TLG 0329 001 :: THEODECTAS :: Fragmenta

THEODECTAS Trag.
(Phaselinus: 4 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 230–237.

frr. 1–12, 13–20

Citation: Fragment — (line)

1

(tit)

ΑΙΑΣ

tit,1a-2

ΑΛΚΜΕΩΝ

1a

ΑΛΦ. ?〉 σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτόν
γυναικός230

2

ΑΛΦ. μητέρα δὲ τὴν σὴν οὔτις ἐστύγει βροτῶν; ΑΛΚ. ×–⏑ ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν. ΑΛΦ. πῶς ...; ΑΛΚ. τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.

3

(tit)

ΕΛΕΝΗ
1ΕΛΕΝΗ· θείων δ’ ἀπ’ ἀμφοῖν ἔκγονον ῥιζωμάτων
τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν;231

3a

(tit)

ΛΥΓΚΕΥΣ

3b

(tit)

ΜΑΥΣΩΛΟΣ

4

(tit)

ΟΙΔΙΠΟΥΣ
staging(γρῖφος περὶ τῆς νυκτὸς καὶ τῆς ἡμέρας)
1εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται

5

(tit)

ΟΡΕΣΤΗΣ
1δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν,
〈ταύτην θανεῖν, υἱόν τε τιμωρεῖν πατρί〉232

5a

(tit)

ΤΥΔΕΥΣ

5b

(tit)

ΦΙΛΟΚΤΗΤΗΣ
1κόψατε τὴν ἐμὴν χεῖρα 〈⏑–⏑–?〉

t,6-18

INCERTARUM FABULARUM FRAGMENTA

6

ΑΓΡΟΙΚΟΣ ΤΙΣ·
1γραφῆς ὁ πρῶτος ἦν †μαλακόφθαλμος κύκλος· ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ, τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών,
τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές.233
5ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο, πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν· ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶφ’, ὁ βόστρυχος

7

ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον

8

ὅστις δὲ θνητῶν μέμφεται τὰ θεῖ’, ὅτι οὐκ εὐθὺς ἀλλὰ τῷ χρόνῳ μετέρχεται τοὺς μὴ δικαίους, πρόφασιν εἰσακουσάτω· εἰ μὲν γὰρ αὐτίκ’ ἦσαν αἱ τιμωρίαι,
5πολλοὶ διὰ φόβον κοὐ δι’ εὐσεβῆ τρόπον θεοὺς ἂν ηὖξον· νῦν δὲ τῆς τιμωρίας ἄπωθεν οὔσης τῇ φύσει χρῶνται βροτοί· ὅταν δὲ φωραθῶσιν †ὀφθέντες κακοί, τίνουσι ποινὰς ὑστέροισιν ἐν χρόνοις

9

ἀλλ’ ὦ τάλαν Θυέστα, καρτέρει δάκνων ὀργῆς χαλινόν· παρακελεύομαι δέ σοι τεθηγμένῳ νῦν· ἀλλ’ ὁ μυρίος χρόνος
τὰ πάντ’ ἀμαυροῖ χὐπὸ χεῖρα λαμβάνει234

10

ὦ καλλιφεγγῆ λαμπάδ’ εἱλίσσων φλογός Ἥλιε, ποθεινὸν πᾶσιν ἀνθρώποις σέλας, εἶδές τιν’ ἄλλον πώποτ’ εἰς οὕτω μέγαν ἐλθόντ’ ἀγῶνα καὶ δυσέκφευκτον κρίσιν;
5ὅπου κατηγορεῖ μὲν ἐν λόγοισί μου γυνή, πρὸς ὃν δ’ εἴρηκε, τυγχάνει πόσις, κρατοῦσι δ’ οἵπερ καὶ κατηγοροῦσί μου

11

πολλὰ δεῖ μοχθεῖν τὸν ἥξοντ’ εἰς ἔπαινον εὐκλεῶς· ῥᾳθυμία δὲ τὴν παραυτίχ’ ἡδονήν λαβοῦσα λύπας τῷ χρόνῳ τίκτειν φιλεῖ

12

ἅπαντ’ ἐν ἀνθρώποισι γηράσκειν ἔφυ καὶ πρὸς τελευτὴν ἔρχεται τα〈κ〉τοῦ χρόνου, πλὴν ὡς ἔοικε τῆς ἀναιδείας μόνον· αὕτη δ’ ὅσῳπερ αὔξεται θνητῶν γένος,
5τοσῷδε μείζων γίγνεται καθ’ ἡμέραν235

13

ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις, οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον, ὁμοῦ δὲ τῇδ’ ἔτ’ εἰσκομίζεται λαβών καὶ δαίμον’ ἤτοι χρηστὸν ἢ τοὐναντίον

14

γονέων τὰ τέκνα †σῴζουσιν αἱ συμβουλίαι

15

ἐγὼ μὲν οὔποτ’ εὐγένειαν ᾔνεσα τὴν προστάταισι χρωμένην ἀναξίοις

16

πολυσπερεῖ μέν, ὦ γέρον, καθ’ Ἑλλάδα φήμῃ πλανᾶται καὶ διέγνωσται πάλαι τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας

17

(expln)

(ὁ ἥλιος αἴτιος) τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας,
1οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν
σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματ’ ἀνδρῶν καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός236

18

(expln)

(γρῖφος περὶ τῆς σκιᾶς)
1τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔθ’ ὅσα πόντος οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν, ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη, ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
5μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων;

t,19?-20?

FRAGMENTA DUBIA

19?

(3)

[].θην ὑπο []ι̣δ̣[.]μ̣ος δ[

20?

[ ]ης ὑπ’ ἀγ̣κ̣ά[λαις
[]ιδ’ ἀποθάνω βα̣τ[237