TLG 0336 004 :: CRATES :: Fragmenta et titulus CRATES Poet. Phil. Cf. et CRATETIS EPISTULAE (0623) Fragmenta et titulus
Citation: Fragment — (line) | |||
347-368?(t) | Παίγνια | ||
347-358(t) | epica | ||
347 | καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθ’ ὅ γ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι, τὴν δ’ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. | ||
348 | Φλιάσιόν τ’ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ. | 164 | |
349 | καὶ μὴν Μίκυλον εἰσεῖδον 〈 〉 τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ τιμιότητι. | ||
351(t) | de pera | ||
1 | Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν· | ||
---|---|---|---|
5 | ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους. ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, | ||
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης. | 165 | ||
352 | †τῶνδε κράτει ψυχῆς ἤθει ἀγαλλομένη | ||
1 | οὔθ’ ὑπὸ χρυσ〈ε〉ίων δουλουμένη οὔθ’ ὑπ’ Ἐρώτων τηξιπόθων οὐδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι. | ||
3 | ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι | ||
5 | ἀθάνατον βασίλειαν, ἐλευθερίαν, ἀγαπῶσιν | ||
353 | μὴ πρὸ φακῆς λοπάδ’ αὔξων | ||
εἰς στάσιν ἄμμε βάλῃς | 166 | ||
354 | †κόγχον καὶ κύαμον συνάγαγε | ||
1 | κἂν τάδε δράσῃς ῥηϊδίως στήσεις τρόπαιον κατὰ πενίας† | ||
355 | ⊗ | ταῦτ’ ἔχω ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν | |
σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. * | 167 | ||
356 | στείχεις δή, φίλε κυρτών, †βαίνεις εἰς Ἀΐδαο δόμους κυφὸς ὥρην διὰ γῆρας† | ||
357 | ἕλκε ποδὸς τεταγὼν διὰ πηλοῦ θεσπεσίοιο | ||
358 | Φαντασίη τανύπεπλε | ||
359-61(t) | elegiaca | ||
359 | ⊗ | Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ. χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥ τέ μοι αἰεὶ | |
χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον | 168 | ||
5 | 〈 〉 | ||
5 | ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερόν, τίθετε. χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον μύρμηκός τ’ ἄφενος κρήματα μαιόμενος· ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. | ||
10 | τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνὰς οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. | ||
360 | συγκατανευσιφάγους | ||
361(t) | ὕμνος εἰς Εὐτέλειαν | ||
1 | ⊗ | χαῖρε θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελία, κλεινῆς ἔγγονε Σωφροσύνης, | |
σὴν ἀρετὴν τιμῶσιν ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν | 169 | ||
362-368(t) | iambica | ||
362(t) | ἐφημερίς | ||
1 | τίθει μαγείρῳ μνᾶς δέκ’, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον. | ||
363 | ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος· ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος. | ||
364(t) | ‘tragoedia‘ | ||
1 | οὐχ εἷς πάτρα μοι πύργος, οὐ μία στέγη, πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος | ||
ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα. | 170 | ||
365(a) | Κράτης Κράτητα χρημάτων ἀποστερεῖ | ||
b | ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης | ||
c | ἵνα μὴ κρατήσῃ τοῦ κρατοῦντος κρείττονα | ||
d1 | εὖ γ’, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε, | ||
d2 | ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι. | 171 | |
366 | ὁ γὰρ χρόνος μ’ ἔκαμψε, τέκτων μὲν σοφός, ἅπαντα δ’ ἐργαζόμενος ἀσθενέστερα. | ||
367 | οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. | ||
368* | ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν· ἂν δ’ ἔλθῃ ποτέ, | ||
ἀνιώμεθ’· οὕτως ἐσμὲν ἀχάριστοι φύσει. | 172 |