TLG 0320 001 :: DIOGENES :: Fragmentum

DIOGENES Trag.
(Atheniensis: 5 B.C.)

Fragmentum

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 185.

fr. 1

Citation: Fragment — (line)

1

(tit)

ΣΕΜΕΛΗ
1καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλης γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων
5σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ’ ἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυϊ Τμωλίαν θεόν δαφνόσκιον κατ’ ἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις
10ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ
νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς185