TLG 0363 007 :: Claudius PTOLEMAEUS :: Apotelesmatica (= Tetrabiblos)

Claudius PTOLEMAEUS Math.
(Alexandrinus: A.D. 2)

Apotelesmatica (= Tetrabiblos)

Source: Boll, F., Boer, E. (eds.), Claudii Ptolemaei opera quae exstant omnia, vol. 3.1. Leipzig: Teubner, 1940 (repr. 1957): 1–213.

Citation: Book — chapter — section — (line)

1

T

1

ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Αʹ

1

C

T

Τάδε ἔνεστιν ἐν τῷ αʹ βιβλίῳ κεφάλαια Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον ἀποτλεσματικῶν.

1

C

1

προοίμιον.

1

C

2

ὅτι καταληπτὴ ἡ δι’ ἀστρονομίας γνῶσις καὶ μέχρι τίνος.

1

C

3

ὅτι καὶ ὠφέλιμος.

1

C

4

περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως.

1

C

5

περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν.

1

C

6

περὶ ἀρρενικῶν καὶ θηλυκῶν.

1

C

7

περὶ νυκτερινῶν καὶ ἡμερινῶν.

1

C

8

περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν.

1

C

9

περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.

1

C

10

περὶ τῶν ὡρῶν τοῦ ἔτους.

1

C

11

περὶ τῆς τῶν τεσσάρων γωνιῶν δυνάμεως.

1

C

12

περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδίων.

1

C

13

περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων.

1

C

14

περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων.

1

C

15

περὶ τῶν προστασσόντων καὶ ὑπακουόντων ὁμοίως ζῳδίων.

1

C

16

περὶ τῶν βλεπόντων καὶ ἰσοδυναμούντων ἀλλήλοις.

1

C

17

περὶ τῶν ἀσυνδέτων.

1

C

18

περὶ οἴκων ἑκάστου ἀστέρος.

1

C

19

περὶ τριγώνων.

1

C

20

περὶ ὑψωμάτων.

1

C

21

περὶ ὁρίων διαθέσεως.

1

C

22

περὶ τόπων καὶ μοιρῶν ἑκάστου.

1

C

23

περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων.

1

C

24

περὶ συναφῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων.

1

.

1

T

Προοίμιον.

1

.

1

.

1

Τῶν τὸ δι’ ἀστρονομίας προγνωστικὸν τέλος παρα‐ σκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτά‐ των ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθ’ ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς
5τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου
δέ, καθ’ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπερι‐ εχομένων ἐπισκεπτόμεθα, τὸ μὲν πρῶτον ἰδίαν ἔχον καὶ
10δι’ ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατ’ ἰδίαν σύνταξιν

1

.

1

.

2

ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται. περὶ δὲ τοῦ δευτέρου καὶ μὴ ὡσαύτως αὐτοτελοῦς ἡμεῖς ἐν τῷ παρόντι ποιησόμεθα λόγον κατὰ τὸν ἁρμόζοντα φιλοσο‐ φίᾳ τρόπον καὶ ὡς ἄν τις φιλαλήθει μάλιστα χρώμενος
5σκοπῷ μήτε τὴν κατάληψιν αὐτοῦ παραβάλλοι τῇ τοῦ πρώτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος βεβαιότητι, τὸ ἐν πολ‐ λοῖς ἀσθενὲς καὶ δυσείκαστον τῆς ὑλικῆς ποιότητος μὴ προσποιούμενος, μήτε πρὸς τὴν κατὰ τὸ ἐνδεχόμενον ἐπίσκεψιν ἀποκνοίη, τῶν γε πλείστων καὶ ὁλοσχερεστέρων
10συμπτωμάτων ἐναργῶς οὕτως τὴν ἀπὸ τοῦ περιέχοντος

1

.

1

.

3

αἰτίαν ἐμφανιζόντων. ἐπεὶ δὲ πᾶν μὲν τὸ δυσέφικτον παρὰ τοῖς πολλοῖς εὐδιάβλητον ἔχει φύσιν, ἐπὶ δὲ τῶν προκειμένων δύο καταλήψεων αἱ μὲν τῆς προτέρας δια‐ βολαὶ τυφλῶν ἂν εἶεν παντελῶς, αἱ δὲ τῆς δευτέρας εὐ‐
5προφασίστους ἔχουσι τὰς ἀφορμὰς (ἢ γὰρ τὸ ἐπ’ ἐνίων δυσθεώρητον ἀκαταληψίας τελείας δόξαν παρέσχεν ἢ τὸ τῶν γνωσθέντων δυσφύλακτον καὶ τὸ τέλος ὡς ἄχρηστον διέσυρε), πειρασόμεθα διὰ βραχέων πρὸ τῆς κατὰ μέρος ὑφηγήσεως τὸ μέτρον ἑκατέρου τοῦ τε δυνατοῦ καὶ τοῦ
10χρησίμου τῆς τοιαύτης προγνώσεως ἐπισκέψασθαι, καὶ
πρῶτον τοῦ δυνατοῦ.

1

.

2

T

Ὅτι καταληπτὴ ἡ δι’ ἀστρονομίας γνῶσις καὶ μέχρι τίνος.

1

.

2

.

1

Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τὴν περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν
5καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περι‐ εχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναρ‐

1

.

2

.

2

γέστατον καὶ δι’ ὀλίγων φανείη. ὅ τε γὰρ ἥλιος διατίθησί πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν, οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις
5ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ’ ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις

1

.

2

.

3

σχηματισμοῖς. ἥ τε σελήνη πλείστην ὡς περιγειοτάτη δια‐ δίδωσιν ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούν‐
5των τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συν‐ τρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας
ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη

1

.

2

.

4

συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων. αἵ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσιν ἐπισημασίας τοῦ περιέχοντος καυμα‐ τώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφ’ ὧν καὶ τὰ

1

.

2

.

5

ἐπὶ τῆς γῆς οἰκείως διατίθεται. ἤδη δὲ καὶ οἱ πρὸς ἀλ‐ λήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ
5ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγ‐ μένης, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνε‐ χέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσε‐ λήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον,

1

.

2

.

6

ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν. ὅτι δὲ τούτων οὕτως θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκρα‐ θέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγ‐ καῖον, ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πλη‐
5ροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν

1

.

2

.

7

ἀκόλουθον εἶναι. οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωρ‐ γῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων· καὶ ὅλως
5τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχη‐ ματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινό‐
μενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς

1

.

2

.

8

σκεπτομένοις ὡς ἐπίπαν προγινωσκόμενα θεωροῦμεν, τὰ μὲν ἐκ μείζονός τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρ’ ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς
5ἐτησίους διαφοράς (τούτων γὰρ ὡς ἐπίπαν ὁ ἥλιος αἴτιος), τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγ‐ καῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλ‐ λομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευ‐ μάτων ἐπισημασίας ὅσαι γίνονται κατὰ τὸ περιοδικώτε‐
10ρον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων

1

.

2

.

9

πρὸς τὸν ἥλιον συσχηματισμῶν. παρὰ μέντοι τὸ μήτε αὐ‐ τῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας ἀκριβῶς δύνασθαι κατανοεῖν μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους πλεῖστον καὶ αὐτὰς συμβαλλομένας

1

.

2

.

10

τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει. τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διει‐
5ληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν αὐτῶν τὰς φύσεις, κἂν μὴ τὰς κατ’ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσι‐
10κῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ’ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινο‐ μένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν,

1

.

2

.

11

οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιό‐ τητα τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν
5δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα, διὰ τὸ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμε‐ τρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν;

1

.

2

.

12

ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπρο‐ φασίστως μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ
5τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα ὡς ἐν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευο‐ μένοις τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς· τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομέ‐

1

.

2

.

13

νων ἐστὶν ἀδυναμία. ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευό‐ μενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δο‐ κοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώ‐
5σκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν ἐν ἴσῳ καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν, οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσο‐
φίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν

1

.

2

.

14

πονηροὶ καταφαίνονται. ἀλλ’ ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μα‐ θήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δι’ οὐδὲν μὲν τῶν εἰρημένων, δι’ αὐτὴν δὲ τὴν τοῦ πράγ‐
5ματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας

1

.

2

.

15

ἀσθένειαν. καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωρίαν πᾶσαν εἰκαστικὴν εἶναι καὶ οὐ διαβεβαιω‐ τικὴν καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρνα‐ μένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχημα‐
5τισμοῖς, ἀφ’ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ’ ἐκείνων παρατετη‐ ρημένας προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι

1

.

2

.

16

μᾶλλον ἢ ἧττον καὶ οὗτοι διὰ μακρῶν περιόδων, ἀπαράλ‐ λακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενο‐ δοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶ‐
5σιν, ἢ μηδόλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο καὶ τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε

1

.

2

.

17

διαμαρτάνεσθαι. περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων τοῦτ’ ἂν εἴη μόνον τὸ δυσχερές, καὶ μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης

1

.

2

.

18

αἰτίας τῇ κινήσει τῶν οὐρανίων. περὶ δὲ τὰς γενεθλια‐
λογίας καὶ ὅλως τὰ κατ’ ἰδίαν τῆς ἑκάστου συγκράσεως οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἐστὶν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἵ τε γὰρ
5τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερ‐ μάτων ἕκαστον εἰς τὴν καθόλου τοῦ οἰκείου μορφώματος διατύπωσιν οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων.
10οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται περὶ τὰ

1

.

2

.

19

συνιστάμενα παραλλαγάς. καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς
5ψυχαῖς οἱ γεννώμενοι διήνεγκαν· πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν βίων διαγωγάς, ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν
10πλείστην ἔχει τοῦτο δύναμιν τῷ τὸ μὲν περιέχον κἀκεί‐ νοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δὲ ἐκεῖνα μηδαμῶς, πολλὴν ἀπορίαν δύναται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς τῶν μετεώρων κινήσεως πάντα καὶ τὰ μὴ τέλεον ἐπ’

1

.

2

.

20

αὐτῇ δύνασθαι διαγινώσκειν. τούτων δὲ οὕτως ἐχόντων
προσῆκον ἂν εἴη μήτε ἐπειδὴ διαμαρτάνεσθαί ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναι‐ ρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις
5πταίειν ἀποδοκιμάζομεν, ἀλλ’ ὡς ἐν μεγάλοις οὕτως καὶ θείοις ἐπαγγέλμασιν ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν, μήτ’ αὖ πάλιν πάντα ἡμῖν αἰτεῖν παρ’ αὐ‐ τῆς, ἀλλὰ ἀνθρωπίνως καὶ ἐστοχασμένως συμφιλοκαλεῖν καὶ ἐν οἷς οὐκ ἦν ἐπ’ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν καὶ ὥσπερ
10τοῖς ἰατροῖς ὅταν ἐπιζητῶσί τινα καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας, οὐ μεμψό‐ μεθα λέγοντες, οὕτως καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώ‐ ρας καὶ τὰς τροφὰς ἢ καί τινα τῶν ἤδη συμβεβηκότων μὴ ἀγανακτεῖν ὑποτιθεμένους.

1

.

3

T

Ὅτι καὶ ὠφέλιμος.

1

.

3

.

1

Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι’ ἀστρο‐ νομίας προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων
5(ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρο‐
νιότητας, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ‐ σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα
10μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας),

1

.

3

.

2

σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. λοιπὸν δ’ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρό‐ πον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησί‐
5μου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’ ἣν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συν‐

1

.

3

.

3

ορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσ‐ φορον τῇ καθ’ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι. εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχω‐
5ρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περι‐ ποιητική. ἀλλ’ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος.

1

.

3

.

4

ὅλως δ’ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ
5ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ

1

.

3

.

5

δεῖ σκοπεῖν, ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προ‐ γινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν
5ἀπόντων ὡς παρόντων καὶ παρασκευάζει μετ’ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι·

1

.

3

.

6

ἔπειθ’ ὅτι μηδ’ οὕτως ἅπαντα χρὴ νομίζειν τοῖς ἀνθρώ‐ ποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθ’ ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησό‐
5μενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμέ‐ νης, ἀλλ’ ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ’ εἱμαρ‐ μένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ’ εἱμαρμένην φυσι‐ κὴν καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβα‐

1

.

3

.

7

νούσης κατὰ συμβεβηκὸς καὶ κατ’ ἐπακολούθησιν, καὶ ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώ‐ ποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσι‐ κῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυ‐
5λάκτους τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων ἢ λοιμῶν ἢ κατακλυσμῶν κατὰ πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπα‐

1

.

3

.

8

θείας. τούτων γὰρ οὕτως διαληφθέντων φανερὸν ὅτι καὶ
καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ‐ τον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντι‐ πράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη,
5ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορή‐ σαντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δι’ ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην.

1

.

3

.

9

τὸ δ’ αὐτὸ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς· καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ καὶ τραυμάτων καὶ παθῶν καὶ νοσημάτων τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε, τὰ δ’ ἂν

1

.

3

.

10

μηδὲν τῶν ἐναντίων ἀντιπράξῃ. οὕτως οὖν χρὴ νομίζειν καὶ τὰ τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυ‐ σικοὺς τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα
5τὰ ποιητικὰ τυγχάνειν ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν ἰατρῶν, ὅσοι δυνατοὶ σημειοῦσθαι τὰ παθήματα, προ‐ γινώσκουσι τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα

1

.

3

.

11

βοήθειαν. ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων οὕτως ἀκου‐ στέον τοῦ γενεθλιαλόγου φέρ’ εἰπεῖν ὅτι τῇ τοιᾷδε συγ‐ κράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν, τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων
5συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν ἢ σῆψιν ἐμ‐ ποιεῖ, τοῦ δὲ μεταλλικοῦ λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον

1

.

3

.

12

ἡ λίθος ἡ μαγνῆτις ἕλκει· ὥσπερ γὰρ τούτων ἑκάτερον ἐαθὲν μὲν δι’ ἀγνωσίαν τῶν ἀντιπαθησόντων πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴν ἢ τὴν σῆψιν κατεργάσεται
5τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ’ εἱμαρμένην ἀντ‐ επάθησεν, οὕτως καὶ ἐπ’ ἐκείνων ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυ‐
10χόντα δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθή‐ σει τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ’ εἱμαρμένην ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται.

1

.

3

.

13

ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος θαυμάσειεν ἄν τις, διὰ τίνα δήποτε αἰτίαν ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώ‐

1

.

3

.

14

σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ—τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολο‐ γοῦσι καὶ πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐ‐
5τῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν
δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔ‐ κρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέ‐
10ρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ‐ γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων—ἐπὶ

1

.

3

.

15

δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγ‐ κράσεως, οἷον 〈τοῦ〉 μᾶλλον καὶ ἧττον χειμώνων ἢ καυ‐ μάτων, καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προ‐ γινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ
5ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψύξαν‐ τες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνερ‐ γεῖν καὶ πρὸς τὰ ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν

1

.

3

.

16

αὔξοντα τοῦ θερμοῦ. ἀλλὰ γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρ‐ τίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προ‐ γνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπα‐
5θούσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕ‐ τως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως
ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων

1

.

3

.

17

παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων. ὥσπερ δὲ οἶ‐ μαι καὶ ἐπ’ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ᾖ ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ
5καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ᾖ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρ‐

1

.

3

.

18

δος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν.
5οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας ἢ παρούσας περιστάσεις καθολικάς τε καὶ με‐ ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν

1

.

3

.

19

ἐσομένων ὑπῆρχε δόξα. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώ‐ σεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ
5τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντά‐ ξεων, ὅπως διὰ μὲν 〈τῆσ〉 ἀστρονομίας τάς τε τῶν ὑπο‐ κειμένων συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν
10βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων
ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας

1

.

3

.

20

ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν. ἀλλὰ ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησώμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ‐
5ρανίων περὶ αὐτὸ τὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρ‐ μοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμέ‐ νων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης.

1

.

4

T

Περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως.

1

.

4

.

1

Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές,
5ἐπειδήπερ, ὅσῳ ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν.

1

.

4

.

2

ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν
ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα· κεκοι‐
5νώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς.

1

.

4

.

3

ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἀναθυμιά‐
5σεως. συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχη‐ ματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἢ ἧττον συντρέποντες φαίνονται.

1

.

4

.

4

ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας.

1

.

4

.

5

ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνά‐ μεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ·
θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον
5εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονί‐ μων πνευμάτων γίνεται ποιητικός.

1

.

4

.

6

καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ
5τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν.

1

.

4

.

7

ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν‐ τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειο‐
5τάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.

1

.

5

T

Περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν.

1

.

5

.

1

Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ
5ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνη ὡς ἀγαθο‐
ποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ

1

.

5

.

2

πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷ· τὸν δὲ τοῦ Κρό‐ νου καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητι‐ κούς, τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ
5κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλ‐ λον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται.

1

.

6

T

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν.

1

.

6

.

1

Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί, τό τε ἄρρεν καὶ τὸ θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ
5δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδε‐ δώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν
10γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς

1

.

6

.

2

ἐστι ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ
5τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν
ὡς λιβικοῖς θηλύνεσθαι.

1

.

7

T

Περὶ ἡμερινῶν καὶ νυκτερινῶν.

1

.

7

.

1

Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκ‐ φανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ
5τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταῦτα τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν.

1

.

7

.

2

προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν
5τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύ‐ μενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῷ τῆς νυκτός· οὕτως γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως συμ‐
10μετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρεχού‐ σης αἱρέσεως.

1

.

8

T

Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν.

1

.

8

.

1

Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχημα‐
τισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις αὐτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς
5μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητος μᾶλλόν ἐστι ποιητική, κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ

1

.

8

.

2

δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον
5θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στη‐

1

.

8

.

3

ριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί. δῆλον δέ ἐστιν ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακρα‐ τούσης μὲν ὡς ἐπίπαν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρε‐
5πομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν συσχηματιζομένων.

1

.

9

T

Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.

1

.

9

.

1

Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέ‐ ρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπ’ αὐτῶν τετηρημένας ἰδιοτροπίας
κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα‐
5νισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις.

1

.

9

.

2

Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει· οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ
5τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.

1

.

9

.

3

Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀπο‐ τομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως·
5 τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως.

1

.

9

.

4

Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου·
5 τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλω‐ νος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους.

1

.

9

.

5

Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ
5Ἑρμοῦ· ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφὴ καλουμένη δὲ Φάτνη τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο καλούμενοι δὲ Ὄνοι τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ.

1

.

9

.

6

Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα
5τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασι‐ λίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ ἐν τῇ ὀσφύι καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης·
10 οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.

1

.

9

.

7

Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπ’ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ
5περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφρο‐ δίτης· ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ
Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ
10ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.

1

.

9

.

8

Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ. οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ
5Ἄρεως.

1

.

9

.

9

Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ
5λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός· οἱ δὲ ἐν τοῖς σπονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ
10Ἄρεως· ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ.

1

.

9

.

10

Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως
καὶ τῇ σελήνῃ· οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τε
5τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
10 οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου.

1

.

9

.

11

Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν ἐπὶ τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ
5τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.

1

.

9

.

12

Τῶν δὲ περὶ τὸν Ὑδροχόον οἱ μὲν ἐν τοῖς ὤμοις ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ· οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ,
5ἧττον δὲ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός.

1

.

9

.

13

Τῶν δὲ περὶ τοὺς Ἰχθύας οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ·
5 οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ ἐπὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ βορείῳ λίνῳ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ
10Διός· ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ.

1

.

9

.

14

Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζῳδιακοῦ μορφώσεσι οἱ μὲν περὶ τὴν Μικρὰν ἄρκτον λαμπροὶ τὴν ὁμοίαν ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης.
5 Οἱ δὲ περὶ τὴν Μεγάλην ἄρκτον τῷ τοῦ Ἄρεως. Οἱ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς ἐν τῇ τοῦ Πλοκάμου συστροφῇ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης.

1

.

9

.

15

Οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Οἱ δὲ τοῦ Κηφέως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.
5 Οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος καλούμενος Ἀρ‐ κτοῦρος τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός.

1

.

9

.

16

Οἱ δὲ ἐν τῷ Βορείῳ στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης
καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ κατὰ τὸν Ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῇ Λύρᾳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ.
5 Καὶ οἱ ἐν τῷ Ὄρνιθι ὡσαύτως. Οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης.

1

.

9

.

17

Οἱ δὲ κατὰ τὸν Περσέα τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ
5τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης.

1

.

9

.

18

Οἱ δὲ περὶ τὸν Ὄφιν αὐτοῦ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης.
5 Οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός. Οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως.

1

.

9

.

19

Οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῇ Ἀνδρομέδᾳ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ.
5Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ.

1

.

9

.

20

Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζῳδιακοῦ μορφώμα‐
σιν ὁ μὲν ἐν τῷ στόματι τοῦ Νοτίου ἰχθύος λαμπρὸς ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ.
5 Οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου. Τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου.

1

.

9

.

21

Τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Διός· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ.
5 Τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδί‐ της, ὁ δὲ περὶ τὸ στόμα λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.

1

.

9

.

22

Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης.
5 Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.

1

.

9

.

23

Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.
5 Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ ἀνθρωπείῳ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός.

1

.

9

.

24

Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ
ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
5 Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρό‐ νου καὶ τῷ τοῦ Ἑρμοῦ.

1

.

10

T

Περὶ τῶν ὡρῶν τοῦ ἔτους.

1

.

10

.

1

Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοι‐ αύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ
5μᾶλλον ἐν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦ‐ χος ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον
10καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει ἐν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ

1

.

10

.

2

κατὰ κορυφὴν ἡμῶν τόπου. διόπερ καὶ τοῦ ζῳδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον τὸ τοῦ Κριοῦ καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμ‐
5ψύχου ζῴου τοῦ ζῳδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερ‐
βολὴν προκαταρκτικὴν ποιούμενοι καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας, διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλεῖον ἔχειν τῆς ὑγρασίας παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας ἔτι καὶ τρυφεράς, τὰς δὲ δευτέρας τὰς μέχρι τῆς
10ἀκμαιότητος τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει, τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλεῖον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παρα‐ πλησίως τῷ μετοπώρῳ, τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ δια‐ λύσει τὸ πλεῖον ἔχειν ἐν τῷ ψυχρῷ, καθάπερ καὶ ὁ χειμών.

1

.

11

T

Περὶ τῆς τῶν τεσσάρων γωνιῶν δυνάμεως.

1

.

11

.

1

Ὁμοίως δὲ καὶ τῶν τεσσάρων τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ’ ὧν καὶ οἱ καθόλου πνέοντες ἄνεμοι τὰς ἀρ‐ χὰς ἔχουσιν, ὁ μὲν πρὸς ταῖς ἀνατολαῖς αὐτός τε τὸ πλεῖον ἔχει ἐν τῷ ξηρῷ, διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου
5τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι· οἵ τε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοι‐ νότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσιν καὶ ξηραν‐

1

.

11

.

2

τικοί. ὁ δὲ πρὸς μεσημβρίᾳ τόπος αὐτός τέ ἐστι θερμό‐ τατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵ τε ἀπ’
5αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν,

1

.

11

.

3

θερμοί τέ εἰσι καὶ πληρωτικοί. ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ’ αὐτὸν γινομένου
τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι ὑγραίνεσθαι· οἵ τε ἀπ’ αὐτοῦ φερόμενοι ἄνεμοι,
5οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ

1

.

11

.

4

ὑγραντικοί. ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τοῦ ἡλίου μεσουρα‐ νήσεις πλεῖον αὐτοῦ διεστάναι ὥσπερ τοῦ ἡλίου ἀντιμε‐
5σουρανοῦντος· οἵ τε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι καλούμε‐ νοι δὲ κοινῶς βορέαι ψυχροί τε ὑπάρχουσι καὶ πυκνωτικοί. χρησίμη δὲ καὶ ἡ τούτων διάληψις πρὸς τὸ τὰς συγκρά‐ σεις πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐ‐

1

.

11

.

5

κατανόητον γάρ, διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις ἤτοι τῶν ὡρῶν ἢ τῶν ἡλικιῶν ἢ τῶν γωνιῶν τρέπεταί πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως καὶ ἐν μὲν ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἴσχουσι τὴν
5ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς θερμαῖς οἱ θερμαντικοὶ τὴν φύσιν καὶ ἐν ταῖς ὑγραῖς οἱ ὑγραντικοί, ἐν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθε‐ νεστέραν, ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖς ξηραῖς οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ
10τὸ ἀνάλογον τῆς διὰ τῆς μίξεως συγκιρναμένης ποιότητος.

1

.

12

T

Περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδίων.

1

.

12

.

1

Τούτων δὲ οὕτως προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημο‐ ρίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ
ὁλοσχερέστεραι καθ’ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον
5ἔχουσι ταῖς κατ’ αὐτὰ γινομέναις ὥραις. συνίστανται δέ τινες αὐτῶν ἰδιότητες καὶ ἀπὸ τῆς πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ἃς ἐν τοῖς ἐφεξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθ’ ἑαυτά τε καὶ

1

.

12

.

2

πρὸς ἄλληλα θεωρουμένας δυνάμεις. πρῶται μὲν τοίνυν εἰσὶ διαφοραὶ τῶν καλουμένων τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων· δύο μὲν γάρ ἐστι τροπικά, τό τε πρῶτον ἀπὸ τῆς θερινῆς τροπῆς τριακοντάμοιρον τὸ
5τοῦ Καρκίνου καὶ τὸ πρῶτον ἀπὸ τῆς χειμερινῆς τροπῆς

1

.

12

.

3

τὸ κατὰ τὸν Αἰγόκερων. ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν· τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐ‐ τῶν γινόμενος ὁ ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τῶν κατὰ πλάτος παρόδων, κατὰ μὲν τὸν Καρκίνον θέρος
5ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται ἰσημερινὰ τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δω‐ δεκατημόριον, τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς, τὸ τῶν Χηλῶν· ὠνόμασται δὲ καὶ ταῦτα πάλιν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κατὰ τὰς ἀρχὰς αὐτῶν γινόμενος
10ὁ ἥλιος ἴσας ποιεῖ πανταχῆ τὰς νύκτας ταῖς ἡμέραις.

1

.

12

.

4

τῶν δὲ λοιπῶν ὀκτὼ δωδεκατημορίων τέσσαρα μὲν κα‐ λεῖται στερεά, τέσσαρα δὲ δίσωμα· καὶ στερεὰ μέν ἐστι τὰ ἑπόμενα τοῖς τε τροπικοῖς καὶ τοῖς ἰσημερινοῖς, Ταῦ‐ ρος, Λέων, Σκορπίος, Ὑδροχόος, ἐπειδὴ τῶν ἐν ἐκεί‐
5νοις ἀρχομένων ὡρῶν αἵ τε ὑγρότητες καὶ θερμότητες καὶ ξηρότητες καὶ ψυχρότητες ἐν τούτοις γινομένου τοῦ ἡλίου μᾶλλον καὶ στερεώτερον ἡμῶν καθικνοῦνται, οὐ
τῶν καταστημάτων φύσει γινομένων τότε ἀκρατοτέρων, ἀλλ’ ἡμῶν ἐγκεχρονικότων αὐτοῖς ἤδη καὶ διὰ τοῦτο τῆς

1

.

12

.

5

ἰσχύος αὐτῶν εὐαισθητότερον ἀντιλαμβανομένων. δίσω‐ μα δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθύες διὰ τὸ μεταξὺ εἶναι τῶν στερεῶν καὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ ὥσπερ κεκοινωνηκέναι κατά
5τε τὰ τέλη καὶ κατὰ τὰς ἀρχὰς τῆς τῶν δύο καταστη‐ μάτων φυσικῆς ἰδιοτροπίας.

1

.

13

T

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων.

1

.

13

.

1

Πάλιν δὲ ὡσαύτως ἓξ μὲν τῶν δωδεκατημορίων ἀπέ‐ νειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θη‐ λυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ’ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν

1

.

13

.

2

τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δι’ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει,
5τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικά τε ἔδοξε καὶ ἡμερινά, ἐπειδήπερ ὁ ἰσημερινὸς κύ‐ κλος δι’ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ, τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολού‐

1

.

13

.

3

θως τῇ παρ’ ἓν ὡς ἔφαμεν τάξει. χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡροσκοποῦν, τὴν ἀρχὴν
τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν τροπι‐
5κῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίον λαμβάνουσιν ἔνιοι, διὰ τὸ ταύτην τῶν ἄλλων τάχιον τρέπεσθαι, οὕτως καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ

1

.

13

.

4

ἀπηλιωτικώτερον· καὶ οἱ μὲν ὁμοίως παρ’ ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθ’ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατὰ ἀντί‐
5θεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρα‐ νοῦντος, ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρ‐ τημόρια.

1

.

13

.

5

καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων, λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα, ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν
5ἐχούσας περισσὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος, ἐν αἷς ἂν τῶν προτε‐ λέσεων χρησίμη φαίνηται, δυναμένης προεκτίθεσθαι.

1

.

14

T

Περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων.

1

.

14

.

1

Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζῳδιακοῦ πρῶ‐ τον τὰ συσχηματιζόμενα. ταῦτα δ’ ἐστὶν ὅσα διάμετρον ἔχει στάσιν περιέχοντα ὀρθὰς δύο γωνίας καὶ ἓξ δωδε‐
κατημόρια καὶ μοίρας ρπʹ, καὶ ὅσα τρίγωνον ἔχει στάσιν
5περιέχοντα μίαν ὀρθὴν γωνίαν καὶ τρίτον καὶ τέσσαρα δωδεκατημόρια καὶ μοίρας ρκʹ, καὶ ὅσα τετραγωνίζειν λέγεται, περιέχοντα μίαν ὀρθὴν καὶ τρία δωδεκατημόρια καὶ μοίρας ϙʹ, καὶ ἔτι ὅσα ἑξάγωνον ποιεῖται στάσιν περι‐ έχοντα δίμοιρον γωνίας ὀρθῆς καὶ δωδεκατημόρια βʹ

1

.

14

.

2

καὶ μοίρας ξʹ. δι’ ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστά‐ σεων παρελήφθησαν, ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν γὰρ κατὰ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερός, ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμ‐
5βανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μο‐ ρίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὸ τῶν βʹ ὀρθῶν τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου τὸ μὲν εἰς δύο τὴν τοῦ τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τρία τὴν τοῦ ἑξαγώνου

1

.

14

.

3

καὶ τὴν τοῦ τριγώνου· ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένων τοῦ τε ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον πάλιν ἐποίησε τὴν τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον
5τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων μέντοι τῶν συσχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δω‐ δεκατημορίων ἤτοι ἐκ πάντων ἀρρενικῶν ἢ θηλυκῶν, ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον, διότι
10κατ’ ἀντίθεσιν τῶν ὁμογενῶν τὴν στάσιν λαμβάνουσι.

1

.

15

T

Περὶ τῶν προστασσόντων καὶ ὑπακουόντων ὁμοίως ζῳδίων.

1

.

15

.

1

Ὡσαύτως δὲ προστάσσοντα καὶ ὑπακούοντα λέγεται τμήματα τὰ κατ’ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα, διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαί τε καὶ καταφέρεσθαι

1

.

15

.

2

καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάσσοντα καλεῖται, τὰ δὲ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατ’ ἐκείνων μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν
5ἡμέραν, κατὰ τούτων δὲ ἐλάττονα.

1

.

16

T

Περὶ τῶν βλεπόντων καὶ ἰσοδυναμούντων ἀλλήλοις.

1

.

16

.

1

Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθ’ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινο‐ μένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς
5νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖν. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τε τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ
καταδύνει.

1

.

17

T

Περὶ τῶν ἀσυνδέτων.

1

.

17

.

1

Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένα καλεῖται τμήματα, ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατ‐ ειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλε‐
5πόντων ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τρι‐ γώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι’ ἑνὸς ἢ

1

.

17

.

2

διὰ πέντε γινόμενα δωδεκατημορίων, ἐπειδήπερ τὰ μὲν δι’ ἑνὸς ἀπέστραπταί τε ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς
5ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων.

1

.

18

T

Περὶ οἴκων ἑκάστου ἀστέρος.

1

.

18

.

1

Συνοικειοῦνται δὲ καὶ οἱ πλανῆται τοῖς τοῦ ζῳδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων

1

.

18

.

2

τοιαύτην ἔχει φύσιν· ἐπειδὴ γὰρ τῶν ιβʹ ζῳδίων τὰ βο‐ ρειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ
κορυφὴν ἡμῶν τόπου θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα ὅ τε Καρκίνος καὶ ὁ Λέων
5ἐστί, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτ‐

1

.

18

.

3

έστι τοῖς δύο φωσὶν ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θη‐ λυκὸν τῇ σελήνῃ, καὶ ἀκολούθως τὸ μὲν ἀπὸ Λέοντος μέχρι Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ
5Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ’ ἕκαστον τῶν πέντε ἀστέ‐ ρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον τὸ δὲ πρὸς σελήνην ἐσχηματισμένον, ἀκολούθως ταῖς τε τῶν κινή‐ σεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις.

1

.

18

.

4

τῷ μὲν οὖν τοῦ Κρόνου ψυκτικῷ ὄντι μᾶλλον τὴν φύσιν κατ’ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φώτων ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος ὅ τε Αἰγόκερως καὶ ὁ
5Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν καὶ ἕτι τοῦ τὸν κατὰ διάμετρον

1

.

18

.

5

συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι· τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευ‐ ματικὰ ὄντα καὶ γόνιμα ὅ τε Τοξότης καὶ οἱ Ἰχθύες κατὰ
5τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώ‐

1

.

18

.

6

νου καὶ ἀγαθοποιοῦ συσχηματισμοῦ· ἐφεξῆς δὲ τῷ τοῦ
Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν ὅ τε
5Κριὸς καὶ ὁ Σκορπίος, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμ‐ φώνῳ ποιότητι τὴν τοῦ τετραγώνου πρὸς τὰ φῶτα ποι‐

1

.

18

.

7

οῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκρατοτέρῳ τε ὄντι καὶ ὑπὸ τὴν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα αἵ τε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως καὶ ἐπειδήπερ
5οὐ πλεῖον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφ’ ἑκά‐

1

.

18

.

8

τερα τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου. ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ οὐδέποτε πλεῖον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐφ’ ἑκάτερα ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφο‐
5τέρων τῶν φώτων, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.

1

.

19

T

Περὶ τριγώνων.

1

.

19

.

1

Ἡ δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖ‐ σα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζῳδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο
5τροπικῶν, διαιρεῖται δὲ τὰ ιβʹ αὐτοῦ μέρη εἰς τρίγωνα
ἰσόπλευρα τέσσαρα, τὸ μὲν πρῶτον ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου ἐκ τριῶν ἀρ‐ ρενικῶν ζῳδίων συγκείμενον καὶ οἴκους ἔχον ἡλίου τε καὶ Διὸς καὶ Ἄρεως, ἐδόθη τῷ Διὶ καὶ ἡλίῳ παρὰ τὴν
10αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐ‐ τοῦ τὴν πρώτην συνοικοδεσποτείαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός. καί ἐστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ κύκλῳ, ὁ δὲ Λέων πρὸς τῷ θερινῷ,

1

.

19

.

2

ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ προηγου‐ μένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτείαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης, οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις· διὰ
5δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει τινὰ μίξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβικόν, ἐπειδήπερ ὁ τοῦ Ἄρεως τοι‐ ούτων ἐστὶ πνευμάτων ποιητικὸς διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον.

1

.

19

.

3

τὸ δὲ δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θη‐ λυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκο‐ δεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ
5τοῦ τῆς Ἀφροδίτης. καί ἐστιν ὁ μὲν Ταῦρος πρὸς τῷ
θερινῷ μᾶλλον κύκλῳ, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημε‐

1

.

19

.

4

ρινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτείαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον
5τῆς δυνάμεως ποιητικός· προσλαβὸν δὲ μίξιν ἀπηλιώ‐ του διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατ’ ἀν‐ τίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοι‐ ούτων ἐστὶ πνευμάτων ποιητικός, οἰκειούμενος καὶ αὐτὸς
10ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν.

1

.

19

.

5

τὸ δὲ τρίτον τρίγωνον, ὅ ἐστι διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγ‐ κείμενον καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ
5τοὺς οἴκους, τούτοις ἀπενεμήθη πάλιν, οἰκοδεσποτούντων ἡμέρας μὲν τοῦ τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ

1

.

19

.

6

τοῦ τοῦ Ἑρμοῦ. καί ἐστι τὸ μὲν τῶν Διδύμων δωδεκα‐ τημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν
5ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου, κατὰ δὲ τὴν μίξιν βορραπηλιωτικόν, διὰ τὸ τὴν τοῦ Διὸς αἵρεσιν τῇ τοῦ Κρόνου πρὸς τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι.

1

.

19

.

7

τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μόνῳ λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον
τοῦ Σκορπίου, συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν
5αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σε‐ λήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καί ἐστιν ὁ μὲν Καρ‐ κίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ

1

.

19

.

8

χειμερινῷ μᾶλλον, οἱ δὲ Ἰχθύες πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λι‐ βικὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσπο‐ τείαν, κατὰ μίξιν δὲ νοτολιβικόν, διὰ τὴν τῆς Ἀφροδίτης
5συνοικοδεσποτείαν.

1

.

20

T

Περὶ ὑψωμάτων.

1

.

20

.

1

Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενό‐ μενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετά‐ βασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν
5καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθείκα‐ σιν αὐτῷ, καθ’ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ

1

.

20

.

2

Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον ἔχῃ διάμετρον στάσιν ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γὰρ τὸ θερμὸν
5αὔξεται, ἐκεῖ μειοῦται τὸ ψυχρόν, καὶ ὅπου τὸ ψυχρὸν

1

.

20

.

3

αὔξεται, ἐκεῖ μειοῦται τὸ θερμόν. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου τῷ Κριῷ συνοδεύσασα ἡ σελήνη πρώ‐
την ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερανεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ
5ζῳδίῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ

1

.

20

.

4

δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα. μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ γονίμων πνευμάτων ἀποτελεστικὸς ὤν, ἐν τῷ Καρκίνῳ μάλιστα βορειότατος γινόμενος, αὔξεται πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν,
5ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν

1

.

20

.

5

αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπείνωμα. ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατος γίνεσθαι καυστικώτατος γινόμενος, καὶ αὐ‐ τὸς ὕψωμα μὲν ἔλαβεν εἰκότως κατ’ ἀντίθεσιν τῷ τοῦ

1

.

20

.

6

Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. πάλιν ὁ τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσιν, ἐν οἷς ἡ τοὺ ὑγροῦ ἔαρος ἀρχὴ προση‐ μαίνει, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν
5ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ, καθ’ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνει, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθύας ὥσπερ ταπεινοῦται.

1

.

21

T

Περὶ ὁρίων διαθέσεως.

1

.

21

.

1

Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι· καὶ
ὁ μέν ἐστιν Αἰγυπτιακὸς (ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπίπαν κυρείας), ὁ δὲ Χαλδαϊκὸς (ὁ πρὸς τὰς τῶν τριγώνων οἰκο‐ δεσποτείας). ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομέ‐
5νων ὁρίων οὐ πάνυ τι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξε‐

1

.

21

.

2

ως οὔτε τῆς καθ’ ἕκαστον ποσότητος. πρῶτον μὲν ἐπὶ τῆς τάξεως πῇ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκα‐ σιν, πῇ δὲ τοῖς τῶν τριγώνων, ἐνίοτε δὲ τοῖς τῶν ὑψωμά‐ των. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴτε τοῖς οἴκοις ἠκολουθή‐
5κασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ

1

.

21

.

3

Διὸς καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα
5τούτων ἔχουσι διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώ‐ κασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου;

1

.

21

.

4

τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι, μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτείας; καὶ ἐπὶ τῆς λοιπῆς δὲ τάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι.
5δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁρίων οὐδεμίαν ἀκολου‐

1

.

21

.

5

θίαν ἔχουσα φαίνεται. ὅ τε γὰρ καθ’ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐ‐ τῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐ‐ απόδεικτον ἔχει λόγον· ἐάν τε καὶ τούτῳ τῷ κατὰ συν‐
5αγωγὴν ἀριθμῷ πιστεύσωμεν ὡς ἄντικρυς ὑπ’ Αἰγυπτίων ὡμολογημένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴ‐ διον ποσότητος ἐναλλασσομένης ὁ αὐτὸς ἀριθμὸς ἂν συν‐

1

.

21

.

6

αγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ’ ἕκαστον ἀστέρα σχηματιζό‐ μενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα,

1

.

21

.

7

ψευδές ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ μὴ κατὰ μικρὸν ἐγγιζούσῃ τῆς ἀληθείας, καθ’ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου
5παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δω‐ δεκατημόριον ἐν ληʹ χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέ‐ λουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορ‐ πίου ἑκάτερον ἐν λεʹ, δεικνυμένου διὰ τῶν γραμμῶν, ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λεʹ χρόνων ἀναφέρεται, τὸ δὲ

1

.

21

.

8

τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσι. ἔπειτα καὶ οἱ τὸ τοιοῦτον ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδὲ οὕτως τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων καὶ τὰ πολλὰ
5διηναγκασμένοι καταψεύσασθαι καί που καὶ μορίοις μο‐ ρίων χρήσασθαι τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνε‐ κεν, οὐδ’ αὐτοῖς ὡς ἔφαμεν ἀληθοῦς ἐχομένοις σκοποῦ. τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἔτι ἄνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν
10τρόπον.

1

.

21

.

9

Ὅρια κατ’ Αἰγυπτίους. [Omitted graphic marker]

1

.

21

.

11

Συνάγεται δὲ ἑκάστου αὐτῶν ὁ ἀριθμὸς οὕτως· Κρόνου μοῖραι νζʹ, Διὸς οθʹ, Ἄρεως ξϛʹ, Ἀφροδίτης πβʹ, Ἑρ‐ μοῦ οϛʹ· γίνεται ὁμοῦ τξʹ.

1

.

21

.

12

Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλ‐ λον πιθανήν, οὐχ οὕτως δὲ αὐτάρκη πρός τε τὰς τῶν τριγώνων δεσποτείας τὴν ἀκολουθίαν καὶ τὴν τῆς πο‐ σότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνα‐
5σθαι ῥᾳδίως τινὰ διαβάλλειν αὐτούς. ἐν μὲν γὰρ τῷ πρώ‐

1

.

21

.

13

τῳ τριγώνῳ Κριοῦ καὶ Λέοντος καὶ Τοξότου τὴν αὐτὴν ἔχοντι παρ’ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν πρῶτος μὲν λαμβάνει ὁ τοῦ τριγώνου κύριος ὁ τοῦ Διός, εἶθ’ ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, εἶθ’
5ἑξῆς ὁ τῶν Διδύμων ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ, τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος ὁ τοῦ Ἄρεως.

1

.

21

.

14

ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν, ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθ’ ὁ τοῦ Κρόνου πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως, τελευταῖος
5δὲ ὁ τοῦ Διός. σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τρι‐

1

.

21

.

15

γώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ
5Ἑρμοῦ. καὶ ἡ καθ’ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα

1

.

21

.

16

τυγχάνει. ἵνα γὰρ καθ’ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε δι‐ δόασι μοίρας ηʹ, τῷ δὲ δευτέρῳ ζʹ, τῷ δὲ τρίτῳ ϛʹ, τῷ
5δὲ τετάρτῳ εʹ, τῷ δὲ πέμπτῳ δʹ, συμπληρουμένων οὕτως

1

.

21

.

17

τῶν κατὰ τὸ ζῴδιον λʹ μοιρῶν. συνάγεται δὲ καὶ ἐκ τού‐
του τοῦ μὲν τοῦ Κρόνου μοῖραι ἡμέρας μὲν οηʹ, νυκτὸς δὲ ξϛʹ, τοῦ δὲ τοῦ Διὸς οβʹ, τοῦ δὲ τοῦ Ἄρεως ξθʹ, τοῦ δὲ τῆς Ἀφροδίτης οεʹ, τοῦ δὲ τοῦ Ἑρμοῦ ἡμέρας μὲν

1

.

21

.

18

ξϛʹ, νυκτὸς δὲ οηʹ. γίνεται τὸ πᾶν τξʹ. τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα ὡς ἔφαμεν τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐ‐ τῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην
5ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπίπαν τὰς μοίρας τῶν ὁρίων ἐν ταῖς κατατεταγμέναις

1

.

21

.

19

παρ’ αὐτῶν παραδειγματικαῖς γενέσεσιν· αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῇ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γίνοιτο τὸ περὶ τὴν τάξιν ἀν‐
5ομόλογον.

1

.

21

.

20

ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμ‐ φωνον λόγον τῆς τε τάξεως καὶ τῆς ποσότητος αὐτῶν, μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογρα‐
5φίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑ‐

1

.

21

.

21

ρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μὲν μακρὸν ἦν καὶ μετὰ πολλῆς τινος ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι καὶ μό‐ λις ἡμῖν αὐτὴν τὴν καθόλου προαίρεσιν δυνάμενον ὑπο‐
5δεῖξαι καὶ τυπῶσαι καὶ ταῦτα συνεφοδιαζούσης καὶ αὐτῆς τῆς τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ

1

.

21

.

22

τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει δὲ οὖν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ’ ἕκαστον δωδεκατημό‐ ριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα
5καὶ οἱ οἶκοι. καθόλου μὲν γὰρ ὁ μὲν δύο τούτων ἔχων ἀστὴρ οἰκοδεσποτείας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάσσεται

1

.

21

.

23

κἂν κακοποιὸς ᾖ. ὅπου δὲ τοῦτο οὐ συμβαίνει, οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάσσονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν τῶν ἑξῆς
5ἀνὰ δύο ἐχόντων οἰκοδεσποτείας προτασσομένου τοῦ

1

.

21

.

24

μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης ἐπεὶ οὐ δίδοται τοῖς φωσὶν ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς, διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ
5Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις

1

.

21

.

25

αὐτοῖς ἡ οἰκεία φυλάσσεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι
5τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης, ἑκάστῳ δίδονται μοῖραι ζʹ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι εʹ, τῷ δὲ τοῦ Ἑρμοῦ

1

.

21

.

26

ἐπικοίνῳ ὄντι μοῖραι ϛʹ εἰς συμπλήρωσιν τῶν λʹ. ἐπειδὴ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον καὶ Αἰγόκερων τριγώνου, τῆς σελήνης εἰς τὰ ὅρια μὴ παρα‐
5λαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόν‐ των ἐάν τε ἐν αὐτῷ τῷ ζῳδίῳ, ἐάν τε ἐν τοῖς ἑξῆς μέχρι τεταρτημορίου, μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί.

1

.

21

.

27

ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τοῖς διπλοῖς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διὸς διὰ τὸ βραδύτερον αὐ‐ τῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων
5ἔκθεσις τοιαύτη.

1

.

21

.

28

Ὅρια κατὰ Πτολεμαῖον. [Omitted graphic marker]

1

.

21

.

30

γίνεται καὶ τούτων ἐκ τῆς ἐπισυνθέσεως Κρόνου μοῖραι νζʹ, Διὸς οθʹ, Ἄρεως ξϛʹ, Ἀφροδίτης πβʹ, Ἑρμοῦ οϛʹ· ὁμοῦ τξʹ.

1

.

22

T

Περὶ τόπων καὶ μοιρῶν ἑκάστου.

1

.

22

.

1

Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομά‐ σαντες· καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατη‐ μορίου δωδεκατημόριον, τουτέστι μοίρας βʹ ἥμισυ καὶ
5διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ζῳδίοις, ἄλλοι δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκά‐ στην πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκο‐

1

.

22

.

2

λούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν
πιθανὸν 〈μόνον〉 καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ
5τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημε‐ ρινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγρα‐ φέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν
10καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας

1

.

22

.

3

τὴν αἰτίαν· ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάν‐ των καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς
5ἐμπεριποιησάντων τοῦ ζῳδιακοῦ διαστημάτων.

1

.

23

T

Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων.

1

.

23

.

1

Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ
5ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σε‐

1

.

23

.

2

λήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις. λαμπή‐
ναις δ’ ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις, ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθει‐ μένων τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις
5ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐ‐ τῶν πρὸς ἐνέργειαν αὐξομένης διὰ τὸ ὅμοιον καὶ συμ‐ πρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύ‐

1

.

23

.

3

λου οἰκειότητος. χαίρειν δέ φασιν αὐτούς, ὅταν κἂν μὴ πρὸς αὐτοὺς ᾖ ἡ συνοικείωσις τῶν περιεχόντων ζῳδίων, ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μὲν μᾶλλον οὕτως γινομένης τῆς συμπαθείας, κοινωνού‐
5σης δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότη‐ τος, ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναν‐ τίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων
10ζῳδίων κράσεως.

1

.

24

T

Περὶ συναφῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων.

1

.

24

.

1

Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προ‐ ηγουμένων, ἐφ’ ὅσον ἂν μὴ μακρὸν ᾖ τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωμα‐
5τικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχημα‐

1

.

24

.

2

τισμῶν συμβαίνῃ· πλὴν ὅτι γε πρὸς μὲν τὰς δι’ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παρα‐
5δέχεσθαι, πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περισσόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ τὰ αὐτὰ τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν.

1

.

24

.

3

ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δω‐ δεκατημορίων ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς
5γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἢ δυτι‐ κοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι

1

.

24

.

4

τὴν ἐνέργειαν, ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα· μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπαναφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί, δεύτερον δὲ ὅταν ἐπ’ αὐτοῦ τοῦ ὁρίζοντος ὦσι ἢ ἐπαναφέρωνται, καὶ μᾶλ‐
5λον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ. μὴ οὕτως δὲ ἔχοντες ἀδύνατοι παντελῶς τυγχά‐
νουσιν.

2

T

1

ΒΙΒΛΙΟΝ Βʹ

2

c

T

Τάδε ἔνεστιν ἐν τῷ βʹ βιβλίῳ.

2

c

1

διαίρεσις τῆς καθολικῆς ἐπισκέψεως.

2

c

2

περὶ τῶν καθ’ ὅλα κλίματα ἰδιωμάτων.

2

c

3

περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.

2

c

4

ἔκθεσις τῶν ἀνηκουσῶν χωρῶν ἑκάστῳ τῶν ζῳδίων.

2

c

5

ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις τῶν ἐκλείψεων.

2

c

6

περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως.

2

c

7

περὶ τοῦ χρόνου τῶν ἀποτελουμένων.

2

c

8

περὶ τοῦ γένους τῶν διατιθεμένων.

2

c

9

περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος.

2

c

10

περὶ χρωμάτων ἐκλείψεως καὶ κομητῶν καὶ τῶν τοιούτων.

2

c

11

περὶ τῆς τοῦ ἔτους νεομηνίας.

2

c

12

περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων.

2

c

13

περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως.

2

c

14

περὶ τῆς τῶν μετεώρων σημειώσεως.

2

.

1

T

Διαίρεσις τῆς καθολικῆς ἐπισκέψεως.

2

.

1

.

1

Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμέ‐
νων εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω. συν‐ άψομεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰ καθ’
5ἕκαστα τῆς πραγματείας τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων, ἐχόμενοι πανταχῆ τῆς κατὰ

2

.

1

.

2

τὸν φυσικὸν τρόπον ὑφηγήσεως. εἰς δύο τοίνυν τὰ μέ‐ γιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δι’ ἀστρο‐ νομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενι‐ κωτέρου τοῦ καθ’ ὅλα ἔθνη καὶ χώρας ἢ πόλεις λαμβανο‐
5μένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὅπερ καλεῖται γε‐ νεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλ‐

2

.

1

.

3

λον τῶν μερικῶς ἀποτελουμένων· ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθόλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ

2

.

1

.

4

πρότερον περὶ τῶν ὁλοσχερεστέρων προδιειληφέναι. καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις, καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον
5πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων, τὸ δὲ κατ’ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ ἡ κατὰ τὸ μᾶλλον καὶ
ἧττον ἀλλοίωσις περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων ἢ εὐφορίας τε καὶ ἀφο‐

2

.

1

.

5

ρίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ. πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων
5δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζῳδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ και‐

2

.

1

.

6

ροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπα‐
5θειῶν φυσικὸν λόγον ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθ’ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπίπαν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημο‐ ρίων φυσικῆς περιστάσεως.

2

.

2

T

Περὶ τῶν καθ’ ὅλα κλίματα ἰδιωμάτων.

2

.

2

.

1

Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ’ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκεν ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν

2

.

2

.

2

ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθ’ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης οἱ μὲν ὑπὸ τοὺς
νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημε‐ ρινοῦ μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμ‐
5βάνοντες τὸν ἥλιον καὶ διακαιόμενοι μέλανές τε τὰ σώ‐ ματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπίπαν ἄγριοι τυγχά‐ νουσι διὰ τὴν ὑπὸ τοῦ καύματος συνέχειαν τῶν οἰκήσεων·

2

.

2

.

3

οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς οὕτως ὁρῶμεν ἔχοντας, ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρ’ αὐ‐

2

.

2

.

4

τοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. οἱ δὲ ὑπὸ τοὺς βο‐ ρειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζῳδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες κατεψυγμένοι
5μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ λευκοί τε τὰ χρώματά εἰσι καὶ τε‐ τανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ
10αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν

2

.

2

.

5

οἰκήσεων· ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος
αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ τούτους ὡς ἐπίπαν

2

.

2

.

6

Σκύθας. οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρ’ αὐτοῖς τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφιστα‐ μένου, τῆς τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς
5μὲν διαφερούσης, ἀλλ’ οὐ σφόδρα μεγάλην τὴν παραλ‐

2

.

2

.

7

λαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς

2

.

2

.

8

ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπίπαν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζῳδιακοῦ καὶ τῶν
5περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπιβόλους ἔχουσι καὶ διερευνη‐

2

.

2

.

9

τικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευ‐ τικάς. καθόλου δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνον‐ τες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς
5φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθ’ ὃ καὶ ἐν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν

2

.

2

.

10

καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι, καὶ τὰ πολλὰ κρύπτον‐ τες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει
πάντοτε τῆς σελήνης τὰς πρώτας ἐπιτολὰς καὶ ἀπὸ συν‐
5όδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα καὶ θηλυκὸν καὶ εὐώνυμον, ἀν‐ τικείμενον τῷ ἀνατολικῷ.

2

.

3

T

Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.

2

.

3

.

1

Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν 〈μορίοισ〉 ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσι‐ κῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερ‐
5μοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ

2

.

3

.

2

τὴν τῆς χώρας εὐθηνίαν, οὕτως καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας καὶ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύ‐ σεις παρ’ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπίπαν, οὐχ ὡς καὶ
5καθ’ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν, ἐφ’ ὅσον ἂν εἴη χρήσιμον, πρὸς τὰς κατὰ μέρος ἐπισκέ‐
ψεις κεφαλαιωδῶς ἐπελθεῖν.

2

.

3

.

3

τεσσάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζῳδιακῷ θεωρουμένων δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ τὸν Κριὸν καὶ τὸν Λέοντα καὶ τὸν Τοξότην βορρολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγου‐
5μένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσπο‐

2

.

3

.

4

τεῖται δὲ καὶ ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον,
5συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπη‐ λιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσπο‐ τεῖται μὲν προηγουμένως ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπη‐

2

.

3

.

5

λιωτικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας νοτολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ
5λιβικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τῆς Ἀφρο‐ δίτης διὰ τὸ νότιον.

2

.

3

.

6

τούτων δὴ οὕτως ἐχόντων, διαιρουμένης δὲ τῆς καθ’ ἡμᾶς οἰκουμένης εἰς τέσσαρα τεταρτημόρια τοῖς τριγώ‐ νοις ἰσάριθμα κατὰ μὲν πλάτος ὑπό τε τῆς καθ’ ἡμᾶς θαλάσσης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσ‐
5σικοῦ κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς

2

.

3

.

7

ῥάχεως, ὑφ’ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου καὶ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφ’ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβι‐
5κὸν μέρος, γίνεται τεταρτημόρια τέσσαρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν τὸ πρὸς βορρόλιβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ

2

.

3

.

8

κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς νοταπηλιώτην τὸ κατὰ τὴν Ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς Μεγάλης Ἀσίας νότιον ἂν μέρος καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ
5κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον, τὸ κατὰ τὴν Ἑσπερίαν Αἰθιο‐

2

.

3

.

9

πίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. πάλιν δὲ καὶ ἑκά‐ στου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον

2

.

3

.

10

ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην· τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκου‐ μένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοτα‐ πηλιώτην αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα
5φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώ‐

2

.

3

.

11

νοις συνοικειοῦσθαι, τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθόλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ’ αὐτὸ τὸ μέρος ἀντικειμένην, συμ‐
παραλαμβανομένων πρὸς τὴν οἰκείωσιν καὶ τῶν ἐν τοῖς
5οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων.

2

.

3

.

12

ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐ‐ ρώπην, τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορρολιβικῷ τριγώνῳ τῷ κατὰ
5Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰ‐ κότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως

2

.

3

.

13

ἑσπερίων. ἔστι δὲ ταῦτα καθ’ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλ‐ λία Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συν‐
5έπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοι‐ κοδεσποτήσαντας ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλ‐ ελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικω‐ τάτοις καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.

2

.

3

.

14

διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμ‐ πρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς
μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ
5καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρ‐ ρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύ‐ ποις αὐτοῖς τε τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθε‐
10σθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς

2

.

3

.

15

καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦν‐ ται καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς
5ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνου‐

2

.

3

.

16

σιν· Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελ‐ τικὴ καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ
5φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.

2

.

3

.

17

τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ μέρη, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαΐα καὶ Κρήτη, ἔτι δὲ καὶ 〈αἱ〉 Κυκλάδες καὶ τὰ Παράλια τῆς
5Μικρᾶς Ἀσίας καὶ Κύπρος, πρὸς νοταπηλιώτην κείμε‐ να τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοι‐ κείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου τοῦ τε κατὰ τὸν

2

.

3

.

18

Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσποτοῦντας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ
Κρόνου καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ, ὅθεν οἱ κατοικοῦντες τὰς χώρας ἐκείνας συγκατεσχηματισμένοι μᾶλλον ἀπε‐
5φάνθησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς, ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ

2

.

3

.

19

ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις, διὰ τὸν τῆς Ἀφροδίτης κοι‐
5νωνικοί τε καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμ‐ ματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφρο‐

2

.

3

.

20

δίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων αὐτῶν οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ Παρά‐ λια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρον τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται, ὅθεν ὡς ἐπὶ
5τὸ πλεῖστον τρυφηταί εἰσι καὶ καθάριοι καὶ τοῦ σώμα‐

2

.

3

.

21

τος ἐπιμέλειαν ποιούμενοι· οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαΐαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος· οἱ δὲ
5περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίαν τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου, διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως οὐδὲ κοινωνικοὶ τοῖς νομίμοις.

2

.

3

.

22

τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περι‐
έχοντα Ἰνδικὴν Ἀριανὴν Γεδρουσίαν Παρθίαν Μηδίαν Περσίδα Βαβυλωνίαν Μεσοποταμίαν Ἀσσυρίαν καὶ τὴν
5θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ

2

.

3

.

23

τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω· οἰκοδε‐ σποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου ἐπὶ ἑῴων σχημάτων. διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδε‐
5σποτησάντων ἀποτελουμένας. σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἶσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθ‐ ραν 〈ἢ〉 Ἥλιον καὶ προθεσπίζουσιν οἱ πολλοὶ τὰ μέλλον‐

2

.

3

.

24

τα· καθιεροῦταί τε παρ’ αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερμα‐ τικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ κατα‐ φερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν ὀρχηστικοί τε
5καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδί‐

2

.

3

.

25

της, ἁπλοδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνου‐ σίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς
ἄρρενας ὑπερεχθαίρουσι διὰ ταῦτα. καὶ τοῖς πλείστοις
5αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν καὶ τὰς προσ‐ κυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν

2

.

3

.

26

ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπίπαν καὶ τὰ μὲν ἄλλα περὶ τὰς στολὰς καὶ τοὺς κόσμους καὶ ὅλως τὰς σωμα‐ τικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγα‐
5λόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα.

2

.

3

.

27

κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφρο‐ δίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ Μηδία καὶ Περσίς, ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθιναῖς χρῶν‐ ται κατακαλύπτοντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους,

2

.

3

.

28

καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλωνίαν καὶ Μεσοπο‐ ταμίαν καὶ Ἀσσυρίαν, διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων
5ἐξαίρετον συνέπεσε, τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρουσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἐκείνας ἄμορφον καὶ
ἀκάθαρτον καὶ θηριῶδες.

2

.

3

.

29

τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Ἰδουμαία Κοίλη Συ‐ ρία Ἰουδαία Φοινίκη Χαλδαϊκὴ Ὀρχηνία Ἀραβία εὐδαίμων καὶ τὴν θέσιν ἔχοντα πρὸς βορρόλιβα τοῦ ὅλου τεταρτη‐
5μορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορ‐ ρολιβικοῦ τριγώνου, Κριοῦ Λέοντος Τοξότου, ἔχει δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως

2

.

3

.

30

καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δου‐ λόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκει‐

2

.

3

.

31

μένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται, διόπερ ὡς ἐπίπαν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβου‐
5λευτικοί· Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι καὶ τῷ ἡλίῳ διόπερ ἁπλούστεροι καὶ φιλάνθρω‐ ποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν

2

.

3

.

32

ἥλιον· οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε δι‐
5αγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας.

2

.

3

.

33

τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περι‐ έχοντα Ὑρκανίαν Ἀρμενίαν Ματιανὴν Βακτριανὴν Κα‐ σπειρίαν Σηρικὴν Σαυροματικὴν Ὠξιανὴν Σουγδιανὴν
5καὶ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ Διδύ‐ μων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκό‐ τως ὑπό τε τοῦ 〈τοῦ〉 Κρόνου καὶ τοῦ τοῦ Διὸς ἐπὶ

2

.

3

.

34

σχημάτων ἀνατολικῶν. διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Ἥλιον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι περί τε τὰς διαίτας καθάριοι καὶ εὐάγω‐ γοι, σοφοὶ δὲ περὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι
5καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισο‐ πόνηροι δὲ καὶ φιλοστοργότατοι καὶ ὑπεραποθνῄσκοντες ἑτοίμως τῶν οἰκείων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς χαριστικοί τε καὶ μεγαλόφρονες,
10ἅπερ ὡς ἐπίπαν ὁ τοῦ Κρόνου καὶ τοῦ Διὸς ἀνατολικὸς

2

.

3

.

35

συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Μα‐
τιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ εὐκινητότεροι μᾶλλον καὶ ὑποπόνη‐

2

.

3

.

36

ροι· τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ
5Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη.

2

.

3

.

37

τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ
5τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτο‐ λιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφρο‐

2

.

3

.

38

δίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπίπαν τὸν τῆς Ἀφροδίτης ὡς μητέρα θεῶν ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγο‐ ρεύοντες καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν
5ὀνομάζοντες καὶ μυστήριά τινα μετὰ θρήνων ἀποδίδοντες αὐτοῖς· περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ ὑποπόνηροι καὶ ἐν μισθοφορικαῖς στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι καταδουλούμενοί

2

.

3

.

39

τε ἑαυτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες· διὰ
δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατο‐ λικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τρι‐ γωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως ὑψοῦται, ἐν δὲ
5τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφρο‐ δίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔ‐ νοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ

2

.

3

.

40

ὅλως πονικὰς καὶ ὑποτεταγμένας. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοι‐ κειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί,
5τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατο‐ λικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενο‐ ποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν
10δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς

2

.

3

.

41

ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορ‐ πίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον·
5οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύ‐
θεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.

2

.

3

.

42

τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα Νου‐ μιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαζανίαν Νασαμονῖτιν Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν
5καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκου‐ μένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρ‐ κίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος

2

.

3

.

43

ἑσπερίου. διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν
5γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνου‐ σίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρ‐ χεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας

2

.

3

.

44

πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυ‐ ναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπαν‐ δροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευ‐ τικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ
5τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νου‐ μιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοι‐ νωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ

2

.

3

.

45

πάσῃ διατελοῦντες· οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώ‐ τατοι καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ κατα‐
5φρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαν‐ τικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν
10τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.

2

.

3

.

46

τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέ‐ σον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκὴ Μαρμαρικὴ Αἴγυπτος Θηβαῒς Ὄασις Τρωγλοδυτικὴ Ἀρα‐ βία Ἀζανία μέση Αἰθιοπία πρὸς βορραπηλιώτην τετραμ‐
5μένα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει τὴν συνοι‐ κείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων Ζυγοῦ Ὑδροχόου καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ

2

.

3

.

47

Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτείας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ
5φιλόθρηνοι καὶ τοὺς ἀποθνῄσκοντας γῇ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ ἔθεσι καὶ νομίμοις καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μι‐

2

.

3

.

48

κρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ
καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ πο‐ λύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες,
5ἀκολούθως τῷ τῆς χώρας γονίμῳ, πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπέριον σχη‐

2

.

3

.

49

ματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ
5καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ

2

.

3

.

50

τὰ μαθήματα· οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί εἰσι τὰς φύσεις καὶ κεκινη‐ μένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς· οἱ δὲ περὶ
5τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδρο‐ χόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεωφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες.

2

.

4

T

Ἔκθεσις τῶν ἀνηκουσῶν χωρῶν ἑκάστῳ τῶν ζῳδίων.

2

.

4

.

1

Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς
ἐπίπαν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτυπούσθω τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ
5τὸ τῆς χρήσεως εὐεπίβολον ἐφ’ ἑκάστου τῶν δωδεκατη‐ μορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνῳκειω‐ μένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον·

2

.

4

.

2

Κριῷ. Ταύρῳ. Διδύμοις. Καρκίνῳ. [Omitted graphic marker]

2

.

4

.

3

Λέοντι. Παρθένῳ. Χηλαῖς. Σκορπίῳ. [Omitted graphic marker]

2

.

4

.

4

Τοξότῃ. Αἰγοκέρωτι. Ὑδροχόῳ. Ἰχθύσιν. [Omitted graphic marker]

2

.

4

.

5

ἐκκειμένων δὲ τούτων εὔλογον κἀκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκα‐ στοι συνοικειοῦνται ταῖς χώραις, ὅσαις καὶ τὰ τοῦ ζῳ‐ διακοῦ μέρη, καθ’ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύ‐
5σεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου,

2

.

4

.

6

φαίνεται ποιούμενα τὴν συμπάθειαν, καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζῳδιακοῦ κύκλου, καθ’ ὧν ἐν ταῖς καταρχαῖς τῶν κτίσεων αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύ‐
5οντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκο‐ ποῦν· ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκον‐ ται, καθ’ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασι‐
λευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.

2

.

5

T

Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις τῶν ἐκλείψεων.

2

.

5

.

1

Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελ‐ θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πό‐ λεων λαμβανομένων· ἔσται δὲ ὁ τρόπος τῆς ἐπισκέψεως
5τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν

2

.

5

.

2

ἀστέρων· τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν ἐστι τοπικόν, καθ’ ὃ δεῖ προγινώσκειν, ποίαις χώραις ἢ πόλεσιν 〈ἐπι‐ σημαίνουσιν〉 αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανω‐ μένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι
5Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι, ποιοῦν‐

2

.

5

.

3

ται γὰρ τότε τὰς ἐπισημασίας· τὸ δέ ἐστι χρονικὸν καθ’ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν, τὸ δὲ γενικόν, καθ’ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ
5σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθ’ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.

2

.

6

T

Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως.

2

.

6

.

1

Τοῦ μὲν οὖν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποι‐
ησόμεθα τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης καὶ μάλιστα τὰς εὐαισθη‐ τοτέρας ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζῳδιακοῦ
5τόπον καὶ τὰς τῷ κατ’ αὐτὸν τριγώνῳ συνοικειουμένας χώρας καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς

2

.

6

.

2

τὸ τὴς ἐκλείψεως δωδεκατημόριον. ἐφ’ ὅσων δ’ ἂν χω‐ ρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείω‐ σιν, περὶ πάσας μὲν ὡς ἐπίπαν ὑπονοητέον ἔσεσθαι τὸ σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλεί‐
5ψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.

2

.

7

T

Περὶ τοῦ χρόνου τῶν ἀποτελουμένων.

2

.

7

.

1

Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον καθ’ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσό‐ τητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ
5κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀπο‐ τελουμένων μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῇ λαμβα‐ νουσῶν, πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου

2

.

7

.

2

ἔξαρμα κέντρα ὡς ἐπὶ γενέσεως διαθήσομεν· ἔπειτα καὶ ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς ἐκλείψεως. τούτων γὰρ ἐξετασθέντων, ὅσας ἂν ἰσημερινὰς ὥρας εὕρωμεν, ἐφ’ ἡλιακῆς μὲν
5ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπο‐ νοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσού‐ τους μῆνας, καὶ τῶν καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου

2

.

7

.

3

πρὸς τὰ κέντρα σχέσεως—πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώ‐ ματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ
5πρῶτον τριτημόριον τοῦ καθ’ ὅλην τὴν παράτασιν χρό‐ νου· πρὸς δὲ τῷ μεσουρανήματι κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβικῷ ὁρίζοντι κατά τε τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον

2

.

7

.

4

τριτημόριον—τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτά‐ σεων ἀπό τε τῶν ἀνὰ μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ ἀπὸ τῶν ἄλλων παρόδων,
5ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορί‐
οις, ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς
10αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνε‐ σιν τῶν ἀποτελουμένων ποιοῦσιν.

2

.

8

T

Περὶ τοῦ γένους τῶν διατιθεμένων.

2

.

8

.

1

Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ δια‐ λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν
5ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον

2

.

8

.

2

τὸ πρὸ τῆς ἐκλείψεως. λαμβάνεται δὲ ἡ τούτων οἰκοδε‐ σποτεία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκει‐ μένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπο‐
5μένου αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγον ἔχοντας τῶν συσχη‐ ματισμῶν καὶ ἔτι κατὰ τὴν κυρείαν τῶν τε οἴκων καὶ τρι‐ γώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος

2

.

8

.

3

τὴν οἰκοδεσποτείαν. εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, ἀλλὰ δύο, τοὺς πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας ὡς πρόκειται συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς
5ἐκλείψεως κυρίου. εἰ δὲ πλείους εὑρίσκοιντο καθ’ ἑκά‐
τερον ἐφαμίλλοι, τὸν ἐπικεντρότερον ἢ χρηματιστικώτε‐ ρον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν

2

.

8

.

4

οἰκοδεσποτείαν. ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ τόπῳ συγκεχρηματικότα πρῶ‐ τον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως, κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ πρώτῃ συντάξει τῶν
5ἐννέα τρόπων φαινομένους σχηματισμοὺς καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπό‐ μενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.

2

.

8

.

5

θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώ‐ ματος παραλαμβανομένων ἀστέρων συνεπισκεψόμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις, ἐν οἷς ἥ τε ἔκλειψις καὶ οἱ τὴν κυρείαν λαμβάνοντες τῶν ἀστέρων ἔτυχον ὄντες, ὡς
5ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθε‐

2

.

8

.

6

μένων γενῶν ὡς ἐπίπαν λαμβανομένου. τὰ μὲν γὰρ ἀν‐ θρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον,
5τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ

2

.

8

.

7

τὰ τοιαῦτα, καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικὰ τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικὰ καὶ χειροήθη καὶ συνεργη‐ τικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθ’ ἕκαστα μορ‐
5φώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοι‐

2

.

8

.

8

ούτων· ἔτι δὲ τῶν μὲν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες
5οἱ κύριοι τόποι, οἷον Παρθένῳ Τοξότῃ Ὄρνιθι Ἀετῷ καὶ τοῖς τοιούτοις περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς

2

.

8

.

9

περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθύας· καὶ τούτων ἐν μὲν τοῖς θαλασσίοις οἷον Καρκίνῳ Αἰγοκέρωτι Δελφῖνι περὶ τὰ θαλάσσια καὶ ἔτι τὰς τῶν στόλων ἀναγωγάς, ἐν δὲ τοῖς ποταμίοις οἷον Ὑδροχόῳ καὶ Ἰχθύσι περὶ τὰ ποτάμια καὶ
5τὰ πηγαῖα, κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη.

2

.

8

.

10

ὡσαύτως δὲ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημα‐ σίας, ἰδίως δὲ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα· κατὰ μὲν
5γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν οἷον ἀμπέλου, συκῆς καὶ τῶν συνακμαζόντων, κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις, ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν·

2

.

8

.

11

κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τὰ χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν και‐ ρὸν ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη. ἔτι δὲ καὶ τὰ
5μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρη‐
σκείαις ἐπισημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν ἐθισμῶν μεταβολαῖς, τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι, τὰ δὲ δίσωμα τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν.

2

.

8

.

12

ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει, τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανή‐
5ματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλεῖς καὶ τὴν μέσην ἡλι‐ κίαν, τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχο‐ μένους.

2

.

8

.

13

περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διά‐ θεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλεί‐ ψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούν‐ των ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις· ἑσπέριοι
5μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ ἔλαττον ὡς ἐπίπαν δια‐ τιθέασι, διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ, ἑῷοι δὲ συσχη‐ ματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἢ ἑσπέριοι πρὸς τὰς σελη‐ νιακὰς ἐπὶ τὸ πλεῖον.

2

.

9

T

Περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος.

2

.

9

.

1

Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ
ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν
5οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιη‐ τικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι

2

.

9

.

2

τετυχηκότες. ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατά‐ κται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτη‐
5σάντων ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λα‐ βόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων

2

.

9

.

3

δείκνυσι ποιότητα. ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν, ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν
5κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν

2

.

9

.

4

αὐτοῦ κρᾶσιν θεωρῆται, καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ
5σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κε‐
κοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ‐ διακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλα‐ νήτας συνοικειώσεις.

2

.

9

.

5

ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσπο‐ τείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις
5καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ

2

.

9

.

6

προβεβηκότων ἐμποιεῖ· τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπίπαν σπάνιν τε καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ἀφ’ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται· περὶ δὲ
5τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ δυσαερίας τε καὶ συννεφείας καὶ ζόφους, ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθο‐ ροποιῶν, ἀφ’ ὧν καὶ τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύ‐

2

.

9

.

7

σιν τῶν ἑρπετῶν συγκρίνεται· περὶ δὲ ποταμοὺς ἢ καὶ θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ
5ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδά‐

2

.

9

.

8

των· πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας
γινομένων ἤτοι ὑπὸ κάμπης ἢ ἀκρίδος ἢ κατακλυσμῶν ἢ ὑδάτων ὀμβρίων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων,
5ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης ἀνθρώ‐ πων ἀπωλείας.

2

.

9

.

9

ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρείαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετη‐ ρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν
5ἐπιτηδείων αὐξήσεις εὐεξίας τε σωματικὰς καὶ ψυχικάς, ἔτι δὲ εὐεργεσίας καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγα‐

2

.

9

.

10

λοψυχίας καθόλου τε εὐδαιμονίας ἐστὶν αἴτιος. περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθο‐ ράν τε καὶ ἀπώλειαν, εὔκρατον δὲ τὴν τῶν ἀέρων κατά‐
5στασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.

2

.

9

.

11

ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν κα‐ θόλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πο‐ λέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας
5καὶ ἀνδραποδισμοὺς καὶ ὄχλων ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων, τοὺς δὲ διὰ τῶν τοιούτων θανάτους αἰφνι‐ δίους, ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊκὰς ἐπισημα‐ σίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας μά‐ λιστα τῶν ἀκμαίων, ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ πα‐
10ρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ

2

.

9

.

12

λῃστείας. περί τε τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικὰ κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας· περὶ δὲ θά‐ λασσαν στόλων αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτά‐
5κτων ἢ κεραυνῶν ἢ τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδά‐

2

.

9

.

13

των· περὶ δὲ τὰ ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν καὶ φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῆς τοῦ καύ‐ ματος καταφλέξεως ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων
5ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως.

2

.

9

.

14

ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμ‐ βαίνοντος, καθόλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ· ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετη‐
5ρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγώγους καὶ πρὸς τὰ σεβάσμια

2

.

9

.

15

τιμητικάς, ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμο‐ νεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας· περὶ δὲ τὰ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας τε καὶ αἰθρίας καὶ
5ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας στόλων τε εὐπλοίας
καὶ ἐπιτυχίας καὶ ἐπικερδείας καὶ ποταμῶν πλήρεις ἀνα‐ βάσεις, ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρ‐ πῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ.

2

.

9

.

16

ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν ὡς ἂν ᾖ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοι‐ κειοῦται ταῖς ἐκείνων φύσεσιν. ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέ‐
5σμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος λῃστηρίων τε καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς συσχηματισμοῖς νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχι‐

2

.

9

.

17

κῶν καὶ ἀναφορικῶν καὶ φθίσεων, ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρη‐ σκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων ἢ νομίμων κατὰ καιροὺς ἐναλ‐
5λοιώσεως, οἰκείως τῇ πρὸς τοὺς ἑκάστοτε τῶν ἀστέρων

2

.

9

.

18

συγκράσει. πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν δὲ
5εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικὸς τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητι‐ κὸς ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερη‐
τικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός.

2

.

9

.

19

ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατά τε τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις ἀναλόγως τε καὶ τὴν ἐν τοῖς
5ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κε‐ κοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιο‐

2

.

9

.

20

τροπίαν ποικίλην οὖσαν ἀπεργάζεται. ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνη‐ ματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιον‐ δήποτε τρόπον σχηματισμοὺς διεξελθεῖν οὕτως γε πολυ‐
5μερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρί‐ σεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.

2

.

9

.

21

παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι συνοικειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διαση‐ μαίνεται. ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοι‐
5κειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοι‐ κειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων

2

.

9

.

22

ἧττον ὠφελοῦσι. τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρείαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοι‐ κειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶ‐ σιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν. ἐὰν
5δὲ μήτε τὴν οἰκοδεσποτείαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκή‐ πτουσιν.

2

.

9

.

23

ὡς ἐπίπαν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πά‐ θεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ’ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχω‐
5σιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τού‐ των διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρή‐ σεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.

2

.

10

T

Περὶ χρωμάτων ἐκλείψεων καὶ κομητῶν καὶ τῶν τοιούτων.

2

.

10

.

1

Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις καὶ τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων ἢ ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα
5φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ.

2

.

10

.

2

κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς
φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτελεσθησόμενον· ἐὰν δὲ ἀπὸ μέρους οἱουδήποτε, περὶ
5ἐκεῖνο μόνον τὸ μέρος καθ’ οὗ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γίνηται.

2

.

10

.

3

τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφα‐ νείας πρὸς τὰς καθόλου περιστάσεις, οἷον τῶν καλου‐ μένων δοκίδων ἢ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων,
5ὡς ἀποτελεστικὰς μὲν φύσει τῶν ἐπὶ τῆς τοῦ Ἄρεως καὶ τῆς τοῦ Ἑρμοῦ 〈εἰρημένων〉 ἰδιωμάτων, πολέμων τε καὶ καυσωδῶν ἢ κινητικῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζῳδια‐ κοῦ μερῶν, καθ’ ὧν ἂν αἱ συστάσεις αὐτῶν φαίνωνται,

2

.

10

.

4

καὶ τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα, διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὡσπερεὶ μορφώσεων τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος, περὶ ὃ τὸ πάθος ἀπο‐
5βήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων, διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπιπολὺ φαινόμενοι
τάχιον ἐπισημαίνουσι, ἑσπέριοι δὲ βράδιον.

2

.

11

T

Περὶ τῆς τοῦ ἔτους νεομηνίας.

2

.

11

.

1

Δεδειγμένης δὲ τῆς ἐφόδου τῶν περὶ τὰ καθόλου περιστάσεων χωρῶν τε καὶ πόλεων λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι, λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἣν
5ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νεομηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύ‐ την εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ’ ἑκάστην περι‐ στροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ

2

.

11

.

2

τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. τίνα δ’ ἄν τις ἀρχὴν ὑποστήσαιτο, ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὔδ’ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσων τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν
5τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰση‐ μερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορή‐ σειεν ἂν ἤδη, τίνι τῶν τεσσάρων ὡς προηγουμένῳ χρή‐ σαιτ’ ἄν· κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον·

2

.

11

.

3

κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες ἕν τι ὑποτιθέ‐ μενοι, διαφόρως ἑκάστῳ τῶν τεσσάρων ὡς ἀρχῇ, κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέν‐ τες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρε‐
5τον, ἀφ’ οὗ ἂν ἀρχὴν καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα
τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρό‐ τερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπ‐

2

.

11

.

4

άρχειν· τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατ’ αὐτοῦ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ Κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γε‐
5γονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπ’ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλ‐ λεσθαι· τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρώτως ἄρ‐ χεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν

2

.

11

.

5

λαμβάνειν. οἰκειότερον δέ μοι δοκεῖ καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας τὰς ἔγγιστα αὐτῶν προγινο‐ μένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ παν‐
5σεληνιακὰς καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἵνα ἀπὸ μὲν τῆς ἐν τῇ περὶ τὸν Κριὸν ἀρχῇ τὸ ἔαρ ὁποῖον ἔσται διασκεψώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρ‐ κίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπω‐

2

.

11

.

6

ρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκερων τὸν χειμῶνα. τὰς μὲν γὰρ καθόλου τῶν ὡρῶν ποιότητας καὶ καταστά‐ σεις ὁ ἥλιος ποιεῖ, καθ’ ἃς καὶ οἱ παντελῶς ἄπειροι μα‐ θημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος· ἔτι δὲ καὶ
5τὰς τῶν ζῳδίων ἰδιοτρόπους εἰς τοῦτο παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραλη‐

2

.

11

.

7

πτέον. τὰς δὲ ἐν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθόλου μὲν πάλιν αἱ περὶ τὰ προειρη‐ μένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανητῶν πρὸς αὐτὰς συσχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ
5καὶ αἱ καθ’ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ παν‐ σέληνοι καὶ αἱ τῶν ἀστέρων ἐπιπορεύσεις, ἣν δὴ μη‐ νιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι.

2

.

12

T

Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων.

2

.

12

.

1

Προεκτεθῆναι δὲ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα φυσι‐ κῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ’ ἕκαστον ἀστέρων, τὴν μὲν τῶν πλανητῶν καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλα‐
5νῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δ’ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.

2

.

12

.

2

τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθόλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες καὶ χα‐ λαζῶδες, κατὰ μέρος δὲ ἐν τῷ μᾶλλον ἢ ἧττον ἀπὸ τῆς τῶν κατ’ αὐτὸν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν
5προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ
βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια κρυσταλ‐

2

.

12

.

3

λώδη καὶ ὑπόψυχρα. τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κρά‐ σεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐ μενα αὐτοῦ καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα σεισμώδη
5καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν Ὑάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά, τὰ δὲ βόρεια εὔκρατα,

2

.

12

.

4

τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθόλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα
5καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερ‐ μόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυ‐
10ώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη,

2

.

12

.

5

τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθόλου μέν ἐστι καυμα‐ τῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ
5ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα. τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθόλου μέν ἐστι δίυγρον καὶ βρον‐ τῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερ‐ μότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα
10ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.

2

.

12

.

6

τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθόλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προ‐ ηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπό‐ μενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια
5ἔνικμα καὶ λοιμικά. τὸ δὲ τοῦ Σκορπίου δωδεκατημό‐ ριον καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέ‐ ρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη,

2

.

12

.

7

τὰ δὲ νότια ἔνικμα. τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια
5κάθυγρα καὶ μεταβολικά. τὸ δὲ τοῦ Αἰγόκερω δωδεκα‐ τημόριον καθόλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά, τὰ δὲ

2

.

12

.

8

βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά. τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευμα‐
5τώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον καθόλου μέν ἐστι ψυ‐ χρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐ μενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.

2

.

13

T

Περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως.

2

.

13

.

1

Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος
ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστι ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθ’ ἣν τηρεῖν ὡς ἔφαμεν δεήσει τὰς γινο‐
5μένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ση‐ μείων συνόδους ἢ πανσελήνους καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως δια‐

2

.

13

.

2

τιθέναι, ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου, κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν
5καθόλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων ἰδιότητος, τὸ δὲ μᾶλλον καὶ ἧττον ἐπιτάσεων ἢ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεως διαλαμβάνοντας, ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί.

2

.

13

.

3

Δευτέρα δέ ἐστιν ἔφοδος ἡ μηνιαία, καθ’ ἣν δεήσει τὰς καθ’ ἕκαστον δωδεκατημόριον προγινομένας συν‐ όδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης
5τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συν‐

2

.

13

.

4

όδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις· ἐπισκο‐ πεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέ‐ ρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις, συν‐
αφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων τάς τε
5ἰδιότητας αὐτῶν καὶ τῶν τόπων καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθ’ ὧν ἂν τύχωσιν, ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπίπαν
10τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν.

2

.

13

.

5

τρίτον δ’ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημα‐ σίας ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σε‐ λήνης συσχηματισμῶν οὐ μόνον τῶν συνοδικῶν ἢ παν‐
5σεληνιακῶν, ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρ‐ χομένης ὡς ἐπίπαν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλ‐ λοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ’ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλ‐
10λων, οἷον τριγώνων ἢ ἑξαγώνων, πρὸς τοὺς πλανήτας

2

.

13

.

6

συσχηματισμοῦ. τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώ‐ νως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς
5συνοικειώσεσιν.

2

.

13

.

7

αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθ’ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἢ ἑσπερίας ἀνατολικὰς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν
5ἥλιον, τρέπουσι γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰς κατὰ μέρος καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον

2

.

13

.

8

καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται. πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ’ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε ἀμπώτεις καὶ αἱ παλίρροιαι
5καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοι‐ αύτας τῶν φώτων κεντρώσεις ἀποτελοῦνται, πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς

2

.

13

.

9

προσνεύσεις ποιούμενον καταλαμβάνηται. πανταχῇ μέν‐ τοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθόλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ
5μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθόλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.

2

.

14

T

Περὶ τῆς τῶν μετεώρων σημειώσεως.

2

.

14

.

1

Χρήσιμοι δ’ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπιση‐ μασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί
τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρα‐ τηρήσεις. τὸν μὲν οὖν ἥλιον τηρητέον πρὸς μὲν τὰς
5ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτε‐ ρινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίνον‐

2

.

14

.

2

τος· καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστά‐ σεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ
5ἔξω ἢ ὡς ἐφ’ ἑαυτὸν κοιλούμενος ἢ τὰ καλούμενα παρή‐ λια νέφη ἐξ ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων, πρὸς ἃς ἂν γωνίας τὰ

2

.

14

.

3

προειρημένα σημεῖα γένηται. μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλως ἔχων περὶ αὑτὸν καθ’ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας χειμώνων
5καὶ ὑετῶν ἐστι δηλωτικός.

2

.

14

.

4

τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὑτὴν εὐδιεινῆς καταστάσεώς

2

.

14

.

5

ἐστι δηλωτική. λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὅλον ὑποκεκινη‐ μένον ἀνέμων ἐστὶ σημαντικὴ καθ’ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν. μέλαινα δὲ ἢ χλωρὰ καὶ παχεῖα θεωρου‐
5μένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική.

2

.

14

.

6

παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομα‐ ραινομένη, εὐδιεινὴν κατάστασιν σημαίνει, εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν, ὑπόκιρροι μὲν οὖσαι
5καὶ ὥσπερ ῥηγνύμεναι τοὺς διὰ σφοδρῶν ἀνέμων, ἀχλυ‐ ώδεις δὲ καὶ παχεῖαι τοὺς διὰ νιφετῶν, ὕπωχροι δὲ ἢ μέλαιναι καὶ ῥηγνύμεναι τοὺς δι’ ἀμφοτέρων, καὶ ὅσῳ

2

.

14

.

7

ἂν πλείους ὦσι τοσούτῳ μείζονας. καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων
5φύσεσι.

2

.

14

.

8

καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμ‐ πρότεροι μὲν γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συν‐ ήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες ἀνέμους

2

.

14

.

9

τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν. οὐ μὴν
ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων, ἐπὰν αἰθρίας οὔσης αἱ συστά‐ σεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς ἢ πεπαχυμέναι θεω‐
5ρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί, καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς σφοδρῶν πνευμάτων.

2

.

14

.

10

καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετε‐ ώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπίπαν αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι, καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γένηται.
5αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ’ ἐκείνης ἄνεμον δη‐ λοῦσι, εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμά‐ των, εἰ δὲ ἀπὸ τῶν τεσσάρων, παντοίους χειμῶνας μέ‐

2

.

14

.

11

χρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδη‐ λωτικὰ ἐνίοτε γίνεται χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δὲ
5ἐκ χειμῶνος προσημαίνουσι. καὶ ὡς ἐπίπαν συνελόντι
εἰπεῖν, αἱ καθόλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαν‐ τασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτω‐ μάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀπο‐ τελουμένοις.

2

.

14

.

12

Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις τῶν τε ὁλοσχε‐ ρέστερον θεωρουμένων καὶ τῶν ἐπὶ μέρους μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομεμνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιακὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν
5τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύ‐
σομεν.

3

.

1

T

ΒΙΒΛΙΟΝ Γʹ

3

C

T

Τάδε ἔνεστιν ἐν τῷ γʹ βιβλίῳ.

3

C

1

προοίμιον.

3

C

2

περὶ σπορᾶς καὶ ἐκτροπῆς.

3

C

3

περὶ μοίρας ὡροσκοπούσης.

3

C

4

διαίρεσις γενεθλιαλογίας.

3

C

5

περὶ γονέων.

3

C

6

περὶ ἀδελφῶν.

3

C

7

περὶ ἀρρενικῶν καὶ θηλυκῶν γενέσεων.

3

C

8

περὶ διδυμογόνων.

3

C

9

περὶ τεράτων.

3

C

10

περὶ ἀτρόφων.

3

C

11

περὶ χρόνων ζωῆς.

3

C

12

περὶ μορφῆς καὶ κράσεως σωματικῆς.

3

C

13

περὶ σινῶν καὶ παθῶν σωματικῶν.

3

C

14

περὶ ποιότητος ψυχῆς.

3

C

15

περὶ παθῶν ψυχικῶν.

3

.

1

T

Προοίμιον.

3

.

1

.

1

Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθόλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ
πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελουμένων, ὧν
5τὸ προγνωστικὸν μέρος γενεθλιαλογίαν καλοῦμεν, δύνα‐ μιν μὲν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖ‐ σθαι προσήκει, καὶ περὶ τὸ ποιητικὸν καὶ περὶ τὸ θεω‐ ρητικόν, ἐπειδήπερ καὶ τῶν καθόλου καὶ τῶν καθ’ ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων
10ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτοῖς φύσεων τροπῆς κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περι‐ έχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφ’ ὅσον ἡ μὲν καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δὲ ἐπὶ

3

.

1

.

2

μέρους οὐχ ὁμοίως. ἀρχὰς δὲ οὐκέτι τὰς αὐτὰς ἀμφοτέ‐ ρων νομιστέον εἶναι, ἀφ’ ὧν τὴν τῶν οὐρανίων διάθεσιν ὑποτιθέμενοι τὰ διὰ τῶν τότε σχηματισμῶν σημαινό‐ μενα πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν μὲν καθολι‐
5κῶν πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν, καὶ ταύτας οὐκ ἀπ’ αὐτῶν τῶν ὑποκειμένων πάντοτε λαμ‐ βανομένας, ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας ἐπιφερόντων· σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων ἐκλείψεων καὶ τῶν ἐπισήμως παροδευόντων ἀστέρων
10ἐπισκεπτόμεθα· τῶν δὲ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώ‐ πων καὶ μίαν καὶ πολλάς, μίαν μὲν τὴν αὐτοῦ τοῦ συγ‐ κρίματος ἀρχήν, καὶ ταύτην γὰρ ἔχομεν, πολλὰς δὲ τὰς κατὰ τὸ ἑξῆς τῶν περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν
ἐπισημασίας συμβαινούσας, προηγουμένης μέντοι τῆς
15μιᾶς ἐνθάδε εἰκότως, ἐπειδήπερ αὕτη καὶ τὰς ἄλλας ἀπο‐

3

.

1

.

3

τελεῖ. τούτων δὲ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται τὰ καθόλου τῆς συγκρίσεως ἰδιώματα, διὰ δὲ τῶν ἄλλων τὰ κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ ἧττον συμβησόμενα κατὰ τὰς λεγομένας τῶν ἐφεξῆς χρό‐
5νων διαιρέσεις.

3

.

2

T

Περὶ σπορᾶς καὶ ἐκτροπῆς.

3

.

2

.

1

Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξε‐ ων φύσει μὲν τῆς κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτρο‐ πῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι
5συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώ‐

3

.

2

.

2

ματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ κατ’ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους· ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περι‐ έχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται κατὰ
5τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἰ‐
κείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποι‐

3

.

2

.

3

ότητος ἰδιοτροπίᾳ· ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ προσανέχειν ἀναγκαῖον, ὡς μεγίστη καὶ αὕτη καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένη τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ
5τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι. καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν, τὸ μέ‐ γεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη
10δὲ ἀνθρώπου· πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος, ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως·

3

.

2

.

4

ὅ τε σωματώδης σχηματισμός, κἂν μηδὲν αὐτῷ δοκῇ τὸ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλ‐ λεσθαι, αὐτῷ πρὸς τὸ κατὰ τὸν οἰκεῖον τοῦ περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως
5μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ κατ’ ἀρχὰς διαμορφώσαντι μερικῶς τὴν ὁρμὴν τῆς ἐξόδου ποιουμένης, ὥστε εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ’ ὡς
10ἐξ ἀνάγκης κατὰ φύσιν ὁμοιότατον δυνάμει τῷ ποιητικῷ.

3

.

2

.

5

προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆς δὲ τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνα‐ τοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν
5προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν διέξοδον καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομένων ἢ ἐν ταῖς παραδόσεσι ἀναθεω‐
10ρεῖσθαι δυνάμενον παραιτησόμεθα διά τε τὸ δύσχρηστον

3

.

2

.

6

καὶ τὸ δυσδιέξοδον. τὰς δὲ πραγματείας αὐτάς, δι’ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβλητικὸν τρόπον συνορᾶ‐ ται, καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερὲς τῶν ἀστέ‐ ρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς ἔνι μάλιστα,
5παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα, τοὺς μὲν τοῦ περιέχον‐ τος τόπους, πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατ’ ἐπικράτη‐
10σιν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις ὥσπερ ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ
δὲ ἐκ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόν‐ τες, ὥσπερ εὐστόχῳ τοξότῃ τῷ τοῦ διασκεπτομένου λο‐

3

.

2

.

7

γισμῷ· πρῶτον δὲ περὶ τῶν καθόλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν, πάντων μὲν ὡς ἔφαμεν τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβά‐
5νεσθαι δυναμένων, συνεργησόντων δὲ εἴ τις ἔτι περι‐ εργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ’ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.

3

.

3

T

Περὶ μοίρας ὡροσκοπούσης.

3

.

3

.

1

Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡρο‐ σκοπείων κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπι‐
5στημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπείων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ

3

.

3

.

2

διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτού‐
σας διαστροφάς, τῶν δὲ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς
5τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι, τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζῳδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς

3

.

3

.

3

ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης. δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγινομένην ἔγ‐ γιστα συζυγίαν, ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους συνόδου μὲν
5οὔσης τὴν ἀμφοτέρων τῶν φώτων, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος κατὰ τὸν χρόνον τῆς ἐκτρο‐ πῆς, ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λό‐ γον τῶν ἀστέρων τοῦ τρόπου καθόλου τοῦ κατὰ τὴν οἰκοδεσποτείαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ
10τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχη‐ ματισμῷ, τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα οἰκο‐

3

.

3

.

4

δεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθ’ ὃ παροδεύει δωδεκατημό‐ ριον ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ, τὴν ἰσάριθμον αὐτῇ
5κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ, ἐὰν δὲ δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ
10ποσότητι τῶν μοιρῶν χρησόμεθα, εἰ δὲ δύο ἢ καὶ πλεί‐ ους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρὸς

3

.

3

.

5

τὰ κέντρα, ἢ καὶ τὴν αἵρεσιν κατακολουθήσομεν. ἐὰν μέντοι πλείων ᾖ ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοπεῖον, ἤπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα τῷ αὐτῷ ἀριθμῷ
5πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύ‐ της καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.

3

.

4

T

Διαίρεσις γενεθλιαλογίας.

3

.

4

.

1

Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεω‐ ρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μό‐
5νον ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν
τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω‐

3

.

4

.

2

ρουμένην. ἔστι δὲ τῶν μὲν κατ’ αὐτὴν τὴν γένεσιν ἐπι‐ ζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων, τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ
5χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σι‐ νῶν σωματικῶν, ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχικῶν, ἔπειθ’ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως

3

.

4

.

3

ποιότητος, εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων, ἑξῆς δ’ ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειού‐
5μενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ’ εἰκότως ἐπὶ πᾶσι

3

.

4

.

4

τούτοις τιθέμενος. ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαι‐ ῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέ‐ ψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν
5πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας παραπεμπόμενοι, τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι’ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπι‐
10σκεπτόμενοι, καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα

3

.

4

.

5

μὴ καθ’ ἕκαστον εἶδος ταυτολογῶμεν. πρῶτον μὲν χρὴ
σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητου‐ μένῳ τῆς γενέσεως κατ’ εἶδος κεφαλαίῳ, καθάπερ λόγου ἕνεκεν, τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος ἢ τῷ
5περὶ πατρὸς τὸν ἡλιακόν, ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκο‐ δεσποτείας καθ’ οὓς ἐπάνω προείπομεν πέντε τρόπους, κἂν μὲν εἷς ᾖ ὁ κατὰ πάντας κύριος τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτείαν, ἐὰν δὲ δύο ἢ

3

.

4

.

6

τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους, μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοι‐
5κειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ

3

.

4

.

7

ἐναντίον· δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπανα‐
5φορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρα‐ νέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοι‐ κείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρό‐ μοις ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·

3

.

4

.

8

πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡρο‐ σκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ
5δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέν‐ τρων τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

3

.

5

T

Περὶ γονέων.

3

.

5

.

1

Ὁ μὲν οὖν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπι‐ σκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος
5καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοι‐ κειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ

3

.

5

.

2

τὰ περὶ τοὺς γονέας ὑπονοεῖν. τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποι‐ εῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς
5αὐτοῖς ζῳδίοις ἢ καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμ‐ πρὰ τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν
τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν ἄστερες, τὴν δὲ σελή‐ νην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι, καθ’ ὃν εἰρή‐

3

.

5

.

3

καμεν τρόπον· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιο‐ προσωποῦντες ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων. τὸ δὲ
5ἐναντίον, ἐὰν κενοδρομοῦντα ᾖ τὰ φῶτα καὶ ἀδορυφό‐ ρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τοῖς γονεῦσί ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ

3

.

5

.

4

ὁ τοῦ Κρόνου κακῶς φαίνωνται διακείμενοι. ἐὰν δὲ δο‐ ρυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ
5κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ᾖ ὁ δια‐ σημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον ἢ τὴν σελήνην ἐπὶ καλῷ δορυφορήσασι, παρα‐ λήψονται σῷα τὰ τῶν γονέων, ἐὰν δὲ ἀσύμφωνος ᾖ ἢ
10ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυ‐ φορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων
ἔσται κτῆσις.

3

.

5

.

5

περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν· ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχη‐ ματισθῶσιν ὁπωσδήποτε τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου,
5ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων ἢ τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν πολυχρονιότητα τοῦ πα‐ τρὸς καταστοχαστέον, ἀδυνατούντων δὲ οὐχ ὁμοίως, οὐ

3

.

5

.

6

μέντοι οὐδὲ ὀλιγοχρονιότητα. ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπ‐ άρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἢ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πά‐ λιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον, ἀλλ’
5ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπί‐ κεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονί‐ ους ἢ ἐπισινεῖς, ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρα‐
10νοῦντι καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπι‐ νόσους, ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε

3

.

5

.

7

δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων ἐπαναφοραῖς. ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας, καθ’ ὃν εἰρήκα‐ μεν τρόπον, αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ
τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις
5ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περι‐ κυλίει· ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρικοὺς ἐπι‐ νόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.

3

.

5

.

8

ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, ἢ καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελή‐ νην ἑξάγωνος ὢν ἢ τρίγωνος ἢ συνὼν αὐτῇ, ἐν δυνάμει
5ὄντες πολυχρόνιον δεικνύουσι τὴν μητέρα· ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην καὶ τὴν Ἀφροδίτην ἐπαν‐ ενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις
10περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοί‐ ως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν,

3

.

5

.

9

ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν. Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ
5ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ
καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι’ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων· ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ,
10ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκρου‐

3

.

5

.

10

στικῆς δὲ διὰ νόσων ὑστερικῶν καὶ ἀναβρώσεων. προσ‐ παραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες τῆς ἰδιοτροπίας, ὑπὲρ
5ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς τῆς γενέσεως ἐπεξερ‐ γασόμεθα· καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐξεργα‐ σιῶν ἁρμόζον καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως
10πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστη‐ σαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλο‐ σχερεστέρων εἰδῶν πραγματικάς τε καὶ συμβατικὰς ἐφ‐

3

.

5

.

11

όδους. τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων
5εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβη‐ κότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτε‐ λεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον
ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν,
10ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως ἐπιλογι‐ ζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπο‐ μερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις

3

.

5

.

12

δὲ τοῖς ἑσπερίοις. ἀπ’ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειω‐ θῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος, οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν μηδ’ ὅλως τῆς
5ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνου τῆς κατὰ τὸ ἀπο‐ τελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτείας αἴτιον, ἀλλ’ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.

3

.

6

T

Περὶ ἀδελφῶν.

3

.

6

.

1

Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος
5ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμο‐ μητρίων μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπει‐
δήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε‐
10ται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος ὁ αὐτὸς ὀφείλων

3

.

6

.

2

εἶναι τῷ τοῦ γινομένου περὶ ἀδελφῶν. Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελ‐ φῶν ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι
5ζῳδίοις τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ διάμε‐ τρον, σπαναδελφίας εἰσι δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ
10μὲν Κρόνου καὶ πρωτότοκοι ἢ πρωτότροφοι γίγνονται,

3

.

6

.

3

ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν. ἔτι μέντοι τῶν διδόντων ἀστέρων, ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ ἐναντίως τα‐
5πεινοὺς καὶ ἀνεπιφάντους, ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοὶ καὶ ὀλιγο‐ χρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρε‐ νωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι τοὺς δὲ ὑστέρους οἱ

3

.

6

.

4

λιβικώτεροι. πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελ‐ φοὺς συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύ‐ οντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ
5κλήρῳ τῆς τύχης, καὶ κοινωνοὺς βίου, ἐὰν δὲ ἐν τοῖς
ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλ‐ έχθρους καὶ φθονεροὺς καὶ ὡς ἐπίπαν ἐπιβουλευτικούς. λοιπὸν δὲ καὶ τὰ καθ’ ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυ‐ πραγμονοίη, συνεικάζοιτο ἂν καὶ ἐνταῦθα πάλιν τοῦ δι‐
10δόντος ἀστέρος ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.

3

.

7

T

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν.

3

.

7

.

1

Ὑπ’ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλο‐
5γισμόν. θεωρεῖται δ’ οὗτος οὐ μονοειδῶς οὐδ’ ἀφ’ ἑνός τινος, ἀλλ’ ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡρο‐ σκόπου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μά‐ λιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ’ ὅλον παρατηρητέον,
10πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκο‐ δεσποτοῦντες ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι τυγχάνου‐ σιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι

3

.

7

.

2

πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον. διακριτέον μέν‐ τοι τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ’ ὃν ὑπ‐ εθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ
τῆς συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, ἐν οἷς
5εἰσι, φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιω‐ τικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβικοὶ δὲ θηλύνονται, πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δι’ ὧν πάν‐
10των τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσ‐ ήκει καταστοχάζεσθαι.

3

.

8

T

Περὶ διδυμογόνων.

3

.

8

.

1

Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτ‐ έστι τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο
5ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πά‐ θωσιν, ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι

3

.

8

.

2

τυγχάνωσιν ἢ πλείους. ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ πλείονες τῶν ἀστέρων συν‐ εσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιοῦν‐
5τος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου τοῦ δὲ γένους ἀπὸ τοῦ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ
καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ προσώπου πρὸς ἀρρε‐ νογονίαν ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν

3

.

8

.

3

εἰρημένους τρόπους. ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμ‐ περιλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυ‐ μα ὡς ἐπίπαν ἢ καὶ πλείονα κυΐσκουσιν· ἰδίως δὲ τρεῖς
5μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχη‐ ματισθέντες Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη σελήνη μεθ’ Ἑρμοῦ τεθη‐ λυσμένου, δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν
10τῶν Διοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης, ἐφ’ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρα‐ σήμων τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γί‐
15γνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τὴς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.

3

.

9

T

Περὶ τεράτων.

3

.

9

.

1

οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιού‐ των τὰ μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα
5ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐ‐ θὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα

3

.

9

.

2

ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων. ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡρο‐ σκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄν‐ τες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον
5αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρί‐ σκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδὲ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶν τῶν ἀγαθαποιῶν τέλεον ἀν‐
10ήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν, μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων, οἷον κυνῶν ἢ αἰλούρων ἢ πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν ἢ

3

.

9

.

3

βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων. ἐὰν δὲ ἐν ἀνθρωποει‐ δέσι τὰ φῶτα καταλαμβάνηται τῶν· ἄλλων ὡσαύτως ἐχόντων, ὑπ’ ἀνθρώπων μὲν ἢ παρ’ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη, τῆς κατὰ τὸ
5ποῖον ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τὰ
κέντρα κακοποιοὶ τυγχάνουσι. ἐὰν μὲν οὖν καὶ ἐνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγμα‐

3

.

9

.

4

τώδη γίνεται τέλεον· ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ τῆς Ἀφροδί‐ της μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον, ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε
5συμβαίνειν, εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσῃ, μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς, μόνος δὲ ὁ τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.

3

.

10

T

Περὶ ἀτρόφων.

3

.

10

.

1

Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ’ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κε‐
5χώρισται παρὰ τὸ κατ’ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύνα‐ μιν διαφέρειν πως. ὁ μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει δὲ καὶ ὁ

3

.

10

.

2

ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι· ὁ δὲ περὶ τῶν ἀτρόφων ἐπὶ τῶν μηδ’ ὅλως φθανόντων ἐπὶ
τὸν προκείμενον χρόνον ἀλλ’ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δι’ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖ‐
5νος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ ὁλοσχερεστέραν. ἁπλῶς γάρ, ἐάν τε κεκεντρωμένον ᾖ τὸ ἕτερον τῶν φώτων, καὶ τῶν κακοποιῶν ὁ ἕτερος συνῇ ἢ διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς καὶ κατ’ ἰσοσκελίαν μηδε‐ νὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δὲ οἰκο‐
10δεσπότου τῶν φώτων ἐν τοῖς τῶν κακοποιῶν τόποις κατ‐ ειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρ’ αὐτὰ

3

.

10

.

3

δὲ ἕξει τὸ τέλος τῆς ζωῆς· ἐὰν δὲ μὴ κατ’ ἰσοσκελίαν μὲν τοῦτο συμβαίνῃ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἱ τῶν κακοποιῶν βολαί, δύο δὲ ὦσιν οἱ κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφό‐
5τερα βλάπτοντες ἢ κατὰ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον ὁ ἕτερος, ἢ ὁ μὲν ἕτερος διαμετρῶν ὁ δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ δια‐ στήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάν‐

3

.

10

.

4

θρωπον. βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορὰς ἥλιον μὲν ὁ τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν ὁ τοῦ Κρόνου, σελήνην δὲ ὁ τοῦ Ἄρεως, καὶ μάλιστα,
5ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπικέντρων ὄντων τῶν φώτων καὶ τῶν κακοποιῶν κατ’ ἰσοσκελίαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη.

3

.

10

.

5

τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ ἢ καὶ ἄλλως αὐτοῖς ᾖ συνεσχηματισμένα τοῖς προηγουμένοις ἑαυτῶν μέρεσι μέντοι γε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπι‐
5ζήσεται τὸ τεχθὲν ἄχρι τοῦ τῶν μεταξὺ τῆς τε ἀφέσεως καὶ τοῦ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας ἢ καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον

3

.

10

.

6

ποιούντων. ἐὰν δὲ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθο‐ ποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναλη‐ φθήσεται καὶ ζήσεται, καὶ πάλιν, ἐὰν μὲν οἱ συσχηματι‐
5σθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακο‐ ποιῶν, εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερ‐ τερήσωσιν, εἰς ὑποβολὴν ἄλλων γονέων. εἰ δὲ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν ἢ συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ’ αὐτῶν τῶν

3

.

10

.

7

γονέων ἀναληφθήσεται. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων, ἐὰν μὲν ὑπὸ δύσιν τις ᾖ τῶν κατὰ δύο ἢ καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τε ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀπο‐
5τεχθήσεται, ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτρο‐ φον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγ‐
γεγενημένον.

3

.

11

T

Περὶ χρόνων ζωῆς.

3

.

11

.

1

Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ‐ μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑπο‐
5στάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.

3

.

11

.

2

θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμε‐ ρῶς λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν
5γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνε‐ ται δὲ τούτων ἕκαστον οὕτως.

3

.

11

.

3

τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμ‐ βάνειν τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον, ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζον‐
5τος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν εἴκοσι πέντε καὶ τὰς ταύταις ταῖς λʹ μοίραις δεξιὰς ἑξαγώνους
τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος καὶ τριγώνους τοῦ καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος, προκρινομένων καὶ ἐν
10τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ

3

.

11

.

4

μεσουρανήματος. τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετη‐ τέον πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον
5ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ προανατεῖλαν, ὃ καλεῖ‐ ται τοῦ κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν ἐν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀπο‐ κεκλικέναι, θολοῖ καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ’ ὃ καὶ
10τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες

3

.

11

.

5

φαίνονται. μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὡρο‐ σκόπον, κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαν‐ τας, κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθ‐
5μοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ
σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχῃ καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾖ ὥσπερ σεληνιακὸς ὡροσκό‐

3

.

11

.

6

πος. ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ ἥλιον ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτ‐ έστιν εἰς τὰ προηγούμενα, διεκβάλλειν· καὶ οὕτως γὰρ
5κἀκεῖνος ὁ αὐτὸς τόπος τοῦ κλήρου καὶ ὁ αὐτὸς τοῦ συσχηματισμοῦ λόγος ἐκβήσεται.

3

.

11

.

7

προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον, ἐάνπερ ᾖ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν σελήνην, εἰ δὲ μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσπο‐ τείας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον
5καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκο‐ δεσποτικῶν τρόπων εʹ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν ὡρο‐
σκόπον, νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον, εἶτα τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε
10τὴν σελήνην καὶ πρὸς τὴν γενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης, εἰ δὲ μή, τελευταῖον συνοδικῆς μὲν οὔ‐ σης τῆς προγενομένης συζυγίας τὸν ὡροσκόπον, πανσε‐

3

.

11

.

8

ληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φώτων παραληπτέον, τότε δὲ μόνον τὸν οἰκοδεσπότην
5ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τό‐ πον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτείας λόγον ἔχῃ.

3

.

11

.

9

τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν ζῳδίων ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανή‐
5ματος ἐπὶ τὸν ὡροσκόπον τόποις, ᾖ ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ᾖ ὁ ἀφέτης.

3

.

11

.

10

τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖ‐ ραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφε‐ σιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν
κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυ‐
5ρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλ’ ἐκεῖνον τοῖς αὐτῶν. καὶ προστιθέασιν μὲν οἱ ἀγα‐ θοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ τοῦ Ἑρμοῦ πά‐

3

.

11

.

11

λιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου. ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας· ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς
5ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον· ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τὰς δυσμὰς εἰς τὸ μηδὲν καταν‐

3

.

11

.

12

τήσῃ. κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ Ἄρεως ἤτοι σωματικῶς ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὅθεν δήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν
5ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ ἐπὶ μὲν τῶν πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγο‐ χρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου
10τόπος· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαν‐ τήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ

3

.

11

.

13

ἀφέτου τόπῳ ἐπιφέρονται. οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γάρ, ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποι‐
5ῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμε‐ τρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς δώδεκα μοί‐ ρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ, ἐάν τε σωμά‐ των ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαν‐

3

.

11

.

14

τῶντος μὴ τὸ αὐτὸ πλάτος ᾖ ἀμφοτέρων. ὅταν οὖν δύο ἢ πλείονα ᾖ ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁπο‐ τέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανο‐
5μένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆ‐ θος, ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή, μάλι‐

3

.

11

.

15

στα δ’ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθ‐ όλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ τῆς σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ ἡλίου τόπος
5ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, διὰ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. ὁ μέντοι
τῶν ἐτῶν ἀριθμός, ὃν ποιοῦσιν αἱ τῶν μεταξὺ διαστά‐ σεων 〈μοῖραι〉 τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ ἀναιροῦντος, οὐδὲ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι κατὰ
10τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον, ὅταν ἤτοι αὐτὸς ὁ ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν ᾖ εἰληφὼς ἤ τις τῶν κατ’

3

.

11

.

16

αὐτὸν ποιουμένων ἀνατολήν. ἑνὸς γὰρ ἐκ παντὸς τρό‐ που τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκει‐ μένου τοῦ σκοπεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους ὁ τοῦ ἑπομένου σώματος ἢ σχήματος τόπος ἐπὶ τὸν τοῦ
5προηγουμένου κατ’ αὐτὴν τὴν γένεσιν παραγίνεται διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν
10εἰκότως, ὅταν μὲν ἐπ’ αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος ᾖ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει

3

.

11

.

17

λαμβάνειν· μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον τουτέστι ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα παραγίνεται, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ μεσημβρινοῦ, τὰς ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφοράς,
5ἐν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινόν, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν

3

.

11

.

18

ὅσαις αἱ διαμετροῦσαι ταύτας ἀναφέρονται. τοῦ δὲ προ‐ ηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις
ἀλλ’ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν προκειμέ‐ νων ἀναφορῶν ἢ καταφορῶν ἢ μεσουρανήσεων χρόνοι
5τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐ‐ τὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ’ ἑνὸς κειμένοις ἡμι‐
10κυκλίου τῶν γραφομένων διὰ τῶν τομῶν τοῦ τε μεσεμ‐ βρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστος κατὰ τὴν αὐτὴν

3

.

11

.

19

θέσιν τὴν ἴσην ἔγγιστα καιρικὴν ὥραν ποιεῖ. ὥσπερ δ’ ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς διελεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους
5ἐφ’ ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων θέσεις δι’ ἀνίσων ἐκείνοις χρόνων

3

.

11

.

20

τὰς παρόδους ἀπεργάζεται. μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δι’ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν ἢ δυτικὴν ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπ’ αὐτὸν φερόντων χρόνων τὸν
5ἑπόμενον τόπον ληφθήσεται· προδιαλαβόντες γὰρ τήν τε μεσουρανοῦσαν τοῦ ζῳδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προ‐ ηγουμένην καὶ τὴν ἐπερχομένην πρῶτον σκεψόμεθα τὴν τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ
10τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν
μοίρας ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες εἰς τὸ πλῆθος τῶν αὐτῆς τῆς προηγουμένης μοίρας ὡρι‐ αίων χρόνων, εἰ μὲν ὑπὲρ γῆν εἴη, τῶν ἡμερησίων, εἰ

3

.

11

.

21

δὲ ὑπὸ γῆν, τῶν τῆς νυκτός, ἐπειδὴ τὰ τὰς αὐτὰς και‐ ρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳ‐ διακοῦ καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρη‐ μένων ἡμικυκλίων, καὶ δεήσει λαβεῖν, μετὰ πόσους
5ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικὰς ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προ‐ ηγουμένῃ, ταύτας δέ, ἃς εἰλήφαμεν, ἐπισκεψόμεθα, πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ
10τῶν ἐπ’ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους,

3

.

11

.

22

ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ προηγουμένῃ, πο‐ λυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις, τῶν καιρικῶν
5ὡρῶν τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν, τὸ τῶν τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφο‐ τέρων τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ἐπιζητου‐

3

.

11

.

23

μένων ἐτῶν πλῆθος. ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ὁ τῆς ἀρχῆς τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ ὁ τῆς ἀρ‐ χῆς τῶν Διδύμων, κλίμα δέ, ὅπου ἡ μὲν μεγίστη ἡμέρα
5ὡρῶν ἐστι τεττάρων καὶ δέκα, τὸ δ’ ὡριαῖον μέγεθος τῆς ἀρχῆς τῶν Διδύμων ἔγγιστα χρόνων ἰσημερινῶν ιζ,
καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσου‐ ρανῇ ἡ ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύμων χρόνους ἰση‐

3

.

11

.

24

μερινοὺς ρμη. ἐπεὶ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει τοῦ μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες ἐπὶ τοὺς ιζ χρόνους, οἵπερ ἦσαν τοῦ ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ
5πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρμη χρό‐ νων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους ρβ· μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μϛ ὁ ἑπόμενος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι δέ εἰσιν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ
10καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑπόκειται ὡρο‐

3

.

11

.

25

σκοπῶν. μεσουρανείτω δὴ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νη. ἐπειδὴ οὖν κατὰ τὴν δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ
5ἀρχὴ τῶν 〈Διδύμων〉, ἕξομεν τὴν τῶν διαστάσεων ὑπερ‐ οχὴν αὐτῶν τῶν νη χρόνων, ἐν ὅσοις πάλιν διὰ τὸ μεσου‐ ρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν
ὅ τε Κριὸς καὶ ὁ Ταῦρος. δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἡ ἀρχὴ τοῦ Καρκίνου,
10ἀπέχῃ δὲ τοῦ ὑπὲρ γὴν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύ‐

3

.

11

.

26

μων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λβ. ἐπειδὴ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἡ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύ‐ τας ποιήσωμεν, ἕξομεν ρβ χρόνους, οὓς ἀφέξει τοῦ με‐
5σημβρινοῦ καὶ ἡ ἀρχὴ τῶν Διδύμων, ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λβ. ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις ο ἐπὶ τὸ δῦνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν ὅ τε Κριὸς καὶ ὁ Ταῦρος, ἀνα‐ φέρεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν

3

.

11

.

27

Χηλῶν καὶ τὸ τοῦ Σκορπίου. ὑποκείσθω τοίνυν ἐπὶ μηδε‐ νὸς μὲν οὖσα τῶν κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δέ, λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν ἡ τοῦ Ταύ‐
5ρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανή‐ ματος εἰς τὰ ἑπόμενα χρόνους ἰσημερινοὺς ιγ· ἐὰν οὖν πάλιν τοὺς ιζ χρόνους ἐπὶ τὰς γ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν Διδύμων
10ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους να,

3

.

11

.

28

τοὺς δὲ πάντας ποιήσει χρόνους ξδ. ἐποίει δὲ διὰ τῆς
αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς τόπος, χρό‐ νους μϛ, ὅτε δὲ ἐμεσουράνει, χρόνους νη, ὅτε δὲ ἔδυνε, χρόνους οʹ. διήνεγκεν μὲν ἄρα καὶ ὁ κατὰ τὴν μεταξὺ
5θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων ἀριθμὸς ἑκάστου τῶν ἄλλων· γέγονε γὰρ χρόνων ξδ· διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γ ὡρῶν ὑπερ‐ οχῆς, ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιβ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ὡρῶν

3

.

11

.

29

ἀποστάσεως ἓξ χρόνων. ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦ‐ τον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς
5μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρα‐ νούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾖ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περι‐
10εχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσου‐ ράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νη, τῶν δὲ συγκαταδύσεων

3

.

11

.

30

ο, ἔπειτα μαθόντες, ὡς πρόκειται, πόσας καιρικὰς ὥρας ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων,
ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιρι‐ κῶν ὡρῶν ἕξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συν‐
5αγωγῶν ὑπεροχῆς προσθήσομεν ἢ ἀφελοῦμεν τῶν συγκρι‐ νομένων κέντρων, οἷον ἐπεὶ τῶν προκειμένων ο καὶ νη ἡ ὑπεροχή ἐστι χρόνων ιβ, ὑπέκειτο δὲ τὰς ἴσας καιρι‐ κὰς ὥρας τρεῖς ὁ προηγούμενος τόπος ἑκατέρου τῶν κέν‐ τρων ἀπέχων, αἵ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόν‐
10τες καὶ τῶν ιβ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νη προσθέν‐ τες ἢ τῶν ο ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων

3

.

11

.

31

ξδ. εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἵ εἰσι τῶν ϛ ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιβ χρόνων, τουτέστι τοὺς δ, εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος
5ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νη χρόνοις, εἰ δὲ ἀπὸ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν ο. ὁ μὲν οὖν τρόπος τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.

3

.

11

.

32

διακρινοῦμεν δὲ λοιπὸν ἐφ’ ἑκάστης τῶν προειρημέ‐ νων ὑπαντήσεων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς κλι‐ μακτηρικὰς καὶ τὰς ἄλλως παροδικὰς διά τε τοῦ ἢ κεκα‐
5κῶσθαι τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρη‐ μένον ἡμῖν τρόπον καὶ διὰ τῶν καθ’ ἕκαστον τῶν δια‐ σημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων·

3

.

11

.

33

κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους ἄντικρυς θανάτους ὑπονοητέον, τοῦ δὲ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας
5μεγάλους καὶ ἐπισφαλεῖς, ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλάβας καὶ καθαιρέσεις παροδικὰς τῆς καὶ ἐν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων

3

.

11

.

34

πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως. οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ’ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ
5ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τὰ μέλλοντα κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ’ ἰσό‐ τητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπι‐ σκεπτομένους.

3

.

12

T

Περὶ μορφῆς καὶ κράσεως σωματικῆς.

3

.

12

.

1

Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σω‐ ματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν
5τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦ‐ τα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειό‐ τητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον

3

.

12

.

2

κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. παρατηρητέον οὖν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόν‐ τας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ
5καὶ τὴν σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τού‐ των ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων δια‐ μορφωτικῆς φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκρά‐ σεως καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν
10σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ’ ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον.

3

.

12

.

3

πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκ‐ τικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρ‐ νους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι,
5τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώ‐ δεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορ‐ ρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.

3

.

12

.

4

ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τό‐ πους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐ‐ μεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχον‐
5τας ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετα‐ νότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.

3

.

12

.

5

ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκ‐ οφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρ‐
5χων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθό‐ τριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

3

.

12

.

6

ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεπωδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυ‐ μότερον καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς
5ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς.

3

.

12

.

7

ὁ δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ με‐ λίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ
5λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότρι‐ χας, μελαγχλώρους καὶ σπινοὺς καὶ ἰσχνοὺς καὶ λοξο‐ φθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κρά‐ σει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

3

.

12

.

8

συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπ‐ έχωσι, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον
5καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξε‐

3

.

12

.

9

ως ἐκτεθειμένην κρᾶσιν. πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγού‐ μενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθε‐
5νέστερα, δύνοντος δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν.

3

.

12

.

10

καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μά‐ λιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συν‐ εργούντων καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας
ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας, εὐμε‐
5γέθεις, εὐέκτας, εὐοφθάλμους, τὸ δὲ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ θερμῷ, τὸ δ’ ἀπὸ τῆς θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας μεσόχροας, συμμέτρους τοῖς με‐ γέθεσιν, εὐέκτας, μεγαλοφθάλμους, δασεῖς, οὐλότριχας,

3

.

12

.

11

τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, τὸ δ’ ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας μέχρι τῆς χειμερινῆς τροπῆς με‐ λίχροας, ἰσχνούς, σπινώδεις, παθήνους, μεσότριχας, εὐο‐ φθάλμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ, τὸ δ’
5ἀπὸ τῆς χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανό‐ χροας, συμμέτρους τοῖς μεγέθεσι, τετανότριχας, ὑποψίλους, ὑπορρύθμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ.

3

.

12

.

12

κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει, τὰ δὲ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς
5τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλατ‐ τον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐ‐

3

.

12

.

13

ρυθμότερον καὶ ἀρρυθμότερον, ἐπὶ τὸ μεῖζον μέν, ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγό‐ κερως, καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ
5Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναν‐ τίον ὡς τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύ‐
μων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια

3

.

12

.

14

ἐπὶ τὸ εὐεκτικώτερον, ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ Χῆλαι καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθύες καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπερ ἅπαντα
5συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώ‐ σεις καὶ τὰς κράσεις τὼν σωμάτων καταστοχάζεσθαι.

3

.

13

T

Περὶ σινῶν καὶ παθῶν σωματικῶν.

3

.

13

.

1

Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως· καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθόλου διάληψιν ἀπο‐
5βλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τό τε ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνου‐

3

.

13

.

2

σιν· ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρη‐ μένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγω‐ νικῶς ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννω‐
5μένους ἕξειν ὑπονοητέον, μάλιστα δ’ ἂν καὶ τῶν φώτων ἤτοι τὸ ἕτερον ἢ ἀμφότερα κεκεντρωμένα, καθ’ ὃν εἰρή‐

3

.

13

.

3

καμεν τρόπον, τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον. τότε γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρω‐ μένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον
5ἂν οἵ τε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑπο‐ φαίνωσι σίνος ἢ πάθος καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχη‐

3

.

13

.

4

ματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δη‐ λώσει τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ πότερον σίνος ἢ πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον
5μέρος ἐπιδείξασθαι δύναται, αἵ τε τῶν ἀστέρων φύσεις τὰ

3

.

13

.

5

εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν, ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύ‐
5μονος καὶ ἀρτηριῶν καὶ σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων, ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεώς τε καὶ ἥπα‐ τος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ
10γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη γεύσεώς τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ

3

.

13

.

6

τῶν εὐωνύμων πάντων. ἔστι δὲ τῶν καθόλου καὶ τὰ σίνη
μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν, πάθη δὲ τοὐναντίον δυτι‐ κῶν αὐτῶν ὑπαρχόντων, ἐπειδήπερ καὶ διώρισται τούτων
5ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ δια‐ τείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συν‐

3

.

13

.

8

εχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν. πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα διὰ τῶν ὡς ἐπίπαν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολου‐
5θούντων συμπτωμάτων· πηρώσεις γὰρ ὄψεως ἀποτελοῦν‐ ται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὅταν τε ἡ σελήνη καθ’ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συν‐

3

.

13

.

9

οδεύουσα ἢ πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφ’ ἑκατέρου μὲν τῶν πρὸς τὸν ἥλιον σχήματος λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ πλειάδι τοῦ Ταύρου καὶ
5τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν πλόκαμον μέρεσι τοῦ Λέοντος ἢ τῇ κάλπιδι τοῦ Ὑδροχόου, καὶ ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρό‐ νου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου ἐπικέντρου

3

.

13

.

10

ὄντος προαναφέρωνται. ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φω‐ σὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τῷ ἡλίῳ ὄντες, τῇ
δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ
5αἴτιον ποιήσουσιν· ὁ μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς ἢ κρούσματος ἢ σιδήρου ἢ κατακαύματος ποιεῖ τὰς πηρώ‐ σεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις ἢ γυμνασίοις ἢ κακούργων ἐφόδοις, ὁ δὲ τοῦ Κρόνου δι’ ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιού‐

3

.

13

.

11

των. πάλιν ἐπὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾖ τῶν προ‐ ειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος τῷ μὲν τοῦ Κρόνου συνὼν ἢ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος ἢ
5διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι, κἂν ἡ σελήνη ἀπὸ ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ. ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ κατὰ τὸ αὐτὸ συσχη‐
10ματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθ‐ υπερτεροῦντος ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι

3

.

13

.

12

ἢ ἄτρωγλοι καὶ ἄτρητοι γίγνονται. τούτων δὲ οὕτως ἐχόν‐ των, ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ τῶν μὲν φώτων καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ταῖς ἐπαναφερομέναις
5μοίραις ἐπαναφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ, αἱ δὲ γυναῖκες

3

.

13

.

13

ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς ταῖς ὄψεσιν οἱ τοιοῦτοι διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ ἢ μογγιλάλοι, ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας ἐπὶ τῶν εἰρημένων κέντρων
5ἔχουσι τῷ ἡλίῳ, μάλιστα δὲ ὅταν καὶ δυτικὸς ᾖ ὁ τοῦ Ἑρμοῦ, καὶ συσχηματίζωνται ἀμφότεροι τῇ σελήνῃ. τού‐ τοις δ’ ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον, ἀφ’ οὗ ἂν ἡ σελήνη τὴν

3

.

13

13bis

πρὸς αὐτὸν συνάντησιν ποιήσηται. πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ
5τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγοκέρωτος, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων ἢ παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοί, ἀπὸ τῆς γενήσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερ‐
10τεροῦντες τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ κινδύνων μεγάλων ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ λῃστηρίων ἢ τετραπόδων, Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ ὀχλικῶν ἢ λῃστηρίων, Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν.

3

.

13

.

14

ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ ἐαρινὸν τὰ δι’ ἀλφῶν, περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων, περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν, περὶ
5δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων. πάθη δὲ συμβαίνειν εἴωθεν, ὅταν ἐπὶ τῶν προκειμένων στά‐ σεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλίῳ τῇ δὲ σελήνῃ

3

.

13

6bis

ἑῷοι. καθόλου γὰρ ὁ μὲν τοῦ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις κατίσχνους τε καὶ ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχι‐ κοὺς καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας,
5τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς· ὁ δὲ τοῦ Ἄρεως αἱμο‐ πτυϊκούς, μελαγχολικούς, πνευμονικούς, ψωριῶντας ἔτι τε τοὺς διὰ τομῶν ἢ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ αἱμορροίδων ἢ κονδυ‐ λωμάτων ἢ καὶ τῶν πυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς
10δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀνα‐

3

.

13

6bit

βρώσεσιν εἴωθε περικυλίειν. ἰδίως δὲ καὶ παρὰ τὰς προ‐ ειρημένας τῶν συσχηματιζομένων ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν, συνεργεῖ δὲ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύ‐
5λων ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ στόμαχον καὶ φάρυγγα,
τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων
10ὡς ἐπί τε τῶν ἑλκωδῶν ψιλώσεων καὶ ἐσχαρῶν καὶ ἀπο‐ στημάτων καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ μανίας ἢ νόσου ἱερᾶς ἢ τῶν τοιούτων.

3

.

13

8bis

καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς προ‐ ειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περι‐ εχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ
5χερσαῖα καὶ τὰ ἰχθυϊκὰ ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἢ ἐλεφαντιάσεων καὶ τῶν τοιούτων, ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων. καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν
10δωδεκάτη μορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ’ ὧν ἐλε‐ φαντιάσεις τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι

3

.

13

9bis

συμβαίνουσι. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς ἢ τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπ‐ αχθῆ τά τε σίνη καὶ τὰ πάθη γενήσεται, ὡσαύτως δέ, κἂν
5συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κα‐ κοποιῶν ἐν δυνάμει ὄντων· ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον
ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ εὐπαρηγόρη‐
10τα, ἔσθ’ ὅτε δὲ καὶ εὐαπάλλακτα ἀνατολικῶν ὄντων τῶν

3

.

13

10bis

ἀγαθοποιῶν. ὁ μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἢ ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν, σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρ‐ μακείαις ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις, ὁ δὲ τῆς Ἀφρο‐
5δίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχάριτα κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα, τοῦ μέντοι τοῦ Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων, τοῦ δὲ τοῦ Ἑρμοῦ μετ’
10ἐπικουρίας καὶ πορισμοῦ τινος ἢ δι’ αὐτῶν τῶν σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγενομένου.

3

.

14

T

Περὶ ποιότητος ψυχῆς.

3

.

14

.

1

Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη· τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα
5θεωρουμένης ἑκάστοτε περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθη‐
τικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φώτων, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ

3

.

14

.

2

τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. πολυ‐ τροπωτάτου δ’ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιούμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων
5παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτη‐ σιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχῶν ἰδιώματα καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχη‐
10ματισμοὶ πρὸς τὸν ἥλιόν τε καὶ τὰ κέντρα καὶ ἔτι τὸ κατ’ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς

3

.

14

.

3

ψυχικὰς κινήσεις ἰδιότροπον. τῶν μὲν οὖν ζῳδίων καθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ καὶ φιλο‐ δόξους καὶ θεοπροσπλόκους, εὐφυεῖς τε καὶ εὐκινήτους,
5ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικὰς καὶ μαντικάς, τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκα‐ ταλήπτους, κούφας, εὐμεταθέτους, διπλάς, ἐρωτικάς, πο‐ λυτρόπους, φιλομούσους, ῥᾳθύμους, εὐπορίστους, μετα‐ μελητικάς, τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους
10βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτί‐ μους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους.

3

.

14

.

4

τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ ὡροσκοπίαι καὶ
μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρα‐ καλύπτους τὰς ψυχὰς ἀπεργάζονται, οἱ δὲ ἑῷοι στηριγμοὶ
5καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονι‐ κάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ἀνεξαπατήτους, κριτι‐ κάς, ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς, αἱ δὲ προ‐ ηγήσεις καὶ αἱ δύσεις εὐμεταθέτους καὶ ἀβεβαίους,
10ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμ‐ φιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινή‐

3

.

14

.

5

τους, οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρα‐ νήσεις, ἔτι δὲ ἐφ’ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρε‐ νήρεις, οὐκ ἄγαν δὲ μνημονικὰς οὐδ’ ἐπιμόχθους ἢ φι‐
5λοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικὰς τῶν ἀθεωρήτων, οἷον μαγικάς, μυστηριακάς, μετεωρολογι‐ κάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογι‐ κάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικὰς καὶ τὰς

3

.

14

.

6

ὁμοίας. πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄν‐ τες τόποις καὶ αἱρέσεσιν οἱ τὴν κυρείαν ἔχοντες τῶν ψυ‐ χικῶν, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικὰ ποι‐
5οῦσι τὰ ἰδιώματα, καὶ μάλισθ’ ὅταν οἱ αὐτοὶ τῶν δύο
τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ τυγχάνωσιν ὁπωσδήποτε συνεσχηματισμένοι, τὴν δὲ τῆς

3

.

14

.

7

σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες· μὴ οὕτως δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθ‐
5ιστᾶσι, τὰ δὲ τῆς τῶν κρατησάντων ἢ καθυπερτερησάν‐ των ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν προκειμένων, ὡς ὅταν οἵ τε διὰ τὴν τῶν κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πο‐ νηροὶ κρατούντων μὲν αὐτῶν εὐπροχώρητον καὶ ἀνεμ‐ πόδιστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχωσι τὴν πρὸς
10τὸ κακῶς ἄλλους ποιεῖν ὁρμήν, κρατουμένων δὲ ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ

3

.

14

.

8

ἀτιμώρητοι γίνωνται, οἱ δ’ αὖ πάλιν διὰ τὴν τῶν ἀγα‐ θοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί τε χαίρωσι καὶ εὐφημῶνται ἐπὶ ταῖς τῶν ἄλλων εὐ‐
5ποιίαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ’ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελῶσι, κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν καὶ δι’ αὐτὸ τὸ πρᾷον
καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν εὐκαταφρόνητοί τε καὶ

3

.

14

.

9

ἐπίμεμπτοι ἢ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνω‐ σιν. ὁ μὲν οὖν καθόλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη, τὰς δὲ κατὰ μέρος ἀπ’ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν κυρίαν ἀποτελουμένας
5ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμε‐ θα μέχρι τῆς καθ’ ὁλοσχέρειαν θεωρουμένης συγκρά‐ σεως.

3

.

14

.

10

ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσπο‐ τείαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ καὶ τοῦ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρο‐
5γνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπι‐ μόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς,

3

.

14

.

11

φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς, ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλο‐
5θρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόρ‐ γους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισο‐

3

.

14

.

12

σωμάτους· τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τρό‐ πον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶ‐ τας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμο‐
5νας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοι‐

3

.

14

.

13

κείους, πρᾴους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόφους, ἐπὶ
δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτοῦντας, ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους,
5μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτί‐ μους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπρο‐ σίτους, εὐλαβητικούς, εὐήθεις δὲ ὁμοίως καὶ ἀνεξικάκους·

3

.

14

.

14

τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων δια‐ θέσεων ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς, θρασυδείλους, αὐστηροπράκτους, ἀνελεήμονας, καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους,
5φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμήνιδας, ἀδή‐ κτους, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυπ‐ οίστους, σοβαρούς, φορτικούς, καυχηματίας, κακώτας, ἀδίκους, ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους,
10ἀμεταθέτους, πολυπράγμονας, εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς,

3

.

14

.

15

ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, λῃστάς, νοθευτάς, κακο‐ παθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπι‐ βουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτο‐ φάγους, κακούργους, ἀνδροφόνους, φαρμακευτάς, ἱερο‐
5σύλους, ἀσεβεῖς, τυμβωρύχους καὶ ὅλως παγκάκους· τῷ

3

.

14

.

16

δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων δια‐ θέσεων ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθο‐ νερούς, αὐστηροὺς πρὸς συνουσίας, ἀσυμπεριφόρους,
5μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεο‐ προσπλόκους, σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας, ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπι‐

3

.

14

.

17

λογιστικούς, εὐλαβεῖς, ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων λά‐ γνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκαθάρ‐ τους, πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς
5θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σα‐ θρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθε‐ μίτους, πρὸς τὰς συνελεύσεις διατιθέντας καὶ διατιθε‐ μένους οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ
10φύσιν, πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θη‐ ριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητι‐ κούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπί‐ στους, διαβολικούς, φαρμακούς, παντοποιούς· τῷ δὲ τοῦ

3

.

14

.

18

Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων ζητητικούς, φιλιάτρους, μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερα‐ τουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοι‐
5κητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλοφρόνους, φιλοπράκτους, ἐπιτευκτι‐

3

.

14

.

19

κούς, ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλε‐ εῖς, ταῖς ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους, ἀνευφράντους, νυκτιρέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας, μαγικούς, φαρμακευτάς, πλαστο‐
5γράφους, ῥᾳδιουργούς, ἀποτευκτικούς τε καὶ εὐεμπτώτους.

3

.

14

.

20

ὁ δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ μεγαλο‐ ψύχους, χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστι‐ κούς, φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθερίους, δικαί‐
5ους, μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας, φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς.

3

.

14

.

21

ἐπὶ δὲ τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον μέντοι καὶ ἀνεπιφαντότερον καὶ ἀκριτώτερον, οἷον ἀντὶ μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δεισιδαι‐
5μονίαν, ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴη‐ σιν, ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας
φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν, καὶ ὅσα τούτοις παραπλήσια.

3

.

14

.

22

τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων δια‐ θέσεων ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητι‐ κούς, κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους, παρρησιαστάς, πρακτικούς, ἐλεγκτικούς, ἀνυτικούς, φιλο‐
5νείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νι‐ κητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικοὺς

3

.

14

.

23

καὶ κριτικοὺς καὶ ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ὑβρι‐ στάς, ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐρι‐ στικούς, μονοπόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς,
5ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς, ἐμπατάκτους, μεμψιμοίρους, ἀσώτους, ληρώ‐

3

.

14

.

24

δεις καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους. τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέ‐ σεων ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλο‐ τέκνους, φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρό‐
5φους, εὐήθεις, εὐεργετικούς, ἐλεητικούς, ἀκάκους, φιλο‐ θέους, ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους
καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσε‐
10βεῖς, φιλοδικαίους, φιλοκώμους, φιλοδόξους καὶ ὅλως

3

.

14

.

25

καλούς τε καὶ ἀγαθούς, ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δα‐ πάνους, καταγυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥᾳθύμους, ἀσώτους,
5ἐπιμώμους, ἐμπαθεῖς, καλλωπιστάς, γυναικονοήμονας, ἱερῶν ἐγκατόχους, προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς συμφορὰς ἐλευθεριω‐

3

.

14

.

26

τέρους· τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐν‐ δόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόγους, γεω‐ μέτρας, μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς,
5εὐεργετικούς, ἐπιτροπικούς, χρηστοήθεις, φιλοδώρους, φιλόχλους, εὐεπιβούλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλ‐ οικείους, εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς·

3

.

14

.

27

ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους,
εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους, προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, ὑποκεκινημένους,
5πολυίστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις.

3

.

14

.

28

ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ γενναίους, ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους,
5μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραν‐ νικούς, δράστας, ὀργίλους, ἡγεμονικούς, ἐπὶ δὲ τῆς ἐν‐ αντίας ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δα‐ πάνους, κραυγαστάς, πλήκτας, προπετεῖς, μεθύσους, ἅρπαγας, ἀνελεήμονας, κακούργους, τεταραγμένους, μα‐

3

.

14

.

29

νιώδεις, μισοικείους, ἀθέους. τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάρι‐ τας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους, εὐφροσύνους, παιγνιώδεις, ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς, ἐρωτι‐
5κούς, φιλοτέκνους, μιμητικούς, ἀπολαυστικούς, διασκευ‐ αστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς ἀφρο‐ δισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους καὶ νουνεχεῖς καὶ δυσεξελέγκτους καὶ ἀδιακρίτους, ἔτι
δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δα‐

3

.

14

.

30

πάνους τε καὶ ὀξυθύμους καὶ ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, διασύρ‐ τας, μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπο‐ νοθευτὰς οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσ‐
5κορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορεῖς γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους

3

.

14

.

31

καὶ ἀσελγαίνοντας. τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους, ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς, ἐπιπόνους, πανούργους, προγλώσ‐
5σους, ἐπιθετικούς, δολίους, ἀστάτους, μεθοδευτάς, κακο‐ τέχνους, ὀξύφρονας, ἐξαπατητάς, ὑποκριτικούς, ἐνεδρευ‐ τάς, κακοτρόπους, πολυπράγμονας, φιλοπονήρους, ἐπι‐ τευκτικοὺς δ’ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους καὶ εὐσυνδεξιάστους καὶ ὅλως ἐχθρῶν μὲν βλαπτικούς,

3

.

14

.

32

φίλων δὲ εὐποιητικούς, ἐπὶ δὲ τῶν ἐναντίων δαπάνους, πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελη‐ τικούς, ἐμπατάκτους, παρακεκινημένους, ψεύστας, κλέπ‐ τας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς,
5θεατροκόπους, ἐφυβρίστους, λῃστρικούς, τοιχωρύχους, μιαιφόνους, πλαστογράφους, ῥᾳδιουργούς, γόητας, μά‐
γους, φαρμάκους, ἀνδροφόνους.

3

.

14

.

33

ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσ‐ ηνεῖς, ἀγαθούς, τρυφητάς, λογίους, καθαρίους, εὐφροσύ‐ νους, φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχ‐
5νους, φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλ‐ λάκτους, ἐπιτευκτικοὺς καὶ ὅλως ἐπαφροδίτους, ἐπὶ δὲ τῆς ἐναντίας ῥᾳθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυ‐ ναικώδεις, ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους,

3

.

14

.

34

ἀνεπιφάντους, ἐπονειδίστους. τῷ δὲ τοῦ Ἑρμοῦ συνοι‐ κειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημονικούς, εὐφυεῖς, ποιητικούς, φι‐ λομούσους, φιλοκάλους, χρηστοήθεις, ἀπολαυστικούς,
5τρυφεροδιαίτους, εὐφροσύνους, φιλοφίλους, εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβούλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους, τοῖς ἤθεσι σπουδαίους,
10φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς

3

.

14

.

35

δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους, ἐπὶ δὲ τῆς ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους, ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς, ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους, ἐπιβου‐
5λευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς, γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς, ὑπομα‐ λάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλλήτους, παντο‐ πράκτας καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑπο‐ κρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις διατιθεμένους
10τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζο‐ μένους.

3

.

14

.

36

ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυίστορας, εὑρετικούς, ἐμπείρους, λογικούς, φυσιολόγους, θεωρητι‐
5κούς, εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς, ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμητάς, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωρο‐ κάκους, ἄφρονας, ἁμαρτωλούς, ψεύστας, ἀδιαφόρους,
10ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφα‐
λερούς τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι.

3

.

14

.

37

τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ ἡ τῆς σελήνης κατάστασις, ἐπειδήπερ ἐν μὲν ταῖς καμπίαις τυγχάνουσα τοῦ τε νοτίου καὶ βορείου πέρατος συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτε‐
5ρον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον, ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον· ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φώτων αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφα‐ νέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον, ἐν
10δὲ ταῖς μειώσεσι τῶν φώτων ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον καὶ

3

.

14

.

38

εὐλαβέστερον καὶ ἀνεπιφανέστερον· συμβάλλεται δὲ καὶ ὁ ἥλιος συνοικειωθείς πως τῷ τῆς ψυχικῆς κράσεως οἰκο‐ δεσποτήσαντι κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον καὶ ἀνυτικώτερον καὶ τιμητικώτερον
5καὶ σεμνότερον καὶ θεοσεβέστερον, κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσεμνότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσ‐
κατορθώτερον.

3

.

15

T

Περὶ παθῶν ψυχικῶν.

3

.

15

.

1

Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε
5ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων, ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλ‐ λήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καθυπερ‐ τερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων πα‐
10θῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας.

3

.

15

.

2

τὰ μὲν οὖν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριται τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης, ἐπειδήπερ
5ἤδη τις ἂν εἰκότως εἴποι πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἤτοι ἐλλείποντα ἢ καὶ πλεονάζοντα τῆς μεσότητος· τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοση‐ ματώδη καὶ παρὰ ὅλην τὴν φύσιν καὶ περὶ αὐτὸ τὸ δια‐ νοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικὸν ὡς ἐν

3

.

15

.

3

τύπῳ τοιαύτης ἔτυχε παρατηρήσεως. ἐπιληπτικοὶ μὲν γὰρ
ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρί‐ ζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν
5δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύ‐ οντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς ᾖ τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἢ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ
10ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες οἱ κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μά‐

3

.

15

.

4

λιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι. μόνοι μὲν οὖν οἱ κακο‐ ποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ δια‐
5νοητικοῦ τῆς ψυχῆς νοσήματα· συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβι‐ κῶν μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιω‐ τικοῖς κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη. ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν
10ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς ἢ φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θε‐

3

.

15

.

5

ῶν ἐπικουρίας, ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρω‐ μένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα καὶ πο‐ λυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κιν‐
5δύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλο‐ τριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ

3

.

15

.

6

αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν. ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων οἱ μὲν ἡλίου καὶ οἱ τοῦ Ἄρεως πρὸς τὰς μανίας μάλιστα συνεργοῦσιν, οἱ δὲ τοῦ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, οἱ δὲ τῆς
5Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ Κρόνου καὶ σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ τὰς δαιμονιοπληξίας.

3

.

15

.

7

ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ’ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιού‐ τοις ἐστὶν εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχη‐ ματισμῶν, ἡ δὲ τῶν περὶ τὸ παθητικὸν κατὰ τοῦτο πά‐
5λιν τὸ ἐξαίρετον θεωρουμένη καταφαίνεται μάλιστα περὶ τὰς κατ’ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβο‐ λὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ
ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ τοῦ Ἑρμοῦ
10παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφρο‐

3

.

15

.

8

δίτης πρὸς αὐτοὺς συνοικειώσεως· τούτων γὰρ οὕτως ὑπ’ ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς ᾖ ζῳδίοις, οἱ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς
5τῆς ψυχῆς, καὶ δραστικώτερον, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ἠρρενω‐ μένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα
10τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τρι‐

3

.

15

.

9

βάδες· διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας, κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾖ, λάθρᾳ καὶ οὐκ ἀναφανδόν, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς, ὥστε ἐνίοτε καὶ νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας

3

.

15

.

10

ἀναδεικνύειν. τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκ‐ κείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίοις ὑπαρχόντων μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τε‐
5θηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾖ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοι‐ χάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς
μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾖ ἐάν τε παράνομον, ἀπ‐
10έχεσθαι τῶν ἀφροδισίων, οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λε‐

3

.

15

.

11

ληθότως. ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾖ τεθηλυσμένος, ἄν‐ τικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα καθ’ ἑκάτερον εἶδος ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύ‐ κοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλό‐
5μενοι μέχρι τῆς κατὰ τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολι‐ κοὶ καὶ ἑῷοι σχηματισμοί, τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ

3

.

15

.

12

τὸ κατασταλτικώτερον· ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε‐ ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέ‐ φυκε συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον
5καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ‐ μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ‐
κινητότερον καὶ πολυτροπώτερον καὶ εὖ προσκοπώτερον.

4

T

1

ΒΙΒΛΙΟΝ Δʹ

4

C

T

Τάδε ἔνεστιν ἐν τῷ δʹ βιβλίῳ.

4

C

1

προοίμιον.

4

C

2

περὶ τύχης κτητικῆς.

4

C

3

περὶ τύχης ἀξιωματικῆς.

4

C

4

περὶ πράξεως ποιότητος.

4

C

5

περὶ συναρμογῶν.

4

C

6

περὶ τέκνων.

4

C

7

περὶ φίλων καὶ ἐχθρῶν.

4

C

8

περὶ ξενιτείας.

4

C

9

περὶ θανάτου ποιότητος.

4

C

10

περὶ χρόνων διαιρέσεως.

4

.

1

T

Προοίμιον.

4

.

1

.

1

Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ‐ νεσιν, ὅσα τῆς συστάσεώς ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν
5δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων
διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ’ ὥσπερ ἡ μὲν κτη‐ τικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς.

4

.

2

T

Περὶ τύχης κτητικῆς.

4

.

2

.

1

Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν
5ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δι’ ἃς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὖν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ‐ νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα
10τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἢ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας

4

.

2

.

2

αἱρέσεως. ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μά‐ λιστα, ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέν‐ τες, ἀλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν
5ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ ἐπιτροπειῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν καὶ γυναικείων δωρεῶν,

4

.

2

.

3

ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν. ἰδίως δ’ ὁ τοῦ Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν τῷ τοῦ Διὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλιστα ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ τοῦ τοῦ Διὸς ἐν δισώμῳ
5ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης ἐπέχον‐

4

.

2

.

4

τος· τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκο‐ δεσπόταις τὰς μαρτυρίας τῶν οἰκοδεσποτειῶν αὐτοῖς τύ‐ χωσι ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττου‐
5σιν, ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέ‐ σεις ποιοῦνται, τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορὰς προσνεύσεως.

4

.

3

T

Περὶ τύχης ἀξιωματικῆς.

4

.

3

.

1

Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως [αὐτοῖς]· ἐν ἀρρενι‐ κοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ
5ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά‐
λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, σελήνη〈σ〉

4

.

3

.

2

δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζων‐ ται, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦ‐
5σι, καὶ ἔτι μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δε‐ ξιοὶ τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ᾖ ἐν ἀρρενικῷ ἡ δὲ σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, ἡγεμόνες μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι, ἐὰν

4

.

3

.

3

δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεν‐ τροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορι‐ κοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς ἢ ἱερατικοῖς καὶ

4

.

3

.

4

οὐχὶ τοῖς ἡγεμονικοῖς. ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ᾖ ἐπίκεν‐ τρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγω‐
5γαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέν‐ τροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαί‐ μονες γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων
10μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ

4

.

3

.

5

μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν. ὁ μὲν οὖν καθ‐ όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον
5ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυ‐ φορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας

4

.

3

.

6

τῶν δορυφορήσεων· ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρε‐ σιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεν‐ τικώτερον καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολου‐ θεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑπο‐
5τεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συν‐ αγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἢ
10ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.

4

.

4

T

Περὶ πράξεως ποιότητος.

4

.

4

.

1

Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ
τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου· σκοπεῖν γὰρ δεήσει τόν τε φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος,
5ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ᾖ ἀστὴρ ὁ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνῳ προσχρηστέον, ὁμοίως δέ, κἂν τὸ ἕτερον μηδὲ εἷς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνῳ, ἐὰν δὲ ἕτερος ᾖ ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανή‐
10ματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσ‐ χρηστέον τὰ πρωτεῖα διδόντας τῷ κατ’ ἐπικράτησιν πλεί‐ ους ἔχοντι ψήφους οἰκοδεσποτείας, καθ’ ὃν προεκτεθεί‐

4

.

4

.

2

μεθα τρόπον· ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς· ἄπρακτοι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι γίνονται.
5ὁ μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτείαν ἀστὴρ λαβὼν οὕτως ἡμῖν διακριθήσεται, τὸ δὲ ποῖον τῶν πράξεων ἔκ τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφρο‐ δίτης καὶ Ἑρμοῦ καὶ τῆς τῶν ζῳδίων, ἐν οἷς ἂν τύχωσι παραπορευόμενοι.

4

.

4

.

3

ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ
5ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους, κἂν μὲν ὃ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειροκρίτας ἢ ἐν ἱεροῖς τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν, ἐὰν δὲ ὁ τοῦ Διός, νομογράφους, ῥήτορας, σοφιστὰς μετὰ προσώπων
10μειζόνων ἔχοντας τὰς ἀναστροφάς.

4

.

4

.

4

ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ τοὺς παρ’ ὀσμαῖς ἀνθέων ἢ μύρων ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κοσμίοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας, στεφανοπλόκους, ἐκδοχέας, οἰνεμπόρους,
5φαρμακοπώλας, ὑφάντας, ἀρωματοπώλας, ζωγράφους, βαφέας, ἱματιοπώλας· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυ‐ ρήσῃ ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον γοήτας δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοί‐ ων τούτοις πορίζοντας. ἐὰν δὲ ὁ τοῦ Διὸς ἀθλητάς, στε‐
10φανηφόρους, τιμῶν καταξιουμένους, ὑπὸ θηλυκῶν προ‐ σώπων προβιβαζομένους.

4

.

4

.

5

ὁ δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου σχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ οἷον μαγείρους, χω‐ νευτάς, καύστας, χαλκέας, μεταλλευτάς· χωρὶς δὲ τοῦ ἡλίου τυχὼν τοὺς διὰ σιδήρου οἷον ναυπηγούς, τέκτονας,
5γεωργούς, λατόμους, λιθοξόους, λαοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς. κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, ζωγρά‐ φους, θηριοτρόφους, μαγείρους, παρασχίστας. ἐὰν δὲ ὁ τοῦ Διὸς στρατιώτας, ὑπηρέτας, τελώνας, πανδοκέας,
10πορθμέας, φυσιουργούς.

4

.

4

.

6

πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέν‐ των ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης λά‐ βωσι τὴν οἰκοδεσποτείαν, ἀπὸ μούσης καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις
5καὶ μάλιστα ὅταν τοὺς τόπους ὦσιν ἀμφιλελαχότες· ἀπο‐ τελοῦσι γὰρ θυμελικούς, ὑποκριτάς, σωματεμπόρους, ὀρ‐ γανοποιούς, χορδοστρόφους, ὀρχηστάς, ὑφάντας, κηρο‐ πλάστας, ζωγράφους· κἂν μὲν ὁ τοῦ Κρόνου πάλιν αὐ‐ τοῖς μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ προειρημένα γένη
10καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους, ἐὰν δὲ ὁ τοῦ Διός, δικολόγους, λογιστηρίων προισταμένους, ἐν δημοσίοις ἀσχολουμένους, παίδων διδασκάλους, ὄχλων

4

.

4

.

7

προεστῶτας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως, ποιοῦσιν ἀνδριαν‐ τοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαι‐
στάς, ἰατρούς, χειρουργούς, κατηγόρους, μοιχικούς, κακο‐
5πράγμονας, πλαστογράφους· κἂν μὲν ὁ τοῦ Κρόνου αὐ‐ τοῖς μαρτυρήσῃ, φονέας, λωποδύτας, ἅρπαγας, λῃστάς, ἀπελάτας, ῥᾳδιουργούς, ἐὰν δὲ ὁ τοῦ Διός, φιλόπλους ἢ φιλομονομάχους, δράστας, δεινούς, φιλοπράγμονας, ἀλ‐ λοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζον‐

4

.

4

.

8

τας. ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν οἰκοδεσποτείαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας, μυρεψούς, κασσιτεροποιούς, μολυβδουργούς, χρυσοχό‐ ους, ἀργυροκόπους, γεωργούς, ὁπλορχηστάς, φαρμακοποι‐
5ούς, ἰατρούς, τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρω‐ μένους, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούς, τυμβαύλας, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοί, τὰς ἀναστροφὰς ποιουμένους, ἐὰν δὲ ὁ τοῦ Διός,
10ἱεροπροσπλόκους, οἰωνιστάς, ἱεροφόρους, γυναικῶν προισταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ διὰ τῶν τοιούτων ζῶντας ἀπολαυστικῶς ἅμα καὶ ῥιψο‐

4

.

4

.

9

κινδύνως. καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράτ‐
τειν παρέχοντες, αἱ κατ’ εἶδος ἰδιοτροπίαι συλλαμβάνον‐ ταί τι πρὸς τὸ ποικίλον τῶν πράξεων· τὰ μὲν γὰρ ἀν‐ θρωπόμορφα συνεργεῖ πως πρὸς πάσας τὰς ἐπιστημονικὰς
5καὶ πρὸς τὴν ἀνθρωπίνην χρείαν καταγινομένας, τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ ἐμπορικὰς καὶ οἰκο‐ δομικὰς καὶ τεκτονικάς, τὰ δὲ τροπικὰ καὶ ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ μετρητικὰς καὶ γεωργικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ τὰ κάθυγρα
10πρὸς τὰς ἐν ὑγροῖς καὶ δι’ ὑγρῶν καὶ τὰς βοτανικὰς καὶ ναυπηγικάς, ἔτι τε περὶ ταφὰς ἢ ταριχείας ἢ ἁλείας ἢ

4

.

4

.

10

ψυλλίας. ἰδίως δὲ πάλιν, ἐὰν ἡ σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, ἐν μὲν τῷ Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ Καρκίνῳ ποιεῖ μάντεις, θύτας, λεκανομάντεις, ἐν δὲ Το‐
5ξότῃ καὶ Ἰχθύσιν νεκρομάντεις καὶ δαιμόνων κινητικούς, ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρολόγους, ἀπο‐ φθεγγομένους, προγνώσεις ἔχοντας, ἐν δὲ Ζυγῷ καὶ Κριῷ

4

.

4

.

11

καὶ Λέοντι θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι, τὸ δὲ
μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων
5δυνάμεως· ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι ποι‐ οῦσι τὰς πράξεις αὐθεντικάς, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων ὑποπρακτικάς, καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερ‐ δεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτους, ὑπὸ δὲ κακοποι‐
10ῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφα‐

4

.

4

.

12

λεῖς, Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρω‐ ματοκρασίας, Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοη‐ σίας, ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς ταπεινώσεως πά‐
5λιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέ‐ σεως.

4

.

5

T

Περὶ συναρμογῶν.

4

.

5

.

1

Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώ‐ σεων οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν
5τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλον‐
τας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου

4

.

5

.

2

συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα, ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύ‐ χῃ, μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυ‐ μόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν
5ἐπέχουσα, πολυγάμους. κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχον‐ τες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσιν, λαμβάνουσιν γυναῖκας ἀγαθάς,

4

.

5

.

3

ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ ἀνυποτάκτους, Ἀφροδίτη δὲ ἱλαρὰς καὶ εὐμόρφους καὶ
5ἐπιχαρίτους, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ Ἀφρο‐ δίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως θυμικὰς

4

.

5

.

4

καὶ ἀστάτους καὶ ἀγνώμονας. ἐπὶ δὲ τῶν γυναικῶν ἀφ‐ ορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτως διακείμενον ἤτοι νεογάμους ἢ νεω‐
5τέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους
ἢ πρεσβυτέροις παρ’ ἡλικίαν ζευγνυμένας, καὶ ἐν μὲν μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ τῶν ἑῴων ἀστέρων συν‐ άπτων μονογάμους, ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ

4

.

5

.

5

καὶ πλείοσιν ἑῴοις συσχηματισθεὶς πολυγάμους. Κρόνου μὲν οὖν ὡσαύτως τῷ μὲν ἡλίῳ συσχηματισθέντος λαμ‐ βάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλο‐ πόνους, Διὸς δὲ σεμνοὺς καὶ μεγαλοψύχους, Ἄρεως δὲ
5δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους, Ἀφροδίτης δὲ καθαρίους καὶ εὐμόρφους, Ἑρμοῦ δὲ βιωφελεῖς καὶ ἐμ‐ πράκτους, Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ εὐλαβεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ Ἄρεως θερ‐ μοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ Ἑρμοῦ περὶ

4

.

5

.

6

παῖδας ἐπτοημένους. λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τε‐ ταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ καὶ τοῦ δύνοντος, ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου
5μέχρι τῶν διχοτόμων, λιβικὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντι‐ κείμενα. διαμένουσι μὲν οὖν ὡς ἐπίπαν αἱ συμβιώσεις, ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμε‐ να τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ᾖ ἀλλή‐ λοις ἢ ἑξάγωνα, καὶ μάλιστα, ὅταν ἐναλλὰξ τοῦτο συμ‐
10βαίνῃ, πολὺ δὲ πλεῖον, ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς

4

.

5

.

7

γυναικὸς ἡλίῳ. διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλ‐ λοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέ‐
τροις ἢ τετραγώνοις. κἂν μὲν τοὺς συμφώνους τῶν φώ‐
5των συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεω‐ ρήσωσιν ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς δια‐ μονὰς συντηροῦσιν, ἐὰν δὲ οἱ κακοποιοί, μαχίμους καὶ

4

.

5

.

10

ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώ‐ νων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαν‐ τες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦ‐ σιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσ‐

4

.

5

.

11

ηνὲς καὶ τὸ φιλόστοργον. οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις· τοῦ μὲν οὖν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γινομένου περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ τοῦ τῆς Ἀφροδί‐
5της ἐπιμοιχίαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατ’ ἄλλον οἱονδήποτε τρόπον γινομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου· συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας

4

.

5

.

12

καὶ νομίμους ποιοῦσι· συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ
5ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδήπερ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους, ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ
Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ περιβοησίας, ἐν δὲ τοῖς ἐπικοίνοις καὶ
10συνοικειουμένοις ζῳδίοις, Αἰγόκερω Ἰχθύσιν, ἀδελφῶν

4

.

5

.

13

ἢ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. μετὰ δὲ τοῦ τοῦ Κρόνου
5πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς,
10ἂν δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας ἢ νεωτέ‐ ρους, ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυ‐

4

.

5

.

14

τέρους. ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου, τουτέστιν Αἰγόκερω καὶ Ζυγῷ, συγγενικὰς ποιοῦσιν τὰς συνελεύσεις. ὡροσκοπή‐ σαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ
5σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν, ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατράσιν ἀδελφῶν ἢ
10γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελ‐

4

.

5

.

15

φοῖς ἢ πατρῴοις. ἐὰν δὲ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ δια‐ θεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ’
5ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπρο‐ σθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς ὑάδος καὶ τῆς κάλ‐ πιδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου

4

.

5

.

16

τοῦ Αἰγόκερω. κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τό‐ πων προάγουσι, κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβι‐
5κοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους, Ἄρεως δὲ προσόντος ἀποκόπους ἢ τριβάδας· καὶ καθόλου δὲ παντοδαπήν τινα διάθεσιν

4

.

5

.

17

πρὸς τὰ ἀφροδίσια ἕξουσιν. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διὸς καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης
5τῆς φυσικῆς χρείας στοχαζομένους, μετὰ Κρόνου δὲ μό‐ νου μὲν τυχὼν εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται, συσχηματιζομένων δὲ Ἀφροδίτης καὶ Διὸς

4

.

5

.

18

εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντι‐ ληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλασσομένους, μετὰ μόνης δὲ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος
τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥᾳθύμους καὶ πανταχόθεν
5ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους, κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θη‐ λείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοι γε πρὸς οὐδέτερα τὰ πρόσωπα, ἐὰν δὲ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς, θηλυκῶν δὲ ὄντων τῶν

4

.

5

.

19

ζῳδίων καὶ αὐτοὺς διατιθεμένους, ἐὰν δὲ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄν‐ των τῶν ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις
5ἢ ἀλλοφύλοις συνερχομένους, ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερ‐

4

.

5

.

20

εχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις. ἐπὶ δὲ τῶν γυναικῶν ὁ τῆς Ἀφροδίτης ἐπισκεπτέος· συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ σώφρονας καὶ καθα‐ ρίους ποιεῖ περὶ τὰ ἀφροδίσια, καὶ τοῦ τοῦ Κρόνου δὲ
5ἀπόντος τῷ τοῦ Ἑρμοῦ συνοικειωθεὶς κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ

4

.

5

.

21

αἰσχρὸν φυλασσομένας· Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους, κατα‐ φερεῖς καὶ μᾶλλον ῥᾳθύμους, ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ,
5συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον, κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς, ἐὰν δὲ ἠρρενωμένοι, καὶ

4

.

5

.

22

πρὸς τὸ διατιθέναι γυναῖκας. ὁ μέντοι τοῦ Κρόνου τοῖς
προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς ᾖ τεθηλυσμένος, ἀσελγειῶν μόνος αἴτιος γίνεται, ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ ἐπι‐
5ψόγων ἐραστὰς ἀπεργάζεται, τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπται‐ στότερον.

4

.

6

T

Περὶ τέκνων.

4

.

6

.

1

Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς δια‐
5μέτροις αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρ‐ μοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπί‐ κοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾖ, ἀφαιρέ‐

4

.

6

.

2

την δ’ ὅταν δυτικός. οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μοναχὰ διδόασι τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις, ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ
5Καρκίνῳ καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενω‐ μένοι τοῖς τε ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα, τεθηλυσμένοι δὲ θήλεα, καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν ἢ καὶ ἐν στειρώδεσι ζῳδίοις τυχόντες, οἷον Λέοντι ἢ Παρθένῳ, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδὲ

4

.

6

.

3

ἐπὶ διαμονῇ. ἥλιος δὲ καὶ οἱ κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερ‐ τέρητοι, τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν
5δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθο‐ ποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγο‐

4

.

6

.

4

χρόνια. τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται ἢ πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν
5εὑρίσκωμεν ἤτοι πλείους ἢ δυνατωτέρους ἐν τῷ ἀνατο‐ λικωτέρους ὑπάρχειν ἢ ἐπικεντροτέρους ἢ καθυπερτερεῖν

4

.

6

.

5

ἢ ἐπαναφέρεσθαι. ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρη‐ μένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς
5τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα.

4

.

6

.

6

κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης κατα‐ λαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ
5καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως δέ, κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελ‐ φοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι·

4

.

6

.

7

τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμε‐ νος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέ‐ σεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.

4

.

7

T

Περὶ φίλων καὶ ἐχθρῶν.

4

.

7

.

1

Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ
5μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρα‐ τηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ

4

.

7

.

2

τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης, ἐπειδή‐ περ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες ἢ οἱ πλείους, καὶ μάλιστα, ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ἑπτακαίδεκα
5μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους
καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους, κατὰ δὲ τῶν ἀσυν‐ δέτων ἢ τῶν διαμετρούντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους, μηδετέρως δὲ τυχόντες, ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις δωδεκατημορίοις,

4

.

7

.

3

εἰ μὲν ἐν τοῖς τριγώνοις εἶεν ἢ ἐν ἑξαγώνοις, ἥττονας ποιοῦσι τὰς συμπαθείας, εἰ δὲ ἐν τοῖς τετραγώνοις, ἥτ‐ τονας τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ὑποσιωπήσεις καὶ μικρολογίας, ὅταν
5οἱ κακοποιοὶ τὸν σχηματισμὸν παροδεύωσιν, ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγα‐

4

.

7

.

4

θοποιῶν τοῖς σχηματισμοῖς ἐπεμβάσεις. ἐπεὶ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία ἢ γὰρ διὰ προαίρεσιν οὕτως ἔχου‐ σι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ ἡδονὴν καὶ λύπην· ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων
5οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγε‐ ται τῶν εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ οἱ τῶν φώτων μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δέ, ὅταν μὲν οἱ τῶν κλήρων τῆς τύχης,
10διὰ χρείαν, ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δι’ ἡδονὰς ἢ

4

.

7

.

5

λύπας. παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρή‐
σεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ᾖ ἡ τοῦ σχηματισμοῦ καθυπερτέρησις, —ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴ‐
5διον, —ἢ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον

4

.

7

.

6

ἀποδοτέον. ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτ‐ έστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως
5ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψε‐

4

.

7

.

7

ως. Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως ἢ γεωργίας ἢ κλη‐ ρονομίας, Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν, Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς
5διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας, Κρό‐
νος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν

4

.

7

.

8

καὶ λῆψιν καὶ ἐμπορίαν ἢ μυστήρια, Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν ἢ τῶν τοιούτων, Ζεὺς δὲ
5καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπι‐ πλοκὰς τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρ‐
10μάκων ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων

4

.

7

.

9

ἢ θηλυκῶν προσώπων. τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναν‐ τιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέσσαρας τόπους
5διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν ἢ τῶν κλή‐ ρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέ‐ ροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους
10τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.

4

.

7

.

10

Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ
κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπι‐ θεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν
5αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος καὶ μάλιστα, ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.

4

.

8

T

Περὶ ξενιτείας.

4

.

8

.

1

Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλι‐ στα δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται
5δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς

4

.

8

.

2

φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν. ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιοῦσι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθο‐
5ποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ ἐπιφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ τῆς ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους, κακοποιῶν δὲ ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ
ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπι‐
10σκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ’ ἐπικράτη‐ σιν τῶν τοῖς αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ

4

.

8

.

3

ἐν τοῖς πρώτοις διωρισάμεθα. ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φώτων εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει, ἐν δὲ τοῖς
5τῶν λιβικῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρ‐ κτους καὶ δυσμάς· κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενι‐ τείαν ποιήσαντα ζῴδια ἤτοι αὐτὰ ἢ οἱ οἰκοδεσποτήσαν‐ τες αὐτῶν ἀστέρες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιή‐ σονται τὰς ἀποδημίας, ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συν‐

4

.

8

.

4

εχῶς καὶ ἐπὶ πλεῖστον χρόνον. Ζεὺς μὲν οὖν καὶ Ἀφρο‐ δίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμή‐ ρεις ποιοῦσι τὰς ὁδοιπορίας, ἤτοι γὰρ ὑπὸ τῶν προεστώ‐
5των ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας, προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δι’ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ

4

.

8

.

5

καὶ τιμαὶ προσγίνονται· Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόν‐ τες τὰ φῶτα, καὶ μάλιστα ἂν διαμηκίζωσιν ἀλλήλοις, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυ‐
λίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις
5διὰ δυσπλοιῶν καὶ ναυαγιῶν ἢ πάλιν δυσοδιῶν καὶ ἐρή‐ μων τόπων, ἐν δὲ τοῖς στερεοῖς διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων, ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερι‐ νοῖς δι’ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστά‐ σεις, ἐν δὲ τοῖς ἀνθρωποειδέσι διὰ λῃστήρια καὶ ἐπιβου‐
10λὰς καὶ συλήσεις, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφ‐

4

.

8

.

6

όδους ἢ σεισμούς, Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρ‐ πετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι τῆς μὲν τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε
5βλαβερὰ ᾖ, ἰδιοτροπίας ἐκ τῆς περὶ τὸ αἴτιον διαφορᾶς καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως ἢ σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότη‐
10τος· καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτου ὑποτετυπώσθω.

4

.

9

T

Περὶ θανάτου ποιότητος.

4

.

9

.

1

Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θα‐ νάτων ἐπισκέψεως προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων, πότερον κατὰ ἄφε‐
σιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ
5τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δῦνον κατα‐

4

.

9

.

2

φοράν, αὐτὸν τὸν δυτικὸν τόπον. ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων
5ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμά‐ των τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδια‐

4

.

9

.

3

κῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν. ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδρω‐
5πικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι

4

.

9

.

4

κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται· ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος ἀμε‐

4

.

9

.

5

τρίαν ἢ δυσωδίαν ἐπισυμπίπτουσιν· ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυϊκῶν διαθέσεων καὶ αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπε‐
5λάτων καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρω‐ σιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·

4

.

9

.

6

ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ λειχήνων καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θα‐ νάτους, ἔτι δὲ καὶ διὰ νομῶν καὶ συρίγγων καὶ φαρμά‐ κων δόσεων, καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθα‐

4

.

9

.

7

ρέντος ἀποτελεῖται συμπτώματα· ὁ δὲ τοῦ Ἑρμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωμα‐ τισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νο‐ σημάτων, καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος

4

.

9

.

8

συνίσταται. ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθ‐
5υπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπισφαλέστερον ποιῆσαι

4

.

9

.

9

τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ ἐπισήμοις, ὅταν ἀμ‐ φότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τό‐ πων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες, ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ καὶ τὴν
5σελήνην ἢ καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συν‐ ισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων ἐπι‐ μαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοι‐ πῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς

4

.

9

.

10

περιεχόντων ζῳδίων. ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγ‐ γαλιαῖς ἀπολλυμένους, ὁμοίως δέ, κἂν δύνῃ τῆς σελήνης
5ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς ἐπιμαρ‐ τυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας δὲ ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ
10δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακε‐

4

.

9

.

11

τῶν ἰοβόλων ἀποθνῄσκοντας, Ἀφροδίτης δὲ αὐτοῖς προσ‐ γενομένης ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν, ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδα‐
5σιν ἀποπνιγομένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ ἡλίου τῷ τοῦ Ἄρεως ὑπὸ συμπτώσεων καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσου‐ ρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζο‐

4

.

9

.

12

μένους. ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρ’ αἵρεσιν ἢ τῇ σε‐ λήνῃ τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρω‐ ποειδέσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους,
5διὰ γυναῖκας δὲ ἢ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τού‐
τοις συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούρ‐ γων ἀπολλυμένους, ἐπὶ δὲ τῶν μελεοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ Περσέως ἀπο‐
10κεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν καὶ σπα‐

4

.

9

.

13

σμοῖς ἀποθνῄσκοντας, ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντι‐ μεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνον‐ τος ἢ ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς
5τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρ‐

4

.

9

.

14

μάτων ἀποθνῄσκοντας. τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρ‐ τυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλ‐ λυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων· συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως διαμη‐
5κίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετι‐ κοῦ τόπου τυχόντα γινομένης ἢ καὶ πολλῶν τῶν θανατι‐ κῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποῖον ἢ κατὰ

4

.

9

.

15

τὸ πόσον ἀποτελουμένων, ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τὰ ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ
5τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναι‐
ρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων ἐν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, μάλισθ’ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα
10τύχῃ τοὺς εἰρημένους τόπους.

4

.

10

T

Περὶ χρόνων διαιρέσεως.

4

.

10

.

1

Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ’ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ ἐν ἀρχῇ προεθέμεθα, τῶν καθ’ ὅλα μέρη λαμβανομένων πραγματειῶν λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν
5τρόπον, ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους

4

.

10

.

2

ἐκτεθειμέναις πραγματείαις. ὥσπερ τοίνυν καὶ ἐπὶ πάν‐ των ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐ‐ τῶν, ᾗ τὰ καθ’ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς
5γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς

4

.

10

.

3

τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς, καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ ποτὲ τὸν μὲν ἐν Αἰθιοπίᾳ γεννώμενον φέρε εἰπεῖν λευκό‐
5χρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν ἢ τὸν Γαλάτην μελάγχροα ἢ οὐλοκέφαλον, ἢ τούτους μὲν ἡμέ‐
ρους τοῖς ἤθεσιν καὶ φιλολόγους ἢ φιλοθεωρούς, τοὺς δὲ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαι‐ δεύτους, ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον
10ἐπὶ τῶν συμβιώσεων λόγου χάριν τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ, καὶ ὅλως προδιαλαμβάνειν τὰς καθόλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέ‐

4

.

10

.

4

ρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν· τὸν αὐτὸν τρό‐ πον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελε‐ σμάτων ἀναγκαῖον προυποτίθεσθαι καὶ σκοπεῖν, ὅπως
5μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὐτούς ποτε τῷ μὲν βρέφει πρᾶξιν ἢ γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιίαν ἤ τι τῶν νεανικωτέρων, ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεω‐
10ρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς

4

.

10

.

5

ἡλικίαις συμφύλων ἐφαρμόζωμεν· ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν διαφορῶν τῆς καθόλου φύσεως τῶν ἀνθρώπων ἐχομένη καθ’ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων ἀρχο‐
5μένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ’ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην, καὶ συμβέ‐
βηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύ‐
10σει τοῦ παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθόλου τῶν χρονικῶν ἐντεῦ‐ θεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων.

4

.

10

.

6

μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεσσάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ
5τὸ τῶν τροφῶν ὡς ἐπίπαν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν οἰκείως.

4

.

10

.

7

ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύ‐ τερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθ’ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ, τότε δια‐ νοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσ‐
5περ καὶ διαπλάττειν καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων ἐμφαίνει τὰς ἰδιοτροπίας διδασκαλίαις ἤδη καὶ παιδαγω‐ γίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς.

4

.

10

.

8

ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην
ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου, κίνησιν εἰκότως τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρω‐
5σιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευ‐ σιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονῆς ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία.

4

.

10

.

9

τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ βίου τε καὶ
5δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιστάτων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον.

4

.

10

.

10

μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ
5τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐν‐ διδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγ‐ γὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου
τῶν μεταχειριζομένων.

4

.

10

.

11

ἕκτος δὲ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκιν‐ δυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ
5εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπι‐ λογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριό‐ τητος ἀντιποιεῖσθαι παρασκευάζων μετ’ αἰδοῦς καὶ σε‐ μνοπρεπείας.

4

.

10

.

12

τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γερον‐ τικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς
5καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείας τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίῳ κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάν‐ τα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχε‐ λίας.

4

.

10

.

13

αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προυποτετυπώσθωσαν, τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι τὰς μὲν κατὰ
5τὸ προυποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν
ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς
10τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ’ ἀξίαν καὶ δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσου‐ ρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βιοῦ

4

.

10

.

15

διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιίας· οὕτω γὰρ ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμ‐ βαινόντων ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων συμπτω‐
5μάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν ἢ νόσῳ καταληφθεὶς κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέ‐ κνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν·

4

.

10

.

16

οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώ‐ ματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν
5τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν ἁπάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαν‐ τήσεις ἀγαθοποιῶν πάντων ἢ πάλιν κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκα‐ τέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς

4

.

10

.

17

ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν. τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον δια‐ κρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ
μόνον πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς
5χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον ἢ τετράγω‐ νον στάσιν συναντῶντας, ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον

4

.

10

.

18

καὶ ἑξάγωνον σχηματισμόν. καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ’ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετι‐ κῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν
5ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμβανο‐ μένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων

4

.

10

.

19

ἀστέρων. δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμον τοῖς χρόνοις τῶν
5μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς

4

.

10

.

20

χρόνων διωρισάμεθα. τοὺς μὲν οὖν καθολικοὺς χρονο‐ κράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ’ ἐνι‐ αυσίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα
5κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν
τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας
10εἴκοσι ὀκτώ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων

4

.

10

.

21

τόπων κατὰ ζῴδιον ἡμέρας δύο τρίτον. προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συλλαμβανομέ‐ ναις πρὸς τὰ τῶν καιρῶν ἀποτελέσματα, καὶ μάλιστα ταῖς
5μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τό‐ πους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ ταῖς τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρ‐ μοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρ‐

4

.

10

.

22

όδοις πρὸς τοὺς τῶν ἡμερησίων, καὶ ὡς τῶν μὲν καθ‐ ολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούν‐ των ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν
5φύσεων, τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀν‐

4

.

10

.

23

έσεις τῶν συμπτωμάτων ἀπεργαζομένων· τὸ μὲν γὰρ καθ‐ όλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτα‐ σιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ συνοι‐
5κειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ’ αὐτοῖς τοῖς τῆς γε‐ νέσεως τόποις, ὧν ἂν ἀπ’ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκο‐ δεσποτείαν, τὸ δέ, πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα, καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατό‐ ρων φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας εὐποιητι‐
10κῆς ἢ κακωτικῆς καὶ τῆς ἀπ’ ἀρχῆς πρὸς τὸν ἐπικρατού‐

4

.

10

.

24

μενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δέ, ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα, δείκνυται διὰ τῶν τῶν ἐνιαυσίων καὶ μηνιαίων ζῳδίων πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν
5κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων·

4

.

10

.

25

οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἰσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικοί, καθάπερ,
5ἐὰν ἐναντιωθῶσι, φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρ‐ όδοις κακῶν εἰσιν παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχη‐

4

.

10

.

26

ματισμοὺς οὐκέτι. κἂν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ, πολὺ δὲ πλεῖον,
5ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ’ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτείαν αὐτοῦ τετυχηκέ‐ ναι. κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν ἤτοι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων
10ἀφέσεων τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως

4

.

10

.

27

ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες. ὁ μὲν οὖν τύπος τῆς τῶν καιρῶν ἐπισκέψεως τοσοῦτός τις ἂν εἴη.
τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν,
5δι’ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιη‐ τικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοὺς καθόλου ὁμοίως καὶ ἐν τοῖς μερικοῖς, κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύ‐ ναται συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθη‐
ματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.