TLG 0381 001 :: LYCOPHRONIDES :: Fragmenta Fragmenta frr. 1–2 Citation: Fragment — (line) | ||
1 | οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἀλλ’ ὃ κόσμιον πεφύκει· ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. | |
2 | τόδ’ ἀνατίθημί σοι ῥόδον, καλὸν ἄνθημα, καὶ πέδιλα καὶ κυνέαν καὶ τὰν θηροφόνον λογχίδ’, ἐπεί μοι νόος ἄλλαι κέχυται | |
ἐπὶ τὰν Χάρισιν φίλαν παῖδα καὶ καλάν. | 446 |