TLG 0376 001 :: TIMOTHEUS :: Fragmenta TIMOTHEUS Lyr. Fragmenta
Citation: Fragment — (line) | ||
2b | θυιάδα φοιβάδα μαινάδα λυσσάδα | 400 |
t4 | Κύκλωψ | |
4 | ἔγχευε δ’ ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῶι βρυάζον, εἴκοσιν δὲ μέτρ’ ἐνέχευ’, ἀνέμισγε δ’ αἷμα Βακχίου νεορρύτοισιν | |
5 | δακρύοισι Νυμφᾶν. | |
---|---|---|
5 | οὔτοι τόν γ’ ὑπεραμπέχοντ’ οὐρανὸν εἰσαναβήσει. | 401 |
t10 | Νιόβη | |
10 | ἀλλ’ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾶι, οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ’ ἀναβοᾶι, | |
καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ... | 402 | |
11 | ἔρχομαι· τί μ’ αὔεις; | |
t12 | Πέρσαι | |
12 | κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον, | 403 |
13 | σέβεσθ’ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου. | |
14 | Ἄρης τύραννος· χρυσὸν Ἑλλὰς οὐ δέδοικε. | |
15,col1 | fr. 4.3 νυμφα.[, ]ναιανπ[, 4 επ[ε]υκυκλ[, ].ουροθωι[, 5 επ[ε]υθυφ[, ].σκοπειν[, 6 συ[ν]δρομ[, 12 ]παλιμμ[, 13 ]μουσα[ fr. 3.3 ]στοιχο[, 11 ]πορο[, fr. 7.3 ]πιφοβα[, 4 ]εοξυ[ fr. 8.5 ].ρουκοιλ[, 6 ]λινοιοδ..[, 8 ]γυια, fr. 9.6 ].ιαδιοπλ[, 9 | |
5 | ]ασειχον[ | 404 |
15,col2 | [..].[..].[......]αντ[ ]νων[ ].. συν[εμ]βολο[ι]σι γειτ[...]σ[..]υ[.........]αντιαι[.......]π̣ρι̣[..]νε χαρα[ξ]ανπο.ιδεγε[...]λογχο[.......]αμφεθ[ε]ντοοδοντων στο.[.].αιδ[.]κυρτοι[σι]κρασιν[....... | |
5 | [ ]μέναι [χε]ῖ‐ ρας παρέσυρον ἐλα[τίνα]ς· ἀλλ’ εἰ μὲν [ἐ]νθένδε[......]ισ‐ τος ἐπ[ιφ]έροιτο πλαγὰ ῥηξι[...]ος, πάντες [..]ανέ‐ | |
10 | πι[πτον] ἐκεῖσε να[ῦ]ται· εἰ δ’ ἀντίτοιχος ἀκτ[ὰ ...]ος ἄξειεμ [πο]λυκροτο[.. ...]σ̣ιμ̣ο̣ν̣ πεύκας, πάλιν ἐφέροντο· αἱ δε[....]α̣ι.η γυῖα [δ]ιαφέρουσα[ι | |
15 | πλ]ευρὰς λι[νο]ζώστους ἔφαι‐ νον, τας .[....].[...]...[..]ις σκηπτ[..] ἐπεμβάλλ[ο]ντες ἀνε‐ [χ]αίτιζον, αἱ δὲ πρα[νέες ......].[...]ας ἀπηγ〈λ〉αϊ‐ | |
20 | σμένα[ι] σιδα[ρ]〈έ〉ωι κράνει· | |
ἴσος δὲ πυρὶ δαμ[ ....] ἀγκυλένδετος μεθίετο χερσίν, ἐν δ’ ἔπιπτε γυίοις αἰθε[.........] ὠμὰ διακραδαίνων· | 405 | |
25 | στερεοπαγῆ δ’ ἐφέρετο φόνι‐ α[.........]α̣[..] τ̣ά τε περίβολα πυρὶ φλεγ[όμ]εν’ ἐν ἀποτομάσι βουδό[ροισι· τῶν δὲ] βίοτος ἐθύετ’ ἀδιν[ὸ]ς ὑπὸ τανυπτέ‐ | |
30 | ροισι χαλκόκρασι νευρε[ σμαραγδοχαίτας δὲ πόν‐ τος ἄλοκα ναΐοις ἐφοι‐ νίσσετο σταλά[γμασι ...]α̣υπαι βοὰ δὲ [πα]μμι[γ]ὴς κατεῖχεν· | |
35 | ὁμοῦ δὲ νάϊος στρατὸς βάρβαρος ἀμμι[γ.....] α̣ν̣τ̣εφέρετ’ ἐ[π’ ἰχ]θυ[ο]‐ στέφεσι μαρμαροπ[τύχ]ο[ι]ς κόλποισιν [Ἀμφιτρίτ]ας, | |
40 | ἔνθα τ̣ο̣ι̣ τ̣[.......]πέδιος ἀνὴρ ἁμεροδρόμοι‐ ο χώρας ἄναξ [... ....]μβρίαν α.ω[... ποσί τε χ]ερσίν τε παί‐ | |
45 | ω[ν ἔ]π̣λ̣ε̣ι νησίω‐ τας [.......]ς θ̣ε̣ι̣νόμε[νος .... δ]ιεξόδους μ[ατεύω]ν | |
ἰσόρροπά τε παλευό[μενος [ ]ηλ[ ]ων | 406 | |
15,col2(50) | κ̣αλεῖ θ[αλάσ]σ̣ιον θεὸν πάτερα τ[ .......].νο̣[...]φι[ ].κεπ̣[..]..[..............]λασσ̣ων.[ .......]σπ[..]τε[ ]..γαν[..]ο̣ν̣[...........]απερσαν .....].εφασ̣[..]ρ[ ]α̣ντεκ̣εκ̣ρα̣τ̣[..........]νινκελαι̣ | |
55 | ...αμ]βλυδω[χ]ρον[ ]σκατεσσφρα[.........].στα .....]πεπα̣[..]ολλ̣[ ]υτεκ..τοσ[.........]νωτου .....]ε̣δ̣ι̣α̣π̣α̣λ̣ε̣υ̣ων[ ]πουβασιμον̣[.....]νδιοδον .....]εσμ[ο]ς[απ]ειροσ[ ]φιναοιστρυ[.....]λιχθεις [ ]υλα[ ]φο̣ν̣[..]ευμα.[ ] | |
15,col3(60) | ὅ]τ̣ε δ̣ὲ τᾶι λείποιεν αὔραι τᾶι δ’ ἐπεισέπιπτον, ἀφ̣ρῶ̣ι δ’ 〈ὗ’〉 ἀβακχίωτος ὄμ‐ βρος, εἰς δὲ τρόφιμον ἄγγος ἐχεῖτ’· ἐπεὶ δ’ ἀμβόλιμος ἅλ‐ | |
65 | μα στόματος ὑπερέθυιεν, ὀξυπαραυδήτωι φωνᾶι παρακόπωι τε δόξαι φρενῶν κατακορὴς ἀπείλει γόμφοισ〈ιν〉 ἐμπρίων | |
70 | †μιμούμενος† λυμεῶ‐ νι σώματος θαλάσσαι· ἤδη θρασεῖα καὶ πάρος λάβρον αὐχέν’ ἔσχες ἐμ πέδαι καταζευχθεῖσα λινοδέτωι τεόν· | |
75 | νῦν δέ ς’ ἀναταράξει ἐμὸς ἄναξ ἐμὸς πεύ‐ καισιν ὀριγόνοισιν, ἐγ‐ | |
κλήισει δὲ πεδία πλόϊμα νομάσι ναύταις· οἰστρομανὲς παλεομί‐ | 407 | |
80 | σημ’ ἄπιστόν τ’ ἀγκάλι‐ σμα κλυσιδρομάδος αὔρας. φάτ’ ἄσθματι στρευγόμενος, βλοσυρὰν δ’ ἐξέβαλλεν ἄ‐ χναν ἐπανερευγόμενος | |
85 | στόματι βρύχιον ἅλμαν· φυγᾶι δὲ πάλιν ἵετο Πέρ‐ σης στρατὸς βάρβαρος ἐπισπέρχων· ἄλλα δ’ ἄλλαν θραῦεν σύρτις μακραυχενό‐ | |
90 | πλους, χειρῶν δ’ ἔγβαλλον ὀρεί‐ ους πόδας ναός, στόματος δ’ ἐξήλλοντο μαρμαροφεγ‐ γεῖς παῖδες συγκρουόμενοι· κατάστερος δὲ πόντος ἐγ | |
95 | λιποπνόης ...[.]στερέσιν ἐγάργαιρε σώμασιν, ἐβρίθοντο δ’ ἀϊόνες. ο[ἱ] δ’ ἐπ’ ἀκταῖς ἐνάλοις ἥμενοι γυμνοπαγεῖς | |
15,col3(100) | ἀυτᾶι τε καὶ δακρυ‐ σταγεῖ [γ]όωι στερνοκτύπωι γοηταὶ θρηνώδει κατείχοντ’ ὀδυρμῶι· ἅμα δὲ [γᾶν] πατρίαν ἐπανε‐ | |
105 | κα[λ]έοντ’· ἰὼ Μύσιαι | |
δενδροέθειραι πτυχαί, [ῥύσ]ασθέ μ’ ἐνθέν[δ]ε· νῦν ἀήταις φερόμεθ’, οὐ γὰρ ἔτι ποτ’ ἀμὸν [σῶ]μα δέξεται [πόλ]ι̣ς | 408 | |
110 | κ[.].εγ γὰρ χερὶ πα[.]ε[.]νυμφαιογονον [...].ον αντρον ο[...].[...]δ̣ιαστακαπε[.....].ονειτεο βαθυ‐ [τ]ερον ποντοιο τ̣[...]α απεχε μαχιμο̣[..].[..] πλοιμον Ελλαν ευ̣[...]η στέγην ἔδειμε | |
115 | [τ]ῆλ[ε] τελεόπορον ἐμὸς [δ]εσπότης· οὐ γὰρ ἂ[ν Τμῶ]λον οὐδ’ ἄστυ Λύδιον [λι]πὼν Σαρδέων ἦλθον [Ἕ]λλαν’ ἀπέρξων Ἄρ[η· νῦν] δὲ πᾶι τις δυσέκφευκ[τ]ον εὕ‐ | |
15,col4(120) | ρηι | γλυκεῖαν μόρου καταφυγήν; Ἰλιοπόρος κακῶν λυαί‐ α μόνα γένοιτ’ ἄν, εἰ †δυναστα† πρὸς μελαμ‐ πεταλοχίτωνα Ματρὸς οὐρείας | |
125 | δεσπόσυνα γόνατα πεσεῖν εὐωλένους τε χεῖρας ἀμφιβάλλων †λίσσων† χρυσοπλόκαμε θεὰ Μᾶτερ ἱκνοῦμαι ἐμὸν ἐμὸν αἰῶνα δυσέκφευκτον, ἐπεί | |
130 | μ’ αὐτίκα λαιμοτόμωι τις ἀποίσεται | |
ἐνθάδε μήστορι σιδάρωι, ἢ κατακυμοτακεῖς ναυσιφθόροι αὔραι νυκτιπαγεῖ βορέαι δια‐ ραίσονται· περὶ γὰρ κλύδων | 409 | |
135 | ἄγριος ἀνέρρηξεν ἅπαγ γυίων εἶδος ὑφαντόν· ἔνθα κείσομαι οἰκτρὸς ὀρ‐ νίθων ἔθνεσιν ὠμοβρῶσι θοινά. τοιάδ’ ὀδυρόμενοι κατεδάκρυον· | |
140 | ἐπεὶ δέ τις λαβὼν ἄγοι πολυβότων Κελαινᾶν οἰκήτορ’ ὀρφανὸν μαχᾶν σιδαρόκωπος Ἕλλαν, ἄγει κόμης ἐπισπάσας, | |
145 | ὁ δ’ ἀμφὶ γόνασι περιπλεκεὶς ἐλίσσετ’, Ἑλλάδ’ ἐμπλέκων Ἀσιάδι φωνᾶι διάτορον σφραγῖδα θραύων στόματος, Ἰάονα γλῶσσαν ἐξιχνεύων· | |
15,col4(150) | ἔπω μοί σοι κῶς καὶ τί πρᾶγμα; αὖτις οὐδάμ’ ἔλθω· καὶ νῦν ἐμὸς δεσπότης δεῦρό μ’ ἐνθάδ’ ἤξει· τὰ λοιπὰ δ’ οὐκέτι, πάτερ, | |
155 | οὐκέτι μαχές’ αὖτις ἐνθάδ’ ἔρχω, ἀλλὰ κάθω· ἐγώ σοι μὲν δεῦρ’ ἐγὼ κεῖσε παρὰ Σάρδι, παρὰ Σοῦσα, | |
Ἀγβάτανα ναίων· | 410 | |
160 | Ἄρτιμις ἐμὸς μέγας θεὸς παρ’ Ἔφεσον φυλάξει. οἱ δ’ ἐπεὶ παλίμπορον φυ‐ γὴν ἔθεντο ταχύπορον, αὐτίκα μὲν ἀμφιστόμους ἄ‐ | |
165 | κοντας ἐκ χερῶν ἔριπτον, δρύπτετο δὲ πρόσωπ’ ὄνυξι· Περσίδα στολὴν περὶ στέρ‐ νοις ἔρεικον εὐυφῆ, σύντονος δ’ ἁρμόζετ’ Ἀσιὰς | |
170 | οἰμωγὰ †πολυστόνωι†, κτυπεῖ δὲ πᾶσα Βασιλέως πανήγυρις φόβωι τὸ μέλλον εἰσορώμενοι πάθος· ὁ δὲ παλινπόρευτον ὡς ἐσ‐ | |
15,col5(174) | εῖδε | Βασιλεὺς εἰς φυγὴν ὁρ‐ | |
175 | μῶντα παμμιγῆ στρατόν, γονυπετὴς αἴκιζε σῶμα, φάτο δὲ κυμαίνων τύχαισιν· ἰὼ κατασκαφαὶ δόμων σείριαί τε νᾶες Ἑλλανίδες, αἳ | |
180 | κατὰ μὲν ἥλικ’ ὠλέσαθ’ ἥ‐ βαν νεῶν πολύανδρον· νᾶες δ’ οὐκ ὀπισσοπόρευ‐ τον †ἄξουσιμ, πυρὸς δ’ αἰθαλόεμ μένος ἀγρίωι | |
185 | σώματι φλέξει, στονόεντα δ’ ἄλγη ἔσται Περσίδι χώραι· ἰὼ βαρεῖα συμφορά, ἅ μ’ ἐς Ἑλλάδ’ ἤγαγες· ἀλλ’ ἴτε, μηκέτι μέλλετε, | 411 |
190 | ζεύγνυτε μὲν τετράορον ἵππων ὄχημ’, οἱ δ’ ἀνάριθμον ὄλ‐ βον φορεῖτ’ ἐπ’ ἀπήνας· πίμπρατε δὲ σκηνάς, μηδέ τις ἡμετέρου γένοιτ’ | |
195 | ὄνησις αὐτοῖσι πλούτου. οἱ δὲ τροπαῖα στησάμενοι Διὸς ἁγνότατον τέμενος, Παιᾶν’ ἔσται Περσίδι χώραι· ἄνακτα, σύμμετροι δ’ ἐπε‐ | |
15,col5(200) | κτύπεον ποδῶν ὑψικρότοις χορείαις. ἀλλ’ ὦ χρυσεοκίθαριν ἀέ‐ ξων μοῦσαν νεοτευχῆ, ἐμοῖς ἔλθ’ ἐπίκουρος ὕμ‐ | |
205 | νοις ἰήιε Παιάν· ὁ γάρ μ’ εὐγενέτας μακραί‐ ων Σπάρτας μέγας ἁγεμὼν βρύων ἄνθεσιν ἥβας δονεῖ λαὸς ἐπιφλέγων | |
210 | ἐλᾶι τ’ αἴθοπι μώμωι, ὅτι παλαιοτέραν νέοις ὕμνοις μοῦσαν ἀτιμῶ· ἐγὼ δ’ οὔτε νέον τιν’ οὔ‐ τε γεραὸν οὔτ’ ἰσήβαν | |
215 | εἴργω τῶνδ’ ἑκὰς ὕμνων· τοὺς δὲ μουσοπαλαιολύ‐ | |
μας, τούτους δ’ ἀπερύκω, λωβητῆρας ἀοιδᾶν, κηρύκων λιγυμακροφώ‐ | 412 | |
220 | νων τείνοντας ἰυγάς. πρῶτος ποικιλόμουσος Ὀρ‐ φεὺς 〈χέλ〉υν ἐτέκνωσεν υἱὸς Καλλιόπα〈ς ⏑– –⏓〉 Πιερίαθεν· | |
225 | Τέρπανδρος δ’ ἐπὶ τῶι δέκα ζεῦξε μοῦσαν ἐν ὠιδαῖς· Λέσβος δ’ Αἰολία ν〈ιν〉 Ἀν‐ τίσσαι γείνατο κλεινόν· νῦν δὲ Τιμόθεος μέτροις | |
230 | ῥυθμοῖς τ’ ἑνδεκακρουμάτοις κίθαριν ἐξανατέλλει, θησαυρὸν πολύυμνον οἴ‐ ξας Μουσᾶν θαλαμευτόν· Μίλητος δὲ πόλις νιν ἁ | |
15,col6(235) | θρέψας’ ἁ | δυωδεκατειχέος λαοῦ πρωτέος ἐξ Ἀχαιῶν. ἀλλ’ ἑκαταβόλε Πύθι’ ἁγνὰν ἔλθοις τάνδε πόλιν σὺν ὄλβωι, πέμπων ἀπήμονι λαῶι | |
240 | τῶιδ’ εἰρήναν θάλλουσαν εὐνομίαι. | 413 |
18 | διὰ σὲ καὶ τεὰ δῶρα †ειτα† Σκύλλα | |
20 | οὐκ ἀείδω τὰ παλαιά, καινὰ γὰρ ἀμὰ κρείσσω· νέος ὁ Ζεὺς βασιλεύει, τὸ πάλαι δ’ ἦν Κρόνος ἄρχων· | |
5 | ἀπίτω Μοῦσα παλαιά. | 415 |
21 | εἶτ’ ἤδη δὸς φιάλην ⟦τὸ ὅπλον⟧ Ἄρεως κατὰ Τιμόθεον ξυστόν τε βέλος. | |
22 | ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτωι στέγαι· Τιμόθεος ἔφη ποτ’, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων. | |
23 | τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ. | 416 |
24 | σύ τ’ ὦ τὸν ἀεὶ πόλον οὐράνιον λαμπραῖς ἀκτῖς’ Ἥλιε βάλλων, πέμψον ἑκαβόλον ἐχθροῖσ〈ι〉 βέλος σᾶς ἀπὸ νευρᾶς, ὦ ἵε Παιάν. | |
25 | σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς· | 417 |
26 | μακάριος ἦσθα, Τιμόθε’, ὅτε κᾶρυξ εἶπε· νικᾶι Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν, | |
27 | διὰ κυάνεον πόλον ἄστρων διά τ’ ὠκυτόκοιο σελάνας. | |
28 | ὅτ’ αὔξεται ἡλίου αὐγαῖς | 418 |