TLG 0384 001 :: ACTA JUSTINI ET SEPTEM SODALIUM :: Acta Justini et septem sodalium (recensio A)

ACTA JUSTINI ET SEPTEM SODALIUM Hagiogr.
(A.D. 2/3)

Acta Justini et septem sodalium (recensio A)

Source: Musurillo, H. (ed.), The acts of the Christian martyrs. Oxford: Clarendon Press, 1972: 42–46.

Citation: Chapter — section — (line)

t

1

RECENSIO A Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Παίονος, Λιβεριανοῦ, καὶ τῆς Συνοδίας αὐτῶν

1

.

1

Ἐν τῷ καιρῷ τῶν ἀνόμων προσταγμάτων τῆς εἰδωλολατρείας συλληφθέντες οἱ μνημονευθέντες ἅγιοι εἰσήχθησαν πρὸς τὸν τῆς Ῥώμης ἔπαρχον Ῥούστικον.

2

.

1

Ὧν εἰσαχθέντων ὁ ἔπαρχος Ἰουστίνῳ εἶπεν· Τίνα βίον βιοῖς;

2

.

2

Ἰουστῖνος εἶπεν· Ἄμεμπτον καὶ ἀκατάγνωστον πᾶσιν ἀνθρώποις.

2

.

3

Ῥούστικος ἔπαρχος εἶπεν· Ποίους λόγους μεταχειρίζῃ; Ἰουστῖνος εἶπεν· Πάντας λόγους ἐπειράθην μαθεῖν· συνεθέμην δὲ τοῖς ἀληθέσι λόγοις τῶν Χριστιανῶν κἂν μὴ ἀρέσκωσι τοῖς ψευδοδοξοῦσιν.

2

.

4

Ῥούστικος ἔπαρχος εἶπεν· Ἐκεῖνοι οὖν σοι ἀρέσκουσιν οἱ λόγοι; Ἰουστῖνος εἶπεν· Ναί, ἐπειδὴ μετὰ δόγματος ἕπομαι αὐτοῖς.

2

.

5

Ῥού‐ στικος ἔπαρχος εἶπεν· Ποῖόν ἐστι δόγμα; Ἰουστῖνος εἶπεν· Ὅπερ εὐσεβοῦμεν εἰς τὸν τῶν Χριστιανῶν θεόν, ὃν ἡγούμεθα ἕνα τούτων ἐξ ἀρχῆς δημιουργὸν τῆς τοῦ παντὸς κόσμου ποιήσεως, καὶ θεοῦ
5παῖδα Ἰησοῦν Χριστόν, ὃς καὶ προκεκήρυκται ὑπὸ τῶν προφητῶν μέλλων παραγίνεσθαι τῷ γένει τῶν ἀνθρώπων σωτηρίας κῆρυξ καὶ διδάσκαλος καλῶν μαθημάτων.

2

.

6

μικρὰ δὲ νομίζω λέγειν πρὸς τὴν αὐτοῦ θεότητα προφητικήν τινα δύναμιν ὁμολογῶν,

2

7*

ὅτι προ‐
κεκήρυκται περὶ τούτου ὃν ἔφην νῦν υἱὸν θεοῦ ὄντα. ἴσθι γὰρ ὅτι ἄνωθεν προεῖπον οἱ προφῆται περὶ τῆς τούτου ἐν ἀνθρώποις γενο‐ μένης παρουσίας.42

3

.

1

Ῥούστικος ἔπαρχος εἶπεν· Ποῦ συνέρχεσθε; Ἰουστῖνος εἶπεν· Ἔνθα ἑκάστῳ προαίρεσις καὶ δύναμίς ἐστιν. πάντως γὰρ νομίζεις κατὰ αὐτὸ δυνατὸν συνέρχεσθαι ἡμᾶς πάντας;

3

.

2

Ῥούστικος ἔπαρχος εἶπεν· Εἰπέ, ποῦ συνέρχεσθε, ἢ εἰς τίνα τόπον;

3

.

3

Ἰουστῖνος εἶπεν· Ἐγὼ ἐπάνω μένω τοῦ Μυρτίνου βαλανείου παρὰ πάντα τὸν χρόνον ὃν ἐπεδήμησα τὸ δεύτερον τῇ Ῥωμαίων πόλει· οὐ γινώσκω δὲ ἄλλην τινὰ συνέλευσιν εἰ μὴ τὴν ἐκεῖ. καὶ εἴ τις ἐβούλετο ἀφικνεῖσθαι
5παρ’ ἐμοί, ἐκοινώνουν αὐτῷ τῶν τῆς ἀληθείας λόγων.

3

.

4

Ῥούστικος εἶπεν· Οὐκοῦν Χριστιανὸς εἶ; Ἰουστῖνος ἀπεκρίνατο· Ναί, Χρι‐ στιανός εἰμι.

4

.

1

Ῥούστικος ἔπαρχος Χαρίτωνι εἶπεν· Χαρίτων, καὶ σὺ Χριστιανὸς εἶ; Χαρίτων εἶπεν· Χριστιανός εἰμι θεοῦ κελεύσει.

4

.

2

Ῥούστικος ἔπαρχος πρὸς τὴν Χαριτὼ εἶπεν· Σὺ δὲ τί λέγεις, Χαριτοῖ; Χαριτὼ εἶπεν· Χριστιανή εἰμι τῇ τοῦ θεοῦ δωρεᾷ.

4

.

3

Ῥούστικος ἔπαρχος Εὐελπίστῳ εἶπεν· Καὶ σὺ τίς εἶ; Εὐέλπιστος εἶπεν· Κἀγὼ Χριστιανός εἰμι καὶ τῆς αὐτῆς ἐλπίδος μετέχων.

4

.

4

Ῥούστικος ἔπαρχος Ἱέρακι εἶπεν· Χριστιανὸς εἶ; Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι τὸν αὐτὸν θεὸν προσκυνῶν.

4

.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐποίησε Χριστιανούς; Ἱέραξ εἶπεν· Ἔκπαλαι ἤμην Χριστιανός.

4

.

6

Παίων ἑστὼς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι. Ῥούστικος εἶπεν· Τίς σε ἐδίδαξεν; Παίων εἶπεν· Ἀπὸ τῶν γονέων παρειλήφαμεν.

4

.

7

Εὐέλπιστος εἶπεν· Ἰουστίνου μὲν ἡδέως ἤκουον τὸν λόγον, παρὰ τῶν γονέων δὲ παρείληφα Χριστιανὸς εἶναι. Ῥούστικος εἶπεν· Ποῦ εἰσιν οἱ γονεῖς σου; Εὐέλπιστος εἶπεν· Ἐν Καππαδοκίᾳ.

4

.

8

Ῥούστι‐
κος ἔπαρχος Ἱέρακι λέγει· Οἱ σοὶ γονεῖς ποῦ εἰσιν; Ἱέραξ εἶπεν· Ἐτελεύτησαν. ἐγὼ δὲ ἀπὸ ἱκανοῦ χρόνου τῆς Φρυγίας ἀπεσπάσθην.44

4

.

9

Ῥούστικος ἔπαρχος Λιβεριανῷ εἶπεν· Μὴ καὶ σὺ Χριστιανὸς εἶ; Λιβεριανὸς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι εὐσεβῆς.

5

.

1

Ὁ ἔπαρχος Ἰουστίνῳ λέγει· Ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς, πέπεισαι ὅτι μέλλεις ἀναβαίνειν εἰς τὸν οὐρανόν;

5

.

2

Ἰουστῖνος εἶπεν· Ἐλπίζω ἐκ τῆς ὑπομονῆς ἐὰν ὑπομείνω· οἶδα δὲ ὅτι καὶ τοῖς ὀρθῶς βιώσασιν παραμένει 〈τὸ θεῖον χάρισμα〉 μέχρι τῆς ἐκπυρώσεως.

5

.

3

Ῥούστικος ἔπαρχος εἶπεν· Τοῦτο οὖν ὑπονοεῖς, ὅτι ἀναβήσῃ; Ἰουστῖνος εἶπεν· Οὐχ ὑπονοῶ, ἀλλ’ ἀκριβῶς πέπεισμαι.

5

.

4

Ῥούστι‐ κος ἔπαρχος εἶπεν· Εἰ μὴ πείθεσθε, τιμωρηθήσεσθε.

5

.

5

Ἰουστῖνος εἶπεν· Δι’ εὐχῆς ἔχομεν τιμωρηθέντες σωθῆναι.

5

.

6

Ῥούστικος ἔπαρχος ἀπεφήνατο· Οἱ μὴ βουληθέντες ἐπιθῦσαι τοῖς θεοῖς, φραγελ‐ λωθέντες ἀπαχθήτωσαν τῇ τῶν νόμων ἀκολουθίᾳ.

6

.

1

Οἱ δὲ ἅγιοι μάρτυρες δοξάζοντες τὸν θεόν, ἐξελθόντες ἐπὶ τὸν συνήθη τόπον ἐτελείωσαν τὸ μαρτύριον ἐν τῇ τοῦ σωτῆρος ἡμῶν ὁμολογίᾳ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύ‐
ματι νῦν καὶ εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν.46