TLG 0384 003 :: ACTA JUSTINI ET SEPTEM SODALIUM :: Acta Justini et septem sodalium (recensio C) ACTA JUSTINI ET SEPTEM SODALIUM Hagiogr. Acta Justini et septem sodalium (recensio C) Citation: Chapter — section — (line) | ||
t1 | RECENSIO C Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Παίονος, καὶ Βαλεριανοῦ | |
1.1 | Ἀντωνίνου τοῦ δυσσεβοῦς τῆς Ῥωμαϊκῆς ἀρχῆς τὰ σκῆπτρα διέποντος Ῥούστικος ὁ ἔχθιστος ἔπαρχος τῆς Ῥώμης ἐτύγχανε, δεινὸς ἀνὴρ καὶ λοιμὸς καὶ πάσης μεστὸς ἀσεβείας. τούτῳ γοῦν ἐπὶ βήματός ποτε προκαθίσαντι στῖφος ἁγίων προσάγονται δέσμιοι, | |
5 | ἑπτὰ τὸν ἀριθμόν. | |
---|---|---|
1.2 | τοῦτο γὰρ περισπούδαστον ἦν τοῖς ὑπηρέταις τοῦ σατανᾶ τὸ συλλαμβάνεσθαι τούτους πικραῖς τε βασάνοις δίδο‐ σθαι καὶ οὕτω καθυπάγεσθαι τῷ διὰ ξίφους θανάτῳ. πλὴν οὐκ ἦν μία πατρὶς τοῖς ἁγίοις, ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. συνῆψε δὲ | |
5 | τούτους ἡ τοῦ πνεύματος χάρις καὶ ἀδελφὰ φρονεῖν ἔπεισε καὶ μίαν ἔχειν κεφαλὴν τὸν Χριστόν. | |
1.3 | ὅμως προσαχθέντες, ὡς εἴρηται, τῷ βήματι τοῦ δυσσεβοῦς ἄρχοντος καὶ τίνες καλοῖντο καὶ ὅθεν εἶεν καὶ τί τὸ σέβας αὐτοῖς παρ’ ἐκείνου διερωτώμενοι, ἐπεὶ Χριστιανοὺς μὲν ἀνωμολόγησαν ἑαυτούς, ἐγνώρισαν δὲ καὶ τὰς κλήσεις αὐτῷ καὶ | |
5 | πόλιν μίαν αὐτῶν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ, τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἐλευθέραν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, καὶ Τίνα γάρ σοι, εἶπον, ὦ τύραννε, τὰ τῶν κάτω πόλεων ἡμῶν ὀνόματα τὴν ὠφέλειαν προξενήσει; | |
1.4 | θυμῷ ληφθεὶς ἐκεῖνος, Θῦσον, Ἰουστῖνε, λέγει, τοῖς ἀθανάτοις θεοῖς, τὰς βασιλικὰς προστάξεις πληρῶν, πεῖσον δὲ καὶ τούτους δὴ τοὺς ἠπατημένους ὑπὸ σοῦ τοῦτο προθύμως ποιῆσαι, ἢν μὴ βούλῃ κακῶς σὺν αὐτοῖς τὴν ζωὴν ἀποθέσθαι. | |
2.1 | Τὰς προστάξεις, ἔπαρχε, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληροῦν ἀναγκαῖον, ἔφη ὁ ἅγιος, πρὸς ζωὴν ἀπαγούσας τοὺς ἀνθρώ‐ πους ἀνώλεθρον. τὰς γὰρ τοῦ σοῦ βασιλέως οὐδ’ ἀκοῇ χρὴ παραδέχε‐ σθαι πρὸς ἀπώλειαν φερούσας καὶ ἀΐδιον θάνατον. | |
2.2 | καὶ ὁ ἔπαρχος· Ποῦ ἄρα καὶ τούσδε τοὺς λόγους ἐξεῦρες, κακότροπε; καὶ ὁ ἅγιος· | |
Πολλῶν ἐν πείρᾳ γενόμενος ταύτην ἐξεῦρον ἀληθεστάτην οὖσαν καὶ μεγάλην τὴν πίστιν, ᾗ δὴ καὶ στοιχῶ καὶ ᾗ θανεῖν ἐθέλω διὰ Χριστόν. | 54 | |
2.3 | Οὗτος γάρ ἐστι ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάσης κτίσεως δημιουργός, ὃς καὶ τοὺς αἰῶνας ἐποίησε καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τῶν χρόνων ἐπ’ ἐσχάτων κατῆλθε καὶ σάρκα ταύτην ἐκ τῆς πανάγνου προσείληφε καὶ θεοτόκου Μαρίας, καθὰ δὴ πάλαι τῶν | |
5 | προφητῶν ὁ χορὸς προεθέσπισε. | |
2.4 | Καὶ ποῦ ἄρα τὴν συνέλευσιν ὑμεῖς, ὁ ἔπαρχος ἔφη, καὶ τὴν οἰκείαν θρησκείαν ἐπιτελεῖτε καὶ τὰ περὶ τούτων διδάσκεσθε; καὶ ὁ ἅγιος· Οὐκ ἐν ἑνὶ τόπῳ πάντες οἱ Χριστιανοὶ ποιούμεθα τὴν συνέλευσιν, ὡς σὺ νομίζεις, ἔπαρχε. καὶ | |
5 | γὰρ ὁ θεὸς ἡμῶν οὐ περιγράφεται τόπῳ· ἀόρατος γὰρ ὢν καὶ ἀθάνατος τὸν οὐρανὸν πληροῖ καὶ τὴν γῆν καὶ πανταχοῦ παρ’ ἡμῶν προσκυνεῖται δὴ καὶ δοξάζεται. | |
2.5 | Σὺ δὲ ποῦ συνέρχῃ μετὰ τῶν σῶν μαθητῶν τούτων; ὁ ἄρχων εἶπεν. Ἐνταῦθα, λέγει, κατὰ τὴν πόλιν, ὁ μάρτυς, ὅπουπερ ἂν ἡμᾶς καὶ τύχῃ τὴν ἑσπέραν κατα‐ λαβεῖν. ἤδη γὰρ δεύτερον τοῦτο τὴν Ῥώμην εἰσῆλθον σὺν αὐτοῖς καὶ | |
5 | τὸν παρ’ ἐμοὶ γινόμενον τὸν λόγον τοῦτον διδάσκω τῆς ἀληθείας. | |
3.1 | Ταῦτα τοῦ μάρτυρος εἰπόντος, πρὸς τὸν Χαρίτωνα τὸ ὄμμα περιαγαγὼν ὁ ἔπαρχος, Ἀλλὰ καὶ σύ, φησι, Χαρίτων, Χριστιανός; Ναί, φησιν ὁ ἅγιος, καὶ Χριστοῦ δοῦλος. | |
3.2 | κἀκεῖνος πρὸς τὴν Χαριτώ, Πῶς, ὦ γύναι, φησί, τούτων ὑπὸ τῶν λόγων ἠπάτησαι; πάντως οὐ καλὰς δίδως τὰς ὑπολήψεις. | |
3.3 | Οὐκ ἠπάτημαι, φησὶν ἡ Χαριτὼ πρὸς τὸν ἄρχοντα, θεοῦ δὲ μᾶλλον δούλη γεγένημαι καὶ Χριστιανή, καὶ καθαρὰν ἐμαυτὴν τηρῶ τῇ δυνάμει τούτου καὶ ἄσπιλον τῶν τῆς σαρκὸς μολυσμῶν. | |
3.4 | εἶτα καὶ πρὸς τὸν Εὐέλ‐ πιστον, Οἵας σὺ τύχης εἶ, πανάθλιε; ὁ ἔπαρχος λέγει. καὶ ὅς, Δοῦλος, ἔφη, γέγονα Καίσαρος, νυνὶ δὲ Χριστοῦ, τῇ τούτου χάριτι τῆς ἐλευθερίας τυχών. | |
3.5 | καὶ πρὸς τὸν Ἱέρακα, Πάντως καὶ σέ, Ἱέραξ, Ἰουστῖνος ἠπάτησεν; ὁ ἔπαρχος ἔφη. καὶ ὅς· Χριστιανὸς γεγένημαι καὶ Χριστιανός εἰμι καὶ Χριστιανὸς ἔσομαι. | |
3.6 | Ταῦτα καὶ | |
Παίων ἐρωτηθεὶς τὰ αὐτὰ τοῖς ἄλλοις ἀπελογήσατο. καὶ πρὸς Βαλεριανὸν ὁ ἄρχων τὸν λόγον μεταγαγών, Αὐτὸς δὲ τί λέγεις περὶ σαυτοῦ; εἶπε. Χριστιανὸς εἶναι λέγω καὶ τοῖς ἄλλοις ὁμόφρων, ὁ | 56 | |
5 | μάρτυς ἀντέφησεν. | |
4.1 | Ἔννους τοίνυν ἐπὶ πολλὴν τὴν ὥραν πρὸς τὴν τῶν ἁγίων ἔνστασιν ὁ ἄρχων γενόμενος πάλιν πρὸς λόγους συνῆλθε καὶ πρὸς τὸν Ἰου‐ στῖνον εἶπεν· Ἄκουσον, ὁ λεγόμενος λόγιος καὶ νομίζων ἀληθεῖς λόγους εἰδέναι· ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς, ὑπονοεῖς ὄντως εἰς | |
5 | οὐρανοὺς ἀνελθεῖν, ὡς νομίζεις, καί τινας ἀμοιβὰς καλῶν ἀπολαβεῖν, ὡς διδάσκεις; | |
4.2 | Καὶ ὁ ἅγιος· Οὐχ ὑπονοῶ ἀλλ’ ἀκριβῶς ἐπίσταμαι καὶ πεπληροφόρημαι. τότε κοινὸν ἀποτεινόμενος τὸν λόγον ὁ ἄρχων, Ἐπεὶ ταῦτα οὕτω λέγετε, φησίν, ἀνόσιοι, πρὸς τὸ προκείμενον τὸν λόγον ἀγάγωμεν. | |
4.3 | θύσατε συνελθόντες ὁμοῦ τοῖς θεοῖς ἵνα μὴ κακῶς ἀπόλησθε. τίς γὰρ νοῦν ἔχων ἄνθρωπος καταλιπεῖν ἐθελήσειε τοῦτο δὴ τὸ γλυκύτατον φῶς καὶ τὸ θανεῖν αὐτοῦ προτιμήσειε; | |
4.4 | Καὶ τίς σύνεσιν ἔχων ἄνθρωπος, Ἰουστῖνος ἀπελογήσατο, ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν μεταπεσεῖν ἐθελήσειε καὶ ἀπὸ φωτὸς εἰς σκότος καὶ ἀπὸ θεοῦ ζῶντος εἰς δαίμονας ψυχοφθόρους; | |
4.5 | Εἰ μή γε θύσετε, ὁ ἄρχων εἶπεν, ἄρχομαι τῶν βασάνων. | |
4.6 | καὶ οἱ ἅγιοι· Τοῦτο δι’ εὐχῆς ἔχομεν, ἔπαρχε, τοῦτο ποθοῦμεν, τοῦτο ζητοῦμεν, τοῦτο παρρησίαν ἡμῖν μεγάλην χαρίσεται ἐν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, ὅτε μέλλομεν ἀπολαβεῖν ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. | |
5 | ποίει τοίνυν ὃ θέλεις. Χριστιανοὶ γάρ ἐσμεν, ὡς πολλάκις εἴπομεν, καὶ εἰδώλοις οὐ θύομεν. | |
5.1 | Τότε κελεύει μάστιξιν αὐτοὺς ὁ κατάρατος ἄρχων αἰκίζεσθαι. καὶ δὴ ἐμαστίχθησαν ἄχρις οὗ σάρκες μὲν αὐτοῖς κατεξάνθησαν, αἷμα δὲ τὴν γῆν ἐκείνην ἐπόρφυρεν. | |
5.2 | ὡς οὖν οὐδαμῶς εἴκοντας ἑώρα τοὺς μάρτυρας, δίδωσι κατ’ αὐτῶν τὴν ἀπόφασιν· Τοὺς ἀθετήσαντας, εἰπών, τὰς βασιλικὰς προστάξεις καὶ τοῖς θεοῖς θῦσαι | |
μὴ βουληθέντας ξίφει τὰς κεφαλὰς ἐκκοπῆναι προστάσσω. | 58 | |
6.1 | Λαβόντες τοίνυν ὑμᾶς οἱ στρατιῶται, καλλίνικοι μάρτυρες, καὶ τὸν τόπον καταλαβόντες τῆς τελειώσεως, τὰς ἁγίας ὑμῶν ἀπο‐ τέμνουσι κεφαλάς. | |
6.2 | πρώτην ὁ Ἰούνιος ἦγεν. ἄνδρες δέ τινες τὰ πάντιμα ὑμῶν σώματα φιλοπόνως ἀράμενοι φιλοτίμως κατέθεντο. | |
6.3 | καὶ νῦν οἰκοῦντες τοὺς οὐρανοὺς καὶ τῷ δεσποτικῷ παριστάμενοι θρόνῳ, νέμοιτε βασιλεῖ ἡμῶν, τῷ προεκλελεγμένῳ παρὰ τῆς μεγάλης προνοίας ὡς ἐσομένῳ φύλακι τῶν αὐτῆς ἐνταλμάτων, μεγάλα κατ’ ἐναντίων διανοήματα καὶ τὰ τρόπαια ἰσχυρὰ καὶ ἀπρόσμαχα καὶ | |
5 | ὅλως ἀνίκητα, χαλινοῦντα δυναστείας ἀντιπάλων καὶ ἀποτρέποντα, ἀσθενεῖς αὐτῶν ποιοῦντα τὰς βουλὰς καὶ τὰς γνώμας, ἤρεμον τιθέμενα τὸ βασίλειον καὶ ἥσυχον λύμης ἐκτὸς συντηροῦντα παρα‐ νόμων ἐθνῶν, πάσης ἀνώτερον ἐπιβουλῆς κακούργου καὶ βασιλείας ἐπάξιον οὐρανίου ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ | |
10 | κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 60 |