TLG 0336 002 :: CRATES :: Fragmenta CRATES Poet. Phil. Cf. et CRATETIS EPISTULAE (0623) Fragmenta
Citation: Fragment — (line) | ||
t1-2 | ΕΛΕΓΕΙΑΙ | |
1(t) | ΠΑΙΓΝΙΑ | |
1 | Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένωι· χόρτον ἐμῆι συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεί χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. | |
---|---|---|
4 | . . . . . . . . . . . . . . . . . . . | |
5 | ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγινεῖν εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. | |
10 | τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς | |
οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. | 120 | |
2(t) | ΥΜΝΟΣ ΕΣ ΕΥΤΕΛΙΗΝ | |
1 | Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης· σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαι’ ἀσκοῦσιν. | |
t3-12 | ΕΠΗ | |
t3-5 | ΠΑΡΩΙΔΙΑΙ | |
3 | καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις’, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθ’ ἔτ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι· τὴν δ’ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. | |
4 | Φλειάσιόν τ’ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ | 121 |
5 | καὶ μὴν Μικκύλον εἰσεῖδον ... τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῆι δηϊοτῆτι. | |
t6-12 | ΠΗΡΗ | |
6 | Πήρη τις πόλις ἐστὶ μέσωι ἐνὶ οἴνοπι τύφωι καλὴ καὶ πίειρα, περίρρυτον οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῆισιν, | |
5 | ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους. ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης. | |
7 | οὔθ’ ὑπὸ χρυσείων δουλουμένη οὔθ’ ὑπ’ Ἐρώτων τηξιπόθων οὐδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι. ἡδονῆι ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασίλειαν, ἐλευθερίαν, {τ’} ἀγαπῶσιν. | 122 |
8 | μὴ πρὸ φακῆς λοπάδ’ αὔξων ἐς στάσιν ἄμμε βάληις | |
9 | κόγχον καὶ κύαμον σύναγ’, 〈ὦ φίλε〉, κἂν τάδε δράσηις, ῥηϊδίως στήσεις 〈στάσεωσ〉 πενίας τε τροπαῖον. | |
10 | ταῦτ’ ἔχω, ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν | |
σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψε. | 123 | |
11 | στείχεις δή, φίλε κυρτών, βαίνεις 〈τ’〉 εἰς Ἀίδαο δόμους κυφὸς διὰ γῆρας. | |
12 | ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο. | |
t13-21 | ΤΡΑΓΩΙΔΙΑΙ | |
13(t) | ΕΦΗΜΕΡΙΣ | |
1 | τίθει μαγείρωι μνᾶς δέκ’, ἰατρῶι δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλωι καπνόν, πόρνηι τάλαντον, φιλοσόφωι τριώβολον. | |
14 | ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος· | |
ἐὰν δὲ τούτοις μὴ δύνηι χρῆσθαι, βρόχος. | 124 | |
15 | οὐχ εἷς πάτρα μοι πύργος, οὐ μία στέγη, πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος ἑτοῖμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα. | |
16a | Κράτης Κράτητα χρημάτων ἀποστερεῖ. | |
16b | ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης. | |
16c | εὖ γ’, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε, ὡς εἰς τρίβωνα ῥαιδίως συστέλλομαι. | |
17 | ὁ γὰρ χρόνος μ’ ἔκαμψε, τέκτων μὲν σοφός, | |
ἅπαντα δ’ ἐργαζόμενος ἀσθενέστερα. | 125 | |
18 | οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. | |
19 | χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῶι δράγματι. | |
20 | τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε πορφύρα εἰς τοὺς τραγωιδοὺς χρήσιμ’, οὐκ εἰς τὸν βίον. | |
21 | ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν. ἂν δ’ ἔλθηι ποτέ, | |
ἀνιώμεθ’. οὕτως ἐσμὲν ἀχάριστοι φύσει. | 126 |