TLG 0384 002 :: ACTA JUSTINI ET SEPTEM SODALIUM :: Acta Justini et septem sodalium (recensio B)

ACTA JUSTINI ET SEPTEM SODALIUM Hagiogr.
(A.D. 2/3)

Acta Justini et septem sodalium (recensio B)

Source: Musurillo, H. (ed.), The acts of the Christian martyrs. Oxford: Clarendon Press, 1972: 46–52.

Citation: Chapter — section — (line)

t

1

RECENSIO B Μαρτύριον τῶν Ἁγίων Μαρτύρων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Παίονος, καὶ Λιβεριανοῦ

1

.

1

Ἐν τῷ καιρῷ τῶν ἀνόμων ὑπερμάχων τῆς εἰδωλολατρείας προσ‐ τάγματα ἀσεβῆ κατὰ τῶν εὐσεβούντων Χριστιανῶν κατὰ πόλιν καὶ χώραν ἐξετίθετο, ὥστε αὐτοὺς ἀναγκάζεσθαι σπένδειν τοῖς ματαίοις εἰδώλοις.

1

.

2

συλληφθέντες οὖν οἱ μνημονευθέντες ἅγιοι ἄνδρες
εἰσήχθησαν πρὸς τὸν τῆς Ῥώμης ἔπαρχον ὀνόματι Ῥούστικον.46

2

.

1

Ὧν εἰσαχθέντων πρὸ τοῦ βήματος Ῥούστικος ἔπαρχος εἶπεν πρὸς Ἰουστῖνον· Πρῶτον πείσθητι τοῖς θεοῖς καὶ ὑπάκουσον τοῖς βασι‐ λεῦσιν.

2

.

2

Ἰουστῖνος εἶπεν· Ἄμεμπτον καὶ ἀκατάγνωστον τὸ πεί‐ θεσθαι τοῖς προσταχθεῖσιν ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

2

.

3

Ῥούστικος ἔπαρχος εἶπεν· Ποίους λόγους μεταχειρίζῃ; Ἰουστῖνος εἶπεν· Πάντας μὲν λόγους ἐπειράθην μαθεῖν, συνεθέμην δὲ τοῖς ἀλη‐ θέσι λόγοις τοῖς τῶν Χριστιανῶν κἂν μὴ ἀρέσκωσι τοῖς ψευδοδόξοις.

2

.

4

Ῥούστικος ἔπαρχος εἶπεν· Ἐκεῖνοί σοι ἀρέσκουσιν οἱ λόγοι, πανάθλιε; Ἰουστῖνος εἶπεν· Ναί, ἐπειδὴ μετὰ δόγματος ὀρθοῦ ἕπομαι αὐτοῖς.

2

.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Ποῖόν ἐστι δόγμα; Ἰουστῖνος εἶπεν· Ὅπερ εὐσεβοῦμεν εἰς τὸν τῶν Χριστιανῶν θεόν, ὃν ἡγούμεθα ἕνα τούτων ἐξ ἀρχῆς ποιητὴν καὶ δημιουργὸν τῆς πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, καὶ κύριον Ἰησοῦν Χριστὸν παῖδα θεοῦ, ὃς
5καὶ προκεκήρυκται ὑπὸ τῶν προφητῶν μέλλων παραγίνεσθαι τῷ γένει τῶν ἀνθρώπων σωτηρίας κῆρυξ καὶ διδάσκαλος καλῶν μαθη‐ μάτων.

2

.

6

κἀγὼ ἄνθρωπος ὢν μικρὰ νομίζω λέγειν πρὸς τὴν αὐτοῦ ἄπειρον θεότητα, προφητικήν τινα δύναμιν ὁμολογῶν,

2

7*

ὅτι προκεκήρυκται περὶ τούτου ὃν ἔφην νῦν θεοῦ υἱὸν ὄντα. ἴσθι γὰρ ὅτι ἄνωθεν προεῖπον οἱ προφῆται περὶ τῆς τούτου παρουσίας γενο‐ μένης ἐν ἀνθρώποις.

3

.

1

Ῥούστικος ἔπαρχος εἶπεν· Ποῦ συνέρχεσθε; Ἰουστῖνος εἶπεν· Ἔνθα ἑκάστῳ προαίρεσις καὶ δύναμίς ἐστιν· πάντως γὰρ νομίζεις ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι ἡμᾶς πάντας; Οὐχ οὕτως δέ, διότι ὁ θεὸς τῶν Χριστιανῶν τόπῳ οὐ περιγράφεται, ἀλλ’ ἀόρατος ὢν τὸν οὐρανὸν
5καὶ τὴν γῆν πληροῖ καὶ πανταχοῦ ὑπὸ τῶν πιστῶν προσκυνεῖται καὶ δοξάζεται.

3

.

2

Ῥούστικος ἔπαρχος εἶπεν· Εἰπέ, ποῦ συνέρχεσθε, ἢ εἰς ποῖον τόπον ἀθροίζεις τοὺς μαθητάς σου;

3

.

3

Ἰουστῖνος εἶπεν· Ἐγὼ ἐπάνω μένω τινὸς Μαρτίνου τοῦ Τιμιοτίνου βαλανείου καὶ παρὰ πάντα τὸν χρόνον ὃν ἐπεδήμησα τὸ δεύτερον τῇ Ῥωμαίων
πόλει οὐ γινώσκω ἄλλην τινὰ συνέλευσιν εἰ μὴ τὴν ἐκεῖ. καὶ εἴ48
5τις ἐβούλετο ἀφικνεῖσθαι παρ’ ἐμοί, ἐκοινώνουν αὐτῷ τῶν τῆς ἀληθείας λόγων.

3

.

4

Ῥούστικος ἔπαρχος εἶπεν· Οὐκοῦν λοιπὸν Χριστιανὸς εἶ; Ἰουστῖνος εἶπεν· Ναί, Χριστιανός εἰμι.

4

.

1

Ῥούστικος ἔπαρχος τῷ Χαρίτωνι εἶπεν· Ἔτι εἰπέ, Χαρίτων, καὶ σὺ Χριστιανὸς εἶ; Χαρίτων εἶπεν· Χριστιανός εἰμι θεοῦ κελεύσει.

4

.

2

Ῥούστικος ἔπαρχος πρὸς τὴν Χαριτὼ εἶπεν· Σὺ τί λέγεις, Χαρι‐ τοῖ; Χαριτὼ εἶπεν· Χριστιανή εἰμι τῇ τοῦ θεοῦ δωρεᾷ.

4

.

3

Ῥούστικος ἔπαρχος εἶπεν τῷ Εὐελπίστῳ· Σὺ δὲ τίς εἶ, Εὐέλπιστε; Εὐέλπιστος δοῦλος Καίσαρος ἀπεκρίνατο· Κἀγὼ Χριστιανός εἰμι, ἐλευθερωθεὶς ὑπὸ Χριστοῦ, καὶ τῆς αὐτῆς ἐλπίδος μετέχω χάριτι Χριστοῦ.

4

.

4

Ῥούστικος ἔπαρχος τῷ Ἱέρακι εἶπεν· Καὶ σὺ Χριστιανὸς εἶ; Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι, τὸν γὰρ αὐτὸν θεὸν σέβω τε καὶ προσκυνῶ.

4

.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐποίησεν Χριστιανούς; Ἱέραξ εἶπεν· Ἤμην Χριστιανὸς καὶ ἔσομαι.

4

.

6

Παίων δὲ ἑστὼς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι. Ῥούστικος εἶπεν· Τίς ὁ διδάξας σε; Παίων εἶπεν· Ἀπὸ τῶν γονέων παρειλήφαμεν τὴν καλὴν ταύτην ὁμολογίαν.

4

.

7

Εὐέλπιστος εἶπεν· Ἰουστίνου μὲν ἡδέως ἤκουον τῶν λόγων, παρὰ τῶν γονέων δὲ κἀγὼ παρείληφα Χριστιανὸς εἶναι. Ῥούστικος ἔπαρχος εἶπεν· Ποῦ εἰσιν οἱ γονεῖς σου; Εὐέλπιστος εἶπεν· Ἐν τῇ Καππαδοκίᾳ.

4

.

8

Ῥούστικος ἔπαρχος τῷ Ἱέρακι λέγει· Οἱ σοὶ γονεῖς ποῦ εἰσιν; ὁ δὲ ἀπεκρίνατο λέγων· Ὁ ἀληθινὸς ἡμῶν πατήρ ἐστιν ὁ Χριστὸς καὶ μήτηρ ἡ εἰς αὐτὸν πίστις· οἱ δὲ ἐπίγειοί μου γονεῖς ἐτελεύτησαν, καὶ ἐγὼ ἀπὸ
5Ἰκονίου τῆς Φρυγίας ἀποσπασθεὶς ἐνθάδε ἐλήλυθα.

4

.

9

Ῥούστικος ἔπαρχος εἶπεν Λιβεριανῷ· Τί καὶ σὺ λέγεις; Χριστιανὸς εἶ, οὐδὲ σὺ εὐσεβεῖς; Λιβεριανὸς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι· εὐσεβῶ γὰρ καὶ προσκυνῶ τὸν μόνον ἀληθινὸν θεόν.

5

.

1

Ὁ ἔπαρχος λέγει πρὸς Ἰουστῖνον· Ἄκουε, ὁ λεγόμενος λόγιος καὶ
νομίζων ἀληθινοὺς εἰδέναι λόγους· ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς, πέπεισαι ὅτι μέλλεις ἀναβαίνειν εἰς τὸν οὐρανόν;50

5

.

2

Ἰουστῖνος εἶπεν· Ἐλπίζω ἕξειν αὐτοῦ τὰ δώματα, ἐὰν ὑπομείνω ταῦτα. οἶδα δὲ ὅτι καὶ πᾶσιν τοῖς οὕτω βιώσασιν παραμένει τὸ θεῖον χάρισμα μέχρι τῆς ἐκπυρώσεως τοῦ παντὸς κόσμου.

5

.

3

Ῥούστικος ἔπαρχος εἶπεν· Τοῦτο οὖν ὑπονοεῖς, ὅτι ἀναβήσῃ εἰς τοὺς οὐρανούς, ἀμοιβάς τινας χρηστὰς ἀποληψόμενος; Ἰουστῖνος εἶπεν· Οὐχ ὑπονοῶ ἀλλ’ ἀκριβῶς ἐπίσταμαι καὶ πεπληροφόρημαι.

5

.

4

Ῥούστικος ἔπαρχος εἶπεν· Τὸ λοιπὸν ἔλθωμεν εἰς τὸ προκείμενον, τὸ ἀναγκαῖον καὶ κατεπεῖγον πρᾶγμα. συνελθόντες οὖν ὁμοθυμαδὸν θύσατε τοῖς θεοῖς. Ἰουστῖνος εἶπεν· Οὐδεὶς εὖ φρονῶν ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν μεταπίπτει.

5

.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Εἰ μὴ πείθεσθε, τιμωρηθήσεσθε ἀνελεῶς.

5

.

6

Ἰουστῖνος εἶπεν· Δι’ εὐχῆς ἔχομεν διὰ Χριστὸν τὸν κύριον ἡμῶν τιμωρηθέντες σωθῆναι, ὅτι τοῦτο ἡμῖν σωτηρία καὶ παρρησία γενήσεται ἐπὶ τοῦ φοβεροῦ καὶ παγκοσμίου βήματος τοῦ δεσπότου ἡμῶν καὶ σωτῆρος.

5

.

7

ὡσαύτως δὲ καὶ οἱ λοιποὶ μάρτυρες εἶπον· Ποίει ὃ θέλεις· ἡμεῖς γὰρ Χριστιανοί ἐσμεν καὶ εἰδώλοις οὐ θύομεν.

5

.

8

Ῥούστικος ἔπαρχος ἀπεφήνατο λέγων· Οἱ μὴ βουληθέντες θῦσαι τοῖς θεοῖς καὶ εἶξαι τῷ τοῦ αὐτοκράτορος προστάγματι, μαστιγωθέντες ἀπαχθήτωσαν, κεφαλικὴν ἀποτιννύντες δίκην κατὰ τὴν τῶν νόμων ἀκολουθίαν.

6

.

1

Οἱ δὲ ἅγιοι μάρτυρες δοξάζοντες τὸν θεόν, ἐξελθόντες ἐπὶ τὸν συνήθη τόπον, ἀπετμήθησαν τὰς κεφαλὰς καὶ ἐτελείωσαν αὐτῶν τὴν μαρτυρίαν ἐν τῇ τοῦ σωτῆρος ἡμῶν ὁμολογίᾳ.

6

.

2

τινὲς δὲ τῶν πιστῶν λαθραίως αὐτῶν τὰ σώματα λαβόντες κατέθεντο ἐν τόπῳ ἐπιτηδείῳ, συνεργασάσης αὐτοῖς τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.52