλα ὑπερωρίσθη μόνον ἐς Πανδατερίαν. τὸν δὲ δὴ Γλαβρίωνα τὸν μετὰ τοῦ Τραϊανοῦ ἄρξαντα, κατηγορηθέντα τά τε ἄλλα καὶ οἷα οἱ πολλοὶ καὶ ὅτι καὶ θηρίοις ἐμάχετο, ἀπέκτει‐ νεν. ἐφ’ ᾧ που καὶ τὰ μάλιστα ὀργὴν αὐτῷ ὑπὸ φθόνου ἔσχεν,
5ὅτι ὑπατεύοντα αὐτὸν ἐς τὸ Ἀλβανὸν ἐπὶ τὰ Νεανισκεύματα ὠνο‐ μασμένα καλέσας λέοντα ἀποκτεῖναι μέγαν ἠνάγκασε, καὶ ὃς οὐ μό‐ νον οὐδὲν ἐλυμάνθη ἀλλὰ καὶ εὐστοχώτατα αὐτὸν κατειργάσατο.

67

.

14

.

4

ὑποπτεύων οὖν ἐκ τούτων πάντας ἀνθρώπους οὐκέτι οὐδὲ ἐν τοῖς ἐξελευθέροις, ὥσπερ οὐδὲ ἐν τοῖς ἐπάρχοις, οὕς γε καὶ παρ’ αὐτὴν τὴν ἡγεμονίαν κρίνεσθαι ἐποίει, ἐλπίδα ἀσφαλείας εἶχε. καὶ τὸν Ἐπαφρόδιτον δὲ τὸν Νέρωνος πρότερον μὲν ἐξεδίωξε τότε δὲ
5καὶ ἔσφαξεν, ἐπικαλέσας αὐτῷ ὅτι μὴ ἤμυνε τῷ Νέρωνι, ἵν’ ἐκ τῆς τιμωρίας, ἣν ὑπὲρ ἐκείνου ἐποιεῖτο, πόρρωθεν τοὺς ἰδίους ἐξελευ‐

67

.

14

.

5

θέρους ἐκφοβήσῃ μηδὲν τοιοῦτο τολμῆσαι. οὐ μὴν ὠφελήθη τι ἐκ τούτου, ἀλλὰ καὶ ἐπεβουλεύθη τῷ ἑξῆς ἔτει ἐπί τε Γαΐου Οὐάλεν‐ τος, ὃς ἐνενηκοστῷ ἔτει ὑπατεύσας ἐτελεύτησε, καὶ ἐπὶ Γαΐου Ἀν‐ τιστίου ὑπάτων, 〈καὶ〉 ἀπώλετο.

67

.

15

.

1

ἐπέθεντο δὲ αὐτῷ καὶ συνεσκευάσαντο τὴν πρᾶξιν Παρθένιός τε ὁ πρόκοιτος αὐτοῦ, καίπερ οὕτω τιμώμενος παρ’ αὐτοῦ ὡς καὶ ξιφηφορεῖν, καὶ Σιγηρὸς ἐν τῇ προκοιτίᾳ καὶ αὐτὸς ὤν, Ἔντελλός τε ὁ τὰ τῆς ἀρχῆς βιβλία διέπων μετὰ Στεφάνου ἀπελευθέρου.

67

.

15

.

2

καὶ αὐτὸ οὔτε ἡ Δομιτία ἡ γυνὴ αὐτοῦ οὔτε δὲ ὁ Νωρβανὸς ὁ ἔπαρχος οὐδ’ ὁ συνάρχων Πετρώνιος Σεκοῦνδος ἠγνόησαν, ὥς γε καὶ λέγονται· ἥ τε γὰρ Δομιτία ἀεί ποτε ὑπ’ αὐτοῦ ἐμισεῖτο καὶ διὰ τοῦτ’ ἐφοβεῖτο μὴ καὶ ἀποθάνῃ, καὶ οἱ ἄλλοι οὐκέτ’ αὐτὸν
5ἐφίλουν, οἱ μὲν ὅτι ἐνεκαλοῦντό τινα, οἱ δ’ ὅτι προσεδέχοντο.

67

.

15

.

3

ἤκουσα δὲ ἔγωγε καὶ ἐκεῖνο, ὅτι πάντας ἅμα αὐτοὺς ὁ Δομιτιανὸς ὑποπτεύσας ἀποκτεῖναι ἠθέλησε, καί σφων τὰ ὀνόματα ἐς σανί‐ διον φιλύρινον δίθυρον ἐσγράψας ὑπὸ τὸ προσκεφάλαιον ἐν τῇ κλίνῃ ἐν ᾗ ἀνεπαύετο ὑπέθηκε, καὶ αὐτὸ παιδίον τι τῶν γυμνῶν
5τῶν ψιθύρων καθεύδοντος αὐτοῦ μεθ’ ἡμέραν ἀφελόμενον εἶχεν,

67

.

15

.

4

οὐκ εἰδὸς ὅ τι φέροι, προστυχοῦσα δὲ αὐτῷ ἡ Δομιτία τά τε γε‐
γραμμένα ἀνέγνω καὶ ἐμήνυσε καὶ ἐκείνοις, κἀκ τούτου καὶ ἄλλως διανοούμενοι συνετάχυναν τὴν ἐπιβουλήν. οὐ μέντοι πρότερον ἐπεχείρησαν ἔργῳ πρὶν τὸν διαδεξόμενον τὴν ἀρχὴν αὐτοῦ βε‐

67

.

15

.

5

βαιώσασθαι. διελέξαντο μὲν δὴ καὶ ἄλλοις τισί, μηδενὸς δὲ ἐκεί‐ νων δεξαμένου (πάντες γὰρ αὐτοὺς ὡς διαπειρωμένους σφῶν ἐφο‐ βήθησαν) ἐπὶ τὸν Νέρουαν ἦλθον, ἐπειδὴ καὶ εὐγενέστατος καὶ ἐπιεικέστατος ἦν, καὶ προσέτι καὶ ἐκινδύνευσε διαβληθεὶς ὑπ’ ἀστρο‐
5λόγων, ὅτι μοναρχήσει φησάντων· ἐξ οὗπερ ῥᾷον ἔπεισαν αὐτὸν ἀνα‐

67

.

15

.

6

δέξασθαι τὴν ἡγεμονίαν. πάντως γὰρ καὶ ὁ Δομιτιανὸς τῶν πρώ‐ των τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους οὐδὲ ἐκ τούτων ἐλπιζόντων ἐν δυνάμει τινὶ ἔσεσθαι προανήλισκε· καὶ τόν γε Νέρουαν ἀπέσφαξεν ἄν, εἰ μή τις τῶν
5ἀστρολόγων εὔνοιαν αὐτῷ ἔχων ἔφη ὅτι ἐντὸς ὀλίγων ἡμερῶν τε‐ λευτήσει. πιστεύσας γὰρ ὄντως τοῦτ’ ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. Xiph. 222, 31‐ 225, 4 R. St., additis v. 7 et 13. 14 ex Zon. 11, 20 p. 505, 6—12 B.
(p. 63, 1—9 D.)

67

.

16

.

1

καὶ οὐ γάρ ἐστιν οὐδὲν τῶν τηλικούτων ἀπρόοπτον, ἄλλα τε αὐτῷ σημεῖα ἐγένετο οὐκ αἴσια, καὶ αὐτὸς ἐν τῷ ὕπνῳ τόν τε Ῥού‐ στικον ξίφει προσιέναι οἱ, καὶ τὴν Ἀθηνᾶν, ἣν ἐν τῷ κοιτῶνι ἱδρυμένην εἶχε, τὰ ὅπλα ἀποβεβληκέναι καὶ ἐπὶ ἅρματος ἵππων
5μελάνων ἐς χάσμα ἐσπίπτειν ἔδοξεν. ὃ δὲ δὴ μάλιστα διὰ πάν‐

67

.

16

.

2

των ἄξιον θαυμάσαι ἐστί, Λαργῖνός τις Πρόκλος δημοσίᾳ προ‐ ειπὼν ἐν Γερμανίᾳ ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ ἀπέθανε τελευτήσει, ἀνεπέμφθη τε ἐς τὴν Ῥώμην ὑπὸ τοῦ ἄρχοντος, καὶ ἐσαχθεὶς πρὸς τὸν Δομιτιανὸν ἔφη καὶ τότε τοῦθ’ οὕτως ἕξειν, καὶ καταδικασθεὶς
5τὴν ἐπὶ θανάτῳ ἀνεβλήθη τε ὅπως διαφυγόντος αὐτοῦ τὸν κίν‐ δυνον ἀποθάνῃ, κἀν τούτῳ τοῦ Δομιτιανοῦ σφαγέντος ἐσώθη καὶ

67

.

16

.

3

δέκα μυριάδας δραχμῶν παρὰ τοῦ Νέρουα ἔλαβεν. ἕτερός τέ τις πρότερόν ποτε εἰπὼν αὐτῷ καὶ ὁπότε καὶ ὅπως φθαρήσεται, ἔπειτα ἐρωτηθεὶς ὁποίῳ αὐτὸς τέλει τοῦ βίου χρήσεται, καὶ ἀπο‐ κρινάμενος ὅτι ὑπὸ κυνῶν ἀναλωθήσεται, ἐκελεύσθη μὲν ζῶν κατα‐
5καυθῆναι καὶ τὸ πῦρ αὐτῷ προσήχθη, ὑετοῦ δὲ ἐν τούτῳ πολλοῦ καταρρυέντος ἥ τε πυρὰ ἐσβέσθη καὶ ἐκεῖνον κύνες ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον ἐπ’ αὐτῆς εὑρόντες διεσπάραξαν.

67

.

17

.

1

ἔχω δὲ καὶ ἄλλο τι εἰπεῖν παραδοξότατον, ὃ ἐπειδὰν περὶ τῆς τελευτῆς αὐτοῦ φράσω, σημανῶ. ἐπειδὴ γὰρ τάχιστα ἐκ τοῦ δικα‐ στηρίου ἀνέστη καὶ ἀναπαύσεσθαι τὸ μεθημερινόν, ὥσπερ εἰώθει, ἔμελλε, πρῶτον μὲν τοῦ ξίφους, ὃ ἀεί ποτε ὑπὸ τῷ προσκεφαλαίῳ
5αὐτοῦ ἔκειτο, τὸ σιδήριον ὁ Παρθένιος ἐξεῖλεν, ὅπως μὴ χρήσηται, ἔπειτα τὸν Στέφανον ἐρρωμενέστερον τῶν ἄλλων ὄντα ἐσέπεμψε·

67

.

17

.

2

καὶ ἐκεῖνος ἔπληξε μὲν τὸν Δομιτιανόν, οὐ μὴν καιρίαν, ἀλλὰ κατα‐ βληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο. οὕτω δὲ δείσας μὴ διαφύγῃ, ἐπεσεπή‐ δησεν, ἢ ὥς γέ τισι δοκεῖ, Μάξιμον ἐξελεύθερον ἐπεσέπεμψε. καὶ ὅ τε Δομιτιανὸς οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος παραχρῆμα συν‐
5δραμόντων ἐπ’ αὐτὸν τῶν οὐ συμμετεσχηκότων τῆς συνωμοσίας προσαπώλετο.

67

.

18

.

1

ὃ δ’ εἶπον ὅτι ὑπὲρ πάντα τἆλλα θαυμάσας ἔχω, τόδ’ ἐστίν. Ἀπολλώνιός τις Τυανεὺς ἔν τε τῇ ἡμέρα ἐκείνῃ καὶ τῇ ὥρᾳ αὐτῇ ἐκείνῃ ἐν ᾗ ὁ Δομιτιανὸς ἐσφάττετο (τοῦτο γὰρ ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη) ἀναβὰς ἐπί τινα λίθον
5ὑψηλὸν ἐν Ἐφέσῳ, ἢ καὶ ἑτέρωθι, καὶ συγκαλέσας τὸ πλῆθος ταῦτα εἶπε· [ἐπί τινα ὥραν ἐνεὸς ἔστη, εἶτα ἐξεβόησεν Zon.] “καλῶς Στέφανε, εὖ γε Στέφανε· παῖε τὸν μιαιφόνον. ἔπληξας,

67

.

18

.

2

ἔτρωσας, ἀπέκτεινας”. τοῦτο μὲν οὕτως ἐγένετο, κἂν μυριάκις τις
ἀπιστήσῃ· Δομιτιανὸς δὲ ἔζησε μὲν ἔτη τέσσαρα καὶ τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ ἔτη πεν‐ τεκαίδεκα καὶ ἡμέρας πέντε. καὶ αὐτοῦ τὸ σῶμα Φυλλὶς ἡ τροφὸς
5κλέψασα ἔθαψεν. Xiph. 225, 4—226, 10 R. St.

68

.

1

.

1

μετὰ δὲ Δομιτιανὸν Νέρουαν Κοκκήιον οἱ Ῥωμαῖοι ἀπέδειξαν αὐτοκράτορα. μίσει δὲ τοῦ Δομιτιανοῦ αἱ εἰκόνες αὐτοῦ, πολλαὶ μὲν ἀργυραῖ πολλαὶ δὲ καὶ χρυσαῖ οὖσαι, συνεχωνεύθησαν, καὶ ἐξ αὐτῶν μεγάλα χρήματα συνελέγη· καὶ αἱ ἁψῖδες πλεῖσται δὴ ἑνὶ

68

.

1

.

2

ἀνδρὶ ποιούμεναι καθῃρέθησαν. καὶ ὁ Νέρουας τούς τε κρινομέ‐ νους ἐπ’ ἀσεβείᾳ ἀφῆκε καὶ τοὺς φεύγοντας κατήγαγε, τούς τε δού‐ λους καὶ τοὺς ἐξελευθέρους τοὺς τοῖς δεσπόταις σφῶν ἐπιβουλεύ‐ σαντας πάντας ἀπέκτεινε. καὶ τοῖς μὲν τοιούτοις οὐδ’ ἄλλο τι
5ἔγκλημα ἐπιφέρειν ἐπὶ τοὺς δεσπότας ἐφῆκε, τοῖς δὲ δὴ ἄλλοις οὔτ’ ἀσεβείας οὔτ’ Ἰουδαϊκοῦ βίου καταιτιᾶσθαί τινας συνεχώρησε. πολλοὶ δὲ καὶ τῶν συκοφαντησάντων θάνατον κατεδικάσθησαν· ἐν

68

.

1

.

3

οἷς καὶ Σέρας ἦν ὁ φιλόσοφος. ταραχῆς οὖν γενομένης οὐ τῆς τυ‐
χούσης ἐκ τοῦ πάντας πάντων κατηγορεῖν, λέγεται Φρόντωνα τὸν ὕπατον εἰπεῖν ὡς κακὸν μέν ἐστιν αὐτοκράτορα ἔχειν ἐφ’ οὗ μηδενὶ μηδὲν ἔξεστι ποιεῖν, χεῖρον δὲ ἐφ’ οὗ πᾶσι πάντα· καὶ ὁ Νέρουας
5ἀκούσας ταῦτα ἀπηγόρευσε τοῦ λοιποῦ γίνεσθαι τὰ τοιαῦτα. ἦν δὲ ὁ Νέρουας ὑπό τε τοῦ γήρως καὶ ὑπ’ ἀρρωστίας, ἀφ’ ἧς καὶ τὴν τρο‐

68

.

2

.

1

φὴν ἀεί ποτε ἤμει, ἀσθενέστερος. ἀπεῖπε δὲ καὶ ἀνδριάντας αὑτῷ χρυσοῦς ἢ ἀργυροῦς γίνεσθαι. τοῖς δὲ τῶν οὐσιῶν ἐπὶ τοῦ Δομιτια‐ νοῦ μάτην ἐστερημένοις πάντα ἀπέδωκεν ὅσα ἐν τῷ βασιλείῳ ἔτι ὄντα εὑρέθη. τοῖς τε πάνυ πένησι τῶν Ῥωμαίων ἐς χιλιάδα καὶ πεντα‐
5κοσίας μυριάδας γῆς κτῆσιν ἐχαρίσατο, βουλευταῖς τισι τήν τε ἀγο‐

68

.

2

.

2

ρασίαν αὐτῶν καὶ τὴν διανομὴν προστάξας. χρημάτων δὲ ἀπορῶν πολλὰ μὲν ἱμάτια καὶ σκεύη καὶ ἀργυρᾶ καὶ χρυσᾶ, ἄλλα τε ἔπιπλα καὶ ἐκ τῶν ἰδίων καὶ 〈ἐκ〉 τῶν βασιλικῶν, πολλὰ δὲ καὶ χωρία καὶ οἰκίας, μᾶλλον δὲ πάντα πλὴν τῶν ἀναγκαίων, ἀπέδοτο· οὐ μέντοι
5καὶ περὶ τὰς τιμὰς αὐτῶν ἐμικρολογήσατο, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ

68

.

2

.

3

πολλοὺς εὐηργέτησε. καὶ πολλὰς μὲν θυσίας πολλὰς δὲ ἱπποδρο‐ μίας ἄλλας τέ τινας θέας κατέλυσε, συστέλλων ὡς οἷόν τε τὰ δα‐ πανήματα. ὤμοσε δὲ καὶ ἐν τῷ συνεδρίῳ μηδένα τῶν βουλευτῶν φονεύσειν, ἐβεβαίωσέ τε τὸν ὅρκον καίπερ ἐπιβουλευθείς. ἔπραττε

68

.

2

.

4

δὲ οὐδὲν ὅ τι μὴ μετὰ τῶν πρώτων ἀνδρῶν. ἐνομοθέτησε δὲ ἄλλα τε καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαί τινα μηδὲ ἀδελφιδῆν γαμεῖν. τὸν δὲ Ῥοῦφον τὸν Οὐεργίνιον, καίπερ πολλάκις αὐτοκράτορα ὀνο‐ μασθέντα, οὐκ ὤκνησεν ὑπατεύσας συνάρχοντα προσλαβεῖν· ἐφ’ οὗ
5τῷ μνήματι τελευτήσαντος ἐπεγράφη ὅτι νικήσας Οὐίνδικα τὸ κρά‐ τος οὐχ ἑαυτῷ περιεποιήσατο ἀλλὰ τῇ πατρίδι.

68

.

3

.

1

Νέρουας δὲ οὕτως ἦρχε καλῶς ὥστε ποτὲ εἰπεῖν “οὐδὲν τοιοῦτον πεποίηκα ὥστε μὴ δύνασθαι τὴν ἀρχήν τε καταθέσθαι καὶ ἀσφα‐

68

.

3

.

2

λῶς ἰδιωτεῦσαι”. Κράσσου τε Καλπουρνίου, τῶν Κράσσων ἐκείνων ἐγγόνου, ἐπιβεβουλευκότος μετὰ καὶ ἄλλων αὐτῷ, παρεκαθίσατό τε
αὐτοὺς ἔν τινι θέᾳ ἀγνοοῦντας ἔτι ὅτι καταμεμήνυνται, καὶ ἔδωκεν αὐτοῖς ξίφη, λόγῳ μὲν ἵν’ ἐπισκέψωνται αὐτά, ὅπερ εἴωθε γίνε‐
5σθαι, εἰ ὀξέα ἐστίν, ἔργῳ δὲ ἐπιδεικνύμενος ὅτι οὐδὲν αὐτῷ μέλει κἂν αὐτοῦ παραχρῆμα ἀποθάνῃ.

68

.

3

.

3

Αἰλιανὸς δὲ ὁ Κασπέριος ἄρχων καὶ ὑπ’ αὐτοῦ, καθάπερ ὑπὸ τοῦ Δομι‐ τιανοῦ, τῶν δορυφόρων γενόμενος τοὺς στρατιώτας ἐστασίασε κατ’ αὐτοῦ, πα‐
5ρασκευάσας ἐξαιτῆσαί τινας ὥστε θανα‐ τωθῆναι. πρὸς οὓς ὁ Νέρουας τοσοῦτον ἀντέσχεν ὥστε καὶ τὴν κλεῖν ἀπογυμνῶ‐ σαι καὶ τὴν σφαγὴν αὐτοῦ προδεῖξαι. οὐ μήν τι καὶ ἤνυσεν, ἀλλ’ ἀνῃρέθησαν οὓς

68

.

3

.

4

ὁ Αἰλιανὸς ἐβουλήθη. ὅθεν ὁ Νέρουας διὰ τὸ γῆρας οὕτω καταφρονούμενος ἀνέβη τε ἐς τὸ Καπι‐ τώλιον, καὶ ἔφη γεγω‐
5νήσας “ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δή‐ μου τῶν Ῥωμαίων καὶ ἐμοῦ αὐτοῦ Μᾶρκον Οὔλπιον Νέρουαν Τρα‐
10ϊανὸν ποιοῦμαι”. καὶ μετὰ ταῦτα ἐν τῷ συνεδρίῳ Καίσαρά τε αὐτὸν ἀπέδειξε, καὶ ἐπέστειλεν αὐτῷ αὐτοχειρίᾳ (ἦρχε δὲ τῆς Γερμανίας ἐκεῖνος)
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

68

.

4

.

1

οὕτω μὲν ὁ Τραϊανὸς Καῖσαρ καὶ μετὰ τοῦτο αὐτοκράτωρ ἐγένετο, καίτοι συγγενῶν τοῦ Νέρουα ὄντων τινῶν. ἀλλ’ οὐ γὰρ τῆς τῶν κοινῶν σωτηρίας ὁ ἀνὴρ τὴν συγγένειαν προετίμησεν, οὐδ’ αὖ ὅτι Ἴβηρ ὁ Τραϊανὸς ἀλλ’ οὐκ Ἰταλὸς οὐδ’ Ἰταλιώτης ἦν, ἧττόν

68

.

4

.

2

τι παρὰ τοῦτο αὐτὸν ἐποιήσατο, ἐπειδὴ μηδεὶς πρόσθεν ἀλλο‐ εθνὴς τὸ τῶν Ῥωμαίων κράτος ἐσχήκει· τὴν γὰρ ἀρετὴν ἀλλ’ οὐ τὴν πατρίδα τινὸς ἐξετάζειν δεῖν ᾤετο. πράξας δὲ ταῦτα μετήλλαξεν, ἄρξας ἔτει ἑνὶ καὶ μησὶ τέσσαρσι καὶ ἡμέραις ἐννέα· προεβεβιώκει
5δὲ πέντε καὶ ἑξήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας δέκα.

68

.

5

.

1

Τραϊανῷ δὲ ὄναρ ἐγεγόνει, πρὶν αὐταρχῆσαι, τοιόνδε· ἐδόκει ἄνδρα πρεσβύτην ἐν ἱματίῳ καὶ ἐσθῆτι περιπορφύρῳ, ἔτι δὲ καὶ στεφάνῳ ἐστολισμένον, οἷά που καὶ τὴν γερουσίαν γράφουσι, δα‐ κτυλίῳ τινὶ σφραγῖδα αὐτῷ ἔς τε τὴν ἀριστερὰν σφαγὴν καὶ μετὰ

68

.

5

.

2

τοῦτο καὶ ἐς τὴν δεξιὰν ἐπιβεβληκέναι. ὡς δὲ αὐτοκράτωρ ἐγένετο, ἐπέστειλε τῇ βουλῇ αὐτοχειρίᾳ ἄλλα τε καὶ ὡς οὐδένα ἄνδρα ἀγα‐ θὸν ἀποσφάξοι ἢ ἀτιμάσοι, καὶ ταῦτα καὶ ὅρκοις οὐ τότε μόνον ἀλλὰ καὶ ὕστερον ἐπιστώσατο.

68

.

5

.

4

Αἰλιανὸν δὲ καὶ τοὺς δορυφόρους τοὺς κατὰ Νέρουα στασιά‐ σαντας, ὡς καὶ χρησόμενός τι αὐτοῖς, μεταπεμψάμενος ἐκποδὼν ἐποιήσατο. ἐς δὲ τὴν Ῥώμην ἐσελθὼν πολλὰ ἐποίει πρός τε διόρ‐
θωσιν τῶν κοινῶν καὶ πρὸς χάριν τῶν ἀγαθῶν, ἐκείνων τε διαφε‐
5ρόντως ἐπιμελούμενος, ὡς καὶ ταῖς πόλεσι ταῖς ἐν Ἰταλίᾳ πρὸς τὴν τῶν παίδων τροφὴν πολλὰ χαρίσασθαι, καὶ τούτους εὐεργετῶν.

68

.

5

.

5

Πλωτῖνα δὲ ἡ γυνὴ αὐτοῦ ὅτε πρῶτον ἐς τὸ παλάτιον ἐσῄει, ἐπὶ τοὺς ἀναβαθμοὺς καὶ πρὸς τὸ πλῆθος μεταστραφεῖσα εἶπε “τοιαύτη μέντοι ἐνταῦθα ἐσέρχομαι οἵα καὶ ἐξελθεῖν βούλομαι”. καὶ οὕτω γε ἑαυτὴν διὰ πάσης τῆς ἀρχῆς διήγαγεν ὥστε μηδεμίαν ἐπηγο‐
5ρίαν σχεῖν. Xiph. 226, 18—229, 29 R. St.

68

.

15

.

2

ὅτι ὁ Τραϊανὸς τοὺς πρεσβευτὰς τοὺς παρὰ τῶν βασιλέων ἀφικνουμένους ἐν τῷ βουλευτικῷ θεάσασθαι ἐποίει. Exc. UG 46 (p. 401).

68

.

6

.

1

διατρίψας δὲ ἐν τῇ Ῥώμῃ χρόνον τινὰ ἐστράτευσεν ἐπὶ Δα‐ κούς, τά τε πραχθέντα αὐτοῖς λογιζόμενος, τοῖς τε χρήμασιν ἃ κατ’ ἔτος ἐλάμβανον βαρυνόμενος; τάς τε δυνάμεις αὐτῶν αὐξανομένας

68

.

6

.

2

καὶ τὰ φρονήματα ὁρῶν. πυθόμενος δὲ ὁ Δεκέβαλος τὴν ὁρμὴν αὐτοῦ ἐφοβήθη, ἅτε καὶ εὖ εἰδὼς ὅτι πρότερον μὲν οὐ Ῥωμαίους ἀλλὰ Δομιτιανὸν ἐνενικήκει, τότε δὲ ὡς πρός τε Ῥωμαίους καὶ πρὸς Τραϊανὸν αὐτοκράτορα πολεμήσοι.
5πλεῖστον γὰρ ἐπί τε δικαιότητι καὶ ἐπ’ ἀνδρείᾳ τῇ τε ἁπλό‐

68

.

6

.

3

τητι τῶν ἠθῶν διέπρεπε. τῷ τε γὰρ σώματι ἔρρωτο (δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἄγων ἔτος ἦρξεν) ὡς ἐξ ἴσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι, καὶ τῇ ψυχῇ ἤκμαζεν ὡς μήθ’ ὑπὸ

68

.

6

.

4

νεότητος θρασύνεσθαι μήθ’ ὑπὸ γήρως ἀμβλύνεσθαι. καὶ οὔτ’ ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνε, καὶ διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευε, καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο,
5τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπεί‐

68

.

7

.

1

χετο. καὶ ἐδαπάνα πάμπολλα μὲν ἐς τοὺς πολέμους πάμπολλα δὲ ἐς τὰ τῆς εἰρήνης ἔργα, καὶ πλεῖστα καὶ ἀναγκαιότατα καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν οἰκοδομήμασι δημοσίοις κατασκευάσας

68

.

7

.

2

οὐδενὸς αἷμα ἐς οὐδὲν αὐτῶν ἀνάλωσεν. οὕτως γάρ που καὶ με‐ γαλόφρων καὶ μεγαλογνώμων ἔφυ ὥστε καὶ τῷ ἱπποδρόμῳ ἐπι‐ γράψαι ὅτι ἐξαρκοῦντα αὐτὸν τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησεν, ἐπειδὴ διαφθαρέντα πῃ καὶ μείζω καὶ περικαλλέστερον ἐξειργά‐

68

.

7

.

3

σατο. φιλούμενός τε οὖν ἐπ’ αὐτοῖς μᾶλλον ἢ τιμώμενος ἔχαιρε, καὶ τῷ τε δήμῳ μετ’ ἐπιεικείας συνεγίνετο καὶ τῇ γερουσίᾳ σε‐ μνοπρεπῶς ὡμίλει, ἀγαπητὸς μὲν πᾶσι, φοβερὸς δὲ μηδενὶ πλὴν πολεμίοις ὤν. καὶ γὰρ θήρας καὶ συμποσίων ἔργων τε καὶ βου‐
5λευμάτων σκωμμάτων τε συμμετεῖχε σφίσι, καὶ πολλάκις καὶ τέ‐ ταρτος ὠχεῖτο, ἔς τε τὰς οἰκίας αὐτῶν καὶ ἄνευ γε φρουρᾶς ἔστιν

68

.

7

.

4

ὧν ἐσιὼν εὐθυμεῖτο. παιδείας μὲν γὰρ ἀκριβοῦς, ὅση ἐν λόγοις, οὐ μετέσχε, τό γε μὴν ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ ἐποίει. οὐδὲ ἔστιν ὅ τι οὐκ ἄριστον εἶχε. καὶ οἶδα μὲν ὅτι καὶ περὶ μειράκια καὶ περὶ οἶνον ἐσπουδάκει· ἀλλ’ εἰ μέν τι ἐκ τούτων ἢ αἰσχρὸν
5ἢ κακὸν ἢ ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν ἂν εἶχε, νῦν δὲ τοῦ τε οἴνου διακόρως ἔπινε καὶ νήφων ἦν, ἔν τε τοῖς παιδικοῖς

68

.

7

.

5

οὐδένα ἐλύπησεν. εἰ δὲ καὶ φιλοπόλεμος ἦν, ἀλλὰ τῇ τε κατορθώ‐ σει καὶ τοῦ ἐχθίστου μὲν καθαιρέσει τοῦ οἰκείου δὲ αὐξήσει ἠρ‐ κεῖτο. οὐδὲ γὰρ οὐδ’ ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, τὸ τοὺς στρατιώτας ἐξογκοῦσθαί τε καὶ ὑπερφρονεῖν, συνέβη ποτὲ ἐπ’
5αὐτοῦ· οὕτως ἐγκρατῶς αὐτῶν ἦρχε. Xiph. 229, 29—231, 2 R. St., et (p. 191 v. 18—192 v. 2) Exc. Val. 286 p. 708), unde (p. 191 v. 2—7) Suid. s. v. ἀμβλύνω, ἤκμαζεν, καθῄρει, μήθ’ ὑπὸ νεότητος, πονεῖσθαι. διὰ ταῦτα μὲν οὖν οὐκ ἀπεικότως ὁ Δεκέβαλος αὐτὸν ἐδεδίει·

68

.

8

.

1

στρατεύσαντι δὲ τῷ Τρα‐ ϊανῷ κατὰ τῶν Δακῶν
5καὶ ταῖς Τάπαις, ἔνθα ἐστρατοπέδευον οἱ βάρβαροι, πλησιάσαντι μύκης μέγας προσεκομίσθη, γράμμασι Λατίνοις λέγων ὅτι ἄλλοι τε τῶν συμμάχων καὶ Βοῦροι παραινοῦσι Τραϊανῷ ὀπίσω ἀπιέναι

68

.

8

.

2

καὶ εἰρηνῆσαι. συμβαλὼν δὲ αὐτοῖς ὁ Τραϊανὸς πολλοὺς μὲν τῶν οἰκείων τραυματίας ἐπεῖδε, πολλοὺς δὲ τῶν πολεμίων ἀπέκτεινεν· ὅτε καὶ ἐπιλιπόντων τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος λέ‐ γεται φείσασθαι, ἀλλ’ ἐς τὰ λαμπάδια ταύτην κατατεμεῖν, τοῖς
5δὲ τελευτήσασι τῶν στρατιωτῶν ἐν τῇ μάχῃ βωμόν τε στῆσαι καὶ
κατ’ ἔτος ἐναγίζειν κελεῦσαι. Xiph. 231, 2—13 R. St.

68

.

9

.

1

ὅτι ὁ Δεκέβαλος ἐπεπόμφει μὲν καὶ πρὸ τῆς ἥττης πρέσ‐ βεις, οὐκέτι τῶν κομητῶν ὥσπερ πρότερον, ἀλλὰ τῶν πιλοφόρων

68

.

9

.

2

τοὺς ἀρίστους. καὶ ἐκεῖνοι τά τε ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐς τὴν γῆν καταβαλόντες ἐδεή‐ θησαν τοῦ Τραϊανοῦ μάλιστα
5μὲν αὐτῷ τῷ Δεκεβάλῳ καὶ ἐς ὄψιν καὶ ἐς λόγους αὐτοῦ ἐλθεῖν, ὡς καὶ πάντα τὰ κελευσθησό‐ μενα ποιήσοντι, ἐπιτραπῆναι, εἰ δὲ μή, σταλῆναί γέ τινα
10τὸν συμβησόμενον αὐτῷ. καὶ ἐπέμφθη ὁ Σούρας καὶ Κλαύδιος

68

.

9

.

3

Λιουιανὸς ὁ ἔπαρχος. ἐπράχθη δὲ οὐδέν· ὁ γὰρ Δεκέβαλος οὐδὲ ἐκείνοις ἐτόλμησε συμμῖξαι, ἔπεμψε δὲ καὶ τότε. ὁ δὲ Τρα‐ ϊανὸς ὄρη τε ἐντετειχισμένα ἔλαβε, καὶ ἐν αὐτοῖς τά. τε ὅπλα τά τε μηχανήματα τὰ αἰχμάλωτα τό
5τε σημεῖον τὸ ἐπὶ τοῦ Φούσκου ἁλὸν εὗρε.

68

.

8

.

4

δι’ οὖν ταῦτα ὁ Δεκέβα‐
λος, ἄλλως τε καὶ ἐπειδὴ ὁ
3n[Exc. UG 47]
4Μάξιμος ἐν τῷ αὐτῷ χρόνῳ τήν
5τε ἀδελφὴν αὐτοῦ καὶ χωρίον τι ἰσχυρὸν εἷλεν, οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταχθέν‐ των ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμενεῖν αὐτοῖς ἔμελλεν,
10ἀλλ’ ἵν’ ἐκ τῶν παρόντων ἀνα‐

68

.

8

.

5

πνεύσῃ. τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύματα καθ‐ ελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, καὶ προσέτι τούς

68

.

8

.

6

τε αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ μήτ’ αὐτομόλων τινὰ ὑποδέχεσθαι μήτε στρατιώτῃ τινὶ ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς χρῆσθαι (τοὺς γὰρ πλείστους τούς τε ἀρίστους
ἐκεῖθεν ἀναπείθων προσεποιεῖτο) καὶ ἄκων ὡμολόγησε, πρός τε
5τὸν Τραϊανὸν ἐλθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτὸν

68

.

8

.

7

καὶ τὰ ὅπλα ἀπορρίψας. καὶ πρέσβεις ἐπὶ τούτοις ἐς τὸ βου‐ λευτήριον ἔπεμψεν, ὅπως καὶ παρ’ ἐκείνου τὴν εἰρήνην βεβαιώ‐ σηται. ταῦτα συνθέμενος καὶ τὸ στρατόπεδον ἐν Ζερμιζεγεθούσῃ καταλιπών, τήν τε ἄλλην χώραν φρουραῖς διαλαβών, ἐς τὴν Ἰτα‐
5λίαν ἀνεκομίσθη. Exc. UG 47 (p. 401), Xiph. 231, 13—24 R. St.

68

.

10

.

1

καὶ οἱ παρὰ τοῦ Δεκεβάλου πρέσβεις ἐς τὸ συνέδριον ἐσήχθη‐ σαν, τά τε ὅπλα καταθέντες συνῆψαν τὰς χεῖρας ἐν αἰχμαλώτων σχήματι καὶ εἶπόν τέ τινα καὶ ἱκέτευσαν, καὶ οὕτω τήν τε εἰρήνην

68

.

10

.

2

ἐσπείσαντο καὶ τὰ ὅπλα ἀπέλαβον. Τραϊανὸς δὲ τά τε νικητήρια ἤγαγε καὶ Δακικὸς ἐπωνομάσθη, ἔν τε τῷ θεάτρῳ μονομάχους συν‐ έβαλε (καὶ γὰρ ἔχαιρεν αὐτοῖς), καὶ τοὺς ὀρχηστὰς ἐς τὸ θέατρον ἐπανήγαγε (καὶ γὰρ ἑνὸς αὐτῶν τοῦ Πυλάδου ἤρα), οὐ μέντοι, οἷα
5πολεμικὸς ἀνήρ, τἆλλα ἧττον διῆγεν ἢ καὶ ἧττον ἐδίκαζεν, ἀλλὰ τοτὲ μὲν ἐν τῇ ἀγορᾷ τοῦ Αὐγούστου, τοτὲ δ’ ἐν τῇ στοᾷ τῇ Λιουίᾳ ὠνομασμένῃ, πολλάκις δὲ καὶ ἄλλοθι ἔκρινεν ἐπὶ βήματος. Xiph. 231, 24—232, 2 R. St., et (p. 196 v. 11—13) Exc. Val. 287 (p. 708).

68

.

10

.

3

ἐπεὶ δὲ ὁ Δεκέβαλος πολλὰ παρὰ τὰς συνθήκας ἀπηγγέλλετο αὐτῷ ποιῶν, καὶ ὅπλα τε κατεσκευάζετο, καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τά τε ἐρύματα ἐπεσκεύαζε, παρά τε τοὺς ἀστυγείτονας ἐπρεσβεύετο, καὶ τοῖς τἀναντία οἱ φρονήσασι πρότερον ἐλυμαίνετο,
5καὶ τῶν Ἰαζύγων καὶ χώραν τινὰ ἀπετέμετο (ἣν μετὰ ταῦτα ἀπαι‐

68

.

10

.

4

τήσασιν αὐτοῖς Τραϊανὸς οὐκ ἀπέδωκεν), οὕτω δὴ καὶ αὖθις πολέ‐ μιον αὐτὸν ἡ βουλὴ ἐψηφίσατο, καὶ ὁ Τραϊανὸς δι’ ἑαυτοῦ καὶ αὖθις, ἀλλ’ οὐ δι’ ἑτέρων στρατηγῶν, τὸν πρὸς ἐκεῖνον πόλεμον ἐποιήσατο. Xiph. 232, 2—10 R. St.

68

.

11

.

1

ὅτι τῶν Δακῶν συχνῶν μεθισταμένων πρὸς Τραϊανόν, καὶ δι’ ἄλλα τινά, ἐδεήθη αὖθις ὁ Δεκέβαλος εἰρήνης. ὡς δ’ οὐκ ἐπείσθη τά τε ὅπλα καὶ ἑαυτὸν παραδοῦναι, τὰς δυνάμεις φανερῶς ἤθροιζε

68

.

11

.

2

καὶ τοὺς περιχώρους προσπαρεκάλει, λέγων ὅτι ἐὰν αὐτὸν προῶνται καὶ αὐτοὶ κινδυνεύσουσι, καὶ ὅτι ἀσφαλέστερον καὶ ῥᾷον μεθ’ ἑαυ‐ τοῦ, πρίν τι κακὸν παθεῖν, ἀγωνισάμενοι τὴν ἐλευθερίαν φυλάξου‐ σιν ἢ ἂν σφᾶς τε ἀπολλυμένους περιίδωσι καὶ αὐτοὶ ὕστερον,
5ἐρημωθέντες τῶν συμμάχων, χειρωθῶσιν. Exc. UG 48 (p. 402).

68

.

11

.

3

καὶ ὁ Δεκέβαλος κατὰ μὲν τὸ ἰσχυρὸν κακῶς ἔπραττε, δόλῳ δὲ δὴ καὶ ἀπάτῃ ὀλίγου μὲν καὶ τὸν Τραϊανὸν ἀπέκτεινε, πέμψας ἐς τὴν Μυσίαν αὐτομόλους τινάς, εἴ πως αὐτὸν εὐπρόσοδον ὄντα καὶ ἄλλως, τότε δὲ καὶ διὰ τὴν τοῦ πολέμου χρείαν πάντα ἁπλῶς
5τὸν βουλόμενον ἐς λόγους δεχόμενον κατεργάσαιντο. ἀλλὰ τοῦτο
μὲν οὐκ ἠδυνήθησαν πρᾶξαι, συλληφθέντος τινὸς ἐξ ὑποψίας καὶ

68

.

12

.

1

πᾶν τὸ ἐπιβούλευμα αὐτοῦ ἐκ βασάνων ὁμολογήσαντος· Λογγῖνον δέ τινα στρατοπέδου Ῥωμαϊκοῦ ἐξηγούμενον καὶ δεινὸν ἐν τοῖς πολέμοις αὐτῷ γεγενημένον προσκαλεσάμενος, καὶ ἀναπείσας συμ‐ μῖξαί οἱ ὡς καὶ τὰ προσταχθησόμενα ποιήσων, συνέλαβε καὶ ἀνέ‐
5κρινε δημοσίᾳ περὶ τῶν τοῦ Τραϊανοῦ βουλευμάτων, ἐπειδή τε μη‐

68

.

12

.

2

δὲν ὁμολογῆσαι ἠθέλησεν, ἐν ἀδέσμῳ φυλακῇ περιῆγε. καὶ πρέσβιν τινὰ πέμψας πρὸς τὸν Τραϊανὸν ἠξίου τήν τε χώραν μέχρι τοῦ Ἴστρου κομίσασθαι καὶ τὰ χρήματα, ὅσα ἐς τὸν πόλεμον ἐδεδα‐ πανήκει, ἀπολαβεῖν ἐπὶ τῷ τὸν Λογγῖνόν οἱ ἀποδοῦναι. ἀποκρινα‐
5μένου δέ τινα αὐτῷ μέσα, ἐξ ὧν οὔτε ἐν μεγάλῳ οὔτε ἐν σμικρῷ

68

.

12

.

3

λόγῳ τὸν Λογγῖνον ποιεῖσθαι δόξειν ἔμελλε, τοῦ μήτ’ ἀπολέσθαι αὐτὸν μήτ’ ἐπὶ πολλῷ σφίσιν ἀνασωθῆναι, Δεκέβαλος μὲν ἔτι δια‐ σκοπῶν ὅ τι πράξῃ ἀνεῖχε, Λογγῖνος δὲ ἐν τούτῳ φαρμάκου διὰ τοῦ ἀπελευθέρου εὐπορήσας ὑπέσχετό τε αὐτῷ τὸν Τραϊανὸν
5καταλλάξειν, ἵνα ὡς ἥκιστα ὑποτοπήσῃ τὸ γενησόμενον, μὴ καὶ φυ‐ λακὴν αὐτοῦ ἀκριβεστέραν ποιήσηται, καὶ γράμματά τινα ἱκετείαν ἔχοντα γράψας ἔδωκε τῷ ἐξελευθέρῳ πρὸς τὸν Τραϊανὸν ἀποκο‐

68

.

12

.

4

μίσαι, ἵν’ ἐν ἀσφαλείᾳ γένηται. καὶ οὕτως ἀπελθόντος αὐτοῦ τὸ φάρμακον νυκτὸς ἔπιε καὶ ἀπέθανε. γενομένου δὲ τούτου ὁ Δε‐ κέβαλος ἐξῄτησε παρὰ τοῦ Τραϊανοῦ τὸν ἀπελεύθερον, τό τε σῶμα τοῦ Λογγίνου καὶ δέκα αἰχμαλώτους ἀντιδώσειν οἱ ὑποσχόμενος,
5καὶ εὐθύς γε τὸν ἑκατοντάρχην τὸν ἁλόντα μετ’ αὐτοῦ ἔπεμψεν ὡς

68

.

12

.

5

καὶ ταῦτα διαπράξοντα· παρ’ οὗ πάντα τὰ κατὰ τὸν Λογγῖνον ἐγνώσθη. οὐ μέντοι οὔτε ἐκεῖνον ὁ Τραϊανὸς ἀπέπεμψεν οὔτε τὸν ἐξελεύθερον ἐξέδωκε, προτιμοτέραν τὴν σωτηρίαν αὐτοῦ πρὸς τὸ τῆς ἀρχῆς ἀξίωμα τῆς τοῦ Λογγίνου ταφῆς ποιησάμενος. Xiph.
5232, 10—28 R. St. (usque ad v. 1), et (§ 2—5) Exc. UG 49 (p. 402 sq.).

68

.

13

.

1

Τραϊανὸς δὲ γέφυραν λιθίνην ἐπὶ τοῦ Ἴστρου κατεσκευάσατο, περὶ ἧς οὐκ ἔχω πῶς ἂν ἀξίως αὐτὸν θαυμάσω· ἔστι μὲν γὰρ καὶ τἆλλα αὐτοῦ ἔργα διαπρεπέστατα, τοῦτο δὲ καὶ ὑπὲρ ἐκεῖνα. ὡς γὰρ κρηπῖδές εἰσι λίθου τετραπέδου εἴκοσι, τὸ μὲν ὕψος πεντήκοντα

68

.

13

.

2

καὶ ἑκατὸν ποδῶν πλὴν τῶν θεμελίων, τὸ δὲ πλάτος ἑξήκοντα· καὶ αὗται ἑβδομήκοντα καὶ ἑκατὸν ἀπ’ ἀλλήλων πόδας ἀπέχουσαι ἁψῖσι συνῳκοδόμηνται. πῶς οὐκ ἄν τις τὸ ἀνάλωμα τὸ ἐς αὐτὰς δαπα‐ νηθὲν θαυμάσειε; πῶς δ’ οὐκ ἄν [τις] τὸν τρόπον ὃν ἕκαστα αὐτῶν
5ἔν τε ποταμῷ πολλῷ καὶ ἐν ὕδατι δινώδει δαπέδῳ τε ἰλυώδει ἐγέ‐

68

.

13

.

3

νετο; οὐ γάρ τοι καὶ παρατρέψαι ποι τὸ ῥεῦμα ἠδυνήθη. τὸ δὲ δὴ πλάτος τοῦ ποταμοῦ εἶπον οὐχ ὅτι διὰ τοσούτου ῥεῖ (καὶ γὰρ ἐπὶ διπλάσιον ἔστιν οὗ καὶ ἐπὶ τριπλάσιον αὐτοῦ πελαγίζει), ἀλλ’ ὅτι τό τε στενώτατον καὶ τὸ ἐπιτηδειότατον ἐς τὸ γεφυρωθῆναι

68

.

13

.

4

τῶν ἐκείνῃ χωρίων τοσοῦτόν ἐστιν. ὅσῳ δὲ δὴ ἐς στενὸν ταύτῃ ἐκ
πελάγους μεγάλου καταβαίνων καὶ ἐς πέλαγος αὖθις μεῖζον προ‐ χωρῶν κατακλείεται, τόσῳ που καὶ ῥοωδέστατος καὶ βαθύτατος γίγνεται, ὥστε καὶ τοῦτο ἐς τὴν χαλεπότητα τῆς κατασκευῆς τῆς

68

.

13

.

5

γεφύρας τεῖναι. ἡ μὲν οὖν μεγαλόνοια τοῦ Τραϊανοῦ καὶ ἐκ τούτων δείκνυται· οὐ μέντοι καὶ [εἰ] ὠφέλειάν τινα ἡμῖν ἡ γέφυρα παρέχεται, ἀλλ’ ἑστᾶσιν αἱ κρηπῖδες ἄλλως, δίοδον οὐκ ἔχουσαι, καθάπερ ἐπ’ αὐτῷ τούτῳ μόνον γενόμεναι ἵν’ ἐπιδείξωσι τὴν ἀνθρωπίνην φύσιν

68

.

13

.

6

οὐδὲν ὅ τι οὐ δυναμένην ἐξεργάσασθαι. ὁ μὲν γὰρ Τραϊανὸς δεί‐ σας μή ποτε παγέντος τοῦ Ἴστρου πόλεμος τοῖς πέραν Ῥωμαίοις γένηται, ἐποίησε τὴν γέφυραν ἵνα αἱ ἐπιβασίαι ῥᾳδίως δι’ αὐτῆς διεξίωσιν· Ἁδριανὸς δὲ τοὐναντίον φοβηθεὶς μὴ καὶ τοῖς βαρβάροις
5τοὺς φρουροὺς αὐτῆς βιαζομένοις ῥᾳδία διάβασις ἐς τὴν Μυσίαν ᾖ, ἀφεῖλε τὴν ἐπιπολῆς κατασκευήν.

68

.

14

.

1

Τραϊανὸς δὲ διὰ ταύτης τῆς γεφύρας τὸν Ἴστρον περαιωθείς, καὶ δι’ ἀσφαλείας μᾶλλον ἢ διὰ σπουδῆς τὸν πόλεμον ποιούμενος, σὺν χρόνῳ καὶ μόλις ἐκράτησε τῶν Δακῶν, πολλὰ μὲν αὐτὸς στρα‐ τηγίας ἔργα καὶ ἀνδρίας ἐπιδειξάμενος, πολλὰ δὲ καὶ τῶν στρα‐

68

.

14

.

2

τιωτῶν αὐτῷ κινδυνευσάντων καὶ ἀριστευσάντων. ἔνθα δὴ καὶ ἱππεύς τις κακῶς πληγεὶς ἐξήχθη μὲν ἐκ τῆς μάχης ὡς καὶ θερα‐ πευθῆναι δυνάμενος, αἰσθόμενος δὲ ὡς ἀνιάτως ἔχοι ἔκ τε τοῦ σκηνώματος ἐξεπήδησεν (οὐ γάρ πω τὸ κακὸν αὐτοῦ καθῖκτο) καὶ
5ἐς τάξιν αὖθις καθιστὰς ἑαυτὸν ἀπέθανε, μεγάλα ἐπιδειξάμενος.

68

.

14

.

3

Δεκέβαλος δέ, ὡς καὶ τὸ βασίλειον αὐτοῦ καὶ ἡ χώρα κατείληπτο σύμπασα καὶ αὐτὸς ἐκινδύνευεν ἁλῶναι, διεχρήσατο ἑαυτόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐς τὴν Ῥώμην ἀπεκομίσθη· καὶ οὕτως ἡ Δακία Ῥωμαίων ὑπήκοος ἐγένετο, καὶ πόλεις ἐν αὐτῇ ὁ Τραϊανὸς κατῴ‐

68

.

14

.

4

κισεν. εὑρέθησαν δὲ καὶ οἱ τοῦ Δεκεβάλου θησαυροί, καίτοι ὑπὸ
τὸν ποταμὸν τὸν Σαργετίαν τὸν παρὰ τοῖς βασιλείοις αὐτοῦ κε‐ κρυμμένοι. διὰ γὰρ αἰχμαλώτων τινῶν τόν τε ποταμὸν ἐξέτρεψε καὶ τὸ ἔδαφος αὐτοῦ ὤρυξε, καὶ ἐς αὐτὸ πολὺν μὲν ἄργυρον πολὺν
5δὲ χρυσόν, τά τε ἄλλα τὰ τιμιώτατα καὶ ὑγρότητά τινα ἐνεγκεῖν δυνάμενα, ἐμβαλὼν λίθους τε ἐπ’ αὐτοῖς ἐπέθηκε καὶ χοῦν ἐπε‐

68

.

14

.

5

φόρησε καὶ μετὰ τοῦτο τὸν ποταμὸν ἐπήγαγε· καὶ ἐς τὰ σπήλαια διὰ τῶν αὐτῶν ἐκείνων τά τε ἱμάτια καὶ τὰ ἄλλα τὰ ὁμοιότροπα κατέθετο. ποιήσας δὲ ταῦτα διέφθειρεν αὐτούς, ἵνα μηδὲν ἐκλα‐ λήσωσι. Βίκιλις δέ τις ἑταῖρος αὐτοῦ, τὸ γεγονὸς εἰδώς, ἑάλω τε
5καὶ κατεμήνυσε ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Πάλμας τῆς Συρίας ἄρχων τὴν Ἀραβίαν τὴν πρὸς τῇ Πέτρᾳ ἐχειρώσατο καὶ Ῥω‐ μαίων ὑπήκοον ἐποιήσατο. Xiph. 232, 28—234, 16 R. St.

68

.

15

.

1

πρὸς 〈δὲ〉 τὸν Τραϊανὸν ἐς τὴν Ῥώμην ἐλθόντα πλεῖσται ὅσαι πρεσβεῖαι παρὰ βαρβάρων ἄλλων τε καὶ Ἰνδῶν ἀφίκοντο. καὶ θέας ἐν τρισὶ καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέραις ἐποίησεν, ἐν αἷς θηρία τε καὶ βοτὰ χίλιά που καὶ μύρια [που] ἐσφάγη καὶ μονομάχοι μύριοι ἠγωνί‐
5σαντο. Xiph. 234, 16—20 R. St., Exc. UG 50 (p. 403).

68

.

15

3,1

καὶ κατὰ τοὺς αὐτοὺς χρόνους τά τε ἕλη τὰ Πομπτῖνα ὡδοποίησε λίθῳ, καὶ τὰς ὁδοὺς παροικοδομήμασι καὶ γεφύραις μεγαλοπρεπε‐ στάταις ἐξεποίησε. τό τε νόμισμα πᾶν τὸ ἐξίτηλον συνεχώνευσε. Xiph. 234, 20—22 R. St.

68

.

5

.

3

ὅτι οὗτος ὤμοσεν ὡς οὐ μιαιφονήσει, καὶ τοῦτο ἔργῳ ἐνεπέ‐
δωσε καίπερ ἐπιβουλευθείς. τῇ τε γὰρ φύσει οὐδὲν οὔτε διπλοῦν οὔτε δόλιον οὔτε τραχὺ εἶχεν, ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἐφίλει καὶ ἐδεξιοῦτο καὶ ἐτίμα, τῶν δὲ ἄλλων ἠμέλει· τὸ δὲ καὶ ὑπὸ τῆς ἡλι‐
5κίας πεπαίτερος ἐγεγόνει. Exc. V 288 (p. 710).

68

.

15

3,2

τῷ δὲ Σούρᾳ τῷ Λικινίῳ καὶ ταφὴν δημοσίαν καὶ ἀνδριάντα ἔδωκε τελευτήσαντι· ὅστις ἐς τοῦτο καὶ πλούτου καὶ αὐχήματος ἀφί‐

68

.

15

.

4

κετο ὥστε καὶ γυμνάσιον Ῥωμαίοις οἰκοδομῆσαι. τοσαύτῃ δὲ φιλίᾳ καὶ πίστει ὅ 〈τε〉 Σούρας πρὸς τὸν Τραϊανὸν ἐχρήσατο καὶ Τραϊανὸς πρὸς ἐκεῖνον ὥστε πολλάκις αὐτόν, οἷά που περὶ πάντας τούς τι
παρὰ τοῖς αὐτοκράτορσι δυναμένους γίνεσθαι πέφυκε, διαβληθέντα
5οὔτε ὑπώπτευσέ ποτε οὔτε ἐμίσησεν, ἀλλὰ καὶ ἐγκειμένων οἱ ἐπὶ πολὺ

68

.

15

.

5

τῶν φθονούντων αὐτῷ οἴκαδέ τε ἄκλητος πρὸς αὐτὸν ἐπὶ δεῖπνον ἦλθε, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπέμψας ἐκάλεσε πρῶτον μὲν τὸν ἰατρὸν αὐτοῦ, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα τὸν κουρέα, καὶ δι’ ἐκείνου τὸ γένειον ἐξύρατο (τοῦτο γὰρ ἐκ παλαιοῦ
5πάντες οἱ ἄλλοι καὶ αὐτοὶ οἱ αὐτοκράτορες ἐποίουν· Ἁδριανὸς γὰρ

68

.

15

.

6

πρῶτος γενειᾶν κατέδειξε)· πράξας δὲ ταῦτα, καὶ μετὰ τοῦτο καὶ λουσάμενος καὶ δειπνήσας, ἔπειτα τοῖς φίλοις τοῖς εἰωθόσιν ἀεί τι περὶ αὐτοῦ φαῦλον λέγειν ἔφη τῇ ὑστεραίᾳ ὅτι “εἰ ἤθελέ με Σούρας

68

.

16

.

1

ἀποκτεῖναι, χθὲς ἂν ἀπεκτόνει”. μέγα μὲν οὖν ἐποίησε καὶ τὸ ἀπο‐ κινδυνεῦσαι πρὸς διαβεβλημένον ἄνθρωπον, πολὺ δὲ δὴ μεῖζον ὅτι

68

.

16

1a

ἐπίστευσε μηδὲν ἄν ποτε ὑπ’ αὐτοῦ παθεῖν. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδό‐ ξαζον ἐβεβαιοῦτο. Xiph. 234, 22—235, 6 R. St., Exc. Val. 289 (p. 700), et (16, 1A) Joann. Antioch. fr. 112 Muell. (v. 14—16).

68

.

16

1,2

ἀλλὰ καὶ ὅτε πρῶτον τῷ μέλλοντι τῶν δορυφόρων ἐπάρξειν τὸ ξίφος, ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, ὤρεξεν, ἐγύμνωσέ τε αὐτὸ καὶ ἀνατείνας ἔφη “λαβὲ τοῦτο τὸ ξίφος, ἵνα, ἂν μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, ἂν δὲ κακῶς, κατ’ ἐμοῦ αὐτῷ χρήσῃ”.

68

.

16

.

2

ἔστησε δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Πάλμου καὶ τοῦ Κέλσου εἰκόνας· οὕτω που αὐτοὺς τῶν ἄλλων προετίμησε. τοὺς μέντοι ἐπιβουλεύοντας αὐτῷ, ἐν οἷς ἦν καὶ Κράσσος, ἐτιμωρεῖτο ἐσάγων ἐς τὴν βουλήν.

68

.

16

.

3

κατεσκεύασε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ ἔστησεν ἐν τῇ ἀγορᾷ καὶ κίονα μέγιστον, ἅμα μὲν ἐς ταφὴν ἑαυτῷ, ἅμα δὲ ἐς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀγορὰν ἔργου· παντὸς γὰρ τοῦ χωρίου ἐκείνου ὀρεινοῦ ὄντος κατέσκαψε τοσοῦτον ὅσον ὁ κίων ἀνίσχει,
5καὶ τὴν ἀγορὰν ἐκ τούτου πεδινὴν κατεσκεύασε.

68

.

17

.

1

μετὰ δὲ ταῦτα ἐστράτευσεν ἐπ’ Ἀρμενίους καὶ Πάρθους, πρό‐ φασιν μὲν ὅτι μὴ τὸ διάδημα ὑπ’ αὐτοῦ εἰλήφει, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως, ὁ τῶν Ἀρμενίων βασιλεύς, τῇ δ’ ἀληθείᾳ δόξης ἐπιθυμίᾳ. Xiph. 235, 6—20 R. St.

68

.

17

.

2

ὅτι τοῦ Τραϊανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀρρόου ἐνέτυχε, τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου, κατέδεισε,
5καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει, καὶ

68

.

17

.

3

ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι· τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτ’ ἄλλο τι ἀπεκρίνατο ἢ καὶ ἐπέστειλε πλὴν ὅτι ἡ φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ
5τοῦτ’, ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν ἐπί τε τῆς Ἀσίας καὶ ἐπὶ Λυκίας τῶν τε

68

.

18

.

1

ἐχομένων ἐθνῶν ἐς Σελεύκειαν ἐκομίσθη. γενομένῳ δὲ αὐτῷ ἐν Ἀν‐ τιοχείᾳ Αὔγαρος ὁ Ὀρροηνὸς αὐτὸς μὲν οὐκ ὤφθη, δῶρα δὲ δὴ καὶ λόγους φιλίους ἔπεμψεν· ἐκεῖνόν τε γὰρ ὁμοίως καὶ τοὺς Πάρ‐ θους φοβούμενος ἐπημφοτέριζε, καὶ διὰ τοῦτ’ οὐκ ἠθέλησέν οἱ
5συμμῖξαι. Exc. UG 51 (p. 403 sq., inde Suid. l. l.)

68

.

32

.

4

ὅτι Κυῆτος Λούσιος Μαῦρος μὲν ἦν, καὶ αὐτὸς τῶν Μαύρων ἄρχων καὶ ἐν ἱππεῦσιν ἴλης ἐξήταστο, καταγνωσθεὶς δὲ ἐπὶ πονηρίᾳ τότε μὲν τῆς στρατείας ἀπηλλάγη καὶ ἠτιμώθη, ὕστερον δὲ τοῦ Δακικοῦ πολέμου ἐνστάντος καὶ τοῦ Τραϊανοῦ τῆς τῶν Μαύρων
5συμμαχίας δεηθέντος ἦλθέ τε πρὸς αὐτὸν αὐτεπάγγελτος καὶ με‐

68

.

32

.

5

γάλα ἔργα ἀπεδείξατο. τιμηθεὶς δὲ ἐπὶ τούτῳ πολὺ πλείω καὶ μείζω ἐν τῷ δευτέρῳ πολέμῳ ἐξειργάσατο, καὶ τέλος ἐς τοσοῦτον τῆς τε ἀνδραγαθίας ἅμα καὶ τῆς τύχης ἐν τῷδε τῷ πολέμῳ προεχώρησεν ὥστε ἐς τοὺς ἐστρατηγηκότας ἐσγραφῆναι καὶ ὑπατεῦσαι τῆς τε
5Παλαιστίνης ἄρξαι· ἐξ ὧν που καὶ τὰ μάλιστα ἐφθονήθη καὶ ἐμι‐ σήθη καὶ ἀπώλετο. Exc. Val. 290 (p. 710).

68

.

18

.

2

ἐπεὶ δὲ ἐνέβαλεν ἐς τὴν πολεμίαν, ἀπήντων αὐτῷ οἱ τῇδε σα‐ τράπαι καὶ βασιλεῖς μετὰ δώρων, ἐν οἷς καὶ ἵππος ἦν δεδιδαγμένος προσκυνεῖν· τοῖς τε γὰρ [τοῖς] ποσὶ τοῖς προσθίοις ὤκλαζε, καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς τοῦ πέλας πόδας ὑπετίθει. Xiph. 235, 20—24 R. St.

68

.

19

.

1

ὅτι ὁ Παρθαμάσιρις βίαιόν τι ἐποίησε. γράψας δὲ δὴ τὰ πρῶτα τῷ Τραϊανῷ ὡς βασιλεύς, ἐπειδὴ μηδὲν ἀντεγράφη, ἐπέστειλέ τε αὖθις τὸ ὄνομα τοῦτο περικόψας, καὶ ᾔτησε Μᾶρκον Ἰούνιον
τὸν τῆς Καππαδοκίας ἄρχοντα πεμφθῆναί οἱ ὡς καὶ δι’ αὐτοῦ τι

68

.

19

.

2

αἰτησόμενος. ὁ οὖν Τραϊανὸς ἐκείνῳ μὲν τὸν τοῦ Ἰουνίου υἱὸν ἔπεμψεν, αὐτὸς δὲ μέχρις Ἀρσαμοσάτων προχωρήσας καὶ ἀμαχεὶ αὐτὰ παραλαβὼν ἐς τὰ Σάταλα ἦλθε, καὶ Ἀγχίαλον τὸν Ἡνιόχων τε καὶ Μαχελόνων βασιλέα δώροις ἠμείψατο. ἐν δὲ Ἐλεγείᾳ τῆς Ἀρμε‐

68

.

19

.

3

νίας τὸν Παρθαμάσιριν προσεδέξατο. καθῆστο δὲ ἐπὶ βήματος ἐν τῷ ταφρεύματι· καὶ ὃς ἀσπασάμενος αὐτὸν τό τε διάδημα ἀπὸ τῆς κεφαλῆς ἀφεῖλε καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε, σιγῇ τε εἱστή‐ κει, καὶ προσεδόκα αὐτὸ ἀπολήψεσθαι. συμβοησάντων δὲ ἐπὶ τούτῳ
5τῶν στρατιωτῶν, καὶ αὐτοκράτορα τὸν Τραϊανὸν ὡς καὶ ἐπὶ νίκῃ

68

.

19

.

4

τινὶ ἐπικαλεσάντων (νίκην γὰρ ἀσέλινον ἄναιμον ὠνόμαζον ὅτι τὸν βασιλέα τὸν Ἀρσακίδην, τὸν Πακόρου παῖδα, τὸν Ὀρρόου ἀδελφι‐
δοῦν, προσεστηκότα αὐτῷ ἄνευ διαδήματος εἶδον ὥσπερ αἰχμάλω‐ τον), ἐξεπλάγη τε καὶ ἐνόμισεν ἐπὶ ὕβρει καὶ ὀλέθρῳ αὑτοῦ γεγονέναι.

68

.

19

.

5

καὶ μετεστράφη μὲν ὡς καὶ φευξόμενος, ἰδὼν δὲ ὅτι περιεστοίχι‐ σται ἐξῃτήσατο τὸ μὴ ἐν τῷ ὄχλῳ τι εἰπεῖν. καὶ οὕτως ἐς τὴν

68

.

20

.

1

σκηνὴν ἐσαχθεὶς οὐδενὸς ἔτυχεν ὧν ἐβούλετο. ἐκπηδήσαντος οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου μετεπέμψατο αὐτὸν ὁ Τραϊα‐ νός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκου‐ όντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας

68

.

20

.

2

σφίσιν εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο ὁ Παρθαμάσιρις οὐκέτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρη‐ σίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλ’ ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν

68

.

20

.

3

ἀπολήψεται ὥσπερ καὶ ὁ Τιριδάτης παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ ὁ Τραϊανὸς πρός τε τἆλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη (Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον ἕξειν), ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν.

68

.

20

.

4

καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων 〈τῶν〉 συνόντων οἱ ἀπέπεμψεν, ἀγωγούς σφισιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς· τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετ’ αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ ἤδη ὄντας,
5μεῖναι. Exc. UG 52 (p. 404), et (p. 207 v. 1—4) Xiph. 235, 24—27 R. St.

68

.

18

3b

ἐπεὶ δὲ πᾶσαν τὴν Ἀρμενίων χώραν εἷλε, καὶ πολλοὺς τῶν βασιλέων τοὺς μὲν ὑποπεσόντας ἐν τοῖς φίλοις ἦγε, τοὺς δέ

68

.

23

.

1

τινας καὶ ἀπειθοῦντας ἀμαχεὶ ἐχειροῦτο, τά τε ἄλλα ἐψηφίζετο αὐτῷ πολλὰ ἡ βουλή, καὶ ὄπτιμον, εἴτ’ οὖν ἄριστον, ἐπωνό‐ μασεν. ἐβάδιζεν ἀεὶ μετὰ παντὸς τοῦ στρατοῦ πεζῇ, διεκόσμει τε αὐτοὺς κατὰ πᾶσαν τὴν πορείαν καὶ διέταττεν ἄλλοτε ἄλλως
5ἄγων, τούς τε ποταμούς, ὅσους γε καὶ ἐκεῖνοι, πεζῇ διέβαινε.

68

.

23

.

2

καὶ ἔστιν ὅτε καὶ ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἐποίει,
ἵν’ ἅμα τε τὰ τακτικὰ μελετῷεν καὶ ἕτοιμοι πρὸς πάντα καὶ ἀνέκπληκτοι εἶεν. καὶ ὠνομάσθη μέν, ἐπειδὴ καὶ τὴν Νίσιβιν εἷλε καὶ τὰς Βάτνας, Παρθικός, πολλῷ δὲ μᾶλλον ἐπὶ τῇ τοῦ ὀπ‐
5τίμου προσηγορίᾳ ἢ ταῖς ἄλλαις συμπάσαις, ἅτε καὶ τῶν τρόπων αὐτοῦ μᾶλλον ἢ τῶν ὅπλων οὔσῃ, ἐσεμνύνετο. Xiph. 235, 27—236, 7 R. St.

68

.

21

.

1

ὅτι ὁ Τραϊανὸς φρουρὰς ἐν τοῖς ἐπικαίροις καταλιπὼν ἦλθεν ἐς Ἔδεσσαν, κἀνταῦθα πρῶτον Αὔγαρον εἶδεν. πρότερον μὲν γὰρ καὶ πρέσβεις καὶ δῶρα τῷ βασιλεῖ πολλάκις ἔπεμψεν, αὐτὸς δὲ ἄλλοτε κατ’ ἄλλας προφάσεις οὐ παρεγένετο, ὥσπερ 〈οὐδὲ〉 ὁ Μάννος ὁ τῆς
5Ἀραβίας τῆς πλησιοχώρου οὐδὲ ὁ Σποράκης ὁ τῆς Ἀνθεμουσίας

68

.

21

.

2

φύλαρχος. τότε δὲ τὰ μὲν καὶ ὑπὸ τοῦ υἱέος Ἀρβάνδου καλοῦ καὶ ὡραίου ὄντος καὶ διὰ τοῦτο τῷ Τραϊανῷ ᾠκειωμένου πεισθείς, τὰ δὲ καὶ τὴν παρουσίαν αὐτοῦ φοβηθείς, ἀπήντησέ τε αὐτῷ προσιόντι

68

.

21

.

3

καὶ ἀπελογήσατο, συγγνώμης τε ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ
ἱκέτευμα ἦν. καὶ ὁ μὲν φίλος τε ἐκ τούτου τῷ Τραϊανῷ ἐγένετο καὶ εἱστίασεν αὐτόν, ἔν τε τῷ δείπνῳ παῖδα ἑαυτοῦ ὀρχησόμενον βαρβαρικῶς πως παρήγαγεν. Exc. UG 53 (p. 405) inde Suid. l. l., et
5(p. 210 v. 10—15) Exc. Val. 291 (p. 710).

68

.

22

.

1

ὅτι τοῦ Τραϊανοῦ ἐς Μεσοποταμίαν ἐλθόντος, καὶ τοῦ Μάν‐ νου ἐπικηρυκευσαμένου, καὶ τοῦ Μανισάρου πρέσβεις ὑπὲρ εἰρήνης διὰ τὸ τὸν Ὀρρόην ἐπιστρατεύειν αὐτῷ πέμψαντος καὶ τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας ἑαλωκυίας ἀποστῆναι ἑτοίμως
5ἔχοντος, οὔτε ἐκείνῳ πιστεύσειν τι ἔφη πρὶν ἂν ἐλθὼν πρὸς αὐτόν,

68

.

22

.

2

ὥσπερ ὑπισχνεῖτο, τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσῃ, καὶ τὸν Μάννον ὑπώπτευεν ἄλλως τε καὶ ὅτι συμμαχίαν Μηβαρσάπῃ τῷ τῆς Ἀδιαβηνῆς βασιλεῖ πέμψας πᾶσαν αὐτὴν ὑπὸ τῶν Ῥωμαίων ἀπεβεβλήκει· διόπερ οὐδὲ τότε ἐπιόντας αὐτοὺς ὑπέμεινεν, ἀλλ’ ἐς
5τὴν Ἀδιαβηνὴν πρὸς ἐκείνους ἐξεχώρησε. καὶ οὕτω τά τε Σίγγαρα καὶ ἄλλα τινὰ ἀμαχεὶ διὰ τοῦ Λουσίου κατεσχέθη. Exc. UG 54 (p. 406).

68

.

24

.

1

διατρίβοντος δὲ αὐτοῦ ἐν Ἀντιοχείᾳ σεισμὸς ἐξαίσιος γίνεται· καὶ πολλαὶ μὲν ἔκαμον πόλεις, μάλιστα δὲ ἡ Ἀντιόχεια ἐδυστύχησεν. ἅτε γὰρ τοῦ Τραϊανοῦ ἐκεῖ χειμάζοντος, καὶ πολλῶν μὲν στρατιωτῶν πολλῶν δὲ ἰδιωτῶν κατά τε δίκας καὶ κατὰ πρεσβείας ἐμπορίαν

68

.

24

.

2

τε καὶ θεωρίαν πανταχόθεν συμπεφοιτηκότων, οὔτε ἔθνος οὐδὲν οὔτε δῆμος οὐδεὶς ἀβλαβὴς ἐγένετο, καὶ οὕτως ἐν τῇ Ἀντιοχείᾳ
πᾶσα ἡ οἰκουμένη ἡ ὑπὸ τοῖς Ῥωμαίοις οὖσα ἐσφάλη. ἐγένοντο μὲν οὖν καὶ κεραυνοὶ πολλοὶ καὶ ἀλλόκοτοι ἄνεμοι· ἀλλ’ οὔτι καὶ

68

.

24

.

3

προσεδόκησεν ἄν τις ἐκ τούτων τοσαῦτα κακὰ γενήσεσθαι. πρῶτον μὲν γὰρ μύκημα ἐξαπίνης μέγα ἐβρυχήσατο, ἔπειτα βρασμὸς ἐπ’ αὐτῷ βιαιότατος ἐπεγένετο, καὶ ἄνω μὲν ἡ γῆ πᾶσα ἀνεβάλλετο, ἄνω δὲ καὶ τὰ οἰκοδομήματα ἀνεπήδα, καὶ τὰ μὲν ἀνέκαθεν ἐπαι‐
5ρόμενα συνέπιπτε καὶ κατερρήγνυτο, τὰ δὲ καὶ δεῦρο καὶ ἐκεῖσε κλονούμενα ὥσπερ ἐν σάλῳ περιετρέπετο, καὶ ἐπὶ πολὺ καὶ τοῦ

68

.

24

.

4

ὑπαίθρου προσκατελάμβανεν. ὅ τε κτύπος θραυομένων καὶ κατα‐ γνυμένων ξύλων ὁμοῦ κεράμων λίθων ἐκπληκτικώτατος ἐγίνετο, καὶ ἡ κόνις πλείστη ὅση ἠγείρετο, ὥστε μήτε ἰδεῖν τινα μήτε εἰπεῖν μήτ’ ἀκοῦσαί τι δύνασθαι. τῶν δὲ δὴ ἀνθρώπων πολλοὶ μὲν καὶ

68

.

24

.

5

ἐκτὸς τῶν οἰκιῶν ὄντες ἐπόνησαν· ἀναβαλλόμενοί τε γὰρ καὶ ἀναρ‐ ριπτούμενοι βιαίως, εἶθ’ ὥσπερ ἀπὸ κρημνοῦ φερόμενοι προσηράσ‐ σοντο, καὶ οἱ μὲν ἐπηροῦντο οἱ δὲ ἔθνησκον. καί τινα καὶ δένδρα αὐταῖς ῥίζαις ἀνέθορε. τῶν δὲ ἐν ταῖς οἰκίαις καταληφθέντων
5ἀνεξεύρετος ἀριθμὸς ἀπώλετο· παμπόλλους μὲν γὰρ καὶ αὐτὴ ἡ τῶν συμπιπτόντων ῥύμη ἔφθειρε, παμπληθεῖς δὲ καὶ τὰ χώματα

68

.

24

.

6

ἔπνιξεν. ὅσοι δὲ δὴ μέρους τοῦ σώματός σφων ὑπὸ λίθων ἢ ξύλων κρατούμενοι ἔκειντο, δεινῶς ἐταλαιπώρησαν, μήτε ζῆν ἔτι μήτ’ ἀπο‐

68

.

25

.

1

θανεῖν αὐτίκα δυνάμενοι. καὶ ἐσώθησαν γὰρ ὅμως καὶ ἐκ τούτων, ἅτε καὶ ἐν ἀμυθήτῳ πλήθει, συχνοί, οὐδὲ ἐκεῖνοι πάντες ἀπαθεῖς ὑπεχώρησαν. συχνοὶ μὲν γὰρ σκελῶν συχνοὶ δὲ ὤμων ἐστερήθησαν, ἄλλοι κεφαλῆς ....... ἄλλοι αἷμα ἤμουν, ὧν εἷς καὶ ὁ Πέδων ὁ ὕπατος

68

.

25

.

2

ἐγένετο· καὶ εὐθύς τε γὰρ ἀπέθανε. συνελόντι δὲ εἰπεῖν, οὐδὲν τὸ παράπαν βιαίου πάθους τότε τοῖς ἀνθρώποις ἐκείνοις οὐ συνηνέχθη. καὶ ἐπὶ πολλὰς μὲν ἡμέρας καὶ νύκτας σείοντος τοῦ θεοῦ ἐν ἀπό‐ ροις καὶ ἀμηχάνοις ἦσαν οἱ ἄνθρωποι, οἱ μὲν ὑπὸ τῶν ἐρειπομένων

68

.

25

.

3

οἰκοδομημάτων καταχωννύμενοι καὶ φθειρόμενοι, οἱ δὲ καὶ λιμῷ
ἀπολλύμενοι, ὅσοις συνέβη ἐν διακένῳ τινί, τῶν ξύλων οὕτω κλι‐ θέντων, ἢ καὶ ἐν ἁψιδοειδεῖ τινι μεταστυλίῳ σωθῆναι. καταστάντος δέ ποτε τοῦ κακοῦ θαρσήσας τις ἐπιβῆναι τῶν πεπτωκότων γυναι‐
5κὸς ζώσης ᾔσθετο. αὕτη δὲ ἦν οὐ μόνη, ἀλλὰ καὶ βρέφος εἶχε, καὶ τρέφουσα τῷ γάλακτι καὶ ἑαυτὴν καὶ τὸ παιδίον ἀντήρκεσεν.

68

.

25

.

4

ἐκείνην τε 〈οὖν〉 ἀνορύξαντες ἀνεσώσαντο μετὰ τοῦ τέκνου, κἀκ τού‐ του καὶ τἆλλα ἀνηρεύνων, ἐν οἷς ζῶντα μὲν οὐδένα ἔτι, πλὴν παι‐ δίου πρὸς μαστῷ τὴν μητέρα καὶ τεθνηκυῖαν θηλάζοντος, εὑρεῖν ἠδυνήθησαν, τοὺς δὲ νεκροὺς ἐξέλκοντες οὐκέτ’ οὐδὲ ἐπὶ τῇ σφε‐
5τέρᾳ σωτηρίᾳ ἔχαιρον.

68

.

25

.

5

τοσαῦτα μὲν τότε πάθη τὴν Ἀντιόχειαν κατειλήφει· Τραϊανὸς δὲ διέφυγε μὲν διὰ θυρίδος ἐκ τοῦ οἰκήματος ἐν ᾧ ἦν, προσελθόν‐ τος αὐτῷ μείζονός τινος ἢ κατὰ ἄνθρωπον καὶ ἐξαγαγόντος αὐτόν, ὥστε μικρὰ ἄττα πληγέντα περιγενέσθαι, ὡς δ’ ἐπὶ πλείους ἡμέρας

68

.

25

.

6

ὁ σεισμὸς ἐπεῖχεν, ὑπαίθριος ἐν τῷ ἱπποδρόμῳ διῆγεν. ἐσείσθη δὲ καὶ αὐτὸ τὸ Κάσιον οὕτως ὥστε τὰ ἄκρα αὐτοῦ καὶ ἐπικλίνεσθαι καὶ ἀπορρήγνυσθαι καὶ ἐς αὐτὴν τὴν πόλιν ἐσπίπτειν δοκεῖν. ὄρη τε ἄλλα ὑφίζησε, καὶ ὕδωρ πολὺ μὲν οὐκ ὂν πρότερον ἀνεφάνη,
5πολὺ δὲ καὶ ῥέον ἐξέλιπε.

68

.

26

.

1

Τραϊανὸς δὲ ἐς τὴν τῶν πολεμίων ὑπὸ τὸ ἔαρ ἠπείχθη. ἐπεὶ δὲ ἡ χώρα ἡ πρὸς τῷ Τίγριδι ἄφορος ναυπηγησίμων ξύλων ἐστί, τὰ πλοῖα, ἃ ἐν ταῖς ὕλαις ταῖς περὶ τὴν Νίσιβιν ἐπεποίητο, ἐπὶ τὸν ποταμὸν ἤγαγεν ἐφ’ ἁμάξαις· οὕτω γάρ πως κατεσκεύαστο

68

.

26

.

2

ὥστε διαλύεσθαι καὶ συμπήγνυσθαι. καὶ ἔζευξεν αὐτὸν κατὰ τὸ Καρδύηνον ὄρος ἐπιπονώτατα· οἱ γὰρ βάρβαροι ἀντικαταστάντες ἐκώλυον. ἀλλ’ ἦν γὰρ πολλὴ τῷ Τραϊανῷ καὶ τῶν νεῶν καὶ τῶν στρατιωτῶν περιουσία, αἱ μὲν ἐζεύγνυντο πολλῷ τάχει, αἱ δὲ πρὸ
5ἐκείνων ἀνεκώχευον ὁπλίτας τε καὶ τοξότας φέρουσαι, ἕτεραι δὲ

68

.

26

.

3

ἔνθεν καὶ ἔνθεν ὡς διαβησόμεναι ἐπείρων. ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς ἐκπλήξεως τοῦ τοσαύτας ἅμα ναῦς ἀθρόας ἐξ ἠπεί‐ ρου ἀξύλου ἀναφανῆναι ἐνέδοσαν οἱ βάρβαροι. Xiph. 236, 7—238, 7 R. St.
5καὶ ἐπεραιώθησαν οἱ Ῥωμαῖοι, καὶ τήν τε Ἀδιαβηνὴν ἅπασαν

68

.

26

4,1

παρεστήσαντο (ἔστι δὲ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον μέρος αὕτη, καὶ τά τε Ἄρβηλα καὶ τὰ Γαυγάμηλα, παρ’ οἷς ὁ Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε, ταῦτα τῆσδέ ἐστι· καί που καὶ Ἀτυρία διὰ τοῦτο βαρβαριστί, τῶν σίγμα ἐς τὸ ταῦ μεταπεσόντων, ἐκλήθη). Xiph.
5238, 7—11 R. St.

68

.

22

.

3

ὅτι Ἀδήνυστραι τεῖχος ἦν ἰσχυρόν, πρὸς ὃ Σέντιός τις ἑκατόν‐ ταρχος πεμφθεὶς πρὸς τὸν Μηβαρσάπην πρεσβευτὴς καὶ δεθεὶς ὑπ’ αὐτοῦ, ἔν τε τῷ χωρίῳ ἐκείνῳ ὤν, ἔπειτ’ ἐπειδὴ οἱ Ῥωμαῖοι ἐπλησίασαν αὐτῷ, τῶν τε συνδεσμωτῶν τινας παρεσκεύασε, καὶ
5μετ’ αὐτῶν ἔκ τε τῶν δεσμῶν διαδρὰς καὶ τὸν φρούραρχον ἀπο‐ κτείνας ἀνέῳξε τὰς πύλας τοῖς ὁμοφύλοις. Exc. UR 15 (p. 407).

68

.

26

4,2

καὶ μετὰ ταῦτα καὶ μέχρι τῆς Βαβυλῶνος αὐτῆς ἐχώρησαν κατὰ πολλὴν τῶν κωλυσόντων αὐτοὺς ἐρημίαν, ἅτε καὶ τῆς τῶν Πάρθων δυνάμεως ἐκ τῶν ἐμφυλίων πολέμων ἐφθαρμένης καὶ τότε ἔτι στασιαζούσης. Xiph. 238, 11—14 R. St.

68

.

27

1a

Κοκκειανὸς δὲ Κάσιος Δίων,
γραφαῖς Λατίνων τετρακοσίων ἔγραψε ταύτην [τὴν Βαβυλῶνα] σταδίων εἶναι. Tzetz. Chil. 9,
5572 sq.

68

.

27

.

1

ἔνθα μέντοι τήν τε ἄσφαλτον εἶδε Τραϊανὸς ἐξ ἧς τὰ τείχη Βαβυλῶνος ᾠκοδόμητο (τοσαύτην γὰρ ἀσφάλειαν πλίνθοις ὀπταῖς ἢ καὶ λίθοις λεπτοῖς συμμιχθεῖσα παρέχεται ὥστε καὶ πέτρας

68

.

27

.

2

καὶ σιδήρου παντὸς ἰσχυρότερα αὐτὰ ποιεῖν), καὶ τὸ στόμιον ἐθεάσατο ἐξ οὗ πνεῦμα δεινὸν ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπί‐ γειον ζῷον πᾶν δὲ πετεινὸν ἀποφθείρειν, εἰ καὶ ἐφ’ ὁποσονοῦν ὄσφροιτό τι αὐτοῦ. καὶ εἴπερ ἐπὶ πολὺ ἄνω ἐχώρει ἢ καὶ πέριξ
5ἐσκεδάννυτο, οὐδ’ ἂν ᾠκεῖτο ὁ χῶρος· νῦν δὲ αὐτὸ ἐν ἑαυτῷ ἀνα‐

68

.

27

.

3

κυκλούμενον κατὰ χώραν μένει. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ
πετόμενα σώζεται καὶ τὰ πέριξ νεμόμενα. εἶδον ἐγὼ τοιοῦτον ἕτερον ἐν Ἱεραπόλει τῆς Ἀσίας, καὶ ἐπειράθην αὐτοῦ δι’ ὀρνέων, αὐτός τε ὑπερκύψας καὶ αὐτὸς ἰδὼν τὸ πνεῦμα· κατακέκλειταί τε γὰρ
5ἐν δεξαμενῇ τινι, καὶ θέατρον ὑπὲρ αὐτοῦ ᾠκοδόμητο, φθείρει τε πάντα τὰ ἔμψυχα πλὴν τῶν ἀνθρώπων τῶν τὰ αἰδοῖα ἀποτε‐ τμημένων. οὐ μὴν καὶ τὴν αἰτίαν αὐτοῦ συννοῆσαι ἔχω, λέγω δὲ ἅ τε εἶδον ὡς εἶδον καὶ ἃ ἤκουσα ὡς ἤκουσα.

68

.

28

.

1

Τραϊανὸς δὲ ἐβουλεύσατο μὲν τὸν Εὐφράτην κατὰ διώρυχα ἐς τὸν Τίγριν ἐσαγαγεῖν, ἵνα τὰ πλοῖα δι’ αὐτῆς κατελθόντα τὴν γέφυραν αὐτῷ ποιῆσαι παράσχῃ· μαθὼν δὲ ὅτι πολὺ ὑψηλότερος τοῦ Τίγριδός ἐστι, τοῦτο μὲν οὐκ ἔπραξε, φοβηθεὶς μὴ καὶ ἄπλουν
5τὸν Εὐφράτην ἀπεργάσηται ἀθρόου τοῦ ῥεύματος ἐς τὸ κάταντες

68

.

28

.

2

φερομένου, ὑπερενεγκὼν δὲ τὰ πλοῖα ὁλκοῖς διὰ τοῦ μέσου τῶν ποταμῶν ἐλαχίστου ὄντος (τὸ γὰρ ῥεῦμα τὸ τοῦ Εὐφράτου πᾶν ἔς θ’ ἕλος ἐκπίπτει καὶ ἐκεῖθέν πως τῷ Τίγριδι συμμίγνυται) τὸν Τίγριν ἐπεραιώθη, καὶ ἐς τὴν Κτησιφῶντα ἐσῆλθε, παραλαβών τε
5αὐτὴν αὐτοκράτωρ ἐπωνομάσθη καὶ τὴν ἐπίκλησιν τοῦ Παρθικοῦ

68

.

28

.

3

ἐβεβαιώσατο. ἐψηφίσθη δὲ αὐτῷ παρὰ τῆς βουλῆς τά τε ἄλλα, καὶ νικητήρια ὅσα ἐθελήσει διεορτάσαι. ἑλὼν δὲ τὴν Κτησιφῶντα ἐπεθύμησεν ἐς τὴν Ἐρυθρὰν θάλασσαν καταπλεῦσαι. αὕτη δὲ τοῦ τε ὠκεανοῦ μοῖρά ἐστι, καὶ ἀπό τινος ἐνδυναστεύσαντός ποτε ἐν

68

.

28

.

4

αὐτῇ οὕτω κέκληται. καὶ τὴν μὲν νῆσον τὴν ἐν τῷ Τίγριδι τὴν Μεσήνην, ἧς Ἀθάμβηλος ἐβασίλευεν, ἀπόνως ᾠκειώσατο, ὑπὸ δὲ δὴ χειμῶνος τῆς τε τοῦ Τίγριδος ὀξύτητος καὶ τῆς τοῦ ὠκεανοῦ
ἀναρροίας ἐκινδύνευσε. Xiph. 238, 15—239, 14 R. St.
5 ὅτι ὁ Ἀθάμβηλος ὁ τῆς νήσου ἄρχων τῆς ἐν τῷ Τίγριδι οὔσης πιστὸς διέμεινεν τῷ Τραϊανῷ, καίπερ ὑποτελεῖν προσταχθείς, καὶ οἱ τὸν Χάρακα τὸν Σπασίνου καλούμενον οἰκοῦντες (ἐν δὲ δὴ τῇ τοῦ Ἀθαμβήλου ἐπικρατείᾳ ἦσαν) καὶ φιλικῶς αὐτὸν ὑπεδέξαντο. Exc. Val. 292 (p. 713) et Xiph. 239, 14—16 R. St.

68

.

29

.

1

κἀντεῦθεν ἐπ’ αὐτὸν τὸν ὠκεανὸν ἐλθών, τήν τε φύσιν αὐτοῦ καταμαθὼν καὶ πλοῖόν τι ἐς Ἰνδίαν πλέον ἰδών, εἶπεν ὅτι “πάν‐ τως ἂν καὶ ἐπὶ τοὺς Ἰνδούς, εἰ νέος ἔτι ἦν, ἐπεραιώθην”. Ἰν‐ δούς τε γὰρ ἐνενόει, καὶ τὰ ἐκείνων πράγματα ἐπολυπραγμόνει,
5τόν τε Ἀλέξανδρον ἐμακάριζε. καίτοι ἔλεγε καὶ ἐκείνου περαι‐ τέρω προκεχωρηκέναι, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλε, μὴ δυ‐

68

.

29

.

2

νηθεὶς μηδὲ ἃ ἐκεχείρωτο σῶσαι. καὶ ἐπ’ αὐτῷ ἄλλα τε ἔλαβε, καὶ ἐπινίκια ὅσων ἂν ἐθελήσῃ ἐθνῶν πέμψαι· διὰ γὰρ τὸ πλῆθος τῶν ἀεί σφισι γραφομένων οὔτε συνεῖναί τινα αὐτῶν οὔτε ὀνομά‐

68

.

29

.

3

σαι καλῶς ἐδύναντο. καὶ οἱ μὲν ἁψῖδα αὐτῷ τροπαιοφόρον πρὸς
πολλοῖς ἄλλοις ἐν αὐτῇ τῇ ἀγορᾷ αὐτοῦ παρεσκεύαζον, καὶ ἡτοιμά‐ ζοντο ὡς πορρωτέρω ἀπαντήσοντες εἰ ἐπανίοι· ἔμελλε δ’ ἄρα μήτε ἐς τὴν Ῥώμην ἔτι ἀφίξεσθαι μήτε ἄξιόν τι τῶν προκατειργασμένων

68

.

29

.

4

πράξειν, καὶ προσέτι καὶ αὐτὰ ἐκεῖνα ἀπολέσειν. ἐν γὰρ τῷ χρόνῳ ἐν ᾧ ἐπὶ τὸν ὠκεανὸν κατέπλει καὶ ἐκεῖθεν αὖθις ἀνεκομίζετο, πάντα τὰ ἑαλωκότα ἐταράχθη καὶ ἀπέστη, καὶ τοὺς παρὰ σφίσιν ἕκαστοι φρουροὺς οἱ μὲν ἐξέβαλλον οἱ δ’ ἀπεκτίννυσαν.

68

.

30

.

1

μαθὼν δὲ ταῦτα ὁ Τραϊανὸς ἐν Βαβυλῶνι (καὶ γὰρ ἐκεῖσε ἦλθε κατά τε τὴν φήμην, ἧς οὐδὲν ἄξιον εἶδεν ὅ τι μὴ χώματα καὶ λίθους καὶ ἐρείπια, καὶ διὰ τὸν Ἀλέξανδρον, ᾧ καὶ ἐνήγισεν ἐν τῷ οἰκήματι ἐν ᾧ ἐτετελευτήκει)—μαθὼν δὲ ταῦτα τόν τε Λού‐

68

.

30

.

2

σιον καὶ τὸν Μάξιμον ἐπὶ τοὺς ἀφεστηκότας ἔπεμψε. καὶ οὗτος μὲν ἀπέθανεν ἡττηθεὶς μάχῃ, Λούσιος δὲ ἄλλα τε πολλὰ κατώρ‐ θωσε καὶ τὴν Νίσιβιν ἀνέλαβε, τήν τε Ἔδεσσαν ἐξεπολιόρκησε καὶ διέφθειρε καὶ ἐνέπρησεν. ἑάλω δὲ καὶ ἡ Σελεύκεια πρός τε Ἐρυκίου
5Κλάρου καὶ πρὸς Ἰουλίου Ἀλεξάνδρου ὑποστρατήγων, καὶ ἐκαύθη.

68

.

30

.

3

Τραϊανὸς δὲ φοβηθεὶς μὴ καὶ οἱ Πάρθοι τι νεοχμώσωσι, βασιλέα αὐτοῖς ἴδιον δοῦναι ἠθέλησε, καὶ ἐς Κτησιφῶντα ἐλθὼν συνεκάλεσεν ἐς πεδίον τι μέγα πάντας μὲν τοὺς Ῥωμαίους πάντας δὲ τοὺς Πάρ‐ θους τοὺς ἐκεῖ τότε ὄντας, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβάς, καὶ με‐
5γαληγορήσας ὑπὲρ ὧν καὶ κατειργάσατο, Παρθαμασπάτην τοῖς Πάρθοις βασιλέα ἀπέδειξε, τὸ διάδημα αὐτῷ ἐπιθείς. Xiph. 239, 16—240, 15 R. St.

75

.

9

.

6

ὅτι τῷ Οὐολογαίσῳ τῷ Σανατρούκου παιδὶ ἀντιπαραταξαμένῳ τοῖς περὶ Σεουῆρον, καὶ διοκωχὴν πρὶν συμμῖξαί σφισιν αἰτήσαντι καὶ λαβόντι, πρέσβεις τε πρὸς αὐτὸν ἀπέστειλε καὶ μέρος τι τῆς Ἀρμενίας ἐπὶ τῇ εἰρήνῃ ἐχαρίσατο. Exc. UR 16 (p. 414).

68

.

31

.

1

μετὰ δὲ ταῦτα ἐς τὴν Ἀραβίαν ἦλθε, καὶ τοῖς Ἀτρηνοῖς, ἐπειδὴ καὶ αὐτοὶ ἀφειστήκεσαν, ἐπεχείρησε. καὶ ἔστι μὲν οὔτε μεγάλη οὔτε εὐδαίμων ἡ πόλις· ἥ τε πέριξ χώρα ἔρημος ἐπὶ πλεῖστόν ἐστι, καὶ οὔθ’ ὕδωρ, ὅ τι μὴ βραχὺ καὶ τοῦτο δυσχερές,

68

.

31

.

2

οὔτε ξύλον οὔτε χιλὸν ἴσχει. καὶ πρός τε αὐτῶν τούτων, ἀδύνατον τὴν προσεδρείαν πλήθει ποιούντων, πρός τε τοῦ Ἡλίου, ᾧπέρ που καὶ ἀνάκειται, ῥύεται· οὔτε γὰρ ὑπὸ Τραϊανοῦ τότε οὔτε ὑπὸ Σεουήρου ὕστερον ἥλω, καίτοι καὶ καταβαλόντων μέρη τινὰ τοῦ

68

.

31

.

3

τείχους αὐτῆς .. Τραϊανὸς δὲ τούς τε ἱππέας πρὸς τὸ τεῖχος προ‐ πέμψας ἐσφάλη, ὥστε καὶ ἐς τὸ στρατόπεδον αὐτοὺς ἐσαραχθῆ‐ ναι, καὶ αὐτὸς παριππεύσας βραχυτάτου ἐδέησε τρωθῆναι, καίπερ τὴν βασιλικὴν στολὴν ἀποθέμενος ἵνα μὴ γνωρισθῇ. τῆς δὲ πο‐
5λιᾶς αὐτοῦ τὸ γαῦρον καὶ τὸ σεμνοπρεπὲς τοῦ προσώπου ἰδόντες ὑπετόπησάν τε εἶναι ὃς ἦν, καὶ ἐπετόξευσαν αὐτῷ, καὶ ἱππέα

68

.

31

.

4

τινὰ τῶν συνόντων οἱ ἀπέκτειναν. ἐγίνοντο δὲ βρονταί, καὶ ἴρι‐ δες ὑπεφαίνοντο, ἀστραπαί τε καὶ ζάλη χάλαζά 〈τε〉 καὶ κεραυνοὶ
τοῖς Ῥωμαίοις ἐνέπιπτον, ὁπότε προσβάλοιεν. καὶ ὁπότε οὖν δειπνοῖεν, μυῖαι τοῖς βρώμασι καὶ τοῖς πώμασι προσιζάνουσαι
5δυσχερείας ἅπαντα ἐνεπίμπλων.

68

.

32

.

1

καὶ Τραϊανὸς μὲν ἐκεῖθεν οὕτως ἀπῆλθε, καὶ οὐ πολλῷ ὕστε‐ ρον ἀρρωστεῖν ἤρχετο· καὶ ἐν τούτῳ οἱ κατὰ Κυρήνην Ἰουδαῖοι, Ἀνδρέαν τινὰ προστησάμενοί σφων, τούς τε Ῥωμαίους καὶ τοὺς Ἕλληνας ἔφθειρον, καὶ τάς τε σάρκας αὐτῶν ἐσιτοῦντο καὶ τὰ ἔν‐
5τερα ἀνεδοῦντο τῷ τε αἵματι ἠλείφοντο καὶ τὰ ἀπολέμματα ἐνε‐

68

.

32

.

2

δύοντο, πολλοὺς δὲ καὶ μέσους ἀπὸ κορυφῆς διέπριον· θηρίοις ἑτέρους ἐδίδοσαν, καὶ μονομαχεῖν ἄλλους ἠνάγκαζον, ὥστε τὰς πάσας δύο καὶ εἴκοσι μυριάδας ἀπολέσθαι. ἔν τε Αἰγύπτῳ πολλὰ ἔδρασαν ὅμοια καὶ ἐν τῇ Κύπρῳ, ἡγουμένου τινός σφισιν
5Ἀρτεμίωνος· καὶ ἀπώλοντο καὶ ἐκεῖ μυριάδες τέσσαρες καὶ εἴ‐

68

.

32

.

3

κοσι. καὶ διὰ τοῦτ’ οὐδενὶ Ἰουδαίῳ ἐπιβῆναι αὐτῆς ἔξεστιν, ἀλλὰ κἂν ἀνέμῳ τις βιασθεὶς ἐς τὴν νῆσον ἐκπέσῃ θανατοῦται. ἀλλ’ Ἰουδαίους μὲν ἄλλοι τε καὶ Λούσιος ὑπὸ Τραϊανοῦ πεμφθεὶς κα‐ τεστρέψατο.

68

.

33

.

1

Τραϊανὸς δὲ παρεσκευάζετο μὲν αὖθις ἐς τὴν Μεσοποταμίαν στρατεῦσαι, ὡς δὲ τῷ νοσήματι ἐπιέζετο, αὐτὸς μὲν ἐς τὴν Ἰτα‐ λίαν ὥρμησε πλεῖν, Πούπλιον δὲ Αἴλιον Ἁδριανὸν ἐν τῇ Συρίᾳ κατέλιπε μετὰ τοῦ στρατοῦ. οὕτω μὲν οἱ Ῥωμαῖοι τῆς τε Ἀρ‐
5μενίας καὶ τῆς Μεσοποταμίας τῆς πλείονος τῶν τε Πάρθων κρα‐

68

.

33

.

2

τήσαντες μάτην ἐπόνησαν καὶ μάτην ἐκινδύνευσαν· καὶ γὰρ καὶ οἱ Πάρθοι τὸν Παρθαμασπάτην ἀπαξιώσαντες ἐν τῷ σφετέρῳ τρόπῳ ἤρξαντο βασιλεύεσθαι. ἐνόσησε δ’ ὁ Τραϊανός, ὡς μὲν αὐτὸς ὑπώπτευσεν, ἐκ φαρμάκου λήψεως, ὡς δέ τινες λέγουσιν, ἐπισχε‐

68

.

33

.

3

θέντος αὐτῷ τοῦ αἵματος ὃ κατ’ ἔτος κάτω διεχώρει· ἐγένετο μὲν γὰρ καὶ ἀπόπληκτος, ὥστε καὶ τοῦ σώματός τι παρεθῆναι, τὸ δ’ ὅλον ὑδρωπίασε. καὶ ἐς Σελινοῦντα τῆς Κιλικίας ἐλθών, ἣν δὴ καὶ Τραϊανούπολιν καλοῦμεν, ἐξαίφνης ἀπέψυξε, μοναρχή‐
5σας ἔτη δεκαεννέα καὶ μῆνας ἓξ ἡμέρας τε πεντεκαίδεκα. Xiph.
240, 15—241, 27 R. St.

69

.

1

.

1

Ἁδριανὸς δὲ ὑπὸ μὲν Τραϊανοῦ οὐκ ἐσεποιήθη· ἦν μὲν γὰρ πολίτης αὐτοῦ καὶ ἐπετροπεύθη ὑπ’ αὐτοῦ, γένους θ’ οἱ ἐκοινώνει καὶ ἀδελφιδῆν αὐτοῦ ἐγεγαμήκει, τό τε σύμπαν συνῆν αὐτῷ καὶ

69

.

1

.

2

συνδιῃτᾶτο, τῇ τε Συρίᾳ ἐπὶ τῷ Παρθικῷ πολέμῳ προσετάχθη, οὐ μέντοι οὔτ’ ἄλλο τι ἐξαίρετον παρ’ αὐτοῦ ἔλαβεν οὔθ’ ὕπατος ἐν πρώτοις ἐγένετο, ἀλλὰ καὶ Καίσαρα αὐτὸν καὶ αὐτοκράτορα τοῦ Τραϊανοῦ ἄπαιδος μεταλλάξαντος ὅ τε Ἀττιανὸς πολίτης αὐτοῦ ὢν
5καὶ ἐπίτροπος γεγονώς, καὶ ἡ Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας, πλησίον

69

.

1

.

3

τε ὄντα καὶ δύναμιν πολλὴν ἔχοντα ἀπέδειξαν. ὁ γὰρ πατήρ μου Ἀπρωνιανός, τῆς Κιλικίας ἄρξας, πάντα τὰ κατ’ αὐτὸν ἐμεμαθήκει σαφῶς, ἔλεγε δὲ τά τε ἄλλα ὡς ἕκαστα, καὶ ὅτι ὁ θάνατος τοῦ Τραϊανοῦ ἡμέρας τινὰς διὰ τοῦτο συνεκρύφθη ἵν’ ἡ ποίησις προ‐

69

.

1

.

4

εκφοιτήσοι. ἐδηλώθη δὲ τοῦτο καὶ ἐκ τῶν πρὸς τὴν βουλὴν γραμ‐ μάτων αὐτοῦ· ταῖς γὰρ ἐπιστολαῖς οὐκ αὐτὸς ἀλλ’ ἡ Πλωτῖνα ὑπέ‐ γραψεν, ὅπερ ἐπ’ οὐδενὸς ἄλλου ἐπεποιήκει.

69

.

2

.

1

ἦν δέ, ὅτε ἀνηγορεύθη αὐτοκράτωρ, Ἁδριανὸς ἐν τῇ μητροπό‐ λει Συρίας Ἀντιοχείᾳ, ἧς ἦρχεν· ἐδόκει δὲ ὄναρ πρὸ τῆς ἡμέρας ἐκείνης πῦρ ἐκ τοῦ οὐρανοῦ, ἔν τε αἰθρίᾳ καὶ ἐν εὐδίᾳ πολλῇ, ἐς τὴν ἀριστερὰν αὐτοῦ σφαγὴν ἐμπεσεῖν, ἔπειτα καὶ ἐπὶ τὴν δεξιὰν

69

.

2

.

2

παρελθεῖν, μήτε ἐκφοβῆσαν αὐτὸν μήτε βλάψαν. ἔγραψε δὲ πρὸς τὴν βουλὴν ὁ Ἁδριανὸς ἀξιῶν βεβαιωθῆναι αὑτῷ τὴν ἡγεμονίαν
καὶ παρ’ ἐκείνης, καὶ ἀπαγορεύων μηδὲν αὐτῷ μήτε τότε μήτε ἄλ‐ λοτε τιμὴν δή τινα φέρον, οἷα εἰώθει γίγνεσθαι, ψηφισθῆναι, πλὴν

69

.

2

.

3

ἄν τι αὐτός ποτε ἀξιώσῃ. τὰ δὲ τοῦ Τραϊανοῦ ὀστᾶ ἐν τῷ κίονι αὐτοῦ κατετέθη, καὶ αἱ θέαι αἱ Παρθικαὶ ὀνομασθεῖσαι ἐπὶ πολλὰ ἔτη ἐγένοντο· ὕστερον γὰρ καὶ αὕτη, ὥσπερ καὶ ἄλλα πολλά, κατ‐ ελύθη. Xiph. 242, 8—243, 5 R. St.
5 ὅτι ὁ Ἁδριανὸς ἐν ἐπιστολῇ τινι ἔγραψε τά τε ἄλλα μεγαλο‐ φρονησάμενος, καὶ ἐπομόσας μήτε τι ἔξω τῶν τῷ δημοσίῳ συμφε‐ ρόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· (ἀλλ’ ὅμως διεβλήθη ἐς πολλά. § 5.) Exc. Val. 293a (p. 713), inde Suidas s. v.
10Ἀδριανός gl. 2.

69

.

2

.

5

Ἁδριανὸς δέ, καίτοι φιλανθρωπότατα ἄρξας, ὅμως διά τινας φόνους ἀρίστων ἀνδρῶν, οὓς ἐν ἀρχῇ τε τῆς ἡγεμονίας καὶ πρὸς τῇ τελευτῇ τοῦ βίου ἐπεποίητο, διεβλήθη, καὶ ὀλίγου διὰ ταῦτ’ οὐδὲ ἐς τοὺς ἥρωας ἀνεγράφη. καὶ οἱ μὲν ἐν τῇ ἀρχῇ φονευθέντες Πάλ‐
5μας τε καὶ Κέλσος Νιγρῖνός τε καὶ Λούσιος ἦσαν, οἱ μὲν ὡς ἐν θήρᾳ δῆθεν ἐπιβεβουλευκότες αὐτῷ, οἱ δὲ ἐφ’ ἑτέροις δή τισιν ἐγκλήμα‐

69

.

2

.

6

σιν, οἷα μεγάλα δυνάμενοι καὶ πλούτου καὶ δόξης εὖ ἥκοντες· ἐφ’ οἷς Ἁδριανὸς οὕτω τῶν λογοποιουμένων ᾔσθετο ὥστε καὶ ἀπελογή‐ σατο καὶ ἐπώμοσε μὴ κεκελευκέναι ἀποθανεῖν αὐτούς. οἱ δὲ ἐν τῇ τελευτῇ Σερουιανός τε ὑπῆρχον καὶ ὁ ἔγγονος αὐτοῦ Φοῦσκος.
5Xiph. 243, 5—15 R. St.

69

.

2

6a

ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις.
Joann. Antioch. fr. 113 Muell. (v. 1. 2).

69

.

3

.

1

ἦν δὲ Ἁδριανὸς γένος μὲν βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἁδριανοῦ Ἄφρου (οὕτω γὰρ ὠνομάζετο), φύσει δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα καὶ πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παν‐

69

.

3

.

2

τοδαπὰ καταλέλοιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστῳ ἐχρῆτο, καὶ κατὰ τοῦτο καὶ τἆλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐκ εἰρηνικὸν καὶ πολεμικὸν

69

.

3

.

3

καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν, ὁ δὲ δὴ φθόνος αὐτοῦ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε συχνοὺς δὲ καὶ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμί‐

69

.

3

.

4

σει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαουωρῖνον τὸν Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς κατα‐ λύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστάς σφων ἐξαίρειν, τοὺς μὲν μηδενὸς τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους

69

.

3

.

5

ὄντας· ὅτε Διονύσιος πρὸς τὸν Ἀουίδιον Ἡλιόδωρον, τὸν τὰς ἐπιστολὰς αὐτοῦ διαγαγόντα, εἰπεῖν λέγεται ὅτι “Καῖσαρ χρήματα μέν σοι καὶ τιμὴν δοῦναι δύναται, ῥήτορα δέ σε ποιῆσαι οὐ δύνα‐

69

.

3

.

6

ται”, καὶ ὁ Φαουωρῖνος μέλλων παρ’ αὐτῷ περὶ τῆς ἀτελείας ἣν ἐν τῇ πατρίδι ἔχειν ἠξίου δικάσασθαι, ὑποτοπήσας καὶ ἐλαττωθήσε‐ σθαι καὶ προσυβρισθήσεσθαι, ἐσῆλθε μὲν ἐς τὸ δικαστήριον, εἶπε δὲ οὐδὲν ἄλλο ἢ ὅτι “ὁ διδάσκαλός μου ὄναρ τῆς νυκτὸς ταύτης
5ἐπιστάς μοι ἐκέλευσε λειτουργεῖν τῇ πατρίδι ὡς καὶ ἐκείνῃ γε‐ γεννημένον”. Xiph. 243, 15—244, 1 R. St., et (usque ad ὄντας v. 4) Exc. Val. 293b (p. 713), inde Suid. s. v. Ἀδριανός, gl. 1.

69

.

4

.

1

Ἁδριανὸς δὲ τούτων μέν, καίπερ ἀχθεσθείς σφισιν, ἐφεί‐ σατο, μηδεμίαν εὔλογον ὀλέθρου κατ’ αὐτῶν ἀφορμὴν λαβών· τὸν δ’ Ἀπολλόδωρον τὸν ἀρχιτέκτονα τὸν τὴν ἀγορὰν καὶ τὸ ᾠδεῖον τό τε γυμνάσιον, τὰ τοῦ Τραϊανοῦ ποιήματα, ἐν τῇ Ῥώμῃ κατα‐

69

.

4

.

2

σκευάσαντα τὸ μὲν πρῶτον ἐφυγάδευσεν, ἔπειτα δὲ καὶ ἀπέκτεινε, λόγῳ μὲν ὡς πλημμελήσαντά τι, τὸ δ’ ἀληθὲς ὅτι τοῦ Τραϊανοῦ κοινουμένου τι αὐτῷ περὶ τῶν ἔργων εἶπε τῷ Ἁδριανῷ παραλαλή‐ σαντί τι ὅτι “ἄπελθε καὶ τὰς κολοκύντας γράφε· τούτων γὰρ οὐδὲν
5ἐπίστασαι”. ἐτύγχανε δὲ ἄρα τότε ἐκεῖνος τοιούτῳ τινὶ γράμματι

69

.

4

.

3

σεμνυνόμενος. αὐτοκρατορεύσας οὖν τότε ἐμνησικάκησε καὶ τὴν παρρησίαν αὐτοῦ οὐκ ἤνεγκεν. αὐτὸς μὲν γὰρ τοῦ τῆς Ἀφροδίτης τῆς τε Ῥώμης ναοῦ τὸ διάγραμμα αὐτῷ πέμψας, δι’ ἔνδειξιν ὅτι καὶ ἄνευ ἐκείνου μέγα ἔργον γίγνεσθαι δύναται, ἤρετο εἰ εὖ ἔχοι τὸ

69

.

4

.

4

κατασκεύασμα· ὁ δ’ ἀντεπέστειλε περί τε τοῦ ναοῦ [καὶ] ὅτι καὶ με‐ τέωρον αὐτὸν καὶ ὑπεκκεκενωμένον γενέσθαι ἐχρῆν, ἵν’ ἔς τε τὴν ἱερὰν ὁδὸν ἐκφανέστερος ἐξ ὑψηλοτέρου εἴη καὶ ἐς τὸ κοῖλον τὰ μη‐ χανήματα ἐσδέχοιτο, ὥστε καὶ ἀφανῶς συμπήγνυσθαι καὶ ἐξ οὐ προ‐
5ειδότος ἐς τὸ θέατρον ἐσάγεσθαι, καὶ περὶ τῶν ἀγαλμάτων ὅτι μεί‐

69

.

4

.

5

ζονα ἢ κατὰ τὸν τοῦ ὕψους τοῦ μεγάρου λόγον ἐποιήθη· “ἂν γὰρ αἱ θεαί” ἔφη “ἐξαναστήσεσθαί τε καὶ ἐξελθεῖν ἐθελήσωσιν, οὐ δυ‐ νηθήσονται”. ταῦτα γὰρ ἄντικρυς αὐτοῦ γράψαντος καὶ ἠγανά‐ κτησε καὶ ὑπερήλγησεν ὅτι καὶ ἐς ἀδιόρθωτον ἁμαρτίαν ἐπεπτώκει,
5καὶ οὔτε τὴν ὀργὴν οὔτε τὴν λύπην κατέσχεν, ἀλλ’ ἐφόνευσεν αὐτόν.

69

.

4

.

6

καὶ οὕτω γε τῇ φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τελευτήσασι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντί‐ μαχον ἀντ’ αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπί‐ σταντο.

69

.

5

.

1

ᾐτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ τὸ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι,
καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε
5τινὸς χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλά, καὶ δήμοις

69

.

5

.

2

καὶ ἰδιώταις καὶ βουλευταῖς τε καὶ ἱππεῦσι, χαρίσασθαι. οὐδὲ γὰρ ἀνέμενεν αἰτηθῆναί τι, ἀλλὰ πάνυ πάντα πρὸς τὴν ἑκάστου χρείαν ἐποίει. καὶ τά τε στρατιωτικὰ ἀκριβέστατα ἤσκησεν, ὥστ’ ἰσχύοντα μήτ’ ἀπειθεῖν μήτε ὑβρίζειν, καὶ τὰς πόλεις τάς τε συμμαχίδας καὶ

69

.

5

.

3

τὰς ὑπηκόους μεγαλοπρεπέστατα ὠφέλησε. πολλὰς μὲν γὰρ καὶ εἶδεν αὐτῶν, ὅσας οὐδεὶς ἄλλος αὐτοκράτωρ, πάσαις δὲ ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ ταῖς δὲ λιμένας σῖτόν τε καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς ἄλλαις ἄλλας διδούς. Xiph. 244, 1—245, 6 R. St.,
5et (p. 226 v. 15—p. 227 v. 2) Exc. Val. 294 (p. 713), inde Suidas s. v. Ἀδριανὸς gl. 4.

69

.

6

.

1

ἦγε δὲ καὶ τὸν δῆμον τῶν Ῥωμαίων ἐμβριθῶς μᾶλλον ἢ θω‐ πευτικῶς· καί ποτε ἰσχυρῶς αἰτοῦντί 〈τι〉 ἐν ὁπλομαχίᾳ οὔτε ἔνειμε, καὶ προσέτι ἐκέλευσε τοῦτο δὴ τὸ τοῦ Δομιτιανοῦ κηρυχθῆναι

69

.

6

.

2

“σιωπήσατε”. οὐκ ἐλέχθη μὲν γάρ· ὁ γὰρ κῆρυξ ἀνατείνας τὴν χεῖρα καὶ ἐξ αὐτοῦ τούτου ἡσυχάσας, ὥσπερ εἰώθασι ποιεῖν (οὐ γὰρ ἔστιν ὁπότε ὑπὸ κηρύγματος σιγάζονται), ἐπειδὴ ἐσιώπησαν, ἔφη “τοῦτ’ ἐθέλει”. καὶ οὐχ ὅτι τινὰ ὀργὴν τῷ κήρυκι ἔσχεν, ἀλλὰ
5καὶ ἐτίμησεν αὐτὸν ὅτι τὴν δυσχέρειαν τοῦ κελεύσματος οὐκ ἐξέ‐

69

.

6

.

3

φησεν. ἔφερε γὰρ τὰ τοιαῦτα, καὶ οὐκ ἠγανάκτει εἴ τι καὶ παρὰ γνώμην καὶ πρὸς τῶν τυχόντων ὠφελοῖτο. ἀμέλει γυναικὸς παριόν‐ τος αὐτοῦ ὁδῷ τινι δεομένης, τὸ μὲν πρῶτον εἶπεν αὐτῇ ὅτι “οὐ σχολάζω”, ἔπειτα ὡς ἐκείνη ἀνακραγοῦσα ἔφη “καὶ μὴ βασίλευε”,
5ἐπεστράφη τε καὶ λόγον αὐτῇ ἔδωκεν.

69

.

7

.

1

ἔπραττε δὲ καὶ διὰ τοῦ βουλευτηρίου πάντα τὰ μεγάλα καὶ
ἀναγκαιότατα, καὶ ἐδίκαζε μετὰ τῶν πρώτων τοτὲ μὲν ἐν τῷ πα‐ λατίῳ τοτὲ δὲ ἐν τῇ ἀγορᾷ τῷ τε Πανθείῳ καὶ ἄλλοθι πολλαχόθι, ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γιγνόμενα. καὶ τοῖς ὑπάτοις
5ἔστιν ὅτε δικάζουσι συνεγίγνετο, ἔν τε ταῖς ἱπποδρομίαις αὐτοὺς

69

.

7

.

2

ἐτίμα. καὶ οἴκαδε ἀνακομιζόμενος ἐν φορείῳ ἐφέρετο, ὅπως μηδένα συνακολουθοῦντά οἱ ἐνοχλοίη. ἐν δὲ ταῖς μήτε ἱεραῖς μήτε δημο‐ σίοις ἡμέραις οἴκοι ἔμενε, καὶ οὐδένα οὐδ’ ὅσον ἀσπάσασθαι προσ‐

69

.

7

.

3

εδέχετο, εἰ μή τι ἀναγκαῖον εἴη, ἵνα μὴ πάνυ ταλαιπωροῖντο. ἀεί τε περὶ ἑαυτὸν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἔξω τοὺς ἀρίστους εἶχε, καὶ συνῆν σφισι καὶ ἐν τοῖς συμποσίοις, καὶ διὰ τοῦτο καὶ τέταρτος πολλάκις ὠχεῖτο. ἐθήρα δὲ ὁσάκις ἐνεδέχετο, καὶ ἠρίστα ἄνευ οἴ‐
5νου· καὶ πλείονα ἐσιτεῖτο· πολλάκις δὲ καὶ δικάζων μεταξὺ τροφῆς μετ‐ ελάμβανεν· ἔπειτα μετὰ πάντων τῶν πρώτων καὶ ἀρίστων ἐδείπνει,

69

.

7

.

4

καὶ ἦν αὐτῷ τὸ συσσίτιον παντοδαπῶν λόγων πλῆρες. τούς τε πάνυ νοσοῦντας φίλους ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συν‐ διῃτᾶτο, τοῖς τε ἀγροῖς καὶ ταῖς οἰκίαις αὐτῶν ἡδέως ἐχρῆτο· ὅθεν καὶ εἰκόνας πολλοῖς μὲν ἀποθανοῦσι πολλοῖς δὲ καὶ ζῶσιν ἐς τὴν
5ἀγορὰν ἔστησεν. οὐ μέντοι οὔτε ἐξύβρισέ τις αὐτῶν οὔτ’ ἀπέδοτό τι οὔθ’ ὧν ἔλεγεν οὔθ’ ὧν ἔπραττεν, οἷα οἵ τε Καισάρειοι καὶ οἱ ἄλλοι οἱ περὶ τοὺς αὐτοκράτορας ἔχοντες ποιεῖν εἰώθασι.

69

.

8

1,1

ταῦτα περί γε τοῦ τρόπου, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, προείρηκα· λέξω δὲ καὶ τὰ καθ’ ἕκαστον, ὅσα ἀναγκαῖόν ἐστι μνημονεύεσθαι. Xiph. 245, 6—246, 8 R. St., et (v. 10—13) Petr. Patr. exc. Vat. 107
(p. 221 Mai. = p. 203, 8—13 Dind.)

69

.

8

1a

ὅτι Ἀλεξανδρέων στασιασάντων οὐκ ἄλλως ἐπαύσαντο, ἕως οὗ ἐπι‐ στολὴν Ἀδριανοῦ ἐδέξαντο ἐπιτιμῶσαν αὐτοῖς· οὕτω που πλέον ἰσχύσει αὐτοκράτορος λόγος τῶν ὅπλων. Petr. Patr. exc. Vat. 108 (p. 221 Mai. = p. 203, 14—17 Dind.)

69

.

8

1,2

ἐλθὼν γὰρ ἐς τὴν Ῥώμην ἀφῆκε τὰ ὀφειλόμενα τῷ τε βασιλικῷ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων, ἑκκαιδεκαετῆ ὁρίσας χρόνον ἀφ’

69

.

8

.

2

οὗ τε καὶ μέχρις οὗ τηρηθήσεσθαι τοῦτ’ ἔμελλεν. ἔν τε τοῖς ἑαυ‐ τοῦ γενεθλίοις προῖκα τῷ δήμῳ τὴν θέαν ἀπένειμε καὶ θηρία πολλὰ ἀπέκτεινεν, ὥστε ἐφάπαξ καὶ λέοντας ἑκατὸν καὶ λεαίνας ἴσας πεσεῖν, καὶ δῶρα διὰ σφαιρίων καὶ ἐν τῷ θεάτρῳ καὶ ἐν τῷ
5ἱπποδρόμῳ χωρὶς μὲν τοῖς ἀνδράσι χωρὶς δὲ ταῖς γυναιξὶ διέρ‐ ριψε· καὶ γὰρ 〈καὶ〉 λοῦσθαι χωρὶς ἀλλήλων αὐτοῖς προσέταξεν.

69

.

8

.

3

ἐν μὲν τῷ ἔτει ἐκείνῳ ταῦτά τε ἐγένετο καὶ ὁ Εὐφράτης ὁ φι‐ λόσοφος ἀπέθανεν ἐθελοντής, ἐπιτρέψαντος αὐτῷ καὶ τοῦ Ἁδριανοῦ

69

.

9

.

1

κώνειον καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν νόσον πιεῖν. Ἁδριανὸς δὲ ἄλ‐ λην ἀπ’ ἄλλης διαπορευόμενος ἐπαρχίαν, τάς τε χώρας καὶ τὰς πό‐ λεις ἐπισκεπτόμενος, καὶ πάντα τὰ φρούρια καὶ τὰ τείχη περισκο‐ πῶν τὰ μὲν ἐς ἐπικαιροτέρους τόπους μεθίστη, τὰ δὲ ἔπαυε, τὰ δὲ

69

.

9

.

2

προσκαθίστατο, αὐτὸς πάντα ἁπλῶς, οὐχ ὅπως τὰ κοινὰ τῶν στρα‐ τοπέδων, ὅπλα λέγω καὶ μηχανὰς καὶ τάφρους καὶ περιβόλους καὶ χαρακώματα, ἀλλὰ καὶ τὰ ἴδια ἑνὸς ἑκάστου, καὶ τῶν ἐν τῷ τεταγ‐ μένῳ στρατευομένων καὶ τῶν ἀρχόντων αὐτῶν, τοὺς βίους τὰς
5οἰκήσεις τοὺς τρόπους, καὶ ἐφορῶν καὶ ἐξετάζων· καὶ πολλά γε ἐς τὸ ἁβρότερον ἐκδεδιῃτημένα καὶ κατεσκευασμένα καὶ μετερρύθμισε

69

.

9

.

3

καὶ μετεσκεύασεν. ἐγύμναζέ τε αὐτοὺς πρὸς πᾶν εἶδος μάχης, καὶ τοὺς μὲν ἐτίμα τοὺς δὲ ἐνουθέτει, πάντας δὲ ἐδίδασκεν ἃ χρὴ ποι‐ εῖν. καὶ ὅπως γε καὶ ὁρῶντες αὐτὸν ὠφελοῖντο, σκληρᾷ τε παντα‐
χοῦ τῇ διαίτῃ ἐχρῆτο, καὶ ἐβάδιζεν ἢ καὶ ἵππευε πάντα, οὐδ’ ἔστιν

69

.

9

.

4

ὁπότε εἴτε ὀχήματος τότε γε εἴτε τετρακύκλου ἐπέβη· οὐδὲ τὴν κεφαλὴν οὐκ ἐν θάλπει, οὐκ ἐν ῥίγει ἐκαλύφθη, ἀλλὰ καὶ ἐν ταῖς χιόσι ταῖς Κελτικαῖς καὶ ἐν τοῖς καύμασι τοῖς Αἰγυπτιακοῖς γυμνῇ αὐτῇ περιῄει. συνελόντι τε εἰπεῖν, οὕτω καὶ τῷ ἔργῳ καὶ τοῖς παρ‐
5αγγέλμασι πᾶν τὸ στρατιωτικὸν δι’ ὅλης τῆς ἀρχῆς ἤσκησε καὶ κατεκόσμησεν ὥστε καὶ νῦν τὰ τότε ὑπ’ αὐτοῦ ταχθέντα νόμον

69

.

9

.

5

σφίσι τῆς στρατείας εἶναι. καὶ διὰ τοῦτο καὶ μάλιστα ἐν εἰρήνῃ τὸ πλεῖστον πρὸς τοὺς ἀλλοφύλους διεγένετο· τήν τε γὰρ παρα‐ σκευὴν αὐτοῦ ὁρῶντες, καὶ μήτε τι ἀδικούμενοι καὶ προσέτι καὶ

69

.

9

.

6

χρήματα λαμβάνοντες, οὐδὲν ἐνεόχμωσαν. οὕτω γὰρ καλῶς ἤσκητο τὸ στρατιωτικὸν αὐτῷ ὥστε καὶ τὸ ἱππικὸν τῶν καλουμένων Βα‐ τάουων τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξαντο· ἃ ὁρῶντες οἱ βάρ‐ βαροι τοὺς μὲν Ῥωμαίους κατεπλήττοντο, τρεπόμενοι δὲ ἐπὶ σφᾶς
5αὐτοὺς ἐχρῶντο αὐτῷ διαιτητῇ τῶν πρὸς ἀλλήλους διαφορῶν.

69

.

10

.

1

ἐποίει δὲ καὶ θέατρα καὶ ἀγῶνας, περιπορευόμενος τὰς πόλεις, ἄνευ τῆς βασιλικῆς μέντοι παρασκευῆς· οὐδὲ γὰρ ἔξω τῆς Ῥώμης ἐχρήσατό ποτε αὐτῇ. τὴν δὲ πατρίδα καίπερ μεγάλα τιμήσας καὶ

69

.

10

.

2

πολλὰ καὶ ὑπερήφανα αὐτῇ δούς, ὅμως οὐκ εἶδε. περὶ μέντοι τὰς θήρας ἐσπουδακέναι λέγεται· καὶ γὰρ καὶ τὴν κλεῖν ἐν ταύταις κατ‐ έαξε καὶ τὸ σκέλος μικροῦ ἐπηρώθη, καὶ πόλιν ἐν τῇ Μυσίᾳ οἰκίσας
Ἁδριανοῦ θήρας αὐτὴν ὠνόμασεν. οὐ μέντοι τι παρὰ τοῦτ’ ἄπρα‐
5κτον τῶν τῇ ἀρχῇ προσηκόντων κατέλιπε. τῆς δὲ περὶ τὰς θήρας σπουδῆς αὐτοῦ καὶ ὁ Βορυσθένης ὁ ἵππος, ᾧ μάλιστα θηρῶν ἠρέ‐ σκετο, σημεῖόν ἐστιν· ἀποθανόντι γὰρ αὐτῷ καὶ τάφον κατεσκεύασε

69

.

10

3,1

καὶ στήλην ἔστησε καὶ ἐπιγράμματα ἐπέγραψεν. ὅθεν οὐ θαυμα‐ στὸν εἰ καὶ τὴν Πλωτῖναν ἀποθανοῦσαν, δι’ ἧς ἔτυχε τῆς ἀρχῆς ἐρώσης αὐτοῦ, διαφερόντως ἐτίμησεν, ὡς καὶ ἐπὶ ἡμέρας ἐννέα με‐ λανειμονῆσαι καὶ ναὸν αὐτῇ οἰκοδομῆσαι καὶ ὕμνους τινὰς ἐς αὐ‐
5τὴν ποιῆσαι. Xiph. 246, 8—247, 28 R. St.

69

.

10

3a

ὅτι τῆς Πλωτίνης ἀποθανούσης ἐπῄνει αὐτὴν Ἀδριανός, λέγων ὅτι “πολλὰ παρ’ ἐμοῦ αἰτήσασα οὐδενὸς ἀπέτυχεν”. τοῦτο δὲ οὐκ ἄλλως ἔλεγεν, ἀλλ’ ὅτι τοιαῦτα ᾔτει οἷα οὔτε ἐβάρει με οὔτε συνεχώρει ἀντ‐ ειπεῖν. Petr. Patr. exc. Vat. 109 (p. 221 Mai. = p. 203, 18—21 Dind.)

69

.

10

3,2

οὕτω δὲ περὶ τὴν θήραν ἐπιδέξιος ἦν ὡς καὶ μέγαν ποτὲ σῦν μιᾷ πληγῇ καθελεῖν.

69

.

11

.

1

ἀφικόμενος δὲ ἐς τὴν Ἑλλάδα ἐπώπτευσε τὰ μυστήρια. διὰ δὲ τῆς Ἰουδαίας μετὰ ταῦτα ἐς Αἴγυπτον παριὼν καὶ ἐνήγισε τῷ Πομπηίῳ· πρὸς ὃν καὶ τουτὶ τὸ ἔπος ἀπορρῖψαι λέγεται τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.

69

.

11

.

2

καὶ τὸ μνῆμα αὐτοῦ διεφθαρμένον ἀνῳκοδόμησεν. ἐν δὲ τῇ Αἰγύπτῳ καὶ τὴν Ἀντινόου ὠνομασμένην ἀνῳκοδόμησε πόλιν. ὁ γὰρ Ἀντίνοος ἦν μὲν ἐκ Βιθυνίου πόλεως Βιθυνίδος, ἣν καὶ Κλαυ‐ διούπολιν καλοῦμεν, παιδικὰ δὲ αὐτοῦ ἐγεγόνει, καὶ ἐν τῇ Αἰ‐
5γύπτῳ ἐτελεύτησεν, εἴτ’ οὖν ἐς τὸν Νεῖλον ἐκπεσών, ὡς Ἁδριανὸς

69

.

11

.

3

γράφει, εἴτε καὶ ἱερουργηθείς, ὡς ἡ ἀλήθεια ἔχει· τά τε γὰρ ἄλλα
περιεργότατος Ἁδριανός, ὥσπερ εἶπον, ἐγένετο, καὶ μαντείαις μαγγανείαις τε παντοδαπαῖς ἐχρῆτο. καὶ οὕτω γε τὸν Ἀντίνοον, ἤτοι διὰ τὸν ἔρωτα αὐτοῦ ἢ ὅτι ἐθελοντὴς ἐθανατώθη (ἑκουσίου
5γὰρ ψυχῆς πρὸς ἃ ἔπραττεν ἐδεῖτο), ἐτίμησεν ὡς καὶ πόλιν ἐν τῷ χωρίῳ, ἐν ᾧ τοῦτ’ ἔπαθε, καὶ συνοικίσαι καὶ ὀνομάσαι ἀπ’ αὐτοῦ.

69

.

11

.

4

καὶ ἐκείνου ἀνδριάντας ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ, μᾶλλον δὲ ἀγάλματα, ἀνέθηκε. καὶ τέλος ἀστέρα τινὰ αὐτός τε ὁρᾶν ὡς καὶ τοῦ Ἀντινόου ὄντα ἔλεγε, καὶ τῶν συνόντων οἱ μυθολογούντων ἡδέως ἤκουεν ἔκ τε τῆς ψυχῆς τοῦ Ἀντινόου ὄντως τὸν ἀστέρα
5γεγενῆσθαι καὶ τότε πρῶτον ἀναπεφηνέναι. διὰ ταῦτά τε οὖν ἐσκώπτετο, καὶ ὅτι Παυλίνῃ τῇ ἀδελφῇ ἀποθανούσῃ παραχρῆμα μὲν οὐδεμίαν τιμὴν ἔνειμεν ... Xiph. 247, 28—248, 17 R. St. et (§ 3. 4) Exc. Val. 295 (p. 714), cf. Suid. s. v. Ἀδρια‐ νός gl. 5 et παιδικά.

69

.

12

.

1

ἐς δὲ τὰ Ἱεροσόλυμα πόλιν αὐτοῦ ἀντὶ τῆς κατασκαφείσης οἰκίσαντος, ἣν καὶ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἐς τὸν τοῦ ναοῦ τοῦ θεοῦ τόπον ναὸν τῷ Διὶ ἕτερον ἀντεγείραντος πόλεμος

69

.

12

.

2

οὔτε μικρὸς οὔτ’ ὀλιγοχρόνιος ἐκινήθη. Ἰουδαῖοι γὰρ δεινόν τι ποιούμενοι τὸ ἀλλοφύλους τινὰς ἐς τὴν πόλιν σφῶν οἰκισθῆναι
καὶ τὸ ἱερὰ ἀλλότρια ἐν αὐτῇ ἱδρυθῆναι, παρόντος μὲν ἔν τε τῇ Αἰγύπτῳ καὶ αὖθις ἐν τῇ Συρίᾳ τοῦ Ἁδριανοῦ ἡσύχαζον, πλὴν
5καθ’ ὅσον τὰ ὅπλα τὰ ἐπιταχθέντα σφίσιν ἧττον ἐπιτήδεια ἐξε‐ πίτηδες κατεσκεύασαν ὡς ἀποδοκιμασθεῖσιν αὐτοῖς ὑπ’ ἐκείνων

69

.

12

.

3

χρήσασθαι, ἐπεὶ δὲ πόρρω ἐγένετο, φανερῶς ἀπέστησαν. καὶ πα‐ ρατάξει μὲν φανερᾷ οὐκ ἐτόλμων διακινδυνεῦσαι πρὸς τοὺς Ῥω‐ μαίους, τὰ δὲ τῆς χώρας ἐπίκαιρα κατελάμβανον καὶ ὑπονόμοις καὶ τείχεσιν ἐκρατύνοντο, ὅπως ἀναφυγάς τε ὁπόταν βιασθῶσιν
5ἔχωσι καὶ παρ’ ἀλλήλους ὑπὸ γῆν διαφοιτῶντες λανθάνωσι, δια‐ τιτράντες ἄνω τὰς ὑπογείους ὁδοὺς ἵνα καὶ ἄνεμον καὶ φέγγος

69

.

13

.

1

ἐσδέχοιντο. καὶ τὸ μὲν πρῶτον ἐν οὐδενὶ αὐτοὺς λόγῳ οἱ Ῥω‐ μαῖοι ἐποιοῦντο· ἐπεὶ δ’ ἥ τε Ἰουδαία πᾶσα ἐκεκίνητο, καὶ οἱ ἁπανταχοῦ γῆς Ἰουδαῖοι συνεταράττοντο καὶ συνῄεσαν, καὶ πολλὰ κακὰ ἐς τοὺς Ῥωμαίους τὰ μὲν λάθρᾳ τὰ δὲ καὶ φανερῶς ἐνε‐

69

.

13

.

2

δείκνυντο, πολλοί τε ἄλλοι καὶ τῶν ἀλλοφύλων ἐπιθυμίᾳ κέρδους σφίσι συνελαμβάνοντο, καὶ πάσης ὡς εἰπεῖν κινουμένης ἐπὶ τούτῳ τῆς οἰκουμένης, τότε δὴ τότε τοὺς κρατίστους τῶν στρατηγῶν ὁ Ἁδριανὸς ἐπ’ αὐτοὺς ἔπεμψεν, ὧν πρῶτος Ἰούλιος Σεουῆρος ὑπῆρ‐

69

.

13

.

3

χεν, ἀπὸ Βρεττανίας ἧς ἦρχεν ἐπὶ τοὺς Ἰουδαίους σταλείς. ὃς ἄν‐ τικρυς μὲν οὐδαμόθεν ἐτόλμησε τοῖς ἐναντίοις συμβαλεῖν, τό τε πλῆθος καὶ τὴν ἀπόγνωσιν αὐτῶν ὁρῶν· ἀπολαμβάνων δ’ ὡς ἑκά‐ στους πλήθει τῶν στρατιωτῶν καὶ τῶν ὑπάρχων, καὶ τροφῆς ἀπείρ‐
5γων καὶ κατακλείων, ἠδυνήθη βραδύτερον μὲν ἀκινδυνότερον δὲ κα‐

69

.

14

.

1

τατρῖψαι καὶ ἐκτρυχῶσαι καὶ ἐκκόψαι αὐτούς. ὀλίγοι γοῦν κομιδῇ περιεγένοντο. καὶ φρούρια μὲν αὐτῶν πεντήκοντα τά γε ἀξιολογώ‐ τατα, κῶμαι δὲ ἐνακόσιαι καὶ ὀγδοήκοντα καὶ πέντε ὀνομαστόταται
κατεσκάφησαν, ἄνδρες δὲ ὀκτὼ καὶ πεντήκοντα μυριάδες ἐσφάγησαν
5ἔν τε ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις (τῶν τε γὰρ λιμῷ καὶ νόσῳ

69

.

14

.

2

καὶ πυρὶ φθαρέντων τὸ πλῆθος ἀνεξερεύνητον ἦν), ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν Ἰουδαίαν ἐρημωθῆναι, καθάπερ που καὶ πρὸ τοῦ πολέμου αὐτοῖς προεδείχθη· τὸ γὰρ μνημεῖον τοῦ Σολομῶντος, ὃν ἐν τοῖς σεβασμίοις οὗτοι ἄγουσιν, ἀπὸ ταὐτομάτου διελύθη τε καὶ
5συνέπεσε, καὶ λύκοι ὕαιναί τε πολλαὶ ἐς τὰς πόλεις αὐτῶν ἐσέπιπτον

69

.

14

.

3

ὠρυόμεναι. πολλοὶ μέντοι ἐν τῷ πολέμῳ τούτῳ καὶ τῶν Ῥωμαίων ἀπώλοντο· διὸ καὶ ὁ Ἁδριανὸς γράφων πρὸς τὴν βουλὴν οὐκ ἐχρή‐ σατο τῷ προοιμίῳ τῷ συνήθει τοῖς αὐτοκράτορσιν, ὅτι “εἰ αὐτοί τε καὶ οἱ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· ἐγὼ καὶ τὰ στρατεύ‐
5ματα ὑγιαίνομεν”.

69

.

14

.

4

τὸν δὲ Σεουῆρον ἐς Βιθυνίαν ἔπεμψεν, ὅπλων μὲν οὐδέν, ἄρ‐ χοντος δὲ καὶ ἐπιστάτου καὶ δικαίου καὶ φρονίμου καὶ ἀξίωμα ἔχοντος δεομένην· ἃ πάντα ἐν ἐκείνῳ ἦν. καὶ ὁ μὲν διήγαγε καὶ διῴκησε καὶ τὰ ἴδια καὶ τὰ κοινὰ αὐτῶν οὕτως ὥσθ’ ἡμᾶς καὶ ἐς
5δεῦρο ἀεὶ αὐτοῦ μνημονεύειν, τῇ δὲ δὴ βουλῇ καὶ τῷ κλήρῳ ἡ Παμφυλία ἀντὶ τῆς Βιθυνίας ἐδόθη. Xiph. 248, 17—249, 27 +
251, 24—27 R. St. [cf. vol. 2 p. VIII], et (§ 4) Exc. Val. 296 (p. 714).

69

.

15

.

1

ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν (εἰσὶ δὲ Μασσαγέται) ἐκινήθη ὑπὸ Φαρασμάνου, καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δ’ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ
5μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσατο. Xiph. 251, 27—252, 1 R. St., Exc. UR 17 (p. 414).

69

.

15

.

2

ὅτι πρεσβευτὰς πεμφθέντας παρὰ τοῦ Οὐολογαίσου καὶ παρὰ τῶν Ἰαζύγων, ἐκείνου μὲν κατηγοροῦντός τινα Φαρασμάνου, τούτων δὲ τὴν εἰρήνην πιστουμένων, ἐς τὸ βουλευτήριον ἐσήγαγε, καὶ παρ’ αὐτοῦ τὰς ἀποκρίσεις ποιήσασθαι ἐπιτραπεὶς συνέγραψέ τε αὐτὰς
5καὶ ἀνέγνω σφίσιν. Exc. UG 55 (p. 407).

69

.

16

.

1

Ἁδριανὸς δὲ τό τε Ὀλύμπιον τὸ ἐν ταῖς Ἀθήναις, ἐν ᾧ καὶ αὐτὸς ἵδρυται, ἐξεποίησε, καὶ δράκοντα ἐς αὐτὸ ἀπὸ Ἰνδίας κομι‐ σθέντα ἀνέθηκε· τά τε Διονύσια, τὴν μεγίστην παρ’ αὐτοῖς ἀρχὴν

69

.

16

.

2

ἄρξας, ἐν τῇ ἐσθῆτι τῇ ἐπιχωρίῳ λαμπρῶς ἐπετέλεσε. τόν τε ση‐ κὸν τὸν ἑαυτοῦ, τὸ Πανελλήνιον ὠνομασμένον, οἰκοδομήσασθαι τοῖς Ἕλλησιν ἐπέτρεψε, καὶ ἀγῶνα ἐπ’ αὐτῷ κατεστήσατο, χρήματά τε πολλὰ καὶ σῖτον ἐτήσιον τήν τε Κεφαλληνίαν ὅλην τοῖς Ἀθηναίοις
5ἐχαρίσατο. ἐνομοθέτησε δὲ ἄλλα τε πολλά, καὶ ἵνα μηδεὶς βουλευ‐

69

.

16

.

3

τὴς μήτ’ αὐτὸς μήτε δι’ ἑτέρου τέλος τι μισθῶται. ἐς δὲ τὴν Ῥώμην ἐλθών, ἐπεὶ ἔν τινι θέᾳ βοῶν ὁ δῆμος ἁρματηλάτην τινὰ ἐλευθερωθῆναι ἐδεῖτο, ἀντεῖπε διὰ πινακίου γραφῆς, εἰπὼν ὅτι “οὐ προσήκει ὑμῖν οὔτε παρ’ ἐμοῦ αἰτεῖν ἵνα ἀλλότριον δοῦλον ἐλευ‐
5θερώσω, οὔτε τὸν δεσπότην αὐτοῦ βιάζεσθαι τοῦτο ποιῆσαι”.

69

.

17

.

1

ἀρξάμενος δὲ νοσεῖν (αἷμα γὰρ εἰώθει μὲν αὐτῷ καὶ πρότερον διὰ τῆς ῥινὸς προχεῖσθαι, τότε δὲ ἰσχυρῶς ἐπλεόνασεν) ἀπεγνώσθη μὲν βιώσεσθαι, καὶ διὰ τοῦτο Κόμμοδον μὲν Λούκιον, καίτοι αἷμα ἐμοῦντα, Καίσαρα Ῥωμαίοις ἀπέδειξε, Σερουιανὸν δὲ καὶ Φοῦσκον
5τὸν ἔγγονον αὐτοῦ ὡς καὶ ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐφόνευσε, τὸν

69

.

17

.

2

μὲν ἐνενηκοντούτην ὄντα τὸν δὲ ὀκτωκαιδεκέτην. πρὶν δὲ ἀποσφα‐ γῆναι, ὁ Σερουιανὸς πῦρ ᾔτησε, καὶ θυμιῶν ἅμα “ὅτι μὲν οὐδὲν
ἀδικῶ” ἔφη “ὑμεῖς ὦ θεοὶ ἴστε· περὶ δὲ Ἁδριανοῦ τοσοῦτον μόνον εὔχομαι, ἵνα ἐπιθυμήσας ἀποθανεῖν μὴ δυνηθῇ”. καὶ μέντοι καὶ
5διετέλεσεν Ἁδριανὸς ἐπὶ πλεῖστον νοσῶν, πολλάκις μὲν ἀποσβῆναι

69

.

17

.

3

εὐξάμενος, πολλάκις δὲ καὶ ἀποκτανεῖν ἑαυτὸν ἐθελήσας. ἔστι γε αὐτοῦ καὶ ἐπιστολὴ αὐτὸ τοῦτο ἐνδεικνυμένη, ὅσον κακόν ἐστιν ἐπι‐ θυμοῦντά τινα ἀποθανεῖν μὴ δύνασθαι. τὸν δὲ Σερουιανὸν τοῦτον Ἁδριανὸς καὶ τῆς αὐταρχίας ἄξιον ἐνόμισεν εἶναι· εἰπὼν γοῦν ποτε
5ἐν συμποσίῳ τοῖς φίλοις ἵνα αὐτῷ δέκα ἄνδρας μοναρχεῖν δυναμέ‐ νους ὀνομάσωσιν, εἶτ’ ὀλίγον ἐπισχὼν ἔφη ὅτι “ἐννέα δέομαι μα‐ θεῖν· τὸν γὰρ ἕνα, τοῦτ’ ἔστι Σερουιανόν, ἔχω”. Xiph. 252, 1—30 R. St.

69

.

18

.

1

γεγόνασι δὲ καὶ ἄλλοι τότε ἄριστοι ἄνδρες, ὧν ἐπιφανέστατοι Τούρβων τε καὶ Σίμιλις ἤστην, οἳ καὶ ἀνδριᾶσιν ἐτιμήθησαν, Τούρ‐
βων μὲν στρατηγικώτατος ἀνήρ, ὃς καὶ ἔπαρχος γεγονώς, εἴτ’ οὖν ἄρχων τῶν δορυφόρων, οὔτε τι ἁβρὸν οὔτε τι ὑπερήφανον ἔπραξεν,

69

.

18

.

2

ἀλλ’ ὡς εἷς τῶν πολλῶν διεβίω. τά τε γὰρ ἄλλα καὶ τὴν ἡμέραν πᾶσαν πρὸς τῷ βασιλείῳ διέτριβε, καὶ πολλάκις καὶ πρὸ μέσων νυ‐ κτῶν πρὸς αὐτὸ ᾔει, ὅτε τινὲς τῶν ἄλλων καθεύδειν ἤρχοντο.

69

.

18

.

3

ἀμέλει καὶ Κορνήλιος Φρόντων ὁ τὰ πρῶτα τῶν τότε Ῥωμαίων ἐν δίκαις φερόμενος, ἑσπέρας ποτὲ βαθείας ἀπὸ δείπνου οἴκαδε ἐπαν‐ ιών, καὶ μαθὼν παρά τινος ᾧ συνηγορήσειν ὑπέσχετο δικάζειν αὐτὸν ἤδη, ἔν τε τῇ στολῇ τῇ δειπνίτιδι, ὥσπερ εἶχεν, ἐς τὸ δικα‐
5στήριον αὐτοῦ ἐσῆλθε καὶ ἠσπάσατο, οὔτι γε τῷ ἑωθινῷ προσρή‐

69

.

18

.

4

ματι τῷ χαῖρε, ἀλλὰ τῷ ἑσπερινῷ τῷ ὑγίαινε χρησάμενος. οἴκοι δὲ ὁ Τούρβων οὔποτε ἡμέρας, οὐδὲ νοσήσας, ὤφθη, ἀλλὰ καὶ πρὸς τὸν Ἁδριανὸν συμβουλεύοντα αὐτῷ ἀτρεμῆσαι, εἶπεν ὅτι τὸν ἔπαρ‐

69

.

19

.

1

χον ἑστῶτα ἀποθνήσκειν δεῖ. ὁ δὲ δὴ Σίμιλις ἡλικίᾳ μὲν καὶ τά‐ ξει προήκων αὐτοῦ ἐν τρόποις οὐδενὸς τῶν πάνυ, ὥς γε ἐγὼ νομίζω, δεύτερος ἦν. ἔξεστι δὲ καὶ ἐξ ὀλιγιστῶν τεκμήρασθαι. τῷ τε γὰρ Τραϊανῷ ἑκατονταρχοῦντα ἔτι αὐτὸν ἐσκαλέσαντί ποτε εἴσω πρὸ τῶν
5ἐπάρχων ἔφη “αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε τῶν ἐπάρχων

69

.

19

.

2

ἔξω ἑστηκότων διαλέγεσθαι”, καὶ τὴν τῶν δορυφόρων ἀρχὴν ἄκων τε ἔλαβε καὶ λαβὼν ἐξίστατο, μόλις τε ἀφεθεὶς ἐν ἀγρῷ ἥσυχος ἐπτὰ ἔτη τὰ λοιπὰ τοῦ βίου διήγαγε, καὶ ἐπί γε τὸ μνῆμα αὑτοῦ τοῦτο ἐπέγραψεν ὅτι “Σίμιλις ἐνταῦθα κεῖται βιοὺς μὲν ἔτη τόσα,
5ζήσας δὲ ἔτη ἑπτά”. Xiph. 252, 30—253, 23 R. St., et (p. 237 v. 13—p. 238 v. 4) Exc. Val. 297, (c. 19, 1) Exc. Val. 298, (c. 19, 2) Exc. Val. 299.

69

.

23

.

4

ὅτι ὁ Φάβιος Ἰούλιος μὴ φέρων τὴν τοῦ υἱέος μαλακίαν, ῥῖ‐ ψαι ἑαυτὸν ἐς τὸν ποταμὸν ἠθέλησεν. Exc. Val. 300 (p. 714).

69

.

20

.

1

Ἁδριανὸς δὲ φθόῃ τε ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως ἐχρῆτο, καὶ ἀπ’ αὐτῆς καὶ ὑδρωπίασεν. ἐπεὶ δὲ συνέβη τὸν Λούκιον τὸν Κόμμοδον ἐξαίφνης ἐγκαταλειφθῆναι ὑπὸ τοῦ αἵματος πολλοῦ τε καὶ ἀθρόου ἐκπεσόντος, συνεκάλεσε τοὺς πρώτους καὶ ἀξιολόγους

69

.

20

.

2

τῶν βουλευτῶν οἴκαδε, καὶ κατακείμενος εἶπεν αὐτοῖς τάδε· “ἐμοί, ὦ ἄνδρες φίλοι, γόνον μὲν οὐκ ἔδωκεν ἡ φύσις ποιήσασθαι, νόμῳ δὲ ὑμεῖς ἐδώκατε. διαφέρει δὲ τοῦτο ἐκείνου, ὅτι τὸ μὲν γεννώμε‐ νον, ὁποῖον ἂν δόξῃ τῷ δαιμονίῳ, γίγνεται, τὸ δὲ δὴ ποιούμενον

69

.

20

.

3

αὐθαίρετόν τις αὐτὸς ἑαυτῷ προστίθεται, ὥστε παρὰ μὲν τῆς φύ‐ σεως ἀνάπηρον καὶ ἄφρονα πολλάκις δίδοσθαί τινι, παρὰ δὲ τῆς κρίσεως καὶ ἀρτιμελῆ καὶ ἀρτίνουν πάντως αἱρεῖσθαι. καὶ διὰ
τοῦτο πρότερον μὲν τὸν Λούκιον ἐξ ἁπάντων ἐξελεξάμην, οἷον οὐδ’

69

.

20

.

4

ἂν εὔξασθαι παῖδα ἠδυνήθην ἐμαυτῷ γενέσθαι· ἐπεὶ δὲ ἐκεῖνον τὸ δαιμόνιον ἡμῶν ἀφείλετο, εὗρον ἀντ’ ἐκείνου αὐτοκράτορα ὑμῖν, ὃν δίδωμι, εὐγενῆ πρᾷον εὔεικτον φρόνιμον, μήθ’ ὑπὸ νεότητος προ‐ πετὲς μήθ’ ὑπὸ γήρως ἀμελὲς ποιῆσαί τι δυνάμενον, ἠγμένον κατὰ
5τοὺς νόμους, ἡγεμονευκότα κατὰ τὰ πάτρια, ὥστε μήτε τι ἀγνοεῖν τῶν ἐς τὴν ἀρχὴν φερόντων καὶ πᾶσιν αὐτοῖς καλῶς δύνασθαι χρή‐

69

.

20

.

5

σασθαι. λέγω δὲ Αὐρήλιον Ἀντωνῖνον τουτονί· ὃν εἰ καὶ τὰ μά‐ λιστα οἶδα ἀπραγμονέστατόν τε ἀνδρῶν ὄντα καὶ πόρρω τοιαύτης ἐπιθυμίας καθεστηκότα, ἀλλ’ οὔτι γε καὶ ἀφροντιστήσειν οἴομαι οὔτε ἐμοῦ οὔτε ὑμῶν, ἀλλὰ καὶ ἄκοντα τὴν ἀρχὴν ὑποδέξεσθαι”.

69

.

21

.

1

οὕτω μὲν ὁ Ἀντωνῖνος αὐτοκράτωρ ἐγένετο· ἐπεὶ δὲ ἦν ἄπαις ἀρρένων παίδων, τόν τε Κομμόδου υἱὸν Κόμμοδον ἐσεποίησεν αὐτῷ καὶ ἔτι πρὸς τούτῳ Μᾶρκον Ἄννιον Οὐῆρον, βουληθεὶς ἐπὶ πλεῖστον καὶ τοὺς μετὰ ταῦτα αὐταρχήσοντας ἀποδεῖξαι. ἦν δὲ οὗτος ὁ
5Ἄννιος [ὁ] Μᾶρκος, ὁ Κατίλιος πρότερον ὀνομαζόμενος, Ἀννίου

69

.

21

.

2

Οὐήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ πολιαρχήσαντος ἔγγονος. καὶ ἀμφοτέρους μὲν ἐσποιήσασθαι τῷ Ἀντωνίνῳ ἐκέλευε, προετίμησε δὲ τὸν Οὐῆρον διά τε τὴν συγγένειαν αὐτοῦ καὶ διὰ τὴν ἡλικίαν, καὶ ὅτι φύσιν ψυχῆς ἐρρωμενεστάτην ἤδη ὑπέφαινεν· ἀφ’ οὗ καὶ Οὐη‐
5ρίσσιμον αὐτόν, πρὸς τὴν τοῦ Ῥωμαϊκοῦ ῥήματος ἔννοιαν κομψευό‐ μενος, ἀπεκάλει.

69

.

22

.

1

Ἁδριανὸς δὲ μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκενοῦτό ποτε τοῦ ὑγροῦ, πάλιν δ’ αὐτοῦ διὰ ταχέος ἐπίμπλατο. ἐπεὶ οὖν πρὸς τὸ χεῖρον ἀεὶ ἐπεδίδου καὶ καθ’ ἑκάστην τρόπον τινὰ ἡμέραν ἀπώλ‐ λυτο, ἀποθανεῖν ἐπεθύμησε, καὶ ᾔτει μὲν πολλάκις καὶ φάρμακον

69

.

22

.

2

καὶ ξίφος, ἐδίδου δὲ οὐδείς. ὡς δ’ οὖν οὐδεὶς αὐτῷ καίτοι χρή‐ ματα καὶ ἄδειαν ὑπισχνουμένῳ ὑπήκουε, μετεπέμψατο Μάστορα ἄνδρα βάρβαρον Ἰάζυγα, ᾧ αἰχμαλώτῳ γενομένῳ πρὸς τὰς θήρας
διά τε ἰσχὺν καὶ δι’ εὐτολμίαν ἐκέχρητο, καὶ τὰ μὲν ἀπειλῶν αὐτῷ
5τὰ δὲ ὑπισχνούμενος ἠνάγκασεν αὐτὸν ἐπαγγείλασθαι τὴν σφαγήν.

69

.

22

.

3

καί τι καὶ χωρίον ὑπὸ τὸν μαστόν, πρὸς Ἑρμογένους τοῦ ἰατροῦ ὑποδειχθέν, χρώματί τινι περιέγραψεν, ὅπως κατ’ αὐτὸ πληγεὶς καιρίαν ἀλύπως τελευτήσῃ. ἐπεὶ δ’ οὐδὲ τοῦτο αὐτῷ προεχώρησεν (ὁ γὰρ Μάστωρ φοβηθεὶς τὸ πρᾶγμα καὶ ἐκπλαγεὶς ὑπεχώρησε),
5πολλὰ μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ ὠδύρατο πολλὰ δὲ καὶ ἐπὶ τῇ οὐκ

69

.

22

.

4

ἐξουσίᾳ, ὅτι μὴ οἷός τ’ ἦν ἑαυτὸν ἀναχρήσασθαι, καίτοι τοὺς ἄλ‐ λους ἔτι καὶ τότε δυνάμενος· καὶ τέλος τῆς τε ἀκριβείας τῆς κατὰ τὴν δίαιταν ἀπέσχετο, καὶ ταῖς μὴ προσηκούσαις ἐδωδαῖς καὶ πο‐ τοῖς χρώμενος ἐτελεύτησε, λέγων καὶ βοῶν τὸ δημῶδες, ὅτι πολλοὶ
5ἰατροὶ βασιλέα ἀπώλεσαν.

69

.

23

.

1

ἔζησε δὲ ἔτη μὲν δύο καὶ ἑξήκοντα μῆνας δὲ πέντε καὶ ἡμέρας ἐννεακαίδεκα, καὶ ἐμονάρχησεν ἔτη εἴκοσι καὶ μῆνας ἕνδεκα. ἐτάφη δὲ πρὸς αὐτῷ τῷ ποταμῷ, πρὸς τῇ γεφύρᾳ τῇ Αἰλίᾳ· ἐνταῦθα γὰρ τὸ μνῆμα κατεσκευάσατο. τὸ γὰρ τοῦ Αὐγούστου ἐπεπλήρωτο,
5καὶ οὐκέτι οὐδεὶς ἐν αὐτῷ ἐτέθη. Xiph. 253, 23—255, 13 R. St.

69

.

23

.

2

οὗτος ἐμισήθη μὲν ὑπὸ τοῦ δήμου, καίτοι τἆλλα ἄριστα αὐ‐ τῶν ἄρξας, διά τε τοὺς πρώτους καὶ τοὺς τελευταίους φόνους ἅτε καὶ ἀδίκως καὶ ἀνοσίως γενομένους, ἐπεὶ οὕτω γε ἥκιστα φονικὸς ἐγένετο ὥστε καὶ προσκρουσάντων αὐτῷ τινων ἀρκοῦν νομίζειν τὸ
5ταῖς πατρίσιν αὐτῶν αὐτὸ τοῦτο γράψαι, ὅτι αὐτῷ οὐκ ἀρέσκουσιν.

69

.

23

.

3

εἴ τέ τινα τῶν τέκνα ἐχόντων ὀφλῆσαι πάντως τι ἔδει, ἀλλ’ οὖν πρός γε τὸν ἀριθμὸν τῶν παίδων καὶ τὰς τιμωρίας αὐτῶν ἐπεκούφιζεν. οὐ μέντοι ἀλλ’ ἡ γερουσία ἐπὶ πολὺ ἀντέσχε, τὰς τιμὰς μὴ ψη‐ φίσασθαι ἐθέλουσα, καὶ αἰτιωμένη τινὰς τῶν ἐπ’ αὐτοῦ πλεονα‐
5σάντων καὶ διὰ τοῦτο τιμηθέντων, οὓς καὶ κολασθῆναι ἔδει. Xiph.
255, 14—19 R. St., et Exc. Val. 301 (p. 714).

70

.

1

.

1

Ἰστέον ὅτι τὰ περὶ τοῦ Ἀντωνίνου τοῦ Εὐσεβοῦς ἐν τοῖς ἀντιγράφοις τοῦ Δίωνος οὐχ εὑρίσκεται, παθόντων τι ὡς εἰκὸς τῶν βιβλίων, ὥστε ἀγνοεῖ‐ σθαι τὴν κατ’ αὐτὸν ἱστορίαν σχεδὸν σύμπασαν, πλὴν ὅτι τοῦ Λουκίου Κο‐ μόδου, ὃν ὁ Ἀδριανὸς ἐποιήσατο, πρὸ τοῦ Ἀδριανοῦ τελευτήσαντος οὗτος παρ’

70

.

1

.

2

ἐκείνου καὶ ἐποιήθη καὶ αὐτοκράτωρ ἐγένετο (cf. 69, 20), καὶ ὅτι μὴ βουλο‐ μένης τῆς γερουσίας τὰς ἡρωικὰς τιμὰς δοῦναι τῷ Ἁδριανῷ τελευ‐ τήσαντι διά τινας φόνους ἐπιφανῶν ἀνδρῶν, ὁ Ἀντωνῖνος ἄλλα τε πολλὰ δακρύων καὶ ὀδυρόμενος αὐτοῖς διελέχθη, καὶ τέλος εἶπεν
5“οὐδὲ ἐγὼ ἄρα ὑμῶν ἄρξω, εἴγε ἐκεῖνος καὶ κακὸς καὶ ἐχθρὸς ὑμῖν

70

.

1

.

3

καὶ πολέμιος ἐγένετο· πάντα γὰρ δῆλον ὅτι τὰ πραχθέντα ὑπ’ αὐτοῦ, ὧν ἓν καὶ ἡ ἐμὴ ποίησίς ἐστι, καταλύσετε”. ἀκούσασα δὲ τοῦτο ἡ γερουσία καὶ αἰδεσθεῖσα τὸν ἄνδρα, τὸ δέ τι καὶ τοὺς στρατιώτας φοβηθεῖσα, ἀπέδωκε τᾷ Ἁδριανῷ τὰς τιμάς.

70

.

2

.

1

ταῦτα μόνα περὶ τοῦ Ἀντωνίνου ἐν τῷ Δίωνι σώζεται, καὶ ὅτι Αὔ‐ γουστον αὐτὸν καὶ Εὐσεβῆ διὰ τοιαύτην αἰτίαν ἐπωνόμασεν ἡ βουλή,
ἐπειδὴ ἐν τῇ ἀρχῇ τῆς αὐτοκρατορίας αὐτοῦ πολλῶν αἰτιαθέντων καί τινων καὶ ὀνομαστὶ ἐξαιτηθέντων ὅμως οὐδένα ἐκόλασεν, εἰπὼν
5ὅτι “οὐ δεῖ με ἀπὸ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξα‐ σθαι”. Xiph. 256, 6—28 R. St.

69

.

15

.

3

ὅτι Φαρασμάνῃ τῷ Ἴβηρι ἐς τὴν Ῥώμην μετὰ τῆς γυναικὸς ἐλθόντι τήν τε ἀρχὴν ἐπηύξησε καὶ θῦσαι ἐν τῷ Καπιτωλίῳ ἐφῆ‐ κεν, ἀνδριάντα τε ἐπὶ ἵππου ἐν τῷ Ἐνυείῳ ἔστησε, καὶ γυμνασίαν αὐτοῦ τε καὶ τοῦ υἱέος τῶν τε ἄλλων πρώτων Ἰβήρων ἐν ὅπλοις
5εἶδεν. Exc. UG 56 (p. 407).

69

.

15

.

2

οὐ σώζεται δὲ οὐδὲ τοῦ μετὰ Ἀντωνῖνον ἄρξαντος Μάρκου Βήρου τὰ πρῶτα τῶν ἱστορουμένων, ὅσα περὶ τὸν Λούκιον τὸν τοῦ Κομόδου υἱόν, ὃν ὁ Μάρκος γαμβρὸν ἐποιήσατο, ἔπραξεν οὗτος αὐτός, καὶ ὅσα οὗτος εἰς τὸν κατὰ Οὐολογαίσου πόλεμον ὑπὸ τοῦ πενθεροῦ πεμφθεὶς ἔδρασε. διὸ βραχέα
5περὶ τούτων ἐξ ἑτέρων ἀναλεξάμενος βιβλίων ἐρῶ· εἶθ’ οὕτως ἐπὶ τὰ ἑξῆς τοῦ Δίωνος μεταβήσομαι.

70

.

3

.

1

ὁ γὰρ Ἀντωνῖνος ὁμολογεῖται παρὰ πάντων καλός τε καὶ ἀγαθὸς γενέ‐ σθαι, καὶ οὔτε τῶν ἄλλων ὑπηκόων τισὶ βαρὺς οὔτε Χριστιανοῖς ἐπαχθής, ἀλλὰ πολλήν τινα τούτοις νέμων αἰδώ, καὶ τῇ τοῦ Ἀδριανοῦ τιμῇ, ἣν ἐκεῖνος

70

.

3

.

2

ἐτίμα Χριστιανούς, προστιθείς. ὁ γὰρ τοῦ Παμφίλου Εὐσέβιος καὶ ἐπιστολάς τινας τοῦ Ἀδριανοῦ ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ παρατίθεται, ἐν αἷς ἐκεῖνος δείκνυται τοῖς λυποῦσί τι ἢ κατηγοροῦσι τῶν Χριστιανῶν δεινὰ ἀπει‐

70

.

3

.

3

λῶν, καὶ τὸν Ἡρακλέα ἐπομνύμενος ὡς τεύξονται τιμωρίας. λέγεται δὲ ὁ Ἀν‐ τωνῖνος ζητητικὸς γενέσθαι, καὶ μηδὲ περὶ τὰ μικρὰ καὶ τὰ τυχόντα τῆς ἀκρι‐ βολογίας ἀφίστασθαι· ὅθεν αὐτὸν οἱ σκώπτοντες καὶ κυμινοπρίστην ἐκά‐ λουν. Κοδρᾶτος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν
5ἡδίστην αὐτῷ κατ’ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι. Xiph. 256, 28‐
257, 14 R. St.

70

.

4

.

1

ἐπὶ τοῦ Ἀντωνίνου λέγεται καὶ φοβερώτατος περὶ τὰ μέρη τῆς Βι‐ θυνίας καὶ τοῦ Ἑλλησπόντου σεισ‐ μὸς γενέσθαι, καὶ ἄλλας τε πό‐
5λεις καμεῖν ἰσχυρῶς καὶ πεσεῖν ὁλοσχερῶς, καὶ ἐξαιρέτως τὴν Κύ‐ ζικον, καὶ τὸν ἐν αὐτῇ ναὸν μέγι‐ στόν τε καὶ κάλλιστον ναῶν ἁπάν‐

70

.

4

.

2

των καταρριφῆναι, ᾧ τετράοργοι μὲν πάχος οἱ κίονες ἦσαν, ὕψος δὲ πεντήκοντα πηχέων, ἕκαστος πέ‐ τρας μιᾶς, καὶ τἆλλα τὰ ἐν αὐτῷ
5ἕκαστον θαυμάσαι πλέον ἢ ἐπαινέ‐ σαι. περὶ δὲ τὴν μεσόγειον ἄνω κο‐ ρυφῆς ὄρους διαστάσης θαλάσσιόν φασιν ἐκχυθῆναι κῦμα, ἐπὶ πολύ τε τῆς γῆς ἐλθεῖν ῥιπιζομένην τὴν
10ἄχνην ἀκράτου καὶ διαυγοῦς θα‐ λάσσης. Xiph. 257, 14—23 R. St.

71

.

1

1,1

περὶ μὲν οὖν τοῦ Ἀντωνίνου τό γε νῦν ἔχον τοσαῦτα, ἦρξε δὲ εἴκοσι καὶ
τέσσαρα ἔτη. Xiph. 257, 23. 24 R. St.

71

.

1

1,2

Μάρκος δὲ Ἀντωνῖνος ὁ φιλόσοφος ἐπειδὴ τοῦ ποιησαμένου αὐτὸν τελευ‐ τήσαντος Ἀντωνίνου τὴν ἀρχὴν ἔσχε, προσειλήφει ἐς κοινωνίαν τοῦ κράτους

71

.

1

.

2

εὐθὺς τὸν τοῦ Λουκίου Κομόδου υἱὸν Λούκιον Βῆρον. αὐτὸς μὲν γὰρ ἀσθε‐ νὴς ἦν τῷ σώματι καὶ τὰ πολλὰ λόγοις ἐσχόλαζε (λέγεται γὰρ καὶ αὐτο‐ κράτωρ ὢν μὴ αἰδεῖσθαι μηδὲ ὀκνεῖν ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ προσιέναι τῷ ἐκ Βοιωτῶν φιλοσόφῳ, καὶ ἐς ἀκρόασιν τῶν ῥητορικῶν Ἑρμο‐

71

.

1

.

3

γένους λόγων μὴ ὀκνῆσαι παραγενέσθαι· προσέκειτο δὲ τοῖς ἐκ τῆς στοᾶς μά‐ λιστα δόγμασιν), ὁ δὲ Λούκιος ἔρρωτό τε καὶ νεώτερος ἦν, τοῖς στρατιωτικοῖς τε ἔργοις καταλληλότερος. ὅθεν καὶ γαμβρὸν αὐτὸν ἐπὶ τῇ θυγατρὶ Λουκίλλᾳ

71

.

2

.

1

ὁ Μάρκος ποιήσας εἰς τὸν πρὸς Πάρθους ἔπεμψε πόλεμον. ὁ γὰρ Οὐολό‐ γαισος πολέμου ἦρξε, καὶ στρατόπεδόν τε ὅλον Ῥωμαϊκὸν τὸ ὑπὸ Σεβη‐ ριανῷ τεταγμένον ἐν τῇ Ἐλεγείᾳ, χωρίῳ τινὶ τῆς Ἀρμενίας, περισχὼν πάν‐ τοθεν αὐτοῖς ἡγεμόσι κατετόξευσε καὶ διέφθειρε, καὶ τῆς Συρίας ταῖς

71

.

2

.

2

πόλεσι πολὺς ἐπῄει καὶ φοβερός. ὁ οὖν Λούκιος ἐλθὼν ἐς Ἀντιόχειαν καὶ πλείστους στρατιώτας συλλέξας, καὶ τοὺς ἀρίστους τῶν ἡγεμόνων ὑφ’ ἑαυτὸν ἔχων, αὐτὸς μὲν ἐν τῇ πόλει ἐκάθητο διατάττων ἕκαστα καὶ τὰς
τοῦ πολέμου χορηγίας ἀθροίζων, Κασσίῳ δὲ τὰ στρατεύματα ἐπέτρεψεν.

71

.

2

.

3

καὶ ὃς ἐπι‐ όντα τε τὸν Οὐολόγαι‐ σον γενναί‐
5ως ὑπέμει‐ νε, καὶ τέ‐ λος ἐγκα‐ ταλειφθέν‐ τα ὑπὸ τῶν
10συμμάχων καὶ ὀπίσω ἀναχωρή‐ σαντα ἐπε‐ δίωξε, μέ‐
15χρι τε Σε‐
λευκείας καὶ Κτησι‐ φῶντος ἤ‐ λασε, καὶ
20τήν τε Σε‐ λεύκειαν διέφθειρεν ἐμπρήσας, καὶ τὰ τοῦ
25Οὐολογαί‐ σου βασί‐ λεια τὰ ἐν τῇ Κτησι‐ φῶντι κατ‐
30έσκαψεν. ἔν

71

.

2

.

4

γε μὴν τῇ ὑποστροφῇ πλείστους τῶν στρα‐
5τιωτῶν ὑπὸ λιμοῦ καὶ νόσου ἀπέ‐ βαλεν, ἀπε‐ νόστησε δ’
10ὅμως ἐς τὴν
Συρίαν με‐ τὰ τῶν λοι‐ πῶν στρα‐ τιωτῶν.
15καὶ ὁ μὲν Λούκιος τούτοις ἐπεκυδαίνετο καὶ μέγα ἐφρόνει, οὐ μὴν αὐτῷ καὶ τὰ τῆς

71

.

3

1,1

ἄκρας εὐτυχίας ἐς ἀγαθόν τι ἀπέβη· λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πεν‐ θερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι.
Xiph. 258, 9—259, 10 R. St.

71

.

3

1,2

τὸν μέντοι Κάσσιον ὁ Μᾶρκος τῆς Ἀσίας ἁπάσης ἐπιτρο‐ πεύειν ἐκέλευσεν. αὐτὸς δὲ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰά‐ ζυξί τε καὶ Μαρκομάνοις, ἄλλοτε ἄλλοις χρόνον συχνὸν ὡς εἰπεῖν δι’ ὅλου τοῦ βίου, τὴν Παννονίαν ἔχων ὁρμητήριον, ἐπολέμησε.
5Xiph. 259, 10—13 R. St.

71

.

3

1a

ὅτι Λαγγιοβάρδων καὶ Ὀβίων ἑξακισχιλίων τὸν Ἴστρον περαιωθέν‐ των τῶν περὶ Βίνδικα ἱππέων ἐξελασάντων καὶ τῶν ἀμφὶ Κάνδιδον πεζῶν ἐπιφθασάντων, εἰς παντελῆ φυγὴν οἱ βάρβαροι ἐτράποντο, ἐφ’ οἷς οὕτω πραχθεῖσιν ἐν δέει καταστάντες ἐκ πρώτης ἐπιχειρήσεως οἱ
5βάρβαροι, πρέσβεις παρὰ Ἰάλλιον Βάσσον τὴν Παννονίαν διέποντα στέλ‐ λουσι, Βαλλομάριόν τε τὸν βασιλέα Μαρκομάνων καὶ ἑτέρους δέκα, κατ’ ἔθνος ἐπιλεξάμενοι ἕνα. καὶ ὅρκοις τὴν εἰρήνην οἱ πρέσβεις πιστωσάμενοι οἴκαδε χωροῦσιν. Petr. Patr. exc. de leg.G 6 (Hoesch. p. 15 = fr. 6 Muell. Fragm. hist. gr. 4 p. 186).

71

.

3

.

2

πολλοὶ δὲ καὶ τῶν ὑπὲρ τὸν Ῥῆνον Κελτῶν μέχρι τῆς Ἰτα‐ λίας ἤλασαν, καὶ πολλὰ ἔδρασαν ἐς τοὺς Ῥωμαίους δεινά· οἷς ὁ Μᾶρκος ἀντεπιὼν Πομπηιανόν τε καὶ Περτίνακα τοὺς ὑποστρα‐ τήγους ἀντικαθίστη. καὶ ἠρίστευσεν ὁ Περτίναξ, ὅστις καὶ ὕστε‐
5ρον αὐτοκράτωρ ἐγένετο. ἐν μέντοι τοῖς νεκροῖς τῶν βαρβάρων

71

.

3

.

3

καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. καίτοι δὲ ἰσχυροτάτου
ἀγῶνος καὶ λαμπρᾶς νίκης γεγενημένης, ὅμως ὁ αὐτοκράτωρ αἰτηθεὶς παρὰ τῶν στρατιωτῶν οὐκ ἔδωκε χρήματα, αὐτὸ τοῦτο εἰπὼν ὅτι ὅσῳ ἂν πλεῖόν τι παρὰ τὸ καθεστηκὸς λάβωσι, τοῦτ’
5ἐκ τοῦ αἵματος τῶν τε γονέων σφῶν καὶ τῶν συγγενῶν ἐσπεπρά‐

71

.

3

.

4

ξεται· περὶ γάρ τοι τῆς αὐταρχίας ὁ θεὸς μόνος κρίνειν δύναται. οὕτω καὶ σωφρόνως καὶ ἐγκρατῶς αὐτῶν ἦρχεν, ὥστε καίπερ ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις ὢν μηδὲν ἔξω τοῦ προσή‐ κοντος μήτ’ ἐκ κολακείας μήτ’ ἐκ φόβου ποιῆσαι. Xiph. 259, 13‐
526 R. St.

71

.

11

.

1

ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος ἐν τῇ Παννονίᾳ κατέμεινεν, ἵνα καὶ ταῖς τῶν βαρβάρων πρεσβείαις χρηματίζῃ. πολλοὶ γὰρ καὶ τότε πρὸς αὐτὸν ἦλθον, οἱ μὲν συμμαχίας ὑπισχνούμενοι, ὧν ἡγεῖτο Βαττάριος παῖς ἐτῶν δώδεκα, καὶ χρήματά τε ἔλαβον, καὶ Τάρβον
5δυνάστην πλησιόχωρόν σφων, ἔς τε τὴν Δακίαν ἐλθόντα καὶ ἀρ‐ γύριον αἰτοῦντα, ἀπειλοῦντά τε πολεμήσειν εἰ μὴ λάβοι, ἀνεῖρξαν·

71

.

11

.

2

οἱ δὲ εἰρήνην αἰτούμενοι, ὥσπερ οἱ Κούαδοι, καὶ ἔτυχόν γε αὐτῆς, ἵνα τε ἀπὸ τῶν Μαρκομάνων ἀπο‐ σπασθῶσι, καὶ ὅτι ἵππους καὶ
5βοῦς πολλὰς ἔδωκαν, τούς τε αὐ‐ τομόλους πάντας καὶ τοὺς αἰχμα‐ λώτους, πρότερον μὲν ἐς μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ τοὺς λοιποὺς ἀποδώσειν ὑπέσχοντο.

71

.

11

.

3

οὐ μέντοι καὶ τῆς ἐπιμιξίας τῆς ἐν ταῖς ἀγοραῖς ἔτυχον, ἵνα μὴ καὶ οἱ Μαρκομάνοι οἵ τε Ἰάζυγες, οὓς οὔτε δέξεσθαι οὔτε διή‐ σειν διὰ τῆς χώρας ὠμωμόκεσαν, ἅμα μιγνύωνταί σφισι καὶ ὡς Κούαδοι καὶ αὐτοὶ ὄντες τά τε τῶν Ῥωμαίων κατασκέπτωνται καὶ
5τὰ ἐπιτήδεια ἀγοράζωσιν. οὗτοί τε οὖν πρὸς τὸν Μᾶρκον ἀφί‐ κοντο, καὶ ἕτεροι συχνοὶ παραδώσοντες ἑαυτοὺς οἱ μὲν κατὰ γένη

71

.

11

.

4

οἱ δὲ καὶ κατὰ ἔθνη ἐπρεσβεύσαντο. καὶ αὐτῶν οἱ μὲν ἐστρατεύ‐ σαντο ἄλλοσέ ποι πεμφθέντες, ὥσπερ καὶ τῶν ἁλισκομένων τῶν τε αὐτομολούντων 〈οἱ〉 δυνάμενοι, οἱ δὲ καὶ γῆν οἱ μὲν ἐν Δακίᾳ οἱ δὲ ἐν Παννονίᾳ οἱ δὲ Μυσίᾳ καὶ Γερμανίᾳ τῇ τε Ἰταλίᾳ αὐτῇ

71

.

11

.

5

ἔλαβον. καὶ αὐτῶν ἐν Ῥαβέννῃ τινὲς οἰκοῦντες ἐνεωτέρισαν, ὥστε καὶ τὴν πόλιν κατασχεῖν τολμῆσαι. καὶ διὰ τοῦτ’ οὐκέτ’ ἐς τὴν Ἰταλίαν οὐδένα τῶν βαρβάρων ἐσήγαγεν, ἀλλὰ καὶ τοὺς προαφιγ‐ μένους ἐξῴκισεν. Exc. UG 57 (p. 407), inde Suid. l. l.

71

.

11

.

6

ὅτι ἦλθον καὶ Ἄστιγγοι καὶ Λάκριγγοι εἰς βοήθειαν τοῦ Μάρκου. Petr. Patr. exc. de leg.G 8 (Hoesch. p. 16 = fr. 7 Muell. Fragm. hist. gr. 4
p. 186).

71

.

12

.

1

ὅτι Ἄστιγγοι, ὧν Ῥᾶός τε καὶ Ῥάπτος ἡγοῦντο, ἦλθον μὲν ἐς τὴν Δακίαν οἰκῆσαι ἐλπίδι τοῦ καὶ χρήματα καὶ χώραν ἐπὶ συμμαχίᾳ λήψεσθαι, μὴ τυχόντες δὲ αὐτῶν παρακατέθεντο τὰς γυ‐ ναῖκας καὶ τοὺς παῖδας τῷ Κλήμεντι ὡς καὶ τὴν τῶν Κοστουβώκων
5χώραν τοῖς ὅπλοις κτησόμενοι, νικήσαντες δὲ ἐκείνους καὶ τὴν Δα‐

71

.

12

.

2

κίαν οὐδὲν ἧττον ἐλύπουν. δείσαντες δὲ οἱ Λάκριγγοι μὴ καὶ ὁ Κλήμης φοβηθείς σφας ἐς τὴν γῆν ἣν αὐτοὶ ἐνῴκουν ἐσαγάγῃ, ἐπέθεντο αὐτοῖς μὴ προσδεχομένοις καὶ πολὺ ἐκράτησαν, ὥστε μη‐ δὲν ἔτι πολέμιον τοὺς Ἀστίγγους πρὸς τοὺς Ῥωμαίους πρᾶξαι,
5πολλὰ δὲ δὴ τὸν Μᾶρκον ἱκετεύσαντας χρήματά τε παρ’ αὐτοῦ λαβεῖν καὶ χώραν γε ἀπαιτῆσαι, ἄν γέ τι κακὸν τοὺς τότε πολε‐

71

.

12

.

3

μοῦντάς οἱ δράσωσι. καὶ οὗτοι μὲν ἔπραξάν τι ὧν ὑπέσχοντο, Κοτινοὶ δὲ ἐπηγγείλαντο 〈μὲν〉 αὐτοῖς ὅμοια, Ταρρουτήνιον δὲ Πά‐ τερνον τὸν τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διὰ χειρὸς ἔχοντα παραλαβόντες ὡς καὶ ἐπὶ τοὺς Μαρκομάνους αὐτῷ συστρατεύσοντες
5οὐ μόνον οὐκ ἐποίησαν τοῦτο, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον δεινῶς ἐκά‐
κωσαν, καὶ μετὰ ταῦτα ἀπώλοντο. Exc. UG 58 (p. 408).

71

.

3

.

5

τῶν δὲ Μαρκομάνων εὐτυχησάντων ἔν τινι μάχῃ καὶ τὸν Οὐίνδικα τὸν Μᾶρκον ἔπαρχον ὄντα ἀποκτεινάντων, τούτῳ μὲν τρεῖς ἀνδριάντας ἔστησε, κρατήσας δὲ αὐτῶν Γερμανικὸς ὠνομά‐ σθη· Γερμανοὺς γὰρ τοὺς ἐν τοῖς ἄνω χωρίοις οἰκοῦντας ὀνομά‐
5ζομεν.

71

.

4

.

1

καὶ οἱ καλούμενοι δὲ Βουκόλοι κατὰ τὴν Αἴγυπτον κινηθέντες καὶ τοὺς ἄλλους Αἰγυπτίους προσαποστήσαντες ὑπὸ ἱερεῖ τινι [καὶ] Ἰσιδώρῳ, πρῶτον μὲν ἐν γυναικείοις στολαῖς τὸν ἑκατόνταρχον τῶν Ῥωμαίων ἠπατηκότες ὡς δὴ γυναῖκες τῶν Βουκόλων καὶ χρυσία
5δώσουσαι αὐτῷ ὑπὲρ τῶν ἀνδρῶν προσιόντα σφίσι κατέκοψαν, καὶ τὸν συνόντα αὐτῷ καταθύσαντες ἐπί τε τῶν σπλάγχνων αὐτοῦ

71

.

4

.

2

συνώμοσαν καὶ ἐκεῖνα κατέφαγον· ἦν δὲ Ἰσίδωρος ἀνδρίᾳ πάντων τῶν καθ’ ἑαυτὸν ἄριστος· ἔπειτα ἐκ παρατάξεως τοὺς ἐν Αἰγύπτῳ Ῥωμαίους νικήσαντες μικροῦ καὶ τὴν Ἀλεξάνδρειαν εἷλον, εἰ μὴ Κάσσιος ἐκ Συρίας πεμφθεὶς ἐπ’ αὐτούς, καὶ στρατηγήσας ὥστε
5τὴν πρὸς ἀλλήλους σφῶν ὁμόνοιαν λῦσαι καὶ ἀπ’ ἀλλήλων ἀποχω‐ ρίσαι (διὰ γὰρ τὴν ἀπόνοιαν καὶ τὸ πλῆθος αὐτῶν οὐκ ἐθάρρησε συμβαλεῖν ἀθρόοις αὐτοῖς), οὕτω δὴ στασιάσαντας ἐχειρώσατο.

71

.

5

.

1

ἐν δὲ τῷ πολέμῳ τοῦ Μάρκου τῷ πρὸς τοὺς Γερμανούς, ἵνα καὶ ταῦτα μνήμης ἀξιωθείη, μειράκιον μὲν αἰχμάλωτον ἐρωτηθέν τι ὑπ’ αὐτοῦ “οὐ δύναμαι” ἔφη “ἀποκρίνασθαί σοι ὑπὸ τοῦ ῥίγους· ὥστε εἴ τι μαθεῖν ἐθέλεις, κέλευσόν μοι ἱματίδιόν τι, εἴγε ἔχεις, δο‐

71

.

5

.

2

θῆναι·” στρατιώτης δέ τις νυκτὸς φυλακὴν τοῦ Ἴστρου ποιούμενος,
καί τινα βοὴν ἐκ τῆς περαίας συστρατιωτῶν ἑαλωκότων ἀκούσας, διενήξατό τε εὐθὺς ὥσπερ εἶχε, καὶ λύσας αὐτοὺς ἀνεκομίσθη. Xiph. 259, 26—160, 6; 249, 27—250, 7 R. St. [cf. vol. 2 p. VIII sq.].
5 ἦν δὲ τῷ Μάρ‐ κῳ ὁ Ῥοῦφος ὁ Βασ‐
10σαῖος ἔ‐ παρχος, τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευ‐ τος δὲ ὑπ’ ἀγροικίας, καὶ τὰ πρῶτά γε τοῦ βίου ἐν πενίᾳ

71

.

5

.

3

τραφείς· ἀναδενδράδα δέ πο‐ τε αὐτὸν κλῶντα ἀνέλαβέ τις, καὶ ἐπειδή γε μὴ εὐθὺς ἅμα τῷ πρώτῳ κελεύσματι κατέβη,
5ἐπετίμησεν αὐτῷ καὶ ἔφη “ἄγε, ἔπαρχε, κατάβηθι”. τοῦτο γὰρ ὡς καὶ πρὸς ὑπερηφανοῦντα καὶ τεταπεινωμένον αὐτὸν εἶπεν· ὅπερ ἡ τύχη μετὰ ταῦτα αὐτῷ ἔδωκεν. Xiph. 250, 7—14 R. St.

71

.

6

.

1

ὁ δ’ αὐτοκράτωρ ὁσάκις ἀπὸ τοῦ πολέμου σχολὴν ἦγεν, ἐδί‐ καζε, καὶ ὕδωρ πλεῖστον τοῖς ῥήτορσι μετρεῖσθαι ἐκέλευε, τάς τε
πύστεις καὶ τὰς ἀνακρίσεις ἐπὶ μακρότερον ἐποιεῖτο, ὥστε παντα‐ χόθεν τὸ δίκαιον ἀκριβοῦν. καὶ κατὰ τοῦτο καὶ ἕνδεκα πολλάκις καὶ
5[ἐν] δώδεκα ἡμέραις τὴν αὐτὴν δίκην, καίπερ νυκτὸς ἔστιν ὅτε δικά‐

71

.

6

.

2

ζων, ἔκρινε. φιλόπονος γὰρ ἦν, καὶ ἀκριβῶς πᾶσι τοῖς τῇ ἀρχῇ προσήκουσι προσεφέρετο, καὶ οὐδὲν ἐν παρέργῳ οὔτε ἔλεγεν οὔτε ἔγραφεν οὔτε ἐποίει, ἀλλ’ ἔστιν ὅτε καὶ περὶ τοῦ βραχυτάτου ἡμέ‐ ρας ὅλας ἀνήλισκεν, οὐκ ἀξιῶν τὸν αὐτοκράτορα ἐξ ἐπιδρομῆς τι
5πράττειν· καὶ γὰρ ἐνόμιζεν ὅτι κἂν ἐλάχιστόν τι παρίδῃ, διαβολὴν

71

.

6

.

3

αὐτῷ τοῦτο καὶ ἐπὶ τὰ ἄλλα πάντα οἴσει. καίτοι οὕτως ἀσθενὴς τῷ σώματι ἐγένετο ὥστε μήτε τὸ ψῦχος τήν γε πρώτην ὑπομεῖναι, ἀλλὰ καὶ πρὶν διαλεχθῆναι τοῖς στρατιώταις συνεληλυθόσιν ἤδη κατὰ τὸ παρηγγελμένον ἀναχωρῆσαι, καὶ τροφὴν βραχυτάτην, καὶ

71

.

6

.

4

ταύτην ἐν νυκτὶ ἀεί, λαμβάνειν. οὐ γὰρ ἔστιν ὅ τι μεθ’ ἡμέραν πλὴν τοῦ φαρμάκου τοῦ θηριακοῦ καλουμένου ἐσιτεῖτο. ἐλάμβανε δὲ τοῦ φαρμάκου οὐχ οὕτως ὅτι ἐδεδίει τι, ὡς ὅτι τοῦ τε στομάχου καὶ τοῦ θώρακος φαύλως εἶχε· καί φασιν ὅτι δι’ ἐκεῖνο ἀνταρκεῖν
5πρός τε τἆλλα καὶ πρὸς τοῦτο ἐδύνατο.

71

.

7

.

1

τοὺς δὲ Ἰάζυγας οἱ Ῥωμαῖοι ἔν τε τῇ γῇ [ποτε] τότε καὶ μετὰ τοῦτο καὶ ἐν τῷ ποταμῷ ἐνίκησαν. λέγω δὲ οὐχ ὅτι ναυμαχία τις ἐγένετο, ἀλλ’ ὅτι διὰ τοῦ Ἴστρου πεπηγότος φεύγουσί σφισιν ἐπακο‐

71

.

7

.

2

λουθήσαντες καὶ ἐκεῖ ὡς ἐν ἠπείρῳ ἐμαχέσαντο. αἰσθόμενοι γὰρ οἱ Ἰάζυγες ὅτι ἐπιδιώκονται, ὑπέστησαν αὐτοὺς ἐλπίσαντες ῥᾳδίως ἅτε καὶ ἀήθεις τοῦ κρυστάλλου ὄντας κατεργάσεσθαι, καὶ οἱ μὲν κατὰ πρόσωπον αὐτοῖς συνέρραξαν, οἱ δὲ ἐκ τῶν πλαγίων παριππεύσαν‐
5τες· οἱ γὰρ ἵπποι σφῶν δεδιδαγμένοι καὶ ἐν τῷ τοιούτῳ θεῖν

71

.

7

.

3

ἀσφαλῶς ἦσαν. ἰδόντες δὲ τοῦτο οἱ Ῥωμαῖοι οὐκ ἐφοβήθησαν ἀλλὰ συστραφέντες καὶ πᾶσιν ἅμα αὐτοῖς ἀντιμέτωποι γενόμενοι τάς τε ἀσπίδας οἱ πλείους ἔθηκαν, καὶ τὸν ἕτερον πόδα ἐπ’ αὐτῶν, ὅπως ἧττον ὀλισθαίνωσιν, ἀπερείσαντες ἐδέξαντό σφας προσπεσόν‐
5τας, καὶ ἀντιλαμβανόμενοι οἱ μὲν τῶν χαλινῶν οἱ δὲ τῶν ἀσπίδων

71

.

7

.

4

τῶν τε κοντῶν ἐπεσπῶντο αὐτούς, κἀκ τούτου συμπλεκόμενοι κατ‐ έβαλλον καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους· ἐκ γάρ τοι τῆς βίας
οὐκέτ’ ἀντέχειν πρὸς τὸν ὄλισθον ἐδύναντο. ὠλίσθαινον μὲν γὰρ καὶ οἱ Ῥωμαῖοι· ἀλλ’ εἴθ’ ὕπτιός τις αὐτῶν ἔπεσε, συνεφείλκετο
5τὸν ἀντίπαλον καὶ τοῖς ποσὶν ἐς τοὐπίσω ἀνερρίπτει ὥσπερ ἐν πάλῃ,

71

.

7

.

5

καὶ οὕτως ἐπάνωθεν αὐτοῦ ἐγίγνετο· εἴτε καὶ ἐπὶ στόμα, κατελάμ‐ βανεν αὐτὸν προκαταπίπτοντα αὐτῷ τῷ στόματι. οἱ γὰρ βάρβαροι καὶ ἄπειροι τοιουτοτρόπου ἀγωνίας 〈καὶ〉 κουφότεροι ὄντες οὐχ οἷοί τε ἦσαν ἀντέχειν, ὥστε καὶ ἀπὸ πολλῶν ὀλίγοι διέφυγον. Xiph.
5250, 7—251, 22 R. St.

71

.

13

.

1

ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μᾶρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος· ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν ὁ Μᾶρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς,

71

.

13

.

2

ἐπίπαν ἐξελεῖν ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάνους πρότερον, ὡς ἔτι ἐπο‐ λέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτ’ ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους
5πάντας ἀπέδοσαν ἀλλ’ ὀλίγους, καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν

71

.

13

.

3

οὔτε ἐς ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δ’ οὖν τινας καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ τούς γε συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσι. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες Ἀριόγαισον αὐτοὶ ἐφ’ ἑαυτῶν βασιλέα

71

.

13

.

4

σφίσιν ἐστήσαντο. καὶ τούτοις διὰ ταῦτα ὁ αὐτοκράτωρ οὔτε ἐκεῖ‐ νον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνε‐ νεώσατο. Exc. UG 59 (p. 409).

71

.

14

.

1

ὅτι τῷ Ἀριογαίσῳ ὁ Μᾶρκος οὕτω χαλεπῶς ἔσχεν ὥστε καὶ ἐπικηρῦξαι ἵνα, ἂν μέν τις ζῶντα αὐτὸν ἀγάγῃ, χιλίους, ἂν δὲ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ ἀποδείξῃ, πεντακοσίους χρυσοῦς λάβῃ, καίτοι τά τε ἄλλα ἀεί ποτε φιλανθρώπως καὶ τοῖς πολεμιω‐

71

.

14

.

2

τάτοις χρώμενος, καὶ Τιριδάτην σατράπην τά τε ἐν τῇ Ἀρμενίᾳ ταράξαντα καὶ τὸν τῶν Ἡνιόχων βασιλέα ἀποσφάξαντα, τῷ τε Οὐήρῳ ἐπιτιμῶντί οἱ περὶ τούτων τὸ ξίφος ἐπανατεινάμενον, μὴ κτείνας ἀλλ’ ἐς Βρεττανίαν πέμψας. οὕτω μὲν οὖν τότε ἐπ’ αὐτὸν
5παρωξύνθη, οὐ μέντοι καὶ κακόν τι ἁλόντα μετὰ ταῦτα ἔδρασεν, ἀλλ’ ἐς Ἀλεξάνδρειαν ἀπέστειλεν. Exc. V. 304 (p. 717).

71

.

8

.

1

Μαρκομάνους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις Μᾶρκος ὑπέταξεν· ἐπὶ δὲ τοὺς καλουμένους Κουάδους καὶ πόλεμος αὐτῷ συνέστη μέγας καὶ νίκη παράδοξος εὐτυχήθη, μᾶλλον δὲ παρὰ θεοῦ ἐδωρήθη. κινδυνεύσαντας γὰρ ἐν τῇ μάχῃ

71

.

8

.

2

τοὺς Ῥωμαίους παραδοξότατα τὸ θεῖον ἐξέσωσε. κυκλωσάντων γὰρ αὐτοὺς τῶν Κουάδων ἐν τόποις ἐπιτηδείοις συνασπίσαντες οἱ Ῥωμαῖοι προθύμως ἠγωνίζοντο, καὶ οἱ βάρβαροι τὴν μὲν μάχην ἐπέσχον, προσδοκήσαντές σφας ῥᾳδίως ὑπό τε τοῦ καύματος καὶ
5ὑπὸ τοῦ δίψους αἱρήσειν, πάντα δὲ τὰ πέριξ διαλαβόντες ἀπέφρα‐ ξαν, ὅπως μηδαμόθεν ὕδωρ λάβωσι· πολὺ γὰρ καὶ τῷ πλήθει

71

.

8

.

3

περιῆσαν. τῶν οὖν Ῥωμαίων ἐν παντὶ κακοῦ καὶ ἐκ τοῦ καμάτου καὶ ἐκ τῶν τραυμάτων τοῦ τε ἡλίου καὶ τοῦ δίψους γενομένων,
καὶ μήτε μάχεσθαι διὰ ταῦτα μήτε χωρῆσαί πῃ δυναμένων, ἀλλ’ ἔν τε τῇ τάξει καὶ τοῖς τόποις ἑστηκότων καὶ κατακαιομένων,
5νέφη πολλὰ ἐξαίφνης συνέδραμε καὶ ὑετὸς πολὺς οὐκ ἀθεεὶ κατερ‐

71

.

8

.

4

ράγη· καὶ γάρ τοι λόγος ἔχει Ἀρνοῦφίν τινα μάγον Αἰγύπτιον συνόντα τῷ Μάρκῳ ἄλλους τέ τινας δαίμονας καὶ τὸν Ἑρμῆν τὸν ἀέριον ὅτι μάλιστα μαγγανείαις τισὶν ἐπικαλέσασθαι καὶ δι’ αὐτῶν τὸν ὄμβρον ἐπισπάσασθαι.

71

.

9

.

1

ταῦτα μὲν περὶ τούτων ὁ Δίων φησίν, ἔοικε δὲ ψεύδεσθαι, εἴτε ἑκὼν εἴτε ἄκων. οἶμαι δὲ τὸ πλέον ἑκών· καὶ πῶς γὰρ οὔ, ὅστις οὐκ ἠγνόει τὸ τάγμα τῶν στρατιωτῶν τὸ κεραυνοβόλον ἰδίως καλούμενον (ἐν γὰρ τῷ τῶν λοιπῶν

71

.

9

.

2

καταλόγῳ καὶ αὐτοῦ μνημονεύει), ὅπερ ἀπ’ οὐδεμιᾶς ἑτέρας αἰτίας (οὐδὲ γὰρ ἄλλη τις λέγεται) ἢ ἀπὸ τοῦ κατὰ τόνδε συμβάντος τὸν πόλεμον οὕτω προσηγο‐ ρεύθη. ὃ καὶ αἴτιον τότε τοῖς τε Ῥωμαίοις τῆς σωτηρίας ἐγένετο καὶ τοῖς βαρβάροις τῆς ἀπωλείας, ἀλλ’ οὐχ ὁ Ἀρνοῦφις ὁ μάγος· οὐδὲ γὰρ μάγων συν‐

71

.

9

.

3

ουσίαις καὶ γοητείαις ὁ Μάρκος χαίρειν ἱστόρηται. ἔστι δὲ ὃ λέγω τοιοῦτον. τάγμα ἦν τῷ Μάρκῳ (καλοῦσι δὲ τὸ τάγμα οἱ Ῥωμαῖοι λεγεῶνα) τῶν ἀπὸ Μελιτηνῆς στρατιωτῶν· εἰσὶ δὲ τὸν Χριστὸν πρεσβεύοντες ἅπαντες. ἐν οὖν τῇ μάχῃ ἐκείνῃ προσιόντα τῷ Μάρκῳ τὸν ἔπαρχον, ἀμηχανοῦντι πρὸς τὴν

71

.

9

.

4

περίστασιν καὶ δεδιότι περὶ σύμπαντι τῷ στρατῷ, εἰπεῖν λέγεται ὡς οἱ καλού‐ μενοι Χριστιανοὶ οὐκ ἔστιν ὅ τι οὐ δύνανται ταῖς εὐχαῖς, καὶ ὅτι παρὰ σφίσι τάγμα ὅλον τυγχάνει ὂν τούτου τοῦ γένους. τὸν οὖν Μάρκον ἀκούσαντα πα‐

71

.

9

.

5

ρακλήσει χρήσασθαι πρὸς αὐτοὺς ὡς ἂν εὔξωνται τῷ σφετέρῳ θεῷ, εὐξα‐ μένων δὲ αὐτῶν παραχρῆμα ἐπακούσαντα τὸν θεὸν τοὺς μὲν πολεμίους κε‐ ραυνῷ βαλεῖν, τοὺς δὲ Ῥωμαίους ὄμβρῳ παραμυθήσασθαι· ἐφ’ οἷς καταπλαγέντα τὸν Μάρκον ἰσχυρῶς τούς τε Χριστιανοὺς κατὰ δόγμα τιμῆσαι καὶ τὴν λεγεῶνα

71

.

9

.

6

κεραυνοβόλον προσαγορεῦσαι. λέγεται δὲ καὶ ἐπιστολήν τινα περὶ τούτων εἶναι τοῦ Μάρκου. ἀλλ’ οἱ Ἕλληνες, ὅτι μὲν τὸ τάγμα κεραυνοβόλον λέγεται, ἴσασι καὶ αὐτοὶ μαρτυροῦσι, τὴν δὲ αἰτίαν τῆς προσηγορίας ἥκιστα λέγουσι.

71

.

10

.

1

προστίθησι δὲ ὁ Δίων ὅτι τοῦ ὄμβρου καταρραγέντος πρῶτον μὲν ἄνω πάντες ἀνέκυπτον καὶ ἐς τὰ στόματα αὐτὸν ἐδέχοντο, ἔπειτα οἱ μὲν τὰς ἀσπίδας οἱ δὲ καὶ τὰ κράνη ὑποβάλλοντες αὐτοί τε χανδὸν ἔσπων καὶ τοῖς ἵπποις πίνειν ἐδίδοσαν, καὶ τῶν βαρβά‐

71

.

10

.

2

ρων σφίσιν ἐπιδραμόντων ἔπινόν τε ὁμοῦ καὶ ἐμάχοντο, καὶ ἤδη γέ τινες τιτρωσκόμενοι τό τε αἷμα περιχεόμενον ἐς τὰ κράνη καὶ τὸ ὕδωρ ἅμα ἀνερρόφουν. κἂν ἔπαθόν τι δεινὸν ὑπὸ τῶν πολεμίων ἐπικειμένων αὐτοῖς, περὶ τὸ πίνειν οἱ πλείους ἠσχολημένοι, εἰ μὴ
5χάλαζα ἰσχυρὰ καὶ κεραυνοὶ οὐκ ὀλίγοι τοῖς πολεμίοις ἐνέπεσον.

71

.

10

.

3

ἦν οὖν ὁρᾶν ἐν τῷ αὐτῷ χωρίῳ ὕδωρ τε ἅμα καὶ πῦρ ἐκ τοῦ οὐ‐ ρανοῦ φερόμενα· καὶ οἱ μὲν ὑγραίνοντό τε καὶ ἔπινον, οἱ δὲ ἐπυ‐ ροῦντο καὶ ἔθνησκον. καὶ οὔτε τῶν Ῥωμαίων τὸ πῦρ ἥπτετο, ἀλλ’ εἴ που καὶ προσέμιξέ σφισιν, εὐθὺς ἐσβέννυτο· οὔτε τοὺς βαρβάρους
5ὁ ὑετὸς ὠφέλει, ἀλλὰ καὶ ἐπὶ μᾶλλον τὴν φλόγα αὐτῶν ὥσπερ

71

.

10

.

4

ἔλαιον ἤγειρεν, ὕδωρ τε ὑόμενοι ἐζήτουν. καὶ οἱ μὲν ἑαυτοὺς ἐτί‐ τρωσκον ὡς καὶ τῷ αἵματι τὸ πῦρ κατασβέσοντες, οἱ δὲ καὶ πρὸς τοὺς Ῥωμαίους προσέτρεχον ὡς καὶ μόνους σωτήριον ὕδωρ ἔχον‐ τας· ἠλέησε γοῦν αὐτοὺς καὶ ὁ Μᾶρκος. παρὰ δὲ τῶν στρατιω‐

71

.

10

.

5

τῶν τὸ ἕβδομον αὐτοκράτωρ προσηγορεύθη. καίπερ δὲ οὐκ εἰω‐ θώς, πρὶν τὴν βουλὴν ψηφίσασθαι, τοιοῦτόν τι προσίεσθαι, ὅμως ἐδέξατό τε αὐτὸ ὡς καὶ παρὰ θεοῦ λαμβάνων, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν.
5ἡ μέντοι Φαυστῖνα μήτηρ τῶν στρατοπέδων ἐπεκλήθη. Xiph.
251, 22—24 + 260, 6—262, 5 R. St. [cf. vol. 2 p. VIII sq.].

71

.

22

.

1

τοῦ δὲ Περτίνακος ἐπὶ ταῖς ἀνδραγαθίαις ὑπατείαν λαβόντος, ὅμως ἦσαν οἳ νεμεσῶντες ἐπὶ τῷ εἶναι αὐτὸν τὸ γένος ἐξ ἀφανῶν
5τὸ τῆς τραγῳδίας ἐπέλεγον, “τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξερ‐ γάζεται”, οὐκ εἰδότες ὅτι καὶ μοναρχήσει. Xiph. 262, 5—9 R. St.

71

.

15

.

1

ὅτι τοῖς Μαρκομάνοις πρεσβεύσασιν, ὅτι πάντα τὰ προστα‐ χθέντα σφίσι χαλεπῶς μὲν καὶ μόλις, ἐποίησαν δ’ οὖν, τό τε ἥμισυ τῆς χώρας τῆς μεθορίας ἀνῆκεν, ὥστε αὐτοὺς ὀκτώ που καὶ τριά‐ κοντα σταδίους ἀπὸ τοῦ Ἴστρου ἀποικεῖν, καὶ τὰ χωρία τάς τε
5ἡμέρας τῆς ἐπιμιξίας ἀφώρισε (πρότερον γὰρ οὐ διεκέκριντο), τούς
τε ὁμήρους ἠλλάξατο. Exc. UG 60 (p. 410).

71

.

16

.

1

ὅτι οἱ Ἰάζυγες κακωθέντες ἐς ὁμολογίαν ἦλθον, αὐτοῦ Ζαν‐ τικοῦ τὸν Ἀντωνῖνον ἱκετεύσαντος. πρότερον μὲν γὰρ τὸν Βανά‐ δασπον τὸν δεύτερόν σφων βασιλέα ἔδησαν, ὅτι διεκηρυκεύσατο αὐτῷ· τότε δὲ πάντες οἱ πρῶτοι μετὰ τοῦ Ζαντικοῦ ἦλθον, καὶ
5συνέθεντο τὰ αὐτὰ τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις, πλὴν καθ’ ὅσον τὸ διπλάσιον αὐτῶν ἀπὸ τοῦ Ἴστρου ἀποικήσειν ἤμελλον.

71

.

16

.

2

ὁ γὰρ αὐτοκράτωρ ἤθελε μὲν [καὶ] αὐτοὺς καὶ παντάπασιν ἐκκόψαι· ὅτι γὰρ καὶ τότε ἔτι ἔρρωντο καὶ ὅτι μεγάλα τοὺς Ῥωμαίους κακὰ ἔδρασαν, ἐξ ἐκείνου κατεφάνη 〈ὅτι〉 τῶν τε αἰχμαλώτων μυριάδας δέκα ἀπέδοσαν, οὓς μετὰ πολλοὺς μὲν πραθέντας πολλοὺς δὲ τε‐
5λευτήσαντας πολλοὺς δὲ καὶ φυγόντας εἶχον, καὶ ἱππέας εὐθὺς ὀκτακισχιλίους ἐς συμμαχίαν οἱ παρέσχον, ἀφ’ ὧν πεντακισχιλίους καὶ πεντακοσίους ἐς Βρεττανίαν ἔπεμψεν. Exc. UG 61 (p. 410).

71

.

17

.

1

ὅτι ὁ Κάσσιος καὶ ἡ Συρία νεοχμώσαντες ἠνάγκασαν καὶ παρὰ γνώμην τὸν Μᾶρκον Ἀντωνῖνον τοῖς Ἰάζυξι συμβῆναι· οὕτω γὰρ πρὸς τὰ ἀγγελθέντα ἐξεπλάγη ὥστε μηδὲ ἐπιστεῖλαι τῷ συνεδρίῳ τὰς αἱρέσεις ἐφ’ αἷς αὐτοῖς συνηλλάγη, καθάπερ ἐπὶ τῶν ἄλλων
5ἐποίει. Exc. UG 62 (p. 410).
6n[Xiphilinus]

71

.

22

.

2

τοῦ δὲ Κασσίου κατὰ τὴν Συρίαν νεωτερίσαντος σφόδρα ἐκπλαγεὶς ὁ Μᾶρκος τὸν Κόμ‐ μοδον τὸν υἱὸν ἐκ τῆς Ῥώμης,
5ὡς καὶ ἐς ἐφήβους ἤδη τελεῖν
6n[Xiphilinus]
7δυνάμενον, μετεπέμψατο. ὁ δὲ δὴ Κάσσιος Σύρος μὲν ἐκ τῆς Κύρου ἦν, ἀνὴρ δὲ ἄριστος ἐγέ‐
10νετο, καὶ ὁποῖον ἄν τις αὐτοκρά‐ τορα ἔχειν εὔξαιτο, πλὴν καθ’ ὅσον Ἡλιοδώρου τινὸς ἀγαπητῶς ἐς τὴν τῆς Αἰγύπτου ἡγεμονίαν ἐξ ἐμπειρίας ῥητορικῆς προχω‐

71

.

22

.

3

ρήσαντος υἱὸς ἦν. τοῦτο δὲ δὴ δεινῶς ἥμαρτεν ὑπὸ Φαυστίνης ἀπατηθείς· αὕτη γὰρ τὸν ἄνδρα ἀρρωστήσαντα (ἦν δὲ τοῦ Εὐσε‐
5βοῦς Ἀντωνίνου θυγάτηρ) προσ‐ δοκήσασα ὅσον οὐκ ἤδη τελευτή‐ σειν, ἐφοβήθη μὴ τῆς ἀρχῆς ἐς ἄλλον τινά, ἅτε τοῦ Κομμόδου καὶ νέου καὶ ἁπλουστέρου τοὺς τρό‐
10πους ὄντος, περιελθούσης ἰδιω‐ τεύσῃ, καὶ ἔπεισε τὸν Κάσσιον δι’ ἀπορρήτων παρασκευάσασθαι ἵν’, ἄν τι ὁ Ἀντωνῖνος πάθῃ, καὶ αὐτὴν καὶ τὴν αὐταρχίαν λάβῃ.

71

.

23

.

1

ταῦτ’ οὖν αὐτῷ διανοουμένῳ ἀγγε‐
λία ἦλθε τὸν Μᾶρκον τεθνηκέναι,
3n[Xiphilinus]
4οἷά που φιλεῖ τοιαῦτα ἐπὶ τὸ χεῖ‐
5ρον ἀεὶ θρυλεῖσθαι· καὶ εὐθύς, οὐκ ἀναμείνας αὐτὴν ἀκριβῶσαι, ἔφεσιν τῆς ἀρχῆς ἐποιήσατο ὡς καὶ πρὸς τῶν στρατιωτῶν τῶν ἐν τῇ Παννονίᾳ τότε ὄντων προκε‐

71

.

23

.

2

χειρισμένος. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἐς μακρὰν τἀληθὲς ἔμαθεν, ὅμως ἐπειδήπερ ἅπαξ ὑπεκεκινήκει οὐ μετεβάλετο, ἀλλὰ τά τε ἐντὸς τοῦ Ταύρου πάντα διὰ βραχέος προσεποιήσατο καὶ

71

.

23

.

3

παρεσκευάζετο ὡς καὶ πολέμῳ τὸ κράτος ἕξων· ὁ δὲ δὴ Μᾶρκος παρὰ τοῦ Οὐήρου τοῦ τῆς Καππαδοκίας ἄρχοντος τὴν ἐπανάστασιν αὐτοῦ μαθὼν τέως μὲν συνέκρυπτεν αὐτά, ἐπεὶ δὲ οἱ στρατιῶται τῇ τε φήμῃ ἰσχυρῶς ἐταράσσοντο καὶ ἐλογοποίουν πολλά, συνεκά‐
5λεσεν αὐτοὺς καὶ ἀνέγνω τοιάδε·

71

.

24

.

1

“οὐκ ἀγανακτήσων, ὦ συστρατιῶται, ἢ ὀδυρούμενος παρελήλυθα. χαλεπαίνειν μὲν γὰρ τί δεῖ πρὸς τὸ δαιμόνιον, ᾧ πάντα ἔξεστιν; ὀλοφύρεσθαι δὲ ἴσως ἀνάγκη τοὺς ἀδίκως δυστυχοῦντας· ὃ καὶ ἐμοὶ νῦν συμβέβηκε. πῶς γὰρ οὐ δεινὸν πολέμοις ἡμᾶς ἐκ πολέ‐
5μων συμφέρεσθαι; πῶς δ’ οὐκ ἄτοπον καὶ ἐμφυλίῳ συμπλακῆναι;

71

.

24

.

2

πῶς οὐκ ἀμφότερα καὶ δεινότητι καὶ ἀτοπίᾳ νικᾷ τὸ μηδὲν πιστὸν ἐν ἀνθρώποις εἶναι, ἀλλ’ ἐπιβεβουλεῦσθαί τέ με ὑπὸ τοῦ φιλτάτου καὶ ἐς ἀγῶνα ἀκούσιον καθίστασθαι μήτε τι ἠδικηκότα μήτε τι πε‐ πλημμεληκότα; τίς μὲν γὰρ ἀρετὴ ἀσφαλής, τίς δὲ φιλία ἔτι νομι‐
5σθήσεται ἐμοῦ ταῦτα πεπονθότος; πῶς δ’ οὐκ ἀπόλωλε μὲν πίστις,

71

.

24

.

3

ἀπόλωλε δὲ ἐλπὶς ἀγαθή; ἀλλ’ εἰ μὲν μόνος ἐγὼ ἐκινδύνευον, παρ’ οὐδὲν ἂν τὸ πρᾶγμα ἐποιησάμην (οὐ γάρ που καὶ ἀθάνατος ἐγεννή‐ θην)· ἐπεὶ δὲ δημοσία τε ἀπόστασις, μᾶλλον δὲ ἐπανάστασις γέγονε. καὶ ὁ πόλεμος πάντων ὁμοίως ἡμῶν ἅπτεται, ἐβουλόμην, εἰ οἷόν τε
5ἦν, προσκαλέσασθαι τὸν Κάσσιον καὶ δικαιολογήσασθαι πρὸς αὐτὸν

71

.

24

.

4

παρ’ ὑμῖν ἢ παρὰ τῇ γερουσίᾳ· καὶ ἡδέως ἂν ἀμαχεὶ παρεχώρησα αὐτῷ τῆς ἡγεμονίας, εἰ τοῦτο τῷ κοινῷ συμφέρειν ἐδεδόχει. ὑπὲρ τοῦ κοινοῦ γὰρ καὶ πονῶν καὶ κινδυνεύων διατελῶ, τοσοῦτόν τε ἐν‐ ταυθοῖ χρόνον ἔξω τῆς Ἰταλίας πεποίηκα, ἄνθρωπος καὶ γέρων ἤδη
5καὶ ἀσθενὴς καὶ οὔτε τροφὴν ἄλυπον οὔθ’ ὕπνον ἄφροντιν λαβεῖν

71

.

25

.

1

δυνάμενος. ἐπεὶ δ’ οὐκ ἄν ποτε συγκαθεῖναι ἐς τοῦτο ὁ Κάσσιος ἐθελήσειε (πῶς γὰρ ἂν πιστεύσειέ μοι, ἄπιστος οὕτω περὶ ἐμὲ γεγε‐ νημένος), ὑμᾶς γε ὦ συστρατιῶται χρὴ θαρρεῖν. οὐ γάρ που κρείτ‐ τους Κίλικες καὶ Σύροι καὶ Ἰουδαῖοι καὶ Αἰγύπτιοι ὑμῶν οὔτε ἐγέ‐
5νοντό ποτε οὔτε ἔσονται, οὐδ’ ἂν μυριάκις πλείους ὑμῶν, ὅσῳ νῦν

71

.

25

.

2

ἐλάττους εἰσίν, ἀθροισθῶσιν. οὐ μὴν οὐδ’ αὐτὸς ὁ Κάσσιος, εἰ καὶ τὰ μάλιστα καὶ στρατηγικὸς εἶναι καὶ πολλὰ κατωρθωκέναι δοκεῖ, λόγου τινὸς ἄξιος νῦν ἂν φανείη· οὔτε γὰρ ἀετὸς κολοιῶν ἢ καὶ λέων νεβρῶν ἡγησάμενος ἀξιόμαχος γίγνεται, καὶ τὸν Ἀραβικὸν τόν τε
5Παρθικὸν ἐκεῖνον πόλεμον οὐ Κάσσιος ἀλλ’ ὑμεῖς κατειργάσασθε.

71

.

25

.

3

ἄλλως τε, εἰ καὶ ἐκεῖνος ἐκ τῶν πρὸς Πάρθους πραχθέντων εὐδό‐ κιμός ἐστιν, ἔχετε καὶ ὑμεῖς Οὐῆρον, ὃς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλ‐ λον αὐτοῦ καὶ ἐνίκησε πλείω καὶ κατεκτήσατο. ἀλλὰ τάχα μὲν καὶ ἤδη μετανενόηκε, ζῶντά με μεμαθηκώς· οὐ γάρ που καὶ ἄλλως ἢ
5ὡς τετελευτηκότος μου τοῦτ’ ἐποίησεν. ἂν δὲ καὶ ἐπὶ πλεῖον ἀντ‐ ίσχῃ, ἀλλ’ ὅταν γε καὶ προσιόντας ἡμᾶς πύθηται, πάντως γνωσι‐

71

.

26

.

1

μαχήσει, καὶ ὑμᾶς φοβηθεὶς καὶ ἐμὲ αἰδεσθείς. ἐγὼ γοῦν ἓν μόνον ὦ συστρατιῶται δέδοικα (εἰρήσεται γὰρ πᾶσα πρὸς ὑμᾶς ἡ ἀλή‐ θεια), μὴ ἤτοι αὐτὸς ἑαυτὸν ἀποκτείνῃ, αἰσχυνθεὶς ἐς τὴν ἡμετέραν ὄψιν ἐλθεῖν, ἢ ἕτερός τις μαθὼν ὅτι τε ἥξω καὶ ὅτι ἐπ’ αὐτὸν ὁρ‐

71

.

26

.

2

μῶμαι τοῦτο ποιήσῃ. μέγα γάρ μου ἆθλον καὶ τοῦ πολέμου καὶ τῆς νίκης, καὶ ἡλίκον οὐδεὶς πώποτε ἀνθρώπων ἔλαβεν, ἀφαιρήσε‐ ται. τί δὲ τοῦτό ἐστιν; ἀδικήσαντα ἄνθρωπον ἀφεῖναι, πρὸς φι‐ λίαν ὑπερβάντα φίλον μεῖναι, πίστιν καταλύσαντι πιστὸν διαγενέ‐

71

.

26

.

3

σθαι. παράδοξα μὲν ἴσως ταῦθ’ ὑμῖν φαίνεται, ἀλλ’ οὐκ ἀπιστεῖν ὑμᾶς αὐτοῖς δεῖ· οὐ γάρ που καὶ ἁπλῶς πάντα τὰ ἀγαθὰ ἐκ τῶν ἀνθρώπων ἀπόλωλεν, ἀλλ’ ἔστι καὶ παρ’ ἡμῖν ἔτι τῆς ἀρχαίας ἀρε‐
τῆς λείψανον. ἂν δέ που ἀπιστῇ τις, καὶ διὰ τοῦτο μεῖζόν ἐστί
5μοι τὸ ἐπιθύμημα, ἵνα ὃ μηδεὶς ἂν πιστεύσειε γενέσθαι δύνασθαι,

71

.

26

.

4

τοῦτο ἴδῃ γενόμενον. ὡς ἔγωγε τοῦτ’ ἂν μόνον ἐκ τῶν παρόντων κακῶν κερδάναιμι, εἰ δυνηθείην καλῶς θέσθαι τὸ πρᾶγμα καὶ δεῖ‐ ξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ ἐμφυλίοις πολέμοις ἔστιν ὀρθῶς χρή‐ σασθαι”.

71

.

27

.

1

ταῦτα μὲν ὁ Μᾶρκος καὶ πρὸς τοὺς στρατιώτας εἶπε καὶ πρὸς τὴν γερουσίαν ἔγραψεν, οὐδὲν οὐδαμοῦ τὸν Κάσσιον κακηγορήσας, πλὴν ὅτι ἀχάριστον αὐτὸν συνεχῶς ἀπεκάλει. οὐ μὴν οὐδὲ ἐκεῖνος ὑβριστικόν τι οὔτε εἶπέ ποτε ἐς τὸν Μᾶρκον οὔτ’ ἔγραψε. Xiph.
5262, 9—264, 25 R. St.

71

.

27

1a

ὅτι παρασκευαζομένου τοῦ Μάρκου εἰς τὸν κατὰ Κασσίου πόλεμον, οὐδεμίαν βαρβαρικὴν συμμαχίαν ἐδέξατο, καίτοι πολλῶν· συνδραμόντων αὐτῷ, λέγων μὴ χρῆναι τοὺς βαρβάρους εἰδέναι τὰ μεταξὺ Ῥωμαίων κινού‐ μενα κακά. Petr. Patr. exc. Vat. 119 (p. 224 Mai. = p. 206, 24—28 Dind.)

71

.

27

.

2

παρασκευαζομένῳ δὲ Μάρ‐ κῳ πρὸς τὸν ἐμφύλιον πόλεμον ἄλλαι τε πολλαὶ νῖκαι κατὰ διαφόρων βαρβάρων ἐν ταὐτῷ
5καὶ ὁ Κασσίου θάνατος ἀπηγ‐ γέλθη. προσπεσὼν γὰρ βαδί‐ ζοντι τῷ Κασσίῳ Ἀντώνιος ἑκα‐ τόνταρχος ἐξαίφνης ἔτρωσε κα‐ τὰ τοῦ αὐχένος οὐ πάνυ πληγῇ

71

.

27

3,1

καιρίᾳ. καὶ ὁ μὲν τῇ ῥύμῃ τοῦ ἵππου ἐξαχθεὶς ἀτελὲς τὸ τόλμημα κατέλιπεν, ὥστ’ ὀλίγου διαφυγεῖν αὐτόν, ὁ δὲ δέκαρχος ἐν τούτῳ τὸ λοιπὸν προσκατειργάσατο· καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες πρὸς τὸν αὐτοκράτορα ὥρμησαν. Xiph. 264, 25—32 R. St.

71

.

28

.

1

ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος τοσοῦτον ἤχθετο τῷ τοῦ Κασσίου
ὀλέθρῳ ὥστε ἀποκεφαλισθέντος οὐδὲ τὴν κεφαλὴν αὐτοῦ ἰδεῖν ὑπέ‐ μεινεν, ἀλλὰ πρὶν πλησιάσαι τοὺς αὐτόχειρας ταφῆναί που ἐκέ‐ λευσεν. Exc. Val. 305 (p. 717).

71

.

27

3,2

καὶ ὁ μὲν οὕτω μῆνάς τε τρεῖς καὶ ἡμέρας ἓξ 〈τὴν ἀρ‐ χὴν〉 ὀνειρώξας ἐσφάγη, καὶ ὁ υἱὸς αὐτοῦ ἑτέρωθι ὢν ἐφονεύθη· καὶ ὁ Μᾶρκος, ἐπιὼν τὰ ἔθνη τὰ τῷ Κασσίῳ συνεξαναστάν‐
5τα, πάνυ φιλανθρώ‐ πως πᾶσιν ἐχρήσατο, καὶ οὐδένα
10οὔτε τῶν ἐλαττόνων οὔτε τῶν ἐπιφανεστέρων διεχρήσατο. Xiph. 264, 32—265, 5 R. St.

71

.

28

.

2

ὅτι ὁ αὐτὸς τῶν βουλευτῶν τινα τῶν σὺν τῷ Κασσίῳ οὔτ’ ἀπέσφαξεν οὔτε ἔδησεν οὔτε ἐν ἄλλῃ τινὶ φρουρᾷ οὐδένα ἐποιή‐ σατο, οὐ μὴν οὐδὲ ἐς τὸ δικαστήριον αὑτοῦ ἐσήγαγεν, ἀλλ’ ἁπλῶς ὡς καὶ ἄλλο τι ἐγκαλουμένους πρὸς τὴν γερουσίαν ἔπεμψεν, ἡμέ‐

71

.

28

.

3

ραν αὐτοῖς ῥητὴν δίκης προθείς. τῶν δ’ ἄλλων ὀλίγους πάνυ, ὅσοι καὶ ἔργῳ τι οὐ μόνον τῷ Κασσίῳ συνεπεπράχεσαν ἀλλὰ καὶ καθ’ ἑαυτοὺς ἐκεκακουργήκεσαν, ἐδικαίωσεν. τεκμήριον δὲ ὅτι Φλάουιον Καλουίσιον τὸν τῆς Αἰγύπτου ἄρχοντα οὔτε ἐφόνευσεν

71

.

28

.

4

οὔτε τὴν οὐσίαν ἀφείλετο, ἀλλ’ ἐς νῆσον ἁπλῶς ἐνέβαλεν. τὰ δὲ ὑπομνήματα τὰ περὶ αὐτοῦ γενόμενα κατέκαυσεν, ἵνα μηδ’ ὀνεί‐ δισμά τι ἐξ αὐτῶν σχῇ, καὶ πάντας τοὺς συγγενομένους αὐτῷ ἀφῆκεν. Exc. Val. 306 (p. 717).

71

.

29

.

1

κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον μετήλλαξε καὶ ἡ Φαυστῖνα,
εἴτε ὑπὸ τῆς ποδάγρας ἣν εἶχεν, εἴτε ἄλλως, ἵνα μὴ ἐλεγχθῇ ἐφ’ οἷς πρὸς τὸν Κάσσιον συνετέθειτο. καίτοι ὁ Μᾶρκος πάντα τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις εὑρεθέντα τοῦ Πούδεντος διέ‐
5φθειρε μηδὲν ἀναγνούς, ἵνα μηδ’ ὄνομά τινων τῶν ἐπιβούλων μάθῃ τῶν τι κατ’ αὐτοῦ γεγραφότων, κἀκ τούτου καὶ ἄκων αὐτοὺς ἀναγ‐

71

.

29

.

2

κασθῇ μισῆσαι. λέγεται δὲ καὶ ὅτι Οὐῆρος ἐς τὴν Συρίαν, ἧς καὶ τὴν ἀρχὴν ἔλαβε, προπεμφθείς, καὶ εὑρὼν αὐτὰ ἐν τοῖς σκεύεσι τοῦ Κασσίου ἠφάνισεν, εἰπὼν ὅτι μάλιστα μὲν ἐκείνῳ τοῦτ’ ἔσται κεχαρισμένον, ἂν δὲ καὶ χαλεπήνῃ τι, ἄμεινόν γε ἔσται ἕνα ἑαυτὸν

71

.

29

.

3

ἀντὶ πολλῶν ἀπολέσθαι. Μᾶρκος γε μὴν οὕτω τι φόνοις οὐκ ἔχαι‐ ρεν ὥστε καὶ τοὺς μονομάχους ἐν τῇ Ῥώμῃ ὥσπερ ἀθλητὰς ἀκιν‐ δύνως ἑώρα μαχομένους· σιδήριον γὰρ οὐδέποτε οὐδενὶ αὐτῶν ὀξὺ ἔδωκεν, ἀλλὰ καὶ ἀμβλέσιν ὥσπερ ἐσφαιρωμένοις πάντες ἐμάχοντο.

71

.

29

.

4

καὶ οὕτω γε πόρρω παντὸς φόνου καθειστήκει ὥστε καὶ λέοντά τινα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν ἐκέλευσε μὲν ἐσαχθῆναι αἰτη‐ σαμένου τοῦ δήμου, οὔτε δὲ ἐκεῖνον εἶδεν οὔτε τὸν διδάσκαλον αὐ‐ τοῦ ἠλευθέρωσε, καίπερ ἐπὶ πολὺ τῶν ἀνθρώπων ἐγκειμένων οἱ,
5ἀλλὰ καὶ κηρυχθῆναι προσέταξεν ὅτι οὐδὲν ἄξιον ἐλευθερίας πε‐ ποίηκεν. Xiph. 265, 5—16 R. St. usque ad v. 12, et (v. 1—8) Exc. Val. 307
(p. 718) et (v. 10—18) Exc. Val. 308 (p. 718).
8n[Xiphilinus]

71

.

30

.

1

τὴν δὲ Φαυ‐ στῖναν ἀποθανοῦσαν ἰσχυρῶς πενθήσας
9ἔγραψε τῇ
10βουλῇ μηδένα τῶν Κασσίῳ συναραμέ‐ νων τεθνάναι, ὡς καὶ ἐκ μόνου τούτου πα‐ ραμυθίου τινὸς ἐπὶ
15τῇ Φαυστίνῃ τυχεῖν δυνησόμενος.

71

.

30

.

2

“μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν
ὑπ’ ἐμοὶ μήτε τῇ ἐμῇ
4n[Xiph. exc. Val.]
5μήτε τῇ ὑμετέρᾳ ψή‐ φῳ σφαγῆναι”. καὶ τέλος ἔφη ὅτι “ἂν μὴ τούτου τύχω, σπεύσω πρὸς τὸν θάνατον”.
10οὕτω τι καθαρὸς διὰ πάντων καὶ χρηστὸς καὶ εὐσεβὴς ἐγένετο, καὶ οὐδὲν αὐτὸν ἐξε‐ βιάσατο ἔξω τι τῶν
15ἑαυτοῦ ἠθῶν πρᾶξαι, οὐχ ἡ ἀνοσιουργία τῶν τετολμημένων
19οὐχ ἡ προσδο‐
20κία τῶν ὁμοίων ἐκ τῆς πρὸς ἐκείνους

71

.

30

.

3

συγγνώμης. τοσοῦ‐ τον γὰρ ἄπεσχε συμ‐ πλάσαι τινὰ ἐπιβουλὴν ἐψευσμένην καὶ σκευωρήσασθαί τινα τρα‐ γῳδίαν μὴ γεγενημένην, ὥστε καὶ τοὺς φανερώτατα ἐπαναστάντας
5αὐτῷ καὶ ὅπλα κατά τε αὐτοῦ καὶ κατὰ τοῦ υἱέος αὐτοῦ λαβόντας, καὶ στρατηγοὺς καὶ δημάρχους καὶ βασιλέας, ἀφεῖναι, καὶ μηδένα αὐτῶν μήτε δι’ ἑαυτοῦ μήτε διὰ τῆς γερουσίας μήτε δι’ ἄλλης

71

.

30

.

4

προφάσεως μηδεμιᾶς ἀποκτεῖναι. ἐξ οὗπερ καὶ πάνυ τι πιστεύω ὅτι καὶ τὸν Κάσσιον αὐτόν, εἴπερ ἐζωγρήκει, πάντως ἂν ἐσεσώκει. καὶ γὰρ πολλοὺς καὶ εὐηργέτησε τῶν σφαγέων, ὅσον τὸ ἐπ’ αὐτοῖς, αὐτοῦ τε καὶ τοῦ υἱέος αὐτοῦ. Xiph. 265, 16—24 R. St. (usque ad p. 270
5v. 9; et v. 27. 28), et (p. 270 v. 7—27) Exc. Val. 309 (p. 718).

71

.

31

.

1

ἐνομοθετήθη δὲ τότε μηδένα ἐν τῷ ἔθνει ὅθεν τὸ ἀρχαῖον ἔστιν ἄρχειν, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ τὴν πατρίδα αὐτοῦ ἐχούσῃ ἡγε‐ μονεύων ἐνεόχμωσε. τῷ δὲ Μάρκῳ καὶ τῇ Φαυστίνῃ ἐψηφίσατο ἡ βουλὴ ἔν τε τῷ Ἀφροδισίῳ τῷ 〈τε〉 Ῥωμαίῳ εἰκόνας ἀργυρᾶς
5ἀνατεθῆναι καὶ βωμὸν ἱδρυθῆναι, καὶ ἐπ’ αὐτοῦ πάσας τὰς κόρας

71

.

31

.

2

τὰς ἐν τῷ ἄστει γαμουμένας μετὰ τῶν νυμφίων θύειν, καὶ ἐς τὸ θέατρον χρυσῆν εἰκόνα τῆς Φαυστίνης ἐπὶ δίφρου ἀεί, ὁσάκις γ’ ἂν ἐκεῖνος θεωρῇ, ἐσφέρεσθαί τε καὶ ἐν τῇ προεδρίᾳ ἐξ ἧς ζῶσα ἐθεᾶτο τίθεσθαι, καὶ περὶ αὐτὴν τὰς γυναῖκας τὰς δυνάμει προε‐
5χούσας συγκαθίζεσθαι.

71

.

31

.

3

ὁ δὲ Μᾶρκος ἐλθὼν ἐς τὰς Ἀθήνας καὶ μυηθεὶς ἔδωκε μὲν τοῖς Ἀθηναίοις τιμάς, ἔδωκε δὲ καὶ πᾶσιν ἀνθρώποις διδασκάλους ἐν ταῖς Ἀθήναις ἐπὶ πάσης λόγων παιδείας μισθὸν ἐτήσιον φέρον‐

71

.

32

.

1

τας. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὸν δῆμον διαλεγόμενος, ἐπειδὴ μεταξὺ λέγοντος αὐτοῦ τά τε ἄλλα καὶ ὅτι πολλοῖς ἔτεσιν ἀποδεδημηκὼς ἦν, ἀνεβόησαν “ὀκτώ” καὶ τοῦτο καὶ ταῖς χερσίν, ἵνα δὴ καὶ χρυσοῦς τοσούτους ἐς τὸ δεῖπνον λάβωσι, προσενεδεί‐
5ξαντο, διεμειδίασε καὶ ἔφη καὶ αὐτὸς “ὀκτώ”, καὶ μετὰ ταῦτα ἀνὰ διακοσίας δραχμὰς αὐτοῖς κατένειμεν, ὅσον οὔπω πρότερον εἰλήφε‐

71

.

32

.

2

σαν. ταῦτά τε ἔπραξε, καὶ τοῖς ὀφείλουσί τι τῷ βασιλικῷ καὶ τῷ δημοσίῳ πᾶσι πάντα τὰ ὀφειλόμενα ἀφῆκεν ἀπὸ ἐτῶν ἓξ καὶ τεσ‐ σαράκοντα, χωρὶς τῶν ἑκκαίδεκα τοῦ Ἁδριανοῦ· καὶ πάντα τὰ περὶ

71

.

32

.

3

αὐτῶν γράμματα ἐν τῇ ἀγορᾷ καυθῆναι ἐκέλευσε. χρήματά τε πολλαῖς πόλεσιν ἔδωκεν, ἐν αἷς καὶ τῇ Σμύρνῃ δεινῶς ὑπὸ σει‐ σμοῦ φθαρείσῃ· καὶ αὐτὴν καὶ βουλευτῇ ἐστρατηγηκότι ἀνοικοδο‐ μῆσαι προσέταξεν. ἀφ’ οὗπερ καὶ νῦν θαυμάζω τῶν αἰτιωμένων
5αὐτὸν ὡς οὐ μεγαλόφρονα γενόμενον· τὰ μὲν γὰρ ἄλλα οἰκονομι‐ κώτατος ὡς ἀληθῶς ἦν, τῶν δ’ ἀναγκαίων ἀναλωμάτων οὐδὲ ἓν ἐξίστατο, καίπερ μήτε τινὰ ἐσπράξει χρημάτων, ὥσπερ εἶ‐ πον, λυπῶν, καὶ πλεῖστα ὅσα ἐξ ἀνάγκης ἔξω τῶν ἐγκυκλίων δα‐ πανῶν.

71

.

33

.

1

ἐπειδὴ δὲ τὰ Σκυθικὰ αὖθις αὐτοῦ ἐδεήθη, γυναῖκα τῷ υἱεῖ θᾶττον δι’ αὐτὰ ἢ ἐβούλετο Κρισπῖναν συνῴκισεν· οἱ γὰρ Κυιντί‐ λιοι οὐκ ἠδυνήθησαν, καίπερ δύο τε ὄντες καὶ φρόνημα καὶ ἀν‐ δρίαν ἐμπειρίαν τε πολλὴν ἔχοντες, τὸν πόλεμον παῦσαι, καὶ διὰ

71

.

33

.

2

τοῦτ’ ἀναγκαίως αὐτοὶ οἱ αὐτοκράτορες ἐξεστράτευσαν. ὁ δὲ Μᾶρ‐ κος καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε τὴν βουλήν, οὐχ ὅτι μὴ ἔκειντο ἐπὶ τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ’ ὅτι ὁ Μᾶρκος πάντα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ αὐτὰ καὶ τἆλλα ἔλεγεν εἶναι· “ἡμεῖς
5γάρ” ἔφη πρὸς τὴν βουλὴν λέγων “οὕτως οὐδὲν ἴδιον ἔχομεν ὥστε

71

.

33

.

3

καὶ ἐν τῇ ὑμετέρᾳ οἰκίᾳ οἰκοῦμεν”. ταῦτά τε εἰπών, καὶ τὸ δόρυ τὸ αἱματῶδες παρὰ τῷ Ἐνυείῳ ἐς τὸ πολέμιον δὴ χωρίον, ὥς γε καὶ τῶν συγγενομένων αὐτῷ ἤκουσα, ἀκοντίσας ἐξωρμήθη, καὶ τῷ Πατέρνῳ δοὺς χεῖρα μεγάλην ἔπεμψεν αὐτὸν ἐς τὸν τῆς μάχης
5ἀγῶνα. καὶ οἱ βάρβαροι ἀντέτειναν μὲν διὰ τῆς ἡμέρας ἁπάσης,

71

.

33

4,1

κατεκόπησαν δὲ ὑπὸ τῶν Ῥωμαίων πάντες, καὶ ὁ Μᾶρκος τὸ δέ‐ κατον αὐτοκράτωρ προσηγορεύθη. Xiph. 265, 24—267, 4 R. St.

71

.

18

.

1

ὅτι οἱ Ἰάζυγες ἐπρεσβεύσαντο, καὶ ᾔτησάν τινα ἀφεθῆναί σφισιν ἐκ τῶν ὡμολογημένων· καὶ συνεχωρήθη τινὰ αὐτοῖς, ἵνα μὴ καὶ παντελῶς ἀλλοτριωθῶσιν. οὐ μέντοι πρότερον οὔτε οὗτοι οὔτε οἱ Βοῦροι συμμαχῆσαι τοῖς Ῥωμαίοις ἠθέλησαν, πρὶν πίστεις
5παρὰ Μάρκου λαβεῖν ἦ μὴν μέχρι παντὸς τῷ πολέμῳ χρήσεσθαι· ἐφοβοῦντο γὰρ μὴ καταλλαγεὶς τοῖς Κουάδοις, ὥσπερ καὶ πρότε‐ ρον, προσοίκους σφίσι πολεμίους ὑπολείπηται. Exc. UG 63 (p. 410).

71

.

19

.

1

ὅτι ὁ Μᾶρκος τοὺς πρεσβευομένους τῶν ἐθνῶν ἐδέχετο οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντας, ἀλλ’ ὥς που ἕκαστοι αὐτῶν ἢ πολιτείαν ἢ ἀτέλειαν ἢ ἀίδιον ἢ καὶ πρὸς χρόνον τινὰ ἄνεσιν τοῦ φόρου λα‐ βεῖν ἢ καὶ τὴν τροφὴν ἀθάνατον ἔχειν ἄξιοι ἦσαν. καὶ ἐπειδὴ οἱ

71

.

19

.

2

Ἰάζυγες χρησιμώτατοι αὐτῷ ἐγίγνοντο, πολλὰ καὶ ἐκ τῶν ἐπιτε‐ ταγμένων σφίσιν ἀφῆκε, μᾶλλον δὲ πάντα πλὴν τῶν κατά τε τὰς συνόδους αὐτῶν καὶ κατὰ τὰς ἐπιμιξίας συγκειμένων, τοῦ τε μὴ ἰδίοις πλοίοις σφᾶς χρῆσθαι καὶ τοῦ τῶν νήσων τῶν ἐν τῷ Ἴστρῳ
5ἀπέχεσθαι. καὶ ἐφῆκεν αὐτοῖς πρὸς τοὺς Ῥοξολάνους διὰ τῆς Δα‐ κίας ἐπιμίγνυσθαι, ὁσάκις ἂν ὁ ἄρχων αὐτῆς ἐπιτρέψῃ σφίσιν. Exc. UG 64 (p. 411).

71

.

20

.

1

ὅτι τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις πρεσβευσαμένοις
δύο μυριάδες ἑκατέροις στρατιωτῶν ἐν τείχεσιν ὄντες οὔτε νέμειν οὔτε γεωργεῖν οὔτ’ ἄλλο τι μετὰ ἀδείας ποιεῖν ..., ἀλλὰ καὶ αὐ‐ τομόλους παρ’ αὐτῶν καὶ αἰχμαλώτους τῶν σφετέρων πολλοὺς
5ὑπεδέχοντο, μὴ πάνυ τι αὐτοὶ ταλαιπωρούμενοι διὰ τὸ καὶ βαλα‐

71

.

20

.

2

νεῖα καὶ πάντα ἀφθόνως ἔχειν τὰ ἐπιτήδεια, ὥστε τοὺς Κουάδους μὴ φέροντας τὸν ἐπιτειχισμὸν μεταναστῆναι πανδημεὶ πρὸς Σεμ‐ νόνας ἐπιχειρῆσαι. ὁ δὲ Ἀντωνῖνος προμαθὼν τὴν διάνοιαν αὐ‐ τῶν, τὰς διόδους ἀποφράξας ἐκώλυσεν. οὕτως οὐ τὴν χώραν αὐ‐
5τῶν προσκτήσασθαι ἀλλὰ τοὺς ἀνθρώπους τιμωρήσασθαι ἐπε‐ θύμει. Exc. UG 65 (p. 411).

71

.

21

.

1

ὅτι καὶ Ναρισταὶ ταλαιπωρήσαντες τρισχίλιοι ἅμα ηὐτομόλη‐ σαν καὶ γῆν ἐν τῇ ἡμετέρᾳ ἔλαβον. Exc. UG 66 (p. 412).

71

.

33

4,2

καὶ εἴγε πλέον ἐβεβιώκει, πάντα τὰ ἐκεῖ ἂν ἐκεχείρωτο· νῦν δὲ τῇ ἑπτακαιδεκάτῃ τοῦ Μαρτίου μετήλλαξεν, οὐχ ὑπὸ τῆς νόσου ἣν καὶ τότε ἐνόσησεν, ἀλλ’ ὑπὸ τῶν ἰατρῶν, ὡς ἐγὼ σαφῶς ἤκουσα,

71

.

34

.

1

τῷ Κομμόδῳ χαριζομένων. μέλλων οὖν ἀποθνήσκειν τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο (οὐ γὰρ ἤθελε δοκεῖν ὑπ’ αὐτοῦ θνήσκειν) καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι ἔφη “ἄπελθε πρὸς τὸν ἀνατέλλοντα· ἐγὼ γὰρ ἤδη δύομαι”. τελευτήσας δὲ ἄλλα
5τε πολλὰ ἐς τιμὴν ἔλαβε καὶ χρυσοῦς ἐς αὐτὸ τὸ συνέδριον ἔστη. ὁ μὲν οὖν Μᾶρκος οὕτω μετήλλαξεν. Xiph. 267, 4—14 R. St.

71

.

34

.

2

ὅτι οὕτω θεοσεβὴς ἦν ὁ Μᾶρκος ὥστε καὶ ἐν ταῖς ἀποφράσιν οἴκοι θύειν. Exc. Val. 310 (p. 721).
ὅτι εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα διὰ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθ’ ὅσον οὐ
5πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστά‐

71

.

34

.

3

του καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν· ὅθεν που καὶ νεὼν αὐτῆς ἐν τῷ Καπιτωλίῳ ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήπω ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ ἁπάντων τῶν ἁμαρτημάτων ἀπείχετο, καὶ οὔτε ἑκὼν οὔτ’
5ἄκων ἐπλημμέλει. τὰ δὲ δὴ τῶν ἄλλων ἁμαρτήματα, καὶ μάλιστα

71

.

34

.

4

τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν, ἀλλ’ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι
5προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι.
καὶ ὅτι οὐ προσποιητῶς ἀλλ’ ἐξ ἀρετῆς πάντα ἔπραττε, πρόδηλον·

71

.

34

.

5

ἔτη γὰρ ὀκτὼ καὶ πεντήκοντα καὶ μῆνας δέκα ἡμέρας τε εἴκοσι καὶ δύο ζήσας, κἀν τούτοις τῷ τε πρὶν Ἀντωνίνῳ συχνὸν χρόνον ὑπάρ‐ ξας καὶ αὐτὸς ἐννέα καὶ δέκα ἔτη καὶ ἕνδεκα ἡμέρας αὐταρχήσας, ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. οὕτως ὡς ἀλη‐

71

.

35

.

1

θῶς ἀγαθὸς ἀνὴρ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα μὲν γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἔν τε τοῖς ῥητορικοῖς ἔν τε τοῖς ἐκ φιλοσοφίας λόγοις ἀσκηθείς· τῶν μὲν γὰρ τόν τε Φρόντωνα τὸν Κορνήλιον καὶ τὸν Ἡρώδην τὸν Κλαύδιον διδασκάλους εἶχε, τῶν
5δὲ τόν τε Ῥούστικον τὸν Ἰούνιον καὶ Ἀπολλώνιον τὸν Νικομηδέα,

71

.

35

.

2

τοὺς Ζηνωνείους λόγους μελετῶντας, ἀφ’ οὗ δὴ παμπληθεῖς φιλο‐ σοφεῖν ἐπλάττοντο, ἵν’ ὑπ’ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη· καὶ γὰρ πρὶν ἐκείνοις ὁμιλῆσαι, ἰσχυρῶς
πρὸς ἀρετὴν ὥρμητο. τοῖς τε γὰρ συγγενέσι πᾶσι, πολλοῖς καὶ δυ‐

71

.

35

.

3

νατοῖς πλουσίοις τε οὖσιν, οὕτω τι ἔτι παῖς ὢν ἤρεσεν ὥσθ’ ὑπὸ πάντων αὐτῶν ἀγαπηθῆναι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ Ἁδριανοῦ ὅτι μάλιστα ἐς τὸ γένος ποιηθεὶς οὐχ ὑπερεφρόνησεν, ἀλλὰ καίτοι νέος ὢν καὶ Καῖσαρ τῷ 〈τε〉 Ἀντωνίνῳ παρὰ πᾶσαν τὴν ἀρχὴν ἐμμελέ‐
5στατα ἐδούλευσε καὶ τοὺς ἄλλους τοὺς πρώτους ἀνεπαχθῶς ἐτίμη‐

71

.

35

.

4

σεν. ἠσπάζετό τε τοὺς ἀξιωτάτους ἐν τῇ Τιβεριανῇ οἰκίᾳ ἐν ᾗ ᾤκει, πρὶν τὸν πατέρα ἰδεῖν, οὐχ ὅπως τὴν στολὴν τὴν καθήκουσαν ἐνδεδυκώς, ἀλλὰ καὶ ἰδιωτικῶς ἐσταλμένος, καὶ ἐν αὐτᾷ γε τῷ δω‐ ματίῳ ἐν ᾧ ἐκάθευδε. καὶ πολλοὺς νοσοῦντας ἐπεσκέπτετο, καὶ

71

.

35

.

5

πρὸς τοὺς διδασκάλους οὐκ ἔστιν ὅτε οὐκ ἐφοίτα. μανδύας τε φαιάς, ὁσάκις γε καὶ ἄνευ τοῦ πατρὸς προῄει, ἐνεδύετο, καὶ τῷ φωτὶ τῷ προηγουμένῳ οὐκ ἔστιν ὅτε καθ’ ἑαυτὸν ἐχρήσατο. καὶ πρόκριτος τῆς ἱππάδος ἀποδειχθεὶς ἐσῆλθεν ἐς τὴν ἀγορὰν μετὰ

71

.

35

.

6

τῶν λοιπῶν, καίπερ Καῖσαρ ὤν. οὕτω μὲν οὖν ἄλλως τε καλῶς ἐπεφύκει καὶ ἐκ τῆς παιδείας ἐπὶ πλεῖστον ὠφελήθη, Ἑλληνικῶν τε καὶ Λατίνων ῥητορικῶν καὶ φιλοσόφων λόγων, καίπερ ἐς ἄν‐ δρας ἤδη τελῶν καὶ ἐλπίδα αὐταρχήσειν ἔχων, ἀεὶ διεπίμπλατο.

71

.

36

.

1

καὶ πρὸ τοῦ Καῖσαρ ἀποδειχθῆναι ὄναρ ἔδοξεν ὤμους τε καὶ χεῖ‐ ρας ἐλεφαντίνους ἔχειν καὶ αὐταῖς πάντα ὅσα τοῖς ἄλλοις χρῆσθαι. ἐκ δ’ οὖν τῆς πολλῆς ἀσχολίας τε καὶ ἀσκήσεως ἀσθενέστατον τὸ

71

.

36

.

2

σῶμα ἔσχε, καίτοι τοσαύτῃ εὐεξίᾳ ἀπ’ ἀρχῆς χρησάμενος ὥστε καὶ
ὁπλομαχεῖν καὶ σῦς ἀγρίους ἐν θήρᾳ καταβάλλειν ἀπὸ ἵππου, τάς τε ἐπιστολὰς τὰς πλείστας οὐ μόνον ἐν τῇ πρώτῃ ἡλικίᾳ ἀλλὰ καὶ

71

.

36

.

3

μετὰ ταῦτα αὐτοχειρίᾳ τοῖς πάνυ φίλοις γράφειν. οὐ μέντοι καὶ ἐπαξίως ἑαυτοῦ εὐδαιμόνησεν· οὔτε γὰρ τὸ σῶμα ἔρρωτο, καὶ κα‐ κοῖς πλείστοις παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν ἡγεμονίαν περιέπεσεν. ἀλλ’ ἔγωγε ἐξ αὐτῶν τούτων μᾶλλον αὐτὸν τεθαύμακα, ὅτι ἔν τε
5ἀλλοκότοις καὶ ἐν ἐξαισίοις πράγμασι αὐτός τε διεγένετο καὶ τὴν

71

.

36

.

4

ἀρχὴν διεσώσατο. ἓν δ’ οὖν τοῦτο ἐς τὴν οὐκ εὐδαιμονίαν αὐτοῦ συνηνέχθη, ὅτι τὸν υἱὸν καὶ θρέψας καὶ παιδεύσας ὡς οἷόν τε ἦν ἄριστα, πλεῖστον αὐτοῦ ὅσον διήμαρτε. περὶ οὗ ἤδη ῥητέον, ἀπὸ χρυσῆς τε βασιλείας ἐς σιδηρᾶν καὶ κατιωμένην τῶν τε πραγμάτων
5τοῖς τότε Ῥωμαίοις καὶ ἡμῖν νῦν καταπεσούσης τῆς ἱστορίας. Xiph. 267, 14—268, 21 R. St., et (usque ad c. 36, 3) Exc. Val. 311 [= Suid. s. v. Μάρκος gl. 3, usque ad ἐξήρθη p. 277 v. 12] et (c. 36, 4) Exc. Val. 312a
(p. 721 sq.).

72

.

1

.

1

οὗτος πανοῦργος μὲν οὐκ ἔφυ, ἀλλ’ εἰ καί τις ἄλλος ἀνθρώπων ἄκακος, ὑπὸ δὲ δὴ τῆς πολλῆς ἁπλότητος καὶ προσέτι καὶ δειλίας ἐδούλευσε τοῖς συνοῦσι, καὶ ὑπ’ αὐτῶν ἀγνοίᾳ τὸ πρῶτον τοῦ κρείτ‐ τονος ἁμαρτὼν ἐς ἔθος κἀκ τούτου καὶ ἐς φύσιν ἀσελγῆ καὶ μιαι‐

72

.

1

.

2

φόνον προήχθη. καί μοι δοκεῖ καὶ τοῦτο καὶ ὁ Μᾶρκος σαφῶς προγνῶναι. Xiph. 269, 6—13 R. St., Exc. Val. 312b (p. 722). ἦν δὲ ἐννεακαιδεκαέτης ὅτε μετήλλαξεν ὁ πατὴρ αὐτοῦ, πολ‐ λοὺς αὐτῷ καὶ τοὺς κρατίστους τῶν βουλευτῶν ἐπιτρόπους κατα‐
5λιπών· ὧν ὁ Κόμμοδος ταῖς ὑποθήκαις καὶ συμβουλίαις χαίρειν εἰ‐ πών, καὶ τοῖς βαρβά‐ ροις σπει‐ σάμενος, ἐς
10τὴν Ῥώμην ἠπείχθη, μισόπονός τε ὢν καὶ τῆς ἀστικῆς ῥᾳστώνης ἐπιθυμῶν. Xiph. 269, 13—18 R. St.

72

.

2

.

1

ὅτι οἱ Μαρκομάνοι οὔτε τροφὴν οὔτ’ ἄνδρας συ‐ χνοὺς ὑπό τε τοῦ πλήθους τῶν ἀπολλυμένων καὶ ὑπὸ τῆς ἀεὶ τῶν χωρίων κακώσεως ἔτι εἶχον· δύο γοῦν μόνους τῶν πρώτων καὶ δύο ἄλλους τῶν καταδεεστέ‐
5ρων πρέσβεις πρὸς αὐτὸν ὑπὲρ τῆς εἰρήνης ἔπεμ‐

72

.

2

.

2

ψαν. καὶ ἐξεργάσασθαι αὐτοὺς δυνάμενος ῥᾳδίως, μισόπονος δὲ δὴ ὢν καὶ πρὸς τὰς ἀστικὰς ῥᾳστώνας ἐπειγόμε‐ νος ἐσπείσατο αὐτοῖς ἐπί τε τοῖς
5ἄλλοις ἐφ’ οἷς ὁ πατὴρ αὐτοῦ
συνετέθειτο, καὶ ἵνα τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους, οὓς μετὰ ταῦτα ἔλαβον, ἀποδῶσιν αὐτῷ, καὶ σῖτόν τινα κατ’ ἔτος

72

.

2

.

3

τακτὸν τελῶσιν, ὃν ὕστερον αὐτοῖς ἀφῆκεν. ὅπλα τέ τινα παρ’ αὐτῶν ἔλαβε, καὶ στρατιώτας παρὰ μὲν τῶν Κουάδων μυρίους καὶ τρισχιλίους, παρὰ δὲ τῶν Μαρκομάνων ἐλάττους· ἀνθ’ ὧν

72

.

2

.

4

ἀνῆκεν αὐτοῖς τῶν κατ’ ἔτος διδόναι τινάς. προσεπέταξε μέντοι σφίσιν ἵνα μήτε πολλάκις μήτε πολλαχοῦ τῆς χώρας ἀθροίζωνται, ἀλλ’ ἅπαξ ἐν ἑκάστῳ μηνὶ καὶ ἐς τόπον ἕνα ἑκατοντάρχου τινὸς Ῥω‐ μαίου παρόντος, πρὸς δὲ καὶ ἵνα μήτε τοῖς Ἰάζυξι μήτε τοῖς Βού‐
5ροις μήτε τοῖς Οὐανδίλοις πολεμῶσιν. ἐπὶ μὲν τούτοις συνηλ‐ λάγη, καὶ τά τε φρούρια πάντα τὰ ἐν τῇ χώρᾳ αὐτῶν ὑπὲρ τὴν μεθορίαν τὴν ἀποτετμημένην ὄντα ἐξέλιπεν ...... Exc. UG 67 (p. 412).

72

.

3

.

1

ὅτι τοῖς Βούροις ὁ Κόμμοδος εἰρήνην ἔδωκε πρεσβεύσασι. πρότερον μὲν γάρ, καίτοι πολλάκις αὐτὴν αἰτηθείς, οὐκ ἐποιήσατο, ὅτι τε ἔρρωντο καὶ ὅτι οὐκ εἰρήνην ἀλλὰ ἀνοχὴν ἐς τὸ παρασκευά‐

72

.

3

.

2

σασθαι λαβεῖν ἤθελον· τότε δέ, ἐπειδὴ ἐξετρυχώθησαν, συνηλλάγη σφίσιν ὁμήρους λαβὼν καὶ αἰχμαλώτους παρά τε τῶν Βούρων πολλοὺς καὶ παρὰ τῶν ἄλλων μυρίους καὶ πεντακισχιλίους κομισά‐ μενος, καὶ ἀναγκάσας τοὺς ἄλλους ὀμόσαι ὥστε μήτ’ ἐνοικήσειν
5ποτὲ μήτ’ ἐννεμεῖν τεσσαράκοντα στάδια τῆς χώρας σφῶν τῆς πρὸς

72

.

3

.

3

τῇ Δακίᾳ οὔσης. ὁ αὐτὸς Σαβινιανὸς καὶ Δακῶν τῶν προσόρων μυ‐ ρίους καὶ δισχιλίους ἐκ τῆς οἰκείας ἐκπεσόντας καὶ μέλλοντας τοῖς ἄλλοις βοηθήσειν ὑπηγάγετο, γῆν τινα αὐτοῖς ἐν τῇ Δακίᾳ τῇ ἡμε‐ τέρᾳ δοθήσεσθαι ὑποσχόμενος.

72

.

4

.

1

καὶ ἐπεβουλεύθη μὲν πολ‐ λάκις ὑπό τινων, πλείστους δὲ ἐφόνευσε καὶ ἄνδρας καὶ γυ‐ ναῖκας, τοὺς μὲν φανερῶς τοὺς
5δὲ λάθρᾳ φαρμάκοις, καὶ ὡς εἰπεῖν πάντας τοὺς ἐπὶ τοῦ πατρὸς αὐ‐

72

.

4

.

2

τοῦ καὶ ἐπ’ αὐτοῦ ἐκείνου ἀνθήσαντας, πλὴν τοῦ τε Πομπηιανοῦ καὶ τοῦ Περτίνακος καὶ τοῦ Οὐικτωρίνου· τούτους γὰρ οὐκ οἶδ’ ὅπως οὐκ ἀπέκτεινε. λέγω δὲ ταῦτά τε καὶ τὰ λοιπὰ οὐκ ἐξ ἀλλοτρίας ἔτι παραδόσεως ἀλλ’ ἐξ οἰκείας ἤδη τηρήσεως. ἐλθὼν δὲ ἐς τὴν Ῥώ‐
5μην καὶ πρὸς τὴν γερουσίαν διαλεχθεὶς ἄλλα τέ τινα ἀπελήρησε,

72

.

4

.

3

καί τι καὶ τοιοῦτον ἐν τοῖς αὑτοῦ ἐπαίνοις εἶπεν, ὅτι τὸν πατέρα ποτὲ ἐς πηλὸν βαθὺν ἐμπεσόντα ἱππεύων ἐρρύσατο. τοιαῦτα μὲν

72

.

4

.

4

τὰ σεμνολογήματα αὐτοῦ ἦν, ἐσιόντι δὲ αὐτῷ ἐς τὸ θέατρον τὸ κυνηγετικὸν Κλαύδιος Πομπηιανὸς ἐπεβούλευσε· ξίφος γάρ τι ἐν αὐτῇ τῇ τῆς ἐσόδου στενοχωρίᾳ ἀνατείνας, “ἰδού” ἔφη, “τοῦτό σοι ἡ βουλὴ [οὐ] πέπομφεν”. οὗτος ἠγγύητο μὲν τὴν θυγατέρα Λουκίλ‐
5λης, ἐχρῆτο δὲ καὶ αὐτῇ ταύτῃ καὶ τῇ τῆς κόρης μητρί, καὶ διὰ

72

.

4

.

5

ταῦτα τῷ Κομμόδῳ ᾠκείωτο ὡς καὶ συνεστιᾶσθαι καὶ συννεανιεύ‐ εσθαι αὐτῷ. ἡ γὰρ Λουκίλλα οὐδὲν ἐπιεικεστέρα οὐδὲ σωφρονε‐ στέρα τοῦ ἀδελφοῦ Κομμόδου ὑπάρχουσα ἤχθετο μὲν τῷ ἀνδρὶ αὑτῆς τῷ Πομπηιανῷ· ὅθεν καὶ ἀνέπεισε τὸν εἰρημένον ἐπιθέσθαι
5τῷ Κομμόδῳ, καὶ αὐτόν τε ἀπώλεσε καὶ αὐτὴ φωραθεῖσα ἐπανῃ‐

72

.

4

.

6

ρέθη. ἀπέκτεινε δὲ καὶ τὴν Κρισπῖναν ὁ Κόμμοδος, ἐπὶ μοιχείᾳ δή τινι ὀργισθεὶς αὐτῇ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι καὶ ἀμφότεραι ἐς τὴν νῆσον τὴν Καπρίαν ὑπερωρίσθησαν. Μαρκία δέ τις Κουα‐ δράτου τῶν τότε φονευθέντων ἑνὸς παλλακή, καὶ Ἔκλεκτος πρόκοι‐
5τος, ὁ μὲν καὶ τοῦ Κομμόδου πρόκοιτος ἡ δὲ παλλακὴ ἐγένετο, καὶ

72

.

4

.

7

τοῦ Ἐκλέκτου μετὰ ταῦτα γυνή· καὶ ἐπεῖδε καὶ ἐκείνους βιαίως ἀποθνήσκοντας. ἱστορεῖται δὲ αὕτη πολλά τε ὑπὲρ τῶν Χριστια‐ νῶν σπουδάσαι καὶ πολλὰ αὐτοὺς εὐηργετηκέναι, ἅτε καὶ παρὰ τῷ Κομμόδῳ πᾶν δυναμένη. Xiph. 269, 19—270, 14 R. St.

72

.

5

.

1

ὅτι ὁ Κόμμοδος καὶ Ἰουλιανὸν τὸν Σάλουιον καὶ Πάτερνον Ταρρουτήνιον ἐς τοὺς ὑπατευκότας κατειλεγμένον, ἄλλους τε μετ’ αὐτῶν καί τινα καὶ γυναῖκα εὐπατρίδα ἀπέσφαξεν. καίτοι καὶ Ἰου‐ λιανὸς δυνηθεὶς ἂν μετὰ τὴν Μάρκου τελευτὴν πᾶν εὐθὺς κατ’ αὐ‐

72

.

5

.

2

τοῦ ὅ τι καὶ ἐβούλετο, ἅτε καὶ ἐλλογιμώτατος ὢν καὶ στρατιὰν μεγάλην ἐπιτετραμμένος τούς τε στρατιώτας ἀνηρτημένος, πρᾶξαι, οὐδὲν ἠθέλησε διά τε τὴν ἑαυτοῦ ἐπιείκειαν καὶ διὰ τὴν ἐκείνου καὶ τεθνηκότος εὔνοιαν νεοχμῶσαι· καὶ ὁ Πάτερνος ῥᾳδίως ἂν αὐ‐
5τόν, εἴπερ ἐπεβεβουλεύκει οἱ, ὥσπερ ᾐτιάθη, φονεύσας ἕως ἔτι τῶν δορυφόρων ἦρχεν, οὐκ ἐποίησεν. Exc. Val. 314 (p. 725), cf. Xiph. 270, 15—18 R. St.

72

.

5

.

3

ἐφόνευσε δὲ καὶ τοὺς Κυιντιλίους, τόν τε Κονδιανὸν καὶ τὸν Μάξιμον· μεγάλην γὰρ εἶχον δόξαν ἐπὶ παιδείᾳ καὶ ἐπὶ στρατηγίᾳ καὶ ὁμοφροσύνῃ καὶ πλούτῳ. ἐκ γὰρ δὴ τῶν προσόντων σφίσιν ὑπωπτεύοντο καλῶν, εἰ καὶ μηδὲν νεώτερον ἐνενόουν, ἄχθεσθαι

72

.

5

.

4

τοῖς παροῦσι. καὶ οὕτως αὐτοί, ὥσπερ ἔζησαν ἅμα, οὕτω καὶ ἀπέθανον μεθ’ ἑνὸς τέκνου· διαπρεπέστατα γὰρ τῶν πώποτε ἐφίλησαν ἀλλήλους, καὶ οὐκ ἔστιν ὅτε οὐδὲ ἐν ταῖς ἀρχαῖς διεχω‐ ρίσθησαν. ἐγένοντο δὲ καὶ πολυκτήμονες καὶ παμπλούσιοι, καὶ
5ἦρχον ὁμοῦ καὶ παρήδρευον ἀλλήλοις.

72

.

6

.

1

Κονδιανὸς δὲ Σέξτος ὁ τοῦ Μαξίμου υἱός, φύσει τε καὶ παι‐ δείᾳ τῶν ἄλλων διαφέρων, ἐπειδὴ ᾔσθετο καὶ τῆς ἐς αὐτὸν φερού‐ σης θανατηφόρου ψήφου (διέτριβε δὲ ἐν Συρίᾳ), αἷμα λαγὼ ἔπιε, καὶ μετὰ τοῦτ’ ἐπί τε ἵππον ἀνέβη καὶ κατέπεσεν ἀπ’ αὐτοῦ ἐπίτη‐
5δες, τό τε αἷμα ἤμεσεν ὡς ἴδιον, καὶ ἀρθεὶς ὡς καὶ παραχρῆμα

72

.

6

.

2

τελευτήσων ἐς οἴκημα ἐκομίσθη, καὶ αὐτὸς μὲν ἀφανὴς ἐγένετο, κριοῦ δὲ σῶμα ἐς λάρνακα ἀντ’ αὐτοῦ ἐμβληθὲν ἐκαύθη. καὶ ἐκ τούτου ὁ μὲν ἀμείβων ἀεὶ τὸ σχῆμα καὶ τὴν ἐσθῆτα ἄλλοτε ἄλλῃ ἐπλανᾶτο, διαδοθέντος δὲ τοῦ λόγου τούτου (οὐ γὰρ οἷόν τ’ ἐστὶ
5τὰ τηλικαῦτα ἐπὶ πολὺν χρόνον λανθάνειν) ζήτησις αὐτοῦ μεγάλη

72

.

6

.

3

πανταχοῦ ὁμοίως ἐγένετο, καὶ πολλοὶ μὲν ἀντ’ αὐτοῦ δι’ ὁμοιότητα πολλοὶ δὲ ὡς καὶ συνεγνωκότες τι αὐτῷ ἢ καὶ ὑποδεδεγμένοι πῃ αὐτὸν ἐκολάσθησαν, ἔτι δὲ πλείους οὐδὲ ἑορακότες ποτὲ ἴσως αὐ‐

72

.

6

.

4

τὸν τῶν οὐσιῶν ἐστερήθησαν. καὶ ὁ μὲν εἴτε ὄντως ἐσφάγη (πλεῖ‐ σται γὰρ κεφαλαὶ ὡς ἐκείνου οὖσαι ἐς τὴν Ῥώμην ἐκομίσθησαν) εἴτε καὶ ἀπέφυγεν, οὐδεὶς οἶδεν· ἕτερος δέ τις ἐτόλμησε μετὰ τὸν τοῦ Κομμόδου θάνατον Σέξτος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν
5τοῦ τε πλούτου καὶ τοῦ ἀξιώματος αὐτοῦ ὁρμῆσαι. καὶ πολλά γε

72

.

6

.

5

ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνι‐ κῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τἆλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ
5παιδείας αὐτοῦ οὐ μετεσχήκει.

72

.

7

.

1

τοῦτό τε οὖν αὐτὸς ἤκουσα παρών, καὶ ἕτερον τοιόνδε εἶδον. ἔστιν ἐν Μαλλῷ πόλει τῆς Κιλικίας Ἀμφιλόχου χρηστήριον, καὶ χρᾷ δι’ ὀνειράτων. ἔχρησεν οὖν καὶ τῷ Σέξτῳ, ὃ διὰ γραφῆς ἐκεῖ‐ νος ἐδήλωσε· παιδίον γὰρ τῷ πίνακι ἐνεγέγραπτο δύο δράκοντας

72

.

7

.

2

ἀποπνῖγον καὶ λέων νεβρὸν διώκων. οὐδὲ ἔσχον αὐτὰς συμβαλεῖν, τῷ πατρὶ συνὼν ἄρχοντι τῆς Κιλικίας, πρὶν πυθέσθαι τούς τε ἀδελφοὺς ὑπὸ τοῦ Κομμόδου, ὃς μετὰ ταῦτα τὸν Ἡρακλέα ἐζήλωσε, τρόπον τινὰ πνιγέντας, ὥσπερ καὶ ὁ Ἡρακλῆς ἔτι νήπιος ὢν ἱστό‐
5ρηται τοὺς ὑπὸ τῆς Ἥρας ἐπιπεμφθέντας αὐτῷ δράκοντας ἀποπνῖ‐ ξαι (καὶ γὰρ καὶ οἱ Κυιντίλιοι ἀπηγχονήθησαν), καὶ τὸν Σέξτον φεύ‐ γοντα καὶ διωκόμενον ὑπὸ τοῦ κρείττονος. Xiph. 270, 18—271, 25 R. St., et (p. 287 v. 10—17) Exc. Val. 315 (p. 725) = Suid. s. v. Σέξτος.

72

.

7

.

3

πάμπολυν ἂν ὄχλον τῇ συγγραφῇ παράσχοιμι, εἰ ἀκριβῶς καθ’ ἕκαστον τοὺς θανατωθέντας ὑπ’ αὐτοῦ γράφοιμι, ὁπόσους ἐκεῖνος ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας οὐκ ἀληθεῖς ἢ διὰ πλοῦ‐ τον λαμπρὸν ἢ διὰ γένος εὐδόκιμον ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’
5ἄλλην τινὰ ἀρετὴν διεχρήσατο. Xiph. 271, 25—30 R. St.

72

.

7

.

4

ὅτι ὁ Κόμμοδος πολλὰ 〈μὲν〉 πλούτου ἐπιδείγματα, πολλῷ δὲ πλείω καὶ φιλοκαλίας ἐν αὐτῇ τῇ Ῥώμῃ παρέσχετο. ἔστι δέ τι καὶ δημωφελὲς ὑπ’ αὐτοῦ πραχθέν· Μανιλίου γὰρ τῷ Κασσίῳ συγγενο‐ μένου καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διοικήσαντος, καὶ μέ‐
5γιστον παρ’ αὐτῷ δυνηθέντος καὶ φυγόντος, εἶτα φωραθέντος, οὔτε τι ἀκοῦσαι καίτοι πολλὰ μηνύσειν ὑπισχνουμένου ἠθέλησε, καὶ τὰ γράμματα αὐτοῦ πάντα κατέκαυσε πρὶν ἀναγνωσθῆναι. Exc. Val. 316 (p. 725).

72

.

8

.

1

ἐγένοντο δὲ καὶ πόλεμοί τινες αὐτῷ πρὸς τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους, ἐν οἷς ὅ τε Ἀλβῖνος καὶ ὁ Νίγρος οἱ τῷ αὐτοκράτορι Σεουήρῳ μετὰ ταῦτα ἀντιπολεμήσαντες εὐδοκίμησαν, μέγιστος δὲ ὁ

72

.

8

.

2

Βρεττανικός. τῶν γὰρ ἐν τῇ νήσῳ ἐθνῶν ὑπερβεβηκότων τὸ τεῖχος τὸ διορίζον αὐτούς τε καὶ τὰ 〈τῶν〉 Ῥωμαίων στρατόπεδα, καὶ πολλὰ κακουργούντων, στρατηγόν τέ τινα μετὰ τῶν στρατιωτῶν οὓς εἶχε κατακοψάντων, φοβηθεὶς ὁ Κόμμοδος Μάρκελλον Οὔλπιον ἐπ’ αὐ‐

72

.

8

.

3

τοὺς ἔπεμψεν. οὑτοσὶ δὲ ὁ ἀνὴρ μέτριος καὶ εὐτελὴς ὤν, στρατιω‐ τικῶς τε ἀεὶ καὶ περὶ τὴν τροφὴν καὶ περὶ πάντα τἆλλα ζῶν, ὅτε ἐπολέμει, ὑψηλόφρων καὶ φρονηματώδης ἐγίγνετο, χρημάτων τε
διαφανῶς ἀδωρότατος ἦν, οὐ μὴν καὶ ἡδὺς τὸ ἦθος ἢ φιλάνθρω‐

72

.

8

.

4

πος. ἀυπνότατος δὲ τῶν στρατηγῶν γενόμενος, καὶ τοὺς ἄλλους τοὺς συνόντας αὐτῷ ἐγρηγορέναι βουλόμενος, δώδεκα γραμματεῖα, οἷά γε ἐκ φιλύρας ποιεῖται, καθ’ ἑκάστην ἑσπέραν ὡς εἰπεῖν συνέ‐ γραφε, καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵν’ ἐγρη‐
5γορέναι τὸν στρατηγὸν ἀεὶ νομίζοντες μηδὲ αὐτοὶ ἄδην καθεύδοιεν. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλέον δὲ τοῦτο ἐκ

72

.

8

.

5

τῆς ἀσιτίας ἠσκήκει. τά τε γὰρ ἄλλα ἥκιστα ἄδην ἐσιτεῖτο, καὶ ὅπως μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετε‐ πέμπετο, οὐχ ὡς οὐ δυνάμενος τῶν ἐπιχωρίων ἐσθίειν, ἀλλ’ ἵν’ ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ σμικρῷ πλέον τοῦ
5πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶς ἔχοντα ῥᾳδίως ὑπὸ τῆς τῶν ἄρτων ξηρότητος ᾑμάσσετο. ἐπετήδευε δ’ οὖν ἐπὶ
μεῖζον αὐτὸ πλάττεσθαι, ἵν’ ὡς μάλιστα διαγρυπνεῖν δοκῇ.

72

.

8

.

6

Μάρκελλος μὲν δὴ τοιοῦτος ὢν τούς τε βαρβάρους τοὺς ἐν Βρεττανίᾳ δεινῶς ἐκάκωσε, καὶ μικροῦ δεῖν ὑπὸ τοῦ Κομμόδου μετὰ ταῦτα διὰ τὴν ἰδίαν ἀρετὴν ἀποθανεῖν μελλήσας ὅμως ἀφείθη·

72

.

9

.

1

Περέννιον δὲ τῶν δορυφόρων μετὰ τὸν Πάτερνον ἄρχοντα συν‐ έβη διὰ τοὺς στρατιώτας στασιάσαντας ἀναιρεθῆναι. τοῦ γὰρ Κομμόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐκδεδωκότος ἑαυτόν, καὶ τῶν τῇ ἀρχῇ προσηκόντων οὐδὲν ὡς εἰπεῖν πράττοντος, ὁ Περέννιος
5ἠναγκάζετο οὐχ ὅτι τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα διὰ χειρὸς

72

.

9

2,1

ἔχειν καὶ τοῦ κοινοῦ προστατεῖν. οἱ οὖν στρατιῶται, ὁπότε τι σφίσι μὴ καταθύμιον ἀπαντήσαι, τὴν αἰτίαν ἐπὶ τὸν Περέννιον ἀναφέ‐ ροντες ἐμήνιον αὐτῷ. Xiph. 271, 30—272, 28 R. St. et (p. 288 v. 26‐ p. 289 v. 13) Exc. Val. 317 (p. 725) = Suid. s. v. Μάρκελλος.

72

.

9

2a

ὅτι οἱ ἐν Βρεττανίᾳ στρατιῶται Πρίσκον ὑποστράτηγον εἵλοντο αὐτο‐ κράτορα· ὁ δὲ παρῃτήσατο εἰπὼν ὅτι “τοιοῦτος ἐγώ εἰμι αὐτοκράτωρ οἷοι ὑμεῖς στρατιῶταί ἐστε”. Petr. Patr. exc. Vat. 122 (p. 224 Mai. = p. 208, 8—11 Dind.)

72

.

9

2,2

καὶ οἱ ἐν Βρεττανίᾳ τοίνυν ὑπάρχοντες, ἐπειδή τι καὶ ἐπετι‐
μήθησαν ἐφ’ οἷς ἐστασίαζον (οὐ γὰρ πρὶν ἡσύχασαν ἢ αὐτοὺς τὸν Περτίνακα παῦσαι), χιλίους καὶ πεντακοσίους ἀκοντιστὰς ἀπὸ

72

.

9

.

3

σφῶν ἀπολέξαντες ἐς τὴν Ἰταλίαν ἔπεμψαν· ὧν μηδενὸς κωλύον‐ τος τῇ Ῥώμῃ πλησιασάντων, ὁ Κόμμοδος ἀπήντησέ τε αὐτοῖς καὶ ἐπύθετο “τί ταῦτα, ὦ συστρατιῶται; τί βουλόμενοι πάρεστε;” εἰπόντων δὲ αὐτῶν “ἥκομεν· Περέννιος γάρ σοι ἐπιβουλεύει, ἵνα
5αὐτοκράτορα τὸν υἱὸν ἀποδείξῃ” ἐπείσθη τε αὐτοῖς, ἄλλως τε καὶ τοῦ Κλεάνδρου ἐνάγοντος, ὃς κωλυόμενος ὑπὸ τοῦ Περεννίου

72

.

9

.

4

ποιεῖν ὅσα ἠβούλετο δεινῶς αὐτὸν ἐμίσει, καὶ ἐξέδωκε τὸν ἔπαρ‐ χον τοῖς στρατιώταις ὧν ἦρχεν, οὐδὲ ἐτόλμησε καταφρονῆσαι χι‐ λίους καὶ πεντακοσίους, πολλαπλασίους αὐτῶν δορυφόρους ἔχων. καὶ αὐτὸν ἐκεῖνοι καὶ ᾐκίσαντο καὶ κατέκοψαν, καὶ ἡ γυνὴ αὐτοῦ
5καὶ ἡ ἀδελφὴ καὶ υἱεῖς δύο προσδιεφθάρησαν.

72

.

10

.

1

ὁ μὲν οὖν οὕτως ἐσφάγη, ἥκιστα δὴ τοῦτο παθεῖν καὶ δι’ ἑαυτὸν καὶ διὰ τὴν πᾶσαν τῶν Ῥωμαίων ἀρχὴν ὀφείλων, πλὴν καθ’ ὅσον διὰ τὴν φιλαρχίαν αἰτιώτατος τῷ Πατέρνῳ τῷ συνάρχοντι τοῦ ὀλέθρου ἐγένετο· ἰδίᾳ μὲν γὰρ οὐδὲν πώποτε οὔτε πρὸς δόξαν οὔτε
5πρὸς πλοῦτον περιεβάλετο, ἀλλὰ καὶ ἀδωρότατα καὶ σωφρονέστατα διήγαγε, τοῦ δὲ Κομμόδου 〈καὶ〉 τῆς ἀρχῆς αὐτοῦ πᾶσαν ἀσφάλειαν ἐποιεῖτο. Xiph. 272, 28—273, 15 R. St.

72

.

10

.

2

ὅτι ὁ Κόμμοδος εὐθυμίαις τε πάνυ προσέκειτο καὶ ἁρματη‐ λασίᾳ προσεῖχε, καὶ οὔτ’ ἀρχὴν τῶν τοιούτων τι αὐτῷ ἔμελεν, οὔτ’ εἰ καὶ σφόδρα ἐπεφροντίκει, διαθέσθαι γε αὐτὰ ὑπὸ τῆς ἁβρότητος καὶ τῆς ἀπειρίας ἐδύνατο.
5 καὶ οἱ Καισάρειοι τούτου ἀπαλλαγέντες (ἦν δὲ αὐτῶν κορυ‐ φαῖος ὁ Κλέανδρος) οὐδὲν ὅ τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες. Exc. Val. 318 (p. 726) et (p. 291, 24—292, 2) Xiph. 273, 15—18 R. St. Κόμμοδος δὲ τὸ πλεῖστον τοῦ βίου περί τε τὰς ῥᾳστώνας
10καὶ τοὺς ἵππους περί τε τὰς μάχας τῶν τε θηρίων καὶ τῶν ἀν‐

72

.

10

.

3

δρῶν εἶχεν. ἄνευ γὰρ ὧν οἴκοι ἔδρα, πολλοὺς μὲν ἄνδρας ἐν τῷ δημοσίῳ πολλὰ δὲ καὶ θηρία πολλάκις ἔφθειρε· καὶ πέντε γοῦν ἵππους ποταμίους ἅμα καὶ δύο ἐλέφαντας ἄλλῃ καὶ ἄλλῃ ἡμέρᾳ χωρὶς αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ κατεχρήσατο, καὶ προσέτι καὶ ῥινο‐
5κέρωτας ἀπέκτεινε καὶ καμηλοπάρδαλιν. ταῦτα μέν μοι κατὰ παντὸς τοῦ περὶ αὐτὸν λόγου γέγραπται. Xiph. 273, 18—25 R. St.

72

.

11

.

1

[Exc. Val.] ὅτι τῷ Οὐικτωρί‐ νῳ πολιαρχήσαντι ἀνδριὰς ἔστη. ἀπέθανε δὲ οὐκ ἐξ ἐπιβουλῆς,
7καὶ δή ποτε πολλῆς μὲν φήμης πολλῶν δὲ καὶ λόγων ὡς εἰ‐ πεῖν περὶ τοῦ ὀλέθρου αὐτοῦ
10γιγνομένων ἀπεθρασύνατο, καὶ πρὸς τὸν Περέννιον προσελ‐ θὼν “ἀκούω” ἔφη “ὅτι με
ἀποκτεῖναι ἐθέλετε· τί οὖν μέλλετε; τί δὲ ἀναβάλλεσθε, ἐξὸν ὑμῖν ἤδη καὶ τήμερον αὐτὸ δρᾶ‐

72

.

11

.

2

σαι;” ἀλλ’ οὐδὲν οὐδὲ ἐκ τούτου δεινὸν ὑπ’ ἄλλου τινὸς ἔπαθεν, ἀλλ’ αὐτομάτῳ θανάτῳ ἐχρήσατο, καίπερ καὶ ὑπὸ τοῦ Μάρκου ἐν τοῖς πάνυ τιμηθείς, καὶ τῇ τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λό‐ γων παρασκευῇ οὐδενὸς τῶν καθ’ ἑαυτὸν δεύτερος γενόμενος. ἀμέ‐

72

.

11

.

3

λει δύο ταῦτ’ εἰπὼν πάντα τὸν τρόπον αὐτοῦ δηλώσω. τῆς τε Γερμανίας ποτὲ ἄρχων τὸ μὲν πρῶτον οἴκοι καθ’ ἑαυτὸν ἐπειράθη τὸν ὑποστράτηγον πεῖσαι μὴ δωροδοκεῖν, ἐπεὶ δ’ οὐκ ἐσήκουεν αὐτοῦ, ἀνέβη τε ἐπὶ τὸ βῆμα καὶ σιωπὴν τῷ κήρυκι κηρῦξαι προσ‐

72

.

11

.

4

τάξας ὤμοσε μήτ’ εἰληφέναι δῶρά ποτε μήτε λήψεσθαι, ἔπειτα καὶ ἐκεῖνον ὀμόσαι ἐκέλευσεν, ὡς δ’ οὐκ ἠθέλησεν ἐπιορκῆσαι, ἐκέ‐ λευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς ἀρχῆς· καὶ μετὰ τοῦτο τῆς Ἀφρι‐ κῆς ἡγεμονεύσας ἕνα τῶν παρέδρων ὁμοιότροπόν πως ἐκείνῳ ὄντα
5τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπὶ πλοῖον δέ τι ἐπιθεὶς ἐς τὴν Ῥώμην ἀπέπεμψεν. Exc. Val. 319 (p. 726), Xiph. 273, 25—274, 4 R. St.

72

.

12

.

1

τοιοῦτος μέν τις ὁ Οὐικτωρῖνος ἦν, ὁ δὲ δὴ Κλέανδρος ὁ μετὰ τὸν Περέννιον μέγιστον δυνηθεὶς καὶ ἐπράθη μετὰ τῶν ὁμοδούλων, μεθ’ ὧν καὶ ἀχθοφορήσων ἐς τὴν Ῥώμην ἐκεκόμιστο, χρόνου δὲ
προϊόντος οὕτως ηὐξήθη ὥστε καὶ τοῦ Κομμόδου προκοιτῆσαι,

72

.

12

.

2

τήν τε παλλακίδα αὐτοῦ Δαμοστρατίαν γῆμαι, καὶ τὸν Σαώτερον τὸν Νικομηδέα τὸν πρὸ αὐτοῦ τὴν τιμὴν ἔχοντα ταύτην ἀποκτεῖναι πρὸς πολλοῖς καὶ ἄλλοις· καίτοι καὶ ἐκεῖνος μέγιστον ἠδυνήθη, καὶ διὰ τοῦτο καὶ οἱ Νικομηδεῖς καὶ ἀγῶνα ἄγειν καὶ νεὼν τοῦ Κομ‐

72

.

12

.

3

μόδου ποιήσασθαι παρὰ τῆς βουλῆς ἔλαβον. ὁ δ’ οὖν Κλέανδρος μέγας ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας στρατείας ἐπιτροπείας ἡγεμονίας, πάντα πράγματα. καὶ ἤδη τινὲς πάντα τὰ ὑπάρχοντά σφισιν ἀναλώσαντες βουλευταὶ ἐγένοντο, ὥστε
5καὶ λεχθῆναι ἐπὶ Ἰουλίου Σόλωνος ἀνδρὸς ἀφανεστάτου ὅτι ἐς τὸ

72

.

12

.

4

συνέδριον τῆς οὐσίας στερηθεὶς ἐξωρίσθη. ταῦτά τε ὁ Κλέανδρος ἐποίει, καὶ ὑπάτους ἐς 〈ἕνα〉 ἐνιαυτὸν πέντε καὶ εἴκοσιν ἀπέδειξεν· ὃ μήτε πρότερόν ποτε μήθ’ ὕστερον ἐγένετο· καὶ ἐν αὐτοῖς καὶ Σεουῆ‐

72

.

12

.

5

ρος ὁ μετὰ ταῦτα αὐταρχήσας ὑπάτευσεν. ἠργυρολόγει μὲν οὖν πανταχόθεν, καὶ ἐκτήσατο πλεῖστα τῶν πώποτε ὀνομασθέντων προ‐ κοίτων, καὶ ἀπ’ αὐτῶν πολλὰ μὲν τῷ Κομμόδῳ ταῖς τε παλλακαῖς αὐτοῦ ἐδίδου, πολλὰ δὲ καὶ ἐς οἰκίας καὶ ἐς βαλανεῖα ἄλλα τέ
5τινα χρήσιμα καὶ ἰδιώταις καὶ πόλεσιν ἐδαπάνα.

72

.

13

.

1

οὗτος οὖν ὁ Κλέανδρος ἐς τοσοῦτον ὄγκον ἀρθεὶς ἔπεσε καὶ αὐτὸς ἐξαίφνης καὶ ἀπώλετο μετὰ ἀτιμίας. ἀπέκτειναν δὲ αὐτὸν
οὐχ οἱ στρατιῶται ὥσπερ τὸν Περέννιον, ἀλλ’ ὁ δῆμος. ἐγένετο μὲν γὰρ καὶ ἄλλως ἰσχυρὰ σιτοδεία, ἐπὶ πλεῖστον δ’ αὐτὴν Παπί‐
5ριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπηύξησεν, ἵν’ ὡς αἰτιώ‐ τατον αὐτῆς τὸν Κλέανδρον ἀπὸ τῶν κλεμμάτων ὄντα καὶ μισή‐

72

.

13

.

3

σωσιν οἱ Ῥωμαῖοι καὶ διαφθείρωσι. καὶ ἔσχεν οὕτως. ἱπποδρομία τις ἦν, μελλόντων δὲ τὸ ἕβδομον τῶν ἵππων ἀγωνιεῖσθαι πλῆθός τι παιδίων ἐς τὸν ἱππόδρομον ἐσέδραμε, καὶ αὐτῶν παρθένος τις μεγάλη καὶ βλοσυρὰ ἡγεῖτο, ἣν δαίμονα ἐκ τῶν μετὰ ταῦτα συμ‐

72

.

13

.

4

βάντων ἐνόμισαν γεγονέναι. τά τε γὰρ παιδία συνεβόησαν πολλὰ καὶ δεινά, καὶ ὁ δῆμος παραλαβὼν αὐτὰ οὐδὲν ὅ τι οὐκ ἐξέκραγε, καὶ τέλος καταπηδήσας ὥρμησε πρὸς τὸν Κόμμοδον ἐν τῷ Κυιντι‐ λίῳ προαστείῳ ὄντα, πολλὰ μὲν ἐκείνῳ κἀγαθὰ ἐπευχόμενος, πολλὰ
5δὲ καὶ κατὰ τοῦ Κλεάνδρου καταρώμενος. καὶ ὃς στρατιώτας τινὰς

72

.

13

.

5

ἐπ’ αὐτοὺς ἔπεμψε, καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν· οὐ μέντοι καὶ ἀνείρχθη διὰ τοῦτο ὁ δῆμος, ἀλλὰ τῷ τε πλήθει σφῶν καὶ τῇ τῶν δορυφόρων ἰσχύι θαρρήσας ἐπὶ μᾶλλον ἠπείχθη. πλησια‐ ζόντων δὲ αὐτῶν τῷ Κομμόδῳ, καὶ μηδενός οἱ μηνύοντος τὸ γινό‐
5μενον, Μαρκία ἐκείνη ἡ τοῦ Κουαδράτου ἐσήγγειλε τὸ πραττόμε‐

72

.

13

.

6

νον· καὶ ὁ Κόμμοδος οὕτως ἔδεισεν, ἄλλως τε καὶ δειλότατος ὤν, ὥστε αὐτίκα καὶ τὸν Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ, ὃ καὶ ἐν ταῖς τοῦ Κομμόδου χερσὶν ἐτρέφετο, σφαγῆναι κελεῦσαι. καὶ τὸ μὲν παιδίον προσουδίσθη καὶ διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα
5παραλαβόντες οἱ Ῥωμαῖοι ἔσυραν καὶ ᾐκίσαντο, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ πάσης τῆς πόλεως ἐπὶ [τοῦ] κοντοῦ περιήνεγκαν, καί τινας καὶ ἄλλους τῶν μέγα ἐπ’ αὐτοῦ δυναμένων ἐφόνευσαν. Xiph. 274, 4—275, 19 et (p. 294 v. 13—19) Exc. Val. 320.

72

.

14

.

1

Κόμμοδος δὲ ἀπὸ τῶν εὐθυμιῶν καὶ παιδιῶν ἀνανεύων ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο· ὧν ἦν καὶ Ἰουλιανὸς ὁ ἔπαρχος, ὃν καὶ δημοσίᾳ περιελάμβανέ τε καὶ κατεφίλει καὶ πατέρα ὠνόμαζεν, Ἰούλιός τε Ἀλέξανδρος, οὗτος μὲν ὡς καὶ λέοντα ἀπὸ

72

.

14

.

2

τοῦ ἵππου κατακοντίσας· ὅστις ἐπειδὴ καὶ τοὺς σφαγέας παρόντας ᾔσθετο, ἐκείνους τε τῆς νυκτὸς ἐφόνευσε, καὶ τῶν Ἐμεσηνῶν, ὅθεν ἦν, τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ πάντας προσκατεχρήσατο, ποιήσας δὲ ταῦτα ἵππον τε ἀνέβη καὶ πρὸς τοὺς βαρβάρους ὥρμησε. κἂν

72

.

14

.

3

ἐξέφυγεν, εἰ μὴ παιδικά τινα συνεπῆκτο· αὐτὸς μὲν γὰρ κράτιστα ἵππευε, τὸ δὲ μειράκιον καμὸν οὐχ ὑπέμεινε καταλιπεῖν, ἀλλ’ ὡς κατελαμβάνετο, ἀπέκτεινε καὶ ἐκεῖνον καὶ ἑαυτόν. ἀνῃρέθη δὲ καὶ Διονύσιος πρὸς τοῦ Κομμόδου, ὁ ἐπὶ τοῦ σίτου ταχθείς.
5γέγονε δὲ καὶ νόσος μεγίστη ὧν ἐγὼ οἶδα· δισχίλιοι γοῦν πολ‐

72

.

14

.

4

λάκις ἡμέρας μιᾶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησαν. πολλοὶ δὲ καὶ ἄλλως οὐκ ἐν τῷ ἄστει μόνον ἀλλὰ καὶ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ ἀρχῇ ὑπ’ ἀνδρῶν κακούργων ἀπέθανον· βελόνας γὰρ μικρὰς δηλητηρίοις τισὶ φαρμάκοις ἐγχρίοντες ἐνίεσαν δι’ αὐτῶν ἐς ἑτέρους ἐπὶ μισθῷ τὸ
5δεινόν· ὅπερ που καὶ ἐπὶ τοῦ Δομιτιανοῦ ἐγεγόνει.

72

.

15

.

1

καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλλυντο, ἦν δὲ ἁπάντων νοση‐ μάτων καὶ ἁπάντων κακουργημάτων χαλεπώτερος Ῥωμαίοις ὁ Κόμ‐ μοδος, διά τε τἆλλα καὶ ὅτι ἠναγκάζοντο, ἃ τῷ πατρὶ αὐτοῦ κατ’ εὔνοιαν ἐψηφίζοντο, ταῦτ’ ἐκείνῳ διὰ φόβον ἀπονέμειν ἐξ ἐπιτάγ‐

72

.

15

.

2

ματος. Κομμοδιανὴν γοῦν τήν τε Ῥώμην αὐτὴν καὶ τὰ στρατόπεδα Κομμοδιανά, τήν τε ἡμέραν ἐν ᾗ ταῦτα ἐψηφίζετο Κομμοδιανὰ καλεῖσθαι προσέταξεν. ἑαυτῷ δὲ ἄλλας τε παμπόλλους ἐπωνυμίας καὶ τὴν Ἡρακλέους ἀπήνεγκε. τὴν δὲ Ῥώμην ἀθάνατον εὐτυχῆ
5κολωνίαν οἰκουμένην τῆς γῆς (καὶ γὰρ ἄποικον αὐτὴν ἑαυτοῦ δοκεῖν

72

.

15

.

3

ἐβούλετο) ἐπωνόμασεν. καὶ ἀνδριάς τε αὐτῷ χρυσοῦς χιλίων λιτρῶν μετά τε ταύρου καὶ βοὸς θηλείας ἐγένετο, καὶ τέλος καὶ οἱ μῆνες ἀπ’ αὐτοῦ πάντες ἐπεκλήθησαν, ὥστε καταριθμεῖσθαι αὐτοὺς οὕτως, Ἀμαζόνιος Ἀνίκητος Εὐτυχὴς Εὐσεβὴς Λούκιος Αἴλιος Αὐρήλιος

72

.

15

.

4

Κόμμοδος Αὔγουστος Ἡράκλειος Ῥωμαῖος Ὑπεραίρων. αὐτὸς μὲν γὰρ ἄλλοτε ἄλλα μετελάμβανε τῶν ὀνομάτων, τὸν δ’ Ἀμαζόνιον καὶ τὸν Ὑπεραίροντα παγίως ἑαυτῷ ἔθετο ὡς καὶ ἐν πᾶσιν ἁπλῶς πάντας ἀνθρώπους καθ’ ὑπερβολὴν νικῶν· οὕτω καθ’ ὑπερβολὴν

72

.

15

.

5

ἐμεμήνει τὸ κάθαρμα. καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκρά‐ τωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος. Κόμμοδος Αὔγουστος εὐσεβὴς εὐτυχής, Σαρματικὸς Γερμανικὸς μέγιστος Βρεττανικός, εἰρηνοποιὸς τῆς οἰκουμένης [εὐτυχὴς] ἀνίκητος, Ῥωμαῖος Ἡρακλῆς,
5ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις στρατηγοῖς

72

.

15

.

6

δημάρχοις, γερουσίᾳ Κομμοδιανῇ εὐτυχεῖ χαίρειν”. καὶ ἀνδριάντες αὐτοῦ παμπληθεῖς ἐν Ἡρακλέους σχήματι ἔστησαν. καὶ τὸν αἰῶνα τὸν ἐπ’ αὐτοῦ χρυσοῦν τε ὀνομάζεσθαι καὶ ἐς τὰ γράμματα πάντα ὁμοίως ἐσγράφεσθαι ἐψηφίσθη.

72

.

16

.

1

οὗτος οὖν ὁ χρυσοῦς, οὗτος ὁ Ἡρακλῆς, οὗτος ὁ θεός (καὶ γὰρ 〈καὶ〉 τοῦτ’ ἤκουεν) ἐξαίφνης ποτὲ μετὰ μεσημβρίαν ἐκ τοῦ
προαστείου σπουδῇ ἐς τὴν Ῥώμην ἐλάσας τριάκοντα ἵππων ἁμίλλας ἐν δυσὶν ὥραις ἐποίησεν. ὅθεν οὐχ ἥκιστα καὶ τὰ χρήματα αὐτὸν

72

.

16

.

2

ἐπέλιπεν. ἦν μὲν γὰρ καὶ φιλόδωρος, καὶ πολλάκις τῷ δήμῳ κατὰ δραχμὰς ἑκατὸν καὶ τεσσαρά‐ κοντα ἔδωκεν· τὸ δὲ πλεῖστον ἐς ἐκεῖνα ἃ εἶπον ἐδαπάνα.
9ὅθεν καὶ ἐγκλήματα καὶ
10γυναιξὶ καὶ ἀνδράσιν
12 ἐπιφέρων οὓς μὲν ἐφόνευεν, οἷς δὲ τὴν σωτηρίαν τῆς οὐσίας αὐτῶν ἐπί‐
15πρασκε.

72

.

16

.

3

καὶ τέλος ἐν τοῖς γε‐ νεθλίοις τοῖς ἑαυτοῦ ἡμᾶς τε καὶ τὰς γυναῖκας ἡμῶν καὶ τοὺς παῖδας δύο χρυσοῦς ἕκαστον, ὥσπερ τινὰ ἀπαρχήν, κατ’ ἔτος ἐκέλευσέν οἱ ἀποφέρειν, τούς τε ἐν ταῖς ἄλ‐
5λαις ἁπάσαις πόλεσι βουλευτὰς κατὰ πέντε δραχμάς. καὶ οὐδὲν ἐκ
τούτων περιεποιεῖτο, ἀλλὰ πάντα κακῶς ἐς τὰ θηρία καὶ τοὺς μονο‐

72

.

17

.

1

μάχους ἀνήλισκε. καὶ ἐν μὲν τῷ δημοσίῳ οὐδαμόθεν ἅρματα ἤλασε, πλὴν εἰ μή που ἐν ἀσελήνῳ νυκτί, ἐπιθυμήσας μὲν καὶ δημοσίᾳ ἁρ‐ ματηλατῆσαι, αἰσχυνθεὶς δὲ καὶ ὀφθῆναι τοῦτο ποιῶν· οἴκοι δὲ συνε‐

72

.

17

.

2

χῶς τοῦτ’ ἔπραττε, τῇ πρασίνῳ σκευῇ χρώμενος. θηρία μέντοι πολλὰ μὲν οἴκοι ἀπέσφαξε, πολλὰ δὲ καὶ ἐν τῷ δημοσίῳ. καὶ μέντοι καὶ ἐμονομάχει, οἴκοι μὲν ὥστε καὶ φονεύειν τινά (ἐν ξυρῷ τε ἑτέρων, ὡς καὶ τὰς τρίχας ἀφαιρῶν, παρέτεμνε τῶν μὲν ῥῖνα τῶν δὲ οὖς
5τῶν δὲ ἄλλο τι), ἐν δὲ τῷ κοινῷ ἄνευ σιδήρου καὶ ἄνευ αἵματος

72

.

17

.

3

ἀνθρωπείου. ἐνέδυνε δέ, πρὶν μὲν ἐς τὸ θέατρον ἐσιέναι, χιτῶνα χειριδωτὸν σηρικὸν λευκὸν διάχρυσον (καὶ ἐν τούτῳ γε αὐτὸν τῷ σχήματι ὄντα ἠσπαζόμεθα), ἐσιὼν δὲ ὁλοπόρφυρον χρυσῷ κατά‐ παστον, χλαμύδα τε ὁμοίαν τὸν Ἑλληνικὸν τρόπον λαμβάνων, καὶ
5στέφανον ἔκ τε λίθων Ἰνδικῶν καὶ ἐκ χρυσοῦ πεποιημένον, κηρύ‐

72

.

17

.

4

κειόν τε τοιοῦτον φέρων ὁποῖον ὁ Ἑρμῆς. ἡ γὰρ λεοντῆ τό τε ῥό‐ παλον ἔν τε ταῖς ὁδοῖς προεφέρετο αὐτοῦ, καὶ ἐν τοῖς θεάτροις ἐπὶ δίφρου ἐπιχρύσου, εἴτε παρείη εἴτε καὶ ἀπείη, ἐτίθετο· αὐτὸς δὲ ἐν τῷ τοῦ Ἑρμοῦ σχήματι ἐσῄει τε ἐς τὸ θέατρον, καὶ ἀπορ‐
5ρίψας τὰ ἄλλα οὕτως ἐν τῷ χιτῶνι ἀνυπόδητος ἔργου εἴχετο.

72

.

18

.

1

καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ ἄρκτους τε ἑκατὸν αὐτὸς μόνος, ἄνω‐ θεν ἀπὸ τῆς περιβολῆς τῆς κρηπῖδος ἀκοντίζων, ἀπέκτεινε· διεί‐ ληπτο γὰρ τὸ θέατρον πᾶν συμπήκτοις τισὶ διαμέτροις, τήν τε στέγην περίδρομον ἔχουσι καὶ διχῇ τέμνουσιν ἄλληλα, ἵν’ ἐξ ὀλί‐
5γου πανταχόθεν τετραχῇ τὰ θηρία μεμερισμένα ῥᾷον ἀκοντίζηται.

72

.

18

.

2

καὶ ἔπιεν ἐν μέσῃ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ παρὰ γυ‐ ναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβών, ἀμυστί· ἐφ’ ᾧ καὶ ὁ δῆμος
καὶ ἡμεῖς παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰω‐ θὸς λέγεσθαι ἐξεβοήσαμεν, “ζήσειας”. Xiph. 275, 19—278, 4 R. St.,
5et (c. 16, 2) Exc. Val. 321, (c. 16, 3) Exc. Val. 322, (c. 17, 2) Exc. Val. 323, (c. 18, 2) Exc. Val. 324 = Suid. s. v. ἀμυστὶ et κύλιξ ῥοπαλωτή.

72

.

18

.

3

καὶ μή μέ τις κηλιδοῦν τὸν τῆς ἱστορίας ὄγκον, ὅτι καὶ τὰ τοιαῦτα συγγράφω, νομίσῃ. ἄλλως μὲν γὰρ οὐκ ἂν εἶπον αὐτά· ἐπειδὴ δὲ πρός τε τοῦ αὐτοκράτορος ἐγένετο καὶ παρὼν αὐτὸς ἐγὼ καὶ εἶδον ἕκαστα καὶ ἤκουσα καὶ ἐλάλησα, δίκαιον ἡγησάμην μηδὲν
5αὐτῶν ἀποκρύψασθαι, ἀλλὰ καὶ αὐτά, ὥσπερ τι ἄλλο τῶν μεγίστων καὶ ἀναγκαιοτάτων, τῇ μνήμῃ τῶν ἐσέπειτα ἐσομένων παραδοῦναι.

72

.

18

.

4

καὶ μέντοι καὶ τἆλλα πάντα τὰ ἐπ’ ἐμοῦ πραχθέντα καὶ λεπτουρ‐ γήσω καὶ λεπτολογήσω μᾶλλον ἢ τὰ πρότερα, ὅτι τε συνεγενόμην αὐτοῖς, καὶ ὅτι μηδένα ἄλλον οἶδα τῶν τι δυναμένων ἐς συγγραφὴν ἀξίαν λόγου καταθέσθαι διηκριβωκότα αὐτὰ ὁμοίως ἐμοί.

72

.

19

.

1

ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτ’ ἐγένετο· ἐν δὲ ταῖς ἄλλαις τοτὲ μὲν βοτά, κάτω ἐς τὸ τοῦ κύκλου ἔδαφος καταβαίνων ἄνωθεν, ὅσα ἐπλησίαζε, τὰ δὲ καὶ προσαγόμενα ἢ καὶ ἐν δικτύοις αὐτῷ προσφερόμενα, κατέκοπτε, καὶ τίγριν ἔσφαξεν ἵππον τε ποτάμιον

72

.

19

.

2

καὶ ἐλέφαντα. πράξας δὲ ταῦτα ἀπηλλάττετο, καὶ μετὰ τοῦτο ἐξ ἀρίστου ἐμονομάχει. ἤσκει δὲ καὶ ἐχρῆτο τῇ ὁπλίσει τῇ τοῦ σεκού‐ τορος καλουμένου, τὴν μὲν ἀσπίδα ἐν τῇ δεξιᾷ τὸ δὲ ξίφος τὸ ξύ‐ λινον ἐν τῇ ἀριστερᾷ ἔχων· καὶ πάνυ καὶ ἐπὶ τούτῳ μέγα ἐφρόνει

72

.

19

.

3

ὅτι ἦν ἐπαρίστερος. ἀντηγωνίζετο δὲ αὐτῷ γυμναστής τις ἢ καὶ μονομάχος νάρθηκα ἔχων, ἔστι μὲν ὅτε ὃν αὐτὸς προεκαλεῖτο, ἔστι δὲ ὅτε ὃν ὁ δῆμος ᾑρεῖτο· καὶ γὰρ τοῦτο καὶ τἆλλα ἐξ ἴσου τοῖς ἄλλοις μονομάχοις ἐποίει, πλὴν καθ’ ὅσον ἐκεῖνοι μὲν ὀλίγον τι
5λαμβάνοντες ἐσίασι, τῷ δὲ δὴ Κομμόδῳ πέντε καὶ εἴκοσι μυριάδες καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν μονομαχικῶν χρημάτων ἐδίδοντο.

72

.

19

.

4

παρειστήκεσαν δὲ αὐτῷ μαχομένῳ Αἰμίλιός τε Λαῖτος ὁ ἔπαρχος καὶ [ὁ] Ἔκλεκτος ὁ πρόκοιτος, 〈οὓσ〉 καὶ σκιαμαχήσας καὶ νικήσας δῆ‐
λον ὅτι ἐφίλει ὥσπερ εἶχε διὰ τοῦ κράνους. καὶ μετὰ τοῦτο καὶ οἱ ἄλλοι ἐμάχοντο. καὶ τῇ γε πρώτῃ ἡμέρᾳ αὐτὸς πάντας σφᾶς
5κάτωθεν, τό τε τοῦ Ἑρμοῦ σχῆμα πᾶν μετ’ ἐπιχρύσου ῥάβδου λα‐ βὼν καὶ ἐπὶ βῆμα ὅμοιον ἀναβάς, συνέβαλεν· ὅπερ που καὶ ἐν

72

.

19

.

5

τέρατος λόγῳ ἔσχομεν. καὶ μετὰ τοῦτο ἐπί τε τὴν συνήθη ἕδραν ἀνῄει καὶ ἐκεῖθεν τὰ λοιπὰ μεθ’ ἡμῶν ἐθεώρει· ἐπράττετο δ’ οὐδὲν ἔτι παιδιᾶς ἐχόμενον, ἀλλ’ ὥστε πάνυ πολλοὺς ἀποθνήσκειν. καὶ δή ποτε βραδυνάντων τινῶν περὶ τὰς σφαγὰς τούς τε ἀντι‐
5πάλους συνέδησεν ἀλλήλοις καὶ πάντας ἅμα μάχεσθαι ἐκέλευσε.

72

.

19

.

6

κἀκ τούτου ἠγωνίσαντο μὲν εἷς πρὸς ἕνα οἱ συνδεδεμένοι, ἔσφαξαν δέ τινες καὶ τοὺς οὐδὲν προσήκοντάς σφισιν, ὑπό τε τοῦ ὄχλου καὶ τῆς στενοχωρίας ἐμπελασθέντες αὐτοῖς.

72

.

20

.

1

τοιαύτη μὲν τὸ σύμπαν ἡ θέα ἐκείνη τέσσαρσι καὶ δέκα ἡμέ‐ ραις ἐγένετο· ἀγωνιζομένου δ’ αὐτοῦ ἡμεῖς μὲν οἱ βουλευταὶ ἀεὶ μετὰ τῶν ἱππέων συνεφοιτῶμεν, χωρὶς ἢ ὅτι Πομπηιανὸς Κλαύδιος ὁ γέρων οὐκ ἔστιν ὅτε ἀπήντησεν, ἀλλὰ τοὺς μὲν υἱεῖς ἔπεμπεν, αὐτὸς
5δὲ οὐδέποτε ἀφίκετο, αἱρούμενος ἀποσφαγῆναι ἐπὶ τούτῳ μᾶλλον ἢ τὸν αὐτοκράτορα τὸν τοῦ Μάρκου παῖδα ἐπιδεῖν τοιαῦτα ποι‐

72

.

20

.

2

οῦντα. πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐπεβοῶμεν τά τε ἄλλα ὅσα ἐκε‐ λευόμεθα, καὶ αὐτὸ τοῦτο συνεχῶς, “καὶ κύριος εἶ καὶ πρῶτος εἶ καὶ πάντων εὐτυχέστατος. νικᾷς, νικήσεις. ἀπ’ αἰῶνος, Ἀμαζόνιε, νικᾷς”. τοῦ δὲ δὴ λοιποῦ δήμου πολλοὶ μὲν οὐδὲ ἐσῆλθον ἐς τὸ
5θέατρον, εἰσὶ δ’ οἳ παρακύψαντες ἀπηλλάττοντο τὸ μέν τι αἰσχυ‐ νόμενοι τοῖς ποιουμένοις, τὸ δὲ καὶ δεδιότες, ἐπειδὴ λόγος διῆλθεν
ὅτι τοξεῦσαί τινας ἐθελήσει ὥσπερ ὁ Ἡρακλῆς τὰς Στυμφαλίδας.

72

.

20

.

3

καὶ ἐπιστεύθη γε οὗτος ὁ λόγος, ἐπειδή ποτε πάντας τοὺς τῶν πο‐ δῶν ἐν τῇ πόλει ὑπὸ νόσου ἢ καὶ ἑτέρας τινὸς συμφορᾶς ἐστερη‐ μένους ἀθροίσας δρακόντων τέ τινα αὐτοῖς εἴδη περὶ τὰ γόνατα περιέπλεξε, καὶ σπόγγους ἀντὶ λίθων βάλλειν δοὺς ἀπέκτεινέ
5σφας ῥοπάλῳ παίων ὡς γίγαντας. Xiph. 278, 4—279, 26 R. St., et (p. 301 v. 7—18) Exc. Val. 325, et (p. 302 v. 1—5) Exc. Val. 326.

72

.

21

.

1

οὗτος μὲν ὁ φόβος πᾶσι κοινὸς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις ἦν· ἔπραξε δὲ καὶ ἕτερόν τι τοιόνδε πρὸς ἡμᾶς τοὺς βουλευτάς, ἐξ οὗ οὐχ ἥκιστα ἀπολεῖσθαι προσεδοκήσαμεν. στρουθὸν γὰρ ἀποκτείνας καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν προσῆλθεν ἔνθα ἐκαθήμεθα, τῇ
5τε ἀριστερᾷ χειρὶ ἐκείνην καὶ τῇ δεξιᾷ τὸ ξίφος ᾑματωμένον ἀνα‐

72

.

21

.

2

τείνας, καὶ εἶπε μὲν οὐδέν, τὴν δὲ κεφαλὴν τὴν ἑαυτοῦ σεσηρὼς ἐκίνησεν, ἐνδεικνύμενος ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ τοῦτο δράσει. κἂν συχνοὶ παραχρῆμα ἐπ’ αὐτῷ γελάσαντες ἀπηλλάγησαν τῷ ξίφει (γέλως γὰρ ἡμᾶς ἀλλ’ οὐ λύπη ἔλαβεν), εἰ μὴ δάφνης φύλλα, ἃ
5ἐκ τοῦ στεφάνου εἶχον, αὐτός τε διέτραγον καὶ τοὺς ἄλλους τοὺς πλησίον μου καθημένους διατραγεῖν ἔπεισα, ἵν’ ἐν τῇ τοῦ στόματος συνεχεῖ κινήσει τὸν τοῦ γελᾶν ἔλεγχον ἀποκρυψώμεθα.

72

.

21

.

3

τοιούτων δ’ οὖν τούτων γενομένων παρεμυθήσατο ἡμᾶς ὅτι μέλλων αὖθις μονομαχῆσαι παρήγγειλεν ἡμῖν ἔν τε τῇ στολῇ τῇ ἱππάδι καὶ ἐν ταῖς μανδύαις ἐς τὸ θέατρον ἐσελθεῖν, ὅπερ οὐκ ἄλλως ποιοῦμεν ἐσιόντες ἐς τὸ θέατρον εἰ μὴ τῶν αὐτοκρατό‐
5ρων τις μεταλλάξειε, καὶ ὅτι ἐν τῇ τελευταίᾳ ἡμέρᾳ τὸ κράνος αὐτοῦ κατὰ τὰς πύλας καθ’ ἃς οἱ τελευτῶντες ἐκφέρονται ἐξε‐ κομίσθη. ἐκ γὰρ τούτων καὶ πάνυ πᾶσι πάντως ἀπαλλαγή τις

72

.

22

.

1

αὐτοῦ γενήσεσθαι ἐνομίζετο. ἀπέθανέ γέ τοι, μᾶλλον δὲ ἀνῃρέθη,
οὐκ ἐς μακράν. ὁ γὰρ Λαῖτος καὶ ὁ Ἔκλεκτος ἀχθόμενοι αὐτῷ δι’ ἃ ἐποίει, καὶ προσέτι καὶ φοβηθέντες (ἠπείλει γάρ σφισιν,

72

.

22

.

2

ὅτι ἐκωλύετο ταῦτα ποιεῖν), ἐπεβούλευσαν αὐτῷ. ὁ γὰρ Κόμ‐ μοδος ἀμφοτέρους ἀνελεῖν ἐβούλετο τοὺς ὑπάτους, Ἐρύκιόν τε Κλᾶρον καὶ Σόσσιον Φάλκωνα, καὶ ὕπατός τε ἅμα καὶ σε‐ κούτωρ ἐν τῇ νουμηνίᾳ ἐκ τοῦ χωρίου ἐν ᾧ οἱ μονομάχοι τρέ‐
5φονται προελθεῖν· καὶ γὰρ τὸν οἶκον τὸν πρῶτον παρ’ αὐτοῖς,

72

.

22

.

3

ὡς καὶ εἷς ἐξ αὐτῶν ὤν, εἶχε. καὶ μηδεὶς ἀπιστήσῃ· καὶ γὰρ τοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἑτέραν ἑαυτοῦ ἀντιθείς, καὶ ῥόπαλον δοὺς λέοντά τέ τινα χαλκοῦν ὑποθεὶς ὡς Ἡρακλεῖ ἐοικέναι, ἐπέγραψε πρὸς τοῖς δηλωθεῖ‐
5σιν αὐτοῦ ἐπωνύμοις καὶ τοῦτο, “πρωτόπαλος σεκουτόρων, ἀρι‐ στερὸς μόνος νικήσας δωδεκά‐

72

.

22

3a

κις” οἶμαι “χιλίους”. Xiph. 279, 26—280, 24 R. St.

72

.

22

.

4

διὰ μὲν δὴ ταῦτα ὅ τε Λαῖτος καὶ ὁ Ἔκλεκτος ἐπέθεντο αὐτῷ, κοινωσάμενοι καὶ τῇ Μαρκίᾳ τὸ βούλευμα. ἐν γοῦν τῇ τε‐ λευταίᾳ τοῦ ἔτους ἡμέρᾳ, ἐν τῇ νυκτί, τῶν ἀνθρώπων ἀσχολίαν περὶ τὴν ἑορτὴν ἐχόντων, φάρμακον διὰ τῆς Μαρκίας ἐν κρέασι

72

.

22

.

5

βοείοις αὐτῷ ἔδωκαν. ἐπεὶ δ’ οὐκ ἠδυνήθη παραχρῆμα ὑπό τε τοῦ οἴνου ὑπό τε τῶν λουτρῶν, οἷς ἀεὶ ἀπλήστως ἐχρῆτο, φθα‐ ρῆναι, ἀλλὰ καὶ ἐξήμεσέ τι κἀκ τούτου ὑποτοπήσας αὐτὸ ἠπείλει τινά, οὕτω δὴ Νάρκισσόν τινα γυμναστὴν ἐπέπεμψαν αὐτῷ, καὶ

72

.

22

.

6

δι’ ἐκείνου λούμενον αὐτὸν ἀπέπνιξαν. τῷ μὲν οὖν Κομμόδῳ τοῦτο τὸ τέλος ἐγένετο ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα ἄρξαντι, ἐβίω δὲ ἔτη τριάκοντα ἓν καὶ μῆνας τέσσαρας· καὶ ἐς αὐτὸν ἡ οἰκία ἡ τῶν ὡς ἀληθῶς Αὐρηλίων αὐ‐
5ταρχοῦσα ἐπαύσατο.

72

.

23

.

1

πόλεμοι δὲ μετὰ τοῦτο καὶ στάσεις μέγισται συνέβησαν, συνέ‐ θηκα δ’ ἐγὼ τούτων τὴν συγγραφὴν ἐξ αἰτίας τοιᾶσδε. βιβλίον τι περὶ τῶν ὀνειράτων καὶ τῶν σημείων δι’ ὧν ὁ Σεουῆρος τὴν αὐτο‐

72

.

23

.

2

κράτορα ἀρχὴν ἤλπισε, γράψας ἐδημοσίευσα· καὶ αὐτῷ καὶ ἐκεῖνος πεμφθέντι παρ’ ἐμοῦ ἐντυχὼν πολλά μοι καὶ καλὰ ἀντεπέστειλε. ταῦτ’ οὖν ἐγὼ τὰ γράμματα πρὸς ἑσπέραν ἤδη λαβὼν κατέδαρθον, καί μοι καθεύδοντι προσέταξε τὸ δαιμόνιον ἱστορίαν γράφειν.

72

.

23

.

3

καὶ οὕτω δὴ ταῦτα περὶ ὧν νῦν καθίσταμαι ἔγραψα. καὶ ἐπειδή γε τοῖς τε ἄλλοις καὶ αὐτῷ τῷ Σεουήρῳ μάλιστα ἤρεσε, τότε δὴ καὶ τἆλλα πάντα τὰ τοῖς Ῥωμαίοις προσήκοντα συνθεῖναι ἐπεθύμησα· καὶ διὰ τοῦτο οὐκέτι ἰδίᾳ ἐκεῖνο ὑπολιπεῖν ἀλλ’ ἐς τήνδε τὴν συγ‐
5γραφὴν ἐμβαλεῖν ἔδοξέ μοι, ἵν’ ἐν μιᾷ πραγματείᾳ ἀπ’ ἀρχῆς πάντα,

72

.

23

.

4

μέχρις ἂν καὶ τῇ Τύχῃ δόξῃ, γράψας καταλίπω. τὴν δὲ δὴ θεὸν ταύ‐ την ἐπιρρωννύουσάν με πρὸς τὴν ἱστορίαν εὐλαβῶς πρὸς αὐτὴν καὶ ὀκνηρῶς διακείμενον, καὶ πονούμενον ἀπαγορεύοντά τε ἀνακτω‐
μένην δι’ ὀνειράτων, καὶ καλὰς ἐλπίδας περὶ τοῦ μέλλοντος χρόνου
5διδοῦσάν μοι ὡς ὑπολειψομένου τὴν ἱστορίαν καὶ οὐδαμῶς ἀμαυρώ‐ σοντος, ἐπίσκοπον τῆς τοῦ βίου διαγωγῆς, ὡς ἔοικεν, εἴληχα, καὶ

72

.

23

.

5

διὰ τοῦτο αὐτῇ ἀνάκειμαι. συνέλεξα δὲ πάντα τὰ ἀπ’ ἀρχῆς τοῖς Ῥωμαίοις μέχρι τῆς Σεουήρου μεταλλαγῆς πραχθέντα ἐν ἔτεσι δέκα, καὶ συνέγραψα ἐν ἄλλοις δώδεκα· τὰ γὰρ λοιπά, ὅπου ἂν καὶ προ‐ χωρήσῃ, γεγράψεται.

72

.

24

.

1

πρὸ δὲ τῆς τοῦ Κομμόδου τελευτῆς σημεῖα τάδε ἐγένετο· ἀετοί τε γὰρ περὶ τὸ Καπιτώλιον πολλοὶ καὶ ἔξεδροι ἐπλανῶντο, προσ‐ επιφθεγγόμενοι οὐδὲν εἰρηναῖον, καὶ βύας ἀπ’ αὐτοῦ ἔβυξε, πῦρ τε νύκτωρ ἀρθὲν ἐξ οἰκίας τινὸς καὶ ἐς τὸ Εἰρηναῖον ἐμπεσὸν τὰς
5ἀποθήκας τῶν τε Αἰγυπτίων καὶ τῶν Ἀραβίων φορτίων ἐπενείματο,

72

.

24

.

2

ἔς τε τὸ παλάτιον μετεωρισθὲν ἐσῆλθε καὶ πολλὰ πάνυ αὐτοῦ κατέ‐ καυσεν, ὥστε καὶ τὰ γράμματα τὰ τῇ ἀρχῇ προσήκοντα ὀλίγου δεῖν πάντα φθαρῆναι. ἀφ’ οὗ δὴ καὶ τὰ μάλιστα δῆλον ἐγένετο ὅτι οὐκ ἐν τῇ πόλει τὸ δεινὸν στήσεται, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν

72

.

24

.

3

οἰκουμένην αὐτῆς ἀφίξεται. οὐδὲ γὰρ κατασβεσθῆναι ἀνθρωπίνῃ χειρὶ ἠδυνήθη, καίτοι παμπόλλων μὲν ἰδιωτῶν παμπόλλων δὲ στρα‐ τιωτῶν ὑδροφορούντων, καὶ αὐτοῦ τοῦ Κομμόδου ἐπελθόντος ἐκ τοῦ προαστείου καὶ ἐπισπέρχοντος. ἀλλ’ ἐπειδὴ πάντα ὅσα κατέσχε
5διέφθειρεν, ἐξαναλωθὲν ἐπαύσατο. Xiph. 280, 24—282, 8 R. St.

73

.

1

.

1

Περτίναξ δὲ ἦν μὲν τῶν καλῶν κἀγαθῶν, ἦρξε δὲ πάνυ βραχύν τινα χρόνον, εἶτα πρὸς τῶν στρατιωτῶν ἀνῃρέθη. λανθάνοντος γὰρ ἔτι τοῦ γεγενημένου περὶ τὸν Κόμμοδον ἦλθον πρὸς αὐτὸν οἱ περὶ τὸν Ἔκλεκτον καὶ Λαῖτον, καὶ τὸ πραχθὲν ἐμήνυσαν· διὰ τὴν ἀρε‐

73

.

1

.

2

τὴν γὰρ καὶ τὸ ἀξίωμα αὐτοῦ ἡδέως αὐτὸν ἐπελέξαντο. ἰδὼν δὲ αὐτοὺς ἐκεῖνος, καὶ ἀκούσας ὧν ἔλεγον, ἔπεμψε τὸν πιστότατον τῶν ἑταίρων τὸ σῶμα τὸ τοῦ Κομμόδου ὀψόμενον. ὡς δὲ τὸ πραχθὲν ἐβεβαιώσατο, οὕτω δὴ ἐς τὸ στρατόπεδον κρύφα ἐσεκομίσθη, καὶ
5ἔκπληξιν μὲν τοῖς στρατιώταις παρέσχε, τῇ δὲ δὴ παρουσίᾳ τῶν περὶ τὸν Λαῖτον, καὶ ἐξ ὧν ὑπέσχετο (τρισχιλίας γὰρ αὐτοῖς δρα‐ χμὰς κατ’ ἄνδρα δώσειν ἐπηγγείλατο), προσεποιήσατο αὐτούς.

73

.

1

.

3

κἂν πάντως ἡσύχασαν, εἰ μὴ τελευτῶν τὸν λόγον ὧδέ πως εἶπε, “πολλὰ μέν, ὦ ἄνδρες συστρατιῶται, καὶ δυσχερῆ τῶν παρόντων ἐστίν, ἀλλὰ τὰ μὲν ἄλλα αὖθις σὺν ὑμῖν ἐπανορθώσεται·” ἀκού‐ σαντες γὰρ τοῦτο ὑπετόπησαν πάντα τὰ ἑαυτοῖς ὑπὸ τοῦ Κομμόδου
5παρὰ τὸ καθεστηκὸς δεδομένα καταλυθήσεσθαι, καὶ ἐδυσκόλαναν

73

.

1

.

4

μέν, ἡσύχασαν δὲ ὅμως ἐπικρύπτοντες τὴν ὀργήν. ἐξελθὼν δὲ ἐκ τοῦ τείχους πρὸς τὸ συνέδριον νυκτὸς ἔτι οὔσης ἀφίκετο, καὶ ἀσπα‐ σάμενος ἡμᾶς ὅπως τις, οἷα ἐν ὁμίλῳ καὶ ἐν ὠθισμῷ τοσούτῳ, προσελθεῖν αὐτῷ ἠδυνήθη, ἔπειτα ἐκ τοῦ αὐτοσχεδίου εἶπεν ὅτι
5“ὠνόμασμαι μὲν ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ, οὐδὲν μέντοι τῆς ἀρχῆς δέομαι, ἀλλ’ ἐξίσταμαι ἤδη καὶ τήμερον αὐτῆς διά τε τὴν ἐμαυτοῦ ἡλικίαν καὶ ἀρρωστίαν καὶ διὰ τὴν τῶν πραγμάτων

73

.

1

.

5

δυσχέρειαν”. λεχθέντων δὲ καὶ ἐπῃνοῦμεν αὐτὸν ἀπὸ γνώμης καὶ ὡς ἀληθῶς ᾑρούμεθα· τήν τε γὰρ ψυχὴν ἄριστος ἦν καὶ τῷ σώματι ἔρρωτο, πλὴν καθ’ ὅσον βραχύ τι ὑπὸ τῶν ποδῶν ἐνεποδίζετο.

73

.

2

.

1

καὶ οὕτως ὅ τε Περτίναξ αὐτοκράτωρ καὶ ὁ Κόμμοδος πολέμιος ἀπεδείχθη, πολλά γε ἐς αὐτὸν καὶ δεινὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου συμβοησάντων. ἠθέλησαν μὲν γὰρ καὶ τὸ σῶμα αὐτοῦ σῦραι καὶ διασπάσαι ὥσπερ καὶ τὰς εἰκόνας, εἰπόντος δὲ τοῦ Περτίνακος
5τῇ γῇ ἤδη τὸν νεκρὸν κεκρύφθαι, τοῦ μὲν σώματος ἀπέσχοντο,

73

.

2

.

2

τῶν δ’ ἄλλων ἐνεφοροῦντο, οὐδὲν ὅ τι οὐκ ἐπιλέγοντες· Κόμμοδον μὲν γὰρ οὐδεὶς οὐδ’ αὐτοκράτορα αὐτὸν ὠνόμαζεν, ἀλιτήριον δέ τινα καὶ τύραννον ἀποκαλοῦντες προσετίθεσαν ἐπισκώπτοντες τὸν

73

.

2

.

3

μονομάχον, τὸν ἁρματηλάτην, τὸν ἀριστερόν, τὸν κηλήτην. τοῖς τε βουλευταῖς, ὅσοις καὶ μάλιστα ἐκ τοῦ Κομμόδου φόβος ἐπήρτητο, ὁ ὄχλος ἐπέλεγεν “εὖγε εὖγε, ἐσώθης, ἐνίκησας”. ὅσα τε εἰώθεσαν ἐν τοῖς θεάτροις ἐπὶ τῇ τοῦ Κομμόδου θεραπείᾳ εὐρύθμως πως
5ἐκβοᾶν, ταῦτα τότε μετασχηματίζοντες ἐς τὸ γελοιότατον ἐξῇδον.

73

.

2

.

4

τοῦ μὲν γὰρ ἀπηλλαγμένοι, τὸν δὲ οὐδέπω φοβούμενοι, τό τε διὰ μέσου αὐτῶν ὡς ἐλεύθεροι ἐκαρποῦντο, καὶ ἀξίωμα παρρησίας ἐν τῷ ἀδεεῖ αὐτοῦ ἐλάμβανον· οὐ γὰρ ἐξήρκει σφίσι τὸ μηκέτι φοβεῖ‐ σθαι, ἀλλ’ ἐν τῷ θαρσοῦντι καὶ ἐξυβρίζειν ἤθελον. Xiph. 282, 15‐
5283, 29 R. St.

73

.

3

.

1

ἦν δὲ ὁ Περτίναξ Λίγυς ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, γράμματα ὅσον ἀποζῆν ἐξ αὐτῶν ἠσκημένος. καὶ κατὰ τοῦτο καὶ τῷ Πομπηιανῷ τῷ Κλαυδίῳ συνεγεγόνει, καὶ δι’ αὐτὸν
ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας ἐς τοῦτο προεχώρησεν ὥστε καὶ ἐκεί‐

73

.

3

.

2

νου αὐτοῦ αὐταρχῆσαι. καὶ ἔγωγε τότε ἐπὶ τοῦ Περτίνακος καὶ πρῶτον καὶ ἔσχατον ἐν τῷ βουλευτηρίῳ τὸν Πομπηιανὸν εἶδον· ἐν γὰρ τοῖς ἀγροῖς τὰ πλεῖστα διὰ τὸν Κόμμοδον διῆγε, καὶ ἐς τὸ ἄστυ ἐλάχιστα κατέβαινε, τό τε γῆρας καὶ τὸ τῶν ὀφθαλμῶν
5νόσημα προβαλλόμενος, οὐδὲ ἔστιν ὅτε πρότερον ἐμοῦ παρόντος ἐς

73

.

3

.

3

τὴν γερουσίαν ἐσῆλθε. καὶ μέντοι καὶ μετὰ τὸν Περτίνακα πάλιν ἐνόσει· ἐπὶ γὰρ ἐκείνου καὶ ἔβλεπε καὶ ἑώρα καὶ ἐβούλευε, καὶ αὐτὸν ὁ Περτίναξ τά τε ἄλλα ἰσχυρῶς ἐτίμα καὶ ἐπὶ τοῦ βάθρου ἐν τῷ συνεδρίῳ παρεκάθιζεν. καὶ τοῦτο καὶ τὸν Γλαβρίωνα τὸν Ἀκί‐

73

.

3

.

4

λιον ἐποίει· καὶ γὰρ ἐκεῖνος τότε καὶ ἤκουεν καὶ ἔβλεπε. τούτους μὲν οὖν ἐς ὑπερβολὴν ἐτίμα, ἐχρῆτο δὲ καὶ ἡμῖν δημοτικώτατα· καὶ γὰρ εὐπροσήγορος ἦν, ἤκουέ τε ἑτοίμως ὅ τι τις ἀξιοίη, καὶ ἀπεκρίνετο ἀνθρωπίνως ὅσα αὐτῷ δοκοίη. εἱστία τε ἡμᾶς σωφρό‐
5νως· καὶ ὁπότε μὴ τοῦτο ποιοίη, διέπεμπεν ἄλλοις ἄλλα καὶ τὰ εὐτελέστατα. καὶ αὐτὸν ἐπὶ τούτῳ οἱ μὲν πλούσιοι καὶ μεγά‐ λαυχοι διεγέλων, οἱ δὲ ἄλλοι, οἷς ἀρετὴ ἀσελγείας προτιμοτέρα ἦν, ἐπῃνοῦμεν. Xiph. 283, 29—284, 12 R. St., et (inde a § 2) Exc. Val. 327 (p. 729).

73

.

2

.

5

ὅτι τοσοῦτον τὸ διάφορον τῆς περὶ Περτίνακος δόξης πρὸς τὸν Κόμμοδον πάντες εἶχον, ὥστε τοὺς ἀκούοντας τὰ γεγονότα
ὑποπτεύειν ὑπὸ τοῦ Κομμόδου τὸν λόγον τοῦτον ἐπὶ πείρᾳ καθεῖ‐ σθαι, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τοῖς ἔθνεσιν ἀρχόντων τοὺς

73

.

2

.

6

ἀγγείλαντάς σφισιν αὐτὰ καταδῆσαι, οὐχ ὅτι οὐκ ἤθελον ἀληθῆ εἶναι, ἀλλ’ ὅτι μᾶλλον ἐφοβοῦντο δόξαι τὸν Κόμμοδον ἀπολωλέ‐ ναι ἢ τῷ Περτίνακι 〈μὴ〉 προστίθεσθαι, διότι τὸν μὲν καὶ ἁμαρ‐ τών τι τοιοῦτο πᾶς ἐθάρσει, τὸν δὲ οὐδεὶς οὐδ’ ἀναμάρτητος ὤν.
5Exc. Val. 328 (p. 729).

73

.

4

.

1

ἔτι δὲ ὄντος αὐτοῦ ἐν Βρεττανίᾳ μετὰ τὴν μεγάλην ἐκείνην στάσιν ἣν ἔπαυσε, καὶ ἐπαίνων παρὰ πᾶσιν ἀξιουμένου, ἵππος τις ὄνομα Περτίναξ ἐνίκησεν ἐν τῇ Ῥώμῃ· ἦν δὲ τῶν πρασίων καὶ

73

.

4

.

2

ὑπὸ τοῦ Κομμόδου ἐσπουδάζετο. τῶν οὖν στασιωτῶν αὐτοῦ μέγα ἀναβοησάντων, καὶ εἰπόντων αὐτὸ τοῦτο, “Περτίναξ ἐστίν”, οἱ ἕτε‐ ροι οἱ ἀντιστασιωταί σφων, οἷά που ἀχθόμενοι τῷ Κομμόδῳ, προσ‐ επεύξαντο, εἰπόντες οὐ πρὸς τὸν ἵππον ἀλλὰ πρὸς τὸν ἄνδρα “εἰ γὰρ

73

.

4

.

3

ὤφειλεν εἶναι”. ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμμοδος, καὶ ἐσήγαγεν ἐς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ νῶτα δέρματι ἐπιχρύσῳ κοσμήσας· καὶ αὐτὸν
5οἱ ἄνθρωποι ἐξαπίνης ἰδόντες ἀνεβόησαν αὖθις “Περτίναξ ἐστί”.

73

.

4

.

4

καὶ ἦν μέν που μαντικὸν αὐτὸ καθ’ ἑαυτὸ τὸ λεχθέν, ἐπειδὴ τῇ ἐσχάτῃ ἐν τῷ ἔτει ἐκείνῳ ἱπποδρομίᾳ ἐγένετο, καὶ εὐθὺς ἐπ’ αὐτῇ τὸ κράτος ἐς τὸν Περτίνακα περιῆλθεν· ἐλογοποιήθη δὲ καὶ ἐπὶ τοῦ ῥοπάλου τὰ ὅμοια, ἐπειδὴ τῷ Περτίνακι αὐτὸ ὁ Κόμμοδος
5μονομαχήσειν τῇ τελευταίᾳ ἡμέρᾳ μέλλων ἔδωκεν.

73

.

5

.

1

οὕτω μὲν ἐς τὴν ἀρχὴν ὁ Περτίναξ κατέστη, καὶ ἔλαβε τάς τε ἄλλας ἐπικλήσεις τὰς προσηκούσας καὶ ἑτέραν ἐπὶ τῷ δημοτικὸς εἶναι βούλεσθαι· πρόκριτος γὰρ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπω‐ νομάσθη. καὶ εὐθὺς ἐς κόσμον, ὅσα πρὶν πλημμελῶς εἶχε καὶ ἀτάκ‐

73

.

5

.

2

τως, καθίστατο· φιλανθρωπία τε γὰρ καὶ χρηστότης καὶ οἰκονομία βελτίστη καὶ πρόνοια τοῦ κοινοῦ ἐπιμελεστάτη περὶ τὸν αὐτοκρά‐ τορα διεδείκνυτο. τά τε γὰρ ἄλλα, ὅσα ἂν ἀγαθὸς αὐτοκράτωρ,
ἔπραττεν ὁ Περτίναξ, καὶ τὴν ἀτιμίαν ἀφεῖλε τῶν ἀδίκως πεφονευ‐
5μένων, καὶ προσέτι καὶ ἐπώμοσε μηδέποτε τοιαύτην δίκην προσ‐

73

.

5

.

3

δέξεσθαι. καὶ αὐτίκα οἱ μὲν τοὺς συγγενεῖς οἱ δὲ τοὺς φίλους ἀνεκάλουν μετὰ δακρύων ὁμοῦ καὶ χαρᾶς· οὐδὲ γὰρ οὐδὲ τοῦτο πρὶν ἐξῆν ποιεῖν· καὶ μετὰ ταῦτα ἀνορύττοντες τὰ σώματα, οἱ μὲν ὁλόκληρα οἱ δὲ μέρη, ὥς που ἕκαστον αὐτῶν ἢ τοῦ ὀλέθρου ἢ
5τοῦ χρόνου εἶχεν, εὐθέτουν καὶ ἐς τὰ προγονικὰ μνημεῖα ἀπετίθεντο.

73

.

5

.

4

τοσαύτη δ’ ἄρα τότε τὸ βασίλειον εἶχεν ἀχρηματία ὥστε πέντε καὶ εἴκοσι μυριάδες δραχμῶν μόναι εὑρέθησαν. χαλεπῶς δ’ οὖν ὁ Περτίναξ ἔκ τε τῶν εἰκόνων καὶ τῶν ὅπλων τῶν τε ἵππων καὶ ἐπίπλων καὶ τῶν παιδικῶν τῶν τοῦ Κομμόδου ἀγείρας ἀργύριον,
5τοῖς τε δορυφόροις ἔδωκεν ὅσα ὑπέσχητο, καὶ τῷ δήμῳ καθ’ ἑκα‐

73

.

5

.

5

τὸν δραχμάς. σύμπαντα γὰρ ὅσα ὁ Κόμμοδος ἐπί τε τῇ τρυφῇ καὶ ἐς ὁπλομαχίαν ἢ καὶ ἐς ἁρματηλασίαν ἐκέκτητο, ἐς τὸ πωλητήριον ἐξετέθη, τὸ μὲν πλεῖστον πράσεως ἕνεκα, ἤδη δὲ καὶ ἐς ἐπίδειξιν τῶν τε ἔργων αὐτοῦ καὶ τῶν διαιτημάτων, καὶ προσέτι καὶ ἐς
5ἔλεγχον τῶν ὠνησομένων αὐτά. Xiph. 284, 12—285, 19 R. St.

73

.

6

.

1

ὁ δὲ Λαῖτος τὸν Περτίνακα δι’ εὐφημίας ἦγε καὶ τὸν Κόμμο‐ δον ὕβριζε. βαρβάρους γοῦν τινας χρυσίον παρ’ αὐτοῦ πολὺ ἐπ’ εἰρήνῃ
5εἰληφότας μεταπεμψάμενος (ἔτι γὰρ ἐν ὁδῷ ἦσαν) ἀπῄτησεν αὐτό, εἰπὼν αὐτοῖς ὅτι “λέγετε τοῖς οἴκοι Περτίνακα ἄρχειν·” ᾔδεσαν γὰρ
καὶ πάνυ τὸ ὄνομα αὐτοῦ ἐξ ὧν ἐπεπόνθεσαν ὅτε μετὰ τοῦ Μάρκου

73

.

6

.

2

ἐστρατεύετο. καὶ ἕτερον δέ τι τοιόνδε ἐπὶ τῇ τοῦ Κομμόδου δια‐ βολῇ ὁμοίως ἔπραξε. κοπρίας τινὰς καὶ γελωτοποιοὺς αἴσχιστα μὲν τὰ εἴδη αἰσχίω δὲ τά τε ὀνόματα καὶ τὰ ἐπιτηδεύματα ἔχοντας καὶ διὰ τὴν ὕβριν τήν τε ἀσέλγειαν ὑπὸ τοῦ Κομμόδου ὑπερπλου‐
5τοῦντας εὑρών, ἐδημοσίευσε τάς τε προσηγορίας αὐτῶν καὶ τὸ πλῆθος ὧν ἐκέκτηντο, καὶ ἦν ἐπὶ μὲν τοῖς γέλως, ἐπὶ δὲ τοῖς ὀργή τε καὶ λύπη· τοσαῦτα γάρ τινες αὐτῶν ἔχοντες ἦσαν ἐφ’ ὅσοις ἐκεῖ‐

73

.

6

.

3

νος πολλοὺς καὶ τῶν βουλευτῶν ἐσφάκει. οὐ μέντοι γε καὶ δι’ ὅλου ὁ Λαῖτος πιστὸς ἔμεινε τῷ Περτίνακι, μᾶλλον δὲ οὐδ’ ἐν ἀκαρεῖ· ὧν γὰρ ἤθελε μὴ τυγχάνων προσπαρώξυνε τοὺς στρατιώτας, ὡς λελέξεται, κατ’ αὐτοῦ. Xiph. 285, 19—286, 3 R. St., et (§ 1) Exc. Val.
5329 (p. 730) et (§ 2) Exc. Val. 330.

73

.

7

.

1

τὸν μὲν οὖν πενθερὸν αὑτοῦ ὁ Περτίναξ τὸν Σουλπικιανὸν τὸν Φλάουιον πολιαρχεῖν ἔταξε, καὶ ἄλλως ἄξιον ὄντα τούτου τυχεῖν· οὔτε δὲ τὴν γυναῖκα Αὔγουσταν οὔτε τὸν υἱὸν Καίσαρα, καίπερ ψηφισαμένων ἡμῶν, ποιῆσαι ἠθέλησεν, ἀλλ’ ἑκάτερον ἰσχυρῶς διε‐

73

.

7

.

2

κρούσατο, εἴτ’ οὖν ὅτι μηδέπω τὴν ἀρχὴν ἐρριζώκει, εἴτε καὶ ὅτι ἐκείνην τε ἀκολασταίνουσαν οὐκ ἠβουλήθη τὸ τῆς Αὐγούστης ὄνομα μιᾶναι, καὶ τὸν υἱὸν παιδίον ἔτι ὄντα οὐκ ἠθέλησε, πρὶν παιδευ‐ θῆναι, τῷ τε ὄγκῳ καὶ τῇ ἐλπίδι τῇ ἐκ τοῦ ὀνόματος διαφθαρῆναι.

73

.

7

.

3

ἀλλ’ οὐδ’ ἐν τῷ παλατίῳ αὐτὸν ἔτρεφεν, ἀλλὰ καὶ πάντα τὰ ὑπάρ‐ χοντα αὑτῷ πρότερον ἐν τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ ἀποθέμενος, ταῦτά
τε τοῖς τέκνοις διένειμε (καὶ γὰρ καὶ θυγατέρα εἶχε) καὶ παρὰ τῷ πάππῳ διαιτᾶσθαι αὐτὰ ἐκέλευσεν, ὀλίγα ἄττα αὐτοῖς, ὡς πατὴρ
5καὶ οὐχ ὡς αὐτοκράτωρ, συγγινόμενος. Xiph. 286, 3—15 R. St.

73

.

8

.

1

ἐπεὶ οὖν οὔτε τοῖς στρατιώταις ἁρπάζειν οὔτε τοῖς Καισαρείοις ἀσελγαίνειν ἔτι ἐξῆν, δεινῶς οὗτοι ἐμίσουν αὐτόν. ἀλλ’ οἱ μὲν Και‐ σάρειοι οὐδέν, ἅτε καὶ ἄοπλοι ὄντες, ἐνεωτέρισαν, οἱ δὲ δὴ στρα‐

73

.

8

.

2

τιῶται οἱ δορυφόροι καὶ ὁ Λαῖτος ἐπεβούλευσαν αὐτῷ. καὶ πρῶτα μὲν τὸν ὕπατον Φάλκωνα, ὅτι καὶ γένει καὶ χρήμασιν ἤκμαζεν, [εἰς] αὐτοκράτορα ἐπιλέγονται, καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἐσά‐ ξειν, τοῦ Περτίνακος ἐπὶ τῇ θαλάσσῃ τὴν τοῦ σίτου παρασκευὴν

73

.

8

.

3

ἐξετάζοντος, ἤμελλον. μαθὼν δὲ τοῦτ’ ἐκεῖνος σπουδῇ ἐς τὴν πόλιν ἦλθε, καὶ παρελθὼν ἐς τὴν γερουσίαν ἔφη “οὐ χρὴ ὑμᾶς ἀγνοεῖν, ὦ πατέρες, ὅτι πέντε που καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρὼν τοσοῦτον τοῖς στρατιώταις διένειμα ὅσον Μᾶρκός τε καὶ
5Λούκιος, οἷς ἑξακισμύριαι καὶ ἑπτακισχίλιαι καὶ πεντακόσιαι μυ‐

73

.

8

.

4

ριάδες κατελείφθησαν. ἀλλ’ αἴτιοι τῆς ἀχρηματίας ταύτης οἱ θαυμαστοὶ Καισάρειοι γεγόνασι”. καὶ ἐψεύσατο μὲν ὁ Περτίναξ ὅτι ἐπ’ ἴσης τῷ Λουκίῳ καὶ τῷ Μάρκῳ τοῖς στρατιώταις ἐδω‐ ρήσατο (οἱ μὲν γὰρ ἐς πεντακισχιλίας ὁ δὲ ἐς τρισχιλίας αὐτοῖς
5ἐδεδώκει), οἱ δὲ δὴ στρατιῶται καὶ οἱ Καισάρειοι παρόντες ἐν τῷ συνεδρίῳ (πάμπολλοι δὲ ἦσαν) δεινῶς ἠγανάκτησαν καὶ φοβε‐

73

.

8

.

5

ρόν τι διετονθόρυσαν. μελλόντων δὲ ἡμῶν καταψηφιεῖσθαι τοῦ
Φάλκωνος, καὶ ἤδη γε αὐτὸν πολέμιον ὀνομαζόντων, ἀναστὰς ὁ Περ‐ τίναξ καὶ ἀνακραγών “μὴ γένοιτο” ἔφη “μηδένα βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι”. καὶ ὁ μὲν οὕτως ἐσώθη,
5〈καὶ〉 εὐλαβηθεὶς καὶ αἰδεσθεὶς τὸν λειπόμενον χρόνον ἐν ἀγρῷ διῆγεν,

73

.

9

.

1

ὁ δὲ Λαῖτος παραλαβὼν τὴν κατὰ τὸν Φάλκωνα ἀφορμήν, πολ‐ λοὺς τῶν στρατιωτῶν ὡς καὶ ἐκείνου κελεύοντος διέφθειρεν. οἱ δὲ λοιποὶ τοῦτο αἰσθόμενοι, καὶ φοβηθέντες μὴ καὶ αὐτοὶ προσ‐

73

.

9

.

2

απόλωνται, ἐθορύβησαν. διακόσιοι δὲ οἱ τῶν ἄλλων θρασύτεροι καὶ ἐς τὸ παλάτιον τὰ ξίφη ἀνατετακότες ὥρμησαν. οὐδὲ ἔγνω πρότερον προσιόντας ὁ Περτίναξ αὐτοὺς πρὶν ἄνω γενέσθαι· τότε

73

.

9

.

3

δὲ ἡ γυνὴ αὐτοῦ ἐσδραμοῦσα ἐμήνυσεν αὐτῷ τὸ γενόμενον. μαθὼν οὖν ταῦτ’ ἐκεῖνος πρᾶγμα εἴτ’ οὖν γενναῖον εἴτε ἀνόητον, εἴθ’ ὅπως τις αὐτὸ ὀνομάσαι ἐθέλει, ἔπραξε. δυνηθεὶς γὰρ ἂν μά‐ λιστα μὲν ἀποκτεῖναι τοὺς ἐπελθόντας (τῇ τε γὰρ νυκτερινῇ φυ‐
5λακῇ καὶ τοῖς ἱππεῦσιν ὥπλιστο, καὶ ἦσαν καὶ ἄλλοι ἐν τῷ παλα‐ τίῳ τότε ἄνθρωποι πολλοί), εἰ δὲ μή, κατακρυφθῆναί γε καὶ

73

.

9

.

4

διαφυγεῖν ποι τάς τε πύλας τοῦ παλατίου καὶ τὰς ἄλλας τὰς διὰ μέσου θύρας κλείσας, τούτων μὲν οὐδέτερον ἐποίησεν, ἐλπίσας δὲ καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν ἀκουσθεὶς ἀπήντησε τοῖς προσιοῦσιν ἐν τῇ οἰκίᾳ ἤδη οὖσιν· οὔτε γὰρ τῶν συστρα‐
5τιωτῶν τις αὐτοὺς εἶρξε, καὶ οἱ πυλωροὶ οἵ τε ἄλλοι Καισάρειοι οὐχ ὅτι τι συνέκλεισαν, ἀλλὰ καὶ πάντα ἁπλῶς προσανέῳξαν.

73

.

10

.

1

ἰδόντες δ’ οὖν οἱ στρατιῶται τὸ μὲν πρῶτον ᾐδέσθησαν, πλὴν ἑνός, καὶ τούς τε ὀφθαλμοὺς ἐς τὸ δάπεδον ἤρεισαν καὶ τὰ ξίφη ἐς τοὺς κουλεοὺς ἐναπέθεντο· ἐπεὶ δὲ ἐκεῖνος προπηδήσας εἶπέ τε ὅτι “τοῦτό σοι τὸ ξίφος οἱ στρατιῶται πεπόμφασι”, καὶ
5προσπεσὼν εὐθὺς ἔπληξεν αὐτόν, οὐκ ἐπέσχον ἀλλὰ τόν τε αὐτο‐

73

.

10

.

2

κράτορά σφων κατέκοψαν καὶ τὸν Ἔκλεκτον. μόνος γὰρ δὴ οὗτος οὔτ’ ἐγκατέλιπεν αὐτὸν καὶ ἐπήμυνεν αὐτῷ ὅσον ἠδυνήθη, ὥστε καὶ τρῶσαί τινας· ὅθεν ἐγὼ καὶ πρὸ τοῦ ἄνδρα αὐτὸν ἀγαθὸν γεγονέναι νομίζων, τότε δὴ καὶ πάνυ ἐθαύμασα. ἀποτεμόντες δὲ
5οἱ στρατιῶται τὴν κεφαλὴν τοῦ Περτίνακος περί τε δόρυ περιέ‐

73

.

10

.

3

πειραν, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. οὕτω μὲν ὁ Περτίναξ ἐπι‐ χειρήσας ἐν ὀλίγῳ πάντα ἀνακαλέσασθαι ἐτελεύτησεν, οὐδὲ ἔγνω, καίπερ ἐμπειρότατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόα τινὰ ἀσφαλῶς ἐπανορθοῦσθαι, ἀλλ’ εἴπερ τι ἄλλο, καὶ πολιτικὴ
5κατάστασις καὶ χρόνου καὶ σοφίας χρῄζει. ἐβίω δὲ ἔτη ἑπτὰ καὶ ἑξήκοντα τεσσάρων μηνῶν καὶ τριῶν ἡμερῶν δέοντα, ἦρξε δὲ ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. Xiph. 286, 15—288, 4 R. St., et (c. 8, 5) Exc. Val. 331 et Exc. Vat. 126.

73

.

11

.

1

διαγγελλομένου δὲ τοῦ κατὰ τὸν Περτίνακα πάθους οἱ μὲν ἐς τὰς οἰκίας ἔτρεχον οἱ δὲ ἐς τὰς τῶν στρατιωτῶν, καὶ τῆς ἑαυτῶν ἀσφα‐
λείας πρόνοιαν ἐποιοῦντο. Σουλπικιανὸς δέ (ἔτυχε γὰρ παρὰ τοῦ Περ‐ τίνακος ἀποσταλεὶς ἐς τὸ στρατόπεδον, ἵνα τὰ ἐκεῖ καταστήσηται)
5ἔμεινέ τε ἐν αὐτῷ, καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ.

73

.

11

.

2

κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος,
4χρηματιστής τε
5ἄπληστος καὶ ἀναλωτὴς ἀσελ‐ γής, νεω‐ τέρων τε ἀεὶ πραγμάτων ἐπιθυ‐ μῶν, διὸ καὶ πρὸς τοῦ Κομμό‐ δου ἐς τὴν ἑαυτοῦ πατρίδα τὸ
10Μεδιόλανον ἐξελήλατο—οὗτος οὖν ἀκούσας τὸν θάνατον τοῦ Περ‐ τίνακος σπουδῇ ἐς τὸ στρατόπεδον παρεγένετο, καὶ πρὸς ταῖς πύ‐ λαις τοῦ τείχους ἑστὼς παρεκάλει τοὺς στρατιώτας ὑπὲρ τῆς τῶν

73

.

11

.

3

Ῥωμαίων ἡγεμονίας. ὅτε δὴ καὶ πρᾶγμα αἴσχιστόν τε καὶ ἀνάξιον τῆς Ῥώμης ἐγένετο· ὥσπερ γὰρ ἐν ἀγορᾷ καὶ ἐν πωλητηρίῳ τινὶ καὶ αὐτὴ καὶ ἡ ἀρχὴ αὐτῆς πᾶσα ἀπεκηρύχθη. καὶ αὐτὰς ἐπίπρασκον μὲν οἱ τὸν αὐτοκράτορά σφων ἀπεκτονότες, ὠνητίων δὲ ὅ τε Σουλπι‐
5κιανὸς καὶ ὁ Ἰουλιανὸς ὑπερβάλλοντες ἀλλήλους, ὁ μὲν ἔνδοθεν ὁ δὲ

73

.

11

.

4

ἔξωθεν. καὶ μέχρι γε πεντακισχιλίων δραχμῶν κατ’ ἄνδρα κατὰ βραχὺ προστιθέντες προῆλθον, διαγγελλόντων τινῶν καὶ λεγόντων τῷ τε Ἰουλιανῷ ὅτι “Σουλπικιανὸς τοσοῦτον δίδωσι· τί οὖν σὺ προσ‐ τίθης;” καὶ τῷ Σουλπικιανῷ ὅτι “Ἰουλιανὸς τοσοῦτον ἐπαγγέλλε‐

73

.

11

.

5

ται· τί οὖν σὺ προσυπισχνῇ;” κἂν ἐπεκράτησεν ὁ Σουλπικιανὸς ἔν‐ δον τε ὢν καὶ πολιαρχῶν, τάς τε πεντακισχιλίας πρότερος ὀνομάσας,
εἰ μὴ ὁ Ἰουλιανὸς οὐκέτι κατ’ ὀλίγον ἀλλὰ χιλίαις καὶ διακοσίαις καὶ πεντήκοντα ἅμα δραχμαῖς ὑπερέβαλε, καὶ τῇ φωνῇ μέγα βοῶν καὶ

73

.

11

.

6

ταῖς χερσὶν ἐνδεικνύμενος. τῇ τε γὰρ ὑπερβολῇ αὐτοῦ δουλωθέντες, καὶ ἅμα καὶ τὸν Σουλπικιανὸν ὡς καὶ τιμωρήσοντα τῷ Περτίνακι φοβηθέντες, ὅπερ ὁ Ἰουλιανὸς αὐτοῖς ὑπέτεινεν, ἐσεδέξαντό τε αὐτὸν καὶ αὐτοκράτορα ἀπέδειξαν. Xiph. 288, 13—289, 12 R. St., et (§ 2)
5Exc. Val. 332 (p. 730).

73

.

12

.

1

καὶ ὁ μὲν οὕτω πρὸς ἑσπέραν ἔς τε τὴν ἀγορὰν καὶ πρὸς τὸ βουλευτήριον ἠπείχθη, παμπληθεῖς δορυφόρους μετὰ σημείων συ‐ χνῶν ὥσπερ ἐς παράταξίν τινα ἄγων, ἵνα καὶ ἡμᾶς καὶ τὸν δῆμον προκαταπλήξας πρόσθηται· καὶ αὐτὸν οἱ στρατιῶται τά τε ἄλλα

73

.

12

.

2

ἐμεγάλυνον καὶ Κόμμοδον ἐπωνόμαζον. ἡμεῖς δὲ πυνθανόμενοι ταῦτα, ὥς που ἑκάστῳ διηγγέλλετο, ἐφοβούμεθα μὲν τὸν Ἰουλιανὸν καὶ τοὺς στρατιώτας, καὶ μάλιστα ὅσοι τι ἢ πρὸς τὸν Περτίνακα ἐπι‐ τήδειον ... (καὶ γὰρ ἐγὼ εἷς ἐξ αὐτῶν ἦν, ἐπειδὴ ὑπό τε τοῦ Περ‐
5τίνακος τά τε ἄλλα ἐτετιμήμην καὶ στρατηγὸς ἀπεδεδείγμην, καὶ ἐκεῖνον πολλὰ πολλάκις ἐν δίκαις συναγορεύων τισὶν ἀδικοῦντα

73

.

12

.

3

ἐπεδεδείχειν)· ὅμως δ’ οὖν καὶ διὰ ταῦτα (οὐ γὰρ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι οἴκοι, μὴ καὶ ἐξ αὐτοῦ τούτου ὑποπτευθῶμεν, κατα‐ μεῖναι) προήλθομεν, οὐχ ὅτι λελουμένοι ἀλλὰ καὶ δεδειπνηκότες, καὶ ὠσάμενοι διὰ τῶν στρατιωτῶν ἐς τὸ βουλευτήριον ἐσήλθομεν,

73

.

12

.

4

καὶ ἠκούσαμεν αὐτοῦ τά τε ἄλλα ἀξίως ἑαυτοῦ λέγοντος, καὶ ὅτι “ὑμᾶς τε ὁρῶ ἄρχοντος δεομένους, καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ὑμῶν ἡγεμονεῦσαι. καὶ εἶπον ἂν πάντα τὰ προσόντα μοι ἀγαθά, εἰ μὴ καὶ ᾔδειτε καὶ πεπειραμένοι μου ἦτε. διὸ οὐδὲ ἐδε‐
5ήθην πολλοὺς στρατιώτας ἐπάγεσθαι, ἀλλ’ αὐτὸς μόνος πρὸς ὑμᾶς

73

.

12

.

5

ἀφῖγμαι, ἵνα μοι τὰ ὑπ’ ἐκείνων δοθέντα ἐπικυρώσητε”. “μόνος” τε “γὰρ ἥκω” ἔλεγε, πᾶν μὲν ἔξωθεν τὸ βουλευτήριον ὁπλίταις περι‐
εστοιχισμένος, πολλοὺς δὲ καὶ ἐν αὐτῷ τῷ συνεδρίῳ στρατιώτας ἔχων, καὶ τοῦ συνειδότος ἡμᾶς τοῦ περὶ αὐτὸν ἀνεμίμνησκεν, ἐξ
5οὗ καὶ ἐμισοῦμεν αὐτὸν καὶ ἐφοβούμεθα.

73

.

13

.

1

καὶ ὁ μὲν οὕτω τὴν αὐταρχίαν καὶ ἐκ τῶν τῆς βουλῆς δογμά‐ των βεβαιωσάμενος ἀνῆλθεν ἐς τὸ παλάτιον, καὶ εὑρὼν τὸ δεῖπνον τὸ τῷ Περτίνακι παρεσκευασμένον πολλά τε αὐτοῦ κατεγέλασε, καὶ μεταπεμψάμενος ὅθεν τι καὶ ὁπωσοῦν εὑρεθῆναι τότε ἠδυνήθη
5πολυτίμητον, διεπίμπλατο ἔνδον ἔτι τοῦ νεκροῦ κειμένου, καὶ ἐκύ‐

73

.

13

.

2

βευεν, ἄλλους τε καὶ Πυλάδην τὸν ὀρχηστὴν παραλαβών. τῇ δὲ δὴ ὑστεραίᾳ ἡμεῖς μὲν ἀνῄειμεν ὡς αὐτόν, πλαττόμενοι τρόπον τινὰ καὶ σχηματιζόμενοι ὅπως μὴ κατάφωροι ἐπὶ τῇ λύπῃ γενώμεθα· ὁ δὲ δῆμος ἐσκυθρώπαζε φανερῶς, καὶ διελάλουν ὅσα ἤθελον, καὶ

73

.

13

.

3

παρεσκευάζοντο πρᾶξαι ὅσα ἐδύναντο. καὶ τέλος, ἐπειδὴ πρὸς τὸ συνέδριον ἦλθε καὶ τῷ Ἰανῷ τῷ πρὸ τῶν θυρῶν αὐτοῦ θύσειν ἔμελλεν, ἐξέκραγον πάντες ὥσπερ ἐκ συγκειμένου τινός, τῆς τε ἀρ‐ χῆς ἅρπαγα αὐτὸν καὶ πατροφόνον ὀνομάζοντες. ὡς δὲ προσποιη‐
5σάμενος μὴ χαλεπαίνειν ἀργύριόν τι αὐτοῖς ὑπέσχετο, ἀγανακτή‐ σαντες ὡς καὶ δεκαζόμενοι ἀνεβόησαν ἅμα πάντες “οὐ θέλομεν, οὐ

73

.

13

.

4

λαμβάνομεν”. καὶ αὐτοῖς καὶ τὰ πέριξ οἰκοδομήματα φρικῶδές τι συνεπήχησεν. ἀκούσας δὲ ταῦτα ὁ Ἰουλιανὸς οὐκέτ’ ἐκαρτέρησεν, ἀλλὰ τοὺς ἐγγὺς προσεστηκότας κτείνεσθαι προσέταξε. καὶ ὁ δῆ‐ μος ἔτι καὶ μᾶλλον ἐπιπαρωξύνθη, καὶ οὐκ ἐπαύσατο οὔτε τὸν
5Περτίνακα ποθῶν οὔτε τὸν Ἰουλιανὸν λοιδορῶν οὔτε τοὺς θεοὺς ἐπιβοώμενος οὔτε τοῖς στρατιώταις ἐπαρώμενος, ἀλλὰ καίτοι πολλοὶ [καὶ] πολλαχοῦ τῆς πόλεως καὶ τιτρωσκόμενοι καὶ φονευόμενοι ἀντ‐

73

.

13

.

5

εῖχον. καὶ τέλος ὅπλα ἁρπάσαντες συνέδραμον ἐς τὸν ἱππόδρο‐ μον, κἀνταῦθα διετέλεσαν τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἄσιτοι καὶ ἄποτοι βοῶντες, τούς τε λοιποὺς στρατιώτας καὶ μά‐ λιστα τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ
5ὄντας ἐπαμῦναί σφισι δεόμενοι. καὶ μετὰ τοῦτο τῇ τε κραυγῇ καὶ τῷ λιμῷ τῇ τε ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσυχίαν ἦγον, τὰς ἔξωθεν ἐλπίδας ἀναμένοντες. Xiph. 289, 12—290, 32 R. St.

73

.

13

5a

“οὐ βοηθῶ τῷ δήμῳ· οὐ γάρ με ἐπεβοήσατο”. Bekk. Anecd.
p. 142, 14.

73

.

14

.

1

Ἰουλιανὸς δὲ οὕτω τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως τοῖς πρά‐ γμασιν ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους καὶ τὰ μὲν ἐπαγγελλόμενος τὰ δὲ χαριζόμενος, προσεγέλα τε καὶ προσ‐ έπαιζε πρὸς τοὺς τυχόντας, ἔς τε τὰ θέατρα συνεχῶς ἐσεφοίτα, καὶ

73

.

14

.

2

συμπόσια πολλὰ συνεκρότει, τό τε σύμπαν οὐδὲν ὅ τι οὐκ ἐπὶ θε‐ ραπείᾳ ἡμῶν ἐποίει. οὐ μέντοι καὶ πιθανὸς ἦν, ἀλλ’ ὡς ἀκράτῳ τῇ θωπείᾳ χρώμενος ὑπωπτεύετο· πᾶν γὰρ τὸ ἔξωθεν τοῦ εἰκότος, κἂν χαρίζεσθαί τισι δοκῇ, δολερὸν τοῖς νοῦν ἔχουσι νομίζεται.
5Xiph. 290, 32—291, 8 R. St.

73

.

14

2a

(ὅτι Ἰουλιανὸς ὁ μετὰ Περτίνακα τὴν ἀρχὴν ἁρπάσας πάντας ἐκο‐ λάκευεν. c. 14, 1.) ψηφισαμένης δὲ τῆς βουλῆς χρυσοῦν ἀνδριάντα αὐ‐ τοῦ οὐ προσεδέξατο, εἰπὼν ὅτι “χαλκοῦν μοι δότε ἵνα καὶ μείνῃ· καὶ γὰρ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων τοὺς μὲν χρυσοῦς καὶ ἀργυροῦς ὁρῶ
5καθαιρεθέντας, τοὺς δὲ χαλκοῦς μένοντας”, οὐκ ὀρθῶς τοῦτο εἰπών· ἀρετὴ γὰρ ἡ διαφυλάττουσα τὴν μνήμην τῶν κρατούντων· ὁ γὰρ δοθεὶς αὐτῷ χαλκοῦς ἀναιρεθέντος αὐτοῦ καθῃρέθη. Petr. Patr. exc. Vat. 128 (p. 226 Mai. = p. 209, 24—32 Dind.)

73

.

14

.

3

ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα ἐγένετο, περὶ δὲ τῶν ἔξω ταύτης γενομένων καὶ νεωτερισθέντων ἤδη ἐρῶ. τρεῖς γὰρ δὴ τότε ἄν‐ δρες, τριῶν ἕκαστος πολιτικῶν στρατοπέδων καὶ ἄλλων ξενικῶν συχνῶν ἄρχοντες, ἀντελάβοντο τῶν πραγμάτων, ὅ τε Σεουῆρος
5καὶ ὁ Νίγρος καὶ ὁ Ἀλβῖνος, οὗτος μὲν τῆς Βρεττανίας ἄρχων,

73

.

14

.

4

Σεουῆρος δὲ τῆς Παννονίας, Νίγρος δὲ τῆς Συρίας. καὶ τούτους ἄρα οἱ ἀστέρες οἱ τρεῖς οἱ ἐξαίφνης φανέντες καὶ τὸν ἥλιον περι‐ σχόντες, ὅτε τὰ ἐσιτήρια πρὸ τοῦ βουλευτηρίου ἔθυεν ὁ Ἰουλιανὸς παρόντων ἡμῶν, ὑπῃνίττοντο. οὕτω γὰρ ἐκφανέστατοι ἦσαν ὥστε
5καὶ τοὺς στρατιώτας συνεχῶς τε αὐτοὺς ὁρᾶν καὶ ἀλλήλοις
ἀντεπιδεικνύειν, καὶ προσέτι καὶ διαθροεῖν ὅτι δεινὸν αὐτῷ

73

.

14

.

5

συμβήσεται. ἡμεῖς γὰρ εἰ καὶ τὰ μάλιστα καὶ ηὐχόμεθα ταῦθ’ οὕτω γενέσθαι καὶ ἠλπίζομεν, ἀλλ’ ὑπό γε τοῦ παρόντος δέους οὐδ’ ἀναβλέπειν ἐς αὐτούς, εἰ μὴ παρορῶντές πως, ἐτολμῶμεν.

73

.

15

.

1

καὶ τοιοῦτο μὲν τοῦτο οἶδα γενόμενον· τῶν δὲ δὴ τριῶν ἡγεμό‐ νων ὧν εἴρηκα δεινό‐
5τατος ὁ Σεουῆ‐ ρος ὤν, καὶ προ‐ γνοὺς ὅτι μετὰ τὸ καταλῦσαι τὸν Ἰουλιανὸν καὶ σφίσιν αὐτοῖς οἱ
10τρεῖς συναράξουσι καὶ ἀντιπολεμήσουσιν ὑπὲρ τῆς ἀρχῆς, ἐγνώκει τὸν ἕνα τὸν ἐγγύτερον αὐτῷ προσποιήσασθαι, καὶ γράμματά τινι τῶν πιστῶν δοὺς τῷ Ἀλβίνῳ ἐπεπόμφει, Καίσαρα αὐτὸν ποιῶν·

73

.

15

.

2

τὸν γὰρ δὴ Νίγρον φρόνημα ἔχοντα ἐκ τοῦ ἐπίκλητον ὑπὸ τοῦ δήμου γεγονέναι ἀπέγνω. καὶ ὁ 〈μὲν〉 Ἀλβῖνος ὡς καὶ κοινωνὸς τῆς ἀρχῆς τῷ Σεουήρῳ ἐσόμενος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Σεουῆρος τὰ ἐν τῇ Εὐρώπῃ πάντα πλὴν τοῦ Βυζαντίου προσποιησάμενος

73

.

15

.

3

ἐπὶ τὴν Ῥώμην ἠπείγετο, οὐδέποτε ἔξω τῶν ὅπλων γινόμενος, ἀλλ’ ἑξακοσίους τοὺς ἀρίστους ἐπιλεξάμενος ἐν μέσοις αὐτοῖς μεθ’ ἡμέραν καὶ νύκτωρ διῆγεν· οὐδὲ ἀπεδύσαντό ποτε ἐκεῖνοι τοὺς θώρακας πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι. Xiph. 291, 8—292, 2
5R. St.

73

.

15

.

4

ὅτι οὗτος ἐπὶ πονηρίᾳ καὶ ἀπληστίᾳ ἀσελγείᾳ τε ὑπὸ τοῦ Περτίνακος, ὅτε τῆς Ἀφρικῆς ἦρχε, κατεδεδίκαστο, τότε δὲ ἐν τοῖς πρώτοις ὑπ’ αὐτοῦ ἐκείνου τῇ τοῦ Σεουήρου χάριτι ἀπεδέδεικτο. Exc. Val. 334 (p. 730).

73

.

16

.

1

καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε τὸν Σεουῆρον διὰ τῆς βουλῆς ἐποιήσατο, καὶ παρεσκευάζετο κατ’ αὐτοῦ· 〈καὶ γὰρ〉 τάφρευμα ἐν τῷ προαστείῳ διετάφρευσε καὶ πύλας ἐπ’ αὐτῷ ἐπέ‐

73

.

16

.

2

στησεν ὡς καὶ ἐνταῦθα ἐκστρατεύσων καὶ ἐκεῖθεν πολεμήσων. καὶ ἐγένετο ἡ πόλις ἐν ταῖς ἡμέραις ταύταις οὐδὲν ἄλλο ἢ στρατόπεδον, ὥσπερ ἐν πολεμίᾳ. πολλὴ μὲν γὰρ ταραχὴ καὶ αὐλιζομένων καὶ
γυμναζομένων ὡς ἑκάστων, ἀνδρῶν ἵππων ἐλεφάντων, πολὺς δὲ
5καὶ φόβος ἐς τοὺς λοιποὺς ἐκ τῶν ὡπλισμένων, ἅτε καὶ μισούντων

73

.

16

.

3

σφᾶς, ἐγίγνετο. ἔστι δὲ ὅτε καὶ γέλως ἡμᾶς ἐλάμβανεν· οὔτε γὰρ οἱ δορυφόροι ἄξιόν τι τοῦ τε ὀνόματος καὶ τῆς ἐπαγγελίας σφῶν, ἅτε καὶ ἁβρῶς διαιτᾶσθαι μεμαθηκότες, ἐποίουν, καὶ οἱ ἐκ τοῦ ναυτικοῦ τοῦ ἐν τῷ Μισηνῷ ναυλοχοῦντος μεταπεμφθέντες οὐδ’
5ὅπως γυμνάσωνται ᾔδεσαν, οἵ τε ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον, ἀλλὰ καὶ ἐκείνους κατέβαλ‐

73

.

16

.

4

λον. μάλιστα δὲ ἐγελῶμεν ὅτι τὸ παλάτιον κιγκλίσι τε καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ἐπεὶ γὰρ τὸν Περτίνακα οὐκ ἄν ποτε οἱ στρα‐ τιῶται ῥᾳδίως οὕτως, εἴπερ συνεκέκλειτο, πεφονευκέναι ἐδόκουν, ἐπίστευεν ὅτι δυνήσεται κατακλεισθεὶς ἐς αὐτό, ἂν ἡττηθῇ, περι‐
5γενέσθαι. Xiph. 292, 2—17 R. St., Exc. Val. 335 (p. 730 sq.), inde Suid. s. v. ἐπιστάτις.

73

.

16

.

5

ἔσφαξε μὲν οὖν καὶ τὸν Λαῖτον καὶ τὴν Μαρκίαν, ὥστε σύμ‐ παντας τοὺς ἐπιβουλεύσαντας τῷ Κομμόδῳ φθαρῆναι (καὶ 〈γὰρ〉 τὸν Νάρκισσον ὕστερον ὁ Σεουῆρος θηρίοις ἔδωκεν, αὐτὸ τοῦτο κηρύξας ὅτι οὗτός ἐστιν ὁ Κόμμοδον ἀποπνίξας), ἔκτεινε δὲ καὶ
5παῖδας συχνοὺς ἐπὶ μαγγανεύμασιν, ὡς καὶ ἀποστρέψαι τι τῶν μελλόντων, εἰ προμάθοι αὐτά, δυνησόμενος. ἐπί τε τὸν Σεουῆρον

73

.

17

.

1

ἀεί τινας ὡς δολοφονήσοντας αὐτὸν ἀπέστειλεν. ἐπεὶ δὲ ἐκεῖ‐ νος ἐς τὴν Ἰταλίαν ἀφίκετο καὶ τὴν Ῥάβενναν ἀκονιτὶ παρέ‐ λαβε, καὶ οὓς ἐκεῖνος ἐπ’ αὐτὸν ἔπεμπεν
5ἢ πείσοντας ὑπο‐ στρέψαι ἢ εἴρξον‐

73

.

17

.

2

τας τῶν παρόδων, προσεχώρουν αὐτῷ, οἵ τε δορυφόροι, οἷς μάλιστα ὁ Ἰουλιανὸς ἐθάρρει, τῇ τε συνε‐ χείᾳ τῶν πόνων ἀπεκναίοντο καὶ πρὸς τὴν φήμην τῆς τοῦ Σεουή‐
5ρου παρουσίας δεινῶς ἐξεπλήττοντο, συγκαλέσας ἡμᾶς ὁ Ἰουλιανὸς

73

.

17

.

3

κοινωνὸν αὑτῷ τῆς ἀρχῆς ἐκέλευε τὸν Σεουῆρον ψηφίσασθαι. οἱ δὲ δὴ στρατιῶται ἐκ γραμμάτων τοῦ Σεουήρου πεισθέντες ὅτι οὐδὲν κακόν, ἂν τοὺς σφαγέας τοῦ Περτίνακος ἐκδῶσι καὶ αὐτοὶ τὴν ἡσυχίαν ἄγωσι, πείσονται, τούς τε ἀποκτείναντας τὸν Περ‐
5τίνακα συνέλαβον, καὶ αὐτὸ τοῦτο Σιλίῳ Μεσσάλᾳ τῷ ὑπατεύοντι

73

.

17

.

4

τότε ἐμήνυσαν. καὶ ὃς συναγαγὼν ἡμᾶς ἐς τὸ Ἀθήναιον καλού‐ μενον ἀπὸ τῆς ἐν αὐτῷ τῶν παιδευομένων ἀσκήσεως, τὰ παρὰ τῶν στρατιωτῶν ἐδήλωσε· καὶ τοῦ τε Ἰουλιανοῦ θάνατον κατε‐ ψηφισάμεθα καὶ τὸν Σεουῆρον αὐτοκράτορα ὠνομάσαμεν, τῷ τε

73

.

17

.

5

Περτίνακι ἡρωικὰς τιμὰς ἀπεδώκαμεν. ὁ μὲν οὖν Ἰουλιανὸς οὕτως ἐν αὐτῷ τῷ παλατίῳ κατακείμενος ἐφονεύθη, τοσοῦτον μόνον εἰπών, “καὶ τί δεινὸν ἐποίησα; τίνα ἀπέκτεινα”; ἔζησε δὲ ἑξήκοντά τε ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἴσας, ἀφ’ ὧν ἓξ καὶ ἑξή‐
5κοντα ἦρξεν ἡμέρας. Xiph. 292, 17—293, 10 R. St.

73

.

17

.

6

Δίων οδʹ βιβλίῳ· “ἀνδρῶν γάρ ἐστι φρονίμων μήτ’ ἄρχειν πολέμου μήτ’ ἐπιφερόμενον αὐτὸν ἀναδύεσθαι, ἀλλὰ τῷ μὲν ἐθε‐ λοντὶ σωφρονήσαντι συγγνώμην, κἂν προαμάρτῃ τι, ποιεῖσθαι” .....
Bekk. Anecd. 168, 7 sqq.

74

.

1

.

1

Σεουῆρος μὲν δὴ αὐτοκράτωρ οὕτω γενόμενος τοὺς μὲν 〈δο‐ ρυφόρους τοὺσ〉 χειρουργήσαντας τὸ κατὰ τὸν Περτίνακα ἔργον θανάτῳ ἐζημίωσε, τοὺς δὲ ἄλλους, πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι [δορυφόρους] μεταπεμ‐
5ψάμενος καὶ ἐν πεδίῳ περισχὼν οὐκ εἰδό‐ τας τὸ μέλλον σφίσι συμβήσεσθαι, πολλά τε καὶ πικρὰ ὑπὲρ τῆς ἐς τὸν αὐτοκράτο‐ ρά σφων παρανο‐
10μίας ὀνει‐ δίσας αὐ‐ τοῖς, τῶν τε ὅπλων ἀπέλυσε τούς τε ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπή‐

74

.

1

.

2

λασεν. ἔνθα δὴ οἱ μὲν ἄλλοι καὶ ἄκοντες τά τε ὅπλα ἀπερρίπτουν καὶ τοὺς ἵππους ἠφίεσαν, ἔν τε τοῖς χιτῶσιν ἄζωστοι ἐσκεδάν‐
5νυντο· εἷς δέ τις, οὐκ ἐθελήσαν‐ τος τοῦ ἵππου ἀποστῆναι ἀλλ’ ἐπακολουθοῦντος αὐτῷ καὶ χρε‐ μετίζοντος, καὶ ἐκεῖνον καὶ ἑαυ‐ τὸν κατεχρήσατο· καὶ ἐδόκει τοῖς
10ὁρῶσι καὶ ὁ ἵππος ἡδέως ἀποθνή‐

74

.

1

.

3

σκειν. πράξας δὲ ὁ Σεουῆρος ταῦτα ἐς τὴν Ῥώμην ἐσῄει, [καὶ] μέχρι μὲν τῶν πυλῶν ἐπί τε τοῦ ἵππου καὶ ἐν ἐσθῆτι ἱππικῇ ἐλθών, ἐντεῦθεν δὲ τήν τε πολιτικὴν ἀλλαξά‐ μενος καὶ βαδίσας· καὶ αὐτῷ καὶ ὁ στρατὸς πᾶς, καὶ οἱ πεζοὶ καὶ

74

.

1

.

4

οἱ ἱππεῖς, ὡπλισμένοι παρηκολούθησαν. καὶ ἐγένετο ἡ θέα πασῶν ὧν ἑόρακα λαμπροτάτη· ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφ‐ ναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύ‐
5μενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι

74

.

1

.

5

ἡμεῖς ἐν κόσμῳ περιῄειμεν. ὁ δ’ ὅμιλος ἰδεῖν τε αὐτὸν καί τι φθεγγομένου ἀκοῦσαι, ὥσπερ τι ὑπὸ τῆς τύχης ἠλλοιωμένου, πο‐ θοῦντες ἠρεθίζοντο· καί τινες καὶ ἐμετεώριζον ἀλλήλους, ὅπως ἐξ ὑψηλοτέρου αὐτὸν κατίδωσιν. Xiph. 293, 19—294, 15 R. St.

74

.

2

.

1

ἐσελθὼν δὲ οὕτως ἐνεανιεύσατο μὲν οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες πρὸς ἡμᾶς, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ· καὶ ὤμοσε περὶ τούτου, καὶ τό γε μεῖζον, ψηφίσματι κοινῷ αὐτὸ κυρω‐ θῆναι προσετετάχει, πολέμιον καὶ τὸν αὐτοκράτορα καὶ τὸν ὑπηρε‐
5τήσοντα αὐτῷ ἔς τι τοιοῦτον, αὐτούς τε καὶ τοὺς παῖδας αὐτῶν,

74

.

2

.

2

νομίζεσθαι δογματίσας. πρῶτος μέντοι αὐτὸς τὸν νόμον τουτονὶ παρέβη καὶ οὐκ ἐφύλαξε, πολλοὺς ἀνελών· καὶ γὰρ καὶ αὐτὸς ὁ Σόλων ὁ Ἰούλιος, ὁ καὶ τὸ δόγμα τοῦτο κατὰ πρόσταξιν αὐτοῦ συγγράψας, οὐ πολλῷ ὕστερον ἐσφάγη. καὶ πολλὰ μὲν ἡμῖν οὐ

74

.

2

.

3

καταθύμια ἔπραττεν, αἰτίαν 〈τε〉 ἔσχεν ἐπὶ τῷ πλήθει στρατιωτῶν
ὀχλώδη τὴν πόλιν ποιῆσαι καὶ δαπάνῃ χρημάτων περιττῇ τὸ κοινὸν βαρῦναι, καὶ τὸ μέγιστον ὅτι μὴ ἐν τῇ τῶν συνόντων οἱ εὐνοίᾳ

74

.

2

.

4

ἀλλ’ ἐν τῇ ἐκείνων ἰσχύι τὴν ἐλπίδα τῆς σωτηρίας ἐποιεῖτο· μά‐ λιστα δὲ ἐπεκάλουν αὐτῷ τινες ὅτι καθεστηκότος ἔκ τε τῆς Ἰταλίας καὶ τῆς Ἰβηρίας τῆς 〈τε〉 Μακεδονίας καὶ τοῦ Νωρικοῦ μόνον τοὺς σωματοφύλακας εἶναι, κἀκ τούτου καὶ τοῖς εἴδεσιν αὐτῶν ἐπιεικε‐
5στέρων καὶ τοῖς ἤθεσιν ἁπλουστέρων ὄντων, τοῦτο μὲν κατέλυσεν,

74

.

2

.

5

ἐκ δὲ δὴ τῶν στρατοπέδων ὁμοίως πάντων τὸ ἀεὶ ἐνδεὲς ὂν ἀντι‐ καθίστασθαι τάξας, αὐτὸς 〈μὲν〉 ὡς καὶ ἐπιστησομένοις διὰ τοῦτο τὰ στρατιωτικὰ μᾶλλον αὐτοῖς χρησόμενος, καί τι καὶ ἆθλον τοῖς ἀγα‐ θοῖς τὰ πολέμια προθήσων ἐποίησεν αὐτό, τῷ δὲ δὴ ἔργῳ σαφέ‐
5στατα τήν τε ἡλικίαν τὴν ἐκ τῆς Ἰταλίας παραπώλεσε πρὸς λῃστείας

74

.

2

.

6

καὶ μονομαχίας ἀντὶ τῆς πρὶν στρατείας τραπομένην, καὶ τὸ ἄστυ ὄχλου στρατιωτῶν συμμίκτου καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων ὁμιλῆσαί τε ἀγροικοτάτων ἐπλήρωσε. Xiph. 294, 15‐ 30 R. St., et (§ 3—6) Exc. Val. 337 (p. 733).

74

.

3

.

1

σημεῖα δὲ αὐτῷ ἐξ ὧν τὴν ἡγεμονίαν ἤλπισε, ταῦτα ἐγένετο. ὅτε γὰρ ἐς τὸ βουλευτήριον ἐσεγράφη, ὄναρ ἔδοξε λύκαινάν τινα
κατὰ ταὐτὰ τῷ Ῥωμύλῳ θηλάζειν. μέλλοντί τε αὐτῷ τὴν Ἰουλίαν ἄγεσθαι ἡ Φαυστῖνα ἡ τοῦ Μάρκου γυνὴ τὸν θάλαμόν σφισιν ἐν

74

.

3

.

2

τῷ Ἀφροδισίῳ τῷ κατὰ τὸ παλάτιον παρεσκεύασεν. ὕδωρ τε ἐκ τῆς χειρὸς αὐτῷ καθεύδοντί ποτε, ὥσπερ ἐκ πηγῆς, ἀνεδόθη. καὶ ἐν Λουγδούνῳ ἄρχοντι πᾶσα αὐτῷ ἡ τῶν Ῥωμαίων δύναμις προσ‐ ῆλθέ τε καὶ ἠσπάσατο, ὄναρ φημί. καὶ ἄλλοτε ἀνήχθη ἐς περιω‐
5πὴν ὑπό τινος, καὶ καθορῶν ἀπ’ αὐτῆς πᾶσαν μὲν τὴν γῆν πᾶσαν δὲ τὴν θάλατταν ἐφήπτετο αὐτῶν ὥσπερ παναρμονίου τινὸς ὀργά‐

74

.

3

.

3

νου, καὶ ἐκεῖνα συνεφθέγγετο. καὶ αὖθις ἵππον ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ τὸν μὲν Περτίνακα [καὶ] ἀναβεβηκότα ἀπορρῖψαι, ἑαυτὸν δὲ ἑκόντα ἀναλαβεῖν ἐνόμισε. ταῦτα μὲν ἐκ τῶν ὀνειράτων ἔμαθεν, ὕπαρ δὲ ἐς [τε] τὸν βασιλικὸν δίφρον ἔφηβος ὢν ἔτι ἀγνοίᾳ ἐνιδρύθη.
5τὴν μὲν οὖν ἡγεμονίαν μετὰ τῶν ἄλλων καὶ ταῦτα αὐτῷ προ‐

74

.

4

.

1

εδήλωσε· καταστὰς δὲ ἐς αὐτὴν ἡρῷον τῷ Περτίνακι κατεσκεύασε, τό τε ὄνομα αὐτοῦ ἐπί τε ταῖς εὐχαῖς ἁπάσαις καὶ ἐπὶ τοῖς ὅρκοις ἅπασι προσέταξεν ἐπιλέγεσθαι, καὶ χρυσῆν εἰκόνα αὐτοῦ ἐφ’ ἅρ‐ ματος ἐλεφάντων ἐς τὸν ἱππόδρομον ἐσάγεσθαι, καὶ ἐς τὰ λοιπὰ
5ἐκέλευσε θέατρα θρόνους [τε] τρεῖς καταχρύσους αὐτῷ ἐσκομί‐

74

.

4

.

2

ζεσθαι. ἡ δὲ δὴ ταφὴ καίτοι πάλαι τεθνηκότος αὐτοῦ τοιάδε ἐγέ‐ νετο. ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ’ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη

74

.

4

.

3

ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη, καὶ ἐς αὐτὴν εἴδωλόν τι τοῦ Περτίνακος κήρινον, σκευῇ ἐπινικίῳ εὐθετη‐ μένον, ἀνετέθη, καὶ αὐτοῦ τὰς μυίας παῖς εὐπρεπής, ὡς δῆθεν κα‐

74

.

4

.

4

θεύδοντος, πτεροῖς ταῶνος ἀπεσόβει. προκειμένου δ’ αὐτοῦ ὅ τε Σεουῆρος καὶ ἡμεῖς οἱ βουλευταὶ αἵ τε γυναῖκες ἡμῶν προσῄειμεν πενθικῶς ἐσταλμένοι· καὶ ἐκεῖναι μὲν ἐν ταῖς στοαῖς, ἡμεῖς δὲ ὑπαί‐ θριοι ἐκαθεζόμεθα. κἀκ τούτου πρῶτον μὲν ἀνδριάντες πάντων

74

.

4

.

5

τῶν ἐπιφανῶν Ῥωμαίων τῶν ἀρχαίων, ἔπειτα χοροὶ παίδων καὶ ἀνδρῶν θρηνώδη τινὰ ὕμνον ἐς τὸν Περτίνακα ᾄδοντες παρῆλθον· καὶ μετὰ τοῦτο τὰ ἔθνη πάντα τὰ ὑπήκοα ἐν εἰκόσι χαλκαῖς, ἐπι‐ χωρίως σφίσιν ἐσταλμένα, καὶ τὰ ἐν τῷ ἄστει αὐτῷ γένη, τό τε
5τῶν ῥαβδούχων καὶ τὸ τῶν γραμματέων τῶν τε κηρύκων καὶ ὅσα

74

.

4

.

6

ἄλλα τοιουτότροπα, ἐφείπετο. εἶτ’ εἰκόνες ἧκον ἀνδρῶν ἄλλων, οἷς τι ἔργον ἢ ἐξεύρημα ἢ καὶ ἐπιτήδευμα λαμπρὸν ἐπέπρακτο, καὶ μετ’ αὐτοὺς οἵ τε ἱππεῖς καὶ οἱ πεζοὶ ὡπλισμένοι οἵ τε ἀθληταὶ ἵπποι καὶ τὰ ἐντάφια, ὅσα ὅ τε αὐτοκράτωρ καὶ ἡμεῖς αἵ τε γυ‐
5ναῖκες ἡμῶν καὶ οἱ ἱππεῖς οἱ ἐλλόγιμοι οἵ τε δῆμοι καὶ τὰ ἐν τῇ πόλει συστήματα ἐπέμψαμεν· καὶ αὐτοῖς βωμὸς περίχρυσος, ἐλέ‐

74

.

5

.

1

φαντί τε καὶ λίθοις Ἰνδικοῖς ἠσκημένος, ἠκολούθει. ὡς δὲ παρ‐ εξῆλθε ταῦτα, ἀνέβη ὁ Σεουῆρος ἐπὶ τὸ βῆμα τὸ τῶν ἐμβόλων, καὶ ἀνέγνω ἐγκώμιον τοῦ Περτίνακος. ἡμεῖς δὲ πολλὰ μὲν καὶ διὰ μέ‐ σου τῶν λόγων αὐτοῦ ἐπεβοῶμεν, τὰ μὲν ἐπαινοῦντες τὰ δὲ καὶ

74

.

5

.

2

θρηνοῦντες τὸν Περτίνακα, πλεῖστα δὲ ἐπειδὴ ἐπαύσατο. καὶ τέλος, μελλούσης τῆς κλίνης κινηθήσεσθαι, πάντες ἅμα ὠλοφυράμεθα καὶ πάντες ἐπεδακρύσαμεν. κατεκόμισαν δὲ αὐτὴν ἀπὸ τοῦ βήματος οἵ τε ἀρχιερεῖς καὶ αἱ ἀρχαὶ αἵ τε ἐνεστῶσαι καὶ αἱ ἐς νέωτα ἀποδε‐

74

.

5

.

3

δειγμέναι, καὶ ἱππεῦσί τισι φέρειν ἔδοσαν. οἱ μὲν οὖν ἄλλοι πρὸ τῆς κλίνης προῄειμεν, καί τινες ἐκόπτοντο ἑτέρων πένθιμόν τι ὑπαυ‐ λούντων· ὁ δ’ αὐτοκράτωρ ἐφ’ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοει‐
5δὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμη‐ μένη, καὶ ἐπ’ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ

74

.

5

.

4

ἤλαυνεν. ἐς οὖν ταύτην τὰ ἐντάφια ἐνεβλήθη καὶ ἡ κλίνη ἐνετέθη, καὶ μετὰ τοῦτο τὸ εἴδωλον ὅ τε Σεουῆρος καὶ οἱ συγγενεῖς τοῦ Περ‐ τίνακος ἐφίλησαν. καὶ ὁ μὲν ἐπὶ βῆμα ἀνέβη, ἡμεῖς δὲ ἡ βουλὴ πλὴν τῶν ἀρχόντων ἐπὶ ἰκρία, ὅπως ἀσφαλῶς τε ἅμα καὶ ἐπιτη‐

74

.

5

.

5

δείως τὰ γινόμενα θεωρήσωμεν. οἱ δὲ ἄρχοντες καὶ ἡ ἱππὰς τὸ τέλος προσφόρως σφίσιν ἐσκευασμένοι, οἵ τε ἱππεῖς οἱ στρατιῶται
καὶ οἱ πεζοὶ περὶ τὴν πυρὰν πολιτικάς τε ἅμα καὶ ποιητικὰς διεξό‐ δους διελίττοντες διεξῆλθον· εἶθ’ οὕτως οἱ ὕπατοι πῦρ ἐς αὐτὴν
5ἐνέβαλον. γενομένου δὲ τούτου ἀετός τις ἐξ αὐτῆς ἀνέπτατο. καὶ ὁ μὲν Περτίναξ οὕτως ἠθανατίσθη. Xiph. 294, 30—296, 32 R. St.

74

.

5

.

6

ὅτι ὁ Περτίναξ, τὸ μὲν εὐπόλεμον ἄγροικον τὸ δὲ εἰρηναῖον δειλὸν ὡς τὸ πολὺ ἐκβαῖνον, ἀμφότερα κράτιστος ὁμοίως ἐγένετο, φοβερὸς μὲν πολεμῆσαι σοφὸς δὲ εἰρηνεῦσαι ὤν· καὶ τὸ μὲν θρασύ, οὗ τὸ ἀνδρεῖον μετέχει, πρός τε τὸ ἀλλόφυλον καὶ πρὸς τὸ στασιά‐
5ζον, τὸ δὲ ἐπιεικές, οὗ τὸ δίκαιον μεταλαμβάνει, πρός τε τὸ οἰκεῖον

74

.

5

.

7

καὶ πρὸς τὸ σῶφρον ἐνεδείκνυτο. προαχθεὶς δὲ ἐς τὴν τῆς οἰκου‐ μένης προστασίαν οὐκ ἠλέγχθη ποτὲ ὑπὸ τῆς τοῦ μείζονος αὐξή‐ σεως, ὥστε ἐν μὲν τοῖς ταπεινότερος ἐν δὲ τοῖς ὀγκωδέστερος τοῦ καθήκοντος γενέσθαι, ἀλλ’ ὁμοίως ἀπ’ ἀρχῆς διὰ πάντων μέχρι τῆς
5τελευτῆς διετέλεσεν σεμνὸς ἔξω τοῦ σκυθρωποῦ, πρᾷος ἔξω τοῦ τα‐ πεινοῦ, φρόνιμος ἄνευ κακουργίας, δίκαιος ἄνευ ἀκριβολογίας, οἰκο‐ νομικὸς χωρὶς ῥυπαρίας, μεγαλόνους χωρὶς αὐχήματος. Exc. Val. 338 (p. 734).

74

.

6

.

1

ὁ δὲ Σεουῆρος ἐξεστράτευσε κατὰ τοῦ Νίγρου. οὗτος δὲ Ἰτα‐ λὸς μὲν ἦν, ἐξ ἱππέων, οὔτε δὲ ἐς τὸ κρεῖττον οὔτε ἐς τὸ χεῖρον ἐπίσημος, ὥστε τινὰ ἢ πάνυ αὐτὸν ἐπαινεῖν ἢ πάνυ ψέγειν· διὸ

74

.

6

.

2

καὶ τῇ Συρίᾳ ὑπὸ Κομμόδου προσετάχθη. ἐχρῆτο δὲ ὑποστρα‐ τήγῳ μετὰ καὶ τῶν ἄλλων τῷ Αἰμιλιανῷ, ὅτι τε μεσεύων καὶ ἐφε‐ δρεύων τοῖς πράγμασι πάντων τῶν τότε βουλευόντων καὶ συνέσει καὶ ἐμπειρίᾳ πραγμάτων προφέρειν ἐδόκει (ἐπὶ πολλῶν γὰρ ἐθνῶν
5ἐξήταστο, ὑφ’ ὧνπερ καὶ ἐξώγκωτο), ὅτι τε τοῦ Ἀλβίνου προσήκων ἦν. Xiph. 296, 32—297, 5 R. St. et (§ 1) Exc. Val. 339 et (§ 2) Exc. Val. 340 (p. 734).

74

.

6

2a

ὅτι ὁ Νίγρος ἦν μὲν οὐδ’ ἄλλως ἀρτίφρων, ἀλλὰ καὶ πάνυ πολλὰ δυνηθεὶς ἐπλημμέλησε· τότε δὲ καὶ μᾶλλον ὠγκώθη, ὥστε τοῖς μὲν [τὸν] Ἀλέξανδρον αὐτὸν νέον ὀνομάζουσι χαίρειν, τῷ δὲ ἐρομένῳ “τίς σοι ταῦτα ποιεῖν ἐπιτέτροφεν” τὸ ξίφος δεῖξαι,
5εἰπεῖν ὅτι “τοῦτο”. Exc. Val. 341 (p. 734).

74

.

6

.

3

συνερρωγότος δὲ τοῦ πολέμου ἦλθέ τε ἐς τὸ Βυζάντιον, καὶ ἐντεῦθεν ἐπὶ τὴν Πέρινθον ἐπεστράτευσε. γενομένων δὲ αὐτῷ σημείων οὐκ ἀγαθῶν ἐταράχθη· ἀετός τε γὰρ ἐπ’ ἄγαλμα στρα‐ τιωτικὸν ἱζήσας ἐπὶ τοσοῦτον ἐπέμεινε, καίπερ ἀποσοβούμενος,
5ὥστε καὶ ἁλῶναι, καὶ μέλισσαι κηρία περὶ τὰ σημεῖα τὰ στρατιω‐

74

.

6

.

4

τικά, τάς τε εἰκόνας αὐτοῦ μάλιστα, περιέπλασσον. διὰ ταῦτα οὖν ἀπῆρεν ἐς τὸ Βυζάντιον. ὁ Αἰμιλιανὸς δὲ περὶ Κύζικον συμβαλών τισι τῶν στρατηγῶν τῶν τοῦ Σεουήρου ἡττήθη πρὸς αὐτῶν καὶ ἐσφάγη. καὶ μετὰ ταῦτα μεταξὺ τῶν στενῶν τῆς τε
5Νικαίας καὶ τῆς Κίου πόλεμος αὐτοῖς μέγας γίνεται καὶ πολύ‐

74

.

6

.

5

τροπος· οἱ μὲν γὰρ ἐν τῷ πεδίῳ συστάδην ἐμάχοντο, οἱ δὲ τοὺς λόφους καταλαβόντες ἐξ ὑπερδεξίων ἔβαλλον καὶ ἠκόντιζον ἐς τοὺς ἐναντίους, οἱ δὲ καὶ ἀπὸ τῆς λίμνης ἐς πλοῖα ἐμβεβηκότες τοῖς πολεμίοις ἐπετοξάζοντο. κατ’ ἀρχὰς μὲν οὖν ἐνίκων οἱ
5Σεουήρειοι, ὑπὸ τῷ Κανδίδῳ ταττόμενοι, καὶ τοῖς χωρίοις ὅθεν

74

.

6

.

6

ἐμάχοντο, ὑπερδεξίοις οὖσι, πλεονεκτοῦντες· μετὰ δὲ αὐτοῦ τοῦ Νίγρου ἐπιφανέντος παλινδίωξις γίνεται καὶ νίκη τῶν Νιγρείων. ἔπειτα τοῦ Κανδίδου τῶν σημειοφόρων ἐπιλαμβανομένου, καὶ στρέφοντος αὐτοὺς ἀντιπροσώπους τοῖς πολεμίοις, τοῖς τε στρα‐
5τιώταις τὴν φυγὴν ὀνειδίζοντος, αἰσχυνθέντες οἱ περὶ αὐτὸν ὑπέ‐ στρεψαν καὶ τῶν ἐναντίων ἀντεπεκράτησαν. κἂν πανωλεθρίᾳ τού‐ τους διέφθειραν, εἰ μὴ ἡ πόλις ἐγγὺς ἦν καὶ νὺξ σκοτεινὴ ἐγένετο.

74

.

7

.

1

μετὰ δὲ ταῦτα ἐν Ἰσσῷ πρὸς ταῖς καλουμέναις πύλαις μεγίστη γίνεται μάχη, τῷ μὲν Σεουηρείῳ στρατεύματι Οὐαλεριανοῦ τε καὶ Ἀνυλλίνου ἐπιστατούντων, Νίγρου δὲ αὐτοῦ τοῖς οἰκείοις παρόντος τάγμασι καὶ συντάσσοντος ἐς τὸν πόλεμον. ἡ δὲ ἐσβολὴ αὕτη, αἱ

74

.

7

.

2

Κιλίκειοι πύλαι, διὰ τὴν στενότητα οὕτω προσαγορεύονται· ἔνθεν μὲν γὰρ ὄρη ἀπότομα ἀνατείνει, ἔνθεν δὲ κρημνοὶ βαθεῖς ἐς τὴν θάλασσαν καθήκουσιν. ὁ οὖν Νίγρος στρατόπεδον ἐνταῦθα ἐπὶ λόφου τινὸς ἰσχυροῦ ἐποιήσατο, καὶ πρώτως μὲν τοὺς ὁπλίτας,
5ἔπειτα τοὺς ἀκοντιστὰς τούς τε λιθοβόλους, καὶ τοὺς τοξότας ἐπὶ πᾶ‐ σιν ἔταξεν, ἵν’ οἱ μὲν ἐκ χειρὸς τοὺς προσμιγνύντας σφίσιν ἀμύνοιντο,

74

.

7

.

3

οἱ δὲ ἐκ πολλοῦ τῇ ἰσχύι καὶ ὑπὲρ ἐκείνων χρῷντο· τό τε γὰρ ἐπ’ ἀριστερὰ καὶ τὸ ἐπὶ δεξιὰ ὑπό τε τῶν κρημνῶν πρὸς τῇ θαλάσσῃ ὑπό τε τῆς ὕλης ἀνεκβάτου οὔσης ἐπέφρακτο. τό τε οὖν στρά‐ τευμα οὕτω διέταξε, καὶ τὰ σκευοφόρα ἐπ’ αὐτῷ κατεχώρισεν, ὅπως,

74

.

7

.

4

ἄν τις αὐτῶν φυγεῖν ἐθελήσῃ, μὴ δυνηθῇ. ὁ οὖν Ἀνυλλῖνος συνιδὼν τοῦτο τὴν μὲν ἀσπίδα προεβάλετο, καὶ ἐπ’ αὐτῇ τὸ κοῦφον πᾶν ἐπέταξεν, ἵν’ οἱ μὲν πόρρωθεν ὑπὲρ αὐτῶν ἀνείργωσι τοὺς ἐναν‐ τίους, οἱ δ’ ἀσφαλῆ τὴν ἄνοδόν σφισιν ἀντιπαράσχωσι· τοὺς δ’
5ἱππέας μετὰ Οὐαλεριανοῦ ἔπεμψε, τήν τε ὕλην τρόπον τινὰ περιελ‐ θεῖν καὶ κατὰ νώτου τοῖς Νιγρείοις αἰφνίδιον ἐπιπεσεῖν κελεύσας.

74

.

7

.

5

ἐπεὶ δὲ ἐς χεῖρας ᾔεσαν, τῶν Σεουηρείων τὰς ἀσπίδας τὰς μὲν προ‐ βαλομένων τὰς δὲ ἐπιβαλομένων ἐς χελώνης τρόπον, καὶ οὕτω πλη‐ σιασάντων τοῖς ἐναντίοις, ἐγένετο μὲν ἰσόρροπος ἡ μάχη ἐπὶ μα‐ κρότατον, ἔπειτα οἱ τοῦ Νίγρου πολὺ τῷ πλήθει σφῶν καὶ τῇ τοῦ

74

.

7

.

6

χωρίου φύσει προέσχον. κἂν παντελῶς ἐκράτησαν, εἰ μὴ νέφη ἐξ αἰθρίας καὶ ἄνεμος ἐκ νηνεμίας βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ ὀξεῖαι μεθ’ ὑετοῦ λάβρου κατὰ πρόσωπον αὐτοῖς προσέπεσον· τοὺς μὲν γὰρ Σεουηρείους ἅτε καὶ κατόπιν ὄντα οὐκ ἐλύπει ταῦτα, τοὺς

74

.

7

.

7

δὲ Νιγρείους ἐμπίπτοντα ἐξ ἐναντίας ἰσχυρῶς ἐτάραττε. μέγιστον δ’ αὕτη ἡ συντυχία τοῦ γενομένου τοῖς μὲν θάρσος ὡς καὶ παρὰ τοῦ θείου βοηθουμένοις, τοῖς δὲ δέος ὡς καὶ ὑπ’ αὐτοῦ πολεμου‐ μένοις ἐμβαλοῦσα τοὺς μὲν καὶ ὑπὲρ τὴν ἰσχὺν ἐπέρρωσε, τοὺς δὲ

74

.

7

.

8

καὶ παρὰ τὴν δύναμιν ἐξεφόβησε· καί σφισι φεύγουσιν ἤδη ὁ Οὐα‐ λεριανὸς ἐπεφάνη. ἰδόντες οὖν αὐτὸν ἀνάπαλιν ἐτράποντο, καὶ μετὰ τοῦτο τοῦ Ἀνυλλίνου σφᾶς ἀνακόψαντος ἀνέστρεψαν· εἶτ’ ἄνω καὶ

74

.

8

.

1

κάτω διατρέχοντες, ὅπῃ διαπέσοιεν, ἐπλανῶντο. καὶ φθόρον δὴ τοῦτον πλεῖστον ἐν τῷδε τῷ πολέμῳ συνέβη γενέσθαι· δύο γὰρ μυ‐ ριάδες τῶν μετὰ τοῦ Νίγρου διώλοντο. καὶ τοῦτ’ ἄρα τὸ τοῦ

74

.

8

.

2

ἱερέως ὄναρ ἐδήλου· ἐν γὰρ τῇ Παννονίᾳ ὄντος τοῦ Σεουήρου ὁ ἱερεὺς τοῦ Διὸς ὄναρ εἶδεν ἄνδρα τινὰ μέλανα ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσβιαζόμενον καὶ ὑπὸ χειρῶν ἀπολλύμενον· τὸ γὰρ ὄνομα τοῦ Νίγρου ἐξελληνίζοντες οἱ ἄνθρωποι τὸν μέλανα ἐκεῖνον εἶναι

74

.

8

.

3

ἔγνωσαν. ἁλούσης δὲ τῆς Ἀντιοχείας οὐ πολλῷ ὕστερον ἔφυγε μὲν ἀπ’ αὐτῆς ὡς πρὸς τὸν Εὐφράτην ὁ Νίγρος, διανοούμενος ἐς τοὺς βαρβάρους φυγεῖν, ἑάλω δὲ ὑπὸ τῶν καταδιωξάντων καὶ ἀπετμήθη τὴν κεφαλήν. καὶ ταύτην ὁ Σεουῆρος ἐς τὸ Βυζάντιον πέμψας ἀνε‐
5σταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. μετὰ δὲ ταῦτα ὁ Σεουῆρος τοὺς τὰ τοῦ Νίγρου φρονήσαντας ἐδικαίου.
Xiph. 297, 5—299, 9 R. St.

74

.

8

.

4

ὅτι ὁ Σεουῆρος τὰς πόλεις τούς τε ἰδιώτας τοὺς μὲν ἐκόλαζε τοὺς δὲ ἠμείβετο, τῶν δὲ δὴ βουλευτῶν τῶν Ῥωμαίων ἀπέκτεινε μὲν οὐδένα, τοὺς δὲ δὴ πλείους τὰς οὐσίας ἀφείλετο καὶ ἐς νήσους κατέκλεισεν. ἠργυρολόγησέ τε δεινῶς· τά τε γὰρ ἄλλα καὶ ὅσα τῷ
5Νίγρῳ καὶ ἰδιῶταί τινες καὶ δῆμοι, οὐχ ὅτι ἑκούσιοι ἀλλὰ καὶ

74

.

8

.

5

ἀναγκαστοί, ἐδεδώκεσαν, τετραπλάσια ἐπεσέπραξεν. καὶ ᾐσθάνετο μέν που καὶ αὐτὸς τοῦτο, πολλῶν δὲ δὴ χρημάτων χρῄζων ἐν οὐ‐ δενὶ λόγῳ τὰ θρυλούμενα ἐποιεῖτο. Exc. Val. 342 (p. 734).

74

.

9

.

1

Κάσσιος δὲ Κλήμης βουλευτὴς παρ’ αὐτῷ τῷ Σεουήρῳ κρινό‐ μενος οὐκ ἀπεκρύψατο τὴν ἀλήθειαν, ἀλλ’ ὧδέ πως ἐπαρρησιάσατο. “ἐγώ” ἔφη “οὔτε σὲ οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ δὴ ἐν τῇ ἐκείνου μερίδι τὸ παρὸν ἀναγκαίως ἐθεράπευσα, οὐχ ὡς σοὶ

74

.

9

.

2

πολεμήσων ἀλλ’ ὡς Ἰουλιανὸν καταλύσων. οὔτ’ οὖν ἐν τούτῳ τι ἠδίκησα, τὰ αὐτά σοι κατ’ ἀρχὰς σπουδάσας, οὔθ’ ὅτι μὴ πρὸς σὲ ὕστερον, ἐγκαταλιπὼν ὃν ἅπαξ ὑπὸ τοῦ δαιμονίου ἔλαχον, μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ τῶν παρακαθημένων σοι καὶ συνδικαζόντων τού‐
5των οὐδένα ἂν ἠθέλησας προδόντα σε πρὸς ἐκεῖνον αὐτομολῆσαι.

74

.

9

.

3

ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, ἀλλ’ αὐτὰ τὰ πράγματα. πᾶν γὰρ ὅ τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιῇ· καὶ γὰρ εἰ τὰ μάλιστα μήτε δίκῃ μήτ’ ἀποφάσει τινὶ ἁλώσῃ, ἀλλὰ τῇ παρὰ τοῖς ἀνθρώποις
5φήμῃ, ἧς ἐς ἀίδιον μνήμη καταλελείψεται, δόξεις ταῦτα ἐφ’ οἷς

74

.

9

.

4

συνέβη ἑτέροις ἐγκαλεῖν”. τοῦτον μὲν οὖν ὁ Σεουῆρος τῆς παρρη‐ σίας θαυμάσας, τὴν ἡμίσειαν αὐτῷ τῆς οὐσίας ἔχειν συνεχώρησεν. Xiph. 299, 9—25 R. St. ὅτι συχνοὶ ὡς καὶ τὰ τοῦ Νίγρου φρονήσαντες, καὶ τῶν οὔτ’
5ἰδόντων ποτὲ αὐτὸν οὔτε συναραμένων οἱ, ἐπηρεάσθησαν. Exc. Val. 343 (p. 737).

74

.

10

.

1

οἱ δὲ δὴ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ τελευτήσαντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν. ἡ δὲ πόλις αὐτῶν ἐν καιρῷ πάνυ καὶ τῶν ἠπείρων καὶ τῆς διὰ μέσου σφῶν θαλάσσης κεῖται, τῇ τε τοῦ χωρίου ἅμα καὶ τῇ τοῦ Βοσπόρου φύσει ἰσχυρῶς παρεσκευασ‐

74

.

10

.

2

μένη. αὐτή τε γὰρ ἐπὶ μετεώρου πεπόλισται, προέχουσα ἐς τὴν θάλασσαν· καὶ ἐκείνη χειμάρρου δίκην ἐκ τοῦ Πόντου καταθέουσα τῇ τε ἄκρᾳ προσπίπτει, καὶ μέρει μέν τινι ἐς τὰ δεξιὰ ἀποτρέπεται κἀνταῦθα τόν τε κόλπον καὶ τοὺς λιμένας ποιεῖ, τῷ δὲ δὴ πλείονι
5πρὸς τὴν Προποντίδα παρ’ αὐτὴν τὴν πόλιν πολλῇ σπουδῇ χωρεῖ.

74

.

10

.

3

καὶ μέντοι καὶ τὰ τείχη καρτερώτατα εἶχον. ὅ τε γὰρ θώραξ αὐ‐ τῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συν‐ δουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύ‐ ρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν, καὶ ἐπάνωθεν

74

.

10

.

4

αὐτοῦ περίδρομον καὶ στεγανὸν καὶ εὐφύλακτον ὑπάρχειν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλ‐ λήλας ἔχοντες ἦσαν, ὥστε τοὺς προσβάλλοντας τῷ κύκλῳ ἐντὸς αὐ‐ τῶν ἀπολαμβάνεσθαι· δι’ ὀλίγου τε γὰρ καὶ οὐ κατ’ εὐθύ, ἀλλ’ οἱ
5μὲν τῇ οἱ δὲ τῇ σκολιώτερον ᾠκοδομημένοι, πᾶν τὸ προσπῖπτόν

74

.

10

.

5

σφισιν ἐνεκυκλοῦντο. τοῦ δὲ δὴ περιβόλου τὰ μὲν πρὸς τῆς ἠπεί‐ ρου μέγα ὕψος 〈ἦρτο〉, ὥστε καὶ τοὺς τυχόντας ἀπ’ αὐτῶν ἀμύ‐ νασθαι, τὰ δὲ πρὸς τῇ θαλάττῃ ἧττον· αἵ τε γὰρ πέτραι ἐφ’ ὧν ἐπῳκοδόμηντο καὶ ἡ τοῦ Βοσπόρου δεινότης θαυμαστῶς σφισι
5συνεμάχουν. οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύ‐ σεσιν ἦσαν, καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ’ ἑκάτερα πολὺ προ‐ έχοντας ἔφερον, ὥστ’ ἄπορον τῷ πολεμίῳ τὸν πρόσπλουν ποιεῖν.

74

.

10

.

6

τὸ δ’ ὅλον ὁ Βόσπορός σφας μέγιστα ὠφελεῖ· ἀνάγκη γὰρ πᾶσα, ἂν ἅπαξ τις ἐς τὸ ῥεῦμα ἐμπέσῃ, καὶ ἄκοντα αὐτὸν πρὸς τὴν γῆν ἐκπεσεῖν. τοῦτο δὲ τῷ μὲν φίλῳ ἥδιστόν ἐστι, τῷ δὲ ἐναντίῳ ἀπορώτατον.

74

.

11

.

1

οὕτω μὲν οὖν τὸ Βυζάντιον ἐτετείχιστο, καὶ προσέτι καὶ μη‐ χαναὶ κατὰ παντὸς τοῦ τείχους ποικιλώταται ἦσαν. τοῦτο μὲν γὰρ ἐπὶ τοὺς πλησιάζοντας καὶ πέτρας καὶ δοκοὺς ἐνέβαλλον, τοῦτο δὲ ἐπὶ τοὺς ἀφεστηκότας καὶ λίθους καὶ βέλη δόρατά τε ἠφίεσαν,
5ὥστε ἐντὸς πολλοῦ χωρίου μηδένα αὐτῶν ἀκινδύνως πελάσαι δύ‐

74

.

11

.

2

νασθαι· ἁρπάγας τε ἕτεραι ἔχουσαι καὶ καθίεντο ἐξαπιναίως καὶ ἀνέσπων διὰ βραχέος καὶ πλοῖα καὶ μηχανήματα. Πρίσκος πολίτης ἐμὸς τὰ πλείω αὐτῶν ἐτεκτήνατο, καὶ διὰ τοῦτο θανάτου τε ἅμα ὦφλε καὶ ἐσώθη· ὁ γὰρ Σεουῆρος τὴν τέχνην αὐτοῦ μαθὼν ἐκώλυ‐
5σεν αὐτὸν ἀποθανεῖν, κἀκ τούτου ἔς τε ἄλλα τινὰ αὐτῷ ἐχρήσατο καὶ ἐς τὴν τῶν Ἄτρων πολιορκίαν, καὶ μόνα γε τὰ ἐκείνου μηχα‐

74

.

11

.

3

νήματα οὐκ ἐκαύθη ὑπὸ τῶν βαρβάρων. καὶ πλοῖα δὲ τοῖς Βυζαν‐ τίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ’ ἃ καὶ δίκροτα,
κατεσκεύαστο ἐμβόλους ἔχοντα· καί τινα αὐτῶν ἑκατέρωθεν καὶ ἐκ τῆς πρύμνης καὶ ἐκ τῆς πρῴρας πηδαλίοις ἤσκητο καὶ κυβερνή‐
5τας ναύτας τε διπλοῦς εἶχεν, ὅπως αὐτοὶ μὴ ἀναστρεφόμενοι καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι, καὶ τοὺς ἐναντίους καὶ ἐν τῷ πρόσπλῳ καὶ ἐν τῷ ἀπόπλῳ σφῶν σφάλλωσι.

74

.

12

.

1

πολλὰ μὲν οὖν καὶ ἔδρασαν καὶ ἔπαθον οἱ Βυζάντιοι, ἅτε τοῖς ἐκ τῆς οἰκουμένης ὡς εἰπεῖν στόλοις ἐπὶ ὅλον τριετῆ χρόνον πολιορ‐ κούμενοι· λελέξεται δὲ ὀλίγα καὶ τὰ ἐχόμενά τινος θαύματος. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα εὐκαίρως ἐπιτιθέμενοι, ᾕρουν

74

.

12

.

2

δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύ‐ ρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ὑποτέμνοντες, καὶ ἥλους ἐς τοὺς ταρσούς σφων, καλῳδίοις ἐκ τῆς φιλίας ἐκδεδεμένους ἐμπηγνύντες, ἐπεσπῶντο, ὥστ’ αὐτὰς ἐφ’ ἑαυτῶν αὐτομάτας προσπλεούσας ὁρᾶ‐

74

.

12

.

3

σθαι, μήτ’ ἐρέτου μήτ’ ἀνέμου μηδενὸς ἐπισπέρχοντος. ἤδη δὲ καὶ ἐθελονταί τινες ἔμποροι, ὡς καὶ ἄκοντες, ὑπ’ αὐτῶν ἡλίσκοντο, καὶ τὰ ἀγώγιμα μεγάλων χρημάτων πωλήσαντες ἐξέπλεον ἐκδιδράσκον‐ τες. ἐπεὶ δὲ πάντων αὐτοῖς ἐκδαπανηθέντων τῶν ἔνδον ἐς τὸ στε‐
5νὸν κομιδῇ τῶν τε πραγμάτων καὶ τῶν ἐλπίδων τῶν ἐπ’ αὐτοῖς

74

.

12

.

4

ἐληλύθεσαν, πρότερον μέν, καίπερ πάνυ πιεζόμενοι ἅτε καὶ τῶν ἔξω πάντων ἀποκεκλειμένοι, ὅμως ἀντεῖχον, καὶ ἔς τε τὰς ναῦς τοῖς τε ξύλοις τοῖς ἐκ τῶν οἰκιῶν καὶ ταῖς θριξὶ ταῖς [ἐκ] τῶν γυναι‐ κῶν, σχοινία ἀπ’ αὐτῶν πλέκοντες, ἐχρῶντο, καὶ ὁπότε τινὲς τῷ
5τείχει προσβάλοιεν, τούς τε λίθους σφίσι τοὺς ἐκ τῶν θεάτρων καὶ

74

.

12

.

5

ἵππους χαλκοῦς καὶ ἀνδριάντας χαλκοῦς ὅλους ἐπερρίπτουν· ἐπεὶ δὲ καὶ ἡ τροφή σφας ἐπέλιπεν ἡ νενομισμένη καὶ δέρματα διαβρέχοντες ἤσθιον, εἶτα καὶ ταῦτα καταναλώθη, οἱ μὲν πλείους ἐξέπλευσαν, τηρήσαντες ζάλην καὶ καταιγίδα ὥστε μηδένα ἀνταναχθῆναί σφι‐
5σιν, ἵν’ ἢ ἀπόλωνται ἢ ἐπισιτίσωνται, καὶ προσπίπτοντες ἀπροσδο‐ κήτως τοῖς ἀγροῖς πάνθ’ ὁμοίως ἐλῄζοντο, οἱ δ’ ὑπολειπόμενοι

74

.

12

.

6

δεινότατον ἔργον ἔδρασαν· ἐπεὶ γὰρ ἐν τῷ ἀσθενεστάτῳ ἐγένοντο,

74

.

13

.

1

ἐπ’ ἀλλήλους ἐτράποντο καὶ ἀλλήλων ἐγεύοντο. οὗτοι μὲν οὖν ἐν τούτοις ἦσαν, οἱ δὲ ἄλλοι ἐπεὶ τὰ σκάφη καὶ ὑπὲρ τὴν δύναμιν αὐτῶν κατεγέμισαν, ἦραν χειμῶνα μέγαν καὶ τότε ἐπιτηρήσαντες. οὐ μὴν καὶ ὤναντό γε αὐτοῦ· οἱ γὰρ Ῥωμαῖοι καταβαρεῖς αὐτοὺς
5καὶ βραχὺ πάνυ τοῦ ὕδατος ὑπερέχοντας ἰδόντες ἀντανήχθησαν,

74

.

13

.

2

καὶ αὐτοῖς ἐσκεδασμένοις, ὥς που καὶ ὁ ἄνεμος καὶ ὁ κλύδων ἦγε, προσπίπτοντες ναυμαχίας μὲν οὐδὲν ἔργον ἔσχον, τὰ δὲ δὴ πλοῖα αὐτῶν ἀφειδῶς ἔκοπτον, πολλὰ μὲν τοῖς κοντοῖς ὠθοῦντες, πολλὰ δὲ καὶ τοῖς ἐμβόλοις ἀναρρηγνύντες, ἔστι δ’ ἃ καὶ αὐτῇ τῇ προσ‐

74

.

13

.

3

βολῇ σφῶν ἀνατρέποντες. καὶ ἐκεῖνοι δρᾶσαι μὲν οὐδέν, οὐδ’ εἰ τὰ μάλιστα ἤθελον, ἠδύναντο· διαφυγεῖν δέ πῃ πειρώμενοι οἱ μὲν ὑπὸ τοῦ πνεύματος, ἀπλήστως αὐτῷ χρώμενοι, ἐβαπτίζοντο, οἱ δ’

74

.

13

.

4

ὑπὸ τῶν ἐναντίων καταλαμβανόμενοι διώλλυντο. θεώμενοι δὲ ταῦτα οἱ ἐν τῷ Βυζαντίῳ τέως μὲν ἐθεοκλύτουν καὶ ἐπεβόων ἄλλοτε ἄλ‐ λοι τοῖς γινομένοις, ὡς ἑκάστῳ τι τῆς θέας ἐκείνης ἢ τοῦ πάθους προσέπιπτεν· ἐπεὶ δὲ πανσυδὶ αὐτοὺς ἀπολλυμένους εἶδον, τότε δὴ
5ἀθρόοι καὶ ἀνῴμωξαν καὶ ἀνεθρήνησαν, κἀκ τούτου τό τε λοιπὸν

74

.

13

.

5

τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν ἐπένθουν. τοσαῦτα γὰρ τὰ πάντα ναυάγια ἐγένετο ὥστε καὶ ἐς τὰς νήσους καὶ ἐς τὴν Ἀσίαν ἐξενε‐ χθῆναί τινα, καὶ ἀπ’ αὐτῶν καὶ τὴν ἧττάν σφων, καὶ πρὶν ἀκου‐ σθῆναι, γνωσθῆναι. καὶ τῇ ὑστεραίᾳ τοῖς Βυζαντίοις ἐπὶ μεῖζον

74

.

13

.

6

τὸ δεινὸν ηὐξήθη· ὡς γὰρ ὁ κλύδων ἐστόρεστο, πᾶσα ἡ θάλασσα ἡ πρὸς τῷ Βυζαντίῳ καὶ τῶν νεκρῶν καὶ τῶν ναυαγίων καὶ τοῦ αἵματος ἐπληρώθη, πολλὰ δὲ καὶ ἐς τὴν γῆν ἐξεβράσθη, ὥστε καὶ χαλεπώτερον ἐκ τῆς ὄψεώς σφων τὸ δεινὸν αὐτοῦ τοῦ ἔργου φα‐
5νῆναι.

74

.

14

.

1

παρέδοσαν μὲν οὖν αὐτίκα τὴν πόλιν καὶ ἄκοντες οἱ Βυζάντιοι, Ῥωμαῖοι δὲ τοὺς μὲν στρατιώτας καὶ τοὺς ἐν τέλει διεχρήσαντο πάντας, πλὴν τοῦ πύκτου ὃς πολλὰ τοὺς Βυζαντίους ὠφέλησε καὶ τοὺς Ῥωμαίους ἔβλαψεν· οὗτος γὰρ παραχρῆμα πύξ τε παίσας τῶν
5στρατιωτῶν τινὰ καὶ ἑτέρῳ λὰξ ἐνθορών, ὅπως ὀργισθέντες δια‐

74

.

14

.

2

φθείρωσιν αὐτόν, προαπώλετο. ὁ δὲ Σεουῆρος οὕτως ἥσθη ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαντίου ὡς καὶ πρὸς τοὺς στρατιώτας, ἐν τῇ Μεσο‐ ποταμίᾳ τότε ὤν, αὐτὸ τοῦτο εἰπεῖν, “εἵλομεν δὲ καὶ τὸ Βυζάν‐

74

.

14

.

3

τιον”. ἔπαυσε δὲ τὴν πόλιν τῆς τε ἐλευθερίας καὶ τοῦ ἀξιώματος τοῦ πολιτικοῦ, καὶ δασμοφόρον ἀποφήνας τάς τε οὐσίας τῶν πολι‐ τῶν δημεύσας, αὐτήν τε καὶ τὴν χώραν αὐτῆς Περινθίοις ἐχαρί‐ σατο, καὶ αὐτῇ ἐκεῖνοι οἷα κώμῃ χρώμενοι οὐδὲν ὅ τι οὐχ ὕβριζον.

74

.

14

.

4

ταῦτα μὲν οὖν δικαίως πως ποιῆσαι ἔδοξε· τὰ δὲ δὴ τείχη τῆς πόλεως διαλύσας ἐκείνους μὲν οὐδὲν πλέον τῆς στερήσεως τῆς δό‐ ξης, ἣν ἐκ τῆς ἐπιδείξεως αὐτῶν ἐκαρποῦντο, ἐλύπησε, τῶν δὲ δὴ Ῥωμαίων μέγα καὶ φυλακτήριον καὶ ὁρμητήριον πρὸς τοὺς ἐκ τοῦ

74

.

14

.

5

Πόντου καὶ τῆς Ἀσίας βαρβάρους καθεῖλε. καὶ εἶδον ἐγὼ τά τε τείχη πεπτωκότα ὥσπερ ὑπ’ ἄλλων τινῶν ἀλλ’ οὐχ ὑπὸ Ῥωμαίων ἑαλωκότα, ἐτεθεάμην δὲ αὐτὰ καὶ ἑστηκότα καὶ ἠκηκόειν αὐτῶν καὶ λαλούντων. ἑπτὰ μὲν γὰρ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι
5καθήκοντες πρὸς τὴν θάλασσαν ἦσαν, τούτων δ’ εἰ μέν τις ἄλλῳ

74

.

14

.

6

τῳ προσέμιξεν, ἥσυχος ἦν, εἰ δὲ δὴ τῷ πρώτῳ ἐνεβόησέ τινα ἢ καὶ λίθον ἐνέρριψεν, αὐτός τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τὸ αὐτὸ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ’ ἐν τῷ μέρει πάντες, παρὰ τοῦ πρὸ
5αὐτοῦ ὁ ἕτερος, τήν τε ἠχὴν καὶ τὴν φωνὴν διεδέχοντό τε καὶ παρε‐ πέμποντο.

75

.

1

.

1

τοιαῦτα μὲν τὰ τῶν Βυζαντίων τείχη ἦν, Σεουῆρος δέ, ἐν ᾧ ταῦτα ἐπολιορκεῖτο, κατὰ τῶν βαρβάρων ἐπιθυμίᾳ δόξης ἐστράτευσε, τῶν τε Ὀρροηνῶν καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων. Xiph. 299,
25—303, 21 R. St.

75

.

1

.

2

ὅτι οἱ Ὀρροηνοὶ καὶ οἱ Ἀδιαβηνοὶ ἀποστάντες καὶ Νίσιβιν πολιορκοῦντες, καὶ ἡττηθέντες ὑπὸ Σεουήρου, ἐπρεσβεύσαντο πρὸς αὐτὸν μετὰ τὸν τοῦ Νίγρου θάνατον, οὐχ ὅπως ὡς καὶ ἠδικηκότες τι παραιτούμενοι, ἀλλὰ καὶ εὐεργεσίαν ἀπαιτοῦντες ὡς καὶ ὑπὲρ
5αὐτοῦ τοῦτο πεποιηκότες· τοὺς γὰρ στρατιώτας τὰ τοῦ Νίγρου

75

.

1

.

3

φρονήσαντας ἔλεγον ἐκείνου ἕνεκα ἐφθαρκέναι. καί τινα καὶ δῶρα αὐτῷ ἔπεμψαν, τούς τε αἰχμαλώτους καὶ τὰ λάφυρα τὰ περιόντα ἀποδώσειν ὑπέσχοντο. οὐ μέντοι οὔτε τὰ τείχη ἃ ᾑρήκεσαν ἐκλιπεῖν οὔτε φρουροὺς λαβεῖν ἤθελον, ἀλλὰ καὶ τοὺς λοιποὺς ἐξαχθῆναι
5ἐκ τῆς χώρας ἠξίουν. διὰ ταῦτα ὁ πόλεμος οὗτος συνέστη. Exc. UG 69, (p. 413).

75

.

2

.

1

ἐπεὶ δὲ τὸν Εὐφράτην διαβὰς ἐς τὴν πολεμίαν ἐσέβαλεν, ἀνύ‐ δρου τῆς χώρας οὔσης ἄλλως τε δὴ καὶ τότε πλέον ὑπὸ τοῦ θέ‐ ρους ἐξικμασμένης ἐκινδύνευσε παμπληθεῖς στρατιώτας ἀποβαλεῖν·

75

.

2

.

2

κεκμηκόσι γὰρ αὐτοῖς ἐκ τῆς πορείας καὶ τοῦ ἡλίου καὶ κονιορτὸς ἐμπίπτων ἰσχυρῶς ἐλύπησεν, ὥστε μήτε βαδίζειν μήτε λαλεῖν ἔτι δύνασθαι, τοῦτο δὲ μόνον φθέγγεσθαι, “ὕδωρ ὕδωρ”. ἐπεὶ δὲ ἀνεφάνη μὲν [ἰκμάς], ἐξ ἴσου δὲ τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ
5ἀτοπίας ἦν, ὁ Σεουῆρος κύλικά τε ᾔτησε καὶ τοῦ ὕδατος πληρώσας

75

.

2

.

3

ἁπάντων ὁρώντων ἐξέπιε. καὶ τότε μὲν οὕτω καὶ ἄλλοι τινὲς προσ‐ πιόντες ἀνερρώσθησαν· μετὰ δὲ ταῦτα ἐς τὴν Νίσιβιν ὁ Σεουῆρος ἐλθὼν αὐτὸς μὲν ἐνταῦθα ὑπέμεινε, Λατερανὸν δὲ καὶ Κάνδιδον καὶ Λαῖτον ἐς τοὺς προειρημένους βαρβάρους ἄλλον ἄλλῃ ἀπέστειλε,
5καὶ ἐπερχόμενοι οὗτοι τήν τε χώραν τῶν βαρβάρων ἐδῄουν καὶ τὰς

75

.

2

.

4

πόλεις ἐλάμβανον. μέγα δὲ καὶ ἐπὶ τούτῳ τῷ Σεουήρῳ φρονοῦντι, ὡς καὶ πάντας ἀνθρώπους καὶ συνέσει καὶ ἀνδρίᾳ ὑπερβεβηκότι, πρᾶγμα παραδοξότατον συνηνέχθη· Κλαύδιος γάρ τις λῃστὴς καὶ τὴν Ἰουδαίαν καὶ τὴν Συρίαν κατατρέχων καὶ πολλῇ διὰ τοῦτο
5σπουδῇ ζητούμενος, προσῆλθέ τε αὐτῷ ποτε μεθ’ ἱππέων ὡς καὶ χιλίαρχός τις ὤν, καὶ ἠσπάσατο αὐτὸν καὶ ἐφίλησε, καὶ οὔτε εὐθὺς ἐφωράθη οὔθ’ ὕστερον συνελήφθη. Xiph. 303, 21—304, 8 R. St.

75

.

1

.

4

ὅτι οἱ Ἀράβιοι, ἐπειδὴ μηδείς σφισι τῶν πλησιοχώρων βοη‐ θῆσαι ἠθέλησε πρὸς Σεουῆρον αὖθις ἐπρεσβεύσαντο, ἐπιεικέστερά τινα προτεινόμενοι. οὐ μέντοι καὶ ἔτυχον ὧν ἐβούλοντο, ἐπειδὴ μὴ καὶ αὐτοὶ ἦλθον. Exc. UG 70 (p. 414).

75

.

3

.

1

ἐν δὲ τῷ καιρῷ τούτῳ τοὺς Σκύθας πολεμησείοντας βρονταί τε καὶ ἀστραπαὶ μετ’ ὄμβρου καὶ κεραυνοὶ βουλευομένοις σφίσιν ἐξαίφνης ἐμπεσόντες, καὶ τοὺς πρώτους αὐτῶν τρεῖς ἄνδρας ἀπο‐ κτείναντες, ἐπέσχον.

75

.

3

.

2

ὁ δὲ Σεουῆρος αὖθις τρία τέλη τοῦ στρατοῦ ποιήσας, καὶ τὸ μὲν τῷ Λαίτῳ τὸ δὲ τῷ Ἀνυλλίνῳ καὶ τῷ Πρόβῳ δούς, ἐπὶ τὴν Ἀρχὴν ἐξέπεμψε. καὶ οἱ μὲν ταύτην, τριχῇ ἐσβαλόντες, οὐκ ἀμο‐ γητὶ ἐχειροῦντο· ὁ δὲ Σεουῆρος ἀξίωμα τῇ Νισίβει δοὺς ἱππεῖ
5ταύτην ἐπέτρεψεν, ἔλεγέ τε μεγάλην τέ τινα χώραν προσκεκτῆσθαι

75

.

3

.

3

καὶ πρόβολον αὐτὴν τῆς Συρίας πεποιῆσθαι. ἐλέγχεται δὲ ἐξ αὐτοῦ τοῦ ἔργου καὶ πολέμων ἡμῖν συνεχῶν, ὡς καὶ δαπανη‐ μάτων πολλῶν, αἰτία οὖσα· δίδωσι μὲν γὰρ ἐλάχιστα, ἀναλίσκει δὲ παμπληθῆ, καὶ πρὸς ἐγγυτέρους καὶ τῶν Μήδων καὶ τῶν Πάρ‐
5θων προσεληλυθότες ἀεὶ τρόπον τινὰ ὑπὲρ αὐτῶν μαχόμεθα.
Xiph. 304, 8—22 R. St.

75

.

4

.

1

τῷ δὲ Σεουήρῳ πόλεμος αὖθις, μήπω ἐκ τῶν βαρβαρικῶν ἀνα‐ πνεύσαντι, ἐμφύλιος πρὸς τὸν Ἀλβῖνον τὸν Καίσαρα συνηνέχθη. ὁ μὲν γὰρ οὐδὲ τὴν τοῦ Καίσαρος αὐτῷ ἔτι ἐδίδου τιμήν, ἐπειδὴ τὸν Νίγρον ἐκποδὼν ἐποιήσατο, τά τε ἄλλα τὰ ἐνταῦθα ὡς ἐβού‐
5λετο κατεστήσατο· ὁ δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἐζήτει ὑπεροχήν.

75

.

4

.

2

συγκινουμένης οὖν διὰ ταῦτα τῆς οἰκουμένης ἡμεῖς μὲν οἱ βουλευταὶ ἡσυχίαν ἤγομεν, ὅσοι μὴ πρὸς τοῦτον ἢ ἐκεῖνον φανερῶς ἀποκλί‐ ναντες ἐκοινώνουν σφίσι καὶ τῶν κινδύνων καὶ τῶν ἐλπίδων, ὁ δὲ δῆμος οὐκ ἐκαρτέρησεν ἀλλ’ ἐκφανέστατα κατωδύρατο. ἦν μὲν γὰρ
5ἡ τελευταία πρὸ τῶν Κρονίων ἱπποδρομία, καὶ συνέδραμεν ἐς αὐτὸ

75

.

4

.

3

ἄπλετόν τι χρῆμα ἀνθρώπων. παρῆν δὲ καὶ ἐγὼ τῇ θέᾳ διὰ τὸν ὕπατον φίλον μου ὄντα, καὶ πάντα τὰ λεχθέντα ἀκριβῶς ἤκουσα, ὅθεν καὶ γράψαι τι περὶ αὐτῶν ἠδυνήθην. ἐγένετο δὲ ὧδε. συνῆλ‐ θον μὲν ὥσπερ εἶπον ἀμύθητοι, καὶ τὰ ἅρματα ἑξαχῶς ἁμιλλώμενα
5ἐθεάσαντο, ὅπερ που καὶ ἐπὶ τοῦ Κλεάνδρου ἐγεγόνει, μηδὲν μηδένα

75

.

4

.

4

παράπαν ἐπαινέσαντες, ὅπερ εἴθισται· ἐπειδὴ δὲ ἐκεῖνοί τε οἱ δρό‐ μοι ἐπαύσαντο καὶ ἔμελλον οἱ ἡνίοχοι ἑτέρου ἄρξασθαι, ἐνταῦθα ἤδη σιγάσαντες ἀλλήλους ἐξαίφνης τάς τε χεῖρας πάντες ἅμα συνεκρό‐ τησαν καὶ προσεπεβόησαν, εὐτυχίαν τῇ τοῦ δήμου σωτηρίᾳ αἰτού‐

75

.

4

.

5

μενοι. εἶπόν τε τοῦτο, καὶ μετὰ τοῦτο τὴν Ῥώμην καὶ βασιλίδα καὶ ἀθάνατον ὀνομάσαντες “μέχρι πότε τοιαῦτα πάσχομεν” ἔκραξαν “καὶ μέχρι ποῦ πολεμούμεθα;” εἰπόντες δὲ καὶ ἄλλα τινὰ τοιουτό‐
τροπα τέλος ἐξεβόησαν ὅτι “ταῦτα ἐστίν”, καὶ πρὸς τὸν ἀγῶνα τῶν
5ἵππων ἐτράποντο. οὕτω μὲν ἔκ τινος θείας ἐπιπνοίας ἐνεθουσίασαν·

75

.

4

.

6

οὐ γὰρ ἂν ἄλλως τοσαῦται μυριάδες ἀνθρώπων οὔτε ἤρξαντο τὰ αὐτὰ ἅμα ἀναβοᾶν ὥσπερ τις ἀκριβῶς χορὸς δεδιδαγμένος, οὔτ’ εἶπον αὐτὰ ἀπταίστως ὡς καὶ μεμελετημένα. ταῦτά τε οὖν ἔτι καὶ μᾶλλον ἡμᾶς ἐτάραττε, καὶ πῦρ αἰφνίδιον νυκτὸς ἐν τῷ ἀέρι τῷ
5πρὸς βορρᾶν τοσοῦτον ὤφθη ὥστε τοὺς μὲν τὴν πόλιν ὅλην τοὺς

75

.

4

.

7

δὲ καὶ τὸν οὐρανὸν αὐτὸν καίεσθαι δοκεῖν. ὃ δὲ δὴ μάλιστα θαυ‐ μάσας ἔχω, ψεκὰς ἐν αἰθρίᾳ ἀργυροειδὴς ἐς τὴν τοῦ Αὐγούστου ἀγορὰν κατερρύη. φερομένην μὲν γὰρ αὐτὴν οὐκ εἶδον, πεσούσης δὲ αὐτῆς ᾐσθόμην, καὶ κέρματά τινα ἀπ’ αὐτῆς χαλκᾶ κατηργύ‐
5ρωσα, ἃ καὶ ἐπὶ τρεῖς ἡμέρας τὴν αὐτὴν ὄψιν εἶχε· τῇ γὰρ τετάρτῃ πᾶν τὸ ἐπαλειφθὲν αὐτοῖς ἠφανίσθη.

75

.

5

.

1

Νουμεριανὸς δέ τις γραμματιστὴς τῶν τὰ παιδία γράμματα δι‐ δασκόντων, ἐκ τῆς Ῥώμης ἐς τὴν Γαλατίαν, οὐκ οἶδ’ ὅ τι δόξαν αὐτῷ, ἀφορμηθείς, βουλευτής τε εἶναι τῶν Ῥωμαίων πλασάμενος καὶ ἐπὶ στρατιᾶς ἄθροισιν ὑπὸ τοῦ Σεουήρου πεμφθῆναι, συνήγαγέ
5τινα βραχεῖαν πρῶτον ἰσχύν, καί τινας τῶν τοῦ Ἀλβίνου ἱππέων

75

.

5

.

2

διέφθειρε, καὶ ἄλλα τινὰ ὑπὲρ τοῦ Σεουήρου ἐνεανιεύσατο. ἀκούσας δὲ ὁ Σεουῆρος, καὶ νομίσας ὄντως τινὰ τῶν βουλευτῶν εἶναι, ἐπέ‐ στειλεν ἐπαινῶν τε αὐτὸν καὶ δύναμιν κελεύων πλείονα προσλαβεῖν· καὶ ὃς λαβὼν πλείονα δύναμιν ἄλλα τε θαυμαστὰ ἐπεδείξατο, καὶ
5χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν ἑλὼν τῷ

75

.

5

.

3

Σεουήρῳ ἔπεμψε. νικήσαντος δὲ τοῦ Σεουήρου πρὸς αὐτὸν ἐλθὼν οὔτ’ ἀπεκρύψατό τι οὔτ’ ᾔτησεν ὡς ἀληθῶς βουλευτὴς γενέσθαι, καὶ τιμαῖς μεγάλαις πλούτῳ τε ἂν αὐξηθῆναι δυνηθεὶς οὐκ ἠθέ‐ λησεν, ἀλλ’ ἐν ἀγρῷ τινι, σμικρόν τι ἐφ’ ἡμέραν λαμβάνων παρ’
5αὐτοῦ, διεβίω.

75

.

6

.

1

ὁ δὲ δὴ ἀγὼν τῷ τε Σεουήρῳ καὶ τῷ Ἀλβίνῳ πρὸς τῷ Λουγ‐ δούνῳ τοιόσδε ἐγένετο. πεντεκαίδεκα μὲν μυριάδες στρατιωτῶν συναμφοτέροις ὑπῆρχον, παρῆσαν δὲ καὶ ἀμφότεροι τῷ πολέμῳ ἅτε περὶ ψυχῆς θέοντες, καίτοι τοῦ Σεουήρου μηδεμιᾷ πω μάχῃ

75

.

6

.

2

ἑτέρᾳ παραγεγονότος. ἦν δὲ ὁ μὲν Ἀλβῖνος καὶ τῷ γένει καὶ τῇ παιδείᾳ προήκων, ἅτερος δὲ 〈τὰ〉 πολέμια κρείττων καὶ δεινὸς στρα‐ τηγῆσαι. συνέβη δὲ τὸν Ἀλβῖνον προτέρᾳ μάχῃ νικῆσαι τὸν Λοῦπον τῶν τοῦ Σεουήρου στρατηγῶν ὄντα, καὶ πολλοὺς τῶν σὺν αὐτῷ
5διαφθεῖραι στρατιωτῶν. ὁ δὲ τότε ἀγὼν πολλὰς ἔσχεν ἰδέας τε καὶ

75

.

6

.

3

τροπάς. τὸ μὲν γὰρ λαιὸν κέρας τοῦ Ἀλβίνου ἡττήθη τε καὶ κατέ‐ φυγεν ἐς τὸ ἔρυμα. καὶ οἱ Σεουήρειοι στρατιῶται διώκοντες συνεσ‐ έπεσον, καὶ ἐκείνους τε ἐφόνευον καὶ τὰς σκηνὰς διήρπαζον. ἐν δὲ τούτῳ οἱ περὶ τὸ δεξιὸν κέρας τεταγμένοι τοῦ Ἀλβίνου στρατιῶται,
5κρυπτὰς τάφρους ἔχοντες πρὸ αὑτῶν καὶ ὀρύγματα γῇ ἐπιπολαίως κεκαλυμμένα, μέχρι μὲν ἐκείνων προῄεσαν καὶ ἠκόντιζον πόρρωθεν, περαιτέρω δὲ οὐ προεχώρουν, ἀλλὰ καὶ ὡς δεδιότες ἀνέστρεφον,

75

.

6

.

4

ὅπως ἐπισπάσωνται τοὺς ἐναντίους ἐς δίωξιν· ὃ δή ποτε καὶ ἐγέ‐ νετο. ἀγανακτήσαντες γὰρ οἱ Σεουήρειοι πρὸς τὴν δι’ ὀλίγου αὐτῶν ἐξόρμησιν, καὶ καταφρονήσαντες αὖ πρὸς τὴν ἐκ βραχέος ἀνάφευξιν, ὥρμησαν ἐπ’ αὐτοὺς ὡς καὶ παντὸς τοῦ μεταιχμίου σφῶν ἐμβατοῦ
5ὄντος, καὶ γενόμενοι κατὰ τὰς τάφρους παθήματι δεινῷ συνηνέχθη‐

75

.

6

.

5

σαν· οἵ τε γὰρ πρωτοστάται καταρραγέντων εὐθὺς τῶν ἐξ ἐπιπολῆς ἐπικειμένων ἐς τὰ ὀρύγματα ἐνέπεσον, καὶ οἱ ἐπιτεταγμένοι σφίσιν ἐμπίπτοντες αὐτοῖς ἐσφάλλοντο καὶ κατέπιπτον, καὶ οἱ λοιποὶ δεί‐ σαντες ἀνεχώρουν ὀπίσω καὶ ἅτε ἐξαίφνης ἀναστρεφόμενοι αὐτοί
5τε ἔπταιον καὶ τοὺς οὐραγοῦντας ἀνέτρεπον, ὥστε καὶ ἐς φάραγγα

75

.

6

.

6

αὐτοὺς βαθεῖαν συνῶσαι. ἐγένετο δὴ τούτων τε καὶ τῶν ἐς τὰς τάφρους πεσόντων φόνος πολὺς ἀναμὶξ ἵππων τε καὶ ἀνδρῶν. ἐν δὲ τῷ θορύβῳ τούτῳ καὶ οἱ μεταξὺ τῆς τε φάραγγος καὶ τῶν τάφρων βαλλόμενοί τε καὶ τοξευόμενοι διεφθείροντο. ἰδὼν δὲ ταῦτα
5ὁ Σεουῆρος ἐπεκούρησε μὲν αὐτοῖς μετὰ τῶν δορυφόρων, τοσούτου δὲ ἐδέησεν αὐτοὺς ὠφελῆσαι ὥστε καὶ τοὺς δορυφόρους ὀλίγου δεῖν

75

.

6

.

7

προσαπώλεσε καὶ αὐτὸς τὸν ἵππον ἀποβαλὼν ἐκινδύνευσεν. ὡς δὲ εἶδε φεύγοντας πάντας τοὺς ἑαυτοῦ, τὴν χλαμύδα περιρρηξάμενος καὶ τὸ ξίφος σπασάμενος ἐς τοὺς φεύγοντας ἐσεπήδησεν, ὅπως ἢ αἰσχυνθέντες ὑποστρέψωσιν ἢ καὶ αὐτὸς αὐτοῖς συναπόληται. ἔστη‐
5σαν γοῦν τινες τοιοῦτον αὐτὸν ἰδόντες καὶ ὑπέστρεψαν, κἀν τούτῳ τοῖς ἐφεπομένοις σφίσιν ἐναντίοι ἐξαίφνης φανέντες συχνοὺς μὲν ἐκείνων ὡς καὶ Ἀλβινείους κατέκοψαν, πάντας δὲ τοὺς ἐπιδιώκοντάς

75

.

6

.

8

σφας ἔτρεψαν. καὶ αὐτοῖς ἐνταῦθα ἱππεῖς ἐκ πλαγίου οἱ μετὰ τοῦ
Λαίτου ἐπιγενόμενοι τὸ λοιπὸν ἐξειργάσαντο. ὁ γὰρ Λαῖτος, ἕως μὲν ἀγχωμάλως ἠγωνίζοντο, περιεωρᾶτο ἐλπίζων ἐκείνους τε ἀμφο‐ τέρους ἀπολεῖσθαι καὶ ἑαυτῷ τὸ κράτος τοὺς λοιποὺς στρατιώτας
5ἑκατέρωθεν δώσειν, ἐπεὶ δὲ εἶδεν ἐπικρατέστερα τὰ τοῦ Σεουήρου γενόμενα, προσεπελάβετο τοῦ ἔργου.

75

.

7

.

1

ὁ μὲν δὴ Σεουῆρος οὕτως ἐνίκησεν, ἡ δὲ δύναμις ἡ τῶν Ῥω‐ μαίων ἰσχυρῶς ἔπταισεν ἅτε ἀμφοτέρωθεν ἀναριθμήτων πεσόντων. καὶ πολλοὶ καὶ τῶν κρατησάντων ὠλοφύραντο τὸ πάθος· τό τε

75

.

7

.

2

γὰρ πεδίον πᾶν μεστὸν νεκρῶν καὶ ἀνδρῶν καὶ ἵππων ἑωρᾶτο, καὶ αὐτῶν οἱ μὲν τραύμασι πολλοῖς κατακεκομμένοι καὶ οἷα κρεουργη‐ θέντες ἔκειντο, οἱ δὲ καὶ ἄτρωτοι ἐσεσώρευντο, τά τε ὅπλα ἔρριπτο, καὶ τὸ αἷμα πολὺ ἐρρύη, ὥστε καὶ ἐς τοὺς ποταμοὺς ἐσπεσεῖν.

75

.

7

.

3

ὁ δ’ Ἀλβῖνος καταφυγὼν ἐς οἰκίαν τινὰ πρὸς τῷ Ῥοδανῷ κειμένην, ἐπειδὴ πάντα τὰ πέριξ φρουρούμενα ᾔσθετο, ἑαυτὸν ἀπέκτεινε· λέγω γὰρ οὐχ ὅσα ὁ Σεουῆρος ἔγραψεν, ἀλλ’ ὅσα ἀληθῶς ἐγένετο. ἰδὼν δ’ οὖν τὸ σῶμα αὐτοῦ, καὶ πολλὰ μὲν τοῖς ὀφθαλμοῖς πολλὰ
5δὲ τῇ γλώττῃ χαρισάμενος, τὸ μὲν ἄλλο ῥιφῆναι ἐκέλευσε, τὴν δὲ

75

.

7

.

4

κεφαλὴν ἐς τὴν Ῥώμην πέμψας ἀνεσταύρωσεν. ἐφ’ οἷς δῆλος γενό‐ μενος ὡς οὐδὲν εἴη αὐτοκράτορος ἀγαθοῦ, ἔτι μᾶλλον ἡμᾶς τε καὶ τὸν δῆμον, οἷς ἐπέστειλεν, ἐξεφόβησεν· ἅτε γὰρ παντὸς ἤδη τοῦ ὡπλισμένου κεκρατηκὼς ἐξέχεεν ἐς τοὺς ἀνόπλους πᾶν ὅσον ὀργῆς
5ἐς αὐτοὺς ἐκ τοῦ πρὶν χρόνου ἠθροίκει. μάλιστα δ’ ἡμᾶς ἐξέπληξεν ὅτι τοῦ τε Μάρκου υἱὸν καὶ τοῦ Κομμόδου ἀδελφὸν ἑαυτὸν ἔλεγε,

75

.

8

.

1

τῷ τε Κομμόδῳ, ὃν πρῴην ὕβριζεν, ἡρωικὰς ἐδίδου τιμάς. πρός τε τὴν βουλὴν λόγον ἀναγινώσκων, καὶ τὴν μὲν Σύλλου καὶ Μα‐ ρίου καὶ Αὐγούστου αὐστηρίαν τε καὶ ὠμότητα ὡς ἀσφαλεστέραν ἐπαινῶν, τὴν δὲ Πομπηίου 〈καὶ〉 Καίσαρος ἐπιείκειαν ὡς ὀλεθρίαν
5αὐτοῖς ἐκείνοις γεγενημένην κακίζων, ἀπολογίαν τινὰ ὑπὲρ τοῦ Κομ‐

75

.

8

.

2

μόδου ἐπήγαγε, καθαπτόμενος τῆς βουλῆς ὡς 〈οὐ〉 δικαίως ἐκεῖνον ἀτιμαζούσης, εἴγε καὶ αὐτῆς οἱ πλείους αἴσχιον βιοτεύουσιν. “εἰ γὰρ τοῦτο ἦν” ἔφη “δεινόν, ὅτι αὐτοχειρίᾳ ἐφόνευεν ἐκεῖνος θηρία,
ἀλλὰ καὶ ὑμῶν τις χθὲς καὶ πρῴην ἐν Ὠστίοις, ὑπατευκὼς γέρων,

75

.

8

.

3

δημοσίᾳ μετὰ πόρνης πάρδαλιν μιμουμένης ἔπαιζεν. ἀλλ’ ἐμονο‐ μάχει νὴ Δία. ὑμῶν δ’ οὐδεὶς μονομαχεῖ; πῶς οὖν καὶ ἐπὶ τί τάς τε ἀσπίδας αὐτοῦ καὶ τὰ κράνη τὰ χρυσᾶ ἐκεῖνα ἐπρίαντό τινες;” ἀναγνοὺς δὲ ταῦτα τριάκοντα μὲν καὶ πέντε ἀπέλυσε τῶν

75

.

8

.

4

τὰ Ἀλβίνου φρονῆσαι αἰτιαθέντων, καὶ ὡς μηδεμίαν τὸ παράπαν αἰτίαν ἐσχηκόσιν αὐτοῖς προσεφέρετο (ἦσαν δὲ ἐν τοῖς πρώτοις τῆς γερουσίας), ἐννέα δὲ καὶ εἴκοσιν ἀνδρῶν θάνατον κατεψηφί‐ σατο, ἐν οἷς ἄρα καὶ Σουλπικιανὸς ὁ τοῦ Περτίνακος πενθερὸς
5ἠριθμεῖτο. Xiph. 304, 22—308, 21 R. St.

75

.

8

.

5

ὅτι πάντες μὲν ἐπλάττοντο τὰ Σευήρου φρονεῖν, ἠλέγχοντο δὲ ἐν ταῖς αἰφνιδίοις ἐπαγγελίαις, μὴ δυνάμενοι ἐπικαλύπτειν τὸ ἐν τῇ ψυχῇ κεκρυμμένον· τῆς γὰρ ἀκοῆς ἐξαπίνης αὐτοῖς προσπιπτούσης ἀφυλάκτως ἐκινοῦντο, καὶ ὑπὸ τούτων καὶ ὑπὸ τῆς ὄψεως καὶ τῶν ἠθῶν ὡς ἕκαστοι
5κατάδηλοι ἐγίνοντο. τινὲς δὲ καὶ ἐκ τοῦ σφόδρα προσποιεῖσθαι πλέον ἐγινώσκοντο. Petr. Patr. exc. Vat. 130 (p. 227 Mai. = p. 210, 19—26 Dind.)

74

.

9

.

5

ὅτι ὁ Σεουῆρος ἐπεχεί‐ ρησε τοὺς τιμωρουμένους ὑπ’ αὐτοῦ ... τῷ Κλάρῳ τῷ Ἐρυ‐ κίῳ μηνυτῇ κατ’ αὐτῶν χρή‐
5σασθαι, ἵνα τόν τε ἄνδρα δια‐ βάλῃ καὶ τὸν ἔλεγχον ἀξιοχρεώτερον πρός τε τὸ γένος αὐτοῦ καὶ πρὸς τὴν
δόξαν ποιεῖσθαι νομισθείη· καὶ τήν γε σωτηρίαν τήν τε ἄδειαν αὐτῷ δώ‐

74

.

9

.

6

σειν ὑπέσχετο. ἐπεὶ δὲ ἐκεῖνος ἀπο‐ θανεῖν μᾶλλον ἢ τοιοῦτόν τι ἐνδεῖξαι εἵλετο, πρὸς τὸν Ἰουλιανὸν ἐτράπετο, καὶ τοῦτον ἀνέπεισεν. καὶ διὰ τοῦτ’
5αὐτὸν ἀφῆκεν, ὅσον γε μήτ’ ἀποκτεῖ‐ ναι μήτ’ ἀτιμάσαι· ταῖς γὰρ δὴ βα‐ σάνοις ἰσχυρῶς πάντα ὑπ’ αὐτοῦ ἠκρίβωσεν, ἐν οὐδενὶ λόγῳ τὸ ἀξίωμα τὸ τότε αὐτῷ ποιησάμενος. Exc. Val. 344 (p. 737).

75

.

5

.

4

ὅτι διὰ τὸ τοὺς Καληδονίους μὴ ἐμμείναντας ταῖς ὑποσχέσεσι, καὶ τοῖς Μαιάταις παρεσκευασμένους ἀμῦναι, διὰ τὸ τότε τὸν Σε‐ ουῆρον τῷ παροίκῳ πολέμῳ προσκεῖσθαι, κατηναγκάσθη ὁ Λοῦπος μεγάλων χρημάτων τὴν εἰρήνην παρὰ τῶν Μαιατῶν ἐκπρίασθαι,
5αἰχμαλώτους τινὰς ὀλίγους ἀπολαβών. Exc. UR 18 (p. 414).

75

.

9

.

1

μετὰ δὲ ταῦτα ὁ Σεουῆρος ἐκστρατεύει κατὰ τῶν Πάρθων· ἀσχολουμένου γὰρ αὐτοῦ ἐς τοὺς ἐμφυλίους πολέμους ἐκεῖνοι ἀδείας
λαβόμενοι τήν τε Μεσοποταμίαν εἷλον, στρατεύσαντες παμπληθεί, καὶ μικροῦ καὶ τὴν Νίσιβιν ἐχειρώσαντο, εἰ μὴ Λαῖτος αὐτήν, πο‐

75

.

9

.

2

λιορκούμενος ἐν αὐτῇ, διεσώσατο. καὶ ἀπ’ αὐτῆς ἐπὶ πλεῖον ἐδοξάσθη, ὢν καὶ ἐς τὰ ἄλλα καὶ τὰ ἴδια καὶ τὰ δημόσια καὶ ἐν τοῖς πολέμοις καὶ ἐν τῇ εἰρήνῃ ἄριστος. ἀφικόμενος δὲ ἐς τὴν προειρημένην Νί‐ σιβιν ὁ Σεουῆρος ἐνέτυχε συῒ μεγίστῳ· ἱππέα τε γὰρ ἔκτεινεν ὁρμή‐
5σας καταβαλεῖν αὐτὸν πειρώμενον καὶ τῇ ἑαυτοῦ ἰσχύι θαρρήσαντα, μόλις δὲ ὑπὸ πολλῶν στρατιωτῶν συλληφθείς τε καὶ σφαγείς, τριά‐ κοντα τὸν ἀριθμὸν ὄντων τῶν συλλαβόντων αὐτόν, τῷ Σεουήρῳ

75

.

9

.

3

προσεκομίσθη. τῶν δὲ Πάρθων οὐ μεινάντων αὐτὸν ἀλλ’ οἴκαδε ἀναχωρησάντων (ἦρχε δὲ αὐτῶν Οὐολόγαισος, οὗ ἀδελφὸς συνῆν τῷ Σεουήρῳ) πλοῖα κατασκευάσας ὁ Σεουῆρος ἐν τῷ Εὐφράτῃ, καὶ πλέων τε καὶ βαδίζων παρ’ αὐτόν, διὰ τὸ εἶναι λίαν ὀξύτατα καὶ
5ταχινὰ καὶ εὖ ἐσταλμένα (τῆς παρὰ τὸν Εὐφράτην ὕλης καὶ τῶν ἐκεῖσε χωρίων ἄφθονον διδούσης αὐτῷ τὴν τῶν ξύλων χορηγίαν) τὰ κατασκευασθέντα, ταχέως τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα

75

.

9

.

4

ἐκλειφθείσας ἔλαβε. καὶ μετὰ τοῦτο καὶ τὴν Κτησιφῶντα ἑλὼν ἐκείνην τε πᾶσαν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, φόνον τε ἀνθρώπων πλεῖστον εἰργάσατο, καὶ ζῶντας ἐς δέκα μυριάδας εἷλεν. οὐ μέντοι οὔτε τὸν Οὐολόγαισον ἐπεδίωξεν οὔτε τὴν Κτησιφῶντα
5κατέσχεν, ἀλλ’ ὥσπερ ἐπὶ τοῦτο μόνον ἐστρατευκὼς ἵν’ αὐτὴν διαρ‐
πάσῃ ᾤχετο, τὸ μὲν ἀγνωσίᾳ τῶν χωρίων τὸ δ’ ἀπορίᾳ τῶν ἐπι‐

75

.

9

.

5

τηδείων. ὑπέστρεψε δὲ καθ’ ἑτέραν ὁδόν· τά τε γὰρ ξύλα καὶ ὁ χόρτος ὁ ἐν τῇ προτέρᾳ εὑρεθεὶς κατανάλωτο· καὶ οἱ μὲν αὐτῷ τῶν στρατιωτῶν πεζῇ ἄνω παρὰ τὸν Τίγριν, οἱ δὲ καὶ ἐπὶ πλοίων ἀνεπορεύθησαν. Xiph. 308, 21—309, 17 R. St., et (p. 346 v. 1—4)
5Exc. Val. 345 (p. 737).

75

.

10

.

1

καὶ μετὰ τοῦτο ὁ Σεουῆρος τὴν Μεσοποταμίαν διαβὰς ἐπειράθη μὲν καὶ τῶν Ἄτρων οὐ πόρρω ὄντων, ἐπέρανε δ’ οὐδέν, ἀλλὰ καὶ τὰ μηχανήματα κατεκαύθη καὶ στρατιῶται συχνοὶ μὲν ἀπώλοντο πάμπολλοι δὲ καὶ ἐτρώθησαν. ἀπανέστη οὖν ἀπ’ αὐτῶν καὶ ἀνέ‐

75

.

10

.

2

ζευξεν ὁ Σεουῆρος. ἐν ᾧ δὲ ἐπολέμει, δύο ἄνδρας τῶν ἐπιφανῶν ἀπέκτεινεν, Ἰούλιον Κρίσπον χιλιαρχοῦντα τῶν δορυφόρων, ὅτι ἀχθεσθεὶς τῇ τοῦ πολέμου κακώσει ἔπος τι τοῦ Μάρωνος τοῦ ποιητοῦ παρεφθέγξατο, ἐν ᾧ ἐνῆν στρατιώτης τις τῶν μετὰ Τούρ‐
5νου τῷ Αἰνείᾳ ἀντιπολεμούντων ὀδυρόμενος καὶ λέγων ὅτι “ἵνα δὴ τὴν Λαουινίαν ὁ Τοῦρνος ἀγάγηται, ἡμεῖς ἐν οὐδενὶ λόγῳ παραπ‐ ολλύμεθα”. καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην Οὐαλέριον

75

.

10

.

3

χιλίαρχον ἀντ’ αὐτοῦ ὁ Σεουῆρος ἀπέδειξεν. ἀπέκτεινε δὲ καὶ τὸν Λαῖτον, ὅτι τε φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον, εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τούτου τὸν φόνον, διότι οὐκ εἶχε φανερὰν αἰτίαν εἰ μὴ τὸν
5φθόνον, τοῖς στρατιώταις προσῆπτεν ὡς παρὰ γνώμην αὐτοῦ τοῦτο τετολμηκόσιν.

75

.

11

.

1

αὐτὸς δὲ πάλιν ἐπὶ τὰ Ἄτρα ἐστράτευσε, πολλὰ μὲν σιτία πα‐ ρασκευάσας πολλὰ δὲ καὶ μηχανήματα ἑτοιμασάμενος· καὶ γὰρ
δεινὸν ἐποιεῖτο, τῶν ἄλλων κεχειρωμένων, μόνην ταύτην ἐν μέσῳ κειμένην ἀντέχειν. καὶ ἀπώλεσε καὶ χρήματα πλεῖστα καὶ τὰ μηχα‐
5νήματα πάντα, πλὴν τῶν Πρισκείων, ὡς ἀνωτέρω ἔφην, καὶ σὺν

75

.

11

.

2

τούτοις καὶ στρατιώτας πολλούς. συχνοὶ μὲν γὰρ καὶ ἐν ταῖς προ‐ νομαῖς ἐφθείροντο, τῆς βαρβαρικῆς ἵππου (φημὶ δὴ τῆς τῶν Ἀρα‐ βίων) πανταχοῦ ὀξέως τε καὶ σφοδρῶς ἐπιπιπτούσης αὐτοῖς· καὶ οἱ Ἀτρηνοὶ ἐξικνοῦντο μὲν καὶ ταῖς τοξείαις ἐπὶ μακρότατον (καὶ

75

.

11

.

3

γὰρ ἐκ μηχανῶν βέλη τινὰ ἐξέκρουον, ὥστε πολλοὺς καὶ τῶν τοῦ Σεουήρου ὑπασπιστῶν βαλεῖν, σύνδυό τε αὐτῶν βέλη ὑπὸ τὴν αὐτὴν ῥύμην ἱέντων, πολλαῖς τε ἅμα χερσὶ καὶ πολλοῖς τοξεύμασι βαλλόν‐ των), πλεῖστον δὲ ὅμως ἐκάκωσαν αὐτοὺς ἐπειδὴ τῷ τείχει προσέμι‐

75

.

11

.

4

ξαν, καὶ πολὺ πλεῖον ἐπεὶ καὶ διέρρηξάν τι αὐτοῦ· τά τε γὰρ ἄλλα καὶ τὸ νάφθα τὸ ἀσφαλτῶδες ἐκεῖνο, περὶ οὗ ἄνω μοι γέγραπται, ἀφιέντες σφίσι τά τε μηχανήματα καὶ τοὺς στρατιώτας πάντας, οἷς ἐπεβλήθη, κατέπρησαν. καὶ αὐτὰ ὁ Σεουῆρος ἀπὸ βήματος ὑψη‐

75

.

12

.

1

λοῦ ἐθεώρει. πεσόντος δέ πῃ τοῦ ἔξωθεν περιβόλου, καὶ τῶν στρατιωτῶν πάντων προθυμουμένων ἐς τὸν λοιπὸν ἐσβιάσασθαι, ἐκώλυσεν αὐτοὺς ὁ Σεουῆρος τοῦτο πρᾶξαι, τορῶς πανταχόθεν τὸ

75

.

12

.

2

ἀνακλητικὸν σημανθῆναι κελεύσας· δόξα τε γὰρ τοῦ χωρίου ὡς καὶ πάμπολλα τά τε ἄλλα χρήματα καὶ τὰ τοῦ Ἡλίου ἀναθήματα ἔχοντος μεγάλη ἦν, καὶ προσεδόκησεν ἐθελοντὶ τοὺς Ἀραβίους, ἵνα

75

.

12

.

3

μὴ βίᾳ ἁλόντες ἀνδραποδισθῶσιν, ὁμολογήσειν. μίαν γοῦν διαλιπὼν ἡμέραν, ὡς οὐδεὶς αὐτῷ ἐπεκηρυκεύσατο, προσέταξεν αὖθις τοῖς στρατιώταις τῷ τείχει, καίπερ ἀνοικοδομηθέντι νυκτός, προσβαλεῖν· καὶ αὐτῷ τῶν μὲν Εὐρωπαίων τῶν δυναμένων τι κατεργάσασθαι
5οὐδεὶς ἔτ’ ὀργῇ ὑπήκουσεν, ἕτεροι δὲ δὴ Σύροι ἀναγκασθέντες ἀντ’

75

.

12

.

4

αὐτῶν προσβαλεῖν κακῶς ἐφθάρησαν. καὶ οὕτω θεὸς ὁ ῥυσάμενος τὴν πόλιν τοὺς μὲν στρατιώτας δυνηθέντας ἂν ἐς αὐτὴν ἐσελθεῖν διὰ τοῦ Σεουήρου ἀνεκάλεσε, καὶ τὸν Σεουῆρον αὖ βουληθέντα αὐ‐

75

.

12

.

5

τὴν μετὰ τοῦτο λαβεῖν διὰ τῶν στρατιωτῶν ἐκώλυσεν. οὕτως γοῦν ὁ Σεουῆρος ἐπὶ τούτοις διηπορήθη ὥστε τινὸς τῶν ἀμφ’ αὐτὸν ὑπο‐ σχομένου αὐτῷ ἐάν γε αὐτῷ δώσῃ πεντακοσίους καὶ πεντήκοντα μόνους τῶν Εὐρωπαίων στρατιωτῶν, ἄνευ τοῦ τῶν ἄλλων κινδύ‐
5νου τὴν πόλιν ἐξαιρήσειν, ἔφη πάντων ἀκουόντων “καὶ πόθεν το‐ σούτους στρατιώτας ἔχω;” πρὸς τὴν ἀπείθειαν τῶν στρατιωτῶν τοῦτο εἰπών. Xiph. 369, 17—311, 5 R. St.

75

.

13

.

1

εἴκοσι δ’ οὖν ἡμέρας τῇ πολιορκίᾳ προσεδρεύσας ἐς τὴν Πα‐ λαιστίνην μετὰ τοῦτο ἦλθε καὶ τῷ Πομπηίῳ ἐνήγισε, καὶ ἐς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας

75

.

13

.

2

μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτε ἀνθρώπινον μήτε θεῖον ἀδιερεύνητον καταλιπεῖν· κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων ὡς
5εἰπεῖν τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέ‐ κλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκεί‐ νοις γεγραμμένα ἀναλέξηται. Xiph. 311, 5—14 R. St., et Exc. Val. 346 (p. 737) = Suid. s. v. Σεβῆρος σοφιστὴς Ῥωμαῖος (unde s. v. οἷος
et ἀναλεξάμενος).

75

.

13

.

3

καὶ ὁ μὲν ταῦτ’ ἐποίει· ἐγὼ δὲ τὰ μὲν ἄλλα τῆς Αἰγύπτου οὐδὲν δέομαι γράφειν, ὃ δὲ δὴ περὶ τοῦ Νείλου πολλαχόθεν ἀκρι‐ βώσας ἔχω, δικαιότατός εἰμι εἰπεῖν. ἐκ γὰρ τοῦ Ἄτλαντος τοῦ ὄρους σαφῶς ἀναδίδοται. τοῦτο δέ ἐστιν ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ
5τῷ ὠκεανῷ πρὸς ἑσπέραν, καὶ ὑπεραίρει πολὺ πλεῖστον ἁπάντων ὀρῶν, ὅθεν οἱ ποιηταὶ κίονα αὐτὸν τοῦ οὐρανοῦ εἶναι ἔφησαν· οὔτε γὰρ ἀνέβη ποτέ τις ἐπ’ ἄκρον αὐτοῦ οὔτε τὰς κορυφὰς αὐτοῦ εἶδε.

75

.

13

.

4

χιόνος τε οὖν ἀεὶ διὰ ταῦτα πεπλήρωται, καὶ τὸ ὕδωρ ἐξ αὐτῆς παμπληθὲς ὑπὸ τὸ θέρος ἀφίησιν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἑλώδη πάντα τὰ περὶ τοὺς πρόποδας αὐτοῦ, τότε δὲ ἐπὶ μᾶλλον πληθύ‐ νεται, καὶ ἐκ τούτου τὸν Νεῖλον τὴν ὡραίαν ἐπαύξει· πηγὴ γάρ
5ἐστιν αὐτοῦ, ὥσπερ που καὶ τοῖς κροκοδείλοις καὶ ἄλλοις ἑκατέρωθι

75

.

13

.

5

ὁμοίως γεννωμένοις τεκμηριοῦται. καὶ θαυμάσῃ μηδεὶς εἰ τὰ τοῖς ἀρχαίοις Ἕλλησιν ἄγνωστα ἐξηυρήκαμεν· πλησίον γὰρ οἱ Μακεν‐ νῖται τῇ Μαυριτανίᾳ τῇ κάτω οἰκοῦσι, καὶ πολλοὶ τῶν ἐκεῖ στρα‐ τευομένων καὶ πρὸς τὸν Ἄτλαντα ἀφικνοῦνται.

75

.

14

.

1

τοῦτο μὲν οὕτως ἔχει, Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σεουήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν, πλεῖστά τε ἀνθρώπων καὶ μέγιστα δυνηθείς, πολλοὺς μὲν τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμο‐ τίμων αὐτῷ ἐθανάτωσε .... Xiph. 311, 14—32 R. St.

75

.

14

.

2

ὅτι ὁ Πλαυτιανὸς τὸν Αἰμίλιον Σατορνῖνον ἀποκτείνας τῶν ἄλλων τῶν μετ’ αὐτῶν ἀρξάντων τοῦ δορυφορικοῦ πάντα τὰ ἰσχυ‐ ρότατα περιέκοψεν, ὅπως μηδεὶς φρόνημα ἀπὸ τῆς προστασίας αὐτῶν σχὼν τῇ τῶν σωματοφυλάκων ἡγεμονίᾳ ἐφεδρεύσῃ· ἤδη γὰρ

75

.

14

.

3

οὐχ ὅπως μόνος ἀλλὰ καὶ ἀθάνατος ἔπαρχος εἶναι ἤθελεν. ἐπε‐ θύμει τε πάντων καὶ πάντα παρὰ πάντων ᾔτει καὶ πάντα ἐλάμ‐ βανε, καὶ οὔτε ἔθνος οὐδὲν οὔτε πόλιν οὐδεμίαν ἀσύλητον εἴασεν, ἀλλὰ πάντα δὴ πανταχόθεν ἥρπαζε καὶ συνεφόρει· καὶ πολὺ πλείονα
5αὐτῷ ἢ τῷ Σεουήρῳ ἅπαντες ἔπεμπον. καὶ τέλος ἵππους Ἡλίῳ τι‐ γροειδεῖς ἐκ τῶν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νήσων, πέμψας ἑκατοντάρ‐

75

.

14

.

4

χους, ἐξέκλεψεν· ἓν γὰρ τοῦτο εἰπὼν πᾶσαν αὐτοῦ καὶ τὴν περιερ‐ γίαν καὶ τὴν ἀπληστίαν δεδηλωκέναι νομίζω. καίτοι καὶ ἐκεῖνο προσ‐ θήσω, ὅτι ἀνθρώπους ἑκατὸν εὐγενεῖς Ῥωμαίους ἐξέτεμεν οἴκοι, καὶ τοῦτο οὐδεὶς ἡμῶν πρὸ τοῦ τελευτῆσαι αὐτὸν ᾔσθετο· πᾶσαν γὰρ
5ἐκ τούτου τήν τε παρανομίαν αὐτοῦ καὶ ἐξουσίαν ἄν τις καταμάθοι.

75

.

14

.

5

ἐξέτεμε δὲ οὐ παῖδας μόνον οὐδὲ μειράκια, ἀλλὰ καὶ ἄνδρας, καὶ ἔστιν οὓς αὐτῶν καὶ γυναῖκας ἔχοντας, ὅπως ἡ Πλαυτίλλα ἡ θυ‐ γάτηρ αὐτοῦ, ἣν ὁ Ἀντωνῖνος μετὰ ταῦτ’ ἔγημε, δι’ εὐνούχων τήν τε ἄλλην θεραπείαν καὶ τὰ περὶ τὴν μουσικὴν τήν τε λοιπὴν θεω‐
5ρίαν ἔχῃ. καὶ εἴδομεν τοὺς αὐτοὺς ἀνθρώπους εὐνούχους τε καὶ

75

.

14

.

6

ἄνδρας, καὶ πατέρας καὶ ἀόρχεις, ἐκτομίας τε καὶ πωγωνίας. ἀφ’ οὗ δὴ οὐκ ἀπεικότως ὑπὲρ πάντας τὸν Πλαυτιανόν, καὶ ἐς αὐτοὺς τοὺς αὐτοκράτορας, ἰσχῦσαι ἄν τις εἴποι. τά τε γὰρ ἄλλα καὶ ἀν‐ δριάντες αὐτοῦ 〈καὶ〉 εἰκόνες οὐ μόνον πολλῷ πλείους ἀλλὰ καὶ

75

.

14

.

7

μείζους τῶν ἐκείνων, οὐδ’ ἐν ταῖς ἄλλαις πόλεσι μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ, οὐδ’ ὑπ’ ἰδιωτῶν ἢ δήμων μόνον ἀλλὰ καὶ ὑπ’ αὐτῆς τῆς γερουσίας ἀνετίθεντο· τήν τε τύχην αὐτοῦ πάντες οἱ στρατιῶται καὶ οἱ βουλευταὶ ὤμνυσαν, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ
5δημοσίᾳ ἅπαντες ηὔχοντο. Xiph. 312, 1—23 R. St. (inde a § 3), et (§ 2—6) Exc. Val. 347 (p. 737 sq.).

75

.

15

.

1

αἴτιος δὲ τούτων αὐτὸς ὁ Σεουῆρος μάλιστ’ ἐγένετο, ὃς οὕτως αὐτῷ ὑπεῖκεν ἐς πάντα ὥστ’ ἐκεῖνον μὲν ἐν αὐτοκράτορος αὐτὸν δὲ ἐν ἐπάρχου μοίρᾳ εἶναι· τά τε γὰρ ἄλλα καὶ ὁ μὲν πάνθ’ ἁπλῶς ὅσα ὁ Σεουῆρος καὶ ἔλεγε καὶ ἔπραττεν ᾔδει, τῶν δὲ δὴ τοῦ Πλαυ‐

75

.

15

.

2

τιανοῦ ἀπορρήτων οὐδεὶς οὐδὲν ἠπίστατο. τήν τε θυγατέρα αὐτοῦ τῷ υἱεῖ ἐμνήστευσε, πολλὰς καὶ σεμνὰς κόρας παραλιπών, ὕπατόν
τε ἀπέδειξε, καὶ διάδοχον τῆς αὐταρχίας ὡς εἰπεῖν ἔχειν ηὔξατο, καί ποτε καὶ ἐπέστειλε “φιλῶ τὸν ἄνδρα ὥστε καὶ εὔχεσθαι προ‐
5αποθανεῖν αὐτοῦ”. Xiph. 312, 23—31 R. St.

75

.

15

2a

.... ὥστε ....... καί τινα τολμῆσαι γράφειν πρὸς αὐτόν, πρὸς τέταρτον Καίσαρα. Petr. Patr. exc. Vat. 132b (p. 227 Mai. = p. 211, 7. 8 Dind.)

75

.

15

2b

Ὅτι καὶ πολλῶν εἰς τιμὴν αὐτοῦ ψηφισθέντων παρὰ τῆς συγκλήτου ὀλίγα ἐδέξατο εἰπὼν αὐτοῖς “ὅτι ταῖς ψυχαῖς με φιλεῖτε καὶ μὴ τοῖς ψηφίσμασιν”. Petr. Patr. exc. Vat. 133 (p. 227 Mai. = p. 211, 9—11 Dind.)

75

.

15

.

3

ἠνείχετό γέ τοι ὁρῶν καὶ ἐν ταῖς καταλύσεσιν αὐτὸν ταῖς κρείτ‐ τοσιν αὐλιζόμενον καὶ τὰ ἐπιτήδεια καὶ ἀμείνω καὶ ἀφθονώτερα αὑτοῦ ἔχοντα, ὥστε δεηθείς ποτε ἐν τῇ Νικαίᾳ τῇ πατρίδι μου κεστρέως, οὓς ἡ λίμνη μεγάλους ἐκτρέφει, παρ’ ἐκείνου μετεπέμ‐

75

.

15

.

4

ψατο. ὅθεν εἰ καί τι ἐπὶ μειώσει τῆς δυναστείας αὐτοῦ ποιεῖν ἐδόκει, ἀλλ’ ἔκ γε τῶν ἐναντίων, πολὺ καὶ μειζόνων καὶ λαμπρο‐ τέρων ὄντων, καὶ ἐκεῖνο πᾶν ἀπημβλύνετο. ποτὲ γοῦν τοῦ Σεου‐ ήρου ἐν Τυάνοις νοσήσαντα αὐτὸν ἐπισκεπτομένου, οἱ στρατιῶται
5οἱ περὶ τὸν Πλαυτιανὸν ὄντες οὐκ εἴασαν τοὺς ἀκολουθοῦντας αὐτῷ

75

.

15

.

5

συνεσελθεῖν· ὅ τε τὰς δίκας τὰς ἐπ’ αὐτοῦ λεγομένας διατάττων κελευσθείς ποτε ὑπὸ τοῦ Σεουήρου ἀργοῦντος δίκην τινὰ ἐσαγα‐ γεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι “οὐ δύναμαι τοῦτο ποιῆσαι, ἂν μὴ

75

.

15

.

6

Πλαυτιανός μοι κελεύσῃ”. καὶ οὕτω καὶ ἐς τὰ ἄλλα πάντα ὁ Πλαυτιανὸς αὐτοῦ κατεκράτει ὥστε καὶ τὴν Ἰουλίαν τὴν Αὔγου‐
σταν πολλὰ καὶ δεινὰ ἐργάσασθαι· πάνυ γὰρ αὐτῇ ἤχθετο, καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεουῆρον ἀεὶ διέβαλλεν, ἐξετάσεις τε κατ’

75

.

15

.

7

αὐτῆς καὶ βασάνους κατ’ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτ’ ἤρξατο καὶ σοφισταῖς συνημέ‐ ρευεν· ὁ δὲ δὴ Πλαυτιανὸς ἀσωτότατός τε ἀνθρώπων γενόμενος, ὥστε καὶ εὐωχεῖσθαι ἅμα καὶ ἐμεῖν, ἐπεὶ μηδὲν ὑπὸ τοῦ πλήθους
5τῶν τε σιτίων καὶ τοῦ οἴνου πέψαι ἐδύνατο, καὶ τοῖς μειρακίοις ταῖς τε κόραις οὐκ ἄνευ διαβολῆς χρώμενος, τῇ γυναικὶ τῇ ἑαυτοῦ οὔθ’ ὁρᾶν τινα οὔθ’ ὁρᾶσθαι τὸ παράπαν, οὐδ’ ὑπὸ τοῦ Σεουήρου ἢ τῆς Ἰουλίας, μήτι γε ἑτέρων τινῶν, ἐπέτρεπεν. Xiph. 312, 31‐ 313, 21 R. St., et (§ 6 et 7) Exc. Val. 348 = Suid. s. v. Ἰουλία Αὐ‐
10γούστα, et Exc. Val. 349 (p. 738 sq.).

75

.

16

.

1

ἐγένετο δ’ ἐν ταύταις ταῖς ἡμέραις καὶ ἀγὼν γυμνικός, ἐν ᾧ τοσοῦτον πλῆθος ἀθλητῶν ἀναγκασθὲν συνῆλθεν ὥσθ’ ἡμᾶς θαυ‐ μάσαι πῶς αὐτοὺς τὸ στάδιον ἐχώρησε. καὶ γυναῖκες δὲ ἐν τῷ ἀγῶνι τούτῳ ἀγριώτατα ἀλάμεναι ἐμαχέσαντο, ὥστε καὶ ἐς τὰς
5ἄλλας πάνυ ἐπιφανεῖς ἀπ’ αὐτῶν ἀποσκώπτεσθαι· καὶ διὰ τοῦτ’

75

.

16

.

2

ἐκωλύθη μηκέτι μηδεμίαν γυναῖκα μηδαμόθεν μονομαχεῖν. εἰκόνων δέ ποτε πολλῶν τῷ Πλαυτιανῷ γενομένων (ἄξιον γὰρ ἀφηγήσασθαι τὸ πραχθέν) δυσχεράνας πρὸς τὸ πλῆθος ὁ Σεουῆρός τινας αὐτῶν συνεχώνευσε, καὶ ἐς τὰς πόλεις ἐκ τούτου θροῦς διῆλθεν ὡς καὶ
5καθῄρηται καὶ διέφθαρται, καί τινες συνέτριψαν εἰκόνας αὐτοῦ, ἐφ’ ᾧ ὕστερον ἐκολάσθησαν· ἐν οἷς ἦν καὶ ὁ τῆς Σαρδοῦς ἄρχων

75

.

16

.

3

Ῥάκιος Κώνστας, ἀνὴρ ἐλλογιμώτατος. ἀλλ’ οὗ χάριν τούτων ἐμνή‐ σθην, ὅτι τοῦ ῥήτορος, ὃς τοῦ Κώνσταντος κατηγόρησε, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰπόντος, θᾶσσον ἂν τὸν οὐρανὸν συμπεσεῖν ἢ Πλαυτιανόν τι ὑπὸ Σεουήρου παθεῖν, καὶ μᾶλλον ἂν εἰκότως ἐκείνῳ

75

.

16

.

4

τῷ λόγῳ, εἴπερ τι τοιοῦτον ἐλέχθη, πιστεῦσαί τινα, —ταῦτα τοῦ ῥήτορος εἰπόντος, καὶ προσέτι καὶ αὐτοῦ τοῦ Σεουήρου νεανιευσα‐ μένου πρὸς ἡμᾶς τοὺς συνδικάζοντας αὐτῷ καὶ φήσαντος ὅτι “ἀδύ‐ νατόν ἐστι κακόν τι ὑπ’ ἐμοῦ Πλαυτιανῷ γενέσθαι”, οὐδ’ ἀπηνιαύ‐
5τισεν αὐτὸς οὗτος ὁ Πλαυτιανός, ἀλλ’ ἐσφάγη καὶ αἱ εἰκόνες αὐτοῦ

75

.

16

.

5

σύμπασαι διεφθάρησαν. πρὸ δὲ τούτου κῆτος ὑπερμέγεθες ἐς τὸν τοῦ Αὐγούστου ἐπίκλην λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ τὸ μίμημα αὐτοῦ ἐς τὸ κυνηγέσιον ἐσαχθὲν πεντήκοντα ἄρκτους εἴσω ἐδέξατο. ὤφθη δὲ ἐπὶ πολλὰς ἡμέρας καὶ κομήτης ἀστὴρ ἐν τῇ Ῥώμῃ, καὶ
5οὐκ αἴσιόν τι σημαίνειν ἐλέγετο. Xiph. 313, 21—314, 13 R. St.

76

.

1

.

1

ὁ δὲ Σεουῆρος ἐπὶ τῆς δεκετηρίδος τῆς ἀρχῆς αὐτοῦ ἐδωρήσατο τῷ τε ὁμίλῳ παντὶ τῷ σιτοδοτουμένῳ καὶ τοῖς στρατιώταις τοῖς δορυφόροις ἰσαρίθμους τοῖς τῆς ἡγεμονίας ἔτεσι χρυσοῦς. ἐφ’ ᾧ καὶ μέγιστον ἠγάλλετο· καὶ γὰρ ὡς ἀληθῶς οὐδεὶς πώποτε τοσοῦτον
5αὐτοῖς ἀθρόοις ἐδεδώκει· ἐς γὰρ τὴν δωρεὰν ταύτην πεντακισχίλιαι

76

.

1

.

2

μυριάδες δραχμῶν ἀναλώθησαν. ἐποιήθησαν δὲ καὶ οἱ γάμοι τοῦ τε Ἀντωνίνου τοῦ υἱοῦ τοῦ Σεουήρου καὶ τῆς Πλαυτίλλης τῆς τοῦ Πλαυτιανοῦ θυγατρός· καὶ τοσαῦτα τῇ θυγατρὶ οὗτος ἔδωκεν ὅσα καὶ πεντήκοντα γυναιξὶ βασιλίσσαις ἤρκεσεν ἄν. εἴδομεν δὲ αὐτὰ
5διὰ τῆς ἀγορᾶς ἐς τὸ παλάτιον κομιζόμενα. εἱστιάθημεν δὲ ἐν τῷ ἅμα, τὰ μὲν βασιλικῶς τὰ δὲ βαρβαρικῶς, ἑφθά τε πάντα ὅσα

76

.

1

.

3

νομίζεται, καὶ ὠμὰ ζῶντά τε ἄλλα λαβόντες. ἐγένοντο δὲ καὶ θέαι τηνικαῦτα παντοδαπαὶ ἐπί τε τῇ ἀνακομιδῇ τοῦ Σεουήρου καὶ ἐπὶ τῇ δεκετηρίδι αὐτοῦ καὶ ἐπὶ ταῖς νίκαις. ἐν ταύταις ταῖς θέαις καὶ σύες τοῦ Πλαυτιανοῦ ἑξήκοντα ἄγριοι ἐπάλαισαν ἀλλήλοις ὑπὸ
5παραγγέλματος, ἐσφάγησαν δὲ ἄλλα τε πολλὰ θηρία καὶ ἐλέφας

76

.

1

.

4

καὶ κοροκότας· τὸ δὲ ζῷον τοῦτο Ἰνδικόν τέ ἐστι, καὶ τότε πρῶτον ἐς τὴν Ῥώμην, ὅσα καὶ ἐγὼ ἐπίσταμαι, ἐσήχθη, ἔχει δὲ χροιὰν μὲν λεαίνης τίγριδι μεμιγμένης, εἶδος δὲ ἐκείνων τε καὶ κυνὸς καὶ ἀλώ‐
πεκος ἰδίως πως συγκεκραμένον. τῆς δὲ δεξαμενῆς ἁπάσης τῆς ἐν
5τῷ θεάτρῳ ἐς πλοίου σχῆμα κατασκευασθείσης ὡς τετρακόσια θη‐

76

.

1

.

5

ρία καὶ δέξασθαι καὶ ἀφεῖναι ἀθρόως, ἔπειτα ἐξαίφνης διαλυθείσης ἀνέθορον ἄρκτοι λέαιναι πάνθηρες λέοντες στρουθοὶ ὄναγροι βί‐ σωνες (βοῶν τι τοῦτο εἶδος, βαρβαρικὸν τὸ γένος καὶ τὴν ὄψιν), ὥστε ἑπτακόσια τὰ πάντα καὶ θηρία καὶ βοτὰ ὁμοῦ καὶ διαθέοντα
5ὀφθῆναι καὶ σφαγῆναι· πρὸς γὰρ τὸν τῆς ἑορτῆς ἀριθμὸν ἑπταη‐ μέρου γεγονυίας καὶ ἐκεῖνα ἑπτάκις ἑκατὸν ἐγένετο.

76

.

2

.

1

ἐν δὲ τῷ Βεσβίῳ τῷ ὄρει πῦρ τε πλεῖστον ἐξέλαμψε καὶ μυ‐ κήματα μέγιστα ἐγένετο, ὥστε καὶ ἐς τὴν Καπύην, ἐν ᾗ, ὁσάκις ἂν ἐν τῇ Ἰταλίᾳ οἰκῶ, διάγω, ἐξακουσθῆναι· τοῦτο γὰρ τὸ χωρίον ἐξειλόμην τῶν τε ἄλλων ἕνεκα καὶ τῆς ἡσυχίας ὅτι μάλιστα, ἵνα

76

.

2

.

2

σχολὴν ἀπὸ τῶν ἀστικῶν πραγμάτων ἄγων ταῦτα γράψαιμι. ἐδό‐ κει οὖν ἐκ τῶν περὶ τὸ Βέσβιον γεγονότων νεοχμόν τι ἔσεσθαι, καὶ μέντοι καὶ τὰ περὶ τὸν Πλαυτιανὸν αὐτίκα ἐνεοχμώθη. μέγας μὲν γὰρ ὡς ἀληθῶς ὁ Πλαυτιανὸς καὶ ὑπέρμεγας ἐγεγόνει, ὥστε καὶ
5τὸν δῆμον ἐν τῷ ἱπποδρόμῳ ποτὲ εἰπεῖν “τί τρέμεις, τί δὲ ὠχριᾷς;

76

.

2

.

3

πλεῖον τῶν τριῶν κέκτησαι”. ἔλεγον δὲ τοῦτο οὐ πρὸς ἐκεῖνον δῆθεν ἀλλ’ ἄλλως, τρεῖς δὲ ἐνέφαινον τόν τε Σεουῆρον καὶ τοὺς υἱέας αὐτοῦ Ἀντωνῖνον καὶ Γέταν· ὠχρία δὲ ἀεὶ καὶ ἔτρεμεν ἔκ τε τῆς διαίτης ἣν διῃτᾶτο, καὶ ἐκ τῶν ἐλπίδων ὧν ἤλπιζε, καὶ ἐκ τῶν
5φόβων ὧν ἐφοβεῖτο. οὐ μὴν ἀλλὰ τέως μὲν ἤτοι ἐλάνθανε τὰ πλείω

76

.

2

.

4

αὐτὸν τὸν Σεουῆρον, ἢ καὶ εἰδὼς αὐτὰ οὐ προσεποιεῖτο· ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτῷ Γέτας τελευτῶν πάντα τὰ κατὰ τὸν Πλαυτιανόν, ἅτε καὶ μισῶν αὐτὸν καὶ μηκέτι φοβούμενος, ἐμήνυσεν, ἐκεῖνόν τε χαλκοῦν ἐν τῇ ἀγορᾷ ἔστησε καὶ τοῦτον οὐκέθ’ ὁμοίως ἐτίμησεν,

76

.

2

.

5

ἀλλὰ καὶ τῆς δυνάμεως τῆς πολλῆς παρέλυσεν. ὅθεν ὁ Πλαυτιανὸς δεινῶς ἠγανάκτησε, καὶ τὸν Ἀντωνῖνον καὶ πρότερον διὰ τὴν θυ‐ γατέρα ἀτιμαζομένην ὑπ’ αὐτοῦ μισῶν τότε δὴ καὶ μάλιστα ἤχθαιρεν ὡς αἴτιον τῆς ἀτιμίας ἐκείνης αὐτῷ, καὶ τραχύτερον αὐτῷ προσ‐

76

.

3

.

1

φέρεσθαι ἤρξατο. δι’ οὖν ταῦτα ὁ Ἀντωνῖνος τῇ τε γυναικὶ ἀναι‐ δεστάτῃ οὔσῃ ἀχθόμενος, καὶ αὐτῷ ἐκείνῳ, ὅτι τε πάντα ὅσα ἔπραττεν ἐπολυπραγμόνει καὶ ὅτι ἐπὶ πᾶσιν αὐτῷ ἐπετίμα, βαρυ‐

76

.

3

.

2

νόμενος, ἀπαλλαγῆναι τρόπον τινὰ αὐτοῦ ἐπεθύμησε. κἀκ τούτου
δι’ Εὐόδου τοῦ τροφέως αὑτοῦ Σατορνῖνόν τινα ἑκατόνταρχον καὶ ἄλλους δύο ὁμοίους αὐτῷ ἔπεισεν ἐσαγγεῖλαί οἱ ὅτι δέκα τισὶν ἑκα‐ τοντάρχοις, ἐξ ὧν καὶ αὐτοὶ ἦσαν, ὁ Πλαυτιανὸς κεκελευκὼς εἴη

76

.

3

.

3

καὶ τὸν Σεουῆρον καὶ τὸν Ἀντωνῖνον κτεῖναι· καί τινα καὶ γρα‐ φὴν ὡς καὶ ἐπ’ αὐτῷ τούτῳ εἰληφότες ἀνεγίνωσκον. ἐξαίφνης δὲ ταῦτ’ ἐν ταῖς θεωρίαις ταῖς ἐν τῷ παλατίῳ ἥρωσι πεποιη‐ μέναις, τῆς τε θέας ἀφειμένης καὶ δείπνου μέλλοντος ἔσεσθαι,

76

.

3

.

4

ἐγίνετο. ὅθεν οὐχ ἥκιστα τὸ σκευώρημα κατεφάνη· οὐ γὰρ ἂν οὔτε ἑκατοντάρχοις δέκα ἅμα οὔτε ἐν τῇ Ῥώμῃ οὔτε ἐν τῷ παλατίῳ οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ἐκείνῃ τῇ ὥρᾳ τοιοῦτό τι ὁ Πλαυτιανός, ἄλλως τε καὶ γράψας, προστάξαι ἐτετολμήκει. ὅμως πιστὸν αὐτὸ
5ἔδοξε τῷ Σεουήρῳ, ὅτι τῇ νυκτὶ τῇ προτεραίᾳ τὸν Ἀλβῖνον ὄναρ

76

.

4

.

1

ζῶντά τε καὶ ἐπιβουλεύοντα αὑτῷ ἑωράκει. σπουδῇ οὖν, ὡς καὶ ἐπ’ ἄλλο τι, τὸν Πλαυτιανὸν μετεπέμψατο. καὶ ὃς οὕτως ἠπείχθη, μᾶλλον δὲ οὕτως αὐτῷ τὸν ὄλεθρον τὸ δαιμόνιον προεμήνυσεν,

76

.

4

.

2

ὥστε τὰς ἡμιόνους τὰς ἀγούσας αὐτὸν πεσεῖν ἐν τῷ παλατίῳ. καὶ αὐτὸν ἐσιόντα οἱ θυρωροὶ οἱ ἐπὶ τῶν κιγκλίδων μόνον ἐσεδέξαντο, οὐδ’ εἴασαν οὐδένα αὐτῷ συνεσελθεῖν· ὅπερ ποτὲ αὐτὸς περὶ τὸν Σεουῆρον ἐν τοῖς Τυάνοις ἐπεποιήκει. καὶ ὑπώπτευσε μέν τι ἐκ τού‐
5του, περίφοβός τε ἐγένετο, οὐ μέντοι ἔχων ὅπως ἀναχωρήσει ἐσῆλθε.

76

.

4

.

3

καὶ ὁ Σεουῆρος καὶ πάνυ πρᾴως αὐτῷ διελέχθη· “τί τε τοῦτο ἔδοξέ σοι ποιῆσαι, καὶ διὰ τί ἀποκτεῖναι ἡμᾶς ἠθέλησας;” λόγον τε αὐτῷ ἔδωκε, καὶ παρεσκευάζετο ὡς καὶ ἀπολογουμένου αὐτοῦ ἀκού‐ σων. ἀλλ’ ὁ Ἀντωνῖνος ἀρνούμενόν τε αὐτὸν καὶ θαυμάζοντα τὰ

76

.

4

.

4

λεγόμενα τό τε ξίφος προσπηδήσας ἀφείλετο καὶ πὺξ ἔπαισε· καὶ ἠθέλησε μὲν καὶ αὐτοχειρίᾳ σφάξαι εἰπόντα ὅτι “ἔφθης με κτεῖναι”, ὑπὸ δὲ τοῦ πατρὸς κωλυθεὶς ἐκέλευσέ τινι τῶν ὑπηρετῶν φονεῦσαι αὐτόν. καὶ αὐτόν τις τῶν τριχῶν τοῦ γενείου ἐκτίλας τῇ τε Ἰουλίᾳ
5καὶ τῇ Πλαυτίλλῃ προσήνεγκεν ὁμοῦ οὔσαις, πρὶν καὶ ὁτιοῦν αὐτὰς ἀκοῦσαι, καὶ εἶπεν “ἴδετε τὸν Πλαυτιανὸν ὑμῶν”, κἀκ τούτου τῇ

76

.

4

.

5

μὲν πένθος τῇ δὲ χαρὰν ἐνέβαλεν. ἐκεῖνος μὲν καὶ μέγιστον τῶν
ἐπ’ ἐμοῦ ἀνθρώπων δυνηθείς, ὥστε καὶ αὐτῶν τῶν αὐτοκρατόρων μᾶλλον πάντας καὶ φοβεῖσθαι αὐτὸν καὶ τρέμειν, καὶ ἐπὶ μειζόνων ἐλπίδων αἰωρηθείς, οὕτως ὑπό τε τοῦ γαμβροῦ ἐσφάγη καὶ ἄνωθεν
5ἀπὸ τοῦ παλατίου ἐς ὁδόν τινα ἐρρίφη· μετὰ ταῦτα γὰρ καὶ ἀνῃ‐ ρέθη καὶ ἐτάφη τοῦ Σεουήρου κελεύσαντος.

76

.

5

.

1

καὶ ὁ Σεουῆρος μετὰ ταῦτα συνήγαγε μὲν τὴν βουλὴν ἐς τὸ συνέδριον, οὐ μέντοι καὶ κατηγόρησέ τι τοῦ Πλαυτιανοῦ, ἀλλ’ αὐ‐ τὸς μὲν τήν τε φύσιν τὴν ἀνθρωπίνην ὡς μὴ δυναμένην τιμὰς

76

.

5

.

2

ὑπερόγκους στέγειν ὠδύρατο, καὶ ἑαυτὸν ᾐτιάσατο ὅτι οὕτως αὐτὸν ἐτετιμήκει καὶ ἐπεφιλήκει, τοὺς δὲ δὴ μηνύσαντάς οἱ τὴν ἐπιβουλὴν αὐτοῦ πάνθ’ ἡμῖν εἰπεῖν ἐκέλευσεν, ἐκβαλὼν ἐκ τοῦ συνεδρίου τοὺς οὐκ ἀναγκαίους, ἵν’ ἐκ τοῦ μηδὲν διηγήσασθαι ἐνδείξηται ὅτι οὐ

76

.

5

.

3

πάνυ σφίσι πιστεύει. πολλοὶ μὲν οὖν διὰ τὸν Πλαυτιανὸν ἐκινδύ‐ νευσαν, καί τινες καὶ ἀπέθανον· ὁ μέντοι Κοίρανος ἔλεγε μὲν οἷά που πλεῖστοι πρὸς τοὺς εὐτυχοῦντας πλάττονται ἀεί, ἑταῖρός τε αὐτοῦ εἶναι, καὶ ὁσάκις γε ἐκεῖνοι πρὸ τῶν ἄλλων τῶν ἀσπαζομένων
5αὐτὸν ἐσεκαλοῦντο, συνεφείπετό σφισι μέχρι τῆς κιγκλίδος τῆς τε‐

76

.

5

.

4

λευταίας, οὐ μέντοι καὶ ἐκοινώνει τῶν ἀπορρήτων, ἀλλ’ ἐν τῷ μετ‐ αιχμίῳ διατρίβων Πλαυτιανῷ μὲν ἔξω τοῖς δὲ ἔξω ἔνδον ἐδόκει εἶναι· καὶ διά 〈τε〉 τοῦτο πλέον ὑπωπτεύθη, καὶ διότι ὄναρ ποτὲ τοῦ Πλαυτιανοῦ ἰδόντος ἰχθῦς τινας ἐκ τοῦ Τιβέριδος ἀναβάντας πρὸς
5τοὺς πόδας αὐτοῦ προσπεπτωκέναι, ἔφη καὶ τῆς γῆς αὐτὸν καὶ

76

.

5

.

5

τοῦ ὕδατος ἄρξειν. ἀλλ’ οὗτος ἐπὶ ἐπτὰ ἔτη ἐν νήσῳ περιορισθεὶς κατήχθη τε μετὰ τοῦτο, καὶ ἐς τὴν γερουσίαν πρῶτος Αἰγυπτίων κατελέχθη, καὶ ὑπάτευσε μηδεμίαν ἄλλην ἀρχὴν προάρξας, ὥσπερ

76

.

5

.

6

ὁ Πομπήιος. Καικίλιος μέντοι Ἀγρικόλας ἐν τοῖς πρώτοις τῶν κο‐ λάκων αὐτοῦ ἀριθμούμενος, πονηρίᾳ δὲ καὶ ἀσελγείᾳ οὐδενὸς ἀν‐
θρώπων δεύτερος ὤν, κατεψηφίσθη ἀποθανεῖν, ἐλθὼν δὲ οἴκαδε καὶ οἴνου ἐψυγμένου ἐμπλησθεὶς τό τε ποτήριον, ὃ πέντε μυριάδων

76

.

6

.

1

ἐώνητο, συνέτριψε, καὶ ἐπαπέθανεν αὐτῷ τὰς φλέβας τεμών. Σα‐ τορνῖνος μέντοι καὶ Εὔοδος τότε μὲν ἐτιμήθησαν, ὕστερον δὲ ὑπὸ τοῦ Ἀντωνίνου ἐθανατώθησαν. ψηφιζομένων δὲ ἡμῶν ἐπαίνους τινὰς τῷ Εὐόδῳ ὁ Σεουῆρος ἐκώλυσεν εἰπὼν “αἰσχρόν ἐστιν ἐν δόγ‐

76

.

6

.

2

ματι ὑμῶν τοιοῦτό τι περὶ Καισαρείου ἀνδρὸς γεγράφθαι”· καὶ οὐ τοῦτον μόνον ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς βασιλικοὺς ἀπε‐ λευθέρους οὔθ’ ὑβρίζειν οὔθ’ ὑπεραυχεῖν εἴα· ἐφ’ ᾧ καὶ καλῶς ἤκουεν. ἡ δ’ αὖ γερουσία ὑμνοῦσά ποτε αὐτὸν καὶ αὐτὸ τοῦτο ἄν‐
5τικρυς ἐξεβόησεν, ὅτι “πάντες πάντα καλῶς ποιοῦσιν, ἐπειδὴ σὺ κα‐

76

.

6

.

3

λῶς ἄρχεις”. Πλαυτίλλα δὲ καὶ Πλαύτιος, οἱ τοῦ Πλαυτιανοῦ υἱεῖς, τότε μὲν ἐσώθησαν ἐς Λιπάραν ἐξορισθέντες, ἐπὶ δ’ Ἀντωνίνου ἀπώλοντο· καίτοι καὶ ζῶντες ἔν τε δέει καὶ ταλαιπωρίᾳ πολλῇ τῶν τε ἀναγκαίων οὐκ εὐπορίᾳ διῆγον. Xiph. 314, 13—318, 9 R. St., et
5(p. 360 v. 25—27) Exc. Val. 350 (p. 741).

76

.

7

.

1

οἱ δὲ τοῦ Σεουήρου παῖδες, ὅ τε Ἀντωνῖνος καὶ ὁ Γέτας, οἷον παιδαγωγοῦ τινος ἀπηλλαγμένοι τοῦ Πλαυτιανοῦ, οὐδὲν ὅ τι οὐκ ἐποίουν. καὶ γὰρ καὶ γυναῖκας ᾔσχυνον καὶ παῖδας ὕβριζον χρήματά τε παρεξέλεγον, καὶ τοὺς μονομάχους τούς τε ἁρματηλάτας προσ‐
5ηταιρίζοντο, τῇ μὲν ὁμοιότητι τῶν ἔργων ζηλοῦντες ἀλλήλους, τῷ

76

.

7

.

2

δὲ ἀντισπουδάζειν στασιάζοντες· εἰ γάρ τῳ ὁ ἕτερος προσέθετο, πάντως ἂν τὸ ἐναντίον ὁ ἕτερος ἀνθῃρεῖτο. καὶ τέλος συμβαλόντες
ἐν γυμνασίᾳ τινὶ ἵππων σμικρῶν ζεύγεσιν ἐς μεγάλην φιλονεικίαν ἤλασαν, ὥστε τὸν Ἀντωνῖνον ἐκπεσεῖν τε ἐκ τοῦ δικύκλου καὶ τὸ

76

.

7

.

3

σκέλος κατεάξαι. παθόντος δὲ αὐτοῦ τοῦτο καὶ νοσηλευομένου ὁ Σεουῆρος οὐδὲν τῶν ἀναγκαίων τὸ παράπαν ἐξέλιπεν, ἀλλὰ καὶ ἐδί‐ καζεν καὶ πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει. καὶ ἐπὶ 〈μὲν〉 τούτῳ καὶ ἐπῃνεῖτο, τὸν δὲ δὴ Κύντιλλον τὸν Πλαυτιανὸν φονεύσας αἰτίαν
5ἔσχεν. ἀπέκτεινε δὲ καὶ ἄλλους πολλοὺς βουλευτάς, τοὺς μὲν κατη‐ γορηθέντας παρ’ αὐτῷ καὶ ἀπολογησαμένους καὶ ἁλόντας. Exc. Val. 351 (p. 741), Xiph. 318, 9—20 R. St.

76

.

7

.

4

ὅτι ὁ Κύντιλλος εὐγενέστατός τε ὢν καὶ ἐπὶ πλεῖστον ἐν τοῖς πρώτοις τῆς βουλῆς ἀριθμηθείς, ἔν τε ταῖς τοῦ γήρως πύλαις ἑστὼς καὶ ἐν ἀγρῷ ζῶν, καὶ οὔτε πολυπραγμονῶν τι οὔτε παραπράσσων, ὅμως καὶ ἐσυκοφαντήθη καὶ ἀνῃρέθη. μέλλων δ’ οὖν τελευτήσειν
5ᾔτησε τὰ ἐντάφια, ἃ πρὸ πολλοῦ παρεσκεύαστο· καὶ ἐπειδὴ διερ‐ ρυηκότα αὐτὰ ὑπὸ τοῦ χρόνου εἶδε, “τί τοῦτο;” ἔφη, “ἐβραδύναμεν”.

76

.

7

.

5

καὶ μετὰ τοῦτο λιβανωτοῦ θυμιάσας εἶπεν ὅτι “τὴν αὐτὴν εὐχὴν
εὔχομαι ἣν καὶ Σερουιανὸς ἐπ’ Ἀδριανῷ ηὔξατο”. ἐκεῖνός τε οὖν ἀπώλετο, καὶ μονομάχων ἀγῶνες ἐγένοντο ἐν οἷς τά τε ἄλλα καὶ τίγριδες δέκα ἅμα ἐσφάγησαν. Exc. Val. 352 (p. 741), Xiph. 318,
520—29 R. St.

76

.

8

.

1

καὶ μετὰ τοῦτο τὰ περὶ τὸν Ἀπρωνιανὸν ἐτελέσθη, παράδοξα ὄντα καὶ ἀκουσθῆναι. ἔσχε γὰρ αἰτίαν ὅτι ποτὲ ἡ τήθη αὐτοῦ ὄναρ ἑορακέναι ἐλέχθη ὡς βασιλεύσει, καὶ ὅτι μαγείᾳ τινὶ ἐπὶ τούτῳ χρήσασθαι ἔδοξε· καὶ ἀπὼν ἐν τῇ ἀρχῇ τῆς Ἀσίας κατε‐

76

.

8

.

2

ψηφίσθη. ἀναγινωσκομένων οὖν ἡμῖν τῶν βασάνων τῶν περὶ αὐτοῦ γενομένων, καὶ τοῦτ’ ἐνεγέγραπτο ὅτι ὁ μέν τις ἐπύθετο τῶν ἐπὶ τῆς ἐξετάσεως τεταγμένων τίς τε διηγήσατο τὸ ὄναρ τίς τε ἤκου‐ σεν, ὁ δέ τις ἔφη τά τε ἄλλα καὶ ὅτι “φαλακρόν τινα βουλευτὴν

76

.

8

.

3

παρακύψαντα εἶδον”. ἀκούσαντες δὲ τοῦθ’ ἡμεῖς ἐν δεινῷ πάθει ἐγενόμεθα· ὄνομα μὲν γὰρ οὐδενὸς οὔτε ἐκεῖνος εἰρήκει οὔτε ὁ Σε‐ ουῆρος ἐγεγράφει, ὑπὸ δὲ ἐκπλήξεως καὶ οἱ μηδεπώποτε ἐς τοῦ Ἀπρωνιανοῦ πεφοιτηκότες, οὐχ ὅτι οἱ φαλακροὶ ἀλλὰ καὶ οἱ ἄλλως

76

.

8

.

4

ἀναφαλαντίαι, ἔδεισαν. καὶ ἐθάρσει μὲν οὐδεὶς πλὴν τῶν πάνυ κομώντων, πάντες δὲ τοὺς τοιούτους περιεβλέπομεν, καὶ ἦν θροῦς “ὁ δεῖνά ἐστιν·” “οὔκ, ἀλλ’ ὁ δεῖνα”. οὐκ ἀποκρύψομαι τὸ τότε μοι συμβάν, εἰ καὶ γελοιότατόν ἐστιν· τοσαύτῃ γὰρ ἀμηχανίᾳ συνε‐

76

.

8

.

5

σχέθην ὥστε καὶ τῆς κεφαλῆς τὰς τρίχας τῇ χειρὶ ζητῆσαι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἕτεροι πολλοὶ ἔπαθον. καὶ πάνυ γε ἐς τοὺς φαλα‐ κροειδεῖς ἀφεωρῶμεν ὡς καὶ 〈ἐσ〉 ἐκείνους τὸν ἑαυτῶν κίνδυνον ἀπω‐ θούμενοι, πρὶν δὴ προσανεγνώσθη ὅτι ἄρα περιπόρφυρον ἱμάτιον

76

.

8

.

6

ὁ φαλακρὸς ἐκεῖνος εἶχε. λεχθέντος γὰρ τούτου πρὸς Βαίβιον Μαρκελλῖνον ἀπείδομεν· ἠγορανομήκει γὰρ τότε καὶ ἦν φαλακρό‐ τατος. ἀναστὰς γοῦν καὶ παρελθὼν ἐς μέσον “πάντως που γνω‐

76

.

8

.

7

ριεῖ με, εἰ ἑόρακεν” ἔφη. ἐπαινεσάντων δὲ τοῦτο ἡμῶν ἐσήχθη τε ὁ μηνυτής, καὶ χρόνον πολὺν ἐσιώπησε παρεστῶτος αὐτοῦ, περι‐ βλέπων ὃν γνωρίσειε, τέλος δὲ νεύματί τινος ἀφανεῖ προσσχὼν ἔφη

76

.

9

.

1

τοῦτον ἐκεῖνον εἶναι. καὶ οὕτω καὶ ὁ Μαρκελλῖνος ἑάλω φαλακροῦ παρακύψεως, ἐξήχθη τε ἐκ τοῦ βουλευτηρίου ὀλοφυρόμενος. καὶ διὰ τῆς ἀγορᾶς διεξελθὼν οὐκέτ’ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλ’ αὐτοῦ ταύτῃ τὰ τέκνα τέσσαρα ὄντα ἀσπασάμενος λόγον εἶπε
5περιπαθέστατον· ἔφη γὰρ “ἕν με τοῦτο λυπεῖ, τέκνα, ὅτι ὑμᾶς

76

.

9

.

2

ζῶντας καταλείπω”. καὶ ὁ μὲν οὕτω τὴν κεφαλὴν ἀπετμήθη, πρὶν
τὸν Σεουῆρον μαθεῖν ὅτι καὶ κατεψηφίσθη· τᾷ μέντοι τὴν αἰτίαν αὐτῷ τοῦ θανάτου παρασχόντι Πολληνίῳ Σεβεννῷ δίκη τιμωρὸς ἀπήντησεν. ἐκδοθεὶς γὰρ ὑπὸ Σαβίνου τοῖς Νωρικοῖς, ὧν ἄρξας

76

.

9

.

3

οὐδὲν χρηστὸν ἐπεποιήκει, αἴσχιστα πέπονθε· καὶ εἴδομεν αὐτὸν ἐπί τε τῆς γῆς κείμενον καὶ ἱκετεύοντα οἰκτρῶς, καὶ εἰ μὴ διὰ τὸν Ἄσπακα τὸν θεῖον αὐτοῦ φειδοῦς ἔτυχε, κἂν ἀπωλώλει οἰκ‐ τρῶς. ὁ δὲ δὴ Ἄσπαξ οὗτος δεινότατος ἀνθρώπων ἐγένετο
5σκῶψαι, στωμύλασθαι, πάντων ἀνθρώπων καταφρονῆσαι, φίλοις

76

.

9

.

4

χαρίσασθαι, ἐχθρὸν ἀμύνασθαι. καὶ αὐτοῦ πολλὰ μὲν καὶ πρὸς ἄλλους πικρὰ καὶ ἀστεῖα ἀποφθέγματα φέρεται, πολλὰ δὲ καὶ πρὸς τὸν Σεουῆρον αὐτόν. ὧν ἓν καὶ τοῦτο· ἐς γὰρ τὸ γένος αὐ‐ τοῦ τὸ τοῦ Μάρκου ἐγγραφέντος “συγχαίρω σοι, Καῖσαρ” ἔφη,
5“ὅτι πατέρα εὗρες”, ὡς καὶ ἀπάτορος αὐτοῦ τὸν ἔμπροσθεν χρό‐ νον ὑπ’ ἀφανείας ὄντος.

76

.

10

.

1

ἐν δὲ τῷ καιρῷ τούτῳ Βούλλας τις Ἰταλὸς ἀνήρ, λῃστήριον συστησάμενος ὡς ἑξακοσίων ἀνδρῶν, ἐλῄζετο τὴν Ἰταλίαν ἐπὶ ἔτη δύο, παρόντων μὲν τῶν αὐτοκρατόρων, παρόντων δὲ καὶ στρατιω‐

76

.

10

.

2

τῶν τοσούτων. ἐδιώκετο μὲν γὰρ ὑπὸ συχνῶν ἀνδρῶν, φιλοτίμως αὐτὸν ἀνιχνεύοντος τοῦ Σεουήρου, οὔτε δὲ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος· τοσαύτῃ καὶ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρῆτο. ἐμάνθανε γὰρ πάντας τούς τε
5ἀπὸ τῆς Ῥώμης ἐξιόντας καὶ τοὺς ἐς τὸ Βρεντέσιον καταίροντας,

76

.

10

.

3

τίνες τε καὶ πόσοι εἰσί, καὶ τίνα καὶ ὁπόσα κέκτηνται· καὶ τοὺς μὲν ἄλλους, μέρος ἄν τι παρ’ αὐτῶν ὧν εἶχον λαβών, εὐθὺς ἠφίει, τοὺς δὲ δὴ τεχνίτας κατεῖχε χρόνον τινά, καὶ χρησάμενός σφισιν, εἶτα καὶ προσδούς τι ἀπέλυε. καί ποτε δύο λῃστῶν αὐτοῦ ἁλόν‐
5των καὶ θηρίοις δοθήσεσθαι μελλόντων πρός τε τὸν δεσμοφύλακα κατῆλθε, πλασάμενος ὡς τῆς πατρίδος ἄρχων καί τινων ἀνθρώπων

76

.

10

.

4

τοιούτων δεόμενος, καὶ οὕτω λαβὼν αὐτοὺς ἔσωσε. τῷ δὲ ἑκατον‐ τάρχῳ τῷ τὸ λῃστρικὸν καθαιροῦντι προσελθὼν κατηγόρησεν αὐτὸς ἑαυτοῦ ὥσπερ ἄλλος τις ὤν, καὶ ὑπέσχετο, εἰ ἀκολουθήσει αὐτῷ, παραδοῦναί οἱ τὸν λῃστήν· καὶ οὕτως αὐτὸν ἐς κοῖλόν τινα καὶ
5λοχμώδη τόπον ὡς καὶ ἐπὶ τὸν Φήλικα ἀγαγών (καὶ τοῦτο γὰρ αὐ‐

76

.

10

.

5

τὸς προσωνόμαστο) ῥᾳδίως συνέλαβε. καὶ μετὰ τοῦτ’ ἐπὶ τὸ βῆμα ἀνέβη σχῆμα ἄρχοντος ἀναλαβών, καὶ καλέσας τὸν ἑκατόνταρχον τῆς τε κεφαλῆς ἀπεξύρησε, καὶ ἔφη “ἄγγελλε τοῖς δεσπόταις σου ὅτι τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι”. πλείστους γὰρ
5ὅσους τῶν Καισαρείων εἶχε, τοὺς μὲν ὀλιγομίσθους τοὺς δὲ καὶ

76

.

10

.

6

παντελῶς ἀμίσθους γεγονότας. ταῦτ’ οὖν ὁ Σεουῆρος ὡς ἕκαστα πυνθανόμενος, ὀργῇ ἔφερεν ὅτι ἐν τῇ Βρεττανίᾳ τοὺς πολέμους δι’ ἑτέρων νικῶν αὐτὸς ἐν τῇ Ἰταλίᾳ λῃστοῦ ἥττων ἐγένετο· καὶ τέλος χιλίαρχον ἐκ τῶν σωματοφυλάκων σὺν ἱππεῦσι πολλοῖς ἔστειλε,
5δεινὰ ἄττα αὐτῷ ἀπειλήσας, ἂν μὴ ζῶντα αὐτὸν ἀγάγῃ. καὶ οὕτως ἐκεῖνος μαθὼν ὅτι γυναικί τινι ἀλλοτρίᾳ χρῷτο, ἀνέπεισεν αὐτὴν

76

.

10

.

7

διὰ τοῦ ἀνδρὸς ἐπ’ ἀδείᾳ συνάρασθαι σφίσι. κἀκ τούτου ἐν σπηλαίῳ τινὶ καθεύδων συνελήφθη. καὶ αὐτὸν ὁ Παπινιανὸς ὁ ἔπαρχος ἀνήρετο “διὰ τί ἐλῄστευσας;” καὶ αὐτὸς ἀπεκρίνατο “διὰ τί σὺ ἔπαρχος εἶ;” καὶ θηρίοις μετὰ τοῦτο ὑπὸ κηρύγματος ἐδόθη,
5καὶ αὐτοῦ καὶ τὸ λῃστρικὸν διελύθη· οὕτω που ἐν ἐκείνῳ πᾶσα ἡ τῶν ἑξακοσίων ἰσχὺς ἦν.

76

.

11

.

1

ὁ δὲ δὴ Σεουῆρος ἐπὶ Βρεττανίαν ἐστράτευσε τούς τε παῖδας
ἐκδιαιτωμένους ὁρῶν καὶ τὰ στρατεύματα ὑπὸ ἀργίας ἐκλυόμενα, καίπερ εἰδὼς ὅτι οὐκ ἀνακομισθήσεται. ᾔδει δὲ τοῦτο μάλιστα μὲν ἐκ τῶν ἀστέρων ὑφ’ ὧν ἐγεγέννητο (καὶ γὰρ ἐς τὰς ὀροφὰς
5αὐτοὺς τῶν οἴκων τῶν ἐν τῷ παλατίῳ, ἐν οἷς ἐδίκαζεν, ἐνέγραψεν, ὥστε πᾶσι, πλὴν τοῦ μορίου τοῦ τὴν ὥραν, ὥς φασιν, ἐπισκοπή‐ σαντος ὅτε ἐς τὸ φῶς ἐξῄει, ὁρᾶσθαι· τοῦτο γὰρ οὐ τὸ αὐτὸ ἑκα‐

76

.

11

.

2

τέρωθι ἐνετύπωσεν), ᾔδει δὲ καὶ παρὰ μάντεων ἀκούσας. ἀνδριάντι γὰρ αὐτοῦ πρὸς ταῖς πύλαις δι’ ὧν ἐκστρατεύσειν ἔμελλεν ἑστῶτι, καὶ πρὸς τὴν ὁδὸν τὴν ἐκεῖσε, φέρουσαν ἀποβλέποντι, σκηπτὸς ἐμ‐ πεσὼν τρία ἀπὸ τοῦ ὀνόματος αὐτοῦ γράμματα ἀπήλειψε· καὶ διὰ
5τοῦθ’, ὡς οἱ μάντεις ἀπεφήναντο, οὐκ ἐπανῆκεν ἀλλὰ καὶ τρίτῳ ἔτει μετὰ τοῦτο μετήλλαξε. καὶ χρήματα δὲ πάμπολλα συνεξήγαγε. Xiph. 318, 29—321, 24 R. St.

76

.

12

.

1

δύο δὲ γένη τῶν Βρεττανῶν μέγιστά εἰσι, Καληδόνιοι καὶ Μαιά‐ ται· καὶ ἐς αὐτὰ καὶ τὰ τῶν ἄλλων προσρήματα ὡς εἰπεῖν συγκε‐ χώρηκεν. οἰκοῦσι δὲ οἱ μὲν Μαιάται πρὸς αὐτῷ τῷ διατειχίσματι ὃ τὴν νῆσον δίχῃ τέμνει, Καληδόνιοι δὲ μετ’ ἐκείνους, καὶ νέμονται
5ἑκάτεροι ὄρη ἄγρια καὶ ἄνυδρα καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε
τείχη μήτε πόλεις μήτε γεωργίας ἔχοντες, ἀλλ’ ἔκ τε νομῆς καὶ

76

.

12

.

2

θήρας ἀκροδρύων τέ τινων ζῶντες· τῶν γὰρ ἰχθύων ἀπείρων καὶ ἀπλέτων ὄντων οὐ γεύονται. διαιτῶνται δὲ ἐν σκηναῖς γυμνοὶ καὶ ἀνυπόδητοι, ταῖς γυναιξὶν ἐπικοίνοις χρώμενοι καὶ τὰ γεννώμενα πάντα κοινῶς ἐκτρέφοντες. δημοκρατοῦνταί τε ὡς πλήθει, καὶ λῃ‐
5στεύουσιν ἥδιστα. καὶ διὰ τοῦτο ἄρχοντας τοὺς θρασυτάτους αἱροῦνται.

76

.

12

.

3

στρατεύονται δὲ ἐπί τε ἁρμάτων, ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· καί εἰσι καὶ δραμεῖν ὀξύτατοι καὶ συστῆναι παγιώτατοι. τὰ δὲ ὅπλα αὐτῶν ἀσπὶς
5καὶ δόρυ βραχύ, μῆλον χαλκοῦν ἐπ’ ἄκρου τοῦ στύρακος ἔχον, ὥστε σειόμενον κτυπεῖν πρὸς κατάπληξιν τῶν ἐναντίων· εἰσὶ δ’ αὐτοῖς

76

.

12

.

4

καὶ ἐγχειρίδια. δύνανται δὲ καὶ λιμὸν καὶ ψῦχος καὶ ταλαιπωρίαν πᾶσαν ὑπομένειν· ἔς τε γὰρ τὰ ἕλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πολλὰς ἡμέρας, τὴν κεφαλὴν μόνην ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τῷ τε φλοιῷ καὶ ταῖς ῥίζαις διατρέφονται, καὶ περὶ
5πάντα σκευάζουσί τι βρῶμα, ἀφ’ οὗ κυάμου τι μέγεθος ἐμφα‐ γόντες οὔτε πεινῶσιν οὔτε διψῶσι. Xiph. 321, 24—322, 12 R. St. [additis paucis ex Treu p. 21, 26—22, 15].

76

.

12

.

5

τοιαύτη μέν τις νῆσος ἡ Βρεττανία ἐστί, καὶ τοιούτους οἰκή‐ τορας ἥ γε πολεμία ἔχει. νῆσος γάρ ἐστι, καὶ τότε σαφῶς ὥσπερ
εἶπον ἐλήλεγκται. καὶ αὐτῆς τὸ μὲν μῆκος στάδιοι ἑπτακισχίλιοι καὶ ἑκατὸν τριάκοντα δύο εἰσί, τοῦ δὲ δὴ πλάτους τὸ μὲν πλεῖστον

76

.

13

.

1

δέκα καὶ τριακόσιοι καὶ δισχίλιοι, τὸ δὲ ἐλάχιστον τριακόσιοι· καὶ τούτων ἡμεῖς οὐ πολλῷ τινι τῆς ἡμισείας ἔλαττόν τι ἔχομεν. ὁ δ’ οὖν Σεουῆρος πᾶσαν αὐτὴν καταστρέψασθαι ἐθελήσας ἐσέβαλεν ἐς τὴν Καληδονίαν, καὶ διιὼν αὐτὴν ἀμύθητα πράγματα ἔσχε, τάς τε
5ὕλας τέμνων καὶ τὰ μετέωρα κατασκάπτων τά τε ἕλη χωννύων καὶ

76

.

13

.

2

τοὺς ποταμοὺς ζευγνύων· οὔτε γὰρ μάχην τινὰ ἐμαχέσατο οὔτε πο‐ λέμιόν τινα ἐν παρατάξει εἶδε. πρόβατα δὲ καὶ βοῦς προβαλλο‐ μένων αὐτῶν ἐξεπίτηδες οἱ στρατιῶται ἥρπαζον, ὅπως ἐπὶ πλεῖον ἀπατώμενοι τρύχωνται· καὶ γὰρ ὑπὸ τῶν ὑδάτων δεινῶς ἐκακοῦντο
5καὶ ἀποσκεδαννύμενοι ἐπεβουλεύοντο. εἶτ’ ἀδυνατοῦντες βαδίζειν ὑπ’ αὐτῶν τῶν οἰκείων ἐφονεύοντο ἵνα μὴ ἁλίσκωνται, ὥστε ἐς

76

.

13

.

3

πέντε μυριάδας ὅλας τελευτῆσαι. οὐ μέντοι ἀπέστη γε πρὶν τῷ ἐσχάτῳ τῆς νήσου πλησιάσαι, ὅπου γε τὰ μάλιστα τήν τε τοῦ ἡλίου παράλλαξιν καὶ τὸ τῶν ἡμερῶν τῶν τε νυκτῶν καὶ τῶν θε‐ ρινῶν καὶ τῶν χειμερινῶν μέγεθος ἀκριβέστατα κατεφώρασε.

76

.

13

.

4

καὶ ὁ μὲν οὕτω διὰ πάσης ὡς εἰπεῖν τῆς πολεμίας κομισθείς (ἐκομίσθη γὰρ ὡς ἀληθῶς ἐν σκιμποδίῳ καταστέγῳ τινὶ τὰ πολλὰ διὰ τὴν ἀσθένειαν) ἐς τὴν φιλίαν ἐπανῆλθεν, ἐς ὁμολογίαν τοὺς Βρεττανούς, ἐπὶ τῷ χώρας οὐκ ὀλίγης ἐκστῆναι, ἀναγκάσας ἐλθεῖν·

76

.

14

.

1

ἐξέπληττε δὲ αὐτὸν ὁ Ἀντωνῖνος καὶ ἐς φροντίδας ἀνηνύτους κα‐ θίστη, ὅτι τε ἀκολάστως ἔζη, καὶ ὅτι καὶ τὸν ἀδελφὸν δῆλος ἦν, εἰ δυνηθείη, φονεύσων, καὶ τὸ τελευταῖον ὅτι καὶ αὐτῷ ἐκείνῳ ἐπε‐ βούλευσε. ποτὲ μὲν γὰρ ἐξεπήδησεν ἐξαίφνης ἐκ τοῦ σκηνώματος

76

.

14

.

2

βοῶν καὶ κεκραγὼς ὡς ὑπὸ τοῦ Κάστορος ἀδικούμενος· οὗτος δὲ ἀνὴρ ἄριστος τῶν περὶ τὸν Σεουῆρον Καισαρείων ἦν, καὶ ἐπεπί‐ στευτο τήν τε γνώμην αὐτοῦ καὶ τὸν κοιτῶνα. καὶ συνέστησαν μέν
τινες ἐπὶ τούτῳ στρατιῶται προπαρεσκευασμένοι καὶ συνεβόησαν,
5κατελήφθησαν δὲ δι’ ὀλίγου αὐτοῦ τε τοῦ Σεουήρου ἐπιφανέντος

76

.

14

.

3

σφίσι καὶ τοὺς ταραχωδεστέρους κολάσαντος. ἄλλοτε δὲ προσήλαυ‐ νον μὲν ἀμφότεροι πρὸς τοὺς Καληδονίους, ἵνα τά τε ὅπλα παρ’ αὐτῶν λάβωσι καὶ περὶ τῶν ὁμολογιῶν διαλεχθῶσιν, ὁ δ’ Ἀντωνῖνος ἀποκτεῖναι αὐτὸν ἄντικρυς αὐτοχειρίᾳ ἐπεχείρησεν. ᾔεσαν μὲν γὰρ
5ἐπὶ ἵππων, καὶ ὁ Σεουῆρος, καίπερ καὶ τοὺς ταρσοὺς ὑπὸ ἀσθε‐ νείας ὑποτετμηκώς, ὅμως ἵππευσε καὶ αὐτός, καὶ τὸ ἄλλο στράτευμα

76

.

14

.

4

συνεφείπετο, τό τε τῶν πολεμίων καὶ αὐτὸ συνεωρᾶτο· κἀν τῷ καιρῷ τούτῳ τῇ τε σιγῇ καὶ τῷ κόσμῳ τὸν ἵππον ὁ Ἀντωνῖνος ἀναχαιτίσας ἐσπάσατο τὸ ξίφος ὡς καὶ κατὰ νώτου τὸν πατέρα πατάξων. ἰδόντες δὲ τοῦτο οἱ ἄλλοι οἱ συνιππεύοντες ἐξεβόησαν,
5καὶ οὕτως ἐκεῖνός τε ἐκπλαγεὶς οὐκέτι οὐδὲν ἔδρασε, καὶ ὁ Σεουῆρος μετεστράφη μὲν πρὸς τὴν βοὴν αὐτῶν καὶ εἶδε τὸ ξίφος, οὐ μέντοι καὶ ἐφθέγξατό τι, ἀλλ’ ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τελέσας ὅσα ἐχρῆν,

76

.

14

.

5

ἐς τὸ στρατήγιον ἐπανῆλθε. καὶ καλέσας τόν τε υἱὸν καὶ τὸν Πα‐ πινιανὸν καὶ τὸν Κάστορα ξίφος τέ τι τεθῆναι ἐς τὸ μέσον ἐκέ‐ λευσε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι τε ἄλλως τοιοῦτόν τι ἐτόλμησε καὶ ὅτι πάντων ὁρώντων τῶν τε συμμάχων καὶ τῶν πολεμίων τηλι‐
5κοῦτον κακὸν δράσειν ἔμελλεν, τέλος ἔφη “ἀλλ’ εἴγε ἀποσφάξαι με

76

.

14

.

6

ἐπιθυμεῖς, ἐνταῦθά με κατάχρησαι· ἔρρωσαι γάρ, ἐγὼ δὲ καὶ γέρων εἰμὶ καὶ κεῖμαι. ὡς εἴγε τοῦτο μὲν οὐκ ἀναδύῃ, τὸ δὲ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, παρέστηκέ σοι Παπινιανὸς ὁ ἔπαρχος, ᾧ δύ‐ νασαι κελεῦσαι ἵνα με ἐξεργάσηται· πάντως γάρ που πᾶν τὸ κε‐

76

.

14

.

7

λευσθὲν ὑπὸ σοῦ, ἅτε καὶ αὐτοκράτορος ὄντος, ποιήσει”. τοιαῦτα εἰπὼν ὅμως οὐδὲν δεινὸν αὐτὸν ἔδρασε, καίπερ πολλάκις μὲν τὸν Μᾶρκον αἰτιασάμενος ὅτι τὸν Κόμμοδον οὐχ ὑπεξεῖλε, πολλάκις δὲ καὶ αὐτὸς τῷ υἱεῖ ἀπειλήσας τοῦτο ποιήσειν. ἀλλ’ ἐκεῖνα μὲν ὀρ‐
5γιζόμενος ἀεί ποτε ἔλεγε, τότε δὲ φιλότεκνος μᾶλλον ἢ φιλόπολις ἐγένετο· καίτοι καὶ τὸν ἕτερον ἐν τούτῳ παῖδα προέδωκε, σαφῶς εἰδὼς τὰ γενησόμενα.

76

.

15

.

1

ἀποστάντων δὲ τῶν ἐν τῇ νήσῳ αὖθις, καλέσας τοὺς στρατιώ‐ τας ἐκέλευσεν ἐς τὴν χώραν αὐτῶν ἐμβαλεῖν καὶ οἷς ἂν ἐντύχωσιν ἀποκτεῖναι, αὐτὸ τοῦτο εἰπών, “μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
5χεῖράς θ’ ἡμετέρας, μηδ’ ὅντινα γαστέρι 〈μήτηρ〉 κοῦρον ἐόντα φέροι· μηδ’ ὃς φύγοι αἰπὺν ὄλεθρον”.

76

.

15

.

2

γενομένου δὲ τούτου, καὶ τῶν Καληδονίων προσαποστάντων τοῖς Μαιάταις, ἡτοιμάζετο μὲν ὡς καὶ αὐτὸς αὐτοῖς πολεμήσων, καὶ αὐτὸν περὶ ταῦτ’ ἔχοντα ἡ νόσος τῇ τετάρτῃ τοῦ Φεβρουαρίου ἀπήνεγκε, συνεργασαμένου τι πρὸς τοῦτο καὶ τοῦ Ἀντωνίνου, ὡς
5λέγεται. πρὶν γοῦν μεταλλάξαι, τάδε λέγεται τοῖς παισὶν εἰπεῖν (ἐρῶ γὰρ αὐτὰ τὰ λεχθέντα, μηδὲν ὅ τι καλλωπίσας) “ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων πάντων καταφρονεῖτε”.

76

.

15

.

3

ἐκ δὲ τούτου τό τε σῶμα αὐτοῦ στρατιωτικῶς κοσμηθὲν ἐπὶ πυρὰν ἐτέθη καὶ τῇ τε τῶν στρατιωτῶν καὶ τῇ τῶν παίδων περιδρομῇ ἐτιμήθη, τά τε δῶρα τὰ στρατιωτικὰ οἵ τι τῶν παρόντων ἔχοντες

76

.

15

.

4

ἐς αὐτὴν ἐνέβαλον, καὶ τὸ πῦρ οἱ υἱεῖς ἐνῆκαν. καὶ μετὰ τοῦτο τὰ ὀστᾶ ἐς ὑδρίαν πορφυροῦ λίθου ἐμβληθέντα ἔς τε τὴν Ῥώμην ἐκομίσθη καὶ ἐς τὸ Ἀντωνινεῖον ἀπετέθη. λέγεται δὲ τὴν ὑδρίαν ὀλίγον πρὸ τοῦ θανάτου μεταπέμψασθαί τε αὐτόν, καὶ ἐπιψηλα‐
5φήσαντα εἰπεῖν “χωρήσεις ἄνδρα ὃν ἡ οἰκουμένη οὐκ ἐχώρησεν”. Xiph. 322, 12—324, 25 R. St.

76

.

16

.

1

ἦν δὲ τὸ σῶμα βραχὺς μὲν ἰσχυρὸς δέ, καίπερ ἀσθενέστατος ὑπὸ τῆς ποδάγρας γενόμενος, τὴν δὲ δὴ ψυχὴν καὶ δριμύτατος καὶ ἐρρωμενέστατος· παιδείας μὲν γὰρ ἐπεθύμει μᾶλλον ἢ ἐπετύγχανε,

76

.

16

.

2

καὶ διὰ τοῦτο πολυγνώμων μᾶλλον ἢ πολύλογος ἦν. φίλοις οὐκ ἀμνήμων, ἐχθροῖς βαρύτατος, ἐπιμελὴς μὲν πάντων ὧν πρᾶξαι ἤθε‐ λεν, ἀμελὴς δὲ τῶν περὶ αὐτοῦ λογοποιουμένων· καὶ διὰ τοῦτο καὶ χρήματα ἐξ ἅπαντος τρόπου, πλὴν καθ’ ὅσον οὐδένα ἕνεκα αὐτῶν

76

.

16

.

3

ἀπέκτεινε, πορίζων, πάντα μὲν τὰ ἀναγκαῖα ἐδαπάνα ἀφθονώτατα, καὶ πλεῖστά γε καὶ τῶν ἀρχαίων οἰκοδομημάτων ἀνεκτήσατο, καί σφισι τὸ ἑαυτοῦ ὄνομα ὡς καὶ ἐκ καινῆς αὐτὰ καὶ ἐξ ἰδίων χρη‐ μάτων κατεσκευακὼς ἐπέγραψε, πολλὰ δὲ καὶ μάτην ἔς τε ἐπι‐
5σκευὰς καὶ κατασκευὰς ἑτέρων ἀνάλωσεν, ὅς γε καὶ τῷ Διονύσῳ

76

.

16

.

4

καὶ τῷ Ἡρακλεῖ νεὼν ὑπερμεγέθη ᾠκοδομήσατο. καίτοι δὲ πάμ‐ πλειστα δαπανήσας, ὅμως οὐκ εὐαριθμήτους τινὰς μυριάδας δρα‐ χμῶν καταλέλοιπεν, ἀλλὰ καὶ πάνυ πολλάς. καὶ ἐνεκάλει μὲν τοῖς μὴ σωφρονοῦσιν, ὡς καὶ περὶ τῆς μοιχείας νομοθετῆσαί τινα· καὶ
5διὰ τοῦτο γραφαὶ αὐτῆς ὅσαι πλεῖσται ἐγένοντο (τρισχιλίας γοῦν ὑπατεύων εὗρον ἐν τῷ πίνακι ἐγγεγραμμένας)· ἐπεὶ δὲ ὀλίγοι πάνυ

76

.

16

.

5

αὐταῖς ἐπεξῄεσαν, οὐκέτι οὐδὲ αὐτὸς ἐπολυπραγμόνει. ὅθεν καὶ μάλα ἀστείως Ἀργεντοκόξου τινὸς γυνὴ Καληδονίου πρὸς τὴν Ἰου‐ λίαν τὴν Αὔγουσταν, ἀποσκώπτουσάν τι πρὸς αὐτὴν μετὰ τὰς σπονδὰς ἐπὶ τῇ ἀνέδην σφῶν πρὸς τοὺς ἄρρενας συνουσίᾳ, εἰπεῖν
5λέγεται ὅτι “πολλῷ ἄμεινον ἡμεῖς τὰ τῆς φύσεως ἀναγκαῖα ἀπο‐ πληροῦμεν ὑμῶν τῶν Ῥωμαϊκῶν· ἡμεῖς γὰρ φανερῶς τοῖς ἀρίστοις ὁμιλοῦμεν, ὑμεῖς δὲ λάθρᾳ ὑπὸ τῶν κακίστων μοιχεύεσθε”. Xiph. 324, 25—325, 15 R. St., et (§ 1—3a) Exc. Val. 353 (p. 741).

76

.

17

.

1

τοῦτο μὲν ἡ Βρεττανὶς εἶπεν, ἐχρῆτο δὲ ὁ Σεουῆρος καταστάσει
τοῦ βίου εἰρήνης οὔσης τοιᾷδε. ἔπραττέ τι πάντως νυκτὸς ὑπὸ τὸν ὄρθρον, καὶ μετὰ τοῦτ’ ἐβάδιζε καὶ λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα· εἶτ’ ἐδίκαζε, χωρὶς εἰ μή τις ἑορτὴ μεγάλη εἴη. καὶ μέν‐
5τοι καὶ ἄριστα αὐτὸ ἔπραττε· καὶ γὰρ τοῖς δικαζομένοις ὕδωρ ἱκανὸν

76

.

17

.

2

ἐνέχει, καὶ ἡμῖν τοῖς συνδικάζουσιν αὐτῷ παρρησίαν πολλὴν ἐδίδου. ἔκρινε δὲ μέχρι μεσημβρίας, καὶ μετὰ τοῦθ’ ἵππευεν ἐφ’ ὅσον ἂν ἐδυνήθη· εἶτ’ ἐλοῦτο, γυμνασάμενός τινα τρόπον. ἠρίστα δὲ ἢ καθ’ ἑαυτὸν ἢ μετὰ τῶν παίδων, οὐκ ἐνδεῶς. εἶτ’ ἐκάθευδεν ὡς πλήθει·
5ἔπειτ’ ἐξαρθεὶς τά τε λοιπὰ προσδιῴκει καὶ λόγοις καὶ Ἑλληνικοῖς

76

.

17

.

3

καὶ Λατίνοις συνεγίνετο ἐν περιπάτῳ. εἶθ’ οὕτω πρὸς ἑσπέραν ἐλοῦτο αὖθις, καὶ ἐδείπνει μετὰ τῶν ἀμφ’ αὑτόν· ἥκιστά τε γὰρ ἄλλον τινὰ συνέστιον ἐποιεῖτο, καὶ ἐν μόναις ταῖς πάνυ ἀναγκαίαις

76

.

17

.

4

ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. ἐβίω δὲ ἔτη ἑξήκοντα πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε καὶ εἴκοσι (τῇ γὰρ ἑνδεκάτῃ τοῦ Ἀπριλίου ἐγεγέννητο), ἀφ’ ὧν ἦρξεν ἔτη ἑπτακαίδεκα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας τρεῖς. τό τε σύμπαν οὕτως ἐνεργὸς ἐγένετο ὥστε
5καὶ ἀποψύχων ἀναφθέγξασθαι “ἄγετε, δότε, εἴ τι πρᾶξαι ἔχομεν”.
Xiph. 325, 15—32 R. St.

77

.

1

.

1

μετὰ δὲ ταῦτα ὁ Ἀντωνῖνος πᾶσαν τὴν ἡγεμονίαν ἔλαβε· λόγῳ μὲν γὰρ μετὰ τοῦ ἀδελφοῦ, τῷ δὲ δὴ ἔργῳ μόνος εὐθὺς ἦρξε. καὶ πρὸς μὲν τοὺς πολεμίους κατελύσατο καὶ τῆς χώρας αὐτοῖς ἐξέστη καὶ τὰ φρούρια ἐξέλιπε, τοὺς δὲ δὴ οἰκείους τοὺς μὲν ἀπήλλαξεν,
5ὧν καὶ Παπινιανὸς ὁ ἔπαρχος ἦν, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὧν ἦν

77

.

1

.

2

καὶ Εὔοδος ὁ τροφεὺς αὐτοῦ 〈καὶ〉 ὁ Κάστωρ, ἥ τε γυνὴ αὐτοῦ ἡ Πλαυτίλλα καὶ ὁ ταύτης ἀδελφὸς Πλαύτιος. καὶ ἐν τῇ Ῥώμῃ δὲ αὐτῇ ἄνδρα ἄλλως μὲν οὐκ ἐλλόγιμον διὰ δὲ τὴν ἐπιτήδευσιν ἐπι‐ φανέστατον ἐξειργάσατο· τὸν γὰρ Εὐπρεπῆ τὸν ἁρματηλάτην, ἐπειδὴ
5τἀναντία αὐτῷ ἐσπούδαζεν, ἀπέκτεινε. καὶ ὁ μὲν οὕτως ἐν γήρᾳ ἀπέθανε, πλείστοις ἀγῶσιν ἵππων στεφανωθείς· δύο γὰρ καὶ ὀγδοή‐

77

.

1

.

3

κοντα καὶ ἑπτακοσίους ἀνείλετο, ὅσους οὐδεὶς ἄλλος. τὸν δὲ ἀδελ‐ φὸν ἠθέλησε μὲν καὶ ζῶντος ἔτι τοῦ πατρὸς φονεῦσαι, οὐκ ἠδυνήθη δὲ οὔτε τότε δι’ ἐκεῖνον οὔθ’ ὕστερον ἐν τῇ ὁδῷ διὰ τὰ στρατεύ‐ ματα· πάνυ γὰρ εὔνοιαν αὐτοῦ εἶχον, ἄλλως τε ὅτι καὶ τὸ εἶδος
5ὁμοιότατος τῷ πατρὶ ἦν. ἐπεὶ δὲ ἐν τῇ Ῥώμῃ ἀνῆλθε, καὶ τοῦτον

77

.

1

.

4

κατειργάσατο. προσεποιοῦντο μὲν γὰρ καὶ φιλεῖν ἀλλήλους καὶ ἐπαινεῖν, πάντα δὲ τὰ ἐναντιώτατα ἔδρων, καὶ ἦν οὐκ ἄδηλον ὅτι δεινόν τι παρ’ αὐτῶν γενήσοιτο. ὅπερ που καὶ πρὶν πρὸς τὴν Ῥώ‐ μην αὐτοὺς ἐλθεῖν προεγνώσθη· θύειν τε γὰρ ὑπὲρ τῆς ὁμονοίας
5αὐτῶν τοῖς τε ἄλλοις θεοῖς καὶ αὐτῇ τῇ Ὁμονοίᾳ ψηφισθὲν ὑπὸ τῆς

77

.

1

.

5

βουλῆς, οἱ μὲν ὑπηρέται τὸ τῇ Ὁμονοίᾳ τυθησόμενον ἱερεῖον ἡτοί‐ μασαν, καὶ ὁ ὕπατος ὡς καὶ βουθυτήσων ἀφίκετο, οὔτε δὲ οὗτος
ἐκείνους οὔθ’ οἱ ὑπηρέται τὸν ὕπατον εὑρεῖν ἠδυνήθησαν, ἀλλὰ διετέλεσαν πᾶσαν ὡς εἰπεῖν τὴν νύκτα ζητοῦντες ἀλλήλους, ὥστε

77

.

1

.

6

μὴ δυνηθῆναι τότε τὴν θυσίαν γενέσθαι. καὶ τῇ ὑστεραίᾳ δύο λύκοι ἐς τὸ Καπιτώλιον ἀναβάντες ἐκεῖθεν ἐξεδιώχθησαν, καὶ ὁ μὲν ἐν τῇ ἀγορᾷ που καταληφθεὶς ὁ δὲ μετὰ ταῦτα ἔξω τοῦ πω‐ μηρίου ἐσφάγη. καὶ τοῦτο καὶ περὶ ἐκείνους ἐγένετο.

77

.

2

.

1

ἐβουλήθη μὲν οὖν ἐν τοῖς Κρονίοις τὸν ἀδελφὸν ὁ Ἀντωνῖνος φονεῦσαι, οὐκ ἠδυνήθη δέ· καὶ γὰρ ἐκφανέστερον ἤδη τὸ κακὸν ἢ ὥστε συγκρυβῆναι ἐγεγόνει, καὶ ἐκ τούτου πολλαὶ μὲν μάχαι αὐτῶν ὡς καὶ ἐπιβουλευόντων ἀλλήλοις, πολλαὶ δὲ καὶ ἀντιφυλακαὶ συν‐

77

.

2

.

2

έβαινον. ἐπεὶ οὖν καὶ στρατιῶται καὶ γυμνασταί, καὶ ἔξω καὶ οἴκοι, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, συχνοὶ τὸν Γέταν ἐφρούρουν, ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐς τὸ δωμάτιον, 〈ἐφ’〉 ᾧ καὶ συναλ‐ λάξουσι, μεταπέμψασθαι· καὶ οὕτω πιστεύσαντος τοῦ Γέτα ἐσῆλθε

77

.

2

.

3

μὲν μετ’ αὐτοῦ, ἐπεὶ δὲ εἴσω ἐγένοντο, ἑκατόνταρχοί τινες ἐσεπήδη‐ σαν ἀθρόοι, παρὰ τοῦ Ἀντωνίνου προπαρεσκευασμένοι, καὶ αὐτὸν πρός τε τὴν μητέρα, ὡς εἶδέ σφας, προκαταφυγόντα καὶ ἀπό τε τοῦ αὐχένος αὐτῆς ἐξαρτηθέντα καὶ τοῖς στήθεσι τοῖς τε μαστοῖς
5προσφύντα κατέκοψαν ὀλοφυρόμενον καὶ βοῶντα “μῆτερ μῆτερ, τε‐

77

.

2

.

4

κοῦσα τεκοῦσα, βοήθει, σφάζομαι”. καὶ ἡ μὲν οὕτως ἀπατηθεῖσα τόν τε υἱὸν ἐν τοῖς ἑαυτῆς κόλποις ἀνοσιώτατα ἀπολλύμενον ἐπεῖδε, καὶ τὸν θάνατον αὐτοῦ ἐς αὐτὰ τὰ σπλάγχνα τρόπον τινά, ἐξ ὧν ἐγεγέννητο, ἐσεδέξατο· καὶ γὰρ τοῦ αἵματος πᾶσα ἐπλήσθη, ὡς ἐν

77

.

2

.

5

μηδενὶ λόγῳ τὸ τῆς χειρὸς τραῦμα ὃ ἐτρώθη ποιήσασθαι. οὔτε δὲ πενθῆσαι οὔτε θρηνῆσαι τὸν υἱόν, καίπερ πρόωρον οὕτως οἰκτρῶς ἀπολωλότα, ὑπῆρξεν αὐτῇ (δύο γὰρ καὶ εἴκοσι ἔτη καὶ μῆνας ἐννέα ἐβίω), ἀλλ’ ἠναγκάζετο ὡς καὶ ἐν μεγάλῃ τινὶ εὐτυχίᾳ οὖσα χαίρειν

77

.

2

.

6

καὶ γελᾶν· οὕτω που πάντα ἀκριβῶς καὶ τὰ ῥήματα αὐτῆς καὶ τὰ νεύματα τά τε χρώματα ἐτηρεῖτο· καὶ μόνῃ ἐκείνῃ, τῇ Αὐγούστῃ, τῇ τοῦ αὐτοκράτορος γυναικί, τῇ τῶν αὐτοκρατόρων μητρί, οὐδ’ ἰδίᾳ που ἐπὶ τηλικούτῳ παθήματι δακρῦσαι ἐξῆν. Xiph. 326, 9‐
5328, 1 R. St.

77

.

3

.

1

ὁ δ’ Ἀντωνῖνος καίπερ ἑσπέρας οὔσης τὰ στρατόπεδα κατέ‐ λαβε, διὰ πάσης τῆς ὁδοῦ κεκραγὼς ὡς ἐπιβεβουλευμένος καὶ κιν‐ δυνεύων. ἐσελθὼν δὲ ἐς τὸ τεῖχος “χαίρετε” εἶπεν, “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς”. καὶ
5πρὶν πάντα ἀκοῦσαι, ἐνέφραξέ σφων τὰ στόματα τοσαύταις καὶ τηλικαύταις ὑποσχέσεσιν ὥστε μήτ’ ἐννοῆσαι μήτε φθέγξασθαί

77

.

3

.

2

τι αὐτοὺς εὐσεβὲς δυνηθῆναι. “εἷς” γὰρ ἔφησεν “ἐξ ὑμῶν εἰμι, καὶ δι’ ὑμᾶς μόνους ζῆν ἐθέλω, ἵν’ ὑμῖν πολλὰ χαρίζωμαι· ὑμέ‐ τεροι γὰρ οἱ θησαυροὶ πάντες
5εἰσί”. καὶ δὴ καὶ τοῦτο [καὶ] εἶπεν ὅτι “μάλιστα μὲν μεθ’ ὑμῶν ζῆν, εἰ δὲ μή, ἀλλὰ μεθ’ ὑμῶν γε ἀποθανεῖν εὔχομαι. οὔτε γὰρ ἄλλως δέδια τὸν θάνατον,
10καὶ ἐν πολέμῳ τελευτῆσαι βού‐ λομαι· ἢ γὰρ ἐνταῦθα δεῖ τὸν ἄνδρα ἀποθνήσκειν ἢ μηδαμοῦ”.

77

.

3

.

3

πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστε‐ ραίᾳ ἄλλα τέ τινα διελέχθη,
7 καὶ μετὰ τὸ ἐκ τοῦ βά‐ θρου ἐξαναστῆναι καὶ πρὸς τῇ
θύρᾳ γενέσθαι “ἀκούσατέ μου”
10[Xiphilinus] εἶπε “μέγα πρᾶγμα· ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυ‐ γάδες οἱ καὶ ἐφ’ ὁτῳοῦν ἐγκλή‐ ματι καὶ ὁπωσοῦν καταδεδικασ‐
15μένοι
17κατελθέτωσαν”.
23 τὰς μὲν οὖν νήσους οὕτω τῶν φυγάδων κενώσας, καὶ τοῖς κακίστοις τῶν καταδεδικασμένων ἄδειαν δεδωκώς, εἶτ’ οὐ πολλῷ
25ὕστερον ἀνεπλήρωσε, τῶν δὲ δὴ Καισαρείων τῶν τε στρατιωτῶν

77

.

4

.

1

τῶν μετὰ τοῦ Γέτα γενομένων καὶ ἐς δύο μυριάδας παραχρῆμα ἀπέκτεινεν, ἄνδρας ἁπλῶς καὶ γυναῖκας, ὥς πού τις καὶ ἔτυχεν ἐν τῷ βασιλείῳ ὤν, ἐκ δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἄλλους τε καὶ τὸν Παπινιανόν. Xiph. 328, 1—23 R. St. et (v. 14. 15) Exc. Val. 354
5et (v. 16—19) Exc. Val. 355. ὅτι Ἀντωνῖνος Παπιανὸν καὶ Πατρουινόν, τῶν δορυφόρων ἐπί τισι

77

.

4

1a

κατηγορησάντων αὐτῶν, ἐπέτρεψεν ἀποκτεῖναι αὐτούς, εἰπὼν κἀκεῖνο ὅτι “ἐγὼ ὑμῖν καὶ οὐκ ἐμαυτῷ ἄρχω, καὶ διὰ τοῦτο καὶ πείθομαι ὑμῖν καὶ ὡς κατηγόροις καὶ ὡς δικασταῖς”. Petr. Patr. exc. Vat. 138 (p. 228
Mai. = p. 212, 22—26 Dind.)

77

.

4

.

2

καὶ τῷ γε τὸν Πα‐ πινιανὸν φονεύσαντι ἐπετίμησεν ὅτι ἀξίνῃ αὐτὸν καὶ οὐ ξίφει διε‐
5χρήσατο. Xiph. 328, 23. 24 R. St. τὸν δὲ δὴ Κίλωνα τὸν τροφέα τὸν εὐεργέτην, τὸν ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεπολιαρχηκότα, ὃν καὶ πατέρα πολλάκις ἐκεκλήκει,

77

.

4

.

3

ἠβουλήθη μὲν ἀποστερῆσαι τοῦ ζῆν· καὶ οἱ στρατιῶται οἱ πεμφ‐ θέντες ἐπ’ αὐτὸν τὰ μὲν ἀργυρώματα καὶ τὰ ἱμάτια τά τε χρή‐ ματα καὶ τὰ ἄλλα πάντα τὰ ἐκείνου διήρπασαν, αὐτὸν δὲ ἀνήγα‐ γον διὰ τῆς ἱερᾶς ὁδοῦ ὡς καὶ ἐς τὸ παλάτιον κομιοῦντες, κλάπας
5τε ὑποδεδεμένον (ἐν βαλανείῳ γὰρ ὢν ἔτυχε) καὶ χιτωνίσκον ἐν‐

77

.

4

.

4

δεδυμένον, ὡς καὶ ἐκεῖ που καταχρησόμενοι. καὶ τήν τε ἐσθῆτα αὐτοῦ περιέρρηξαν καὶ τὸ πρόσωπον ᾐκίσαντο, ὥστε καὶ τὸν δῆ‐ μον καὶ τοὺς στρατιώτας τοὺς ἀστικοὺς ὑποθορυβῆσαι, καὶ διὰ τοῦτο καὶ τὸν Ἀντωνῖνον καὶ αἰδεσθέντα αὐτοὺς καὶ φοβηθέντα
5ἀπαντῆσαί σφισι, καὶ τῇ χλαμύδι (τὴν γὰρ στρατιωτικὴν ἐσθῆτα εἶχε) περιβαλόντα αὐτὸν εἰπεῖν “μήτε τὸν πατέρα ὑβρίζετε μήτε

77

.

4

.

5

τὸν τροφέα παίετε”. ὁ δὲ δὴ χιλίαρχος ὁ κελευσθεὶς αὐτὸν φο‐ νεῦσαι καὶ οἱ στρατιῶται οἱ συμπεμφθέντες αὐτῷ ἀνῃρέθησαν, λόγῳ μὲν ὡς ἐπιβουλεύσαντες αὐτῷ, τὸ δ’ ἀληθὲς ὅτι μὴ κατέσ‐ φαξαν αὐτόν. Xiph. 328, 24—329, 8 R. St.

77

.

5

.

1

ὅτι τὸν Κίλωνα τοσοῦτον ἠγάπα ὁ Ἀντωνῖνος ὥστε εἰπεῖν ὅτι “οἱ τούτῳ ἐπιβεβουλευκότες ἐμοὶ ἐπιβεβουλεύκασιν”. ἐφ’ ᾧ δὴ ἐπαι‐ νούμενος ὑπὸ τῶν προσεστηκότων ἔφη “ἐμὲ μήθ’ Ἡρακλέα μήτ’ ἄλλον θεόν τινα ἐπικαλεῖτε”, οὐχ ὅτι οὐκ ἐβούλετο θεὸς ὀνομάζε‐

77

.

5

.

2

σθαι, ἀλλ’ ὅτι οὐδὲν ἄξιον θεοῦ πράττειν ἤθελεν. ἔμπληκτος γὰρ φύσει πρὸς πάντα τὰ πράγματα ὢν καὶ ἐτίμα τινὰς μεγάλως καὶ ἠτίμαζεν ἐξαίφνης τοὺς αὐτοὺς ἀλογώτατα, ἔσωζέ τε οὓς ἥκιστα ἐχρῆν, καὶ ἐκόλαζεν οὓς οὐκ ἄν τις προσεδόκησεν. Exc. Val. 356
5(p. 742).

77

.

5

.

3

ὅτι τὸν Ἄσπρον τὸν Ἰουλιανὸν οὐδ’ ἄλλως εὐκαταφρόνητον καὶ διὰ παιδείαν καὶ διὰ φρόνημα ὄντα ἐξάρας ὁμοίως καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐν πολλαῖς τοσαύταις ῥάβδοις ὁμοῦ ἐμπομπεύσαντα, προεπηλάκισε παραχρῆμα δεινῶς καὶ ἐς τὴν πατρίδα μεθ’ ὕβρεως
5καὶ μετὰ δέους ἰσχυροῦ ἀπέπεμψε. Exc. Val. 357 (p. 742).

77

.

5

.

4

ὅτι καὶ τὸν Λαῖνον ἠτιμάκει ἂν ἢ καὶ ἀπεκτόνει, εἰ μὴ κακῶς ἐνόσει· καὶ τὴν ἀρρωστίαν αὐτοῦ ἀσεβῆ παρὰ τοῖς στρατιώταις ὠνόμασεν, ὅτι μὴ καὶ περὶ ἐκεῖνον ἀσεβῆσαι αὐτῷ ἐπέτρεψεν. Exc. Val. 358 (p. 742).

77

.

5

.

5

ὅτι καὶ Θρασέαν Πρίσκον, ἄνδρα οὐδενὸς οὔτε γένει οὔτε φρο‐ νήσει δεύτερον, κατεχρήσατο. Exc. Val. 359 (p. 742). ὅτι καὶ ἄλλους πολλοὺς καὶ φίλους τὸ πρότερον ὄντας ἀπέ‐ κτεινεν. Exc. Val. 360 (p. 742).

77

.

6

.

1

πάντας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, ὅσους τῶν ἐπιφανῶν οὐδεμιᾷ δίκῃ ἀπέκτεινεν. ὁ μὲν γὰρ Δίων, ἅτε γνωριμωτάτων κατ’ ἐκείνους τοὺς καιροὺς τῶν πεφονευμένων ὄντων, καὶ ἐξ ὀνόματος αὐτῶν ποιεῖται κατάλογον· ἐμοὶ δ’ εἰπεῖν
5ἐξαρκεῖ ὅτι πάντας ὁμοίως οὓς ἤθελε κατεχειρίζετο, ὅστ’ αἴτιος ὅστε καὶ οὐχί, καὶ ὅτι τὴν Ῥώμην ἠκρωτηρίασεν, ἀγαθῶν ἀνδρῶν στερήσας αὐ‐ τήν. Xiph. 329, 8—14 R. St.

77

.

6

1a

ὅτι τρισὶν ἔθνεσιν ὁ Ἀντωνῖνος προσήκων ἦν, καὶ τῶν μὲν ἀγα‐
θῶν αὐτῶν οὐδὲν τὸ παράπαν τὰ δὲ δὴ κακὰ πάντα συλλαβὼν ἐκτήσατο, τῆς μὲν Γαλατίας τὸ κοῦφον καὶ τὸ δειλὸν καὶ τὸ θρασύ, τῆς Ἀφρικῆς τὸ τραχὺ καὶ ἄγριον, τῆς Συρίας, ὅθεν πρὸς μη‐
5τρὸς ἦν, τὸ πανοῦργον. Exc. Val. 361 (p. 742).

77

.

6

.

2

ἐκ δὲ τῶν φόνων ἐς τὰς παιδιὰς ἀποκλίνων οὐδὲν ἧττον καὶ ἐν ταύταις ἐφόνα. ἐλέφαντα μὲν γὰρ καὶ ῥινοκέρωτα καὶ τίγριν καὶ ἱππότιγριν ἐν οὐδενὶ λόγῳ θείη ἄν τις φονευομένους ἐν τῷ θεάτρῳ· ὁ δὲ καὶ μονομάχων ἀνδρῶν ὅτι πλείστων ἔχαιρεν αἵμασι, καὶ ἕνα
5γε αὐτῶν Βάτωνα τρισὶν ἐφεξῆς ἀνδράσιν ὁπλομαχῆσαι τῇ αὐτῇ ἡμέρᾳ ἀναγκάσας, ἔπειτα ἀποθανόντα ὑπὸ τοῦ τελευταίου περιφα‐ νεῖ ταφῇ ἐτίμησε. Xiph. 329, 14—20 R. St.

77

.

7

.

1

περὶ δὲ τὸν Ἀλέξανδρον οὕτω τι ἐπτόητο ὥστε καὶ ὅπλοις τισὶ καὶ ποτηρίοις ὡς καὶ ἐκείνου γεγονόσι χρῆσθαι, καὶ προσέτι καὶ εἰκόνας αὐτοῦ πολλὰς καὶ ἐν τοῖς στρατοπέδοις καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ στῆσαι, φάλαγγά τέ τινα ἐκ μόνων τῶν Μακεδόνων ἐς μυ‐
5ρίους καὶ ἑξακισχιλίους συντάξαι, καὶ αὐτὴν Ἀλεξάνδρου τε ἐπονο‐

77

.

7

.

2

μάσαι καὶ τοῖς ὅπλοις οἷς ποτε ἐπ’ ἐκείνου ἐκέχρηντο ὁπλίσαι· ταῦτα δ’ ἦν κράνος ὠμοβόειον, θώραξ λινοῦς τρίμιτος, ἀσπὶς χαλκῆ, δόρυ μακρόν, αἰχμὴ βραχεῖα, κρηπῖδες, ξίφος. καὶ οὐδὲ ταῦτα μέντοι αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον ἑῷον Αὔγουστον ἐπεκα‐
5λεῖτο, καί ποτε καὶ τῇ βουλῇ ἔγραψεν, ὅτι ἐς τὸ σῶμα αὖθις τὸ τοῦ Αὐγούστου ἐσῆλθεν, ἵνα, ἐπειδὴ ὀλίγον τότε χρόνον ἐβίω, πλείονα

77

.

7

.

3

αὖθις δι’ ἐκείνου ζήσῃ. καὶ δὴ καὶ τοὺς φιλοσόφους τοὺς Ἀριστο‐ τελείους ὠνομασμένους τά τε ἄλλα δεινῶς ἐμίσει, ὥστε καὶ τὰ βι‐ βλία αὐτῶν κατακαῦσαι ἐθελῆσαι, καὶ τὰ συσσίτια ἃ ἐν τῇ Ἀλε‐
ξανδρείᾳ εἶχον, τάς τε λοιπὰς ὠφελείας ὅσας ἐκαρποῦντο, ἀφείλετο,
5ἐγκαλέσας σφίσιν ὅτι συναίτιος τῷ Ἀλεξάνδρῳ τοῦ θανάτου Ἀρι‐

77

.

7

.

4

στοτέλης γεγονέναι ἔδοξε. ταῦτα μὲν οὕτως ἐποίησε, καὶ νὴ Δία καὶ ἐλέφαντας πολλοὺς συμπεριήγετο, ὅπως καὶ ἐν τούτῳ τὸν Ἀλέ‐

77

.

8

.

1

ξανδρον, μᾶλλον δὲ τὸν Διόνυσον μιμεῖσθαι δόξῃ. οὕτω δ’ οὖν διὰ τὸν Ἀλέξανδρον καὶ τοὺς Μακεδόνας ἐφίλει, ὥστε ποτὲ χιλίαρ‐ χον Μακεδόνα ἐπαινέσας ὅτι κούφως ἐπὶ τὸν ἵππον ἀνεπήδησεν, ἐπύθετο αὐτοῦ τὸ μὲν πρῶτον “πόθεν εἶ;” ἔπειτα μαθὼν ὅτι Μα‐

77

.

8

.

2

κεδὼν εἴη, ἐπανήρετο “τίς δὲ ὀνομάζῃ;” καὶ μετὰ τοῦτο ἀκούσας ὅτι Ἀντίγονος, προσεπανήρετο “τίς δέ σου ὁ πατὴρ ἐκαλεῖτο;” ὡς δὲ καὶ οὗτος Φίλιππος ὢν εὑρέθη, “πάντ’ ἔχω” φησίν “ὅσα ἤθελον”, καὶ εὐθύς τε αὐτὸν ταῖς λοιπαῖς στρατείαις ἐσέμνυνε, καὶ μετ’ οὐ

77

.

8

.

3

πολὺ ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας κατέταξεν. ἕτερον δέ τινα τῇ μὲν Μακεδονίᾳ μηδὲν προσήκοντα, πολλὰ δὲ καὶ δεινὰ δεδρακότα καὶ διὰ τοῦτο παρ’ αὐτοῦ ἐξ ἐκκλήτου δίκης κρινόμενον, ἐπειδὴ Ἀλέξανδρός τε ἐκαλεῖτο καὶ ὁ κατηγορῶν αὐτοῦ ῥήτωρ συν‐
5εχῶς ἔλεγεν “ὁ μιαιφόνος Ἀλέξανδρος, ὁ θεοῖς ἐχθρὸς Ἀλέξανδρος”, ὠργίσθη τε ὡς καὶ αὐτὸς κακῶς ἀκούων, καὶ ἔφη “εἰ μὴ ἀρκέσει σοι ὁ Ἀλέξανδρος, ἀπολέλυσαι”. Xiph. 329, 20—330, 20 R. St., et (p. 380 v. 19—22) Exc. Val. 362, et (p. 380 v. 22—p. 381 v. 2) Exc. Val. 363, et (p. 381 v. 3. 4) Exc. Val. 364 (p. 743 sq.).

77

.

9

.

1

ὅτι πάνυ πολλοὺς ἀμφ’ αὑτὸν εἶχε, προφάσεις ἐκ προφάσεων καὶ πολέμους ἐκ πολέμων σκηπτόμενος. Exc. Val. 365 (p. 745). ὅτι δεινότατόν που καὶ τοῦ‐
το ἔσχεν ὅτι μὴ μόνον ἐς τοὺς
5στρατιώτας φιλαναλωτὴς ἀλλὰ καὶ ἐς τὰ ἄλλα πάντα καὶ ἥκιστα αὐτῷ ἦν· ἐφ’ ἓν τοῦτο μόνον τὸ τοὺς ἀνθρώπους πάντας περι‐

77

.

9

.

2

δύειν ἀποσυλᾶν καὶ ἐκτρύχειν. χωρὶς γὰρ τῶν στεφάνων τῶν χρυσῶν οὓς ὡς καὶ πολεμίους τι‐ νὰς ἀεὶ νικῶν πολλάκις ᾔτει (λέγω
5δὲ οὐκ αὐτὸ τοῦτο τὸ τῶν στε‐ φάνων ποίημα· πόσον γὰρ τοῦτό γε ἐστίν; ἀλλὰ τὸ τῶν χρημάτων πλῆθος τῶν ἐπ’ ὀνόματι αὐτοῦ διδομένων, 〈οἷσ〉 στεφανοῦν αἱ πόλεις τοὺς αὐτοκράτορας εἰώ‐

77

.

9

.

3

θασιν), τῶν τε ἐπιτηδείων ἃ πολλὰ καὶ πανταχόθεν τὰ μὲν προῖκα τὰ δὲ καὶ προσαναλίσκοντες ἐσεπρασσόμεθα, 〈ἃ〉 πάντα ἐκεῖνος τοῖς στρατιώταις ἐχαρίζετο ἢ καὶ ἐκαπήλευεν, καὶ τῶν δώρων ἃ καὶ παρὰ τῶν ἰδιωτῶν τῶν πλουσίων καὶ παρὰ τῶν δήμων προσῄτει,

77

.

9

.

4

τῶν τε τελῶν τῶν τε ἄλλων ἃ καινὰ προσκατέδειξεν, καὶ τοῦ τῆς δεκάτης ἣν ἀντὶ τῆς εἰκοστῆς ὑπέρ τε τῶν ἀπελευθερουμένων καὶ ὑπὲρ τῶν καταλειπομένων τισὶ κλήρων καὶ δωρεᾶς ἐποίησε πάσης, τάς τε διαδοχὰς καὶ τὰς ἀτελείας τὰς ἐπὶ τούτοις τὰς δεδομένας

77

.

9

.

5

τοῖς πάνυ προσήκουσι τῶν τελευτώντων καταλύσας (οὗ ἕνεκα καὶ Ῥωμαίους πάντας τοὺς ἐν τῇ ἀρχῇ αὐτοῦ, λόγῳ μὲν τιμῶν, ἔργῳ δὲ ὅπως πλείω αὐτῷ καὶ ἐκ τοῦ τοιούτου προσίῃ διὰ τὸ τοὺς ξέ‐ νους τὰ πολλὰ αὐτῶν μὴ συντελεῖν, ἀπέδειξεν)—ἔξω δὴ τούτων

77

.

9

.

6

ἁπάντων καὶ οἰκίας αὐτῷ παντοδαπάς, ἐπειδὴ τῆς Ῥώμης ἐξώρ‐ μησε, καὶ καταλύσεις πολυτελεῖς ἐν μέσαις ταῖς ὁδοῖς καὶ ταῖς βρα‐ χυτάταις οἰκείοις δαπανήμασι κατασκευάζειν ἠναγκαζόμεθα, ἐν αἷς οὐχ ὅσον οὐκ ἐνῴκησέ ποτε, ἀλλ’ οὐδὲ ὄψεσθαι αὐτῶν τινὰ ἔμελλε.

77

.

9

.

7

προσέτι καὶ θέατρα κυνηγετικὰ καὶ ἱπποδρόμους πανταχοῦ, ὅπου‐ περ καὶ ἐχείμασεν ἢ καὶ χειμάσειν ἤλπισε, κατεσκευάσαμεν, μηδὲν παρ’ αὐτοῦ λαβόντες. καὶ αὐτίκα πάντα κατεσκάφη· οὕτω πως διὰ τοῦτο μόνον ἐγένετο, ἵν’ ἡμεῖς ἐπιτριβῶμεν. Exc. Val. 366
5(p. 745), et (§ 6. 7) Xiph. 330, 24—32 R. St.

77

.

10

.

1

αὐτὸς δὲ τὰ χρήματα ἔς τε τοὺς στρατιώτας, ὡς ἔφαμεν, καὶ ἐς θηρία ἵππους τε ἐδαπάνα· πάμπολλα γάρ τοι καὶ θηρία καὶ βοτά, τὰ μὲν πλεῖστα παρ’ ἡμῶν καὶ ἀνάγκῃ λαμβάνων, ἤδη δέ τινα καὶ ὠνούμενος, ἀπεκτίννυε, καί ποτε ἑκατὸν ὗς ἅμα αὐτοχει‐

77

.

10

.

2

ρίᾳ ἔσφαξεν. ἡρματηλάτει τε [ἐν] τῇ οὐενετίῳ στολῇ χρώμενος. ἦν γὰρ ἐς πάντα καὶ θερμότατος καὶ κουφότατος, πρὸς δὲ τούτοις εἶχε καὶ τὸ πανοῦργον τῆς μητρὸς καὶ τῶν Σύρων, ὅθεν ἐκείνη ἦν. ἀγωνο‐ θέτην δὲ ἢ τῶν ἐξελευθέρων τινὰ ἢ τῶν ἄλλων τῶν πλουσίων ἐκά‐
5θιζεν, ἵνα καὶ ἐν τούτῳ ἀναλίσκηται· προσεκύνει τε αὐτοὺς κάτωθεν

77

.

10

.

3

τῇ μάστιγι, καὶ χρυσοῦς ὥσπερ τις τῶν ταπεινοτάτων ᾔτει. καὶ ἔλεγε κατὰ τὸν Ἥλιον τῇ ἁρματηλασίᾳ χρῆσθαι, καὶ ἐσεμνύνετο ἐπ’ αὐτῇ. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον πᾶσα ἡ γῆ ἡ ὑπακούουσα αὐτῷ ἐπορθήθη ὥστε τοὺς Ῥωμαίους ποτὲ ἐν
5ἱπποδρομίᾳ ἄλλα τε συμβοῆσαι καὶ ὅτι “τοὺς ζῶντας ἀπολοῦμεν,

77

.

10

.

4

ἵνα τοὺς τεθνεῶτας θάψωμεν”. καὶ γὰρ ἔλεγε πολλάκις ὅτι “οὐδένα ἀνθρώπων πλὴν ἐμοῦ ἀργύριον ἔχειν δεῖ, ἵνα αὐτὸ τοῖς στρατιώταις χαρίζωμαι. καί ποτε τῆς Ἰουλίας ἐπιτιμησάσης αὐτῷ ὅτι πολλὰ ἐς αὐτοὺς ἀνήλισκε, καὶ εἰπούσης ὅτι “οὐκέθ’ ἡμῖν οὔτε δίκαιος οὔτ’
5ἄδικος πόρος ὑπολείπεται”, ἀπεκρίνατο, τὸ ξίφος δείξας, ὅτι “θάρ‐ σει, μῆτερ· ἕως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπιλείψει χρή‐ ματα”.

77

.

11

.

1

καὶ μέντοι καὶ τοῖς κολακεύουσιν αὐτὸν καὶ κτήματα καὶ χρή‐ ματα ἀπένεμεν. Xiph. 330, 32—331, 21 R. St.

77

.

11

1a

ὅτι ὁ Ἰούλιος Παῦλος ὑπατικὸς ἀνὴρ ψιθυρὸς καὶ σκωπτικὸς καὶ οὐδὲ αὐτῶν τῶν αὐτοκρατόρων ἀπεχόμενος, ὃν καὶ ὁ Σευῆρος φυλακῇ ἀδέσμῳ παραδέδωκεν. ὡς δὲ ἐν φρουραῖς ὢν ἀπέσκωπτεν εἰς τοὺς βασιλεῖς, μεταπεμψάμενος ὁ Σευῆρος ὤμνυ τὴν κεφαλὴν αὐτοῦ ἐκτεμεῖν. ὁ δὲ
5ἀπεκρίνατο “ἐκτεμεῖν αὐτὴν δύνασαι, ἐφ’ ὅσον δὲ αὐτὴν ἔχω, οὔτε σὺ οὔτε ἐγὼ κατασχεῖν αὐτὴν δύναμαι”, ὥστε γελάσαντα τὸν Σευῆρον ἀπο‐ λῦσαι αὐτόν. Petr. Patr. exc. Vat. 142 (p. 229 Mai. = p. 213, 11—19 Dind.).

77

.

11

1,2

Ἰουνίῳ γοῦν Παυ‐ λίνῳ πέντε καὶ εἴκο‐ σι μυριάδας ἐχαρίσατο, ὅτι καὶ ἄκων διασιλλῶ‐
5σαί τι αὐτὸν σκωπτό‐
λης ὢν προήχθη· ἔ‐ φη γὰρ αὐτὸν ὀργιζο‐ μένῳ τινὶ ἐοικέναι, ἐπεὶ πρὸς τὸ θυμοειδέστερόν
10πως ἑαυτὸν ἐσχημάτιζεν.

77

.

11

.

2

οὐδὲν γὰρ τῶν καλῶν ἐλογίζετο· οὐδὲ γὰρ ἔμαθέ τι αὐτῶν, ὡς καὶ αὐτὸς ὡμολόγει, διόπερ καὶ ἐν ὀλιγωρίᾳ ἡμᾶς τούς τι παιδείας ἐχόμενον εἰδότας ἐποιεῖτο. ὁ μὲν γὰρ Σεουῆρος καὶ πάνυ πᾶσι τοῖς ἐς ἀρετὴν τείνουσι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἤσκη‐

77

.

11

.

3

σεν αὐτόν, ὥστε καὶ αὐτοκράτορα ἤδη ὄντα καὶ διδασκάλοις συν‐ εῖναι καὶ τὸ πολὺ τῆς ἡμέρας φιλοσοφεῖν· ἐξηραλοίφει τε, καὶ ἵππευε καὶ ἐς πεντήκοντα καὶ ἑπτακοσίους σταδίους, καὶ προσέτι καὶ νήχεσθαι καὶ ἐν κλύδωνι ἤσκητο. ὁ δὲ ἐκ μὲν τούτων τρό‐
5πον τινὰ ἐρρώσθη, τῆς δὲ δὴ παιδεύσεως ὡς οὐδὲ τοὔνομα αὐτῆς

77

.

11

.

4

πώποτε ἀκηκοὼς ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακο‐ γνώμων ἦν, ἀλλὰ καὶ συνίει τὰ πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοι‐ μότατα· τῇ τε γὰρ ἐξουσίᾳ καὶ τῇ προπετείᾳ, τῷ πάνθ’ ὁμοίως τὰ ἐπελθόντα οἱ ἀπερισκέπτως ἐκλαλεῖν καὶ τῷ μηδὲν αὐτῶν ἐκ‐
5φαίνειν αἰσχύνεσθαι, καὶ ἐπιτυχίᾳ τινὶ πολλάκις περιέπιπτε. τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. Xiph. 331, 21—332, 5, et (v. 7—19) Exc. Val. 367 (p. 745) unde Suid. s. v. Ἀντωνῖνος βασιλεὺς Ῥωμαίων.

77

.

11

.

5

ὅτι ὁ αὐτὸς αὐτογνωμονῶν πολλὰ ἐσφάλη· πάντα τε γὰρ οὐχ
ὅτι εἰδέναι ἀλλὰ καὶ μόνος εἰδέναι ἤθελε, καὶ πάντα οὐχ ὅτι δύ‐ νασθαι ἀλλὰ καὶ μόνος δύνασθαι ἠβούλετο, καὶ διὰ τοῦτο οὔτε τινὶ συμβούλῳ ἐχρῆτο καὶ τοῖς χρηστόν τι εἰδόσιν ἐφθόνει. ἐφίλησε
5μὲν γὰρ οὐδένα πώποτε, ἐμίσησε δὲ πάντας τοὺς προφέροντας ἔν

77

.

11

.

6

τινι, μάλιστα δὲ οὓς μάλιστα ἀγαπᾶν προσεποιεῖτο· καὶ αὐτῶν συχνοὺς καὶ διέφθειρεν τρόπον τινά. ἐφόνευε μὲν γὰρ καὶ ἐκ τοῦ φανεροῦ πολλούς· ἤδη δὲ καὶ πέμπων τινὰς ἐς ἔθνη μὴ ἐπιτήδεια

77

.

11

.

7

σφίσιν, ἀλλ’ ἐναντίαν τῇ τοῦ σώματος αὐτῶν καταστάσει τὴν τοῦ ἀέρος ἀκρασίαν ἔχοντα, οὕτως αὐτοὺς ὡς καὶ πάνυ τιμῶν ὑπεξῄρει, τοὺς μὲν καύμασι τοὺς δὲ ψύχεσιν ἀκράτοις, οἷς οὐκ ἔχαιρεν, ἐκ‐ διδούς. εἰ δ’ οὖν καὶ ἐφείδετό τινων μὴ ἀποκτεῖναί σφας, ἀλλ’
5ἐπίεζέ γε αὐτοὺς ὥστε καὶ κηλιδοῦσθαι. Exc. Val. 368 (p. 746).

77

.

12

.

1

τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. ἐν δὲ τοῖς πολέμοις ὁποῖος, ἐροῦμεν. Xiph. 332, 5. 6 R. St.

77

.

12

1a

ὅτι Ἄγβαρος ὁ τῶν Ὀσροηνῶν βασιλεὺς ἐπειδὴ ἅπαξ ἐν κράτει τῶν ὁμοφύλων ἐγένετο, οὐδὲν ὅ τι τῶν δεινοτάτων τοὺς προέχον‐ τας αὐτῶν οὐκ ἐξειργάσατο. λόγῳ μὲν ἐς τὰ τῶν Ῥωμαίων ἤθη μεθίστασθαι ἠνάγκαζεν, ἔργῳ δὲ τῆς κατ’ αὐτῶν ἐξουσίας ἀπλή‐
5στως ἐνεφορεῖτο. Exc. Val. 369 (p. 746).

77

.

12

1,2

ἠπατηκὼς γὰρ τὸν βασιλέα τῶν Ὀσροηνῶν Αὔγαρον ὡς δὴ παρὰ φίλον αὐτὸν ἥκειν, ἔπειτα συλλαβὼν ἔδησε, καὶ τὴν Ὀσροη‐
νὴν οὕτως ἀβασίλευτον οὖσαν λοιπὸν ἐχειρώσατο. τὸν δὲ τῶν Ἀρμενίων βασιλέα διαφερόμενον μετὰ τῶν ἰδίων
5παίδων ἐκάλεσε μὲν φιλικοῖς γράμμασιν ὡς δὴ εἰρηνεύσων αὐτούς,

77

.

12

.

2

ἔδρασε δὲ καὶ περὶ τούτους ἃ καὶ περὶ τὸν Αὔγαρον. οὐ μὴν καὶ οἱ Ἀρμένιοι προσεχώρησαν αὐτῷ, ἀλλ’ ἐς ὅπλα ἐχώρησαν, καὶ οὐκέτ’ οὐδεὶς αὐτῷ τὸ παράπαν οὐδὲν ἐπίστευσεν, ὥστε καὶ ἔργῳ αὐτὸν ἐκμαθεῖν ὅσον αὐτοκράτορι ζημίωμά ἐστι τό τι ἀπατηλὸν πρὸς
5φίλους πρᾶξαι. Xiph. 332, 7—16 R. St.

77

.

12

2a

ὅτι ὁ αὐτὸς μέγιστον ἐμεγαλοφρόνει ὅτι τοῦ Οὐολογαίσου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος οἱ παῖδες περὶ τῆς βασι‐ λείας ἐμάχοντο, ὡς ἐξ ἰδίας παρασκευῆς τὸ κατὰ τύχην συμβὰν γεγονὸς προσποιούμενος. οὕτω που σφόδρα ἀεὶ καὶ τῷ ἔργῳ καὶ
5τῇ διχοστασίᾳ τῇ τῶν ἀδελφῶν καὶ τῇ τῶν ἀλλοτρίων ἀλληλο‐ φονίᾳ ἔχαιρεν. Exc. Val. 370 (p. 746).

77

.

12

.

3

οὐκ ὤκνησε δὲ γράψαι πρὸς τὸ συνέδριον καὶ περὶ τῶν ἐν Πάρθοις βασιλευόντων, ἀδελφῶν τε ὄντων καὶ πρὸς ἀλλήλους στασιαζόντων, ὅτι ἡ τῶν ἀδελφῶν διαφορὰ μέγα τι κακὸν τὸ κοινὸν τῶν Πάρθων ἐργάσεται, ὥσπερ που τῶν βαρβαρικῶν πραγμάτων φθαρῆναι διὰ
5τοῦτο δυναμένων, τῶν δὲ Ῥωμαϊκῶν σεσωσμένων ἀλλ’ οὐκ ἄρδην

77

.

12

.

4

τρόπον τινὰ ἀνατετραμμένων, οὐ κατ’ ἐκεῖνο μόνον ὅτι ἐπὶ με‐ γάλῳ τῶν ἀνθρώπων κακῷ τοσαῦτα καὶ τοιαῦτα τῆς τοῦ ἀδελφοῦ σφαγῆς ὑποφόνια τοῖς στρατιώταις ἐδεδώκει, ἀλλ’ ὅτι καὶ πάμπολ‐ λοι ἐσυκοφαντήθησαν, οὐχ ὅπως οἱ ἐπιστείλαντές τι ἢ δωροφο‐
5ρήσαντες αὐτῷ ἢ Καίσαρι ἔτι ὄντι ἢ καὶ αὐτοκράτορι γενομένῳ, ἀλλὰ καὶ οἱ λοιποὶ οἷς μηδεπώποτε πρᾶγμα πρὸς αὐτὸν ἐγεγόνει.

77

.

12

.

5

καὶ εἴ γέ τις ἔγραψε τὸ ὄνομα τὸ τοῦ Γέτα μόνον ἢ εἶπε μόνον, εὐθὺς ἀπώλετο. ὅθεν οὐδ’ ἐν ταῖς κωμῳδίαις οἱ ποιηταὶ ἔτι αὐτῷ ἐχρῶντο· καὶ γὰρ καὶ αἱ οὐσίαι πάντων ὧν ἐν ταῖς διαθήκαις αὐτοῦ τὸ ὄνομα γεγραμμένον εὑρέθη ἐδημοσιώθησαν. Xiph. 332,
516—30 R. St.

77

.

12

.

6

ὅτι πολλὰ καὶ ἀργυρολογίας ἕνεκα ἐποίει. ὅτι καὶ μῖσος πρὸς τὸν τετελευτηκότα ἀδελφὸν ἐπεδείκνυτο καταλύσας τὴν τῶν γενεσίων αὐτοῦ τιμήν, καὶ τοῖς τὰς εἰκόνας αὐτοῦ βαστάσασι λίθοις ὠργίζετο, καὶ τὸ νόμισμα τὸ προφέρον
5αὐτὸν συνεχώνευσεν. καὶ οὐδὲ ταῦτα ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τότε μάλιστα ἀνοσιουργεῖν ἐπετήδευσε καὶ τοὺς ἄλλους μιαιφο‐ νεῖν ἠνάγκαζεν, ὥσπερ τινὰ ἐναγισμὸν ἐτήσιον τῷ ἀδελφῷ ποιούμε‐ νος. Exc. Val. 371 (p. 746).

77

.

13

.

3

ὅτι τοιαῦτα ἐπὶ τῷ ἐκείνου φόνῳ φρονῶν καὶ πράττων χαίρειν τῇ τῶν βαρβάρων ἀδελφῶν διχοστασίᾳ ὡς καὶ μέγα τι κακὸν ἐκ τούτου τῶν Πάρθων πεισομένων. οὐ μέντοι καὶ τὰ Κελτικὰ ἔθνη οὔθ’ ἡδονὴν οὔτε σοφίας ἢ ἀν‐
5δρείας προσποίησίν τινα ἤνεγκεν, ἀλλὰ καὶ πάνυ καὶ ἀπατεῶνα καὶ εὐήθη καὶ δειλότατον αὐτὸν ἐξήλεγξεν ὄντα. Exc. Val. 372 (p. 749).

77

.

13

.

4

ὅτι ὁ Ἀντωνῖνος ἐς τοὺς Ἀλαμαννοὺς στρατεύσας διέταττεν, εἴ πού τι χωρίον ἐπιτήδειον πρὸς ἐνοίκησιν εἶδεν, “ἐνταῦθα φρού‐
ριον τειχισθήτω, ἐνταῦθα πόλις οἰκοδομηθήτω”. καὶ ἐπωνυμίας γέ τινας τοῖς τόποις ἀφ’ ἑαυτοῦ ἐπωνόμαζε, τῶν ἐπιχωρίων μὴ ἀλ‐

77

.

13

.

5

λοιουμένων· οἱ μὲν γὰρ ἠγνόουν, οἱ δὲ παίζειν αὐτὸν ἐδόκουν. ἐξ οὗ δὴ καταφρονήσας αὐτῶν οὐδὲ ἐκείνων ἀπέσχετο, ἀλλ’ οἷς συμ‐ μαχήσων ἀφῖχθαι ἔλεγεν, τούτους τὰ τῶν πολεμιωτάτων ἔδρασε· συνεκάλεσε γὰρ τὴν ἡλικίαν αὐτῶν ὡς καὶ μισθοφορήσουσαν, καὶ
5πᾶσαν ἀπὸ παραγγέλματος, αὐτὸς τὴν ἀσπίδα ἀναδείξας, ἐνεκυ‐ κλώσατο καὶ κατέκοψε, καὶ τοὺς λοιπούς, περιπέμψας ἱππέας, συνέλαβεν. Exc. Val. 373 (p. 749).

77

.

13

.

6

ὅτι ὁ Ἀντωνῖνος Πανδίονα, ἄνδρα πρότερον μὲν ἡνιόχων ὑπη‐ ρέτην γενόμενον, ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Ἀλαμαννοὺς ἁρματηλα‐ τοῦντα αὐτῷ καὶ κατὰ τοῦτο καὶ ἑταῖρον ὄντα καὶ συστρατιώτην, ἐπῄνεσεν ἐν τῇ γερουσίᾳ διὰ γραμμάτων ὡς καὶ ἐκ κινδύνου τινὸς
5ἐξαισίου ὑπ’ αὐτοῦ σωθείς, οὐδ’ ᾐσχύνθη πλείονα ἐκείνῳ χάριν ἢ τοῖς στρατιώταις, οὓς καὶ ἡμῶν ἀεὶ κρείττους ἦγεν, 〈ἔχων〉. Exc. Val. 374 (p. 749).

77

.

13

.

7

ὅτι τῶν ἐλλογιμωτάτων οὓς ἔσφαξεν ὁ Ἀντωνῖνος ἀτάφους τι‐ νὰς ῥίπτεσθαι ἐκέλευσε. Exc. Val. 375 (p. 749). ὅτι τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασεν, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους συγγράψαντι κενοτάφιον
5ἔχωσε, τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν, ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου. Exc. Val. 376 (p. 749) = Suid. s. v. Μεσο‐ μήδης.

77

.

13

.

1

ἐν μέντοι ταῖς ἀναγκαίαις καὶ κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος, τὰ μὲν διακονικὰ ὑπηρετήματα καὶ πάνυ ἀκρι‐ βῶς ἐξ ἴσου τοῖς ἄλλοις διαπονούμενος (καὶ γὰρ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουτρῷ χρώμενος, μὴ τὴν ἐσθῆτα
5ἀλλάσσων, ἀλλὰ καὶ πᾶν ἔργον συνεργαζόμενος καὶ πᾶσαν τροφὴν

77

.

13

.

2

τὴν αὐτὴν ἐκείνοις αἱρούμενος· καὶ πολλάκις καὶ πρὸς τοὺς προ‐ έχοντας τῶν πολεμίων πέμπων προεκαλεῖτο αὐτοὺς ἐς μονομαχίαν), τὰ δὲ δὴ στρατηγικά, ὧνπερ που καὶ μάλιστα διαπεφυκέναι αὐτὸν ἐχρῆν, ἥκιστα καλῶς μεταχειριζόμενος, ὡς ἂν τῆς νίκης ἐν ἐκείνοις
5τοῖς ὑπηρετήμασιν ἀλλ’ οὐκ ἐν ταύτῃ τῇ ἐπιστήμῃ οὔσης.

77

.

14

.

1

ἐπολέμησε καὶ πρός τινας Κέννους, Κελτικὸν ἔθνος· οὓς λέγεται μετὰ τοσούτου θυμοῦ προσπεσεῖν τοῖς Ῥωμαίοις ὥστε καὶ τὰ βέλη, οἷς ὑπὸ τῶν Ὀσροηνῶν ἐτιτρώσκοντο, τοῖς στόμασιν ἐκ τῶν σαρκῶν ἀποσπᾶν, ἵνα μὴ τὰς χεῖρας ἀπὸ τῶν σφαγῶν αὐτῶν ἀποδιατρίβωσιν.

77

.

14

.

2

οὐ μέντοι ἀλλὰ καὶ αὐτοὶ τὸ τῆς ἥττης ὄνομα πολλῶν χρημάτων ἀποδόμενοι συν‐ εχώρησαν αὐτῷ ἐς τὴν Γερμανίαν ἀπο‐ σωθῆναι. τού‐
5των γυναῖκες ἁλοῦσαι ὑπὸ τῶν Ῥωμαίων, ἐρωτήσαντος αὐτὰς τοῦ Ἀντωνίνου
10πότερον πραθῆναι ἢ φονευθῆναι βούλον‐ ται, τοῦθ’ εἵλοντο· ἔπειτ’ ἀπεμποληθεῖ‐
σαι πᾶσαι μὲν
15n[Xiphilinus]
15ἑαυτάς, εἰσὶ δ’ αἳ καὶ τὰ τέκνα ἀπέκτειναν. Xiph. 332, 31—333, 18 R. St.

77

.

14

.

3

ὅτι πολλοὶ καὶ τῶν παρ’ αὐτῷ τῷ ὠκεανῷ περὶ τὰς τοῦ Ἄλ‐ βιδος ἐκβολὰς οἰκούντων ἐπρεσβεύσαντο πρὸς αὐτὸν φιλίαν αἰτοῦν‐ τες, ἵνα χρήματα λάβωσιν. ἐπειδὴ γὰρ οὕτως ἐπεπράγει, συχνοὶ αὐτῷ ἐπέθεντο πολεμήσειν ἀπειλοῦντες, οἷς πᾶσι συνέθετο. καὶ
5γὰρ εἰ καὶ παρὰ γνώμην αὐτοῖς ἐλέγετο, ἀλλ’ ὁρῶντες τοὺς χρυ‐ σοῦς ἐδουλοῦντο· ἀληθεῖς γὰρ τοὺς χρυσοῦς αὐτοῖς ἐδωρεῖτο.

77

.

14

.

4

τοῖς δὲ δὴ Ῥωμαί‐ οις κίβδηλον καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεῖχεν·
5τὸ μὲν γὰρ ἐκ μολίβδου καταργυρούμενον, τὸ δὲ ἐκ χαλκοῦ κατα‐ χρυσούμενον ἐσκευάζετο. Exc. Val. 378 (p. 750), et (§ 4) Xiph. 333, 18—20 R. St.

77

.

15

.

1

ὅτι ὁ αὐτὸς τὰ μὲν ἄντικρυς ὡς καὶ καλὰ καὶ ἐπαίνου ἄξια, καὶ τὰ αἴσχιστα, ἐφανέρου, τὰ δὲ καὶ ἄκων δι’ αὐτῶν ὧν ἀντι‐ κατεσκεύαζεν ἐξέφαινεν, ὥσπερ που καὶ περὶ τῶν χρημάτων. Exc. Val. 379 (p. 750).

77

.

15

.

2

ὅτι πᾶσαν τὴν γῆν πᾶσαν δὲ τὴν θάλασσαν ἐπόρθησεν ὁ Ἀντωνῖνος, καὶ οὐδὲν ὅ τι τῶν ἁπάντων ἀκάκωτον κατέλιπεν.
Exc. Val. 380 (p. 750). ὅτι τὸν Ἀντωνῖνον ἔκφρονα καὶ παραπλῆγα αἱ τῶν πολεμίων
5ἐπῳδαὶ ἐπεποιήκεσαν· ἀκούοντες γάρ τινες τῶν Ἀλαμαννῶν ἔφασαν ὅτι μαγγανείαις τισὶν ἐπ’ ἐκπλήξει τῶν φρενῶν αὐτοῦ κέχρηνται.

77

.

15

.

3

ἐνόσει μὲν γὰρ καὶ τῷ σώματι τὰ μὲν ἐμφανέσι τὰ δὲ καὶ ἀρρή‐ τοις ἀρρωστήμασιν, ἐνόσει δὲ καὶ τῇ ψυχῇ πικροῖς τισι φαντά‐ σμασι, καὶ πολλάκις γε καὶ ἐλαύνεσθαι ὑπό τε τοῦ πατρὸς ὑπό

77

.

15

.

4

τε τοῦ ἀδελφοῦ ξιφηρῶν ἐδόκει. καὶ διὰ ταῦτα ἐψυχαγώγησε μέν, ὅπως τινὰ ἄκεσιν αὐτῶν λάβῃ, ἄλλας τέ τινας καὶ τὴν τοῦ πατρὸς τοῦ τε Κομμόδου ψυχήν, εἶπε δ’ οὐδεὶς οὐδὲν αὐτῷ πλὴν τοῦ Κομμόδου· τῷ γὰρ Σεουήρῳ καὶ ὁ Γέτας, ὥς φασι, καὶ ἄκλη‐
5τος ἐφέσπετο. οὐ μὴν οὐδὲ ἐκεῖνος ἐξέφηνεν ὠφελῆσαι αὐτόν, ἀλλὰ

77

.

15

.

5

καὶ πᾶν τοὐναντίον, ὥστε καὶ προσεκφοβῆσαι· ἔφη γὰρ ταῦτα, “στεῖχε δίκης ἆσσον, θεοῦ δίκης αἰτοῦσι Σεουήρῳ”, εἶθ’ ἕτερόν τι, καὶ ἐπὶ τελευτῆς
”〈ἐν〉 κρυφίοισι τόποισιν ἔχων δυσαλθέα νοῦσον”.
5 ἐπὶ μὲν δὴ τούτοις δημοσιευθεῖσι πολλοὶ ἐπηρεάσθησαν· ἐκείνῳ δὲ οὐδεὶς οὐδὲ τῶν θεῶν οὐδὲν οὔτε ἐς τὴν τοῦ σώ‐ ματος οὔτε ἐς τὴν τῆς ψυχῆς ἴασιν φέρον, καίτοι πάντας τοὺς

77

.

15

.

6

ἐπιφανεστάτους θεραπεύσαντι, ἔχρησεν. ἀφ’ οὗπερ ἐναργέστατα διεδείχθη ὅτι μήτε τοῖς ἀναθήμασι μήτε ταῖς θυσίαις ἀλλὰ τοῖς βουλήμασι καὶ ταῖς πράξεσιν αὐτοῦ προσεῖχον. οὔτε γὰρ ὁ Ἀπόλλων ὁ Γράννος οὔθ’ ὁ Ἀσκληπιὸς οὔθ’ ὁ Σάραπις καίπερ
5πολλὰ ἱκετεύσαντι αὐτῷ πολλὰ δὲ καὶ προσκαρτερήσαντι ὠφέ‐ λησεν. ἔπεμψε γὰρ αὐτοῖς καὶ ἀποδημῶν καὶ εὐχὰς καὶ θυσίας καὶ ἀναθήματα, καὶ πολλοὶ καθ’ ἑκάστην οἱ τοιοῦτό τι φέροντες

77

.

15

.

7

διέθεον· ἦλθε δὲ καὶ αὐτὸς ὡς καὶ τῇ παρουσίᾳ τι ἰσχύσων, καὶ ἔπραξεν πάνθ’ ὅσα οἱ θρησκεύοντές τι ποιοῦσιν, ἔτυχε δ’ οὐ‐ δενὸς τῶν ἐς ὑγίειαν τεινόντων. Exc. Val. 381 (p. 750), et (§ 3. 4) Xiph. 333, 21—28 R. St.

77

.

16

.

1

ὅτι λέγων εὐσεβέστατος πάντων ἀνθρώπων εἶναι περιττό‐ τητι μιαιφονιῶν κατεχρήσατο, τῶν ἀειπαρθένων τέσσαρας ἀπο‐ κτείνας, ὧν μίαν αὐτός, ὅτε γε καὶ ἐδύνατο, ᾐσχύγκει· ὕστερον

77

.

16

2,1

γὰρ ἐξησθένησεν πᾶσα αὐτῷ ἡ περὶ τὰ ἀφροδίσια ἰσχύς. ἀφ’ οὗπερ καὶ ἕτερόν τινα τρόπον αἰσχρουργεῖν ἐλέγετο, καὶ ἀπ’ αὐτοῦ καὶ ἕτεροι τῶν ὁμοιοτρόπων, οἳ οὐχ ὅτι ὡμολόγουν τοι‐ οῦτό τι ποιεῖν, ἀλλὰ καὶ ὑπὲρ τῆς σωτηρίας δὴ τῆς ἐκείνου
5πράττειν ταῦτα ἔφασκον. Exc. Val. 382 (p. 753) et (v. 15—18)
Xiph. 333, 28—31 R. St.

77

.

16

.

5

ὅτι νεανίσκος τις ἱππεὺς νόμισμα τὴν εἰκόνα αὐτοῦ ἐς πορνεῖον ἐσήνεγκεν, ἔδειξαν· ἐφ’ ᾧ δὴ τότε μὲν ὡς καὶ θανατωθησόμενος

77

.

16

2,2

ἐδέθη, ὕστερον δὲ τελευτῆσαι φθάσαντος αὐτοῦ ἀπελύθη. ἡ δὲ δὴ

77

.

16

.

3

κόρη αὕτη, περὶ ἧς λέγω, Κλωδία Λαῖτα ὠνομάζετο· ἥτις καὶ μέγα βοῶσα “οἶδεν αὐτὸς Ἀντωνῖνος ὅτι παρθένος εἰμί, οἶδεν αὐ‐ τὸς ὅτι καθαρεύω” ζῶσα κατωρύγη. καὶ συνεκοινώνησαν αὐτῇ καὶ ἕτεραι τρεῖς τῆς καταδίκης, 〈ὧν〉 αἱ μὲν δύο, Αὐρηλία τε Σεουῆρα
5καὶ Πομπωνία Ῥουφῖνα, ὁμοίως ἀπέθανον, Καννουτία δὲ Κρησκεν‐ τῖνα ἑαυτὴν ἄνωθεν ἀπὸ τῆς οἰκίας ἔρριψεν. Exc. Val. 383 (p. 753) et (v. 3—6) Xiph. 333, 31—334, 1 R. St.

77

.

16

.

4

ὅτι καὶ περὶ τῶν μοιχευόντων τὸ αὐτὸ ἐποίει· μοιχικώτατος γὰρ ἀνδρῶν, ἐς ὅσον γε καὶ ἠδυνήθη, γενόμενος τοὺς ἄλλους τοι‐ αύτην αἰτίαν ἔχοντας καὶ ἤχθαιρε καὶ ἐφόνευε παρὰ τὰ νενομισμένα. καὶ πᾶσι τοῖς ἀγαθοῖς ἀνδράσιν ἀχθόμενος τιμᾶν τινας αὐτῶν
5ἀποθανόντας ἐπλάττετο. Exc. Val. 384 (p. 754).

77

.

16

.

6

ὅτι Ἀντωνῖνος πᾶσιν ἐπετίμα καὶ ἐνεκάλει ὅτι οὐδὲν αὐτὸν ᾔτουν· καὶ ἔλεγε πρὸς πάντας “δῆλόν ἐστιν ὅτι οὐ θαρρεῖτέ μοι ἐξ ὧν μὴ αἰ‐ τεῖτέ με. εἰ δὲ μὴ θαρρεῖτε, ὑποπτεύετέ με, εἰ δὲ ὑποπτεύετε, φο‐ βεῖσθε, εἰ δὲ φοβεῖσθε, μισεῖτε”. ταῦτα δὲ πρόφασιν ἐπιβουλῆς ἐποιεῖτο.
5Petr. Patr. exc. Vat. 145 (p. 230 Mai. = p. 214, 1—6 Dind.)

77

.

16

6a

ὅτι Ἀντωνῖνος Κορνιφικίαν μέλλων ἀναιρεῖν, ὡς δῆθεν τιμῶν ἐκέλευσεν αὐτὴν ἑλέσθαι θάνατον ὃν βούλεται ἀποθανεῖν. ἡ δὲ κλαύ‐ σασα πολλά, καὶ μνησθεῖσα τοῦ πατρὸς Μάρκου καὶ τοῦ πάππου Ἀν‐ τωνίνου καὶ τοῦ ἀδελφοῦ Κομμόδου, τέλος ἐπήγαγεν ταῦτα “ὦ δυσ‐
5τυχὲς ψυχίδιον ἐν πονηρῷ σώματι καθειργμένον, ἔξελθε, ἐλευθερώθητι, δεῖξον αὐτοῖς ὅτι Μάρκου θυγάτηρ εἶ, κἂν μὴ θέλωσιν”. καὶ ἀποθε‐ μένη πάντα τὸν κόσμον ὃν περιεβέβλητο, καὶ εὐθετήσασα ἑαυτὴν τὰς φλέβας ἐπέτεμε καὶ ἀπέθανεν. Petr. Patr. exc. Vat. 146 (p. 230 Mai. = p. 214, 7—17 Dind.)

77

.

16

.

7

ὅτι ἐς τὴν Θρᾴκην ἀφίκετο ὁ Ἀντωνῖνος μηδὲν ἔτι τῆς Δακίας φροντίσας, καὶ τὸν Ἑλλήσποντον οὐκ ἀκινδύνως διαβαλὼν τόν τε Ἀχιλλέα καὶ ἐναγίσμασι καὶ περιδρομαῖς ἐνοπλίοις καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν ἐτίμησε, καὶ ἐπὶ τούτῳ ἐκείνοις τε, ὡς καὶ μέγα
5τι κατωρθωκόσι καὶ τὸ Ἴλιον ὡς ἀληθῶς αὐτὸ τὸ ἀρχαῖον ᾑρηκόσι, χρήματα ἔδωκε, καὶ αὐτὸν τὸν Ἀχιλλέα χαλκοῦν ἔστησεν. Exc. Val. 385 (p. 754).

77

.

16

.

8

ὅτι εἰς Πέργαμον ὁ Ἀντωνῖνος παραγενόμενος καί τινων ἀμφισ‐ βητούντων ἔδοξεν ἔκ τινος μαντείου ἔπος τοιοῦτον περιφέρειν,
“Τηλεφίης γαίης ἐπιβήσεται Αὐσόνιος θήρ”. καὶ ὅτι μὲν θὴρ ἐπεκλήθη, ἔχαιρε καὶ ἐσεμνύνετο καὶ πολλοὺς πάνυ
5ἀθρόως ἀνεῖλεν. ὁ δὲ τὸ ἔπος ποιήσας ἐγέλα καὶ ἔλεγεν ὅτι αὐτὸς τὸ ἔπος ἐποίησεν, ἐνδεικνύμενος ὅτι παρὰ πεπρωμένην οὐκ ἄν τις ἀποθάνοι, ἀλλ’ ἔστιν ἀληθὲς τὸ δημῶδες ὅτι ψεῦσται καὶ ἀπατεῶνες οὐδ’ ἂν ἀλη‐ θὲς εἴπωσί ποτε πιστεύονται. Petr. Patr. exc. Vat. 147 (p. 230 sq. Mai. = p. 214, 18—28 Dind.)

77

.

17

.

1

ἐδίκαζε μὲν οὖν ἤ τι ἢ οὐδέν, τὸ δὲ δὴ πλεῖστον τοῖς τε ἄλλοις καὶ τῇ φιλοπραγμοσύνῃ ἐσχόλαζε. πάντα γὰρ δή οἱ πανταχόθεν καὶ τὰ βραχύτατα ἀνηγγέλλετο· καὶ διὰ τοῦτο καὶ τοὺς στρατιώτας τοὺς ὠτακουστοῦντάς τε καὶ διοπτεύοντας αὐτὰ προσέταξεν ὑπὸ

77

.

17

.

2

μηδενὸς πλὴν ὑφ’ ἑαυτοῦ κολάζεσθαι. καὶ ἐγένετο κατὰ τοῦτο οὐ‐ δὲν χρηστόν, ἀλλ’ ἐτυράννησαν ἡμῶν καὶ ἐκεῖνοι. καὶ ὅ γε μάλιστα καὶ ἀσχημονέστατον καὶ ἀναξιώτατον καὶ τῆς γερουσίας καὶ τοῦ δήμου Ῥωμαίων ἐγένετο, καὶ εὐνοῦχος ἡμῶν, τὸ γένος Ἴβηρ, τὸ δὲ
5ὄνομα Σεμπρώνιος Ῥοῦφος, τὸν δὲ δὴ τρόπον φαρμακεὺς καὶ γόης, ἐφ’ ᾧ δὴ καὶ ὑπὸ Σεουήρου ἐς νῆσον κατεκέκλειτο, κατεκράτησε.

77

.

17

.

3

καὶ ὁ μὲν ἔμελλέ που δίκην ἐπὶ τούτῳ δώσειν ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐνδείξαντές τινας· ἐκεῖνος δὲ ἐπήγγελλε μὲν ὡς καὶ μετὰ τὴν ἕω αὐτίκα δικάσων ἢ καὶ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ ἡμᾶς καὶ ὑπὲρ τὴν μεσημβρίαν καὶ πολλάκις καὶ μέχρι τῆς ἑσπέρας,
5μηδὲ ἐς τὰ πρόθυρα ἐσδεχόμενος ἀλλ’ ἔξω που ἑστῶτας· ὀψὲ γάρ

77

.

17

.

4

ποτε ἔδοξεν αὐτῷ μηκέτι μηδ’ ἀσπάζεσθαι ἡμᾶς ὡς πλήθει. ἐν δὲ τούτῳ τά τε ἄλλα ἐφιλοπραγμόνει ὥσπερ εἶπον, καὶ ἅρματα ἤλαυνε θηρία τε ἔσφαζε καὶ ἐμονομάχει καὶ ἔπινε καὶ ἐκραιπάλα, καὶ τοῖς στρατιώταις τοῖς τὴν ἔνδον αὐτοῦ φρουρὰν ἔχουσι καὶ κρατῆρας
5πρὸς τῇ ἄλλῃ τροφῇ ἐκεράννυε καὶ κύλικας παρόντων καὶ ἡμῶν καὶ ὁρώντων διέπεμπε, καὶ μετὰ τοῦτο ἔστιν ὅτε καὶ ἐδίκαζε.

77

.

18

.

1

ταῦτά τε ἐν τῇ Νικομηδείᾳ χειμάσας ἔπραξε, καὶ τὴν φάλαγγα τὴν Μακεδονικὴν ἐξήσκησε, μηχανήματά τε δύο μέγιστα πρός τε τὸν Ἀρμενικὸν καὶ πρὸς τὸν Παρθικὸν πόλεμον κατεσκεύασεν, ἵνα διαλύσας αὐτὰ ἐπὶ πλοίων ἐς τὴν Συρίαν ἀποκομίσῃ. τὰ δὲ ἄλλα

77

.

18

.

2

ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν. οὐδὲ ἐπεί‐ θετο οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῇ μητρὶ πολλὰ καὶ χρηστὰ παραινούσῃ, καίτοι καὶ τὴν τῶν βιβλίων τῶν τε ἐπιστολῶν ἑκατέρων, πλὴν τῶν πάνυ ἀναγκαίων, διοίκησιν αὐτῇ ἐπιτρέψας,
5καὶ τὸ ὄνομα αὐτῆς ἐν ταῖς πρὸς τὴν βουλὴν ἐπιστολαῖς ὁμοίως τῷ τε ἰδίῳ καὶ τῷ τῶν στρατευμάτων, ὅτι σώζεται, μετ’ ἐπαίνων

77

.

18

.

3

πολλῶν ἐγγράφων. τί γὰρ δεῖ λέγειν ὅτι καὶ ἠσπάζετο δημοσίᾳ πάντας τοὺς πρώτους καθάπερ καὶ ἐκεῖνος; ἀλλ’ ἡ μὲν καὶ μετὰ τούτων ἔτι μᾶλλον ἐφιλοσόφει, ὁ δὲ ἔλεγε μὲν μηδενὸς ἔξω τῶν ἀναγκαίων προσδεῖσθαι, καὶ ἐπὶ τούτῳ καὶ ἐσεμνύνετο ὡς ὅτι εὐ‐
5τελεστάτῃ τῇ διαίτῃ χρῆσθαι δυνάμενος, ἦν δὲ οὐδὲν οὐκ ἐπίγειον, οὐ θαλάττιον, οὐκ ἀέριον, ὃ μὴ οὐ καὶ ἰδίᾳ καὶ δημοσίᾳ αὐτῷ

77

.

18

.

4

παρείχομεν. καὶ ἀπ’ αὐτῶν ἐλάχιστα μὲν τοῖς φίλοις τοῖς συνοῦσίν οἱ ἀνήλισκεν (οὐδὲ γὰρ συσσιτεῖν ἔθ’ ἡμῖν ἤθελεν), τὰ δὲ δὴ πλείω μετὰ τῶν ἐξελευθέρων ἐδαπάνα. τοῖς δὲ μάγοις καὶ γόησιν οὕτως ἔχαιρεν ὡς καὶ Ἀπολλώνιον τὸν Καππαδόκην τὸν ἐπὶ τοῦ Δομιτια‐
5νοῦ ἀνθήσαντα ἐπαινεῖν καὶ τιμᾶν, ὅστις καὶ γόης καὶ μάγος ἀκρι‐ βὴς ἐγένετο, καὶ ἡρῷον αὐτῷ κατασκευάσαι. Xiph. 334, 1—335, 9 R. St. et (v. 12—18) Exc. Val. 386 (p. 754).

77

.

19

.

1

ἐκστρατεύσαντι δὲ αὐτῷ κατὰ τῶν Πάρθων πρόφασις τοῦ πολέμου ἦν ὅτι Οὐολόγαισος τόν τε Τιριδάτην καὶ Ἀντίοχόν τινα
μετ’ αὐτοῦ ἐξαιτήσαντι αὐτῷ οὐκ ἐξέδωκεν. ὁ δὲ Ἀντίοχος Κίλιξ μὲν ἦν καὶ φιλοσοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο, καὶ πλεῖστά

77

.

19

.

2

γε ἐκ τούτου τοὺς στρατιώτας ἐν τῷ πολέμῳ ὠφέλησεν· ἀπαλ‐ γοῦντας γὰρ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν, ἔς τε τὴν χιόνα ῥίπτων ἑαυτὸν καὶ ἐν αὐτῇ καλινδούμενος, ὅθενπερ καὶ χρημάτων καὶ τιμῶν καὶ παρ’ αὐτοῦ τοῦ Σεουήρου καὶ παρὰ τοῦ
5Ἀντωνίνου ἔτυχεν· ἐπαρθεὶς δὲ ἐπὶ τούτοις τῷ Τιριδάτῃ συν‐ εξητάσθη, καὶ μετ’ αὐτοῦ πρὸς τὸν Πάρθον ηὐτομόλησε. Xiph. 335, 9—18 R. St., et (inde a p. 397 v. 25) Exc. Val. 387 (p. 754) unde Suid. s. v. Ἀντίοχος ὁ αὐτόμολος et ἀπαλγοῦντες.

77

.

20

2,2

ὅτι ὁ Ἀντωνῖνος ἑαυτὸν διέβαλε, φάσκων ὅτι τῶν Κελτῶν τὴν θρασύτητα καὶ τὴν ἀπληστίαν τήν τε ἀπιστίαν, ἀνάλωτον οὖ‐ σαν βίᾳ, ἀπατήσας εἰλήφει. Exc. Val. 388 (p. 754).

77

.

20

.

3

ὅτι ὁ αὐτὸς τὸν 〈μὲν〉 Λουσκῖνον τὸν Φαβρίκιον ἐπῄνει ὅτι μὴ ἠθέλησε τὸν Πύρρον διὰ τοῦ φίλου αὐτοῦ δολοφονῆσαι, ἐμεγαλο‐ φρονεῖτο δὲ ἐπὶ τῷ τοὺς Οὐανδίλους καὶ τοὺς Μαρκομάνους φίλους ὄντας ἀλλήλοις συγκεκρουκέναι, καὶ ὅτι καὶ τὸν τῶν Κουάδων βα‐

77

.

20

.

4

σιλέα Γαϊοβόμαρον κατηγορηθέντα ἀπεκτόνει. καὶ ὅτι τῶν συνόντων τις καὶ συγκατηγορουμένων αὐτῷ προαπήγξατο, ἐπέτρεψε τοῖς βαρ‐ βάροις τὸν νεκρὸν αὐτοῦ κατατρῶσαι, ἵν’ ὡς καὶ καταδεδικασμένος ἐσφάχθαι, ἀλλὰ μὴ ἑκουσίως, ὅπερ εὔδοξον παρ’ αὐτοῖς ἐνομίζετο,
5τετελευτηκέναι νομισθείη. Exc. Val. 389 (p. 754). ὅτι Καικίλιον Αἰμιλιανὸν τῆς Βαιτικῆς ἄρξαντα ὡς καὶ τῷ Ἡρακλεῖ τῷ ἐν τοῖς Γαδείροις χρησάμενον ἀπέκτεινεν. Exc. Val. 390 (p. 757).

77

.

19

.

3

πρὶν δὲ ἀπᾶραι ἀπὸ Νικομηδείας, ἀγῶνα μονομαχίας ἐν αὐτῇ ἐπὶ τοῖς ἑαυτοῦ γενεθλίοις ἐποίησεν· οὐδὲ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῶν φόνων ἀπείχετο. ἔνθα λέγεται, ἡττηθέντος τινὸς καὶ ἱκετεύ‐

77

.

19

.

4

οντος αὐτὸν ὅπως σωθῇ, τὸν Ἀντωνῖνον εἰπεῖν “ἄπελθε καὶ τοῦ ἀντιπάλου δεήθητι· ἐμοὶ γὰρ οὐκ ἔξεστί σου φείσασθαι”. καὶ οὕτως ὁ ἄθλιος, τάχ’ ἂν ὑπὸ τοῦ ἀνταγωνιστοῦ σωθεὶς εἰ μὴ τοῦτο εἴρητο, διεφθάρη· οὐ γὰρ ἐτόλμησεν αὐτὸν ἀφεῖναι, ἵνα μὴ
5καὶ φιλανθρωπότερος τοῦ αὐτοκράτορος εἶναι δόξῃ.

77

.

20

.

1

καὶ μέντοι τοιαῦτα ποιῶν, καὶ ἐν τῇ Ἀντιοχείᾳ τρυφῶν ὥστε καὶ τὸ γένειον πάνυ ψιλίζεσθαι, αὐτός τε ὠδύρετο ὡς 〈ἐν〉 μεγάλοις δή τισι καὶ πόνοις καὶ κινδύνοις ὤν, καὶ τῇ γερουσίᾳ ἐπετίμα, τά τε ἄλλα ῥᾳστωνεύειν σφᾶς λέγων 〈καὶ〉 μήτε συνιέναι προθύμως

77

.

20

2,1

μήτε κατ’ ἄνδρα τὴν γνώμην διδόναι. καὶ τέλος ἔγραψεν ὅτι οἶδα μὲν ὅτι οὐκ ἀρέσκει τὰ ἐμὰ ὑμῖν· διὰ τοῦτο μέντοι καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μηδὲν τῶν λογοποιουμένων ἐπιστρέφωμαι.

77

.

21

.

1

τοῦ δὲ Πάρθου φοβηθέντος καὶ τὸν Τιριδάτην καὶ τὸν Ἀν‐ τίοχον ἐκδόντος, ἀφῆκε τὴν στρατείαν ἐν τῷ παραυτίκα. ἐς δὲ τοὺς Ἀρμενίους στείλας τὸν Θεόκριτον μετὰ στρατιᾶς ἰσχυρῶς ἔπταισε παρ’ αὐτῶν ἡττηθείς. Xiph. 335, 18—336, 3 R. St.

77

.

21

.

2

ὅτι Θεόκριτος ὁ Καισάρειος, δι’ οὗ ὀρχεῖσθαι ὁ Ἀντωνῖνος μεμάθηκεν, καὶ παιδικὰ τοῦ Σαωτέρου ἐγεγόνει καὶ κατὰ τοῦτο καὶ ἐς τὸ τῶν Ῥωμαίων θέατρον ἐσῆκτο. ἐπεὶ δὲ κακῶς ἐν αὐτῷ ἐφέρετο, ἐκ μὲν τῆς Ῥώμης ἐξέπεσεν, ἐς δὲ τὸ Λούγδουνον ἐλθὼν
5ἐκείνους ἅτε καὶ ἀγροικοτέρους ἔτερπε, καὶ ἐκ δούλου καὶ ἐξ ὀρχηστοῦ καὶ στρατιάρχης καὶ ἔπαρχος ἐγένετο. Exc. Val. 391 (p. 757).
10[Xiphilinus] ἦν δὲ ὁ Θεόκριτος ἐκ δούλου γεγονὼς καὶ τῇ ὀρχήστρᾳ ἐμ‐ παιδοτριβηθείς, ἐς τοσαύτην μέντοι ἤλασε δυναστείαν παρ’
15Ἀντωνίνῳ ὡς μηδὲν εἶναι ἄμφω πρὸς αὐτὸν τοὺς ἐπάρχους. τὰ δ’ ἴσα αὐτῷ καὶ Ἐπάγαθος, Καισάρειος καὶ αὐτὸς ὤν, καὶ ἠδύνατο

77

.

21

.

3

καὶ παρηνόμει. ὁ γοῦν Θεόκριτος (διεφοίτα γὰρ ἄνω καὶ κάτω τῆς τῶν ἐπιτηδείων καὶ παρασκευῆς καὶ καπηλείας ἕνεκεν) συχνοὺς διά τε ταῦτα καὶ ἄλλως ἀπέκτεινε· μεθ’ ὧν καὶ Τιτιανὸς Φλάουιος

77

.

21

.

4

ἐφονεύθη. ἐπιτροπεύων γὰρ ἐν τῇ Ἀλεξανδρείᾳ προσέπταισέ τι αὐτῷ, κἀκεῖνος ἀναπηδήσας ἐκ τοῦ βάθρου τὸ ξίφος ἐσπάσατο· ἐφ’ ᾧ ὁ Τιτιανός “καὶ τοῦτο” εἶπεν “ὡς ὀρχηστὴς ἐποίησας”. ὅθεν ἐκεῖνος ὑπεραγανακτήσας ἀποσφαγῆναι αὐτὸν ἐκέλευσεν.

77

.

22

.

1

ὁ δὲ Ἀντωνῖνος, καίτοι τὸν Ἀλέξανδρον ὑπεραγαπᾶν φάσκων, τοὺς ἐκείνου πολίτας μικροῦ δεῖν πάντας ἄρδην ἀπώλεσεν. ἀκούων γὰρ ὅτι διαβάλλοιτο καὶ σκώπτοιτο παρ’ αὐτῶν ἐπί τε τοῖς ἄλλοις καὶ οὐχ ἥκιστα τῇ ἀδελφοκτονίᾳ, ὥρμησεν ἐπὶ τὴν Ἀλεξάν‐
5δρειαν, ἐπικρυπτόμενος τὴν ὀργὴν καὶ ποθεῖν αὐτοὺς προσποιούμε‐

77

.

22

.

2

νος. ἐπεὶ δὲ ἐς τὸ προάστειον ἦλθε, τοὺς μὲν πρώτους αὐτῶν μεθ’ ἱερῶν τινων ἀπορρήτων ἐλθόντας δεξιωσάμενος ὡς καὶ συνεστίους ποιῆσαι ἀπέκτεινε, μετὰ δὲ τοῦτο πάντα τὸν στρατὸν ἐξοπλίσας ἐς τὴν πόλιν ἐνέβαλε, πᾶσι μὲν τοῖς τῇδε ἀνθρώποις προπαραγγείλας
5οἴκοι μένειν, πάσας δὲ τὰς ὁδοὺς καὶ προσέτι καὶ τὰ τέγη προκατα‐

77

.

22

.

3

σχών. καὶ ἵνα τὰς κατὰ μέρος συμφορὰς τὰς τότε κατασχούσας τὴν ἀθλίαν πόλιν παρῶ, τοσούτους κατέσφαξεν ὥστε μηδὲ εἰπεῖν περὶ τοῦ πλήθους αὐτῶν τολμῆσαι, ἀλλὰ καὶ τῇ βουλῇ γράψαι ὅτι οὐ‐ δὲν διαφέρει πόσοι σφῶν ἢ τίνες ἐτελεύτησαν· πάντες γὰρ τοῦτο
5παθεῖν ἄξιοι ἦσαν. τῶν δὲ χρημάτων τὰ μὲν διηρπάσθη τὰ δὲ

77

.

23

.

1

διεφθάρη. συναπώλοντο δ’ οὖν αὐτοῖς καὶ τῶν ξένων πολλοί, καὶ συχνοί γε τῶν μετὰ 〈τοῦ〉 Ἀντωνίνου ἐλθόντων ἀγνοίᾳ συνδιεφθάρη‐ σαν· τῆς τε γὰρ πόλεως μεγάλης οὔσης, καὶ τῶν ἀνθρώπων ἐν πάσῃ ἅμα αὐτῇ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φονευομένων, οὐδένα,
5οὐδὲ εἰ πάνυ τις ἐβούλετο, διακρῖναι ἠδύνατο, ἀλλὰ καὶ ἔθνησκον ὥς που ἔτυχον, καὶ τὰ σώματά σφων αὐτίκα ἐς τάφρους βαθείας ἐνεβάλλετο, ὅπως ἀφανὲς ᾖ τοῖς λοιποῖς τὸ μέγεθος τῆς συμφορᾶς.

77

.

23

.

2

ταῦτα μὲν οἱ ἐπιχώριοι ἔπαθον, οἱ δὲ δὴ ξένοι πάντες ἐξηλάθησαν πλὴν τῶν ἐμπόρων, καὶ δῆλον ὅτι καὶ τὰ ἐκείνων πάντα διηρπάσθη· καὶ γὰρ καὶ ἱερά τινα ἐσυλήθη. καὶ τούτων τὰ μὲν πλείω αὐτὸς ὁ Ἀντωνῖνος παρὼν καὶ ὁρῶν ἐποίει, τὰ δὲ καὶ ἐκ τοῦ Σεραπείου
5προσέταττέ τισιν· ἐν γὰρ τῷ τεμένει διῃτᾶτο κἀν ταῖς τῶν μιαι‐ φονιῶν αὐτῶν νυξὶ καὶ ἡμέραις. Xiph. 336, 3—337, 9 R. St.

77

.

23

2a

(ὅτι τοὺς Ἀλεξανδρεῖς ἀποσφάττων ὁ Ἀντωνῖνος, καὶ ἐν τῷ τεμένει διαιτώμενος,) ἐπέστειλε τῇ γερουσίᾳ ὅτι ἥγνευσεν ἐν αὐ‐ ταῖς ἐν αἷς τά τε βοσκήματα ἅμα τῷ θεῷ καὶ τοὺς ἀνθρώπους ἑαυτῷ ἔθυεν. Exc. Val. 392 (p. 757).

77

.

23

.

3

καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ τὸ ξίφος δι’ οὗ τὸν ἀδελφὸν ἀπεκτόνει, ἀναθεῖναι τῷ θεῷ ἐτόλμησεν; ἐκ δὲ τούτου τάς τε θέας καὶ τὰ συσσίτια τῶν Ἀλεξανδρέων καταλύσας τὴν Ἀλεξάν‐ δρειαν διατειχισθῆναί τε καὶ φρουρίοις διατειχισθῆναι ἐκέλευσεν,

77

.

23

.

4

ὅπως μηκέτ’ ἀδεῶς παρ’ ἀλλήλους φοιτῷεν. τοιαῦτα περὶ τὴν ταλαίπωρον Ἀλεξάνδρειαν ἔδρασεν ὁ Αὐσόνιος θήρ, ὡς τὸ ἀκρο‐ τελεύτιον τοῦ περὶ αὐτοῦ χρησμοῦ τοῦτον ὠνόμασεν, ᾧ καὶ χαί‐ ρειν ἔφασαν αὐτόν, τῇ τοῦ θηρὸς κλήσει καλλωπιζόμενον, εἰ καὶ
5πολλοὺς προφάσει τοῦ χρησμοῦ ἐφόνευσεν ὡς προενεγκαμένους
αὐτόν. Xiph. 337, 9—17 R. St., et (v. 18. 19) Exc. Val. 393 (p. 757).

77

.

24

.

1

ὅτι ὁ αὐτὸς τοῖς στρατιώταις ἆθλα τῆς στρατείας, τοῖς μὲν ἐν τῷ δορυφορικῷ τεταγμένοις ἐς χιλίας διακοσίας πεντήκοντα, τοῖς δὲ πεντακισχιλίας λαμβάνειν, ... Exc. Val. 394 (p. 757).

77

.

24

.

2

ὅτι ὁ σώφρων ἐκεῖνος, ὥς γε καὶ ἔλεγεν, ὁ τῆς τῶν ἄλλων ἀσελγείας ἐπιτιμητής, αἰσχίστου τε ἅμα καὶ δεινοτάτου τολμήματος γενομένου ἔδοξε μὲν ὀργὴν πεποιῆσθαι, τῷ δὲ δὴ μήτ’ ἐκείνῃ κατ’ ἀξίαν ἐπελθεῖν καὶ τοῖς νεανίσκοις προσεπιτρέψαι ποιεῖν ἃ μηδεὶς
5μέχρι τότε ἐτετολμήκει, πολύ σφισιν ἐλυμήνατο μιμησαμένοις τὰ τῶν ἑταιρῶν γυναικῶν καὶ τὰ τῶν ἀνδρῶν τῶν γελωτοποιῶν. Exc. Val. 395 (p. 757).

77

.

24

.

3

ὅτι ἐπὶ τῇ θέᾳ τῇ Κουλήνῃ ἐπηγορία πολλὴ οὐχ ὅτι τοῖς ποιοῦσιν ἐκεῖ τι τῶν εἰωθότων ἀλλὰ καὶ τοῖς ὁρῶσιν ἐγίγνετο.
Exc. Val. 396 (p. 757).

78

.

1

.

1

μετὰ δὲ ταῦτα ἐς τοὺς Πάρθους στρατεύσας πρόφασιν ὅτι οὐκ ἠθέλησεν αὐτῷ ὁ Ἀρτάβανος τὴν θυγατέρα μνηστευσαμένῳ συνοι‐ κίσαι (καὶ γὰρ εὖ ἠπίστατο ὅτι λόγῳ μὲν ἐκείνην γῆμαι, ἔργῳ δὲ τὴν τῶν Πάρθων βασιλείαν παρασπάσασθαι ἐπεθύμει), πολλὰ μὲν

78

.

1

.

2

τῆς χώρας τῆς περὶ τὴν Μηδίαν, ἅτε καὶ ἐξαπιναίως ἐμπεσὼν ἐς αὐτήν, ἐκάκωσε, πολλὰ δὲ καὶ τείχη ἐπόρθησε, τά τε Ἄρβηλα παρ‐ εστήσατο, καὶ τὰ μνημεῖα τὰ βασιλικὰ τῶν Πάρθων ἀνορύξας τὰ ὀστᾶ ἔρριψεν· οἱ γὰρ Πάρθοι οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθον. οὔκουν

78

.

1

.

3

οὐδὲ ἔσχον τι ἐξαίρετον περὶ τῶν τότε πραχθέντων συγγράψαι, πλὴν ὅτι δύο στρατιῶται ἀσκὸν οἴνου ἁρπάσαντες προσῆλθον αὐτῷ, ἰδιούμενος ὅλον ἑκάτερος τὸ λάφυρον, καὶ κελευσθέντες ὑπ’ αὐτοῦ νείμασθαι τὸν οἶνον τά τε ξίφη ἐσπάσαντο καὶ τὸν ἀσκὸν διέτεμον
5ὡς καὶ ἐξ ἡμισείας αὐτὸν μετὰ τοῦ οἴνου ληψόμενοι. οὕτω γὰρ

78

.

1

.

4

καὶ τὸν αὐτοκράτορά σφων ᾐδοῦντο ὥστ’ αὐτῷ καὶ περὶ τῶν τοι‐ ούτων ἐνοχλεῖν, καὶ φρονήσει ἐχρῶντο ὡς καὶ τὸν ἀσκὸν καὶ τὸν οἶνον ἀπολέσαι. οἱ μὲν οὖν βάρβαροι ἐς τὰ ὄρη καὶ ὑπὲρ τὸν Τί‐ γριν ἀπέφυγον, ἵνα παρασκευάσωνται· ὁ δὲ δὴ Ἀντωνῖνος τοῦτο

78

.

1

.

5

μὲν ἀπεκρύπτετο, ὡς δὲ δὴ καὶ παντελῶς αὐτῶν, οὓς μηδὲ ἑωρά‐ κει, κεκρατηκὼς ἐσεμνύνετο, καὶ μάλιστα ὅτι λέων τις ἐξαίφνης ἐξ ὄρους καταδραμὼν συνεμάχησεν αὐτῷ, ὡς αὐτὸς ἐπέστειλεν. οὐ

78

.

2

.

1

μόνον δὲ τὰ ἄλλα ἐκδιῃτᾶτο καὶ παρηνόμει καὶ ἐν αὐταῖς ταῖς στρατείαις (ἀλλὰ καί τινα ἰδίαν κ.τ.λ. c. 3. 3). Xiph. 337, 17—338,
6 R. St.

78

.

2

.

2

ἀλλ’ ἀλήθεια· καὶ γὰρ τῷ βιβλίῳ τῷ περὶ αὐτοῦ γραφέντι οἱ ἐνέτυχον. οὕτω γάρ που πρὸς πάντας τοὺς βουλευτὰς διακείμενος συνῄδει ὥστε μηδ’ ἐγκαλουμένων τι πολλῶν τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τούς τε φίλους αὐτῶν τοὺς πάνυ συλλαμβάνεσθαί
5τε ὑπ’ αὐτοῦ καὶ διὰ βασάνων ἐρωτᾶσθαι “εἰ ἄρα ὁ δεῖνά με φιλεῖ”

78

.

2

.

3

ἢ “ὁ δεῖνά με μισεῖ”; καὶ γάρ τοι καὶ τὰ τῶν ἀστέρων διαγράμ‐ ματα, καθ’ ἃ ἐγεγέννητό τις τῶν πρώτων τῶν παρ’ αὐτῷ, ἐτεκ‐ μαίρετο, ὡς ἔλεγεν, τόν τε οἰκείως οἱ καὶ τὸν ἀλλοτρίως ἔχοντα, καὶ πολλοὺς καὶ ἐκ τούτων τοὺς μὲν ἐτίμα τοὺς δ’ ἀπώλλυεν.

78

.

3

.

1

τῶν δ’ οὖν Πάρθων τῶν τε Μήδων δεινῶς ἐφ’ οἷς ἐπεπόνθεσαν
ἀγανακτησάντων καὶ χεῖρα πολλὴν παρασκευαζομένων ἐν παντὶ δέους ἐγένετο· θρασύτατος μὲν γὰρ ἀπειλῆσαί τι καὶ προπετέστατος τολμῆ‐ σαι, δειλότατος δὲ διακινδυνεῦσαί πῃ καὶ ἀσθενέστατος πονῆσαι ἦν.

78

.

3

.

2

οὕτω γὰρ οὔτε τὸ καῦμα οὔθ’ ὅπλα φέρειν ἔτι ἐδύνατο ὥστε καὶ τοὺς χειριδωτοὺς χιτῶνας ἐς θώρακος τρόπον τινὰ εἶδος πεποιημέ‐ νους ἐνδύνειν, ἵνα τὴν τοῦ ὅπλου δόξαν χωρὶς τοῦ βάρους αὐτοῦ ἔχων μήτε ἐπιβουλεύηται καὶ θαυμάζηται. καὶ αὐτοῖς καὶ ἄνευ

78

.

3

.

3

μάχης πολλάκις ἐχρῆτο. χλαμύδα τε τοτὲ μὲν ὁλοπόρφυρον τοτὲ δὲ μεσόλευκον, ἔστι δ’ ὅτε καὶ μεσοπόρφυρον, ὥσπερ καὶ ἐγὼ εἶδον, ἐφόρει. ἐν γὰρ τῇ Συρίᾳ τῇ τε Μεσοποταμίᾳ Κελτικοῖς καὶ ἐσθή‐ μασιν καὶ ὑποδήμασιν ἐχρήσατο. καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς
5πως κατακόπτων καὶ συρράπτων ἐς μανδύης τρόπον προσεπεξεῦρεν, καὶ αὐτός τε συνεχέστατα αὐτὴν ἐνέδυνεν, ὥστε καὶ Καράκαλλος διὰ τοῦτο ἐπικληθῆναι, καὶ τοὺς στρατιώτας μάλιστα ἀμφιέννυσθαι

78

.

3

.

4

ἐκέλευεν. αὐτόν τε οὖν τοιοῦτον οἱ βάρβαροι ὁρῶντες ὄντα, καὶ ἐκείνους πολλοὺς μὲν ἀκούοντες εἶναι, ἐκ δὲ δὴ τῆς προτέρας τρυ‐ φῆς (τά τε γὰρ ἄλλα καὶ ἐν οἰκίαις ἐχείμαζον, πάντα τὰ τῶν ξε‐ νοδοκούντων σφᾶς ὡς καὶ ἴδια ἀναλίσκοντες) καὶ ἐκ τῶν πόνων
5τῆς τε ταλαιπωρίας τῆς τότε αὐτοῖς παρούσης οὕτω καὶ τὰ σώματα

78

.

3

.

5

τετρυχωμένους καὶ τὰς ψυχὰς τεταπεινωμένους ὥστε μηδὲν τῶν λημμάτων ἔτι, ἃ πολλὰ ἀεὶ παρ’ αὐτοῦ ἐλάμβανον, προτιμᾶν, αἰσθόμενοι, ἐπήρθησαν ὡς καὶ συναγωνιστὰς αὐτοὺς ἀλλ’ οὐ πο‐

78

.

4

.

1

λεμίους ἕξοντες, κ .......... μάζοντος ...... Ἀντωνῖνος ἀντιπαρεσκευάζετο· οὐ μέντοι καὶ πολεμῆσαι αὐτῷ ἐξεγένετο, ἀλλ’ ἐν μέσοις τοῖς στρατιώταις, οὓς μάλιστα ἐτίμα καὶ οἷς ἰσχυρῶς ἐθάρρει, κατεσφάγη. ἐπειδὴ γὰρ μάντις τις ἐν τῇ Ἀφρικῇ εἶπεν,
5ὥστε καὶ δημοσιευθῆναι, ὅτι καὶ τὸν Μακρῖνον τὸν ἔπαρχον καὶ τὸν

78

.

4

.

2

υἱὸν αὐτοῦ Διαδουμενιανὸν αὐταρχῆσαι δεῖ, καὶ τοῦτο ἐκεῖνός τε ἐς τὴν Ῥώμην ἀναπεμφθεὶς Φλαουίῳ Ματερνιανῷ τῷ τότε τῶν ἐν τῷ ἄστει στρατιωτῶν ἄρχοντι ἐξέφηνε, καὶ ὃς τῷ Ἀντωνίνῳ παραχρῆμα ἐπέστειλεν, καὶ συνέβη ταῦτα μὲν τὰ γράμματα ἐς τὴν
5Ἀντιόχειαν πρὸς τὴν μητέρα τὴν Ἰουλίαν παραπεμφθῆναι, ἐπειδὴ

78

.

4

.

3

ἐκεκέλευστο αὐτὴ πάντα τὰ ἀφικνούμενα διαλέγειν ἵνα μὴ μάτην οἱ ὄχλος γραμμάτων ἐν τῇ πολεμίᾳ ὄντι πέμπηται, ἕτερα δὲ ὑπὸ Οὐλπίου Ἰουλιανοῦ τοῦ τότε τὰς τιμήσεις ἐγκεχειρισμένου δι’ ἄλ‐ λων γραμματοφόρων ὀρθὴν πρὸς τὸν Μακρῖνον, δηλοῦντα τὰ
5γιγνόμενα, ἀφικέσθαι, καὶ κατὰ τοῦτο τοῖς μὲν πρὸς τὸν αὐτο‐

78

.

4

.

4

κράτορα γραφεῖσι διατριβὴν γενέσθαι, τὰ δὲ ἐκείνῳ ἐπισταλέντα φθῆναι ἀναγνωσθέντα αὐτῷ, ἐφοβήθη τε ὁ Μακρῖνος μὴ καὶ δια‐ φθαρῇ ὑπ’ αὐτοῦ διά τε τοῦτο καὶ ὅτι Σεραπίων τις Αἰγύπτιος ἄντικρυς τῷ Ἀντωνίνῳ πρὸ ὀλίγων ἡμερῶν εἰρήκει ὅτι τε ὀλιγοχρό‐
5νιος ἔσοιτο καὶ ὅτι ἐκεῖνος αὐτὸν διαδέξοιτο, καὶ οὐκ ἀνεβάλετο.

78

.

4

.

5

ὁ μὲν γὰρ Σεραπίων ἐπὶ τούτῳ τὸ μὲν πρῶτον λέοντι παρεβλήθη, ἐπεὶ δ’ οὐχ ἥψατο αὐτοῦ τὴν χεῖρα μόνον, ὥς φασι, προτείναντος, ἐφονεύθη, δυνηθεὶς ἄν, ὥς γε ἔφη, μηδὲ τοῦτο παθεῖν δαιμόνων

78

.

5

.

1

τινῶν ἐπικλήσει, εἰ μίαν ἡμέραν ἐπεβεβιώκει. ὁ δὲ δὴ Μακρῖνος
ἔπαθε μὲν οὐδέν, ἔσπευσε δ’ ὑποπτεύσας ἀπολεῖσθαι, ἄλλως τε ὅτι καὶ τοὺς ἑταίρους αὐτοῦ τοὺς συνόντας ὁ Ἀντωνῖνος ἐξαίφνης, ...... τῶν γενεθλίων αὐτοῦ, ἄλλον κατ’ ἄλλην πρόφασιν, ὡς

78

.

5

.

2

καὶ τιμῶν, ἀπέωστο ........ ταλα | .............. της | .............. ιτης | ............... ου | ........ ....... πεπρωμένον αὐτῷ λήψεσθαι προσδοκῶν, καὶ τὸ παρω‐ νύμιον ἀπ’ αὐτοῦ τούτου ἐπεποίητο. κἀκ τούτου δύο τε χιλιάρχους
5τῶν ἐν τῷ δορυφορικῷ τεταγμένων, Νεμεσιανόν τε καὶ Ἀπολλινά‐

78

.

5

.

3

ριον ἀδελφοὺς Αὐρηλίους, καὶ Ἰούλιον Μαρτιάλιον ἔν τε τοῖς ἀνα‐ κλήτοις στρατευόμενον καὶ ὀργὴν οἰκείαν τῷ Ἀντωνίνῳ ἔχοντα ὅτι

78

.

5

.

4

οἱ ἑκατονταρχίαν αἰτήσαντι οὐκ ἐδεδώκει, παρασκευάσας ἐπεβού‐ λευσεν αὐτῷ. ἐπράχθη δὲ ὧδε. τῇ ὀγδόῃ τοῦ Ἀπριλίου ἐξορμή‐ σαντά τε αὐτὸν ἐξ Ἐδέσσης ἐς Κάρρας, καὶ κατελθόντα ἀπὸ τοῦ ἵππου ὅπως ἀποπατήσει, προσελθὼν ὁ Μαρτιάλιος ὥς γε εἰπεῖν τι
5δεόμενος ἐπάταξε ξιφιδίῳ μικρῷ. καὶ αὐτὸς μὲν αὐτίκα ἀπέφυγε,

78

.

5

.

5

καὶ διέλαθεν ἂν εἰ τὸ ξίφος ἀπερρίφει· νῦν δὲ γνωρισθεὶς ἀπ’ αὐ‐ τοῦ ὑπό τινος τῶν Σκυθῶν τῶν σὺν Ἀντωνίνῳ ὄντων κατηκοντίσθη· ἐκεῖνον δὲ ... οἱ χιλίαρχοι ὡς καὶ βοηθοῦντες κατέσφαξαν. ὁ δὲ δὴ Σκύθης οὗτος οὐχ ὡς καὶ συμμαχῶν αὐτῷ μόνον, ἀλλ’ ὡς καὶ

78

.

6

.

1

φρουρὰν αὐτοῦ τρόπον τινὰ ἔχων συνῆν. καὶ γὰρ Σκύθας καὶ Κελτούς, οὐ μόνον ἐλευθέρους ἀλλὰ καὶ δούλους, καὶ ἀνδρῶν καὶ
γυναικῶν ἀφελόμενος, ὡπλίκει καὶ περὶ αὑτὸν εἶχεν, ὡς καὶ μᾶλλον αὐτοῖς ἢ 〈τοῖσ〉 στρατιώταις θαρσῶν· τά τε γὰρ ἄλλα καὶ ἑκατον‐

78

.

6

.

2

ταρχίαις σφᾶς ἐτίμα, λέοντάς τε ἐκάλει. καὶ δὴ καὶ τοῖς πρέσβεσι τοῖς οἱ ἐκ τῶν ἐθνῶν αὐτῶν πεμπομένοις καὶ διελέγετο πολλάκις μηδενὸς ἄλλου πλὴν τῶν ἑρμηνέων παρόντος, καὶ ἐνετέλλετο ὅπως, ἄν τι πάθῃ, ἔς τε τὴν Ἰταλίαν ἐσβάλωσι καὶ ἐπὶ τὴν Ῥώμην ἐλαύ‐
5νωσιν ὡς καὶ εὐαλωτοτάτην οὖσαν· καὶ ἵνα δὴ μηδὲν ἐξ αὐτῶν ἐς

78

.

6

.

3

ἡμᾶς ἐκφοιτήσῃ, τοὺς ἑρμηνέας εὐθὺς ἐφόνευεν. οὐ μὴν ἀλλὰ τοῦτό τε ἀπ’ αὐτῶν τῶν βαρβάρων ὕστερον ἐμάθομεν, καὶ τὸ τῶν φαρ‐ μάκων παρὰ τοῦ Μακρίνου· πολλὰ γὰρ καὶ ποικίλα παρὰ τῶν ἐν τῇ ἄνω Ἀσίᾳ ἀνθρώπων τὰ μὲν μετεπέμψατο τὰ δὲ καὶ ἐπρίατο,
5ὥστε ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας ἐς αὐτὰ ἀριθμηθῆναι, ἵνα καὶ παμπόλλους, ὅσους ἂν ἐθελήσῃ, καὶ διαφόρως δολοφονήσῃ.

78

.

6

.

4

καὶ ἐκεῖνα μὲν ἐν τῷ βασιλικῷ μετὰ ταῦθ’ εὑρεθέντα κατεκαύθη· τότε δὲ οἱ στρατιῶται καὶ διὰ τοῦτο, καὶ πρὸς τοῖς ἄλλοις τῷ τοὺς βαρβάρους σφῶν προτιμᾶσθαι δυσχεραίνοντες, οὔτ’ ἄλλως ἔτ’ ὁμοίως ἔχαιρον αὐτῷ, καὶ ἐπιβουλευθέντι οὐκ ἐβοήθησαν.

78

.

6

.

5

τοιούτῳ μὲν τέλει ἐχρήσατο βιούς τε ἔτη ἐννέα καὶ εἴκοσι καὶ ἡμέρας τέσσαρας (τῇ γὰρ τετράδι τοῦ Ἀπριλίου ἐγεγέννητο) καὶ

78

.

7

.

1

αὐταρχήσας ἔτη [τε] ἓξ καὶ μῆνας δύο καὶ ἡμέρας δύο. καί μοι καὶ ἐνταῦθα τοῦ λόγου θαυμάσαι πάμπολλα ἐπέρχεται. ὅ τε γὰρ πατὴρ αὐτοῦ μέλλοντί οἱ ἐκ τῆς Ἀντιοχείας τὴν τελευταίαν ἔξοδον ποιή‐
σασθαι ξιφήρης ὄναρ ἐπέστη, λέγων ὅτι “ὡς σὺ τὸν ἀδελφὸν ἀπέ‐

78

.

7

.

2

κτεινας, καὶ ἐγὼ σὲ ἀποσφάξω”· καὶ οἱ μάντεις εἶπον αὐτῷ τὴν ἡμέ‐ ραν ἐκείνην φυλάσσεσθαι, τούτῳ τῷ ῥήματι ἄντικρυς χρησάμενοι, ὅτι αἱ τοῦ ἥπατος τοῦ ἱερείου πύλαι κέκλεινται. ἀφ’ οὗ δὴ καὶ διὰ θύρας τινὸς ἐξῆλθε, μηδὲν μηδὲ τοῦ λέοντος, ὃν καὶ Ἀκινάκην
5ὠνόμαζε καὶ ὁμοτράπεζον ὁμόκλινόν τε ἐποιεῖτο, φροντίσας, ὅτι καὶ ἐκράτησεν αὐτὸν ἐξιόντα καὶ τὴν ἐσθῆτα αὐτοῦ προσκατέρρηξεν·

78

.

7

.

3

ἔτρεφε μὲν γὰρ καὶ ἄλλους λέοντας πολλούς, καὶ ἀεί τινας περὶ αὑτὸν εἶχεν, ἐκεῖνον δὲ καὶ δημοσίᾳ πολλάκις κατεφίλει. ταῦτά τε οὖν οὕτως ἔσχε, καὶ ὀλίγον πρὸ τοῦ θανάτου αὐτοῦ ἔν τε τῇ Ἀλε‐ ξανδρείᾳ πῦρ ἐξαίφνης πολύ, ὥς γε καὶ ἤκουσα, πάντα τὸν τοῦ
5Σαράπιδος ναὸν ἔνδοθεν κατασχὸν ἄλλο μὲν οὐδὲν τὸ παράπαν

78

.

7

.

4

ἐλυμήνατο, τὸ δὲ δὴ ξίφος ἐκεῖνο ᾧ τὸν ἀδελφὸν ἀπεσφάκει μόνον ἔφθειρεν, καὶ μετὰ τοῦτο παυσαμένου αὐτοῦ ἀστέρες πολλοὶ ἐφά‐ νησαν· καὶ ἐν τῇ Ῥώμῃ δαίμων τις ἀνθρώπου σχῆμα ἔχων ὄνον ἔς τε τὸ Καπιτώλιον καὶ μετὰ τοῦτο ἐς [τε] τὸ παλάτιον ἀνήγαγεν,
5ζητῶν τὸν δεσπότην αὐτοῦ, ὥς γε καὶ ἔφασκεν, καὶ λέγων ἐκεῖνον

78

.

7

.

5

μὲν ἀπολωλέναι τὸν δὲ Δία ἄρχειν. συλληφθείς τε ἐπὶ τούτῳ καὶ πρὸς τὸν Ἀντωνῖνον ὑπὸ τοῦ Ματερνιανοῦ πεμφθείς “ἀπέρχομαι μέν” ἔφη “ὡς κελεύεις, ἀφίξομαι δὲ οὐ πρὸς τοῦτον τὸν αὐτο‐ κράτορα ἀλλὰ πρὸς ἕτερον”, καὶ μετὰ τοῦτ’ ἐς τὴν Καπύην ἐλθὼν

78

.

8

.

1

ἀφανὴς ἐγένετο. τοῦτο μὲν ζῶντος ἔτι αὐτοῦ συνηνέχθη, τῇ δὲ ἱπποδρομίᾳ 〈τῇ〉 τῆς τοῦ Σεουήρου ἀρχῆς ἕνεκα ποιουμένῃ κατέ‐ πεσε μὲν καὶ τὸ τοῦ Ἄρεως ἄγαλμα πομπεῦον, ἀλλὰ τοῦτο μὲν ἧτ‐

78

.

8

.

2

τον ἄν τις θαυμάσειε· τὸ δὲ δὴ μέγιστον, ἡττημένοι οἱ πράσινοι στα‐ σιῶται, ἔπειτα κολοιὸν ἐπ’ ἄκρου τοῦ ὀβελίσκου πάνυ σφόδρα κρώζοντα ἰδόντες πάντες τε πρὸς αὐτὸν ἀπέβλεψαν, καὶ πάντες ἐξαίφνης ὡς καὶ ἐκ συγκειμένου τινὸς ἀνεβόησαν “Μαρτιάλιε, χαῖρε· Μαρτιάλιε, διὰ χρό‐
5νου σε ἑοράκαμεν”, οὐχ ὅτι καὶ ὁ κολοιός ποτε οὕτως ὠνομάσθη, ἀλλ’ ὅτι δι’ ἐκείνου τὸν Μαρτιάλιον τὸν τοῦ Ἀντωνίνου φονέα ὡς καὶ ἐξ

78

.

8

.

3

ἐπιπνοίας τινὸς θείας ἠσπάσαντο. ἤδη δέ τισι καὶ αὐτὸς ἑαυτῷ ὁ Ἀν‐ τωνῖνος τὴν τελευτὴν προδηλῶσαι ἔδοξεν, ἐπειδὴ ἐν τῇ ἐπιστολῇ ἣν τε‐ λευταίαν τῇ γερουσίᾳ ἔπεμψεν ἔφη ὅτι “παύσασθε εὐχόμενοί με ἑκατὸν ἔτεσι μοναρχῆσαι”· τὸ μὲν γὰρ ἐπιβόημα τοῦτο ἀεὶ καὶ ἀπ’ ἀρχῆς αὐ‐
5τῷ ἐγίνετο, ἐκεῖνος δὲ τότε πρῶτον καὶ μόνον ᾐτιάσατο αὐτό, λόγῳ μὲν ἐγκαλῶν σφισιν ὡς καὶ ἀδύνατα εὐχομένοις, ἔργῳ δὲ προδηλῶν ὅτι

78

.

8

.

4

οὐκέτ’ οὐδένα χρόνον ἄρξει. καὶ ἐπειδή γε ἅπαξ τοῦτό τινες ἐπεσημή‐ ναντο, καὶ ἐμοὶ ἐνθύμιον ἐγένετο ὅτι ἐν τῇ Νικομηδείᾳ τοῖς Κρονίοις ἑστιῶν ἡμᾶς καὶ πολλὰ ἄττα, οἷα ἐν συμποσίῳ εἰκὸς ἦν, εἰπών, ἔπειτ’ ἐξανισταμένων ἡμῶν προσκαλεσάμενος 〈ἐμὲ〉 ἔφη “κάλλιστα, ὦ Δίων,
5καὶ ἀληθέστατα ὁ Εὐριπίδης εἴρηκεν ὅτι πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός.
10τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα”.

78

.

8

.

5

παραχρῆμα μὲν γὰρ ἄλλως ἀπολεληρηκέναι τοῦτο τὸ ἔπος ἔδοξεν, ἐπειδὴ δὲ οὐκ ἐς μακρὰν ἀπώλετο καὶ τελευταίαν ταύτην φωνὴν πρὸς ἐμὲ ἔρρηξε, καὶ πάνυ κεχρησμῳδηκέναι τρόπον τινὰ τὰ συμβησόμενα αὐ‐ τῷ ἐνομίσθη, ὥσπερ καὶ ὁ Ζεὺς ὁ Βῆλος ὀνομαζόμενος καὶ ἐν τῇ Ἀπα‐

78

.

8

.

6

μείᾳ τῆς Συρίας τιμώμενος· καὶ γὰρ ἐκεῖνος τῷ Σεουήρῳ πρότερον ἰδιω‐ τεύοντί 〈τε〉 ἔτι τὰ ἔπη ταῦτα εἰρήκει “ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι”,
5καὶ μετὰ ταῦτα αὐτοκράτορι γενομένῳ ταῦτ’ εἶπεν χρωμένῳ, ὅτι
“σὸς δ’ οἶκος πᾶς βήσεται δι’ αἵματος”.

78

.

9

.

1

τοῦ δ’ οὖν Ἀντωνίνου τό τε σῶμα ἐκαύθη, καὶ τὰ ὀστᾶ ἐν τῷ Ἀντωνινείῳ, κρύφα νυκτὸς ἐς τὴν Ῥώμην κομισθέντα, ἐτέθη· πάνυ γὰρ πάντες οἱ βουλευταὶ καὶ οἱ ἰδιῶται, καὶ ἄνδρες καὶ γυναῖκες, ἰσχυρότατα αὐτὸν ἐμίσησαν, ὥστε καὶ λέγειν καὶ ποιεῖν πάντ’ ἐπ’

78

.

9

.

2

αὐτῷ ὡς καὶ πολεμιωτάτῳ. δόγματι μὲν γὰρ οὐκ ἠτιμώθη διὰ τὸ τοὺς στρατιώτας τῆς μὲν εἰρήνης, ἧς ἀντήλπισαν παρὰ τοῦ Μα‐ κρίνου λήψεσθαι, μὴ τυχεῖν, τῶν δὲ δὴ κερδῶν, ὧν παρ’ ἐκείνου ἐλάμβανον, στερομένους πάλιν αὐτὸν ποθῆσαι, ἀλλὰ καὶ ἐς τοὺς
5ἥρωας μετὰ τοῦτ’ ἐκνικησάντων αὐτῶν ἐσεγράφη, καὶ τοῦτο καὶ τῇ

78

.

9

.

3

βουλῇ δῆλον ὅτι ἐψηφίσθη. ἄλλως δὲ πολλὰ καὶ κακὰ ὑπὸ πάν‐ των ἤκουεν ἀεί· οὐδὲ γὰρ Ἀντωνῖνον ἔτ’ αὐτὸν ἐκάλουν, ἀλλ’ οἱ μὲν Βασσιανὸν τὸ ἀρχαῖον ὄνομα, οἱ δὲ Καράκαλλον, ὥσπερ εἶπον, οἱ δὲ καὶ Ταραύταν ἐκ μονομάχου τινὸς προσηγορίας τό τ’ εἶδος
5καὶ σμικροτάτου καὶ κακοειδεστάτου καὶ τὴν ψυχὴν καὶ θρασυτά‐ του καὶ μιαιφονωτάτου.

78

.

10

.

1

καὶ τὰ μὲν ἐκείνου, ὅπως ποτ’ ἂν καὶ ὀνομάσῃ τις αὐτόν, οὕτως ἔσχεν· ἐμοὶ δὲ δή, καὶ πρὶν ἐς τὴν μοναρχίαν καταστῆναι, προεδηλώθη τρόπον τινὰ παρὰ τοῦ πατρὸς αὐτοῦ ὅτι καὶ ταῦτα γράψοιμι. ἐν γὰρ πεδίῳ μεγάλῳ τινὶ πᾶσαν τὴν τῶν Ῥωμαίων δύ‐
5ναμιν ἐξωπλισμένην ὁρᾶν τεθνηκότος αὐτοῦ ἤδη ἔδοξα, καὶ ἐνταῦθα τὸν Σεουῆρον ἐπί τε γηλόφου καὶ ἐπὶ βήματος ὑψηλοῦ καθήμενον

78

.

10

.

2

διαλέγεσθαί τι αὐτοῖς. καί με προσστάντα ἰδὼν ὅπως τῶν λεγο‐
μένων ἀκούσω, “δεῦρο” ἔφη, “Δίων, ἐνταῦθα πλησίον πρόσελθε, ἵνα πάντα καὶ τὰ λεγόμενα καὶ τὰ γιγνόμενα καὶ μάθῃς ἀκριβῶς καὶ συγγράψῃς”.

78

.

10

.

3

τοιοῦτος μὲν ὁ τοῦ Ταραύτου καὶ βίος καὶ ὄλεθρος ἐγένετο, καὶ αὐτῷ ἐπαπώλοντο μὲν καὶ οἱ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς μετασχόν‐ τες, οἱ μὲν εὐθὺς οἱ δ’ οὐ πολλῷ ὕστερον, προσδιεφθάρησαν δὲ οἱ πάνυ ἑταῖροι αὐτοῦ καὶ οἱ Καισάρειοι· οὕτω που φονικῷ δαίμονι

78

.

11

.

1

καὶ ἐς τοὺς ἐχθροὺς καὶ ἐς τοὺς φίλους συνεκεκλήρωτο. ὁ δὲ δὴ Μακρῖνος τὸ μὲν γένος Μαῦρος, ἀπὸ Καισαρείας, γονέων ἀδοξοτά‐ των ἦν, ὥστε καὶ σφόδρα εἰκότως αὐτὸν τῷ ὄνῳ 〈τῷ〉 ἐς τὸ παλά‐ τιον ὑπὸ τοῦ δαιμονίου ἐσαχθέντι εἰκασθῆναι· τά τε γὰρ ἄλλα καὶ
5τὸ οὖς τὸ ἕτερον κατὰ τὸ τοῖς πολλοῖς τῶν Μαύρων ἐπιχώριον διε‐

78

.

11

.

2

τέτρητο· τῇ δὲ ἐπιεικείᾳ καὶ ἐκεῖνο συνεσκίαζεν, τά τε νόμιμα οὐχ οὕτως ἀκριβῶς ἠπίστατο ὡς πιστῶς μετεχειρίζετο. κἀκ τούτου [τε] καὶ τῷ Πλαυτιανῷ διὰ φίλου τινὸς συνηγόρημα γνωρισθεὶς τὸ μὲν πρῶτον τῶν ἐκείνου χρημάτων ἐπετρόπευσεν, ἔπειτα συναπολέσθαι
5οἱ κινδυνεύσας, καὶ παρὰ δόξαν ὑπὸ τοῦ Κίλωνος ἐξαιτησαμένου

78

.

11

.

3

αὐτὸν σωθείς, πρὸς μὲν τοῦ Σεουήρου τοῖς ὀχήμασι τοῖς κατὰ τὴν Φλαμινίαν ὁδὸν διαθέουσιν ἐπετάχθη, πρὸς δὲ τοῦ Ἀντωνίνου ὀνό‐ ματά τινα ἐπιτροπείας ὀλιγοχρονίου λαβὼν ἔπαρχος ἀπεδείχθη, καὶ διῴκησε τὰ τῆς ἡγεμονίας ταύτης ἄριστα καὶ δικαιότατα, ὅσα γε

78

.

11

.

4

καὶ αὐτογνωμονήσας ἔπραξεν. τοιοῦτος δή τις ὢν καὶ οὕτως αὐξη‐ θεὶς ἔς τε τὸν νοῦν τὴν τῆς αὐταρχίας ἐλπίδα ζῶντος ἔτι τοῦ Τα‐ ραύτου, δι’ ὅπερ εἶπον, ἐνεβάλετο, καὶ τελευτήσαντος αὐτοῦ φανε‐ ρῶς μὲν οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ταῖς ἔπειτα ταῖς δύο ἐπεβάτευσεν
5αὐτῆς, ἵνα μὴ καὶ ἐπὶ τοῦτ’ αὐτὸν ἀπεκτονέναι δόξῃ, ἀλλὰ ἄναρκτα παντελῶς τὸν χρόνον ἐκεῖνον ἀπ’ αὐτοτελοῦς ἄρχοντος τὰ τῶν Ῥω‐

78

.

11

.

5

μαίων πράγματα, οὐδ’ εἰδότων αὐτῶν τοῦτο, διεγένετο· πέμψας δὲ ὡς ἑκασταχόσε πρὸς τοὺς στρατιώτας τοὺς ἐν μὲν τῇ Μεσοποταμίᾳ διὰ τὸν πόλεμον, μὴ μέντοι καθ’ ἓν ὄντας ἀλλ’ ἄλλους ἄλλῃ διε‐ σπασμένους, προσηταιρίσατο αὐτοὺς διὰ τῶν ἐπιτηδείων οἱ τά τε
5ἄλλα ἐπαγγειλάμενος καὶ τοῦ πολέμου, ᾧ μάλιστα ἐβαρύνοντο,

78

.

11

.

6

ἀπαλλάξειν ἐπελπίσας. καὶ οὕτω τῇ τετάρτῃ ἡμέρᾳ, ἣ τὰ τοῦ Σε‐ ουήρου γενέθλια ἦν, αὐτοκράτωρ τε ὑπ’ αὐτῶν ὡς καὶ καταβιασθεὶς

78

.

12

.

1

ᾑρέθη, καὶ πολλὰ μὲν καὶ χρηστὰ ἐκείνοις ἐδημηγόρησε, πολλὰ δὲ καὶ ἀγαθὰ τοῖς ἄλλοις ἀνθρώποις ὑπετείνατο, τούς τε ἐπ’ ἀσεβείᾳ τινί, οἵα γε ἡ ἀσέβεια αὕτη ἡ ἐς τοὺς αὐτοκράτορας λέγεται γίγνε‐ σθαι, τιμωρίαν τινὰ ἔμβιον ὠφληκότας ἀπαλλάξας τῆς καταδίκης,

78

.

12

.

2

καὶ τοὺς ἐγκαλουμένους τι τοιοῦτον ἀπολύσας, τά τε περὶ τοὺς κλή‐ ρους καὶ τὰ περὶ τὰς ἐλευθερίας καταδειχθέντα ὑπὸ τοῦ Καρακάλ‐ λου παύσας, καὶ τὸν Αὐρηλιανὸν ἐξαιτηθέντα ὑπ’ αὐτῶν οἷα ἀπεχ‐ θέστατον σφίσιν ἐν πολλαῖς στρατείαις ταῖς πρόσθε γεγονότα παραι‐

78

.

12

.

3

τησάμενος ὡς οὐχ ὅσιον ὂν βουλευτήν τινα ἀποκτεῖναι. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐξεγένετο αὐτῷ ἀνδραγαθίσασθαι ...... | τε Αὐ‐ ρηλιαν.......|νησανταα......... |σαι τι ἐπιχ.......... | στρατιώτα ........|αμα τοῦτο ..........| ὑπ’ αὐτοῦ το
5.........| καὶ ἀναλοι.........| δε βουλευς..........| αὔταρχόν γ...........| ὀργῇ τε ο..........|σι καὶ διακοσίας

78

.

12

.

4

καὶ πεντήκοντα δραχμὰς ..... | πλεῖόν τι δοῦναι κατεδέδεικτο τ ......... | φοβηθεὶς ......... | τὸν Αὐρηλιανὸν τὸν καὶ μόνον οὐχ ὅπως τῶν ὑπατευκότων ἀλλὰ καὶ τῶν ὅλως βουλευόντων τότε παρόντα ἀπ......... | ὑπὸ χρημάτων ...... ἐς | αὐτὸν τηνι
5........ | αἰτίαν τοῦ θανάτου τοῦ Καρακάλλου ......... | τρέ‐ ψας τὸ δ........ | καὶ περὶ το......... | τας τι επο.....

78

.

12

.

5

.....|σας παρα...........|τονως ............. | σφῶν ............. | τα ὡ.............. | του ............... | προ.................. ‖ ........ πάμπολλα καὶ ἔπιπλα καὶ κτή‐ ματα τῶν αὐτοκρατόρων. ὡς δ’ οὐδὲ ταῦτα διὰ τοὺς στρατιώτας
5ἐξήρκει ταῖς ἐν | .......ιακων προς|.........ξατο καὶ μεν | .........ν βουλευτῶν | ..........ν ἀποκτει |........ μη‐

78

.

12

.

6

δένα ἀλλ’ ἐς φυλακήν τινας ἐμβαλὼν | ........... φον τὸν ευ | ......... αι τῶν ἱππέων καὶ τῶν ἐξελευθέρων καὶ τῶν Καισα‐ ρείων καὶ | ......... ικῶν τῶν τε | ....... τοὺς καὶ ὁτιοῦν
ἁμαρτάνοντας κολασθῆναι ποιήσας ὥστε πᾶσι | ........... νον
5αὐτῶν | ........ τάς τε ἐπιτροπείας ... τὰς περιττὰς ....... ... τὰ πολλὰ τῶν ........ τοῦ Ταραύτου .......... αχθέντων |

78

.

12

.

7

...... το τῶν ἀγώνων | .......... ων πλῆθος ην | ......... ς, τάς τε δωρεὰς αὖ ἃς μάτην τισὶν ἐδεδώρητο συλλέξας, καὶ μηδεμίαν εἰκόνα αὑτοῦ μήτε ἀργυρᾶν ὑπὲρ πέντε λίτρας μήτε χρυσῆν ὑπὲρ τρεῖς γίγνεσθαι ἐκέλευσεν. τό τε μέγιστον, τὴν μισθοφορὰν τῶν ἐν
5τῷ δορυφορικῷ στρατευομένων .... ἐς τὸ ταχθὲν .... ὑπὸ τοῦ Σεου‐ ήρου ............ εθε | ....

78

.

13

.

1

οὐ μὴν ἀλλ’ ἐπὶ τούτοις ὑπό τινων οὐ μάτην ἐπαινούμενος ἰσο‐ στάσιόν πως αὐτοῖς αἰτίαμα παρὰ τῶν ἐμφρόνων ἔσχεν, ὅτι ἔς τε τοὺς ὑπατευκότας τινὰς ἐνέγραψε καὶ εὐθὺς ἀρχαῖς ἐθνῶν προσέ‐ ταξεν, καίτοι μὴ ἐθελήσας δεύτερον δὴ τῷ ἐπιόντι ἔτει ὑπατεύειν
5δόξαι ὅτι 〈τὰσ〉 τῶν ὑπατευκότων τιμὰς ἐσχήκοι, ὅπερ ἐπὶ τοῦ

78

.

13

.

2

Σεουήρου ἀρξάμενον καὶ ὁ υἱὸς αὐτοῦ ἐπεποιήκει. τοῦτο γὰρ δὴ νομιμώτατα καὶ περὶ ἑαυτοῦ καὶ περὶ τοῦ Ἀδουέντου πράξας, ἀλο‐ γώτατα Μάρκιόν τε Ἀγρίππαν πρότερον μὲν ἐς Παννονίαν εἶτ’ ἐς Δακίαν ἡγεμονεύσοντα ἔπεμψεν· τοὺς γὰρ ἄρχοντας αὐτῶν, τόν
5τε Σαβῖνον καὶ τὸν Καστῖνον, λόγῳ μὲν ὡς καὶ τῆς συνουσίας σφῶν δεόμενος, ἔργῳ δὲ τό τε πάνυ φρόνημα καὶ τὴν φιλίαν αὐ‐
τῶν τὴν πρὸς τὸν Καράκαλλον φοβηθείς, εὐθὺς μετεπέμψατο.

78

.

13

.

3

τόν τε οὖν Ἀγρίππαν ἐς τὴν Δακίαν καὶ Δέκκιον Τρικκιανὸν ἐς τὴν Παννονίαν ἔστειλεν, ἐκεῖνον μὲν δοῦλόν τε κομμωτὴν γυναικός τινος γεγονότα, καὶ διά τε τοῦτο κριθέντα ὑπὸ τοῦ Σεουήρου καί‐

78

.

13

.

4

τοι καὶ τῷ βασιλικῷ συνδεδικηκότα, καὶ ἐπὶ προδοσίᾳ πράγματός τινος ἐς νῆσον ἐκπεσόντα, καὶ μετὰ τοῦτο ὑπὸ τοῦ Ταραύτου σὺν τοῖς ἄλλοις καταχθέντα, τάς τε διαγνώσεις αὐτοῦ καὶ τὰς ἐπιστο‐ λὰς διοικήσαντα, καὶ τὸ τελευταῖον ἐς τοὺς βουλευτὰς τοὺς ἐστρα‐
5τηγηκότας ἀπωσθέντα ὅτι μειράκια ἔξωρα ἐς τὴν στρατιὰν ἐπῆκτο, τὸν δὲ δὴ Τρικκιανὸν ἔν τε τῷ πλήθει τῷ Παννονικῷ ἐστρατευ‐ μένον καὶ θυρωρόν ποτε τοῦ ἄρχοντος αὐτῆς γεγονότα καὶ τότε τοῦ Ἀλβανίου στρατοπέδου ἄρχοντα.

78

.

14

.

1

ταῦτά τε οὖν αὐτοῦ πολλοὶ ᾐτιῶντο, καὶ ὅτι καὶ τὸν Ἄδουεντον ἐν τοῖς διόπταις τε καὶ ἐρευνηταῖς μεμισθοφορηκότα, καὶ τὴν ἐν αὐτοῖς τάξιν λελοιπότα ἔς τε τοὺς γραμματοφόρους τελέσαντα καὶ πρόκριτον ἀποδειχθέντα καὶ μετὰ τοῦτο ἐς ἐπιτρόπευσιν προαχ‐
5θέντα, καὶ βουλευτὴν καὶ συνύπατον καὶ πολίαρχον, μήθ’ ὁρᾶν ὑπὸ γήρως μήτ’ ἀναγιγνώσκειν ὑπ’ ἀπαιδευσίας μήτε πράττειν τι ὑπ’

78

.

14

.

2

ἀπειρίας δυνάμενον, ἀπέφηνεν. ἐτετολμήκει μὲν γὰρ ὁ Ἄδουεντος τοῖς στρατιώταις μετὰ τὸν τοῦ Καρακάλλου θάνατον εἰπεῖν ὅτι “ἐμοὶ μὲν ἡ μοναρχία ἅτε καὶ πρεσβεύοντι τοῦ Μακρίνου προσ‐ ήκει, ἐπεὶ δ’ ὑπεργήρως εἰμί, ἐκείνῳ αὐτῆς ἐξίσταμαι”· ληρεῖν
5δέ πως ἔδοξεν, ὥσπερ που καὶ ὁ Μακρῖνος τὸ μέγιστον τῆς γε‐ ρουσίας ἀξίωμα τοιούτῳ ἀνδρὶ δούς, ὅστις οὐδὲ διαλεχθῆναί τινι ἐν τῷ συνεδρίῳ καλῶς ὑπατεύων ἠδυνήθη, καὶ διὰ τοῦτο τῇ τῶν

78

.

14

.

3

ἀρχαιρεσιῶν ἡμέρᾳ νοσεῖν προσεποιήσατο. ὅθεν οὐκ ἐς μακρὰν τῷ Μαξίμῳ τῷ Μαρίῳ τὴν τῆς πόλεως προστασίαν ἀντ’ αὐτοῦ προσέταξε, καθάπερ ἐπὶ τοῦτο μόνον πολίαρχον αὐτὸν ποιήσας ἵνα μιάνῃ τὸ βουλευτήριον, οὐ κατ’ ἐκεῖνο μόνον ὅτι ἐν τῷ μισθο‐
5φορικῷ ἐστράτευτο καὶ τὰ τῶν δημίων ἔργα καὶ προσκόπων καὶ

78

.

14

.

4

ἑκατοντάρχων ἐπεποιήκει, ἀλλ’ ὅτι καὶ τὴν τῆς πόλεως ἀρχὴν πρὸ τοῦ τῆς ὑπατείας ἔργου εἰλήφει, τοῦτ’ ἔστιν πολίαρχος πρότερον ἢ βουλευτὴς ἐγεγόνει. ταῦτα γὰρ περὶ αὐτὸν ὥσπερ τὰ καθ’ ἑαυ‐ τόν, ὅτι τὴν αὐτοκράτορα ἀρχὴν ἱππεύων ἔτι ἡρπάκει, ἐπηλυγασό‐
5μενος ἔπραξεν.

78

.

15

.

1

ἐκεῖνά τε οὖν τινες αὐτοῦ οὐκ ἀπεικότως ἐμέμφοντο, καὶ ὅτι ἐπάρχους τόν τε Ἰουλιανὸν τὸν Οὔλπιον καὶ Ἰουλιανὸν Νέστορα ἀπέδειξε, μήτ’ ἄλλην τινὰ ἀρετὴν ἔχοντας μήτ’ ἐν πολλαῖς πράξεσιν ἐξητασμένους, ἀλλὰ καὶ πάνυ περιβοήτους ἐπὶ πονηρίᾳ ἐν τῇ τοῦ
5Καρακάλλου ἀρχῇ γενομένους διὰ τὸ πολλὰ αὐτῷ τῶν ἀγγελιαφό‐ ρων σφᾶς ἡγουμένους πρὸς τὰς ἀνοσίους πολυπραγμοσύνας ὑπηρε‐

78

.

15

.

2

τῆσαι. ἀλλὰ ταῦτα μὲν ὀλίγοι ἐλογίζοντο καὶ ἀπ’ αὐτῶν οὐ καθα‐ ρῶς ἐθάρσουν· οἱ δὲ δὴ πλείους τῶν ἰδιωτῶν πρός τε τὴν διὰ βρα‐ χέος παρ’ ἐλπίδα τοῦ Ταραύτου ἀπαλλαγὴν καὶ πρὸς τὴν ἐκείνου παραπλησίαν, ἐξ ὧν ὑπεδεδείχει σφίσιν, πρὸς πάντα καὶ τὰ λοιπὰ
5προσδοκίαν οὐκ ἔσχον καιρὸν δι’ ὀλίγου οὕτως αὐτοῦ καταγνῶναι, καὶ διὰ τοῦτ’ ἰσχυρῶς ἀποθανόντα ἐπόθησαν ὃν πάντως ἄν, εἴπερ

78

.

15

.

3

ἐπὶ πλεῖον ἐβεβιώκει, διὰ μίσους ἐσχήκεσαν. καὶ γὰρ τρυφερώτερόν
πως ζῆν ἤρξατο, καὶ τῶν διαμεμφομένων τι αὐτοῦ ἐπεστρέφετο. τὸν μὲν γὰρ Ματερνιανὸν τόν τε Δάτον οὐκ εὐλόγως μέν (τί γὰρ ἠδικήκεσαν τὸν αὐτοκράτορά σφων περιέποντες;) οὐ μέντοι καὶ
5ἀπὸ τοῦ ἀνθρωπίνου τρόπου, ἐπεὶ ἐν κινδύνῳ μεγάλῳ ἐγεγόνει, διε‐ χρήσατο· τοῖς δ’ ἄλλοις τοῖς τὴν δυσγένειαν αὐτοῦ καὶ τὴν παρά‐ λογον τῆς μοναρχίας ἔφεσιν δυσχεραίνειν ὑποπτευομένοις οὐκ ὀρ‐

78

.

15

.

4

θῶς ἐπεξῄει. πάντα γάρ που τἀναντία αὐτὸν ἐχρῆν, εἰδότα ὅστις τε ἀρχὴν ἐπεφύκει καὶ ὅστις τότε ἦν, μήθ’ ὑπερφρονεῖν .... με‐ τρίως ........... | μονα τὸν ὁ .......... | θεραπεύοντα τοὺς ἀνθρώπους τῇ τε εὐεργεσίᾳ καὶ τῇ τῆς ἀρετῆς διὰ πάντων ὁμοίως
5ἐπιδείξει παραμυθεῖσθαι.

78

.

16

.

1

| ταῦτα μὲν ........ | κατ’ αὐτὸν αc ...... εἴρηταί μοι εν ......... | ὡς ἕκαστα .......... | μης τινος ........... | κεινωνες ....... αὐτοκράτωρ μεν .......... | ραις ὥσπερ ... ..... | λόγῳ παρὰ .......... | τὴν ἀρχὴν ........... | παν‐
5τὸς μα..........|νος αὐτῆς ..........|των ὧν διελ.........| στρατιώταις ........ | ἀπεδείχθ.......... | καὶ ἐπαίνους ἑαυ‐

78

.

16

.

2

τοῦ οὐκ ὀλίγους μὲν ἀνειπεῖν ἐτόλμησεν, ἔτι δὲ πλείους ἐπιστεῖλαι,
λέγων ἄλλα τε καὶ ὅτι “εὖ ἠπιστάμην καὶ ὑμᾶς τοῖς στρατεύμασι συνομολογήσαντας, συνειδὼς ἐμαυτῷ πολλὰ καὶ καλὰ πεποιηκότι τὸ κοινόν”. ἐνέγραψεν δὲ ἐν τῇ ἐπιστολῇ Καίσαρα θ’ ἑαυτὸν καὶ αὐτο‐
5κράτορα καὶ Σεουῆρον, προσθεὶς τῷ Μακρίνου ὀνόματι καὶ εὐσεβῆ καὶ εὐτυχῆ καὶ Αὔγουστον καὶ ἀνθύπατον, οὐκ ἀναμένων τι, ὡς εἰκὸς ἦν,

78

.

16

.

3

παρ’ ἡμῶν ψήφισμα ....... λεν δὲ οὐκ ἠ | ......... το σαῦτα καὶ τηλικαῦτα ῥήματα αὐτὸς | ....... μενος οὗ οὐδὲ | ........... ης ὀνομα | ............ ν δορυφόρων | ......... ερόν τινες | ............ οὐ μὴν ἀλ | ........... τως ἐγρα | ............
5τὴν ἀρχὴν | ........... εμον μάλι | ....... ων βαρβάρων |

78

.

16

.

4

......... ρημον προc | ........... ν πλησίον | .......... ηθει παρον | .......... στον δρασω | .......... η τῇ τε ἐπι | ...... έγραψεν ἁπλῶς | ........ οἱ πρὸ τοῦ Καρακάλλου αὐτοκράτορες, ........ ο καὶ διὰ παν | ........ ς ἐποίησε | ......... ὑπο‐
5μνήματα | ........ στρατιώταις | .......... οὕτως ἐκεῖ | ......

78

.

16

.

5

... ἐπὶ κολα | ......... των καὶ οὐ | ........ είας λέγεσθαι ὑπώπ‐ τευσαν ὥστε καὶ δημοσιευθῆναι αὐτὰ ἀξιῶσαι, ἔπεμψεν ἡμῖν, ἅτινα καὶ αὐτὰ ὁ ταμίας, ὥσπερ καὶ ἕτερα αὖθις τῶν ὁμοίων, ἀνέγνω. καὶ στρατηγὸς δέ τις τὰ αὐτοῦ ποτε τοῦ Μακρίνου γράμματα, τῷ
5σύγκλητόν τε τότε τὴν βουλὴν γενέσθαι καὶ μηδένα τῶν ταμιῶν παρεῖναι, ἐπελέξατο.

78

.

17

.

1

τῆς δ’ οὖν πρώτης ἐπιστολῆς ἀναγνωσθείσης καὶ ἐκείνῳ, ὅσα εἰκὸς ἦν, καὶ τῷ υἱεῖ αὐτοῦ ἐψηφίσθη· εὐπατρίδης τε γὰρ καὶ πρό‐ κριτος τῆς νεότητος Καῖσάρ τε ἀπεδείχθη. καὶ ὃς τὰ μὲν ἄλλα προσεδέξατο, τὴν δὲ δὴ ἱπποδρομίαν τὴν ἐπὶ τῇ ἀρχῇ τῆς ἡγεμο‐
5νίας αὐτοῦ ψηφισθεῖσαν παρῃτήσατο, εἰπὼν αὐτάρκως αὐτὴν τῇ

78

.

17

.

2

τῶν Σεουήρου γενεσίων θέᾳ τετιμῆσθαι. τοῦ μέντοι Ταραύτου οὐδεμίαν μνείαν οὔτ’ ἔντιμον τότε γε οὔτ’ ἄτιμον ἐποιήσατο, πλὴν καθ’ ὅσον αὐτοκράτορα αὐτὸν ὠνόμασεν· οὔτε γὰρ ἥρωα οὔτε πο‐ λέμιον ἀποδεῖξαι ἐτόλμησεν, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι τὸ μὲν διά τε τὰ
5πραχθέντα αὐτῷ καὶ διὰ τὸ πολλῶν ἀνθρώπων μῖσος, τὸ δὲ διὰ

78

.

17

.

3

τοὺς στρατιώτας ὤκνησε πρᾶξαι, ὡς δέ τινες ὑπώπτευσαν, ὅτι τῆς τε γερουσίας καὶ τοῦ δήμου τὴν ἀτιμίαν αὐτοῦ ἔργον γενέσθαι μᾶλ‐ λον ἢ ἑαυτοῦ, ἄλλως τε καὶ ἐν τοῖς στρατεύμασιν ὄντος, ἠθέλησε. τοῦ τε γὰρ πολέμου αἰτιώτατον αὐτὸν ἐξ ἀδικίας γεγονέναι, καὶ τὸ
5δημόσιον ἰσχυρῶς τῇ τῶν χρημάτων 〈τῶν〉 τοῖς βαρβάροις διδομένων αὐξήσει βεβαρηκέναι ἔφη· ἰσάριθμα γὰρ αὐτὰ τῇ τῶν στρατευο‐

78

.

17

.

4

μένων μισθοφορᾷ εἶναι. οὐ μέντοι καὶ ἐτόλμησέ τις δημοσίᾳ τι τοιοῦτο κατ’ αὐτοῦ θρασύνασθαι ὥστε καὶ πολέμιον αὐτὸν ψηφίσα‐ σθαι, δεδιὼς μὴ καὶ παραυτίκα ὑπὸ τῶν ἐν τῇ πόλει στρατευομέ‐ νων φθαρῇ· ἀλλὰ ἄλλως μὲν καὶ ἐλοιδόρουν αὐτὸν καὶ ὕβριζον ὅσα
5ἐδύναντο, τάς τε μιαιφονίας αὐτοῦ ὀνομαστὶ καταλέγοντες, καὶ πρὸς πάντας αὐτὸν τοὺς πώποτε κακῶς τυραννήσαντάς σφων παραδει‐ κνύντες, τήν τε ἱπποδρομίαν τὴν τοῖς γενεθλίοις αὐτοῦ τελουμένην

78

.

18

.

1

καταλυθῆναι, καὶ τοὺς ἀνδριάντας τούς τε χρυσοῦς καὶ τοὺς ἀρ‐ γυροῦς πάντας ἁπλῶς δι’ ἐκεῖνον συγχωνευθῆναι, τούς τε μεμηνυ‐ κότας τι αὐτῷ πολλῇ σπουδῇ καὶ φανερωθῆναι καὶ κολασθῆναι

78

.

18

.

2

δεόμενοι· πολλοὶ γὰρ οὐχ ὅτι δοῦλοί τε καὶ ἐξελεύθεροι καὶ στρα‐ τιῶται καὶ Καισάρειοι, ἀλλὰ καὶ ἱππῆς βουλευταί τε καὶ γυναῖκες τῶν [τε] ἐπιφανεστάτων συχναὶ καὶ ἐνδείξεις λαθρίους ἐπ’ αὐτοῦ

78

.

18

.

3

πεποιῆσθαι καὶ σεσυκοφαντηκέναι τινὰς ἐνομίζοντο. οὐ μὴν οὔτε ἐκείνῳ τὸ τοῦ πολεμίου ὄνομα προσέθεσαν, καίτοι τὸν Μαρτιάλιον, ἐπὶ προσχήματι τῆς πρὸς τὸν Ἄρεα αὐτοῦ ὁμωνυμίας, καὶ ἐπαίνοις καὶ ἀγάλμασι τιμηθῆναι δεῖν ἀεί ποτε ἐπιβοῶντες, οὔτε τῷ Μα‐

78

.

18

.

4

κρίνῳ ὡς καὶ ἀχθόμενοί τι τότε ἐνεδείξαντο. αἴτιον δ’ ὅτι προκα‐ ταληφθέντες τῇ διὰ τὸν τοῦ Ταραύτου θάνατον χαρᾷ οὐδὲ ἐννοῆ‐ σαί τι περὶ τῆς ταπεινότητος αὐτοῦ ἐσχόλασαν, ἀλλ’ ἀγαπητῶς αὐτὸν ἐς τὴν ἀρχὴν ἐδέξαντο, οὐχ οὕτως ᾧτινι δουλεύσουσιν ὡς
5οὗ ἐστέρηντο ἐνθυμούμενοι, καὶ πάντα τινά, καὶ τὸν τυχόντα, αἱρε‐

78

.

18

.

5

τώτερον αὐτοῦ νομίζοντες ἔσεσθαι. καί τι αὐτοὺς καὶ ἡ τῶν ἐπί τε τῶν ὑπ’ ἐκείνου καταδειχθέντων κατάλυσις (πάντα γὰρ ὅσα ποτὲ παρὰ τὸ καθεστηκός, οὐχ ὅτι ἐκ τοῦ δημοσίου τοῦ τῶν Ῥωμαίων, ἀλλὰ καὶ οἴκοθέν τισιν ἐξ ἐπιτροπῆς αὐτοῦ πρός τινων δήμων ἀνη‐
5λίσκετο, ἀνετάγη) καὶ ἡ ἐς τὸ ἔπειτα μηδὲν ὅμοιον αὐτοῖς προστα‐

78

.

19

.

1

χθήσεσθαι ἐλπὶς ἀνέπεισε στέρξαι τοῖς παροῦσιν. ὡς μέντοι τόν τε Αὐρηλιανὸν τεθνηκότα καὶ τὸν Διαδουμενιανὸν τὸν υἱὸν αὐτοῦ Καίσαρα, λόγῳ μὲν ὑπὸ τῶν στρατιωτῶν δι’ ὧν ἀπὸ τῆς Ἀντιο‐
χείας μεταπεμφθεὶς πρὸς αὐτὸν διῄει, ἔργῳ δὲ ὑπὸ τοῦ Μακρίνου,
5ἀποδεδειγμένον καὶ προσέτι τὸ τοῦ Ἀντωνίνου ὄνομα προσειληφότα

78

.

19

.

2

ἔμαθον (ταῦτα γὰρ ἐπὶ τῇ τῶν στρατιωτῶν θεραπείᾳ, τὸ μὲν ἵνα μὴ δόξῃ τὴν τοῦ τεθνηκότος μνήμην παντάπασιν ἀτιμάζειν, καὶ μάλισθ’ ὅτι τῶν ἀνδριάντων τινὰς τῶν ἐν τῇ Ῥώμῃ ὑπὸ τοῦ Ἀλε‐ ξάνδρου αὐτῷ ἀνατεθέντων καὶ αὐτῷ ἐκείνῳ σταθέντων λάθρᾳ κα‐
5θῃρήκει, τὸ δὲ ἵνα ἄλλας ἑπτακοσίας καὶ πεντήκοντα αὐτοῖς δρα‐

78

.

19

.

3

χμὰς προσυπόσχηται, ἐποίησεν), οὐκέτ’ ὁμοίως φρονεῖν ἤρξαντο, ἀλλ’ ἐνθυμούμενοι ὅτι πρότερον ἐν οὐδενὶ λόγῳ ἐπεποίηντο, καὶ προσεκλογιζόμενοι πάνθ’ ὅ......... | ἄλλων αὐτοῦ τ....... | προσυποπτεύ........ | κάζοντο, ᾐσχύνθησαν, καὶ τοῦ μὲν Καρα‐
5κάλλου οὐδὲν μᾶλλον ἐ...... | το, τὰ δὲ ἐς ἐκεῖνον φέροντα ἄλλως ........ | στέλλοντο τι .... παραιτήσει τῶν ....... | τοῦ Σεου‐

78

.

19

.

4

ήρου .... Ἀντωνίνου κα ....... ξέφαινον κ ........ | γε καὶ ἥρωα ......... | κότα διὰ τὴν ......... | νίαν οὐ δὴ ........ | ἀποφανθη ......... | καὶ παντάπασιν αἱ γνῶμαι πάντων ἀνθρώ‐ πων τῶν ἐν τῇ Ῥώμῃ ...... | μετέπεσον ......... | γερουσία
5α........|σα καὶ ἐπιφ........ | μονη ἐπι τ......... | κακουργης ....... | αὐτω ἐξαιτ....... | γην ἐμὲ δε... καὶ μέντοι

78

.

19

.

5

κατ’ ἄνδρα πάντων ἐρωτηθέντων περὶ τῶν τιμῶν αὐτοῦ ἄλλοι τε ἀμ‐ φιβόλως ἀπεκρίναντο καὶ ο ...... Σατουρνῖνος ......... | τιαν τρόπον τινὰ ἐπιφημιζομεν ......... | στρατηγῶν ...... μὴ ἐξεῖ‐ ναί οἱ μηδεμίαν ψῆφον περί του προθεῖναι, ἵνα μὴ ὁ ..........
5νήσῃ σφίσιν. καὶ ταῦτα μὲν ἔξω τοῦ καθεστηκότος ἐγένετο (οὐ γὰρ ἦν νόμιμον ὑπὲρ οὐδενὸς πράγματος σκέψιν τινὰ ἐν τῷ βουλευτηρίῳ

78

.

20

.

1

μὴ κελεύοντος τοῦ αὐτοκράτορος γενέσθαι)· ὁ δὲ δῆμος, ἅτε καὶ ἐν τῇ ἀγωνίᾳ λανθάνων καὶ ὑπὸ τοῦ πλήθους σφῶν μᾶλλον θρασυνό‐ μενος, μέγα ἀνεβόησεν ἐν τῇ τῶν τοῦ Διαδουμενιανοῦ γενεθλίων ἱπποδρομίᾳ, ἣ τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ Σεπτεμβρίου ἡμέρᾳ ἐγί‐
5γνετο, ἄλλα τε πολλὰ ὀδυρόμενος καὶ λέγων μόνους τῶν πάντων ἀν‐ θρώπων ἑαυτοὺς δὴ ἀπροστάτους ἀβασιλεύτους εἶναι· τόν τε Δία

78

.

20

.

2

ἀνεκάλουν ὡς δὴ καὶ μόνον σφῶν ἡγησόμενον, καὶ δὴ καὶ αὐτὸ τοῦτο εἶπον ὅτι “ὡς κύριος ὠργίσθης, ὡς πατὴρ ἐλέησον ἡμᾶς”. οὐδὲ
ἐφρόντισαν οὐδὲν τὴν πρώτην οὔτε τοῦ ἱππικοῦ οὔτε τοῦ βουλευ‐ τικοῦ τε .... τόν τε αὐτοκράτορα καὶ τὸν Καίσαρα ἐπαινούντων,
5ὥστε καὶ αὐ ....... ἑλληνιστὶ εἰπεῖν “ὢ καλῆς ἡμέρας τῆς τήμε‐ ρον, ὢ καλῶν βασιλέων”, κἀκείνους καὶ ὁμοφρονεῖν σφισιν ἐθελόν‐ των· ἀλλ’ ἔς τε τὸν οὐρανὸν τὰς χεῖρας ἀνέτεινον καὶ ἐβόων “οὗτός

78

.

20

.

3

ἐστιν ὁ Ῥωμαίων Αὔγουστος· τοῦτον ἔχοντες πάντα ἔχομεν”. οὕ‐ τως που πολὺ τοῖς ἀνθρώποις καὶ αἰδοῦς ἐς τὸ κρεῖττον καὶ κατα‐ φρονήματος πρὸς τὸ χεῖρον ἐμπέφυκεν, ὥστε καὶ ἐκείνους μηδ’ ἀρχὴν ἔτι εἶναι τόν τε Μακρῖνον καὶ τὸν Διαδουμενιανὸν νομίζειν,

78

.

20

.

4

ἀλλ’ ὡς καὶ τεθνηκότας αὐτοὺς ἤδη καταπατεῖν. ὅθεν οὐχ ἥκιστα καὶ οἱ στρατιῶται κατεφρόνησαν αὐτοῦ, ἐν οὐδενὶ λόγῳ τὰ ἐπὶ τῇ θεραπείᾳ σφῶν πραχθέντα θέμενοι, καὶ μάλισθ’ ὅτι οἱ Περγα‐ μηνοί, στερηθέντες ὧν παρὰ τοῦ Ταραύτου πρότερον εἰλήφεσαν,
5πολλὰ καὶ ἄτοπα ἐς αὐτὸν ἐξύβρισαν, ἐφ’ ᾧ δὴ καὶ δημοσίᾳ ἀτι‐ μίαν ὑπ’ αὐτοῦ ὦφλον.

78

.

21

.

1

καὶ τὰ μὲν τῶν στρατιωτῶν αὐτίκα λελέξεται· τότε δὲ γράμμα μὲν οὐδὲν ὁ Μακρῖνος τῶν μηνυτικῶν οὔτε ἐσέπεμψεν ἐς τὴν γε‐ ρουσίαν, ὥσπερ ἠξίουν, οὔτ’ ἄλλως ἐξέφηνε, φήσας, εἴτ’ οὖν ἀλη‐ θῶς εἴτε καὶ ψευδῶς, ἵνα μὴ πολλὴ ταραχὴ γένηται, ὅτι μηδὲν ἐν
5τῷ βασιλικῷ τοιοῦτον εὑρέθη (ὁ γάρ τοι Ταραύτας ἤτοι διέφθειρε

78

.

21

.

2

τὰ πλεῖστα τῶν ἔνδειξίν τινα ἐχόντων, ἢ καὶ αὐτοῖς τοῖς πέμψασιν αὐτὰ ἀντέπεμπεν, ὥσπερ εἶπον, ὅπως μηδεὶς ἔλεγχος τῆς κακίας αὐτῶν ὑπολείπηται), τρεῖς δὲ δὴ τῶν βουλευτῶν, οὓς μάλιστα καὶ αὐτὸς ἐξ ὧν ἐπεφωράκει ἀξιομισεῖς ἐνόμιζεν εἶναι, ἐκδήλους ἐποίησε,
5τόν τε Μανίλιον καὶ τὸν Ἰούλιον καὶ προσέτι Σουλπίκιον Ἀρρηνια‐ νόν, ὃς ἄλλους τέ τινας καὶ τὸν Βάσσον τὸν τοῦ Πομπωνίου παῖδα,

78

.

21

.

3

ᾧ τῆς Μυσίας ἄρξαντι ὑπεστρατηγήκει, ἐσεσυκοφαντήκει. καὶ οὗ‐ τοί τε ἐς νήσους ὑπερωρίσθησαν (ἀπεῖπε γὰρ ἄντικρυς μηδένα αὐ‐ τῶν θανατωθῆναι, αὐτὸ τοῦτο γράψας “ἵνα μή, ἃ ἐκείνοις ἐγκα‐ λοῦμεν, αὐτοὶ ποιοῦντες φανῶμεν”) καὶ Λούκιος Πρισκιλλιανὸς ὑπ’
5αὐτῆς τῆς βουλῆς προβληθείς, οὕτω περιβόητος ἐπὶ ταῖς ἐπη‐

78

.

21

.

4

ρείαις ὥσπερ καὶ ἐπὶ ταῖς τῶν θηρίων σφαγαῖς ὤν. ἔν τε γὰρ τῷ Τουσκούλῳ πολλοῖς ἀεὶ πολλάκις ἐμαχέσατο, ὥστε καὶ ση‐ μεῖα τῶν δηγμάτων αὐτῶν φέρειν, καί ποτε καὶ ἄρκτῳ καὶ παρ‐ δάλει λεαίνῃ τε καὶ λέοντι ἅμα μόνος συνηνέχθη· καὶ πολὺ
5πλείους ἄνδρας, καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ἐκ τῶν

78

.

21

.

5

διαβολῶν ἐξώλεσεν. ἐφ’ οἷς ἀμφοτέροις ὑπὸ μὲν τοῦ Καρα‐ κάλλου μεγάλως ἐτιμήθη καὶ ἐς τοὺς ἐστρατηγηκότας ἐσεγράφη καὶ τῆς Ἀχαΐας καὶ παρὰ τὸ καθῆκον ἦρξεν, ὑπὸ δὲ τῆς γερου‐ σίας ἰσχυρῶς ἐμισήθη, καὶ ἐπίκλητός τε ἐγένετο καὶ ἐς νῆσον
5κατεκλείσθη.

78

.

22

.

1

οὗτοί τε οὖν οὕτως ἀπήλλαξαν, καὶ ὁ Φλάκκος τὴν τῶν τρο‐ φῶν διάδοσιν, ἣν ὁ Μανίλιος πρότερον ἔσχε τῆς κατ’ αὐτοῦ συ‐ κοφαντίας γέρας εἰλήφει, ἐπετράπη καὶ αὐτὴν καὶ μετὰ τοῦτο τό
τε διαδίδοσθαί τινα ἐν ταῖς τῶν στρατηγῶν τῶν πάνυ θέαις, πλὴν
5τῶν τῇ Φλώρᾳ τελουμένων .......... δικαιονόμοι οἱ τὴν Ἰτα‐ λίαν διοικοῦντες ἐπαύσαντο ὑπὲρ τὰ νομισθέντα ὑπὸ τοῦ Μάρκου

78

.

22

.

2

δικάζοντες. Δομίτιός τέ τις Φλῶρος περιδρομῇ θεραπείας πρὸς σπουδαρχίαν, καίτοι πρότερόν ποτε τὰ τῆς βουλῆς ὑπομνήματα διὰ χειρὸς ἔχων καὶ ἀγορανόμος ἐπ’ αὐτοῖς ἀποδειχθῆναι ὀφείλων, εἶτα πρὶν ἄρξαι τῆς ἐλπίδος διὰ Πλαυτιανὸν ἐκπεσών, κατεστή‐
5σατο καὶ δήμαρχος ἀπεδείχθη· ὅ τε Φαῦστος ὁ Ἀνίκιος ἐς τὴν

78

.

22

.

3

Ἀσίαν ἀντὶ τοῦ Ἄσπρου ἄρξων ἐπέμφθη. ἐκεῖνος [μὲν] γὰρ τὸ μὲν πρῶτον καὶ πάνυ πολλῆς παρὰ τοῦ Μακρίνου τιμῆς, ὡς καὶ καταστῆσαι τὰ ἐν τῇ Ἀσίᾳ δυνησόμενος, ἔτυχεν· ἔπειτ’ ἐν ὁδῷ ὄντα αὐτὸν ἤδη καὶ πλησιάζοντα τῷ ἔθνει (τὴν γὰρ παραίτησιν,
5ᾗ παρὰ τοῦ Καρακάλλου παρῄτητο, ἐς αὑτὸν ἐλθοῦσαν οὐκ ἐδέ‐ ξατο) δεινῶς περιύβρισεν ἀπωσάμενος (καὶ γάρ τινα καὶ διηγγέλ‐

78

.

22

.

4

λετο αὐτῷ λελαληκὼς οὐκ ἐπιτήδεια), καὶ δῆτα, ὡς καὶ αὖθις αὐ‐
τοῦ παρεμένου διά τε γῆρας καὶ νόσον, τῷ Φαύστῳ τὴν Ἀσίαν, καίπερ παροφθέντι τὴν τοῦ κλήρου τάξιν ὑπὸ τοῦ Σεουήρου, ἐνε‐ χείρισεν· καὶ ἐπειδή γε βραχὺς ὁ χρόνος τῆς ἡγεμονίας αὐτῷ ἐγί‐
5γνετο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἄρξαι αὐτὸν ἀντ’ Αὐφιδίου Φρόντωνος

78

.

22

.

5

ἐκέλευσε. τούτῳ γὰρ οὔτε τὴν Ἀφρικὴν κατακληρωσαμένῳ ἐπέ‐ τρεψεν τῶν Ἄφρων αὐτὸν παραιτησαμένων, οὔτε τὴν Ἀσίαν, καί‐ τοι μεταθεὶς αὐτὸν ἐκεῖσε πρότερον. τό γε μὴν ἱκνούμενον γέρας καὶ οἴκοι μείναντι αὐτῷ, τὰς πέντε καὶ εἴκοσι μυριάδας, δοθῆναι
5ἐσηγήσατο. οὐ μέντοι καὶ ἐκεῖνος αὐτὰς ἔλαβεν, εἰπὼν οὐκ ἀργυ‐ ρίου ἀλλ’ ἡγεμονίας δεῖσθαι, καὶ διὰ τοῦθ’ ὕστερον παρὰ τοῦ Σαρ‐ δαναπάλλου τὸ ἔθνος ἀπέλαβεν. ταῦτα μὲν οὕτως ἐγένετο, ....... | ἐπ’ ἐλπίδι β........ | φομένοις ......... | ἐκ τῆς ............. | μέχρι τῆς ς......... |

78

.

23

.

1

ἡλικίας ἐκ .........· ἡ δὲ Ἰουλία ἡ τοῦ Ταραύτου μήτηρ ἔτυχε μὲν ἐν τῇ Ἀντιοχείᾳ οὖσα, καὶ οὕτω παραχρῆμα, ἅμα τῇ πύστει τοῦ θανάτου αὐτοῦ, διετέθη ὥστε καὶ πλήξασθαι ἰσχυρῶς καὶ ἀποκαρτερῆσαι ἐπιχειρῆσαι. ὃν γὰρ ζῶντα καὶ ἐμίσει, τὸν αὐτὸν
5τοῦτον τότε τετελευτηκότα ἐπόθει οὐχ ὅτι ἐκεῖνον ζῆν ἤθελεν, ἀλλ’ ὅτι αὐτὴ ἰδιωτεύουσα ἤχθετο. καὶ διὰ τοῦτο καὶ τὸν Μακρῖνον

78

.

23

.

2

πολλὰ καὶ δεινὰ ἐλοιδόρησεν. ἔπειθ’ ὡς οὔτε τι τῆς βασιλικῆς θεραπείας ἢ καὶ τῆς τῶν δορυφόρων περὶ αὐτῇ φρουρᾶς ἠλλοιώθη, καὶ ἐκεῖνος χρηστά τινα αὐτῇ, τὰ λεχθέντα ὑπ’ αὐτῆς ἀκη‐ κοώς, ἐπέστειλε, θαρσήσασα τήν τε τοῦ θανάτου ἐπιθυμίαν κατέ‐

78

.

23

.

3

θετο, καὶ μηδὲν αὐτῷ ἀντιγράψασα ἔπραττέν τι καὶ ἐς τοὺς συν‐ όντας οἱ στρατιώτας | ἄλλως τε .......... | καὶ ἐκειν .......... | ........ καὶ τῷ τε Μα|κρίνῳ ..... ομένους | .......... υ υἱέος αὐτῆς | .......... ον μνημονεύοντας, ὅπως αὐταρχήσῃ τῇ τε Σε‐
5μιράμιδι καὶ τῇ Νιτώκριδι, ἅτε καὶ ἐκ τῶν αὐτῶν τρόπον τινὰ
χωρίων αὐταῖς οὖσα, παριςουμένη. ὡς ......... ῃ συνῄρε | .. ....... αὶ γράμματα | ......... ου Μακρίνου | ......... ι τινα

78

.

23

.

4

ἐφ’ οἷς | ........... οντα ελα | ............ ν γνώμης | .......... ειτο φοβηθεῖσα μὴ τοῦ τε ὀνόματος τοῦ τῆς Αὐγούστης στερηθῇ καὶ ἐς τα ....... πατρίδα ἀπελθεῖν ἀναγκασθῇ καὶ παν | ........... δεινοτε | ........... ας γυναι | .......... ωνων προς | ........
5.. θενεστε | ............ νατω τε | .......... νω τις οφθη | ..

78

.

23

.

5

....... ατο παν του | .......... ιέναι μη | .......... μην ἀνελ | .......... σθῇ καὶ ἐ | .......... Μακρίνου | .......... κοι κατα | .......... ι τοῦ τἀναντία πράττειν δοκεῖν ε | .......... ξειν ὅπως | ........... ῃ κατα | .......... οχωρήση | ........
5ἐκεῖνός τε ἐξελθεῖν ὅτι τάχιστα ἐκ τῆς Ἀντιοχείας αὐτήν, ὅποι

78

.

23

.

6

βούλοιτο, ἐκέλευσεν, καὶ τὰ ἐν τῇ Ῥώμῃ περὶ τοῦ υἱέος αὐτῆς λεχ‐ θέντα ἤκουσεν, οὐκέτ’ ἐφιλοψύχησεν, ἀλλ’ ἤδη τρόπον τινὰ καὶ ὑπὸ τοῦ καρκίνου, ὃν ἐν τῷ μαστῷ ἐκ πάνυ πολλοῦ χρόνου ἡσυχά‐ ζοντά πως ἔχουσα τότε 〈ἠρέθισεν〉 ἐκ τῆς πληγῆς ἣν ἐπὶ τῷ τοῦ
5παιδὸς θανάτῳ κοψαμένη κατὰ τῶν στέρνων ἐπέπληκτο, συναιρου‐ μένη προσδιέφθειρεν ἑαυτὴν ἀποκαρτερήσασα.

78

.

24

.

1

καὶ ἡ μὲν οὕτω τε ἐκ δημοτικοῦ γένους ἐπὶ μέγα ἀρθεῖσα, κἀν τῇ τοῦ ἀνδρὸς ἡγεμονίᾳ περιαλγῶς πάνυ διὰ τὸν Πλαυτιανὸν ζή‐
σασα, τῶν τε υἱέων τόν τε νεώτερον ἐν τοῖς αὑτῆς κόλποις κατα‐ σφαγέντα ἐπιδοῦσα καὶ τὸν πρεσβύτερον ζῶντά τε ἀεὶ διὰ τέλους

78

.

24

.

2

〈διὰ〉 φθόνου ἔχουσα καὶ φονευθέντα οὕτω μαθοῦσα, τῆς ἀρχῆς ζῶσα ἐξέπεσεν καὶ ἑαυτὴν προσκατειργάσατο, ὥστε τινὰ ἐς αὐτὴν ἀποβλέψαντα μὴ πάνυ πάντας τοὺς ἐν ταῖς μεγάλαις ἐξουσίαις γενομένους μακαρίζειν, ἂν μὴ καὶ ἡδονή τις αὐτοῖς τοῦ βίου καὶ
5ἀληθὴς καὶ ἀκήρατος καὶ εὐτυχία καὶ ἀκραιφνὴς καὶ διαρκὴς ὑπάρχῃ.

78

.

24

.

3

καὶ τὰ μὲν τῆς Ἰουλίας οὕτως ἔσχε, τό τε σῶμα αὐτῆς ἐς τὴν Ῥώμην ἀναχθὲν ἐν τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου μνήματι κατε‐ τέθη· ὕστερον μέντοι καὶ ἐκεῖνα, ὥσπερ καὶ τὰ τοῦ Γέτα ὀστᾶ, πρὸς τῆς Μαίσης τῆς ἀδελφῆς αὐτῆς ἐς τὸ τοῦ Ἀντωνίνου τεμέ‐

78

.

25

.

1

νισμα μετεκομίσθη. ἔμελλεν δ’ οὐδ’ ὁ Μακρῖνος ἐπὶ πολὺ περι‐ οίσειν, ὥς που καὶ προεδηλώθη αὐτῷ. ἡμίονός τε γὰρ ἡμίονον ἐν τῇ Ῥώμῃ καὶ χοῖρος χοιρίδιον ὦτα τέσσαρα καὶ γλώσσας δύο πόδας τε ὀκτὼ ἔχον ἔτεκε, καὶ σεισμὸς ἰσχυρὸς ἐγένετο, αἷμά τε
5ἐκ σωλῆνος ἐρρύη, καὶ μέλισσαι κηρία ἐν τῇ ἀγορᾷ τῇ βοαρίᾳ ἐνέ‐

78

.

25

.

2

πλασαν. τό τε θέατρον τὸ κυνηγετικὸν κεραυνοῖς ἐν αὐτῇ τῇ τῶν Ἡφαιστίων ἡμέρᾳ βληθὲν οὕτω κατεφλέχθη ὥστε τήν τε ἄνω περι‐ βολὴν αὐτοῦ πᾶσαν καὶ τὰ ἐν τῷ τοῦ κύκλου ἐδάφει πάντα κατα‐

78

.

25

.

3

καυθῆναι, κἀκ τούτου τὰ λοιπὰ πυρωθέντα θραυσθῆναι. οὐδὲ ἐπαρκέσαι αὐτῷ οὔτε ἀνθρωπίνη ἐπικουρία, καίπερ παντὸς ὡς εἰπεῖν ὕδατος ῥέοντος, οὔθ’ ἡ τοῦ οὐρανίου ἐπίρροια πλείστη τε
καὶ σφοδροτάτη γενομένη ἠδυνήθη· οὕτω που καὶ τὸ ὕδωρ ἑκά‐
5τερον ὑπὸ τῆς τῶν σκηπτῶν δυνάμεως ἀνηλίσκετο, καὶ ἐν μέρει καὶ αὐτὸ τοῦτο προσεσίνετο, ὅθεν ἡ θέα τῶν μονομαχιῶν ἐν τῷ

78

.

25

.

4

σταδίῳ ἐπὶ πολλὰ ἔτη ἐτελέσθη. τοῦτό τε οὖν τὰ μέλλοντα ἔσε‐ σθαι προεσήμαινεν, —ἐνεπρήσθη μὲν γὰρ καὶ ἄλλα τινά, καὶ τῶν βασιλικῶν κτημάτων μάλιστα, ἐν τῇ ἀρχῇ αὐτοῦ πολλάκις, ὅπερ που καὶ αὐτὸ ἐξαίσιον ἀεί ποτε νενόμισται· ἐκεῖνο δὲ δὴ ἄντικρυς
5ἐς αὐτὸν φέρειν, ὅτι καὶ τὴν ἱπποδρομίαν τοῦ Ἡφαίστου κατελε‐

78

.

25

.

5

λύκει, ἔδοξεν. ἔκ τε οὖν τούτου νέον τι γίγνεσθαι ἐτοπάσθη, καὶ ὅτι ὁ Τίβερις ἐν τῇ αὐτῇ ἐκείνῃ ἡμέρᾳ πληθύσας ἔς τε τὴν ἀγο‐ ρὰν καὶ ἐς τὰς περὶ αὐτὴν ὁδοὺς τοσαύτῃ ῥύμῃ ἐσέβαλεν ὥστε καὶ ἀνθρώπους παρασυρῆναι. γυνή τέ τις, ὥς γε ἤκουσα, βλοσυρὰ
5καὶ ὑπέρογκος ὀφθεῖσά τισιν ἔφη ὅτι ἐλάχιστα ταῦτα πρὸς τὰ

78

.

26

.

1

μέλλοντα αὐτοῖς συμβήσεσθαί ἐστιν. καὶ ἔσχεν οὕτως· οὐδὲ γὰρ ἐν τῇ πόλει μόνῃ τὸ δεινὸν ἔμεινεν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην αὐτῆς, ὑφ’ ἧς τὸ θέατρον ἀεί ποτε ἐπληροῦτο, ἐπέσχεν· τὸν μὲν γὰρ πρὸς τοὺς βαρβάρους πόλεμον καὶ ἐλαττωθέντες κατέθεντο,
5τῇ δὲ ἐκ τῶν στρατιωτῶν πλεονεξίᾳ καὶ στάσει δεινῶς ἐκακώ‐ θησαν. ἐπράχθη δὲ ἑκάτερον ὧδε.

78

.

26

.

2

ὁ Μακρῖνος ἰδὼν τὸν Ἀρτάβανον σφόδρα τε ἐφ’ οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τ’ αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λό‐ γους φιλίους ἔπεμψε, πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος

78

.

26

.

3

καὶ τὴν αἰτίαν τῶν γεγονότων ἐς τὸν Ταραύταν τρέπων· ὡς δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις 〈τὰσ〉 κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν

78

.

26

.

4

βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευσεν (τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν, καὶ τοῦ Μακρίνου ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν, τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθ’ ὅσα ἐβούλετο κατεργάσεσθαι),

78

.

26

.

5

οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν, ἀλλ’ ἀπαντήσας αὐτῷ πρὸς τὴν Νίσιβιν ἤδη προσιόντι ἡττήθη, μάχης περὶ τοῦ ὕδατος τοῖς στρατιώταις ἐν τῇ ἀντιστρατοπεδεύσει γενομένης. καὶ δὴ καὶ αὐτὸ τὸ τάφρευμα παρ’ ὀλίγον ἀπέβαλεν. ἀλλὰ τὸ μὲν οἵ τε ὑπα‐

78

.

26

.

6

σπιςταὶ καὶ οἱ σκευοφόροι οἱ παρατυχόντες διεςώσαντο· θρασυνόμενοι γὰρ προεξῇξαν ἐς τοὺς βαρβάρους ἐπεκδραμόντες· τό τε γὰρ ἀνέλ‐ πιστον τῆς ἀντιτάξεως ὠφέλησεν αὐτούς, καὶ δὴ στρατιῶταί τινες ὡπλισμένοι ἀλλ’ οὐχ ὑπηρέται ἔδοξαν εἶναι. ὁ δ............ | τότε
5τε οὐ .......... | καὶ μετα ........... | ξεως παρ.......... |

78

.

26

.

7

της νυκ............. | τὰ στρατό ......... | οἵ τε Ῥωμαῖοι ....... | το καὶ οἱ πολέμιοι τὸν | θόρυβον ........... | σφῶν α ............ | πτευσαν ......... | γην, ἀ ............. |
αὐτοὺς . ο .......... | λυ ἀπαλ . η .......... | σαν ἐπει ....
5....... | τες οἱ Ῥωμαῖοι ..... | βαρβάρων ......... | ασπτοης .......... | αληθειν ........... | το πεποιη ........... | θον τε αυ........... | μια μὲν μ........... | ἀ...λαξ... ......... ‖ ....... ήθει αὐτῶν βιασθέντες καὶ τῇ τοῦ Μακρίνου

78

.

26

.

8

φυγῇ ἀθυμήσαντες ἐνικήθησαν. κἀκ τούτου ...... τῆς Μεσοπο‐ ταμίας ἄλλως τε καὶ ἐκεί | ....... τὴν Συρίαν κα | ......... ιελθόντες | ........ η. τότε μὲν δὴ ταῦτα ἐγένετο, ἐν δὲ δὴ τῷ μετοπώρῳ τῷ τε χειμῶνι, ἐν ᾧ ὅ τε Μακρῖνος καὶ ὁ Ἄδουεντος ὑπά‐
5τευσαν, ἐς μὲν χεῖρας οὐκέτ’ ἀλλήλοις ἦλθον, διαπρεσβευόμενοι δὲ

78

.

27

.

1

καὶ διακηρυκευόμενοι συνηλλάγησαν. ὁ γὰρ Μακρῖνος ὑπό τε δει‐ λίας ἐμφύτου (καὶ γὰρ Μαῦρος ὢν δεινῶς ἐδείμαινεν) καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε διαπολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ
5τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι.

78

.

27

.

2

καὶ ἐκεῖνος ἔκ τε τούτου καὶ ὅτι καὶ οἱ στρατιῶται αὐτοῦ τῇ τε τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπ’ οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὔτε ἐκ παρασκευῆς (οὐ γὰρ ἑτοιμάζονται) οὔτ’ αὐτόθεν τῷ τὰ μὲν δεδῃῶσθαι τὰ δὲ ἐν τοῖς τείχεσιν εἶναι εὐπό‐

78

.

27

.

3

ρουν, δεινῶς ἤσχαλλον, οὐκ ἀκουσίως κατηλλάγη. οὐ μέντοι καὶ πάντα τὰ πραχθέντα αὐτοῖς ἀκριβῶς ὁ Μακρῖνος τῇ [τε] βουλῇ ἐπέστειλεν, καὶ διὰ τοῦτο καὶ θυσίαι αὐτῷ ἐπινίκιοι ἐψηφίσθησαν καὶ τὸ ὄνομα τὸ Παρθικὸν ἐδόθη. οὐ μὴν ἐδέξατο, αἰσχυνθείς,
5ὡς ἔοικεν, ἐπίκλησιν πολεμίων λαβεῖν ὑφ’ ὧν ἥττητο.

78

.

27

.

4

καὶ μέντοι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμωθέντα, ὥσπερ εἶπον, κατέστη, τοῦ [τε] Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα πα‐ ρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν ὁ Ταραύτας ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς
5Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία ὅσα ὁ πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε [γὰρ] ἀργύριον ὃ κατ’ ἔτος παρὰ

78

.

27

.

5

τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος λήψεσθαι. οἵ τε Δάκοι λυ‐ μηνάμενοί τινα τῆς Δακίας καὶ πολεμησείοντες ἐπὶ πλεῖον ἀνέ‐ σχον, τοὺς ὁμήρους, οὓς ὁ Καράκαλλος ἐν συμμαχίας λόγῳ παρ’ αὐτῶν εἰλήφει, κομισάμενοι.

78

.

28

.

1

ταῦτα μὲν οὖν οὕτως ἔσχεν, πόλεμος δὲ δὴ τοῖς Ῥωμαίοις ἕτερος οὐκέτ’ ὀθνεῖος ἀλλ’ ἐμφύλιος συνερράγη. οἱ γὰρ στρατιῶται τὸ μέν τι τοῖς πταίσμασιν ἀχθόμενοι, τὸ δὲ πλέον οὔτε πόνον
οὐδένα ἔθ’ ἑκούσιον ὑπομένοντες, ἀλλ’ ἐς πάντα δὴ πάντως ἐκδε‐
5διῃτημένοι, οὔτ’ αὐτοκράτορα οὐδένα ἐγκρατῶς σφῶν ἄρχοντα ἔχειν ἐθέλοντες, ἀλλὰ λαμβάνειν μὲν ἄπλετά τινα ἀξιοῦντες ἔργον δ’

78

.

28

.

2

οὐδὲν ἄξιον αὐτῶν ποιεῖν δικαιοῦντες, ἐταράσσοντο. καί σφας ἥ τε τῆς μισθοφορᾶς συντομὴ καὶ ἡ τῶν γερῶν τῶν τε ἀτελειῶν τῶν ἐν τοῖς στρατιωτικοῖς ὑπηρετήμασιν, ἃ παρὰ τοῦ Ταραύτου εὕρηντο, στέρησις, καίπερ μηδὲν αὐτοὺς μέλλοντάς σφων ἀπολαύσειν, ἐπι‐
5παρώξυνεν, ἥ τε ἐν ταὐτῷ τρόπον τινὰ διατριβή, ἣν τοῦ πολέμου

78

.

28

.

3

ἕνεκα χειμάζοντες ἐν τῇ Συρίᾳ ἐπεποίηντο, προσεπισχύρισεν. ἔδοξεν μὲν γὰρ στρατηγικῶς πως καὶ νουνεχόντως ὁ Μακρῖνος πεποιηκέναι, τῶν μὲν ἐν τοῖς ὅπλοις ὄντων μηδὲν παρελόμενος, ἀλλ’ ἀκέραια αὐτοῖς πάντα τὰ πρὸς ἐκείνου νομισθέντα τηρήσας, τοῖς δ’ αὖθις
5στρατευσομένοις προειπὼν ὅτι ἐπὶ τοῖς ἀρχαίοις τοῖς ὑπὸ τοῦ Σε‐

78

.

28

.

4

ουήρου καταδειχθεῖσιν καταλεχθήσοιντο· τούτους τε γάρ, ἅτε καὶ κατ’ ὀλίγους ἐς τὴν στρατιὰν ἥξοντας, [καὶ] τὸ μὲν πρῶτον ὑπό τε τοῦ ἀμάχου καὶ ὑπὸ δέους τὸ δὲ ἔπειτα ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ τοῦ ἔθους οὐδὲν νεοχμώσειν, καὶ τοὺς ἑτέρους, ἅτε μηδὲν ἀπολλύν‐

78

.

29

.

1

τας αὐτούς, ἡσυχάσειν ἤλπισεν. τοῦτο δὲ εἰ μὲν ἀναχωρησάντων τε αὐτῶν ἐς τὰ οἰκεῖα τείχη καὶ κατὰ τοῦτο διασπαρέντων ἐγεγό‐ νει, ὀρθῶς ἂν ἐπέπρακτο. ἴσως μὲν γὰρ οὐδ’ ἂν ἠγανάκτησάν τινες αὐτῶν, πιστεύσαντες ὄντως μηδὲν αὐτοὶ ζημιωθήσεσθαι τῷ μὴ

78

.

29

.

2

παραχρῆμα αὐτὸ πεπονθέναι· εἰ δὲ δὴ καὶ ἐχαλέπηναν, ἀλλ’ ὀλίγοι πως ἕκαστοι ὄντες καὶ τοῖς ἐκ τῆς βουλῆς ἄρχουσιν ὑποτεταγμένοι οὐδὲν ἂν μέγα κακὸν δρᾶσαι ἠδυνήθησαν. ἐν δὲ δὴ τῇ Συρίᾳ συν‐ εστραμμένοι, καὶ τὸ μέν τι καὶ περὶ αὑτούς, εἰ σκεδασθεῖεν, ὑπο‐
5πτεύσαντες καινοτομηθήσεσθαι (τότε γὰρ διὰ τὴν τοῦ πολέμου χρείαν

78

.

29

.

3

κολακεύεσθαι ἐδόκουν), τὸ δὲ καὶ τῷ ........................ ἐκεῖ‐ νοι μὲν γὰρ στρατιώτας τέ τινας ἀπέκτειναν καὶ τῆς Μεσοποταμίας τινὰ ἐλυμήναντο, οὗτοι δὲ καὶ ἀλλήλων συχνοὺς κατέκοψαν καὶ τὸν αὐτοκράτορά σφων κατέλυσαν, καὶ ὃ τούτου δεινότερόν ἐστιν, τοιοῦ‐
5τον ἕτερον ἐστήσαντο ὑφ’ οὗ οὐδὲν ὅ τι οὐ κακὸν καὶ αἰσχρὸν ἐγένετο.

78

.

30

.

1

καί μοι δοκεῖ ἐναργέστατα καὶ τοῦτο, εἴπερ τι ἄλλο τῶν πώ‐ ποτε, προδειχθῆναι· ἡλίου τε γὰρ ἔκλειψις περιφανεστάτη ὑπὸ τὰς ἡμέρας ἐκείνας ἐγένετο, καὶ ὁ ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖον ὤφθη, ἕτερόν τέ τι ἄστρον ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς τὸ ἀκρο‐
5φύσιον ἐπὶ πολλὰς νύκτας ἀνατεῖνον δεινῶς ἡμᾶς ἐξετάραττεν, ὥστε τοῦτο δὴ τὸ τοῦ Ὁμήρου διὰ στόματος ἀεὶ ποιεῖσθαι ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανός, ἄιε δὲ Ζεύς. ἐπράχθη δὲ ὧδε.

78

.

30

.

2

ἡ Μαῖσα ἡ τῆς Ἰουλίας τῆς Αὐγούστης ἀδελφὴ δύο τε θυγα‐ τέρας, Σοαιμίδα καὶ Μαμαίαν, ἐξ Ἰουλίου Ἀουίτου ἀνδρὸς ὑπατευ‐ κότος, καὶ δύο ἐγγόνους ἄρσενας, ἐκ μὲν τῆς Σοαιμίδος Οὐαρίου τε Μαρκέλλου, ἀνδρὸς ὁμοεθνοῦς (ἐξ Ἀπαμείας γὰρ ἧς ἐκεῖνος ἦν)
5καὶ ἔν τε ἐπιτροπαῖς ἐξετασθέντος καὶ ἐς τὸ συνέδριον ἐσγραφέν‐

78

.

30

.

3

τος καὶ μετὰ τοῦτο τελευτήσαντος Ἀουῖτον, ἐκ δὲ τῆς Μαμαίας Γεσσίου τε Μαρκιανοῦ, Σύρου τε καὶ αὐτοῦ ἐξ Ἄρκης πόλεως ὄντος καὶ ἐπιτροπείας τινὰς προσταχθέντος, Βασσιανὸν ἔχουσα—αὕτη
οὖν οἴκοι ἐν τῇ Ἐμέσῃ τὴν δίαιταν ν ......, τῆς ἀδελφῆς Ἰου‐
5λίας ᾗ παρὰ πάντα τὸν τῆς βασιλείας αὐτῆς χρόνον συνεγεγόνει, διο‐

78

.

30

.

4

λομένης. ὁ γὰρ Ἀουῖτος παρὰ μὲν τοῦ Καρακάλλου ἐς Κύπρον ἐκ τῆς Μεσοποταμίας μετὰ τὴν τῆς Ἀσίας ἀρχὴν πεμφθεὶς κληρωτῷ τινὶ σύνεδρος ὑπό τε γήρως καὶ ὑπ’ ἀρρωστίας ὤφθη συναιρούμενος· τὰ δὲ τοῦ ..αυ.......... | αὐτοῦ, ἐπ........... | ἐτελεύ‐

78

.

31

.

1

τησεν, Εὐτυχιανός τις ἔν τε ἀθύρμασι καὶ ἐν γυμνασίοις ἀρέσας καὶ διὰ ταῦτα ........ | θείς, ὃς αὐτο .......... | τας ἐμμελε .......... | ας ἐπὶ του .......... | νων αυτω ........... | προσωνομ......... τε τῶν στρατιωτῶν ἐς τὸν Μακρῖνον
5ἀπέχθειαν συνιδών (...... | τε γὰρ οὐ πο.......... | σεων πολ ............ | καὶ οἱ τὸ τρ.......... | κον τεῖχος .......... | ποτε προ ...........) καί τι καὶ ὑπὸ τοῦ Ἡλίου, ὃν Ἐλεγάβαλον ἐπικαλοῦσι καὶ μεγάλως θρησκεύουσιν, ἄλλων τέ τινων μαντειῶν

78

.

31

.

2

ἀναπεισθείς, ἐπεχείρησε τόν τε Μακρῖνον καθελεῖν καὶ τὸν Ἀου‐ ῖτον τὸν τῆς Μαίσης ἔγγονον αὐτοκράτορα, καίπερ παιδίον ἔτι ὄντα, ἀντικαταστῆσαι. καὶ κατειργάσατο ἑκάτερον· καίτοι αὐτός τε οὐδέπω πάνυ ἐς ἄνδρας ἐτέλει, καὶ συνεργοὺς ὀλίγους εἶχεν ἐξε‐

78

.

31

.

3

λευθέρους καὶ στρατιώτας εξ ......... τέλους βουλευτάς τε Ἐμε‐ σηνοὺς ................ ρος ..... τοῦ τε γὰρ Ταραύτου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτε ἐν παισὶν ἐχρῆτο, κοσμήσας. αιταραυτηι .......... τῶν
5βασιλι | .......... ατων τῶν | ......... συναλλετο | .........

78

.

31

.

4

ἔς τε τὸ στρατόπεδον νυκτός, μήτε τῆς μητρὸς αὐτοῦ μήτε τῆς τήθης ἐπισταμένης, ἐσήγαγε, καὶ τοὺς στρατιώτας ἅμα τῇ ἕῳ τῆς τοῦ Μαΐου ἑκκαιδεκάτης, γλιχομένους τινὰ ἀφορμὴν ἐπανα‐ στάσεως λαβεῖν, ἀνέπεισε νεοχμῶσαι. μαθὼν δὲ ταῦτα ὁ Ἰουλιανὸς
5ὁ ἔπαρχος (ἔτυχεν γὰρ οὐ πόρρω ἀπών) ἄλλους τέ τινας καὶ θυγα‐

78

.

34

1,1

τέρα τοῦ Μαρκιανοῦ γαμβρόν τε ἐφόνευσεν, κἀκ τῶν λοιπῶν στρα‐ τιωτῶν ἀθροίσας τινὰς ὡς δι’ ὀλίγου προσέμειξεν ὡς καὶ πολε‐

78

.

32

.

1

μιωτάτῳ τείχει. δυνηθεὶς δ’ ἂν αὐτὸ αὐθημερὸν λαβεῖν (οἱ γὰρ Μαῦροι οἱ τῷ Ταραύτᾳ κατὰ τὸ συμμαχικὸν πεμφθέντες προθυ‐ μότατα ὑπὲρ τοῦ Μακρίνου, ἅτε καὶ ὁμοεθνοῦς σφίσιν ὄντος, ἠγωνίσαντο, ὥστε καὶ πύλας τινὰς διαρρῆξαι) οὐκ ἠθέλησεν, εἴτ’
5οὖν φοβηθεὶς ἐσδραμεῖν, εἴτε καὶ ἐλπίσας ἑκόντας τοὺς ἔνδον

78

.

32

.

2

παραστήσεσθαι. ὡς δ’ οὔτε τις αὐτῷ ἐπεκηρυκεύετο, καὶ προσέτι τὰς πύλας πάσας τῆς νυκτὸς ἀπῳκοδόμησαν ὥστε ἐν ἀσφαλεστέρῳ εἶναι, προσέβαλεν μὲν αὖθις αὐτοῖς, ἐπέρανε δ’ οὐδέν. τόν τε γὰρ Ἀουῖτον, ὃν Μᾶρκον Αὐρήλιον Ἀντωνῖνον ἤδη προσηγόρευον, περι‐
5φέροντες ὑπὲρ τοῦ τείχους, καὶ εἰκόνας τινὰς τοῦ Καρακάλλου

78

.

32

.

3

παιδικὰς ὡς καὶ προσφερεῖς αὐτῷ ἀποδεικνύντες, παῖδά τε ὄντως αὐτὸν ἐκείνου καὶ διάδοχον τῆς ἀρχῆς ἀναγκαῖον εἶναι λέγοντες, καὶ “τί ταῦτα ὦ συστρατιῶται ποιεῖτε; τί δὲ οὕτω τῷ τοῦ εὐεργέ‐ του ὑμῶν ὑεῖ μάχεσθε”; ἐκβοῶντες, πάντας τοὺς σὺν τῷ Ἰουλιανῷ
5στρατιώτας, ἄλλως τε καὶ προθύμως πρὸς τὸ νεωτεροποιεῖν ἔχον‐ τας, διέφθειραν, ὥστε τοὺς μὲν ἐπιτεταγμένους σφίσιν πλὴν τοῦ Ἰουλιανοῦ (διέδρα γάρ) ἀποκτεῖναι, ἑαυτοὺς 〈δὲ〉 τά τε ὅπλα τῷ

78

.

32

.

4

Ψευδαντωνίνῳ παραδοῦναι. κατεχομένους γὰρ αὐτοὺς ὑπό τε τῶν ἑκατοντάρχων καὶ τῶν ἄλλων ὑπομειόνων, κἀκ τούτου διαμέλλοντας, ὁ Εὐτυχιανὸς τὸν Φῆστον, κατὰ τὸν τοῦ Ταραύτου πρόκοιτον ἀντωνομάσθη, ἔπεισεν ἀποσφάξαι πάντας ἐκείνους, ἆθλόν σφισι
5τὴν τοῦ τεθνήξοντος 〈ἑκάστῳ〉 οὐσίαν τε καὶ χώραν ἐν τῇ στρα‐ τείᾳ προθείς· καὶ αὐτοῖς καὶ τὸ παιδίον ἀπὸ τοῦ τείχους ἐδημηγό‐ ρησεν ὑπόβλητα, τόν τε πατέρα ἤδη ἐπαινῶν, καὶ τὸν Μακρῖνον ὡς | ................................................... ....................................................
10.................................................... ....................................................

78

.

33

.

1

................................... | . αρ ........... | καιν .......... | τομ ........... | νατων ......... | λιτι ... ....... | μισθοc ........ | ἐπὶ μηδ ........ | ματι το ........
| δεδικα ........ | εισχε ........ | τιαν η κα ..... λελοιπότας
5ἐς τὴν ἀρχαίαν οὐσίαν τε καὶ ἐπιτιμίαν ἐπαναχθῆναι. ᾧ μέντοι μά‐

78

.

33

.

2

λιστα αὐτοὺς ἀνηρτήσατο, ... ἕκαστον ........ δώσειν ....... ὑπέσχετο καὶ τοὺς φυγάδας κατάξειν ὡς καὶ ἐκ τούτου γνήσιος ἔκ‐ γονος τοῦ Ταραύτου εἶναι δόξων. ......... | τα γε κ ......... | παρανο ........ | ειγε εκ ........ ‖ ...................
5.................................................. .................................................. .................................................. .................................................. | ............ νο | ............ μη | ........... ιτη | ......
10... κιανω | ............ τω | ...... Μακρῖνον | ........ μενω .. |

78

.

34

1,2

(ὁ γὰρ Μάρκελλος ἐτεθνήκει), τοῦτον μὲν ἀπέκτεινεν, αὐτὸς δὲ ἀτολμή‐ σας περαιτέρω χωρὶς τοῦ Μακρίνου προχωρῆσαι μετεπέμψατο αὐτόν. καὶ ὃς ἔς τε τὴν Ἀπάμειαν ἐς τοὺς Ἀλβανίους στρατιώτας διὰ

78

.

34

.

2

ταχέων ἦλθε, καὶ τὸν υἱὸν αὐτοκράτορα, καίπερ δέκατον ἔτος ἄγοντα, ἀπέδειξεν, ὅπως ἐπὶ τῇ προφάσει ταύτῃ τοὺς στρατιώτας τοῖς τε ἄλλοις καὶ πεντακισχιλίων δραχμῶν ὑποσχέσει τιθασεύσῃ· καὶ παραυτίκα τε αὐτοῖς κατὰ χιλίας ἔνειμε, τήν τε τροφὴν καὶ

78

.

34

.

3

τοῖς λοιποῖς ἐντελῆ, καὶ τὰ ἄλλ’ ἃ ἀφῄρητο αὐτούς, ἀποκατέστησεν, ἐλπίζων σφᾶς διὰ τούτων ἱλεώσεσθαι. κἀκ τῆς αὐτῆς ταύτης αἰ‐ τίας καὶ τῷ δήμῳ δεῖπνον κατὰ πεντήκοντα καὶ ἑκατὸν δραχμὰς ἔνειμε πρὶν καὶ ὁτιοῦν περὶ τῆς ἐπαναστάσεως αὐτοῖς διαδηλῶσαι,
5ἵνα μὴ δι’ ἐκείνην ἀλλ’ ἐς τὴν τοῦ υἱέος τιμὴν ἑστιᾶν αὐτοὺς νο‐ μισθείη. καὶ αὐτῷ ταῦτα πράττοντι στρατιώτης τις τῶν ἀφεστη‐

78

.

34

.

4

κότων προσῆλθεν, τὴν 〈τοῦ〉 Ἰουλιανοῦ κεφαλήν (εὑρέθη γὰρ κεκρυμ‐ μένος που καὶ ἐσφάγη) κομίζων ἐν ὀθονίοις πολλοῖς ἰσχυρῶς σφόδρα
σχοινίοις καταδεδεμένην ὡς καὶ τοῦ Ψευδαντωνίνου οὖσαν· καὶ γὰρ

78

.

34

.

5

τῷ τοῦ Ἰουλιανοῦ δακτυλίῳ ἐσεσήμαντο. καὶ ὁ μὲν τοῦτο ποιήσας ἐξέδρα ἐν ᾧ ἐκείνη ἐξεκαλύπτετο· γνοὺς δ’ ὁ Μακρῖνος τὸ πεπραγ‐ μένον οὐκέτ’ ἐτόλμησεν οὔτε κατὰ χώραν μεῖναι οὔτε πρὸς τὸ τεῖχος προσελάσαι, ἀλλ’ ἐς τὴν Ἀντιόχειαν κατὰ τάχος ἀνεκομίσθη. καὶ
5οὕτως οἵ τε Ἀλβάνιοι οἵ τε ἄλλοι οἱ περὶ ἐκεῖνα τὰ χωρία χειμά‐

78

.

34

.

6

ζοντες προσαπέστησαν. καὶ οἱ μὲν τά τε ἄλλα ἀντιπαρεσκευάζοντο, καὶ ἀντέπεμπον ἔς τε τὰ ἔθνη καὶ ἐς τὰ στρατόπεδα ἀγγέλους καὶ γράμματα, ἀφ’ ὧν πολλαχόθι πρός τε τὴν πρώτην ἑκατέρου περὶ τοῦ ἑτέρου πέμψιν καὶ πρὸς τὰς συνεχεῖς καὶ διαφόρους ἀλλήλαις

78

.

34

.

7

ἀγγελίας ἐταράχθησαν· κἀκ τούτου συχνοὶ μὲν καὶ τῶν γραμματο‐ φόρων ἀμφοτέρωθεν ἐφθάρησαν, συχνοὶ δὲ καὶ τῶν θανατωσάντων τοὺς Ἀντωνινείους ἢ καὶ μὴ αὐτίκα αὐτοῖς προσθεμένων αἰτίαν ἔσχον, καὶ οἱ μὲν καὶ ἀπώλοντο διὰ τοῦτο, οἱ δ’ ἄλλο τι ὦφλον.

78

.

34

.

8

ὧν ἐγὼ τὰ μὲν ἄλλα (ὁμοιοτροπώτατά τε γάρ ἐστιν καὶ οὐδὲν μέγα λεπτολογηθέντα ἔχει) παρήσω, τὰ δὲ ἐν τῇ Αἰγύπτῳ γενόμενα κεφαλαιώσας ἐρῶ.

78

.

35

.

1

ἦρχεν μὲν αὐτῆς ὁ Βασιλιανός, ὃν καὶ ἐς τὴν τοῦ Ἰουλιανοῦ χώραν ἔπαρχον ὁ Μακρῖνος ἐπεποιήκει, διῆγεν δέ τινα καὶ Μάριος Σεκοῦνδος, καίπερ βουλευτής τε ὑπὸ τοῦ Μακρίνου γεγονὼς καὶ τῆς Φοινίκης προστατῶν· καὶ ἦσαν κατὰ ταῦτα ἀμφότεροι αὐτῷ
5προσκείμενοι, καὶ διὰ τοῦτο καὶ τοὺς τοῦ Ψευδαντωνίνου δρομοκή‐

78

.

35

.

2

ρυκας ἀπέκτειναν. μέχρι μὲν δὴ οὖν ἐν ἀμφιβόλῳ τὰ πράγματα ἦν, μετέωροι καὶ αὐτοὶ καὶ οἱ στρατιῶται οἵ τε ἰδιῶται ἦσαν, οἱ μέν τινες αὐτῶν ταῦτα οἱ δὲ ἐκεῖνα κατὰ 〈τὸ〉 στασιωτικὸν καὶ βου‐ λόμενοι καὶ εὐχόμενοι καὶ διαθρυλοῦντες. ἐπεὶ δὲ τῆς ἥττης τοῦ
5Μακρίνου ἀγγελία ἀφίκετο, στάσις ἰσχυρὰ ἐγένετο καὶ τοῦ τε δή‐

78

.

35

.

3

μου πολλοὶ καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγοι διώλοντο, ὅ τε Σε‐ κοῦνδος ἐν ἀμηχανίᾳ ἔπεσε, καὶ ὁ Βασιλιανὸς φοβηθεὶς μὴ καὶ ἐν χερσὶν ἀπόληται ἔκ τε τῆς Αἰγύπτου ἐξέδρα, καὶ ἐς τὴν Ἰταλίαν τὴν περὶ τὸ Βρεντέσιον ἐλθὼν ἐφωράθη, προδοθεὶς ὑπὸ φίλου
5τινός, ᾧ ἐν τῇ Ῥώμῃ ὄντι κρύφα προσέπεμψεν τροφὴν αἰτῶν. καὶ ὁ μὲν οὕτως, ὕστερον ἐς τὴν Νικομήδειαν ἀναχθείς, ἐσφάγη·

78

.

36

.

1

ὁ δὲ δὴ Μακρῖνος ἔγραψε μὲν καὶ τῇ βουλῇ περὶ τοῦ Ψευδαντω‐ νίνου ὅσα καὶ τοῖς ἑκασταχόθι ἄρχουσι, παιδίον τέ τι ἀποκαλῶν αὐτὸν καὶ ἔμπληκτον εἶναι λέγων, ἔγραψε δὲ καὶ τῷ Μαξίμῳ τῷ πολιάρχῳ τά τε ἄλλα οἷα εἰκὸς ἦν, καὶ ὅτι οἱ στρατιῶται καὶ οἱ
5νεωστὶ κατειλεγμένοι πάνθ’ ὅσα καὶ πρὶν εἶχον λαμβάνειν ἀξιοῦσιν, καὶ κοινὴν ἐπὶ τοῖς οὐ διδομένοις σφίσιν ὀργὴν καὶ οἱ ἄλλοι οἱ

78

.

36

.

2

μηδενὸς ἐστερημένοι ποιοῦνται. καὶ ἵνα γέ τις ἄλλα ὅσα παρά τε τοῦ Σεουήρου καὶ τοῦ υἱέος αὐτοῦ πρὸς διαφθορὰν τῆς ἀκριβοῦς στρατείας εὕρηντο παραλίπῃ, οὔτε δίδοσθαί σφισι τὴν μισθοφορὰν τὴν ἐντελῆ πρὸς ταῖς ἐπιφοραῖς, ἃς ἐλάμβανον, οἷόν τε εἶναι ἔφη

78

.

36

.

3

(ἐς γὰρ ἑπτακισχιλίας μυριάδας ἐτησίους τὴν αὔξησιν αὐτῆς τὴν ὑπὸ τοῦ Ταραύτου γενομένην τείνειν) οὔτε μὴ δίδοσθαι, τοῦτο μὲν ὅτι ο......... | ται ἐκεῖνο δ........ | δικαίων πο........ | ἀλλὰ τὰ νεν......... | ἀναλώματα α........ |.αὶ τὸ μὲν ς......... |

78

.

36

.

4

τε δημοσιο......... | στρατιωτικ........ | μενον καὶ ο..... .... | ἀπολουμεν.......... | δυνηθη αὐ.......... | παῖς ὡς αυτ ......... | τ’ ἐφ’ ἑαυτω.......... | ἑαυτὸν ἐπ.......... καὶ ὅτι καὶ υἱὸν εἶχε κατωδύρατο ἑαυτόν, παραμύθιον τῆς συμφο‐
5ρᾶς ἔχειν ἔφη ὅτι τῷ ἀδελφοφόνῳ τῷ τὴν οἰκουμένην ἀπολέσαι

78

.

36

.

5

ἐπιχειρήσαντι ἐπεβίω. ἔπειτα καὶ τοιόνδε τι προσενέγραψεν, ὅτι πολλοὺς οἶδα μᾶλλον ἐπιθυμοῦντας αὐτοκράτορα σφαγῆναι ἢ αὑ‐ τοὺς βιῶναι. τοῦτο δὲ οὐ περὶ ἐμαυτοῦ λέγω, ὅτι τις ἢ ἐπιθυμή‐ σειεν ἂν ἢ εὔξαιτό με ἀπολέσθαι. ἐφ’ ᾧ δὴ Φούλουιος Διογενια‐
5νὸς ἐξεβόησεν ὅτι πάντες εὐξάμεθα.

78

.

37

.

1

οὗτος δ’ ἦν μὲν ἐκ τῶν ὑπατευκότων, σφόδρα δ’ οὐ φρενήρης, καὶ κατὰ τοῦτο οὔτ’ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους ἤρεσκεν. οὗτος καὶ τ.......... | τὸ ὑπόγραμμα ....... | ἐπιστολη ..... .....|σαντος ὅτ.......... καὶ πρὸς τὸ ....... ‖ .........ς
5διφθέριον ....... ραπτο ἀναγνῶναι | ........ σατο κἀκεῖνα | ... ..... θηναι καὶ ην | ......... ς ἄλλα τε καὶ | .......... σπεμφ‐ θείη | ........ ἄντικρυς ὡς | ........... μοσιευθη | ......... τα κατοκνῶν | ......... ερ κελεύσας | ......... ωθῆναι τῷ | ...

78

.

37

.

2

...... καὶ ἄλλοις τε | ........ πρώτων τοῖς | ........ υσαν ἐπι‐ στη | .......... ῦ κοινοῦ σω | ...... όνοιάν τινα | .......... ους τονδε | .......... ων γραμμα | .......... ων ἐπὶ πλει | .. .......... ον ὅτι ὁ Ψευ|δαντωνῖνος εὑρὼν | .. ἐν τοῖς τοῦ Μακρίνου
5κιβωτίοις μηδέπω | ......... α αὐτὸς ἑκὼν | .......... ἐξέφη‐ νεν | .......... α διαβολὴν | ....... πρὸς τοὺς στρατιώτας ποιού‐

78

.

37

.

3

μενος. οὕτω δὲ ταχέως ἐπ’ αὐτὸν ἤλασεν ὥστε χαλεπῶς τὸν Μακρῖνον ἐν κώμῃ τινὶ τῶν Ἀντιοχέων, ἑκατόν τε καὶ ὀγδοήκοντα

78

.

37

.

4

ἀπὸ τῆς πόλεως σταδίους ἀπεχούσῃ, συμβαλεῖν αὐτῷ. ἔνθα δὴ τῇ μὲν προθυμίᾳ τῇ τῶν δορυφόρων ἐκράτησεν (τούς τε γὰρ θώρακας τοὺς λεπιδωτοὺς καὶ τὰς ἀσπίδας τὰς σωληνοειδεῖς ἀφε‐ λόμενος αὐτῶν κουφοτέρους σφᾶς ἐς τὰς μάχας ἐπεποιήκει), τῇ δὲ
5ἑαυτοῦ δειλίᾳ ἡττήθη, καθάπερ καὶ τὸ δαιμόνιον αὐτῷ προεδήλω‐

78

.

37

.

5

σεν. ἐν γὰρ δὴ τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ τὰ πρῶτα αὐτοῦ περὶ τῆς ἀρχῆς γράμματα ἡμῖν ἀνεγνώσθη, περιστερά τις ἐπὶ εἰκόνα Σεουή‐ ρου, οὗ τὸ ὄνομα αὐτὸς ἑαυτῷ ἐτέθειτο, ἐν τῷ συνεδρίῳ ἀνακειμέ‐ νην ἐπέπτατο· καὶ μετὰ τοῦτο, ὅτε τὰ περὶ τοῦ υἱέος ἔπεμψεν, οὔτε
5ὑπὸ τῶν ὑπάτων οὔθ’ ὑπὸ τῶν στρατηγῶν συνήλθομεν (οὐ γὰρ ἔτυχον παρόντες) ἀλλ’ ὑπὸ τῶν δημάρχων, ὅπερ ἐν τῷ χρόνῳ τρό‐

78

.

37

.

6

πον τινὰ ἤδη κατελέλυτο. οὐ μὴν οὐδὲ τὸ ὄνομα αὐτοῦ ἐν τῷ τῆς ἐπιστολῆς προοιμίῳ, καίτοι καὶ Καίσαρα καὶ αὐτοκράτορα αὐτὸν ὀνομάσας, καὶ τὰ γραφέντα ὡς καὶ παρ’ ἀμφοτέρων ἐπισταλέντα προδηλώσας, ἐνέγραψεν· ἔν τε τῇ διηγήσει τῶν πεπραγμένων τῆς μὲν
5τοῦ Διαδουμενιανοῦ προσηγορίας ἐπεμνήσθη, τὴν δὲ τοῦ Ἀντωνί‐ νου, καίπερ ἔχοντος αὐτοῦ καὶ ταύτην, παρέλιπεν. ταῦτα μὲν οὕ‐

78

.

38

.

1

τως ἔσχεν, καὶ νὴ Δία καὶ ὅτε περὶ τῆς τοῦ Ψευδαντωνίνου ἐπα‐ ναστάσεως ἐπέστειλεν, εἶπον μέν τινα οἱ ὕπατοι κατ’ αὐτοῦ, ὥσπερ
εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, εἶπεν δὲ καὶ τῶν στρατηγῶν τις τῶν τε δημάρχων ἕτερος· καὶ ἐκείνῳ μὲν τῷ 〈τε〉 ἀνεψιῷ αὐτοῦ καὶ
5ταῖς μητράσι τῇ τε τήθῃ πόλεμός [τε] ἐπηγγέλθη καὶ ἐπεκηρύχθη, τοῖς δὲ συνεπαναστᾶσιν αὐτῷ ἄδεια ἂν γνωσιμαχήσωσιν, ὥσπερ

78

.

38

.

2

καὶ ὁ Μακρῖνος αὐτοῖς ὑπέσχητο, ἐδόθη. καὶ γὰρ ἃ διελέχθη τοῖς στρατιώταις ἀνεγνώσθη, ἐξ ὧν ἔτι καὶ μᾶλλον τὴν ταπεινότητα καὶ τὴν μωρίαν αὐτοῦ πάντες κατέγνωμεν· τά τε γὰρ ἄλλα καὶ ἑαυτὸν μὲν πατέρα τὸν δὲ Διαδουμενιανὸν υἱὸν αὑτοῦ συνεχέστατα ἀπεκά‐
5λει, καὶ τὴν ἡλικίαν τοῦ Ψευδαντωνίνου διέβαλλε, πολὺ νεώτερον

78

.

38

.

3

αὐτοῦ τὸν υἱὸν αὐτοκράτορα ἀποφήνας. ἐν δ’ οὖν τῇ μάχῃ ὁ μὲν Γάννυς καὶ τὰ στενὰ τὰ πρὸ τῆς κώμης σπουδῇ προκατέλαβε καὶ τοὺς στρατιώτας εὐπολέμως διέταξεν, καίτοι καὶ ἀπειρότατος τῶν στρατιωτικῶν ὢν καὶ ἐν τρυφῇ βεβιωκώς· οὕτω που μεγάλη τύχη
5πρὸς πάντα ἁπλῶς προφέρει, ὥστε καὶ ἐπιστήμας τοῖς ἀγνοοῦσιν

78

.

38

.

4

αὐτὴν χαρίζεσθαι. τὸ δὲ δὴ στράτευμα αὐτοῦ ἀσθενέστατα ἠγω‐ νίσατο, καὶ εἴ γε μὴ ἥ τε Μαῖσα καὶ ἡ Σοαιμίς (συνῆσαν γὰρ ἤδη τῷ παιδίῳ) ἀπό τε τῶν ὀχημάτων καταπηδήσασαι καὶ ἐς τοὺς φεύ‐ γοντας ἐσπεσοῦσαι ἐπέσχον αὐτοὺς τῆς φυγῆς ὀδυρόμεναι, καὶ ἐκεῖνο
5σπασάμενον τὸ ξιφίδιον, ὃ παρέζωστο, ὤφθη σφίσιν ἐπὶ ἵππου θείᾳ τινὶ φορᾷ ὡς καὶ ἐς τοὺς ἐναντίους ἐλάσον, οὐκ ἄν ποτε ἔστησαν. καὶ ὣς δ’ ἂν αὖθις ἐτράποντο, εἰ μὴ ὁ Μακρῖνος ἰδὼν αὐτοὺς ἀν‐ θισταμένους ἔφυγεν.

78

.

39

.

1

καὶ ὁ μὲν οὕτως τῇ Ἰουνίου ὀγδόῃ ἡττηθεὶς τὸν μὲν υἱὸν πρὸς τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα διά τε τοῦ Ἐπαγάθου καὶ δι’ ἄλλων τινῶν ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ἀντιόχειαν ὡς καὶ

78

.

39

.

2

νενικηκώς, ὅπως καταδεχθῇ, ἐσελθών, ἔπειτα διαγγελθείσης τῆς ἥττης αὐτοῦ, καὶ φόνων ἐκ τούτου πολλῶν κἀν ταῖς ὁδοῖς κἀν τῇ πόλει, ὥς που καὶ εὐνοίας ἑκατέρῳ τις αὐτῶν εἶχε, γιγνομένων, ἀπέ‐ δρα καὶ ἐκεῖθεν νυκτὸς ἐπὶ ἵππων, τήν τε κεφαλὴν καὶ τὸ γένειον
5πᾶν ξυράμενος, καὶ ἐσθῆτα φαιὰν κατὰ τῆς ἁλουργοῦς, ἵν’ ὅτι μά‐

78

.

39

.

3

λιστα ἰδιώτῃ τινὶ ἐοίκῃ, λαβών. καὶ οὕτω μετ’ ὀλίγων ἐς Αἰγὰς τῆς Κιλικίας ἐλθών, ὀχημάτων τε ἐνταῦθα ὡς καὶ στρατιώτης τις τῶν ἀγγελιαφόρων ὢν ἐπέβη, καὶ διεξήλασε διὰ τῆς Καππαδοκίας καὶ τῆς Γαλατίας τῆς τε Βιθυνίας μέχρι Ἐριβώλου τοῦ ἐπινείου
5τοῦ κατ’ ἀντιπέρας τῆς τῶν Νικομηδέων πόλεως ὄντος, γνώμην ἔχων ἐς τὴν Ῥώμην ἀναδραμεῖν ὡς καὶ ἐκεῖ παρά τε τῆς βουλῆς καὶ

78

.

39

.

4

παρὰ τοῦ δήμου βοηθείας τινὸς τευξόμενος. καὶ εἴπερ ἐπεφεύγει, πάντως ἄν τι κατείργαστο· ἡ γὰρ εὔνοιά σφων παρὰ πολὺ ἐς αὐ‐ τόν, πρός τε τὸ τῶν Σύρων τόλμημα καὶ πρὸς τὴν τοῦ Ψευδαντω‐ νίνου ἡλικίαν τό τε τοῦ Γάννυ καὶ τοῦ Κωμάζοντος αὐτεπίτακτον
5σκοπούντων, ἐποίει, ὥστε καὶ τοὺς στρατιώτας ἂν ἢ ἑκόντας μετα‐

78

.

39

.

5

νοῆσαι ἢ καὶ ἄκοντας καταδαμασθῆναι. νῦν δὲ τῶν μὲν ἄλλων ἀνθρώπων δι’ ὧν διῄει, εἰ καὶ ἐγνώρισέν τις αὐτόν, ἀλλ’ οὔτι καὶ ἐφάψασθαι ἐτόλμησεν αὐτοῦ· ὡς δὲ ἐκ τοῦ Ἐριβώλου διαπλέων ἐς τὴν Χαλκηδόνα (οὐ γὰρ ἐθάρσησεν ἐς τὴν Νικομήδειαν ἐσελθεῖν,
5φοβηθεὶς τὸν τῆς Βιθυνίας ἄρχοντα Καικίλιον Ἀρίστωνα), ἔπεμψε
πρός τινα τῶν ἐπιτρόπων ἀργύριον αἰτῶν καὶ κατὰ τοῦτο ἐγνώσθη,

78

.

39

.

6

κατελήφθη τε ἐν τῇ Χαλκηδόνι ἔτι ὤν, καὶ ἐπελθόντων καὶ τῶν ὑπὸ τοῦ Ψευδαντωνίνου 〈πεμφθέντων〉 ἵνα ........ νῦν εἰ πώ‐ ποτε ......, συνελήφθη τε ὑπ’ Αὐρηλίου Κέλσου ἑκατοντάρχου, καὶ

78

.

40

.

1

μέχρι τῆς Καππαδοκίας ἤχθη ὥσπερ τις τῶν ἀτιμοτάτων. ἐνταῦθα δὲ μαθὼν ὅτι καὶ ὁ υἱὸς αὐτοῦ ἑαλώκει (διὰ γὰρ τοῦ Ζεύγματος αὐτόν, δι’ οὗ πρότερον διιὼν Καῖσαρ ἀπεδέδεικτο, διελαύνοντα Κλαύ‐ διος Πολλίων ὁ τοῦ στρατοπέδου ἑκατόνταρχος συνέλαβεν) ἔρριψέ
5τε αὑτὸν ἀπὸ τοῦ ὀχήματος (οὐ γὰρ ἐδέδετο) καὶ τότε μὲν τὸν

78

.

40

.

2

ὦμον συνέτριψε, μετὰ δὲ τοῦτο οὐ πολλῷ ὕστερον ἀποθανεῖν κελευ‐ σθεὶς πρὶν ἐς τὴν Ἀντιόχειαν ἐσελθεῖν ἐσφάγη τε ὑπὸ Μαρκιανοῦ Ταύρου ἑκατοντάρχου, καὶ αὐτοῦ τὸ σῶμα ἄταφον ἔμεινε μέχρις οὗ ὁ Ψευδαντωνῖνος, ἐς τὴν Βιθυνίαν ἐκ τῆς Συρίας παρελθών, ἐφήσθη
5αὐτῷ.

78

.

40

.

3

ὁ μὲν οὖν Μακρῖνος οὕτω, καὶ γέρων ὤν (πεντήκοντα γὰρ καὶ τέσσαρα ἦγεν ἔτη, τριῶν που μηνῶν δέοντα ἢ πέντε) καὶ ἐμπειρίᾳ
πραγμάτων προφέρων, ἀρετήν τε ὑποδεικνύων καὶ τοσούτων στρα‐ τευμάτων ἄρχων, ὑπό τε παιδαρίου, οὗ μηδὲ τὸ ὄνομα πρότερον

78

.

40

.

4

ἠπίστατο, κατελύθη, ὥς που καὶ τὸ μαντεῖον αὐτῷ προεμήνυσε, ....... ου Ζεὺς ὁ Βῆλος χρωμένῳ οἱ αὐτὸ τοῦτο ἔφη “ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται χαλεπὸν δέ σε γῆρας ἱκάνει,”
5φεύγων τε ........ σης ἢ νενικη ...., δραπετεύσας διὰ τῶν ἐθνῶν ὧν

78

.

40

.

5

ἦρξε, συλληφθεὶς ὑπὸ τῶν τυχόντων ὥσπερ τις λῃστής, ἐπιδὼν ἑαυτὸν μετ’ ἀτιμοτάτων κακούργων ...... φρουρούμενον ᾧ πολλοὶ πολλάκις βουλευταὶ προσήχθησαν, ἀποθανεῖν τε ἐκελεύσθη τὴν τοῦ κολάσαι πάντα τινὰ Ῥωμαίων ἀπολῦσαί τε ἐξουσίαν ἔχων, καὶ πρὸς ἑκατοντάρχων
5συνελήφθη τε καὶ τῆς κεφαλῆς ἀπεστερήθη οὓς καὶ αὐτοὺς μετὰ τῶν ἄλλων τῶν τε χειρόνων καὶ τῶν κρειττόνων ἀποκτεῖναι ἐξουσίαν εἶχεν

78

.

41

.

1

καὶ αὐτῷ καὶ ὁ υἱὸς προσαπώλετο. οὕτω που οὐδεὶς οὐδὲ τῶν σφόδρα δοκούντων ἐρρῶσθαι βεβαίαν τὴν ἰσχὺν ἔχει, ἀλλὰ καὶ οἱ πάνυ εὖ πράττοντες ἐξ ἴσου τοῖς λοιποῖς αἰωροῦνται.

78

.

41

.

2

καὶ ὁ μὲν ἐπαινεθεὶς ἂν ὑπὲρ πάντας ἀνθρώπους, εἴ γε μὴ αὐ‐ τὸς αὐταρχῆσαι ἐπετεθυμήκει, ἀλλ’ ἐπιλεξάμενός τινα τῶν ἔς γε τὴν γερουσίαν τελούντων τῆς τῶν Ῥωμαίων ἀρχῆς προστατῆσαι, αὐτο‐

78

.

41

.

3

κράτορα αὐτὸν ἀπεδεδείχει, καὶ μόνως ἂν οὕτως τὸ αἰτίαμα τὸ τῆς ἐπὶ τὸν Καράκαλλον ἐπιβουλῆς, ὡς καὶ διὰ τὴν αὑτοῦ σωτηρίαν ἀλλ’ οὐ διὰ τὴν τῆς ἡγεμονίας ἐπιθυμίαν ποιησάμενος αὐτήν, ἐκ‐ φυγών, καὶ διέβαλεν ἅμα ἑαυτὸν καὶ διέφθειρεν, ὥστε καὶ ἐν ὀνεί‐

78

.

41

.

4

δει καὶ ἐν παθήματι ἀξιωτάτῳ αὐτοῦ γενέσθαι. τῆς γὰρ μοναρ‐
χίας, μηδ’ ὄνομα βουλευτοῦ ἔχων, ὀριγνηθεὶς καὶ τάχιστα καὶ βα‐ ρυσυμφορώτατα αὐτὴν ἀπέβαλεν· ἐνιαυτῷ τε γὰρ καὶ δύο μησίν, τριῶν ἡμερῶν, ὥστε καὶ μέχρι τῆς μάχης λογιζομένοις συμβῆναι,
5δέουσιν, ἦρξεν.

79

Pin

1

α. Περὶ Ἀβίτου τοῦ καὶ Ψευδαντωνίνου καὶ τῶν φόνων ὧν εἰργάσατο (c. 1—7). β. Περὶ ὧν παρενόμησεν καὶ ὡς τὴν ἀειπαρθένον ἔγημε (ep. c. 11, 1. 2 et c. 9). γ. Περὶ τοῦ Ἐλεογαβάλου καὶ ὡς τὴν Οὐρανίαν ἐς τὴν Ῥώμην μεταπεμψά‐ μενος τῷ Ἐλεογαβάλῳ συνῴκισεν (ep. c. 11, 3 et c. 12).
5δ. Περὶ τῆς ἀσελγείας αὐτοῦ (ep. c. 13—16). ε. Ὡς τὸν ἀνεψιὸν ἐποιήσατο, ὃν καὶ Ἀλέξανδρον μετωνόμασεν (ep. c. 17. 18). [ζ.] Ὡς κατελύθη καὶ ἐσφάγη (ep. c. 19—21). Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Μακρίνου καὶ Ἀδβέντου ὑπατείας καὶ ἄλλα ἔτη δʹ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
10Ψευδαντωνῖνος τὸ βʹ καὶ Κ. Τινέιος Σακέρδως Ψευδαντωνῖνος τὸ γʹ καὶ Μ. Οὐαλέριος Κωμάζων Γ. Βέττιος Γρᾶτος Σαβινιανὸς καὶ
15Μ. Φλάβιος Βιτέλλιος Σέλευκος Ψευδαντωνῖνος τὸ δʹ καὶ Μ. Αὐρήλιος Σευῆρος Ἀλέξανδρος.

79

.

1

.

1

ὁ δὲ δὴ Ἀουῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος ἢ καὶ Σαρδανάπαλλος Τιβερῖνός τε (καὶ γὰρ 〈καὶ〉 ταύτην τὴν προσ‐ ηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τὸν Τίβεριν ἐνεβλή‐ θη, ἔλαβεν) τότε μὲν μετὰ τὴν νίκην ἔς τε τὴν Ἀντιόχειαν τῇ ὑστε‐
5ραίᾳ ἐσῆλθε, πεντακοσίας τοῖς ἀμφ’ αὐτὸν στρατιώταις δραχμάς, ὅπως μὴ διαρπάσωσιν αὐτήν, οὗπερ τὰ μάλιστα ἐπεθύμουν, προϋ‐

79

.

1

.

2

ποσχόμενος· ἅς που καὶ παρὰ τοῦ δήμου ἐσέπραξεν· καὶ ἐς τὴν Ῥώμην ἄλλα τε οἷα εἰκὸς ἦν ἐπέστειλε, πολλὰ μὲν τὸν Μακρῖνον ἄλλως τε καὶ ἐς τὴν δυσγένειαν τήν τε ἐπὶ τὸν Ἀντωνῖνον ἐπι‐ βουλὴν διαβάλλων (πρὸς γοῦν τοῖς ἄλλοις τοῦτο ἔφη ὅτι “ᾧ μηδ’
5ἐσελθεῖν ἐς τὸ συνέδριον μετὰ τὸ κήρυγμα τὸ χωρὶς τῶν βουλευ‐ τῶν τοὺς λοιποὺς ἐξεῖργον ἐξῆν, οὗτος ἐτόλμησεν τὸν αὐτοκράτορα, οὗ τὴν φρουρὰν ἐπεπίστευτο, δολοφονήσας τὴν ἀρχὴν αὐτοῦ πα‐ ρασπάσασθαι καὶ αὐτοκράτωρ πρότερον ἢ βουλευτὴς γενέσθαι”),

79

.

1

.

3

πολλὰ δὲ καὶ περὶ ἑαυτοῦ οὐχ ὅτι τοῖς στρατιώταις ἀλλὰ καὶ τῇ βουλῇ τῷ τε δήμῳ καθυπισχνούμενος (κατά τε γὰρ τὸν τοῦ Αὐγού‐ στου, ᾧ καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ ἀφωμοίου, καὶ κατὰ τὸν τοῦ Ἀντωνίνου τοῦ Μάρκου ζῆλον ἅπαντα ἅπαξ πράξειν ἐπηγγείλατο),

79

.

1

.

4

καὶ δῆτα καὶ αὐτὸ τοῦτο ἔγραψεν, αἰνιττόμενος πρὸς τὰς διαβολὰς τὰς ἐς αὐτὸν ὑπὸ τοῦ Μακρίνου θρυληθείσας, ὅτι τὴν ἡλικίαν τὴν ἐμὴν διαβαλεῖν ἐπεχείρησεν, αὐτὸς πενταετῆ υἱὸν ἀποδείξας.

79

.

2

.

1

ταῦτά τε οὖν τῇ βουλῇ ἐπέστειλεν, καὶ τὰ ὑπομνήματα τὰ παρὰ τοῖς στρατιώταις γενόμενα τά τε γράμματα τοῦ Μακρίνου
τὰ τῷ Μαξίμῳ γραφέντα ἔπεμψεν μὲν καὶ τῇ γερουσίᾳ ἔπεμψεν δὲ καὶ τοῖς στρατεύμασιν, ἵν’ ἐξ αὐτῶν ἔτι μᾶλλον τήν τε ἐκείνου

79

.

2

.

2

μνήμην μισήσωσι καὶ ἑαυτὸν ἀγαπήσωσιν. καὶ ἐν μὲν τῇ πρὸς τὴν βουλὴν ἐπιστολῇ τῷ τε πρὸς τὸν δῆμον γράμματι καὶ αὐτο‐ κράτορα καὶ Καίσαρα, τοῦ τε Ἀντωνίνου υἱὸν καὶ τοῦ Σεουήρου ἔγγονον, εὐσεβῆ τε καὶ εὐτυχῆ καὶ Αὔγουστον, καὶ ἀνθύπατον τήν

79

.

2

.

3

τε ἐξουσίαν τὴν δημαρχικὴν ἔχοντα ἑαυτὸν ἐνέγραψεν, προλαμβά‐ νων αὐτὰ πρὶν ψηφισθῆναι, τῷ ....... | ματι οὐ τῷ τ....... | ἀλλὰ τῷ τοῦ π....... | ἐχρήσατο, ο........ | ησεν καὶ αν.. ...... | τὰ τῶν στρατιωτῶν ὑπομνήματα ο ........ | γὰρ δὴ τοῦ
5Μακρίνου ... | ματα καισαρ ....... | δὲ δὴ δορυφόροις καὶ Ἀλβα‐

79

.

2

.

4

νίοις τοῖς ἐν τῇ Ἰταλίᾳ οὖσι ....... | καὶ ὅτι ὕπατο ...... ρευ‐ σειηπρ ........ | λε καὶ τὰ με ........ | ριος Κηνσωρῖνος ... | προστασίαν ....... | ἀνελέξατο ........ | Μακρίνου c ........
αὐτὸς ὡς οὐχ ...... | διὰ τῆς ἑαυτ....... | δημοσιωθ.......... |
5ἀναγνῶναι ........ | τὰ γράμματ...... Σαρδαναπαλλο...... ..|νος τοῦ κλ......... | ἐς τοὺς ὑπατευκότας ἐγκατελέξατο, ... .... ἐνετείλατο ἵνα, εἴ τις ἀνθίσταιτο, τῇ χειρὶ τῇ τῶν στρατιω‐

79

.

2

.

5

τῶν χρήσηται· ἀφ’ οὗ δὴ ...... σια καὶ ἄκουσα πάντα ἐκείνοις δ . ἀνέγνω . τῇ γὰρ ἐπαρτηθείσῃ ἀνάγκῃ οὐδὲν οὔτε τῶν δεόντων οὔτε τῶν συμφερόντων σφίσι πρᾶξαι ἠδυνήθησαν, ......, ἀλλὰ ὑπὸ τοῦ φόβου ἐξεπλάγησαν ........... ‖ ...... καὶ τόν τε Μα‐

79

.

2

.

6

κρῖνον, ὃν πάμπολλα ἐπῃνέκεσαν, ἐν πολεμίου μοίρᾳ σύν τε τῷ υἱεῖ ἐλοιδόρησαν, καὶ τὸν Ταραύταν, ὃν καὶ πολέμιον ἀποδεῖξαι πολλά‐ κις ἠθελήκεσαν, τότε ἐσέμνυνον, καὶ τὸν υἱὸν δῆθεν αὐτοῦ ηὔχοντο ὅμοιον γενέσθαι αὐτῷ.

79

.

3

.

1

ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα. ὁ δὲ Ἀουῖτος τὸν Πολλίωνα ... τῆς Γερμανίας ..... ἄρξαι προσέταξεν, ἐπεὶ καὶ Βιθυνίας ......... τα
ἐκεῖνος περιεγεγόνει. αὐτὸς δὲ καταμείνας τινὰς μῆνας ἐν τῇ Ἀντιοχείᾳ μέχρις οὗ τὴν ἀρχὴν πανταχόθεν ἐβεβαιώσατο, ἐς τὴν Βιθυνίαν ἦλθεν,
5πάρεδρον ...... οι πολλάκις ......... ν, ὥσπερ καὶ κατὰ τὴν

79

.

3

.

2

Ἀντιόχειαν εἰώθει, ποιούμενος. ἔνθα δὲ ἐπιχειμάσας ἐς τὴν Ἰταλίαν διὰ τῆς Θρᾴκης καὶ τῆς Μυσίας καὶ τῆς Παννονίας ἑκατέρας ἐπο‐ ρεύθη, κἀκεῖ μέχρι τῆς τοῦ βίου τελευτῆς κατέμεινεν, ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ποιήσας (πολλῶν γὰρ πολλὰ καὶ
5ἰδιωτῶν καὶ δήμων, τῶν τε ........ ι αὐτοῦ τούτων ........ τῆς τε βουλῆς, καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυ‐ τόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρι‐ σάντων, οὐδενὶ τὸ παράπαν οὔτε ἐπεξιέναι ἔφη οὔτε ἐπεξῆλθεν),

79

.

3

.

3

ἐς δὲ δὴ τἆλλα πάντα καὶ αἰσχρουργότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξοκείλας, ὥστε τὰ μέν τινα αὐτῶν μηδ’ ἀρχὴν πώποτ’ ἐν τῇ Ῥώμῃ γενόμενα ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ἄλλοτε ἄλλοις ὡς ἑκάστοις, ἔτεσι τρισὶ καὶ [ἐν] μησὶν
5ἐννέα ἡμέραις τε τέτταρσιν, ἐν αἷς ἦρξεν, ὥς γ’ ἄν τις ἀπὸ τῆς μάχης

79

.

3

.

4

ἐν ᾗ τὸ παντελὲς κράτος ἔσχεν ἀριθμήσειεν, ἀνθῆσαι. ἐφόνευσε μὲν γὰρ ἐν τῇ Συρίᾳ τόν τε Νέστορα καὶ Φάβιον Ἀγριππῖνον τὸν ἄρχοντα αὐτῆς, τῶν τε ἱππέων τῶν ἀμφὶ τὸν Μακρῖνον τοὺς πρώ‐ τους· ὅπερ που καὶ τῶν ἐν τῇ Ῥώμῃ τοὺς μάλιστα οἰκειωθέντας
5αὐτῷ εἰργάσατο· κἀν τῇ Ἀραβίᾳ Πεῖκαν Καιριανὸν τὸν ἐπιτε‐

79

.

3

.

5

τραμμένον αὐτήν, ὅτι μὴ παραχρῆμα αὐτῷ προσέθετο, ἔν τε τῇ Κύπρῳ Κλαύδιον Ἄτταλον τὸν τῆς Θρᾴκης ποτὲ ἄρξαντα, καὶ ὑπὸ μὲν τοῦ Σεουήρου ἐκ τοῦ συνεδρίου ἐν τῷ τοῦ Νίγρου πο‐ λέμῳ ἐκπεσόντα, ὑπὸ δὲ τοῦ Ταραύτου ἐς αὐτὸ ἐπαναχθέντα, καὶ
5τότε ἐκ τοῦ κλήρου τῇ Κύπρῳ προσταχθέντα, ὅτι τῷ Κωμάζοντι προσεκεκρούκει· στρατευόμενον γάρ ποτε αὐτὸν ἐν Θρᾴκῃ καὶ

79

.

4

.

1

κακουργήσαντά τι ἐς τοὺς τριηρίτας ἀπεώσατο. τοιοῦτος γάρ τις ὁ Κωμάζων ὢν καὶ τοῦτο τοὔνομα ἔκ τε μίμων καὶ γελωτοποιίας ἔχων τῶν τε δορυφόρων ἦρξεν, ἐν μηδεμιᾷ τὸ παράπαν ἐπιτροπείᾳ

79

.

4

.

2

ἢ καὶ προστασίᾳ τινὶ πλὴν τῆς τοῦ στρατοπέδου ἐξετασθείς, καὶ τὰς τιμὰς τὰς ὑπατικὰς ἔλαβεν, καὶ μετὰ τοῦτο καὶ ὑπάτευσεν καὶ ἐπολιάρχησεν, οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, ὃ μη‐ δενὶ πώποτε ἄλλῳ ὑπῆρξεν· ὅθεν που καὶ τοῦτ’ ἐν τοῖς παρανομω‐
5τάτοις ἐξαριθμήσεται.

79

.

4

.

3

ὁ μὲν οὖν Ἄτταλος δι’ ἐκεῖνον ἀπέθανεν, ὁ δὲ δὴ Τρικκιανὸς διὰ τοὺς Ἀλβανίους ὧν ἐγκρατῶς ἐπὶ τοῦ Μακρίνου ἡγεῖτο, Κα‐
στῖνός θ’ ὅτι δραστήριός τε ἦν καὶ πολλοῖς στρατιώταις, ἔκ τε τῶν ἀρχῶν ὧν ἦρξε καὶ ἐκ τῆς πρὸς τὸν Ἀντωνῖνον συνουσίας,

79

.

4

.

4

ἔγνωστο· διόπερ καὶ ὑπὸ τοῦ Μακρίνου τὴν ἄλλως προπεμφθεὶς ἐν Βιθυνίᾳ τὴν δίαιταν ἐποιεῖτο. τοῦτόν τε οὖν ἀπέκτεινεν, καίτοι τῇ γερουσίᾳ περὶ αὐτοῦ γράψας ὅτι αὐτὸν εἰρχθέντα τῆς Ῥώμης, ὥσπερ καὶ τὸν Ἄσπρον τὸν Ἰούλιον, ὑπὸ τοῦ Μακρίνου ἀποκατέ‐

79

.

4

.

5

στησεν, καὶ Σύλλαν τὸν τῆς Καππαδοκίας ἄρξαντα, καίπερ ἀπηλ‐ λαγμένον ἐξ αὐτῆς, ὅτι τ’ ἐπολυπραγμόνει τινά, καὶ ὅτι [τε] μετα‐ πεμφθεὶς ὑπ’ αὐτοῦ ἐκ τῆς Ῥώμης ἀπήντησε τοῖς στρατιώταις τοῖς Κελτικοῖς οἴκαδε μετὰ τὴν ἐν τῇ Βιθυνίᾳ χειμασίαν, ἐν ᾗ

79

.

4

.

6

τινὰ ὑπετάραξαν, ἀπιοῦσιν. οὗτοι μὲν δὴ διὰ ταῦτα ἀπώλοντο, καὶ οὐδὲ ἐπεστάλη τι περὶ αὐτῶν τῇ γερουσίᾳ, Σέιος δὲ δὴ Κᾶρος ὁ Φουσκιανοῦ τοῦ πολιαρχήσαντος ἔκγονος ὅτι τε ἐπλούτει καὶ ὅτι μέγας καὶ νοῦν ἔχων ἦν, πρόφασιν ὡς καὶ συνιστάς τινας τῶν
5ἐν τῷ Ἀλβανῷ στρατευομένων (καὶ μόνου γε ἐκείνου ἀποδεικνύν‐

79

.

4

.

7

τος τινὰ ἤκουσεν ἐν τῷ παλατίῳ, ἐν ᾧ καὶ ἐσφάγη), Οὐαλεριανός τε Παῖτος ὅτι εἰκόνας τινὰς ἑαυτοῦ ἐπιχρύσους πρὸς παλλακίδων κοσμήματα ἐξετύπωσεν· ἐκ γὰρ τούτου καὶ αἰτίαν ἔσχεν ὡς καὶ [ἐς] Καππαδοκίαν ὅμορον τῇ πατρίδι αὐτοῦ οὖσαν (Γαλάτης γὰρ
5ἦν) ἀπελθεῖν ἐπὶ νεωτερισμῷ διανοούμενος, καὶ κατὰ τοῦτο χρυ‐

79

.

5

.

1

σοῦς γλύμμα ἑαυτοῦ φέροντας ποιούμενος. καὶ ἐπὶ τούτοις καὶ ὑπὸ τῆς βουλῆς ἐθανατώθη ὁ Μεσσάλας ὁ Σίλιος ὅ τε Βάσσος ὁ Πομπώνιος, ἐγκλήματα λαβόντες ὅτι [ἔφη] τοῖς πραττομένοις ὑπ’

79

.

5

.

2

αὐτοῦ οὐκ ἠρέσκοντο. τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστάς τε αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτι‐ μητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι· “τὰς γάρ τοι τῆς ἐπιβουλῆς δῆθεν αὐτῶν ἀποδείξεις οὐκ ἔπεμψα ὑμῖν” ἔφη,
5“ὅτι μάτην ἀναγνωσθήσεσθαι ἔμελλον ἤδη σφῶν τεθνηκότων.”

79

.

5

.

3

ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα πρὸς Μεσσάλαν, ὅτι πολλὰ ἐρρω‐
μένως ἐν τῷ συνεδρίῳ ἀπεφαίνετο· διόπερ καὶ κατ’ ἀρχὰς αὐτὸν ἐς τὴν Συρίαν, ὡς καὶ πάνυ τι αὐτοῦ δεόμενος, μετεπέμψατο,

79

.

5

.

4

ὅπως μὴ καὶ καθηγεμὼν αὐτῇ ἀλλοδοξίας γένηται. τῷ δὲ δὴ Βάσσῳ, ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχεν· τοῦ τε γὰρ Σεουήρου 〈τοῦ〉 Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγο‐ νος ἦν. ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ ἐκθρηνῆσαι τὴν συμφορὰν

79

.

5

.

5

ἐπιτρέψας. καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττεν καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα ..... | δὲ δὴ δυς ............ περὶ αὐτc | ........... σίᾳ ἐφο ............ |

79

.

5

.

6

σαντων ............ | νος καὶ μ........... | λιωνα δε α..... ..... | ὑφ’ ὧν πε ............ | τευομεν ............ | τω τειχε ........... | κτο ἰδίαν .......... ἀμυνομε ............ | Σέρ‐ γιος α.......... | τὸν Καρο........... | τινα καὶ μ.......
5... | προσδιει .......... | ουν ἐκ τι ........... | δρωνων ......

79

.

5

.

7

....... | τινα διατ.......... | ποιήσας ............ | ὑπ’ αὐτ ............ | διωλομ............. | δενος η............ | τ’ ἐκείνου .......... | αἰτίαν ἐπι ......... | φόνῳ τὰ μ....... ... | τε ἱππέων .......... | Καισαρείων ........ | ἐφθάρησαν

79

.

6

.

1

......... | οὐδὲν δεο .......... ‖ ......... ν δὲ δὴ τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσα‐ γαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προ‐
5στάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας

79

.

6

.

2

ἀνοσιώτατος ἀνδρῶν ἐνομίσθη. ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὔτε αἴτιός τινος κακοῦ οὐ‐ δενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐηργέτησε. τὸ δὲ μέγιστον, ἰσχυ‐ ρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίδι σφόδρα ἤρεσκε,
5τῇ μὲν ὅτι ἐτέθραπτο ὑπ’ αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ

79

.

6

.

3

αὐτῇ. ἀλλ’ οὔτι γε διὰ τοῦτ’ αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμ‐ βόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέ‐ λησεν, ἀλλ’ ὅτι σωφρόνως τε καὶ ἐμφρόνως ζῆν ὑπ’ αὐτοῦ ἠναγκά‐ ζετο. καὶ αὐτός γε αὐτοχειρίᾳ πρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ
5μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι.

79

.

7

.

1

ταῦτα μὲν οὕτως ἐγένετο, .... ς δὲ Οὐῆρος ἐπιτολμήσας καὶ αὐτὸς τῇ μοναρχίᾳ ἐν τῷ τρίτῳ στρατοπέδῳ τῷ Γαλλικῷ, οὗ ἦρχε, καὶ Γέλλιος Μάξιμος ἐκ τῆς αὐτῆς αἰτίας, καίπερ ὑποστρατηγῶν ἐν τῇ Συρίᾳ τῇ ἑτέρᾳ τοῦ τετάρτου τοῦ Σκυθικοῦ τείχους, ἐδικαιώ‐

79

.

7

.

2

θησαν. οὕτω γάρ που πάντα ἄνω κάτω συνεχύθη ὥστε ἐκείνους τὴν ἔφεσιν τῆς ἀρχῆς τὸν μὲν ἐξ ἑκατοντάρχων ἐς τὴν γερουσίαν ἐσγραφέντα, τὸν δὲ ἰατροῦ υἱὸν ὄντα ἐς τὸν νοῦν ἐμβαλέσθαι.
τούτους δὲ δὴ μόνους ὠνόμασα οὐχ ὅτι καὶ μόνοι ἐξεφρόνησαν,

79

.

7

.

3

ἀλλ’ ὅτι βουλῆς ἦσαν, ἐπεί τοι καὶ ἕτερός τις ἑκατοντάρχου υἱὸς ἐπεχείρησε τὸ αὐτὸ ἐκεῖνο στρατόπεδον τὸ Γαλλικὸν συνταράξαι, καὶ μάλα ἄλλος τις ἐριουργὸς τὸ τέταρτον, ἕτερός τε ἰδιώτης τὸν στόλον τὸν ἐν τῇ Κυζίκῳ ναυλοχοῦντα, ὅτε καὶ ὁ Ψευδαντωνῖνος
5ἐν τῇ Νικομηδείᾳ ἐχείμαζεν, καὶ ἄλλοι δὲ πολλοὶ ἄλλοθι καὶ ἀλλαχόθι, ὥστε καὶ ἑτοιμότατον ὂν τοῖς βουλομένοις ἄρξαι, τῷ καὶ παρ’ ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν πολλοὺς τῆς ἡγεμονίας ἐπι‐

79

.

7

.

4

βεβατευκέναι, νεωτερίσαι τολμῆσαι. καὶ μηδεὶς ἀπιστήσῃ τῷ λεχθέντι· τὰ μὲν γὰρ λοιπὰ τὰ τῶν ἰδιωτῶν παρ’ ἀνδρῶν ἀξιο‐ πίστων πυθόμενος, τὸ δὲ δὴ κατὰ τὸν στόλον αὐτὸς ἐγγύθεν ἐκ τῆς Περγάμου ἀκριβώσας ἔγραψα, ἧς, ὥσπερ καὶ τῆς Σμύρνης
5ταχθεὶς ὑπὸ τοῦ Μακρίνου ἐπεστάτησα· ἀφ’ οὗπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄπιστόν μοι κατεφάνη.

79

.

8

.

1

φόνων μὲν οὖν ἐχόμενα ταῦτα αὐτῷ ἐπράχθη, ἔξω δὲ δὴ τῶν πατρίων ἁπλᾶ μὲν καὶ μηδὲν μέγα κακὸν ἡμῖν φέροντα, πλὴν καθ’ ὅσον παρὰ τὸ καθεστηκὸς ἐκαινοτομήθη, ὅτι τε τῶν ὀνομάτων τινὰ τῶν ἐς τὴν ἡγεμονίαν αὐτοῦ τεινόντων, πρὶν ψηφισθῆναι, ὥσπερ

79

.

8

.

2

εἶπον, αὐτὸς ἑαυτῷ ἔθετο, καὶ ὅτι τῇ τοῦ Μακρίνου ὑπατείᾳ, μήτε χειροτονηθεὶς ἐπ’ αὐτὴν μήτε ὅλως ἐφαψάμενος αὐτῆς (προδιήνυστο γάρ), αὑτὸν ἀντενέγραψε, καίτοι τὸ κατ’ ἀρχὰς ἀπὸ τοῦ Ἀδουέντου [μὲν] ὡς καὶ μόνου ὑπατευκότος τὸν ἐνιαυτὸν ἐν τρισὶ γράμμασι

79

.

8

.

3

διαδηλώσας, ὅτι 〈τε〉 δεύτερον δὴ ὑπατεύειν ἐπεχείρησεν, μηδεμίαν πρόσθεν μήτε ἀρχὴν λαβὼν μήτε τιμὴν ἀρχῆς, καὶ ὅτι τῇ ἐπινι‐ κίῳ στολῇ ὑπατεύων ἐν τῇ Νικομηδείᾳ, ἐν τῇ τῶν εὐχῶν ἡμέρᾳ,
οὐκ ἐχρήσατο.

79

.

11

.

1

τῶν δὲ δὴ παρανομημάτων αὐτοῦ καὶ τὸ κατὰ τὸν Ἐλεγάβα‐ λον ἔχεται, οὐχ ὅτι θεόν τινα ξενικὸν ἐς τὴν Ῥώμην ἐσήγαγεν, οὐδ’ ὅτι καινοπρεπέστατα αὐτὸν ἐμεγάλυνεν, ἀλλ’ ὅτι καὶ πρὸ τοῦ Διὸς αὐτοῦ ἤγαγεν αὐτόν, καὶ ὅτι καὶ ἱερέα αὐτοῦ ἑαυτὸν ψηφι‐
5σθῆναι ἐποίησεν, ὅτι τε τὸ αἰδοῖον περιέτεμε, καὶ ὅτι χοιρείων

79

.

11

.

2

κρεῶν, ὡς καὶ καθαρώτερον ἐκ τούτων θρησκεύσων, ἀπείχετο (ἐβουλεύσατο μὲν γὰρ παντάπασιν αὐτὸ ἀποκόψαι· ἀλλ’ ἐκεῖνο μὲν τῆς μαλακίας ἕνεκα ποιῆσαι ἐπεθύμησε, τοῦτο δὲ ὡς καὶ τῇ τοῦ Ἐλεγαβάλου ἱερατείᾳ προσῆκον ἔπραξεν· ἐξ οὗ δὴ καὶ ἑτέροις
5τῶν συνόντων συχνοῖς ὁμοίως ἐλυμήνατο)· καὶ μέντοι καὶ ὅτι τὴν ἐσθῆτα τὴν βαρβαρικήν, ᾗ οἱ τῶν Σύρων ἱερεῖς χρῶνται, καὶ δη‐ μοσίᾳ πολλάκις ἑωρᾶτο ἐνδεδυμένος· ἀφ’ οὗπερ οὐχ ἥκιστα καὶ τὴν τοῦ Ἀσσυρίου ἐπωνυμίαν ἔλαβεν. Xiph. 348, 13—21 R. St., et
(v. 5—9) Exc. Val. 408 (p. 762).

79

.

12

2,2

ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων. Exc. Val. 409 (p. 762). ὅτι χρήματα πολλὰ ὁ Μακρῖνος ἐν τῷ βασιλικῷ εὑρὼν διε‐ σπάθησεν, καὶ οὐκ ἐξήρκουν αἱ πρόσοδοι πρὸς ἀναλώματα. Exc.
5Val. 410 (p. 462).

79

.

9

.

1

ἔγημε δὲ Κορνηλίαν Παῦλαν, ἵνα δὴ θᾶσσον, ὥσπερ ἔφη, πα‐ τὴρ γένηται ὁ μηδ’ ἀνὴρ εἶναι δυνάμενος. ἐν δ’ οὖν τοῖς γάμοις οὐχ ὅπως ἡ γερουσία ἥ τε ἱππάς, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ τῶν

79

.

9

.

2

βουλευτῶν διανομήν τινα ἔλαβον, ὅ τε δῆμος πεντήκοντα καὶ ἑκα‐ τὸν δραχμαῖς καὶ οἱ στρατιῶται ἑκατὸν πλείοσιν εἱστιάθησαν, μο‐ νομάχων τε ἀγῶνες ἐγένοντο, ἱμάτιον αὐτοῦ περιπόρφυρον ἐνδύντος, ὃ καὶ ἐν ταῖς εὐχωλιμαίαις θέαις ἐπεποιήκει. καὶ θηρία ἄλλα τε
5πολλὰ καὶ ἐλέφας τίγριδές τε μία καὶ πεντήκοντα ἐσφάγησαν· ὃ

79

.

9

.

3

μηδεπώποτε ἀθρόον ἐγεγόνει. εἶτα τὴν Παῦλαν ὡς καὶ κηλῖδά τινα περὶ τὸ σῶμα ἔχουσαν ἀποπέμψας Ἀκυλίᾳ Σεουήρᾳ συνῴκη‐ σεν, ἐκφανέστατα παρανομήσας· ἱερωμένην γὰρ αὐτὴν τῇ Ἑστίᾳ ἀσεβέστατα ᾔσχυνεν. ἐτόλμησε δὲ καὶ εἰπεῖν ὅτι “ἵνα δὴ καὶ
5θεοπρεπεῖς παῖδες ἔκ τε ἐμοῦ τοῦ ἀρχιερέως ἔκ τε ταύτης τῆς

79

.

9

.

4

ἀρχιερείας γεννῶνται, τοῦτ’ ἐποίησα.” καὶ ἐφ’ οἷς αὐτὸν ἐν τῇ ἀγορᾷ αἰκισθέντα εἶτα ἐς τὸ δεσμωτήριον ἐμβληθῆναι κἀνταῦθα θανατωθῆναι ἔδει, ἐπὶ τούτοις ἐκαλλωπίζετο. καὶ οὐδ’ ἐκείνην μέντοι ἐπὶ πολὺ κατέσχεν, ἀλλὰ ἑτέραν, εἶθ’ ἑτέραν καὶ μάλα
5ἄλλην ἔγημε, καὶ μετὰ τοῦτο πρὸς τὴν Σεουῆραν ἐπανῆλθεν.

79

.

10

.

1

ἐγεγόνει δὲ καὶ τέρατα ἐν τῇ Ῥώμῃ, ἄλλα τε καὶ ἐκ τοῦ ἀγάλ‐
ματος τῆς Ἴσιδος, ὃ ὑπὲρ τὸ ἀέτωμα τοῦ ναοῦ αὐτῆς ἐπὶ κυνὸς

79

.

10

.

2

ὀχεῖται· τὸ γὰρ πρόσωπον ἐς τὸ εἴσω μετέστρεψεν. ὁ δὲ Σαρδανά‐ παλλος καὶ ἀγῶνας ἐποίει καὶ θέας συχνάς, ἐν αἷς Αὐρήλιος Ἕλιξ ὁ ἀθλητὴς εὐδοκίμησεν, ὃς τοσοῦτον τοὺς ἀνταγωνιστὰς ὑπερῆρεν ὥστε πάλην τε ἅμα καὶ παγκράτιον ἐν τῇ Ὀλυμπίᾳ ἀγωνίσασθαι

79

.

10

.

3

ἐθελῆσαι, κἀν τοῖς Καπιτωλίοις καὶ ἄμφω νικῆσαι. οἱ μὲν γὰρ Ἠλεῖοι φθονήσαντες αὐτῷ, μή (τὸ λεγόμενον δὴ τοῦτο) ἀφ’ Ἡρα‐ κλέους ὄγδοος γένηται, οὐδὲ ἐκάλεσαν ἐς τὸ στάδιον παλαιστὴν οὐ‐ δένα, καίπερ ἐν τῷ λευκώματι καὶ τοῦτο τὸ ἄθλημα προγράψαντες·
5ἐν δὲ δὴ τῇ Ῥώμῃ καὶ ἐνίκησεν ἑκάτερον, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει.

79

.

11

.

3

ἵνα δὲ παρῶ τάς τε βαρβαρικὰς ᾠδὰς ἃς ὁ Σαρδανάπαλλος τῷ Ἐλεγαβάλῳ ᾖδε τῇ μητρὶ ἅμα καὶ τῇ τήθῃ, τάς τε ἀπορρήτους θυσίας ἃς αὐτῷ ἔθυε, παῖδας σφαγιαζόμενος καὶ μαγγανεύμασι χρώμενος, ἀλλὰ καὶ ἐς τὸν ναὸν αὐτοῦ λέοντα καὶ πίθηκον καὶ
5ὄφιν τινὰ ζῶντα ἐγκατακλείσας, αἰδοῖά τε ἀνθρώπου ἐμβαλών, καὶ ἄλλ’ ἄττα ἀνοσιουργῶν, περιάπτοις τέ τισι μυρίοις ἀεί ποτε χρώ‐

79

.

12

.

1

μενος, —ἵνα ταῦτα παραδράμω, καὶ γυναῖκα, τὸ γελοιότατον, Ἐλεγαβάλῳ ἐμνήστευσε καθάπερ καὶ γάμου παίδων τε δεομένῳ. καὶ ἔδει γὰρ μήτε πενιχρὰν μήτε δυσγενῆ τινὰ εἶναι αὐτήν, τὴν Οὐρανίαν τὴν τῶν Καρχηδονίων ἐπελέξατο, καὶ ἐκεῖθέν τε αὐτὴν
5μετεπέμψατο καὶ ἐς τὸ παλάτιον καθίδρυσεν, ἔδνα τε αὐτῇ παρὰ πάντων τῶν ὑπηκόων, ὥσπερ καὶ ἐπὶ τῶν ἑαυτοῦ γυναικῶν, ἤθροισε.

79

.

12

2,1

τὰ μὲν δὴ οὖν ἔδνα, ὅσα ἐδόθη ζῶντος αὐτοῦ, μετὰ ταῦτα εἰσε‐ πράχθη· τὴν δὲ δὴ προῖκα οὐκ ἔφη κομίσασθαι, πλὴν δύο λεόντων χρυσῶν, οἳ καὶ συνεχωνεύθησαν. Xiph. 348, 21—349,
31 R. St.

79

.

13

.

1

ἀλλ’ οὗτος ὁ Σαρδανάπαλλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. ἔγημε μὲν γὰρ πολ‐ λὰς γυναῖκας, καὶ ἔτι πλείοσιν ἄνευ τινὸς νομίμου προσρήσεως συνείργνυτο, οὐ μέντοι ὡς καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλὰ ἵνα
5τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται 〈καὶ〉 κοινωνοὺς τῆς ὕβρεως, φύρδην ἀναφερόμενος αὐταῖς, λαμ‐

79

.

13

.

2

βάνῃ. πολλὰ μὲν γὰρ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτε ἀκούων 〈ἂν〉 τις καρτερήσειεν, καὶ ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδ’ ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. ἐς καπηλεῖα ἐσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν
5καπηλίδων εἰργάζετο. ἐς τὰ πορνεῖα τὰ περιβόητα ἐσεφοίτα, καὶ

79

.

13

.

3

τὰς ἑταίρας ἐξελαύνων ἐπορνεύετο. καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τ’ ἀεὶ ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ τε καὶ
5κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. ἦσαν γὰρ οἷς ἐξεπίτηδες

79

.

13

.

4

τοῦτο ποιεῖν προσετέτακτο. ὥσπερ γὰρ καὶ ἐς τἆλλα, καὶ ἐς ἐκεῖνο
διερευνητὰς συχνοὺς εἶχε, δι’ ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτὸν ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. χρήματά τε παρ’ αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημο‐
5νοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν καὶ πλεῖον

79

.

14

.

1

ἀργυρίζεσθαι λέγων. καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς χρω‐ μένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καί‐ σαρα διὰ τοῦτ’ ἀποδεῖξαι ἠθέλησεν.

79

.

14

.

2

ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτ’ εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππῆς 〈καὶ〉 Καισάρειοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ ἥ τε τήθη καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες καὶ
5προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ ὁ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα. Xiph. 349, 31—350, 26 R. St., Exc. Val. 411 (p. 762) usque ad ἁρματηλατοῦντα (v. 12).

79

.

14

.

3

ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. τά τε γὰρ
ἄλλα καὶ ὠρχεῖτο, οὔτι γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδί‐

79

.

14

.

4

ζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. καὶ τέλος, ἵν’ ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἠριούργει, κεκρύ‐ φαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο, ψιμυ‐
5θίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ’ αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτ’ ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. καὶ πολλάκις καὶ κατακείμενος

79

.

15

.

1

τοὺς βουλευτὰς ἠσπάζετο. ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Κα‐ ρικὸν ἀνδράποδον, Γορδίου ποτὲ παιδικὰ γενόμενον, παρ’ οὗ καὶ ἁρματηλατεῖν ἔμαθεν. κἀκ τούτου καὶ παραδοξότατα αὐτῷ ἠρέσθη. ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατ’ αὐτὴν τὴν
5τοῦ Σαρδαναπάλλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε,

79

.

15

.

2

καὶ ἐκφανεὶς αὐτῷ (λειογένειος δ’ ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσ‐ μητο) ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις ἔτι καὶ μᾶλλον ἑλὼν αὐτὸν ὑπερηυξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχύ τι νομισθῆναι τὸ τὴν μητέρα
5αὐτοῦ ἔτι δούλην οὖσαν ἔς τε τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι

79

.

15

.

3

κἀν ταῖς τῶν ὑπατευκότων γυναιξὶ συναριθμηθῆναι. πολλάκις μὲν γὰρ καὶ ἄλλοι τινὲς ἐτιμήθησαν ὑπ’ αὐτοῦ καὶ ἠδυνήθησαν, οἱ μὲν ὅτι συνεπανέστησαν, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας
5μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπ’ αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε

79

.

15

.

4

καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. ἐκεῖνον δ’ οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπ’ αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀπο‐
5φῆναι ἐθελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπει‐ λῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα δι’ αὐτὸν προσκροῦσαι. Xiph. 350, 26—351, 22 R. St., Exc. Val. 412 (p. 765 sq.) usque ad ἀπο‐ λεῖσθαι, c. 16, 1.

79

.

16

.

1

καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι, Αὐρήλιος δὲ δὴ Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ Μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἀπεκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπ’ αὐτοῦ καὶ ἐμι‐

79

.

16

.

2

σήθη, καὶ διὰ τοῦτο καὶ ἐσώθη. οὗτος γὰρ δὴ καλὸν μὲν καὶ τὸ
πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη
5τε ἐς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου καὶ ὅσην οὔτε Αὔγαρος

79

.

16

.

3

ἐπὶ τοῦ Σεουήρου οὔτε Τιριδάτης ἐπὶ τοῦ Νέρωνος ἔσχε, πρόκοι‐ τός τε καὶ πρὶν ὀφθῆναί οἱ ἀποδειχθείς, καὶ τῷ τοῦ Ἀουίτου τοῦ πάππου αὐτοῦ ὀνόματι τιμηθείς, καὶ στεφανώμασιν ὥσπερ ἐν πανηγύρει ἠσκημένος, ἐς τὸ παλάτιον λυχνοκαΐᾳ πολλῇ λαμπόμενος

79

.

16

.

4

ἐσῆλθε. καὶ ὃς ἰδὼν αὐτὸν ἀνέθορέ τε ἐρρυθμισμένως, καὶ προσ‐ ειπόντα, οἷα εἰκὸς ἦν, “κύριε αὐτοκράτορ χαῖρε,” θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ἠμείψατο, καὶ ἔφη οὐδὲν διστάσας “μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί.”

79

.

16

.

5

καὶ ὁ μὲν συλλουσάμενός τε αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως, ἅτε καὶ ἰσόρροπον τῇ φήμῃ εὑρὼν αὐτὸν ὄντα, πασχητιάσας ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη, κἀν τοῖς κόλ‐

79

.

16

.

6

ποις ὥσπερ τις ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι δι’ αὐτοῦ δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίγνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. καὶ
5οὕτως ἐκεῖνος ἀστυσίᾳ παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη
τε πάντων ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου καὶ ἐκ τῆς Ῥώμης καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. Xiph. 351, 22—352, 14 R. St., Exc. Val. 413 (p. 766).

79

.

16

.

7

ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλ‐ γειαν ὡς καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τού‐
5του μισθοὺς αὐτοῖς προϊσχόμενος. Zon. 12, 14 p. 569, 19—570, 2 B. (p. 118, 30—119, 3 D.)

79

.

17

.

1

ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλλος ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθὸν οὐ πολλῷ ὕστερον κομιεῖσθαι. ἅτε γὰρ ταῦτα ποιῶν καὶ ταῦτα πάσχων ἐμισήθη ὑπό τε τοῦ δήμου καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο, καὶ τελευταῖον καὶ
5ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπ’ αὐτῶν ἐσφάγη. Xiph. 352, 14—18 R. St. ὅτι ὁ Ψευδαντωνῖνος ὑπὸ στρατιωτῶν κατεφρονήθη καὶ ἀνῃρέθη· ὅταν γὰρ ἐθισθῶσί τινες καὶ ταῦτα ὡπλισμένοι καταφρονεῖν τῶν κρα‐ τούντων, οὐδένα ὅρον τῆς ἐξουσίας ἐπὶ τὸ πράττειν ἃ βούλονται ποιοῦνται,
10ἀλλὰ καὶ κατ’ αὐτοῦ τοῦ δόντος ταύτην ὁπλίζονται. Petr. Patr. Exc. Vat. 152 (p. 232 Mai. = p. 217, 8—13 Dind.).

79

.

17

.

2

ἔσχε δὲ οὕτως. τὸν Βασσιανὸν τὸν ἀνεψιὸν αὑτοῦ ἐς τὸ συνέ‐
δριον ἐσαγαγών, καὶ τὴν Μαῖσαν καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν παραστησάμενος, παῖδα ἔθετο, ἑαυτὸν δὲ ὡς καὶ πατέρα ἐξαίφνης τηλικούτου παιδίου, ὃς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέχοντα, ἐμα‐
5κάρισε, καὶ μηδὲν ἄλλου τέκνου δεῖσθαι ἔφησεν, ἵν’ ἡ οἰκία αὐτοῦ

79

.

17

.

3

ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν Ἐλεγάβαλον τοῦτό τέ οἱ ποιῆσαι καὶ Ἀλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι. καὶ ἔγωγε πείθομαι ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γε‐ γονέναι, τεκμαιρόμενος οὐχ οἷς ἐκεῖνος εἶπεν, ἀλλ’ ἔκ τε τοῦ λεχ‐
5θέντος αὐτῷ ὑπό τινος, ὅτι ἄρα τις Ἀλέξανδρος ἐξ Ἐμέσης ἐλθὼν αὐτὸν διαδέξεται, καὶ ἐκ τοῦ συμβεβηκότος ἔν τε τῇ Μυσίᾳ τῇ

79

.

18

.

1

ἄνω καὶ τῇ Θρᾴκῃ. ὀλίγον γὰρ τούτων πρότερον δαίμων τις Ἀλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων καὶ τὸ εἶδος αὐτοῦ τήν τε σκευὴν ἅπασαν φέρων, ὡρμήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδ’ ὅπως ἐκείνῃ ἐκφανείς, καὶ διά τε τῆς Ἀσίας καὶ
5τῆς Θρᾴκης διεξῆλθε βακχεύων μετ’ ἀνδρῶν τετρακοσίων, θύρσους,

79

.

18

.

2

τε καὶ νεβρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. ὡμολό‐ γητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θρᾴκῃ τότε γενομένων ὅτι καὶ καταγωγαὶ καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσίᾳ παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν οὔτ’ ἀντειπεῖν οἱ οὔτ’ ἀντᾶραι, οὐκ ἄρχων,
5οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι, ἀλλ’ ὥσπερ ἐν πομπῇ τινι μεθ’ ἡμέραν ἐκ προρρήσεως ἐκομίσθη μέχρι

79

.

18

.

3

τοῦ Βυζαντίου. ἐντεῦθεν γὰρ ἐξαναχθεὶς προσέσχε μὲν τῇ Χαλκη‐ δονίᾳ γῇ, ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας καὶ ἵππον ξύλινον καταχώσας ἀφανὴς ἐγένετο. ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι,
5ἔμαθον. Xiph. 352, 18—353, 11 R. St.

79

.

18

.

4

ὅτι ποτὲ ὁ αὐτὸς τοῦτο εἶπεν “οὐδὲν δέομαι ὀνομάτων ἐκ πολέ‐ μου καὶ αἵματος· ἀρκεῖ γάρ μοι καὶ εὐσεβῆ καὶ εὐτυχῆ παρ’ ὑμῶν καλεῖσθαι”. Petr. Patr. Exc. Vat. 153 (p. 232 Mai. = p. 217, 14—16 Dind.).

79

.

18

.

5

ὅτι Ψευδαντωνῖνος ἐπαινούμενός ποτε παρὰ τῆς βουλῆς εἶπεν ὅτι “ὑμεῖς μὲν ἀγαπᾶτέ με καὶ νὴ Δία καὶ ὁ δῆμος καὶ τὰ ἔξω στρατόπεδα. τοῖς δὲ δορυφόροις οἷς τοσαῦτα δίδωμι οὐκ ἀρέσκω.” Petr. Patr. Exc.
Vat. 154 (p. 232 sq. Mai. = p. 217, 17—20 Dind.).

79

.

19

1,1

ἕως μὲν οὖν ὁ Σαρδανάπαλλος τὸν ἀνεψιὸν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ὁλοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν. Xiph. 353, 11—15 R. St.

79

.

19

1a

ὅτι τινῶν συνηγορούντων τῷ Ψευδαντωνίνῳ καὶ εἰπόντων ὡς εὐτυχὴς εἴη τῷ υἱῷ συνυπατεύων, ἔφη “εὐτυχέστερος ἔσομαι κατὰ τὸν ἑξῆς ἐνιαυτὸν μετὰ γνησίου υἱοῦ μέλλων ὑπατεύειν.” Petr. Patr. exc. Vat. 155 (p. 233 Mai. = p. 217, 21—24 Dind.)

79

.

19

1,2

ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν

79

.

19

.

2

ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν· ὅ τε γὰρ Ἀλέ‐ ξανδρος ὑπό τε τῆς μητρὸς καὶ τῆς τήθης ὑπό τε τῶν στρατιω‐ τῶν ἰσχυρῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι αἰσθόμενοι τὴν ἐπι‐ χείρησιν τοῦ Σαρδαναπάλλου δεινῶς ἐθορύβησαν, οὐ πρίν τε
5ἐπαύσαντο στασιάζοντες ἢ τὸν Σαρδανάπαλλον τὸ στρατόπεδον σὺν

79

.

19

.

3

τῷ Ἀλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα καὶ τοὺς ἐξαι‐ τηθέντας παρ’ αὐτῶν τῶν συνασελγαινόντων αὐτῷ ἐκδοῦναι ἀναγκα‐ σθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα
5“ἕνα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπή‐ σαντες, ἢ ἐμὲ ἀποκτείνατε,” μόλις αὐτοὺς ἐκμειλίξασθαι. τότε

79

.

19

.

4

μὲν οὖν μόλις ἐσώθη· καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφ’ οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ Ἀντωνίνου υἱὸν ὄντα, καὶ πρὸς

79

.

20

.

1

τὸν Ἀλέξανδρον ὡς καὶ ὄντως ἐξ αὐτοῦ γεγονότα ἀπέκλινε· μετὰ δὲ ταῦτα ἐπιβεβουλευκὼς πάλιν τῷ Ἀλεξάνδρῳ, καὶ θορυβησάν‐ των ἐπὶ τούτῳ τῶν δορυφόρων σὺν αὐτῷ ἐς τὸ στρατόπεδον ἐσελ‐ θών, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ
5αἱ μητέρες αὐτῶν ἐκφανέστερον ἢ πρὶν ἀλλήλαις μαχόμεναι τοὺς

79

.

20

.

2

στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε. καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκδρᾶναί ποι, φωραθεὶς δὲ ἀπεσφάγη, ὀκτωκαί‐
δεκα ἔτη γεγονώς. καὶ αὐτῷ καὶ ἡ μήτηρ (περιπλακεῖσα γὰρ ἀπρὶξ εἴχετο) συναπώλετο. καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἀπεκόπησαν,
5καὶ τὰ σώματα γυμνωθέντα τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα τὸ μὲν τῆς γυναικὸς ἄλλως πως ἐρρίφη, τὸ δὲ ἐκεί‐ νου ἐς τὸν ποταμὸν ἐνεβλήθη. Xiph. 353, 15—354, 8 R. St.

79

.

21

.

1

καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, καὶ ἐς το‐ σοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμ‐
5μένος οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. τότε δ’ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλουιος σὺν αὐτῷ ὁ πο‐

79

.

21

.

2

λίαρχος. καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο· ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως ἐσεφέρετο, [καὶ] οὕτω καὶ ἐκεῖνος τῇ τῶν πο‐ λιαρχησάντων ἐπ’ αὐτοῦ κενῇ χώρᾳ προσετάττετο. ὅ τε Ἐλεγά‐
5βαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε.

79

.

21

.

3

τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγ‐ κατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπ’ αὐτῷ δυ‐ νηθέντων, πλὴν ἑνός που, ἐσώθη. Xiph. 354, 8—19 R. St., et (v. 6—10) Exc. Val. 414 (p. 769).

80

.

1

.

1

Ἀλέξανδρος δὲ μετ’ ἐκεῖνον εὐθὺς αὐταρχήσας Δομιτίῳ τινὶ Οὐλπιανῷ τήν τε τῶν δορυφόρων προστασίαν καὶ τὰ λοιπὰ τῆς
ἀρχῆς ἐπέτρεψε πράγματα.

80

.

1

.

2

ταῦτα μὲν ἀκριβώσας, ὡς ἕκαστα ἠδυνήθην, συνέγραψα· τὰ δὲ δὴ λοιπὰ ἀκριβῶς ἐπεξελθεῖν οὐχ οἷός τε ἐγενόμην διὰ τὸ μὴ ἐπὶ πολὺν χρόνον ἐν τῇ Ῥώμῃ διατρῖψαι. ἔκ τε γὰρ τῆς Ἀσίας ἐς τὴν Βιθυνίαν ἐλθὼν ἠρρώστησα, κἀκεῖθεν πρὸς τὴν ἐν τῇ

80

.

1

.

3

Ἀφρικῇ ἡγεμονίαν ἠπείχθην, ἐπανελθών τε ἐς τὴν Ἰταλίαν εὐθέως ὡς εἰπεῖν ἔς τε τὴν Δελματίαν κἀντεῦθεν ἐς τὴν Παννονίαν τὴν ἄνω ἄρξων ἐπέμφθην, καὶ μετὰ τοῦτ’ ἐς τὴν Ῥώμην καὶ ἐς τὴν

80

.

2

.

1

Καμπανίαν ἀφικόμενος παραχρῆμα οἴκαδε ἐξωρμήθην. διὰ μὲν οὖν ταῦτα οὐκ ἠδυνήθην ὁμοίως τοῖς πρόσθεν καὶ τὰ λοιπὰ συν‐ θεῖναι, κεφαλαιώσας μέντοι ταῦτα, ὅσα γε καὶ μέχρι τῆς δευτέρας μου ὑπατείας ἐπράχθη, διηγήσομαι.

80

.

2

.

2

ὁ Οὐλπιανὸς πολλὰ μὲν τῶν οὐκ ὀρθῶς ὑπὸ τοῦ Σαρδανα‐ πάλλου πραχθέντων ἐπηνώρθωσε, τὸν δὲ δὴ Φλαουιανὸν τόν τε Χρῆστον ἀποκτείνας, ἵνα αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων ἐπιθεμένων οἱ νυκτὸς κατεσφάγη, καί‐
5τοι καὶ πρὸς τὸ παλάτιον ἀναδραμὼν καὶ πρὸς αὐτὸν τὸν αὐτο‐

80

.

2

.

3

κράτορα τήν τε μητέρα αὐτοῦ καταφυγών. ζῶντος δ’ οὖν ἔτι αὐ‐ τοῦ στάσις μεγάλη 〈τοῦ δήμου〉 πρὸς τοὺς δορυφόρους ἐκ βραχείας τινὸς αἰτίας ἐγένετο, ὥστε καὶ ἐπὶ τρεῖς ἡμέρας μάχεσθαί τε ἀλ‐ λήλοις καὶ πολλοὺς ὑπ’ ἀμφοτέρων ἀπολέσθαι. ἡττώμενοι δὲ οἱ
5στρατιῶται πρὸς ἔμπρησιν τῶν οἰκοδομημάτων ἐτράποντο· κἀκ τούτου δείσας ὁ δῆμος μὴ καὶ πᾶσα ἡ πόλις φθαρῇ, καὶ ἄκων

80

.

2

.

4

σφίσι συνηλλάγη. ταῦτά τε οὖν ἐγένετο, καὶ ὁ Ἐπάγαθος, ὡς καὶ αἴτιος τῷ Οὐλπιανῷ τοῦ ὀλέθρου 〈τὸ〉 πλέον γενόμενος, ἔς τε Αἴ‐ γυπτον ὡς ἄρξων αὐτῆς ἐπέμφθη, ἵνα μή τις ἐν τῇ Ῥώμῃ κολα‐ σθέντος αὐτοῦ ταραχὴ γένηται, κἀκεῖθεν ἐς Κρήτην ἀπαχθεὶς
5ἐδικαιώθη.

80

.

3

.

1

πολλαὶ δὲ καὶ παρὰ πολλῶν ἐπαναστάσεις γενόμεναι, καί τινες καὶ ἰσχυρῶς ἐκφοβήσασαι, κατεπαύθησαν. τὰ δὲ ἐν τῇ Μεσοποταμίᾳ καὶ φοβερώτερα, καὶ ἀληθέστερον
δέος σύμπασιν, οὐχ ὅτι τοῖς ἐν Ῥώμῃ ἀλλὰ καὶ τοῖς ἄλλοις, παρ‐

80

.

3

.

2

έσχεν. Ἀρταξέρξης γάρ τις Πέρσης τούς τε Πάρθους τρισὶ μά‐ χαις νικήσας, καὶ τὸν βασιλέα αὐτῶν Ἀρτάβανον ἀποκτείνας, ἐπὶ τὰ Ἄτρα ἐπεστράτευσεν, ἐπιβασίαν ἀπ’ αὐτῶν ἐπὶ τοὺς Ῥωμαίους ποιούμενος. καὶ τὸ μὲν τεῖχος διέρρηξεν, συχνοὺς δὲ δὴ τῶν στρα‐

80

.

3

.

3

τιωτῶν ἐξ ἐνέδρας ἀποβαλὼν ἐπὶ τὴν Μηδίαν μετέστη, καὶ ἐκείνης τε οὐκ ὀλίγα καὶ τῆς Παρθίας, τὰ μὲν βίᾳ τὰ δὲ καὶ φόβῳ, παρα‐ λαβὼν ἐπὶ τὴν Ἀρμενίαν ἤλασε, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων καὶ πρὸς Μήδων τινῶν τῶν τε τοῦ Ἀρταβάνου παίδων πταίσας,
5ὡς μέν τινες λέγουσιν, ἔφυγεν, ὡς δ’ ἕτεροι, ἀνεχώρησε πρὸς

80

.

4

.

1

παρασκευὴν δυνάμεως μείζονος. οὗτός τε οὖν φοβερὸς ἡμῖν ἐγέ‐ νετο, στρατεύματί τε πολλῷ οὐ μόνον τῇ Μεσοποταμίᾳ ἀλλὰ καὶ τῇ Συρίᾳ ἐφεδρεύσας, καὶ ἀπειλῶν ἀνακτήσεσθαι πάντα, ὡς καὶ προσήκοντά οἱ ἐκ προγόνων, ὅσα ποτὲ οἱ πάλαι Πέρσαι μέχρι τῆς
5Ἑλληνικῆς θαλάσσης ἔσχον, οὐχ ὅτι αὐτὸς λόγου τινὸς ἄξιος δοκεῖ,
ἄλλ’ ὅτι οὕτω τὰ στρατιωτικὰ ἡμῖν διάκειται ὥστε τοὺς μὲν καὶ προστίθεσθαι αὐτῷ τοὺς δὲ οὐκ ἐθέλειν ἀμύνεσθαι. τοσαύτῃ γὰρ ἅμα τρυφῇ καὶ ἐξουσίᾳ ἀνεπιπληξίᾳ τε χρῶνται ὥστε τολμῆσαι

80

.

4

.

2

τοὺς ἐν τῇ Μεσοποταμίᾳ τὸν ἄρχοντα σφῶν Φλάουιον Ἡρακλέωνα ἀποκτεῖναι, καὶ τοὺς δορυφόρους πρὸς τῷ Οὐλπιανῷ καὶ ἐμὲ αἰτιάσασθαι ὅτι τῶν ἐν τῇ Παννονίᾳ στρατιωτῶν ἐγκρατῶς ἦρξα, καὶ ἐξαιτῆσαι, φοβηθέντας μὴ καὶ ἐκείνους τις ὁμοίως τοῖς Παν‐
5νονικοῖς ἄρχεσθαι καταναγκάσῃ. οὐ μέντοι προετίμησε τι αὐτῶν ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ τοὐναντίον ἄλλως τε ἐσέμνυνέ με καὶ

80

.

5

.

1

δεύτερον ὑπατεύσοντα σὺν αὐτῷ ἀπέδειξε, τό τε ἀνάλωμα τὸ τῆς ἀρχῆς [αὐτῷ] αὐτὸς ἀναλώσειν ὑπεδέξατο. ἀχθεσθέντων δὲ αὐτῶν ἐπὶ τούτοις ἐφοβήθη μὴ καὶ ἀποκτείνωσί με ἐν τῷ τῆς ἀρχῆς σχήματι ἰδόντες, καὶ ἐκέλευσεν ἔξω τῆς Ῥώμης ἐν τῇ Ἰταλίᾳ που
5διατρῖψαι τὸν τῆς ὑπατείας χρόνον. καὶ οὕτω μετὰ ταῦτα ἔς τε τὴν Ῥώμην καὶ ἐς τὴν Καμπανίαν πρὸς αὐτὸν ἦλθον, καὶ συνδιατρί‐

80

.

5

.

2

ψας τινὰς ἡμέρας αὐτῷ, τοῖς τε στρατιώταις μετὰ πάσης ἀδείας ὀφθείς, ἀπῆρα οἴκαδε παρέμενος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ὥστε πάντα τὸν λοιπὸν τοῦ βίου χρόνον ἐν τῇ πατρίδι ζῆσαι, ὥσπερ που καὶ τὸ δαιμόνιον ἐν τῇ Βιθυνίᾳ ἤδη μοι ὄντι σαφέ‐
5στατα ἐδήλωσεν. ὄναρ γάρ ποτε ἔδοξα προστάσσεσθαι ὑπ’ αὐτοῦ

80

.

5

.

3

προσγράψασθαι τῷ ἀκροτελευτίῳ τὰ ἔπη τάδε, Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ.
Xiph. 356, 6—357, 9 R. St., et (p. 475, 1—476, 4) Exc. Val. 415 (p. 769).