TLG 0377 001 :: TELESTES :: Fragmenta TELESTES Lyr. Fragmenta frr. 1–2, 4, 6–7 Citation: Fragment — (line) | ||
1(t) | Ἀργώ | |
1a | †ὃν† σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόωι δρυμοῖς ὀρείοις ὄργανον δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβη‐ | |
3 | θεῖσαν αὖθις χερῶν ἐκβαλεῖν νυμφαγενεῖ χειροκτύπωι φηρὶ Μαρσύαι κλέος· | |
---|---|---|
5 | τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν, ἇι παρθενίαν ἄγαμον καὶ ἄπαιδ’ ἀπένειμε Κλωθώ; | |
1b | ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων φάμα προσέπταθ’ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος. | |
1c | ἃν συνεριθοτάταν Βρομίωι παρέδωκε σεμνᾶς δαίμονος ἀερόεν πνεῦμ’ αἰολοπτέρυγον | |
σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν. | 419 | |
2(t) | Ἀσκληπιός | |
1 | ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα, Λυδὸν ὃς ἅρμοσε πρῶτος Δωρίδος ἀντίπαλον μούσας †νομοαίολον ὀρφναι† πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις. | |
4(t) | Διθύραμβος· Ὑμέναιος | |
1 | ἄλλος δ’ ἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν πενταρράβδωι χορδᾶν ἀρθμῶι | |
χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος. | 420 | |
6 | πρῶτοι παρὰ κρατῆρας Ἑλλάνων ἐν αὐλοῖς συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας Φρύγιον ἄεισαν νόμον· τοὶ δ’ ὀξυφώνοις πηκτίδων ψαλμοῖς κρέκον | |
5 | Λύδιον ὕμνον. | |
7 | ἄκατον | 421 |