TLG 0363 003 :: Claudius PTOLEMAEUS :: Hypotheses

Claudius PTOLEMAEUS Math.
(Alexandrinus: A.D. 2)

Hypotheses

Source: Heiberg, J.L. (ed.), Claudii Ptolemaei opera quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1907: 70–106.

Citation: Volume — page — (line)

2

.

70

ΥΠΟΘΕΣΕΩΝ ΤΩΝ ΠΛΑΝΩΜΕΝΩΝ 〈Αʹ〉 Τὰς ὑποθέσεις, ὦ Σύρε, τῶν οὐρανίων φορῶν ἐν μὲν τοῖς τῆς μαθηματικῆς συντάξεως ὑπομνήμασιν
5ἐφωδεύσαμεν διὰ λόγων ἀποδεικνύντες καθ’ ἑκάστην τό τε εὔλογον καὶ τὸ πανταχοῦ πρὸς τὰ φαινόμενα σύμφωνον πρὸς ἔνδειξιν τῆς ὁμαλῆς καὶ ἐγκυκλίου κινήσεως, ἣν ἀναγκαῖον ἦν ὑπάρχειν τοῖς τῆς ἀιδίου καὶ τεταγμένης κινήσεως κεκοινωνηκόσιν καὶ κατὰ
10μηδένα τρόπον τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέξα‐ σθαι δυναμένοις· ἐνταῦθα δὲ προήχθημεν αὐτὸ μόνον ἐκθέσθαι κεφαλαιωδῶς καὶ ὡς ἂν μάλιστα προ‐ χειρότερον κατανοηθεῖεν ὑπό τε ἡμῶν αὐτῶν καὶ τῶν εἰς ὀργανοποιίαν ἐκτάσσειν αὐτὰ προαιρουμένων,
15ἐάν τε γυμνότερον διὰ χειρὸς ἑκάστης τῶν κινήσεων ἐπὶ τὰς οἰκείας ἐποχὰς ἀποκαθισταμένης τοῦτο δρῶ‐ σιν, ἐάν τε διὰ τῶν μηχανικῶν ἐφόδων συνά‐ πτωσιν αὐτὰς ἀλλήλαις τε καὶ τῇ τῶν ὅλων. οὐ μὴν ὃν εἰώθασι τρόπον σφαιροποιεῖν· ὁ γὰρ τοιοῦτος
20καὶ χωρὶς τοῦ διημαρτῆσθαι τὰς ὑποθέσεις τὸ φαινό‐ μενον παρίστησι μόνον καὶ οὐ τὸ ὑποκείμενον, ὥστε τῆς τέχνης καὶ μὴ τῶν ὑποθέσεων γίνεσθαι τὴν ἔν‐
δειξιν· ἀλλὰ καθ’ ὃν ἥ τε τάξις ὁμοῦ καὶ ἡ διαφορὰ70

2

.

72

τῶν κινήσεων ὑπ’ ὄψιν ἡμῖν μετὰ τῆς διὰ τῶν ὁμαλῶν καὶ ἐγκυκλίων παρόδων ὑποπιπτούσης τοῖς ὁρῶσιν ἀνωμαλίας, κἂν μὴ πάσας οἷόν τ’ ᾖ τῆς εἰρημένης προθέσεως ἀξίως συμπλέκειν, ἀλλὰ χωρὶς ἑκάστην οὕ‐
5τως ἔχουσαν ἐπιδεικνύειν. ποιησόμεθα δὲ τὴν ἔκθεσιν ἐπὶ μὲν τῶν καθόλου λαμβανομένων ἁρμόζουσαν τοῖς ἐν τῇ Συντάξει διωρισ‐ μένοις, ἐπὶ δὲ τῶν κατὰ μέρος ἀκόλουθον ταῖς πολλαχῆ γεγενημέναις ἡμῖν ἀπὸ τῆς συνεχεστέρας παρατηρήσεως
10διορθώσεσιν ἤτοι τῶν ὑποθέσεων αὐτῶν ἢ τῶν ἐπ’ εἴδους λόγων ἢ τῶν περιοδικῶν ἀποκαταστάσεων, ἔτι δὲ τῆς αὐτῶν τῶν ὑποθέσεων ἐνδείξεως ἐχομένην, τουτέστιν ἐπὶ μὲν τῶν ὁμαλῶν κινήσεων διαιροῦντες, ὅπου δεῖ, καὶ πάλιν συνάπτοντες τὰς ἐκείνῃ οὕτως
15ἀναδεδομένας ἕνεκεν τοῦ πρὸς τὰ τοῦ ζῳδιακοῦ μέρη καὶ τὰς ἀρχὰς τοὺς ἀφορισμοὺς αὐτῶν γεγονέναι διὰ τὴν ἐν τοῖς ἐπιλογισμοῖς εὐχρηστίαν, ὅπως ἐνθάδε τὸ καθ’ ἑκάστην πάροδον ἴδιον, κἂν ἐπὶ τὰ αὐτὰ συντελῶνται πλείους, ἐμφαίνηται· ἐπὶ δὲ τῶν θέσεων
20καὶ τάξεων τῶν τὰς ἀνωμαλίας ποιούντων κύκλων ταῖς ἁπλουστέραις τῶν ἀγωγῶν καταχρώμενοι πρὸς τὸ εὐμεθόδευτον τῆς ὀργανοποιίας, κἂν μικρά τις ἐπα‐ κολουθῇ παραλλαγή, καὶ ἔτι τοῖς κύκλοις αὐτοῖς ἐπὶ τοῦ παρόντος ἐφαρμόζοντες τὰς κινήσεις ὡς ἀπολελυ‐
25μένοις τῶν περιεχουσῶν αὐτοὺς σφαιρῶν, ἵνα ψιλαῖς καὶ ὥσπερ ἀνακεκαλυμμέναις ἐπερείδωμεν ταῖς τῶν ὑποθέσεων προσβολαῖς. ἀρξόμεθα δὲ ἀπὸ τῆς τῶν
ὅλων φορᾶς, ὅτι καὶ προηγεῖται πασῶν καὶ περιέχει72

2

.

74

τὰς ἄλλας καὶ γένοιτ’ ἂν ἡμῖν παράδειγμα πρὸς [τὰ] πλεῖστα τῆς θαυμασιωτάτης φύσεως τὰ παραπλήσια τοῖς ὁμοίοις ἀπονεμούσης, ὡς ἀπ’ αὐτῶν τῶν ἐπι‐ δειχθησομένων ἔσται δῆλον.
5 νοείσθω μέγιστος κύκλος περὶ τὸ κέντρον τῆς τοῦ κόσμου σφαίρας μένων καὶ καλείσθω ἰσημερινός, διαι‐ ρεθείσης δὲ τῆς περιφερείας αὐτοῦ εἰς ἴσα τμήματα τξ καλείσθω τὰ τμήματα ἰδίως χρόνοι. ἔπειτα ἕτερος κύκλος ὁμόκεντρος αὐτῷ περιφερέσθω ἐν τῷ αὐτῷ
10ἐπιπέδῳ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς ὡς ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς καὶ καλείσθω φέρων· φερέτω δὲ ἕτερον μέγιστον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως, ὃς καλείσθω ζῳδι‐ ακός. ἡ δὲ κλίσις τῶν ἐπιπέδων τούτων περιεχέτω
15γωνίαν τοιούτων κγ να κ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, διαιρεθείσης τε καὶ τῆς τοῦ ζῳδιακοῦ περιφερείας εἰς ἴσα τμήματα τξ καλείσθω καὶ ταῦτα τὰ τμήματα ἰδίως μοῖραι, καὶ τὰ μὲν σημεῖα, καθ’ ἃ τέμνουσιν ἀλλήλους δίχα ὅ τε φέρων καὶ ὁ ζῳδιακός, ἰσημερινά,
20τὰ δὲ τεταρτημόριον αὐτῶν ἑκατέρωθεν ἀπέχοντα τροπικά, καὶ τούτων τὸ μὲν πρὸς ἄρκτους ἐγκεκλιμένον σημεῖον θερινὸν καὶ βόρειον πέρας, τὸ δ’ ἀντικείμενον χειμερινὸν καὶ νότιον πέρας, ὁμοίως δὲ καὶ τῶν ἰση‐ μερινῶν τὸ μὲν τοῦ θερινοῦ τροπικοῦ ἡγούμενον κατὰ
25τὴν ἐκκειμένην περιφορὰν ἐαρινόν, τὸ δὲ τοῦ χειμερινοῦ μετοπωρινόν.
κόσμου δὴ γίνεται μία περιστροφή, ὅταν τι τῶν74

2

.

76

τοῦ φέροντος σημείων ἀπό τινος ἀρξάμενον σημείου φέρεσθαι τῶν τοῦ μένοντος ἰσημερινοῦ ἐπὶ τὸ αὐτὸ πρώτως ἀποκατασταθῇ· καὶ περιέχει δηλονότι ἡ τοιαύτη ἀποκατάστασις χρόνους τξ. ἀλλ’ ἐπειδήπερ αἱ μὲν
5τῶν τοῦ κόσμου περιστροφῶν ἀποκαταστάσεις οὐ συναπ‐ αρτίζονται φανερῶς, αἱ δὲ τῶν νυχθημέρων ἀπὸ τοῦ ἡλίου, διὸ ταύταις παραμετροῦμεν πρώταις τὰς ἄλλας κινήσεις, ἔστι τε νυχθήμερον χρόνος, ἐν ᾧ ὁ ἥλιος πρὸς τὸν μένοντα ἰσημερινὸν ἐκ τῆς τοῦ κόσμου
10περιφορᾶς ποιεῖται μίαν περίοδον, δῆλον, ὅτι, εἰ μὲν μὴ ἐκινεῖτο περὶ τὸν ζῳδιακὸν ὁ ἥλιος, ταὐτὸν ἂν ἦν τῇ τοῦ κόσμου περιστροφῇ τὸ νυχθήμερον, ἐπειδὴ δὲ ὑπόκειται κινούμενος πρὸς ἀνατολάς, πολυχρονιώτε‐ ρόν τέ ἐστι τὸ νυχθήμερον τῆς τοῦ κόσμου περιστρο‐
15φῆς καὶ περιέξει τὸ ἓν μίαν, τουτέστι χρόνους τξ, καὶ ἔτι τοσοῦτον τοῦ ἰσημερινοῦ μέρος, ὅσον ὁ ἥλιος ἐν τῷ νυχθημέρῳ δίεισι τοῦ ζῳδιακοῦ, τῶν παρόδων ὁμαλῶν ὑποτιθεμένων. τούτων ὑποτυπωθέντων ἑξῆς ἐπελευσόμεθα καὶ τὰς
20τῶν πλανωμένων ὑποθέσεις προεκθέμενοι τὰς ἁπλᾶς καὶ ἀμιγεῖς αὐτῶν περιόδους, ἀφ’ ὧν αἱ κατὰ μέρος καὶ ποικίλαι συνίστανται, τὰς εἰλημμένας ἡμῖν κατὰ συνεγγισμὸν τῶν ἐκ τῆς διορθώσεως ἐπιλελογισμένων ἀποκαταστάσεων.
25 ἐν μὲν τοίνυν Αἰγυπτιακοῖς ἔτεσι τ καὶ νυχθημέροις οδ ὁ μὲν ἥλιος ὑποκείσθω ποιούμενος περιόδους τὰς πρὸς τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα τοῦ ζῳδιακοῦ λαμβανομένας τ, ἡ δὲ τῶν ἀπλανῶν σφαῖρα καὶ ἔτι τὰ ἀπόγεια τῶν ε πλανωμένων μιᾶς περιόδου τῆς
30ὁμοίας μέρος εἰκοστὸν καὶ ἑκατοστόν, τουτέστι μοίρας
γ, οἵων ὁ κύκλος τξ· ὥστε καὶ ἐν ἔτεσιν ἡλιακοῖς τοῖς76

2

.

78

εἰρημένοις τρισμυρίοις ἑξακισχιλίοις, ἅ ἐστιν Αἰγυπτιακὰ τρισμύρια ἑξακισχίλια κδ καὶ νυχθήμερα ρκ, μίαν μὲν περίοδον συντελεῖσθαι τῆς τῶν ἀπλανῶν σφαί‐ ρας, περικαταλήψεις δὲ πρὸς αὐτὴν τοῦ ἡλίου τρισ‐
5μυρίας ͵εϡϙθ, κόσμου δὲ περιστροφὰς τοῖς τε ὑπὸ τοῦ προκειμένου χρόνου περιεχομένοις νυχθημέροις ἰσαρίθμους καὶ ἔτι ταῖς ἐν αὐτῷ τοῦ ἡλίου περιό‐ δοις. ἡ δὲ σελήνη ἐν ἔτεσιν ἡλιακοῖς τοῖς πρὸς τὰ τρο‐
10πικὰ καὶ ἰσημερινὰ σημεῖα θεωρουμένοις ͵ηφκησιν, ἅ ἐστιν Αἰγυπτιακὰ ͵ηφκη καὶ νυχθήμερα σοζ κ κδ, περι‐ καταλήψεις τοῦ ἡλίου ποιείσθω, τουτέστιν ὅλους μῆνας, δεκακισμυρίους ͵ευις καὶ πάλιν ἐν μὲν μησὶν ὅλοις ͵γσοζ ἀνωμαλίας ἀποκαταστάσεις ͵γφιβ, ἐν δὲ μησὶν
15ὅλοις ͵ευνη πλάτους ἀποκαταστάσεις ͵εϡκγ. ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Ἑρμοῦ ἀστὴρ ἐν ἔτεσιν ἡλιακοῖς τοῖς πρὸς τὰ ἀπόγεια καὶ τὴν τῶν ἀπλανῶν σφαῖραν μεταλαμβανομένοις ϡϙγσιν, ἅ ἐστιν Αἰγυπτι‐ ακὰ ϡϙγ καὶ νυχθήμερα σνε 𐆊 νδ μϛ να ἔγγιστα,
20ἀνωμαλίας ἀποκαταστάσεις ποιείσθω ͵γρν· ὁ δὲ τῆς Ἀφροδίτης ἀστὴρ ἐν ἔτεσιν ἡλιακοῖς τοῖς ὁμοίοις ϡξδ, ἅ ἐστιν Αἰγυπτιακὰ ϡξδ καὶ νυχθήμερα σμζ λγ β με κγ μ κη ἔγγιστα, ἀνωμαλίας ἀποκαταστάσεις ποιεί‐ σθω χγ, ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ ἐν ἔτεσιν ἡλιακοῖς τοῖς
25ὁμοίοις ͵αι, ἅ ἐστιν Αἰγυπτιακὰ ͵αι καὶ νυχθήμερα σνθ κβ ν νϛ ιϛ κζ ν ἔγγιστα, ἀνωμαλίας ἀποκατα‐ στάσεις υογ, ὁ δὲ τοῦ Διὸς ἀστὴρ ἐν ἔτεσιν ἡλια‐ κοῖς τοῖς ὁμοίοις ψοα, ἅ ἐστιν Αἰγυπτιακὰ ψοα καὶ νυχθήμερα ρϙη 𐆊 θ ιη 𐆊 κϛ νζ ἔγγιστα, ἀνωμαλίας
30ἀποκαταστάσεις ψϛ, ὁ δὲ τοῦ Κρόνου ἀστὴρ ἐν ἔτεσιν
ἡλιακοῖς τοῖς ὁμοίοις τκδσιν, ἅ ἐστιν Αἰγυπτιακὰ τκδ78

2

.

80

καὶ νυχθήμερα πγ ιβ κϛ ιθ ιδ κε μη ἔγγιστα, ἀνω‐ μαλίας ἀποκαταστάσεις τιγ. ἐπὶ μὲν δὴ τῆς ἡλιακῆς σφαίρας νοείσθω ἐν τῷ τοῦ ζῳδιακοῦ ἐπιπέδῳ κύκλος ἔκκεντρος οὕτως ἔχων,
5ὥστε τὴν μὲν ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ λόγον ἔχειν, ὃν τὰ ξ πρὸς τὰ β 𐅵ʹ, τὴν δὲ δι’ ἀμφοτέρων τῶν κέντρων καὶ τοῦ ἀπογείου τοῦ ἐκκέντρου ἐκβαλλομένην εὐθεῖαν ἀπολαμβάνειν τοῦ ζῳδιακοῦ πάντοτε περι‐
10φέρειαν ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ξε 𐅵ʹ. τὸ δὴ τοῦ ἡλίου κέντρον κινείσθω κατὰ τὸν εἰρημένον ἔκκεντρον κύκλον ὡς ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις λζ πρὸς Αἰγυπτιακοῖς
15ἔτεσιν ρν ἀποκαταστάσεις ποιεῖσθαι τὰς πρὸς τὸ ἀπό‐ γειον τοῦ ἐκκέντρου θεωρουμένας ρν, καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον καὶ τοὺς πόλους αὐτοῦ κινείσθω πρὸς ἀνατολὰς ἰσοταχῶς ἐν τῷ προκειμένῳ χρόνῳ μο α 𐅵ʹ, οἵων ἐστὶν ὁ ζῳδια‐
20κὸς τξ. ἐν μέντοι τῷ πρώτῳ ἔτει τῆς Ἀλεξάνδρου τοῦ κτί‐ στου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξ‐ ανδρείᾳ μεσημβρίας ὁ μὲν ἥλιος ἀπεῖχεν τοῦ ἀπογείου τοῦ ἐκκέντρου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ρξβ
25καὶ ξʹξʹ ι, ὁ δὲ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἀστὴρ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ὁμοίως εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ἐπὶ τοῦ ζῳδιακοῦ ριζ καὶ ξʹξʹ νδ. ἐπὶ δὲ τῆς σεληνιακῆς σφαίρας νοείσθω πάλιν κύ‐ κλος ὁμόκεντρος τῷ ζῳδιακῷ φερόμενος ἐν τῷ ἐπιπέδῳ
30αὐτοῦ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς ὡς ἀπὸ80

2

.

82

ἀνατολῶν ἐπὶ δυσμὰς τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ πρὸς τὸν ζῳδιακὸν ἐκβαλλομένη κατὰ πλάτος πάροδος τῆς ἰσοχρονίου τοῦ τε ἡλίου καὶ τῆς ἀποχῆς, ὥστε ἐν ὅλοις νυχθημέροις πρώτοις πη πρὸς Αἰγυπτιακοῖς ἔτεσιν
5λζ τὰς πρὸς τὸν ζῳδιακὸν ἀποκαταστάσεις ποιεῖσθαι δύο ἔγγιστα· ἐπιλαμβάνεται γὰρ εἰς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹ α. φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν περὶ τὸ αὐτὸ κέντρον ἀμετα‐ στάτως τῆς ἐγκλίσεως περιεχούσης γωνίαν τοιούτων ε,
10οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ. ἐν δὴ τῷ εἰρημένῳ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ ὑποκείσθω κύκλος ἔκκεντρος, ὥστε τὴν ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ λόγον ἔχειν, ὃν τὰ ξ πρὸς τὰ ιβ 𐅵ʹ, καὶ κινείσθω περὶ τὸ τοῦ ζῳδιακοῦ
15κέντρον ἰσοταχῶς τὸ μὲν τοῦ ἐκκέντρου κέντρον ὡς ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ἀπὸ τοῦ βορείου πέρατος τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ τῆς μέσης ἀποχῆς τοῦ ἡλίου πάροδος διπλωθεῖσα τῆς ἰσοχρονίου κατὰ πλάτος παρόδου τῶν πρὸς τὸν ζῳδιακὸν κύκλον ἐκβαλλομένων,
20ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις τμη πρὸς Αἰγυπ‐ τιακοῖς ἔτεσι ιζ τὰς πρὸς τὸν λοξὸν κύκλον ἀπο‐ καταστάσεις ποιεῖσθαι σγ ἔγγιστα· λείπει γὰρ εἰς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹξʹ β· τὸ δὲ κέντρον τοῦ ἐπικύκλου ὡς ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς ἀπὸ τοῦ
25ἀπογείου τῆς ἐκκεντρότητος, ἐπὶ μέντοι τοῦ ἐκκέντρου πάντοτε τὴν θέσιν ἔχον, αὐτὴν τὴν μέσην ἀποχὴν διπλωθεῖσαν, τουτέστιν συναμφοτέρας τὰς προκειμένας, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις τ πρὸς Αἰγυπτια‐ κοῖς ἔτεσι ιθ τὰς πρὸς τὸν ἔκκεντρον ἀποκαταστάσεις
30ποιεῖσθαι υϙ ἔγγιστα· ἐπιλαμβάνεται γὰρ εἰς τὸν
ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹξʹ δ. λοιπὸν δὲ περὶ τὸ82

2

.

84

εἰρημένον τοῦ ἐπικύκλου κέντρον τοῦ ὄντος ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ καὶ τῆς εὐθείας τῆς δι’ ἀμφοτέρων τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ, περὶ ὃ κινεῖται ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα πάντοτε τοῦ
5κυκλίσκου καταλαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε καὶ περίγειον, ὥστε μέντοι τὴν ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου λόγον ἔχειν, ὃν τὰ ξ πρὸς τὰ ϛ γʹ, ὑποκείσθω τὸ κέντρον τῆς σελήνης φερόμενον ἰσοταχῶς ὡς πρὸς
10δυσμὰς τοῦ ἀπογείου τμήματος αὐτὴν τὴν τῆς ἀνω‐ μαλίας πάροδον, ὥστε ἐν ὅλοις νυχθημέροις ϙθ πρὸς Αἰγυπτιακοῖς ἔτεσιν κϛ τὰς πρὸς τὸν ἐπίκυκλον ἀπο‐ καταστάσεις ποιεῖσθαι τμη ἔγγιστα· λείπει γὰρ πρὸς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹ α.
15 ἐν δὲ τῷ αὐτῷ πρώτῳ ἔτει ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ μεσημβρίας τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κύκλου ἀπεῖχεν τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ προηγούμενα τοῦ κόσμου μο σλ καὶ ξʹξʹ ιγ, τὸ δὲ κέντρον τοῦ ἐπι‐
20κύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο σξα καὶ ξʹξʹ λβ, τὸ δὲ κέντρον τῆς σελήνης ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου εἰς τὰ προηγούμενα τοῦ κόσμου μο πε καὶ ξʹξʹ λϛ. ἐπὶ δὲ τῆς τοῦ Ἑρμοῦ σφαίρας νοείσθω κύκλος
25ὁμόκεντρος τῷ ζῳδιακῷ φερόμενος ἐν τῷ ἐπιπέδῳ αὐτοῦ καὶ περὶ τὸ αὐτὸ κέντρον ὡς ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, ὅσον καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα, φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς
30κλίσεως τῶν ἐπιπέδων περιεχούσης γωνίαν ἑκτημορίου84

2

.

86

μιᾶς μο, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ. ἐν δὴ τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ ὑποκείσθω διάμετρος ἡ διὰ τοῦ βορείου καὶ τοῦ νοτίου πέρατος, καὶ ἐπ’ αὐτῆς μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ νοτίου πέρατος εἰλήφθω δύο ση‐
5μεῖα πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ, καὶ περὶ μὲν τὸ ἀπο‐ γειότερον αὐτῶν κινείσθω ἰσοταχῶς τὸ κέντρον τοῦ ἐκ‐ κέντρου κύκλου ὡς εἰς τὰ προηγούμενα τοῦ κόσμου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος τὴν ὑπεροχήν, ᾗ ὑπερέ‐ χει ἡ τοῦ ἡλίου πάροδος τῆς ἰσοχρονίου τῶν ἀπλανῶν
10παρόδου, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις λζ πρὸς Αἰγυπτιακοῖς ἔτεσιν ρμδ ἀποκαταστάσεις ποιεῖσθαι ρμδ ἔγγιστα· ἐπιλαμβάνεται γὰρ εἰς τὸν ἀκριβῆ λογισ‐ μὸν μιᾶς μο ξʹξʹ β· περὶ δὲ τὸ περιγειότερον κινεί‐ σθω τὸ κέντρον ἀεὶ τοῦ ἐπικύκλου ὡς εἰς τὰ ἑπόμενα
15τοῦ κόσμου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος, ἐπὶ μέντοι τοῦ ἐκκέντρου πάντοτε τὴν θέσιν ἔχον, τὴν ἴσην τῇ εἰρημένῃ πάροδον, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις λζ πρὸς Αἰγυπτιακοῖς ἔτεσιν ρμδ ἀπο‐ καταστάσεις ποιεῖσθαι τὰς πρὸς τὴν ἐκκεντρότητα ρμδ
20ἔγγιστα· ἐπιλαμβάνεται γὰρ εἰς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹξʹ β. ὑποκείσθω δέ, οἵων ἐστὶν ἡ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου ξ, τοιούτων ἡ μὲν μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ περιγειοτέρου τῶν δύο σημείων γ, ἡ δὲ μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ
25καὶ τοῦ ἀπογειοτέρου τῶν δύο σημείων ε 𐅵ʹ, ἡ δὲ μεταξὺ τοῦ ἀπογειοτέρου σημείου καὶ τοῦ κέντρου τοῦ ἐκκέντρου β 𐅵ʹ. πάλιν δὴ νοείσθω κυκλίσκος περὶ τὸ κέντρον τῆς ἐπικύκλου σφαίρας ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ τῆς δι’ ἀμφοτέρων τῶν κέντρων εὐθείας αὐτοῦ
30τε καὶ τοῦ περιγειοτέρου τῶν σημείων, περὶ ὃ κινεῖται
ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα πάντοτε τοῦ κυκλίσκου κατα‐86

2

.

88

λαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε καὶ περίγειον, καὶ ἕτερος κυκλίσκος ὁμόκεντρος αὐτῷ φερόμενος ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον διαστάσεως ἐπὶ τὰ αὐτὰ τῇ
5τοῦ κόσμου περιστροφῇ συντελουμένης, τὴν ἴσην πάρο‐ δον τῇ εἰρημένῃ τοῦ κέντρου τοῦ ἐκκέντρου ἢ τοῦ ἐπικύκλου, φερέτω δὲ οὗτος ὁ κυκλίσκος ἕτερον ἐγκε‐ κλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμε‐ ταστάτως τῆς μὲν ἐγκλίσεως περιεχούσης γωνίαν τοιού‐
10των ϛ 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, τῆς δὲ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ κυκλίσκου λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ κβ δʹ, καὶ ἐπὶ τούτου τοῦ κυκλίσκου κινείσθω ὁ ἀστὴρ περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον
15μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κόσμου περιστροφῇ συντελουμένης, τὴν ἴσην πάροδον συναμφοτέραις τῇ τε τοῦ κέντρου τοῦ ἐκκέντρου ἢ τοῦ ἐπικύκλου καὶ τῇ τῆς ἀνωμαλίας τοῦ ἀστέρος, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις ροδ πρὸς Αἰγυπτιακοῖς ἔτεσι ση ἀπο‐
20καταστάσεις ποιεῖσθαι τὰς παρὰ τὸν λοξὸν ἐπίκυκλον ωξε ἔγγιστα· ἐπιλαμβάνεται γὰρ πρὸς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹξʹ δ. ἐν δὲ τῷ πρώτῳ πάλιν ἔτει ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ
25μεσημβρίας τὸ μὲν ἀπογειότατον τῆς ἐκκεντρότητος ἀπεῖχεν τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ρπε καὶ ξʹξʹ κδ, τὸ δὲ βόρειον πέρας ὁμοίως μο ε καὶ ξʹξʹ κδ, τὸ δὲ κέντρον τοῦ ἐκκέντρου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ προηγούμενα
30τοῦ κόσμου μο νβ καὶ ξʹξʹ ιϛ, τὸ δὲ κέντρον τοῦ88

2

.

90

ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ὁμοίως νβ καὶ ξʹξʹ ιϛ, καὶ πάλιν τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κυκλίσκου ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ὡς εἰς τὰ προηγού‐
5μενα τοῦ κόσμου μο ρλβ καὶ ξʹξʹ ιϛ, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ κυκλίσκου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο τμϛ καὶ ξʹξʹ μα. ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης ἀστέρος νοείσθω πάλιν κύκλος ὁμόκεντρος τῷ ζῳδιακῷ κύκλῳ φερόμενος ἐν
10τῷ ἐπιπέδῳ αὐτοῦ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς ὡς ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, ὅσον καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα, φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγ‐ κεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμε‐ ταστάτως τῆς ἐγκλίσεως τῶν ἐπιπέδων περιεχούσης
15γωνίαν ἑκτημορίου μιᾶς μο, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ. ἐν δὴ τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ ὑποκείσθω διάμετρος ἡ διὰ τοῦ βορείου καὶ νοτίου πέρατος καὶ ἐπ’ αὐτῆς μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ βορείου πέρατος δύο σημεῖα ἴσην ἀπολαμβάνοντα εὐθεῖαν τὴν μεταξὺ
20τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ πρὸς αὐτῷ τῶν δύο σημείων καὶ περὶ μὲν τὸ περιγειότερον σημεῖον κύκλος ἔκκεντρος καὶ ἀμετάστατος τῆς ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ α ιε,
25περὶ δὲ τὸ ἀπογειότερον κινούμενον ἰσοταχῶς τὸ τοῦ ἐπικύκλου κέντρον τὴν θέσιν ἔχον πάντοτε ἐπὶ τοῦ ἐκκέντρου κύκλου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου καὶ περὶ τὴν εἰρημένην διάμετρον τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ τοῦ ἡλίου πάροδος τῆς ἰσοχρονίου τῶν ἀπλανῶν
30παρόδου. πάλιν δὴ νοείσθω καὶ ἐν τῇ ἐπικύκλῳ σφαίρᾳ90

2

.

92

κυκλίσκος περὶ τὸ κέντρον αὐτῆς ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ τῆς εὐθείας τῆς δι’ ἀμφοτέρων τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ἀπογειοτέρου τῶν δύο τῶν εἰρημένων, περὶ ὃ κινεῖται ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα
5πάντοτε τοῦ κυκλίσκου καταλαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε καὶ περίγειον, καὶ ἕτερος κυκλίσκος ὁμό‐ κεντρος αὐτῷ φερόμενος ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπό‐ γειον διαστάσεως ἐπὶ τὰ αὐτὰ τῇ τοῦ κόσμου περιστροφῇ
10συντελουμένης, τὴν ἴσην πάροδον τῇ εἰρημένῃ τοῦ κέντρου τοῦ ἐπικύκλου, φερέτω δὲ οὗτος ὁ κυκλίσκος ἕτερον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς μὲν ἐγκλίσεως περιεχούσης γωνίαν τοιούτων γ 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, τῆς
15δὲ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ κυκλίσκου λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ μγ ϛʹ, καὶ ἐπὶ τούτου τοῦ κυκλίσκου κινείσθω ὁ ἀστὴρ περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κόσμου
20περιστροφῇ συντελουμένης, τὴν ἴσην πάροδον συναμ‐ φοτέραις τῇ τε τοῦ ἐπικύκλου καὶ τῇ τοῦ ἀστέρος, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις λγ πρὸς Αἰγυπ‐ τιακοῖς ἔτεσι λε ἀποκαταστάσεις ποιεῖσθαι νζ ἔγγιστα· ἐπιλαμβάνεται γὰρ εἰς τὸν ἀκριβῆ λογισμὸν μιᾶς
25μο ξʹ α. ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς Ἀλεξάνδρου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ μεσημ‐ βρίας τὸ μὲν ἀπογειότατον τῆς ἐκκεντρότητος ἀπεῖχεν τῆς ἐαρινῆς ἰσημερίας εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ν
30καὶ ξʹξʹ κδ, τοσαῦτα δὲ καὶ τὸ βόρειον πέρας, τὸ δὲ
κέντρον τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεν‐92

2

.

94

τρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ροζ καὶ ξʹξʹ ιβ, καὶ πάλιν τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κυκλίσκου ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ὡς εἰς τὰ προηγούμενα τοῦ κόσμου μο πζ καὶ ξʹξʹ ιϛ, ὁ δὲ ἀστὴρ
5ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ κυκλίσκου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ρξη καὶ ξʹξʹ λε. ἐπὶ δὲ τῆς τοῦ Ἄρεως σφαίρας νοείσθω κατὰ τὰ αὐτὰ κύκλος ὁμόκεντρος τῷ ζῳδιακῷ φερόμενος ἐν τῷ ἐπιπέδῳ αὐτοῦ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς
10ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, ὅσον καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα, φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς ἐγκλίσεως τῶν ἐπιπέδων περιεχούσης γωνίαν τοιούτων α 𐅵ʹ γʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ.
15ἐν δὴ τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ ὑποκείσθω διά‐ μετρος ἡ διὰ τοῦ βορείου καὶ νοτίου πέρατος καὶ ἐπ’ αὐτῆς μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ βορείου πέρατος δύο σημεῖα ἴσην ἀπολαμβάνοντα εὐθεῖαν τὴν μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ πρὸς
20αὐτῷ τῶν δύο σημείων, καὶ περὶ μὲν τὸ περιγειότερον σημεῖον κύκλος ἔκκεντρος καὶ ἀμετάστατος τῆς ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ ἕξ, περὶ δὲ τὸ ἀπογειότερον κινούμενον ἰσοταχῶς τὸ
25τοῦ ἐπικύκλου κέντρον τὴν θέσιν ἔχον πάντοτε ἐπὶ τοῦ ἐκκέντρου κύκλου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου καὶ περὶ τὴν εἰρημένην διάμετρον τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ τοῦ ἡλίου πάροδος συναμφοτέρων τῶν ἰσοχρονίων παρόδων τῆς τε τῶν ἀπλανῶν καὶ τῆς τοῦ
30ἀστέρος, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις τξα πρὸς
Αἰγυπτιακοῖς ἔτεσιν ϙε ἀποκαταστάσεις ποιεῖσθαι να94

2

.

96

ἔγγιστα· λείπει γὰρ εἰς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹξʹ γ. πάλιν δὴ νοείσθω καὶ ἐν τῇ ἐπικύκλῳ σφαίρᾳ κυκλίσκος περὶ τὸ κέντρον αὐτῆς ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ τῆς εὐθείας τῆς δι’ ἀμφοτέρων τῶν
5κέντρων αὐτοῦ τε καὶ τοῦ ἀπογειοτέρου τῶν δύο τῶν εἰρημένων, περὶ ὃ κινεῖται ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα πάντοτε τοῦ κυκλίσκου καταλαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε καὶ περίγειον, καὶ ἕτερος κυκλίσκος ὁμό‐ κεντρος αὐτῷ φερόμενος ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ περὶ
10τὸ αὐτὸ κέντρον ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κόσμου περιστροφῇ συντελουμένης, τὴν ἴσην πάροδον τῇ εἰρημένῃ τοῦ κέντρου τοῦ ἐπικύκλου, φερέτω δὲ καὶ οὗτος ὁ κυκλίσκος ἕτερον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ
15κέντρον ἀμεταστάτως τῆς μὲν ἐγκλίσεως περιεχούσης γωνίαν τοιούτων πάλιν α 𐅵ʹ γʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, τῆς δὲ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ κυκλίσκου λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ λθ 𐅵ʹ, καὶ ἐπὶ τούτου τοῦ κυκλίσκου
20κινείσθω ὁ ἀστὴρ περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κόσμου περιστροφῇ συντελουμένης, τὴν ἴσην πάροδον συναμφοτέραις τῇ τε τοῦ ἐπικύκλου καὶ τῇ τοῦ ἀστέρος, τουτέστι τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ
25τοῦ ἡλίου πάροδος τῆς ἰσοχρονίου τῶν ἀπλανῶν παρόδου. ἐν δὲ τῷ αʹ ἔτει ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ μεσημ‐ βρίας τὸ μὲν ἀπογειότατον τῆς ἐκκεντρότητος ἀπεῖχεν
30τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου
μο ρι καὶ ξʹξʹ μδ, τοσαῦτα δὲ καὶ τὸ βόρειον πέρας,96

2

.

98

τὸ δὲ κέντρον τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο τνϛ καὶ ξʹξʹ κ, καὶ πάλιν τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κυκλίσκου ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ὡς εἰς τὰ
5προηγούμενα τοῦ κόσμου μο ροϛ καὶ ξʹξʹ κ, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ κύκλου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο σϙϛ καὶ ξʹξʹ μϛ. ἐπὶ δὲ τῆς τοῦ Διὸς σφαίρας νοείσθω κύκλος ὁμό‐ κεντρος τῷ ζῳδιακῷ φερόμενος ἐν τῷ ἐπιπέδῳ αὐτοῦ
10καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, ὅσον καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα, φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς ἐγκλίσεως τῶν ἐπιπέδων περιεχούσης γωνίαν τοιούτων
15α 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, ἐν δὲ τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ νοηθείσης εὐθείας ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ ἐπὶ τὸ προηγούμενον τοῦ βορείου πέρατος μο κ ὑποκείσθω ἐπ’ αὐτῆς δύο σημεῖα ἴσην ἀπολαμ‐ βάνοντα εὐθεῖαν τὴν μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ
20καὶ τοῦ πρὸς αὐτῷ τῶν δύο σημείων, καὶ περὶ μὲν τὸ περιγειότερον τῶν δύο σημείων κύκλος ἔκκεντρος καὶ ἀμετάστατος τῆς ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδιακοῦ λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ β 𐅵ʹ δʹ, περὶ δὲ τὸ ἀπο‐
25γειότερον ἰσοταχῶς κινείσθω τὸ τοῦ ἐπικύκλου κέν‐ τρον τὴν θέσιν ἔχον πάντοτε ἐπὶ τοῦ εἰρημένου ἐκ‐ κέντρου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου καὶ περὶ τὴν εἰρημένην διάμετρον τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ τοῦ ἡλίου πάροδος συναμφοτέρων τῶν ἰσοχρονίων παρόδων
30τῆς τε τῶν ἀπλανῶν καὶ τοῦ ἀστέρος, ὥστε ἐν ὅλοις98

2

.

100

πρώτοις νυχθημέροις σλη πρὸς Αἰγυπτιακοῖς ἔτεσι σιγ ἀποκαταστάσεις ποιεῖσθαι ιη ἔγγιστα· ἐπιλαμβάνεται γὰρ πρὸς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹ α. πάλιν καὶ ἐν τῇ ἐπικύκλῳ σφαίρᾳ νοείσθω κυκλίσκος περὶ
5τὸ κέντρον αὐτῆς ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ τῆς εὐθείας τῆς δι’ ἀμφοτέρων τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ἀπογειοτέρου τῶν δύο τῶν εἰρημένων, περὶ ὃ κινεῖται ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα πάντοτε τοῦ κυκλίσκου καταλαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε
10καὶ περίγειον, καὶ ἕτερος κυκλίσκος ὁμόκεντρος αὐτῷ φερόμενος ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσε‐ ως ἐπὶ τὰ αὐτὰ τῇ τοῦ κόσμου περιστροφῇ συντελου‐ μένης, τὴν ἴσην πάροδον τῇ εἰρημένῃ τοῦ κέντρου
15τοῦ ἐπικύκλου, φερέτω δὲ καὶ οὗτος ὁ κυκλίσκος ἕτερον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς μὲν ἐγκλίσεως περιεχούσης γωνίαν τοιούτων α 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, τῆς δὲ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ
20κέντρου τοῦ κυκλίσκου λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ ια 𐅵ʹ, καὶ ἐπὶ τούτου τοῦ κυκλίσκου κινείσθω ὁ ἀστὴρ περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κό‐ σμου περιστροφῇ συντελουμένης, τὴν ἴσην πάροδον
25συναμφοτέραις τῇ τε τοῦ ἐπικύκλου καὶ τῇ τοῦ ἀστέρος, τουτέστι τὴν ὑπεροχὴν πάλιν, ᾗ ὑπερέχει ἡ τοῦ ἡλίου πάροδος τῆς ἰσοχρονίου τῶν ἀπλανῶν παρόδου. ἐν δὲ τῷ αʹ ἔτει ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ μεσημ‐
30βρίας τὸ μὲν ἀπογειότατον τῆς ἐκκεντρότητος ἀπεῖχεν
τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου100

2

.

102

μο ρνϛ καὶ ξʹξʹ κδ, τὸ δὲ κέντρον τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ςϙβ καὶ ξʹξʹ μγ, καὶ πάλιν τὸ μὲν βόρειον πέρας τοῦ λοξοῦ κύκλου ἀπὸ τοῦ ἀπογείου
5ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ϙβ καὶ ἑξηκοστὰ μγ, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ κυ‐ κλίσκου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο σλα καὶ ξʹξʹ λα. ἐπὶ δὲ τῆς τοῦ Κρόνου σφαίρας νοείσθω κύκλος
10ὁμόκεντρος τῷ ζῳδιακῷ φερόμενος ἐν τῷ ἐπιπέδῳ αὐτοῦ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, ὅσον καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα, φερέτω δὲ οὗτος ὁ κύκλος ἕτερον κύκλον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς
15ἐγκλίσεως τῶν ἐπιπέδων περιεχούσης γωνίαν τοιούτων β 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ. ἐν δὴ τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ νοηθείσης εὐθείας ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ ἐπὶ τὸ ὑπολειπόμενον σημεῖον τοῦ βορείου πέρατος μο μ ὑποκείσθω ἐπ’ αὐτῆς δύο σημεῖα
20ἴσην ἀπολαμβάνοντα εὐθεῖαν τὴν μεταξὺ τοῦ κέντρου τοῦ ζῳδιακοῦ καὶ τοῦ πρὸς αὐτῷ τῶν δύο σημείων, καὶ περὶ μὲν τὸ περιγειότερον τῶν δύο σημείων κύκλος ἔκκεντρος καὶ ἀμετάστατος τῆς ἐκ τοῦ κέντρου αὐτοῦ πρὸς τὴν μεταξὺ τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ζῳδια‐
25κοῦ λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ γ γʹ, περὶ δὲ τὸ ἀπογειότερον ἰσοταχῶς κινείσθω τὸ κέντρον τοῦ ἐπι‐ κύκλου τὴν θέσιν ἔχον πάντοτε ἐπὶ τοῦ εἰρημένου ἐκκέντρου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου καὶ περὶ τὴν εἰρημένην διάμετρον τὴν ὑπεροχήν, ᾗ ὑπερέχει ἡ τοῦ
30ἡλίου πάροδος συναμφοτέρων τῶν ἰσοχρονίων παρόδων102

2

.

104

τῆς τε τῶν ἀπλανῶν καὶ τοῦ ἀστέρος, ὥστε ἐν ὅλοις πρώτοις νυχθημέροις τλ πρὸς Αἰγυπτιακοῖς ἔτεσιν ριζ ἀποκαταστάσεις ποιεῖσθαι δ ἔγγιστα· ἐπιλαμβάνεται γὰρ πρὸς τὸν ἀκριβῆ λογισμὸν μιᾶς μο ξʹ α. πάλιν
5καὶ ἐν τῇ ἐπικύκλῳ σφαίρᾳ νοείσθω κυκλίσκος περὶ τὸ κέντρον αὐτῆς ἐν τῷ τοῦ λοξοῦ κύκλου ἐπιπέδῳ τῆς εὐθείας τῆς δι’ ἀμφοτέρων τῶν κέντρων αὐτοῦ τε καὶ τοῦ ἀπογειοτέρου τῶν δύο τῶν εἰρημένων, περὶ ὃ κινεῖται ἰσοταχῶς, τὰ αὐτὰ σημεῖα πάντοτε τοῦ
10κυκλίσκου καταλαμβανούσης, ἃ καλοῦμεν ἀπόγειόν τε καὶ περίγειον, καὶ ἕτερος κυκλίσκος ὁμόκεντρος αὐτῷ φερόμενος ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ περὶ τὸ αὐτὸ κέντρον ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ αὐτὰ τῇ τοῦ κόσμου περιστροφῇ συντελουμένης,
15τὴν ἴσην πάροδον τῇ τοῦ κέντρου τοῦ ἐπικύκλου, φερέτω δὲ καὶ οὗτος ὁ κυκλίσκος ἕτερον ἐγκεκλιμένον πρὸς αὐτὸν καὶ περὶ τὸ αὐτὸ κέντρον ἀμεταστάτως τῆς μὲν ἐγκλίσεως περιεχούσης γωνίαν τοιούτων πάλιν β 𐅵ʹ, οἵων ἐστὶν ἡ μία ὀρθὴ ϙ, τῆς δὲ ἐκ τοῦ κέν‐
20τρου τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ κυκλίσκου λόγον ἐχούσης, ὃν τὰ ξ πρὸς τὰ ϛ 𐅵ʹ, καὶ ἐπὶ τούτου τοῦ κυκλίσκου κινείσθω ὁ ἀστὴρ περὶ τὸ κέντρον αὐτοῦ ἰσοταχῶς, ὡς τῆς κατὰ τὸ ἀπόγειον μεταστάσεως ἐπὶ τὰ ἐναντία τῇ τοῦ κόσμου περιστροφῇ
25συντελουμένης, τὴν ἴσην πάροδον συναμφοτέραις τῇ τε τοῦ ἐπικύκλου καὶ τῇ τοῦ ἀστέρος, τουτέστι τὴν ὑπεροχὴν πάλιν, ᾗ ὑπερέχει ἡ τοῦ ἡλίου πάροδος τῆς ἰσοχρονίου τῶν ἀπλανῶν παρόδου. ἐν δὲ τῷ αʹ ἔτει ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς
30κατ’ Αἰγυπτίους Θὼθ αʹ τῆς ἐν Ἀλεξανδρείᾳ μεσημ‐
βρίας τὸ μὲν ἀπογειότατον τῆς ἐκκεντρότητος ἀπεῖχε104

2

.

106

τῆς ἐαρινῆς ἰσημερίας ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο σκη καὶ ξʹξʹ κδ, τὸ δὲ κέντρον τοῦ ἐπικύκλου ἀπὸ τοῦ ἀπογείου τῆς ἐκκεντρότητος ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο σι καὶ ξʹξʹ λη, καὶ πάλιν τὸ μὲν βόρειον
5πέρας τοῦ λοξοῦ κυκλίσκου ἀπὸ τοῦ ἀπογείου ὡς εἰς τὰ ἑπόμενα τοῦ κόσμου μο ο καὶ ξʹξʹ λη, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ βορείου πέρατος τοῦ λοξοῦ κυκλίσκου ὡς εἰς
τὰ ἑπόμενα τοῦ κόσμου μο σιθ καὶ ξʹξʹ ιϛ.106