TLG 0380 001 :: PHILOXENUS :: Fragmenta

PHILOXENUS Lyr.
(fort. Leucadius: 5–4 B.C.)

Fragmenta

Source: Page, D.L. (ed.), Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 433–441.

frr. a–e

Citation: Fragment — (line)

t

Δεῖπνον

a

κατὰ χειρὸς δ’ ἤλιθ’ ὕδωρ ἁπαλὸς
2παιδίσκος ἐν ἀργυρέαι
2
πρόχωι φορέων ἐπέχευεν, εἶτ’ ἔφερε στέφανον
3λεπτᾶς ἀπὸ μυρτίδος εὐ‐
3γνήτων κλαδέων δισύναπτον.

b

εἰς δ’ ἔφερον διπλόοι
1 παῖδες λιπαρῶπα τράπεζαν ἄμμ’, ἑτέραν δ’ ἑτέροις,
2ἄλλοις δ’ ἑτέραν, μέχρις οὗ
2
πλήρωσαν οἶκον· ταὶ δὲ πρὸς ὑψιλύχνους
433
3 ἔστιλβον αὐγὰς εὐστέφανοι λεκάναις
4παροψίσι τ’ ὀξυβάφων
4†πλήρεις† σύν τε χλιδῶσαι
5παντοδαποῖσι τέχνας
5εὑρήμασι πρὸς βιοτάν,
5
ψυχᾶς δελεασματίοισι· πάρφερον ἐν κανέοις
6 μάζας χιονόχροας ἄλλοι· 〈τοῖσ〉 δ’ ἐπὶ πρῶτα παρῆλθ’
7οὐ κάκκαβος, ὦ φιλότας,
7
ἀλλ’ †ἀλλοπλατεῖς† τὸ μέγιστον †πάντ’ ἔπαθεν λιπαροντες
8 εγχελεατινες ἄριστον† †γόγγροιτοιωνητεμων†
9πλῆρες θεοτερπές· ἐπ’ αὐτῶι
10δ’ ἄλλο παρῆλθε τόσον,
10 βατὶς δ’ ἐνέην ἰσόκυκλος· μικρὰ δὲ κακκάβι’ ἦς
11ἔχοντα τὸ μὲν γαλεοῦ
11
τι, ναρκίον ἄλλο 〈 〉 〈 〉 παρῆς ἕτερον
12πίων ἀπὸ τευθιάδων
12
καὶ σηπιοπουλυποδείων 〈 〉 ἁπαλοπλοκάμων·
13 θερμὸς μετὰ ταῦτα παρῆλθεν ἰσοτράπεζος ὅλος434
14†μνήστης συνόδων πυρὸς 〈 〉†
15〈 〉 †ἔπειτα βαθμοὺς
15 ἀτμίζων ἐπὶ τῶιδ’ ἐπιπυσται† τευθίδες, ὦ φίλε, καὶ
16ξανθαὶ μελικαρίδες αἱ
16
κοῦφαι παρῆλθον· θρυμματίδες δ’ ἐπὶ ταύ‐
17ταις εὐπέταλοι χλοεραί
17
τε †δηφαρυγες† †πυριων τε† στεγαναὶ
18φυσταὶ μέγαθος κατὰ κάκ‐
18
καβον γλυκυόξεες 〈 〉 ὀμφαλὸς θοίνας καλεῖται
19παρά γ’ ἐμὶν καὶ τίν, σάφ’ οἶδα.
20†εσταδα† ναὶ μὰ θεοὺς
20ὑπερμέγεθές τι θέμος
20
θύννου μόλεν ὀπτὸν ἐκεῖθεν †θερμὸν ὅθεν γλυφις†
21 τετμημένον εὐθὺς ἐπ’ αὐτὰς τὰς ὑπογαστρίδας, 〈αἷσ〉
22 διανεκέως ἐπαμύνειν εἴπερ ἐμίν τε μέλοι
23 καὶ τίν, μάλα κεν κεχαροίμεθ’. ἀλλ’ ὅθεν ἐλλίπομεν,435
24θοίνα παρέης †ὅτε παλάξαι†
25†δύνατ’ ἐπικρατέως†
25 ἔγωγ’ ἔτι, κοὔ κε λέγοι τις πάνθ’ ἃ παρῆν ἐτύμως
26 ἄμμιν, †παρέπεσαι† δὲ θερμὸν σπλάγχνον· ἔπειτα δὲ νῆ‐
27 στις δέλφακος οἰκετικᾶς καὶ νωτί’ ἐσῆλθε καὶ ὀσ‐
28 φῦς καὶ μινυρίγματα θερμὰ καὶ κεφάλαιον ὅλον
29διαπτυχὲς ἑφθὸν †ἁπερ‐
29πευθηνος ἀλεκτοτρόφου†
29πνικτᾶς ἐρίφου παρέθηκε.
30εἶτα δίεφθ’ ἀκροκώ‐
30 λια σχελίδας τε μετ’ αὐτῶν λευκοφορινοχρόους,
31ῥύγχη κεφάλαια πόδας
31τε χναυμάτιόν τε σεσιλ‐
31
φιωμένον· ἑφθά τ’ ἔπειτα κρέ’ ὀπ‐
32 τά τ’ ἄλλ’ ἐρίφων τε καὶ ἄρνων ἅ θ’ ὑπερωμόκρεως
33 χορδὰ γλυκίστα μιξεριφαρνογενής,
34ἃν δὴ φιλέοντι θεοί,
35τουτ〈 〉 ὦ φιλότας
35ἔσθοις κε, λαγῶιά τ̣’ ἔπειτ’436
35
ἀλεκτρυόνων τε νεοσσοί, περδίκων φάσσεων
36 τε †χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ† καὶ μαλακοπτυχέων
37ἄρτων· ὁμοσύζυγα δὲ
37ξανθόν τ’ ἐπεισῆλ‐
37θεν μέλι καὶ γάλα σύμπακ‐
37
τον, τό κε τυρὸν ἅπας τις ἦμεν ἔφασχ’ ἁπαλόν,
38 κἠγὼν ἐφάμαν· ὅτε δ’ ἤδη βρωτύος ἠδὲ ποτᾶ‐
39τος ἐς κόρον ἦιμεν ἑταῖροι,
40τῆνα μὲν ἐξαπάει‐
40ρον δμῶες, ἔπειτα δὲ παῖ‐
40
δες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν σμήμασιν ἰρινομίκ‐
41τοις χλιεροθαλπὲς ὕδωρ
41
ἐπεγχέοντες τόσσον ὅσον 〈τισ〉 ἔχρηιζ’,
42 ἐκτρίμματά τ(ε) 〈 〉 λαμπρὰ σινδονυφῆ, δίδοσαν
42〈δὲ〉 χρίματά τ’ ἀμβροσίο‐
42δμα καὶ στεφάνους ἰοθαλέας.437

c

σὺ δὲ τάνδ’ †ἐκβακχια† εὔδροσον πλήρη μετανιπτρίδα δέξαι· πραΰ τί τοι Βρόμιος
3γάνος τόδε δοὺς ἐπὶ τέρ‐
3ψιν πάντας ἄγει.

d

πίνετο νεκτάρεον
1πῶμ’ ἐν χρυσέαις προτομαῖς
1
†τε ἄλλων† κεράτων, †ἔβρεχον δὲ κατὰ μικρὸν†

e

τὰς δὲ δὴ πρόσθεν μολούσας
1 〈 〉 λιπαραυγεῖς πορθμίδας πολ‐
2λῶν ἀγαθῶν πάλιν εἴσφε‐
2
ρον γεμούσας, τὰς ἐφήμεροι καλέοντι
438
3 νῦν τραπέζας 〈δευτέρασ〉, ἀθάνατοι δέ τ’ Ἀμαλθεί‐
4ας κέρας· ταῖς δ’ ἐν μέσαισιν
5ἐγκαθιδρύ‐
5θη μέγα χάρμα βροτοῖς, λευ‐
5
κὸς μυελὸς γλυκερός, λεπτᾶς ἀράχνας ἐναλιγκί‐
6 οισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύ‐
7 νας ὕπο, μὴ κατίδηις μαλογενὲς †πῶυ λιπὼν
8 ταῖς ἀνάγκαις† ξηρὸν ἐν ξηραῖς Ἀρισταί‐
9ου μελιρρύτοισι παγαῖς·
10τῶι δ’ ὄνομ’ ἦς ἄμυλος,
10χερσὶν δ’ ἐπέθεντο 〈
10
〉 στόμιον μαλεραῖς 〈 〉
11ταν δεξαμέναν ὅ τι κεν
11
διδῶι τις, ἃ Ζανὸς καλέοντι τρώγματ’· ἔπειτ’ ἐπένειμεν
12ἐγκατακνακομιγὲς
12
πεφρυγμένον πυρβρομολευκερεβινθο‐
13†ακανθουμικτριτυαδυ†
13
βρῶμα τὸ παντανάμικτον †ἀμπυκικηροιδηστί‐
439
14χας† παρεγίνετο τούτοις
15σταιτινοκογχομαγὴς
15†τοξαισελαιο‐†
15ξανθεπιπαγκαπύρ〈ω‐
15
τ〉ος χοιρίνας, ἁδέα δε〈 〉
16 κυκλωτὰ †ομοφλωκτα† ἀνάριθμα καὶ μελίπακτα τετυγμέν’
17 ἄφθονα σασαμόφωκτα· τυρακίνας δὲ γάλακτι
18καὶ μέλι συγκατάφυρτος
18
ἦς ἄμυλος πλαθανίτας· σασαμοτυροπαγῆ δὲ
19καὶ ζεσελαιοπαγῆ
19πλατύνετο σασαμόπλαστα
20πέμματα, κἆιτ’ ἐρέβινθοι
20κνακομιγεῖς ἁπαλαῖς θάλ‐
20
λοντες ὥραις, ὠιά τ’ ἀμυγδαλίδες 〈τε〉
21τᾶν μαλακοφλοΐδων
21
〈 〉τετο τρωκτά τε παισὶν †αδυιδη† κάρυ’ ἄλλα
22 θ’ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον 〈 〉·
23πόσις δ’ ἐπεραίνετο κότ‐
23
ταβοί τε λόγοι τ’ ἐπὶ κοινᾶς· ἔνθα τι καινὸν ἐλέχθη
440
24κομψὸν ἀθυρμάτιον, καὶ
24θαύμασαν αὔτ’ ἐπί τ’ ἤινη‐
24σαν 〈 〉441