TLG 0378 001 :: ARIPHRON :: Fragmentum

ARIPHRON Lyr.
(Sicyonius: 4 B.C.)

Fragmentum

Source: Page, D.L. (ed.), Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 422.

fr. 1

Citation: (Line)

Ὑγίεια βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων ξυνείης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων
5οὓς κρυφίοις Ἀφροδίτας ἕρκεσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε καὶ λάμπει Χαρίτων ὀάροις·
10σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.422