TLG 0336 003 :: CRATES :: Epigrammata CRATES Poet. Phil. Cf. et CRATETIS EPISTULAE (0623) Epigrammata Dup. partim 0336 002 (fr. 2), 004 (fr. 361)
Citation: Book — epigram — (line) | ||
7.326(p1) | ΚΡΑΤΗΤΟΣ ΘΗΒΑΙΟΥ | |
1 | Ταῦτ’ ἔχω, ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. | |
---|---|---|
9.497(p1) | ΚΡΑΤΗΤΟΣ | |
1 | Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος· ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, | |
θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος. | ||
10.104(p1) | ΚΡΑΤΗΤΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Χαῖρε, θεὰ δέσποιν’, ἀνδρῶν ἀγαθῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης· | |
σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν ... |