TLG 0359 001 :: ISIDORUS Scriptor Hymnorum :: Hymni in Isim

ISIDORUS Scriptor Hymnorum Scriptor Hymnorum
(Aegyptius: a. 1 B.C.)

Hymni in Isim

Source: Vanderlip, V.F. (ed.), The four Greek hymns of Isidorus and the cult of Isis [American studies in papyrology 12] Toronto: Hakkert, 1972: 17–18, 34–35, 49–50, 63–64.

Citation: Hymn — (line)

1

πλουτοδότι βασίλεια θεῶν, Ἑρμοῦθι ἄνασσα, παντοκράτειρα, τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι, Δηοῖ ὑψίστη, ζωῆς εὑρέτρια πάσης, παντοίων ἔργων ἐμέλησέ σοι, ὄφρ’ ἀναδοίης
5ἀνθρώποισι βίον τε καὶ εὐνομίην τε ἅπασι, καὶ θεσμοὺς κατέδειξας, ἵν’ εὐδικίη τις ὑπάρχῃ, καὶ τέχνας ἀνέδωκας, ἵν’ εὐσχήμων βίος εἴη, καὶ πάντων τε φύσιν εὐανθέα εὕρεο καρπῶν. Σοῦ τε χάριν συνέστηχ’ ὁ πόλος καὶ γαῖα ἅπασα
10καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος ὁ γλυκυφεγγής. Σῆι δυνάμει Νείλου ποταμοὶ πληροῦνται ἅπαντες ὥρηι ὀπωρινῆι, καὶ λαβρότατον χεῖθ’ ὕδωρ γαῖαν πᾶσαν ἔπι, ἵν’ ἀνέγλιπος καρπὸς ὑπάρχῃ. ὅσσοι δὲ ζώουσι βροτοὶ ἐπ’ ἀπείρονι γαίηι.
15Θρᾷκες καὶ Ἕλληνες, καὶ ὅσσοι βάρβαροί εἰσι, οὔνομά σου τὸ καλόν, πολυτίμητον παρὰ πᾶσι, φωναῖσι φράζους’ ἰδίαις, ἰδίαι ἐνὶ πάτρηι. Ἀστάρτην Ἄρτεμίν σε Σύροι κλῄζουσι Ναναίαν καὶ Λυκίων ἔθνη {η} Λητοῦν καλέουσιν ἄνασ[σαν
20Μητέρα δὴ κλῄζουσι θεῶν καὶ Θρήϊκες ἄνδρες, Ἕλληνες δ’ Ἥρην μεγαλόθρονον ἠδ’ Ἀφροδίτη[ν καὶ Ἑστίαν ἀγαθήν, καὶ Ῥεῖαν, καὶ Δήμητρα, Αἰγύπτιοι δὲ Θιοῦιν, ὅτι μούνη εἶ σὺ ἅπασα[ι αἱ ὑπὸ τῶν ἐθνῶν ὀνομαζόμεναι θεαὶ ἄλλαι.
25Δεσπότι, οὐ λήξω μεγάλην δύναμίν σου ἀείδων, σώτειρ’ ἀθανάτη, πολυώνυμε, Ἶσι μεγίστη, ἐκ πολέμου ῥυμένη τε πόλεις πάντας τε πολίτας, αὐτοὺς καὶ ἀλόχους καὶ κτήματα καὶ φίλα τέκνα. ὅσσοι δ’ ἐμ μοίραις θανάτου συνέχονται ἐν εἰρκτῆι,
30καὶ ὅσοι ἀγρυπνίαις μεγάλαις ὀχλοῦντ’ ὀδονηραῖς, καὶ οἱ ἐν ἀλλοτρίηι χώρηι πλανοώμενοι ἄνδρες
καὶ ὅσοι ἐμ πελάγει μεγάλωι χειμῶνι πλέουσι ἀνδρῶν ὀλλυμένων νηῶν κατὰ ἀγνυμενάων, σώζονθ’ οὗτοι ἅπαντες, ἐπευξάμενοί σε παρεῖναι.17
35Κλῦθι ἐμῶν εὐχῶν, μεγαλοσθενὲς οὐνομ’ ἔχουσ[α εὐείλατος ἐμοί τε γείνου, λύπης μ’ ἀνάπαυσον ἁπάσης. Ἰσίδωρος
ἔγραψε.18

2

χαῖρε, Τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι μεγίστη, Ἑρμοῦθι· ἐπί σοι πᾶσα γέγηθε πόλις, ζωῆς καὶ καρπῶν εὑρέτρι〈α〉, οἷσί τε πάντες τέρπονταί τε βροτοὶ σῶν χαρίτων ἕνεκα.
5ὅσσοι σοὶ εὔχονται ἐπ’ ἐμπορίην τε παρεῖναι, πλουτοῦς’ εὐσεβέες εἰς τὸν ἅπαντα χρόνον· καὶ ὅσοι ἐν νούσοις θανατώδεσι μοίρῃ ἔχοντ[αι σοὶ εὐξάμενοι ταχέως σῆς ζωῆς ἔτυχον. Ὡς ἐτύμως ὁ ἀγαθὸς δαίμων, Σοκονῶπις κραταιός34
10 σύνναος ναίει πλουτοδότης ἀγαθός. κτίστης καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος καὶ ποταμῶν πάντων κὠκυτάτων τε ῥοῶν, καὶ Ἀγχόης ὁ σὸς υἱός, ὃς οὐρανοῦ αἰθέρα ναίε[ι ἥλιος ἀντέλλων ἐσθ’, ὃς ἔδειξε τὸ φῶς.
15ὅσσοι δὴ ἐθέλουσι γονὴν παίδων τε ποιῆσαι, εὐξάμενοι ὑμῖν εὐτεκνίης ἔτυχον. Νεῖλον χρυσορρόαν πείθους’ ἀνάγεις κατὰ [κ]αι[ρό]ν Αἰγύπτου ἐπὶ γῆν ἀνδράσιν εὐτερπίην. Εὐανθεῖ τότε καρπὸς ἅπας καὶ πᾶσι μερίζ[εις,
20 οἷσι θέλεις, ζωὴν παντοδαπῶν ἀγαθῶν. Σῶν δώρων μνησθέντες, ὅσοις πλοῦτόν τ’ ἀνέδωκας καὶ χάριτας μεγάλας σάς τε ἔχειν δι’ ὅλου, τούτων σοι μοῖραν δεκάτην ἀπένειμαν 〈ἅ〉παντες, χαίροντες κατ’ ἔτος, σῆι τε πανηγυρίηι
25εἶτα ἐδωρήσω περιτελλομένου ἐνιαυτοῦ αὐτοῖς μηνὶ Παχὼν πᾶσιν ἐς εὐφροσύνην. τερφθέντες δ’ εἰς οἶκόν τε πανηγυρίσαντες ἔβησαν εὐφήμως πλήρεις τῆς παρὰ σοῦ τε τρυφῆς. Σ]ῶν δώρων κἀμοὶ μετάδος, Ἑρμοῦθι ἄνασσα,
30 σῶι ἱκέτηι ὄλβον καὶ ἅμα εὐτεκνίην.
Ἰσίδωρος
ἔγραψε. Εὐχῶν ἠδ’ ὑμνῶν τε θεοὶ κλύοντες ἐμεῖο,
ἀνταπέδωκαν ἐμοὶ εὐθυμίαν χάριτα.35

3

Ὑψίστων μεδέουσα θεῶν, Ἑρμοῦθι ἄνασσα, Ἶσι ἁγνή, ἁγία, μεγάλη, μεγαλώνυμε Δηοῖ, σεμνοτάτη δώτειρ’ ἀγαθῶν μερόπεσσι ἅπασι εὐσεβέσιν μεγάλας χάριτας καὶ πλοῦτον ἔδωκας,
5καὶ 〈ζ〉ωὴν γλυκερήν τε ἔχειν καὶ τέρψιν ἀρίστην Ὄλβον, εὐτυχίην καὶ σωφροσύνην τε ἄλυπον. ὅσσοι δὲ ζώουσι μακάρτατοι, ἄνδρες ἄριστοι, σκαπτροφόροι βασιλεῖς τε καὶ ὅσσοι κοίρανοί εἰσι, οὗτοι σοι ἐπέχοντες ἀν〈ά〉σσους’ ἄχρι τε γήρω[ς,
10λαμπρὸν καὶ λιπαρὸν καταλείποντες πολὺν ὄ[λβον υἱάσι θ’ υἱωνοῖσι καὶ ἀνδράσι τοῖσι μεταῦ[τις. ὃν δέ κε φίλτατον ἔσ〈χ〉ε ἀνάκτων ἡ βασίλε[ια οὗτος καὶ Ἀσίας τε καὶ Εὐρώπης τε ἀν〈ά〉σσει, εἰρήνη〈ν〉 τε ἄγων, καρποὶ βρίθουσιν ἐπ’ αὐτῶι
15παντοίων ἀγαθῶν, καρπόν τε φέροντες ἄρ[ισ]τ[ον. ὅππου δὴ πόλεμοί τε ἀνδροκτασίαι τε μάλιστ[α μυριάδων ὄχλων τε τὸ σὸν σθένος, ἡ δύνα[μίς σου,
πλῆθος ἀπημαύρως’, ὀλίγοισι δὲ θάρσος ἔ[δωκε. κλῦθι ἐμοῦ, Ἀγαθή τε τύχη, ἱκέτου σου, ἄνασσ[α,49
20ἤ που ἐς Λιβύην ἢ ἐς Νότον ἀμφιβέβηκα[ς, ἢ βορέου πέρατα ναίεις ἡδυπνόου αἰεί, ἢ Εὔρου πνωιάς, ὅθι ἀντολαὶ ἠελίοιο, ἢ καὶ Ὄλυμπον ἵκανες ὅπου 〈οὐ〉ρανίων[ες ἐν]ε[ισίν ἢ καὶ ἐν οὐρανῶι ὕψι μετ’ ἀθανάτοισι δικάζεις,
25ἢ καὶ ἠελίου ὠκυδρόμου ἅρματα βᾶσα, κόσμον ἅπαν διάγουσα, κατοπτεύουσα ἅπαντα ἔργ’ ἀνδρῶν ἀσεβῶν τε καὶ εὐσεβέων καθορῶσα, εἰ δὲ καὶ ὧδε πάρει, ἰδίαν ἀρετὴν ἐφορῶσα, τερπομένη θύμασιν, λοιβαῖσί τε ἠδὲ θυηλαῖ[ς,
30ἀνδρῶν ναιότων Σούχου νομὸν Ἀρσινοειτῶν παμφύλων ἐθνῶν, ὅσσοι κατ’ ἔτος τε πάρεισι εἰκάδι μηνὶ Παχὼν καὶ Θωὺθ δεκάτην σοι ἄγον[τ]ε[ς καὶ Ἀγχόηι, Σοκονῶπι, θεοῖς {α} ἁγίοισιν, ἑορτή. πυθομένη εὐχῶν, μελανηφόρε Ἶσι ἐλήμων,
35καὶ ὑμεῖς, μεγάλοι τε θεοὶ σύνναοι ἅμ’ αὐτῆι, πέμψατ’ ἐμοὶ Παιᾶν’, ἀχέ[ω]ν ἰήτορα πάντω[ν. Ἰσίδωρος
ἔγραψε.50

4

τίς τόδε ἁγνὸν ἔδειμ’ ἱερὸν Ἑρμοῦθι μεγίστηι; ποῖς θεὸς ἐμνήσθη πανιεροῦ μακάρων; Ὡς αἰπὺν καὶ ἄδυτον ἐσημηώσατ’ Ὄλυμπον Δηοῖ ὑψίστηι Ἴσιδι θεσμοφόρωι,
5καὶ Ἀγχόηι υἱῶι καὶ δαίμονι ἀγαθῶι Σοκονῶπ[ι, ἀθανάτοις ὅρμον εὗρε δικαιότατον. Αἰγύπτου τινά φασι γενέσθαι θεῖον ἄνακτα, ὃς πάσης χώρας κύριος ἐξεφάνη, πλούσιον, εὐσεβέα, δυνάμει πάσηι τε μεγίστη[ι
10 ὃς κλέος καὶ ἀρετὴν ἔσχεν ἰσουράνιον. τούτωι γὰρ καὶ γαῖα ὑπήκοος ἦν τε θάλασσα καὶ ποταμῶν πάντων νάματα καλλιρρόων, καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος, ὃς γλυκὺ φέγγος ἀντέλλων φαίνει πᾶσιν ἀριπρεπέως.
15καὶ πτηνῶν τε γένη ὁμοθυμαδὸν ἔκλυεν αὐτοῦ καὶ τὰς ἐπιστέλλων πάντα ἐπήκοα ἦν. Δῆλον τοῦτ’ ἐστὶν ὅτι ὄρνεα ἔκλυεν αὐτοῦ ὡς οἱ τῶν ἱερῶν γράμμ’ ἀναλεξάμενοι φάσκουσίν ποτε τοῦτον ἐπιστείλαντα κορώνην,
20 σύν τε ἐπιστολίωι ἦλθε φέρουσα φάσιν· οὐ γὰρ ἔην βροτὸς ἀνήρ, οὐδ’ ἐκ βροτοῦ ἦεν ἄνακ[τος, ἀλλὰ θεοῦ μεγάλου ἔκγονος ἀενάου, Σούχου παγκράτορος μεγάλου μεγάλου τε μεγίστου δαίμονος τοῦ ἀγαθοῦ υἱὸς ἄναξ ἐφάνη.
25Μητροπάτωρ τούτου δ’ ἐστὶν ζωῆς ὁ μερ[ιστής, Ἄμμων, ὃς καὶ Ζεὺς Ἑλλάδος ἠδ’ Ἀσίας. τοὔνεκα καὶ τῶι πάντα ἐπήκοα, ὅσς’ ἐπὶ γαίηι ἑρπετὰ καὶ πτηνῶν οὐρανίων τε γένη. οὔνομα δ’ ἦν παταπὸν τούτωι; καὶ τίς τόδ’ ἔθηκε
30 κοίρανος ἢ βασιλεὺς ἠέ τις ἀθανάτων; ὁ θρέψας Σεσοῶσις, ὃς οὐρανοῦ ἕσπερ’ ἀφεῖκται, οὔνομ’ ἔθηκε καλὸν ἡλίου εὐφεγγέος.
Ἑρμηνευσάμενοι δ’ Αἰγύπτιοι οὔνομα τούτου Πορραμάνρην κλῄζουσι, τὸν μέγαν, ἀθάνατον.63
35θαῦμα δὲ καὶ παράδοξον ἐγὼν ἐσάκο[υ]σα παρ’ ἄλλων, ὡς ἔπλει ἐν ὄρει ἄξοσι καὶ ἱστίωι. Ἀσφαλέως δὲ μαθών τε παρ’ ἀνδρῶν τῶν ἱστορούντων ταῦτα καὶ αὐτὸς ἐγὼ πάντ’ ἀναγραψάμενος ἡρμήνηυς’ Ἕλλησι θεοῦ δύναμίν τε ἄνακτος,
40ὡς βροτοτὸς οὐδ’ ἕτερος ἔσχεν ἴσην δύναμιν. Ἰσίδωρος
ἔγραψε.64