TLG 0328 001 :: CHAEREMON :: Fragmenta

CHAEREMON Trag.
(4 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 216–226.

  • frr. 1, 2–9, 10–12, 13–14b, 15–33, 35–39, 41–42
  • fr. 14b: P. Hibeh 2.224

Citation: Fragment — (line)

1

(tit)

ΑΛΦΕΣΙΒΟΙΑ
1καὶ σώματος μὲν †ὄψεις κατειργάζετο στίλβοντα λευκῷ †χρώματι διαπρεπῆ. αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι·
5κόμαι δὲ κηρόχρωτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι

tit,1c**-3

ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ

1c**

dramatis personae: (ΠΑΝ, ΠΟΙΝΑ, ΑΘΑΝΑ, ΕΡΜΑΣ) ΑΧΙΛΛΕΥΣ, ΦΟΙΝΙΞ, ΘΕΡΣΙΤΑΣ (decapitatus), ΔΙΟΜΗΔΗΣ, ΜΕΝΕΛΑΟΣ, ΑΓΑ‐ ΜΕΜΝΩΝ, ΦΟΡΒΑΣ, ΑΙΤΩΛΟΣ, ΑΥΤΟΜΕΔΩΝ, ΔΜΩΣ

2

τύχη τὰ θνητῶν πράγματ’, οὐκ εὐβουλία

3

ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος

tit,4*-7

ΔΙΟΝΥΣΟΣ

4*

Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος

5

χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς

6

στεφάνους τεμόντες ἀγγέλους εὐφημίας

7

κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
στεφάνων ἑλικτῶν ...

tit ante 8

ΘΕΡΣΙΤΗΣ v. ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ

8

(tit)

ΘΥΕΣΤΗΣ
1ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ

9

(tit)

ΙΩ
1 ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες

tit,10-11

ΚΕΝΤΑΥΡΟΣ

10

ἔνθ’ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατόν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
θηρώμεν〈αι ×〉οντα λειμώνων τέκνα

11

οἱ παῖδες στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων

12

(tit)

ΜΙΝΥΑΙ
1πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου

13

(tit)

ΟΔΥΣΣΕΥΣ
1κόμαισιν ὡρῶν σώματ’ εὐανθῆ ῥόδα
εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον

14

(tit)

ΟΙΝΕΥΣ
stagingΟΙΝΕΥΣ περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτο (sc. μαινάδων ?)
1ἔκειτο δ’ ἡ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστεράν ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν
5ζῶσαν γραφὴν ἔφαινε, χρῶμα δ’ ὄμμασιν λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα. ἡ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτυχαῖς
10ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυλλα συγκλῶσαι πτερά κρόκον θ’, ὃς ἡλιῶδες εἰς ὑφάσματα
15πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας.

14a*

(tit)

ΤΡΑΥΜΑΤΙΑΣ

t,14b-41?

INCERTARUM FABULARUM FRAGMENTA

14b

(2)

Χρὴ τιμᾶν θ[⏑⏑– ... ρχὴ γὰρ θνητ[οῖς μείρου πάση[ς
5ώμην τιμῶ̣μεν μ[ θος ἔχειν ὅσιον ζη̣[ Μὴ πᾶν κέρδος ὅρα [ .[..]ν̣[.].κ̣ιαν σαυτ̣[ ...

16,15

τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται sc. ὁ οἶνος παρασκευάζων
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.

17

ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν

18

χρεία δ’ ἀνάγκης οὐκ ἀπῴκισται πολύ

19

ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη

20

σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τ〈ὸ π〉ᾶν

21

οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται

22

χρόνος μαλάσσει πάντα κἀξεργάζεται

23

τό τοι κράτιστον πανταχοῦ τιμητέον· ὁ γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει

24

οὐ ζῶσιν οἵ τι μὴ συνιέντες σοφόν

25

πρὶν γὰρ φρονεῖν εὖ, καταφρονεῖν ἐπίστασαι

26

σφαλεὶς γὰρ οὐδεὶς εὖ βεβουλεῦσθαι δοκεῖ

27

ψευδῆ δὲ τοῖς ἐσθλοῖσιν οὐ πρέπει λέγειν

28

ἡγοῦ δ’ ἐν ὀργῇ πάντα γίγνεσθαι κακά

29

ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά

30

ὅλως τὸ κρεῖσσον οὐκ ἐᾷ φρονεῖν μέγα

31

σοφῶν γὰρ ἀνδρῶν τὰς ἁμαρτίας καλῶς κρίνειν, τὸ δ’ εἰκῆ καὶ μετὰ σπουδῆς κακόν

32

γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν

33

γένοιτό μοι τὰς χάριτας ἀποδοῦναι πατρί

35

πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ

36

πλοῦτος δὲ πρὸς μὲν †τὰς ὅλας τιμὰς ἰών οὐκ ἔσχεν ὄγκον ὥστε καὶ δόξης τυχεῖν, ἀλλ’ ἔστ’ ἄσεμνος· ἐν δὲ †δόσει βροτῶν
ἡδὺς συνοικεῖν καί τιν’ εἰληχὼς χάριν

37

οὐδεὶς ἐπὶ σμικροῖσι λυπεῖται σοφός

38

γέρων γὰρ ὀργῇ πᾶς ὑπηρετεῖν κακός

39

τοῦ τε δυσκαπνωτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτητοὺς φλέβας

41?

†ἔαρος ἡ νύμφη τέκνον τι μετὰ θέρους εἰς ὕστερον,
ἐν χειμῶνι δ’ οἴχεται σὺν τῷ ἀνέμῳ κεκαρμένη†

42

τὰς γὰρ συμφοράς
ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν