TLG 0319 004 :: CRITIAS :: Fragmenta CRITIAS Eleg.
Phil.
Trag. Fragmenta
Citation: Fragment — (line) | ||
1 | ATHEN. XIII p. 600 D [Eros] ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε· τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ’ ὠιδάς | |
5 | ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον. οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται, ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν | 375 |
---|---|---|
10 | παῖς διαπομπεύηι προπόσεις ἐπὶ δεξιὰ νωμῶν παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν ... | |
tit,2-3 | ΚΡΙΤΙΟΥ ΕΛΕΓΕΙΑ | |
2 | ATHEN. epit. I p. 28 B Κ. δὲ οὕτως [τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει]· ‘κότταβος ... τρόπαιον‘. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. XV 666 B πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κ. φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς | |
5 | Ἐλεγείοις διὰ τούτων· ‘κότταβος ... καθιστάμεθα‘ Lex. BEKK. VI Anecd. I 382, 19 [Phot. A 73, 3 Reitzenst.] ἀλεξίλογα: οὕτω τὰ γράμ‐ ματα κέκληκε Κ. ὁ τύραννος [V. 10]. κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα· | |
10 | εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα· εὐναίου δὲ λέχους 〈ἔξοχα〉 κάλλος ἔχει Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη | 376 |
15 | καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι. Φοίνικες δ’ εὗρον γράμματ’ ἀλεξίλογα· Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη, φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρεν | |
20 | κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. | |
3 | MALL. THEODOR. de metr. VI 589, 20 Keil metrum dactylicum hexametrum inventum primitus ab Orpheo C. asserit. | |
tit,4-5 | ΕΙΣ ΑΛΚΙΒΙΑΔΗΝ | |
4 | HEPHAEST. 2, 3 (περὶ συνεκφωνήσεως) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις ... ἐν δὲ τοῖς ἔπεσι σπα‐ νίως· ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γάρ· | |
5 | καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω | |
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι· νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως. | 377 | |
5 | PLUT. Alcib. 33 τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρό‐ τερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλε‐ γείαις πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν | |
5 | εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται. | |
tit,6-9 | ΠΟΛΙΤΕΙΑΙ ΕΜΜΕΤΡΟΙ. ΠΟΛΙΤΕΙΑ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ. | |
6 | ATHEN. X 432 D προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κ. ἐν τοῖς Ἐλεγείοις· καὶ τόδ’ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι | |
5 | πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενής καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι | |
10 | ἐξονομακλήδην, ὧι προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους, σῶμά τ’ ἀμαυρότερον τεύχουσιν· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει, λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων, | 378 |
15 | νοῦς δὲ παρέσφαλται. δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον, ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν ἔς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. | |
20 | τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμηι τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. | |
25 | ἑξῆς τε πάλιν φησίν· αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παρὰ χρῆμα | |
τέρψασαι λυποῦς’ εἰς τὸν ἅπαντα χρόνον. ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν | 379 | |
30 | καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ’ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις. | |
7 | SCHOL. EURIP. Hipp. 264 ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ ‘μηδὲν ἄγαν‘, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κ. DIOG. I 41 [s. I 61, 12] ohne Autornamen: ἦν Λακεδαιμόνιος, Χίλων σοφός, ὃς τάδ’ ἔλεξε· | |
5 | μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά. | |
8 | PLUT. Cim. 10 [nach 82 B 20] Κ. δὲ τῶν τριάκοντα γενόμενος ἐν τοῖς Ἐλεγείοις εὔχεται πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δ’ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου. | |
9 | STOB. III 29, 11 Κριτίου· ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί. | |
10 | VITA EURIPID. p. 135, 33 τούτων | |
νοθεύεται τρία· Τέννης, Ῥαδάμανθυς, Πειρίθοος. | 380 | |
12(tit) | ΤΕΝΝΗΣ | |
1 | STOB. III 2, 15 Εὐριπίδης Τέννηι. φεῦ· οὐδὲν δικαιόν ἐστιν ἐν τῶι νῦν γένει. | |
tit,13-15 | ΡΑΔΑΜΑΝΘΥΣ | |
13 | ANTIATT. BEKK. p. 94, 1 ἐξαιρεῖν ἀντὶ τοῦ ἀφαιρεῖν. Εὐρι‐ πίδης δὲ Ῥαδαμάνθυϊ· οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστισ〉 ἐξαιρήσεται ... | |
14 | STRAB. VIII p. 356 Εὐριπίδης ... ἐν Ῥαδαμάνθυϊ· οἳ γῆν ἔχους’ Εὐβοΐδα πρόσχωρον πόλιν ... | |
15 | STOB. II 8, 12. IV 20, II, 61 Εὐριπίδου Ῥαδάμανθυς· ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῶι δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων | |
5 | πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις· ἄλλωι δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι· οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν | |
ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. | 381 | |
10 | ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρήιζω τυχεῖν, δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν. | |
tit,16-23 | ΠΕΙΡΙΘΟΟΣ | |
16(2) | GREGOR. CORINTH. Zu HERMOG. Β 445, 7 Rabe (καὶ Εὐριπίδης ‘Ζεύς, ὡς λέλεκται‘ ἀναφορά, ‘τῆς ἀληθείας ὕπο‘ βεβαίωσις): οὗτος ὁ στίχος ἐν δυσὶν εὕρηται δράμασιν Εὐριπίδου, ἔν τε τῶι λεγομένωι | |
5 | Πειρίθωι καὶ ἐν τῆι Σοφῆι Μελανίππηι. ὧν καὶ τὰς ὑποθέσεις καὶ τὰ χωρία οὐκ ἄκαι‐ ρον ἐκθεῖναι τοῖς ἀσπαζομένοις τὴν πολυμάθειαν. ἡ μὲν οὖν τοῦ Πειρίθου ὑπόθεσίς ἐστιν αὕτη· Πειρίθους ἐπὶ τῆι Περσεφόνης μνηστείαι μετὰ Θησέως εἰς Ἅιδου καταβὰς τιμωρίας ἔτυχε τῆς πρεπούσης· αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτωι καθέδραι πεδηθεὶς δρακόντων ἐφρουρεῖτο χάσμασιν, Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν | |
10 | αἰσχρὸν ἡγούμενος βίου εἵλετο τὴν ἐν Ἅιδου ζωήν. ἐπὶ τὸν Κέρβερον δὲ Ἡρακλῆς ἀποσταλεὶς ὑπὸ Εὐρυσθέως τοῦ μὲν θηρίου βίαι περιεγένετο, τοὺς δὲ περὶ Θησέα χάριτι τῶν χθονίων θεῶν τῆς παρούσης ἀνάγκης ἐξέλυσεν, μιᾶι πράξει καὶ τὸν ἀνθιστάμενον χειρωσάμενος καὶ παρὰ θεῶν χάριν λαβὼν καὶ δυστυχοῦντας ἐλεήσας φίλους. εἰσάγεται γοῦν ἐν τούτωι τῶι δράματι Αἰακὸς πρὸς Ἡρακλέα λέγων· | |
15 | ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα | |
δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμωι φρενί. εἰπεῖν δίκαιον, ὦ ξέν(ε), ὅστις ὢν τόπους εἰς τούσδε χρίμπτηι καὶ καθ’ ἥντιν’ αἰτίαν. εἶτα Ἡρακλῆς πρὸς αὐτόν [TGF p. 547, Eur. fr. 591 N2.]· | 382 | |
20 | οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον· ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός· ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. | |
25 | ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ(ε) Ἅιδου κύνα ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι ἀνήνυτον τόνδ’ ὤιετ’ ἐξηυρηκέναι. | |
30 | τοιόνδ’ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα. | |
17 | ATHEN. XI 496 A πλημοχόη ... χρῶνται δὲ (τῶι σκεύει) ἐν Ἐλευσῖνι τῆι τελευταίαι τῶν μυστηρίων ἡμέραι, ἣν καὶ ἀπ’ αὐτοῦ προσαγορεύουσι Πλημοχόας ... μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας | |
εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης λέγων οὕτως· | 383 | |
5 | ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν. | |
18 | CLEM. Str. V 35 [II 349, 18 St.] περὶ τούτων τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμ‐ μένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους ὡς βούλονταί τινες, ἐμφαίνει | |
5 | εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζωιδιακοῦ κύκλου καὶ τοῦ κατ’ αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ. οἶμαι καὶ ἡ τραγωιδία φυσιολογοῦσά φησιν· ‘ἀκάμας ... πόλον‘. SCHOL. ARISTOPH. Av. 179 πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, | |
10 | ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθωι ‘καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον‘, ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ἀκάμας τε χρόνος περί τ’ ἀενάωι ῥεύματι πλήρης φοιτᾶι τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι | |
15 | ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον. Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. | |
19 | — —115 [II 403, 14 St.] ἐν δὲ τῶι Πειρίθωι δρά‐ ματι ὁ αὐτὸς καὶ τάδε τραγωιδεῖ· ‘σὲ ... ἀμφιχορεύει. σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίωι | |
ῥύμβωι πάντων φύσιν ἐμπλέξανθ’, | 384 | |
5 | ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ὧι καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. | |
20 | PLUT. de amic. mult. 7 p. 96 c ἔνιοι τῶν φίλων οὐθὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῶι Πειρίθωι κολαζομένωι καὶ δεδεμένωι | |
5 | αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις. | |
21 | STOB. II 8, 4 Εὐριπίδου Πειρίθωι· ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστωι φρενί ἔρριψεν, ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη. | |
22 | —III 37, 15 Πειρίθου. τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτέ ῥήτωρ δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω | |
5 | λόγοις ταράσσων πολλάκις λυμαίνεται. | |
23 | —IV 53, 23 Εὐριπίδου Πειρίθωι· | |
οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς; | 385 | |
25(tit) | ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ | |
1 | SEXT. IX 54 καὶ Κ. δὲ εἷς τῶν ἐν Ἀθήναις τυραν‐ νησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον | |
5 | τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῶι τὸ ῥητὸν οὕτως· ‘ἦν ... γένοσ‘ AËT. I 7, 2 (D. 298) καὶ Εὐριπίδης δὲ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι· ‘ἦν γὰρ χρόνος, φησίν, ὅτ’ ... ὑπηρέτησ‘ [1. 2]. ἔπειτά φησι τὴν | |
10 | ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικη‐ μάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν. ὡς δεῖ ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους, ὡς ἔστι ... βίωι, ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν‘ [17. 18.]. I 6, 7 (D. 294) ὅθεν καὶ Εὐριπίδης φησί· ‘τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου ... | |
15 | σοφοῦ‘ [33. 34]. ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. | |
20 | κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι | |
〈ὁμῶς ἁπάντων〉 τήν θ’ ὕβριν δούλην ἔχηι ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι | 386 | |
25 | ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι, λάθραι δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ 〈πρῶτον〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ [γνῶναι] 〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι | |
30 | πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι, νόωι τ’ ἀκούων καὶ βλέπων, φρονῶν τ’ ἄγαν προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν, | |
35 | ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται, 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. | |
ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν, τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν 〈ἄγαν〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων | 387 | |
40 | διδαγμάτων ἥδιστον εἰσηγήσατο ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι. ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵνα μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους λέγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς | |
45 | καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, Χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ, | |
25(50) | ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους, | |
δι’ οὓς καλῶς τε τῶι λόγωι κατώικισεν τὸν δαίμον(α) οὗ〈τοσ〉 κἀν πρέποντι χωρίωι, | 388 | |
55 | τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν. καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει· οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος. | |
26 | STOB. I 8, 11: μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος. | |
27 | —III 14, 2 Κριτίου. ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν πράσσων ὁμιλεῖ, τὴν παραυτίχ’ ἡδονήν ἔχθραν καθίστης’ εἰς τὸν ὕστερον χρόνον. | |
28 | — —23, 1 Κ—ου. | |
δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῆι φρονεῖν. | 389 | |
29 | STOB. IV 33, 10 Κ—ου. σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν; | |
30 | 〈ΠΟΛΙΤΕΙΑ ΑΘΗΝΑΙΩΝ〉 | |
31(tit) | ΠΟΛΙΤΕΙΑ ΘΕΤΤΑΛΩΝ | |
1 | ATHEN. XIV 662F ‘ὁμο‐ λογοῦνται δ’ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλή‐ νων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος | |
5 | ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν‘. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κ. ἐν τῆι Πολιτείαι αὐτῶν. | |
tit,32-37 | ΠΟΛΙΤΕΙΑ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ | |
32 | CLEM. Str. VI 9 [II 428, | |
12 St.] πάλιν Εὐριπίδου ποιήσαντος ‘ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονεσ‘ [fr. 525, 4. 5], Κ. γράφει· | 390 | |
5 | ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλ‐ τιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο. | |
33 | ATHEN. XI 463 E τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κ. παρίστησιν ἐν τῆι Λακεδαιμονίων Πολιτείαι διὰ τούτων· ‘ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπὶ δεξιά, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπὶ δεξιά, ὁ δὲ Θετταλικὸς | |
5 | ἐκπώματα προπίνει ὅτωι ἂν βούλωνται μεγάλα. Λακεδαι‐ μόνιοι δὲ τὴν παρ’ αὑτῶι ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνο‐ χόος 〈ἐπιχεῖ〉 ὅσον ἂν ἀποπίηι.‘ | |
34 | — —483 B Κ. δ’ ἐν Λακεδαιμονίων πολιτείαι γράφει οὕτως· ‘χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ 〈καὶ〉 | |
ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακω‐ | 391 | |
5 | νικὸς ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφο‐ ρώτατον ἐν γυλιῶι· οὗ δὲ ἕνεκα στρατιωτικόν, 〈δη‐ λώσω· στρατιώτηι〉 πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ | |
10 | καθαρὸν ἐν αὑτῶι.‘ PLUT. Lyc. 9, 7 [26 B.] διὸ καὶ τὰ πρό‐ χειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρ’ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων ὁ Λακωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας, ὥς φησι Κ.· τὰ γὰρ ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν | |
15 | ἀπεκρύπτετο τῆι χρόαι, καὶ τοῦ θολεροῦ προσκόπτοντος ἐντὸς καὶ προσισχομένου τοῖς ἄμβωσι καθαρώτερον ἐπλησίαζε τῶι στόματι τὸ πινόμενον. Poll. VI 97 κώθων Λακωνικόν [ἔκπωμα]· τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ ὥσπερ καὶ τῆς χύτρας ἄμ‐ βωνες καλοῦνται. | |
35 | ATHEN. XI 486 E Κ. τε ἐν τῆι Λακεδαι‐ μονίων Πολιτείαι· ‘κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλη‐ σιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνειοεργής. HARPOCR. Λυκιουργεῖς· ἀγνοεῖν δὲ | |
5 | ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· ‘κλίνη Μιλησιουργήσ‘ Κ. φησὶν ἐν τῆι Λακεδαιμονίων πολιτείαι. | |
36 | EUSTATH. Zu θ 376 p. 1601, 25 καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν καὶ ἐπεχωρίαζε, φασί, Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομάχια ... σημείωσαι δὲ καὶ ὅτι | |
ὀρχήσεως εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιά, ὡς δηλοῖ καὶ | 392 | |
5 | ὁ οὕτω γράψας· θερμαϋστρὶς ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κ. οὕτω· ‘ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενε‐ χθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον.‘ | |
37 | LIBAN. Or. 25, 63 (II 567 Förster) οἱ Λακεδαιμόνιοι οἱ κατὰ τῶν εἱλώτων ἐξουσίαν σφίσιν αὐτοῖς ἀνοίγοντες φόνου, καὶ περὶ ὧν Κ. φησίν, ὡς μάλιστα δοῦλοί τε ἐν Λακεδαίμονι καὶ ἐλεύθεροι. τί δ’ ἄλλο γε ἢ ὅπερ αὐτὸς ὁ Κ. φησίν, ὡς ἀπιστίας | |
5 | εἵνεκα τῆς πρὸς τοὺς εἵλωτας τούτους ἐξαιρεῖ μὲν Σπαρ‐ τιάτης οἴκοι τῆς ἀσπίδος τὸν πόρπακα. τοῦτο δὲ οὐκ ἔχων ἐπὶ τῆς στρατείας ποιεῖν διὰ τὸ δεῖν πολλάκις ὀξύτητος, τὸ δόρυ ἔχων ἀεὶ περιέρχεται, ὡς κρείττων γε ταύτηι τοῦ εἵλωτος ἐσόμενος, ἢν ἀπὸ μόνης νεωτερίζηι | |
10 | τῆς ἀσπίδος. μεμηχάνηνται δὴ καὶ κλεῖδας, ἃς οἴονται τῆς παρ’ ἐκείνων ἐπιβουλῆς ἰσχυροτέρας εἶναι. (64) ταυτὶ δ’ ἂν εἴη συνοικούντων τε φόβωι καὶ μηδ’ ἀναπνεῖν ἐωμένων ὑπὸ τῶν ἐν ταῖς ἐλπίσι δεινῶν. οὓς οὖν ἀριστοποιουμένους καὶ καθεύδοντας καὶ ἐπ’ ἄλλο τι βαδίζοντας τὸ δεῖμα τῶν οἰκετῶν ὁπλίζει, πῶς ἂν οὗτοί γε, | |
15 | ὦ παῖ Καλλαίσχρου, καθαρᾶς ἀπολαύσειαν τῆς ἐλευθερίας, οἷς ἐπέ‐ θεντο μὲν μετὰ τοῦ Ποσειδῶνος οἱ δοῦλοι, δεῖγμα δὲ ἐξενηνόχεσαν, ὡς ἐν ὁμοίοις καιροῖς ὅμοια δράσουσιν. ὥσπερ οὖν οἱ βασιλεῖς αὐ‐ | |
τοῖς οὐ μάλα ἦσαν ἐλεύθεροι τοῖς ἐφόροις δεδομένου δῆσαί τε βασιλέα καὶ κτεῖναι, οὕτω σύμπαντες οἱ Σπαρτιᾶται τὴν ἐλευθερίαν ἀφήιρηντο | 393 | |
20 | συζῶντες ἔχθει τῶι παρὰ τῶν οἰκετῶν. | |
38 | POLL. VII 59 τὰς δὲ ἀναξυρίδας καὶ σκελέας καλοῦσιν· τὸ μὲν ὄνομα καὶ παρὰ Κριτίαι ἔστιν ἐν ταῖς Πολι‐ τείαις. | |
39(tit) | ΑΦΟΡΙΣΜΩΝ ΑΒ... | |
1 | GAL. comment. in Hippocr. de offic. I 1 (ἃ καὶ τῆι ὄψει καὶ τῆι ἁφῆι καὶ τῆι ἀκοῆι καὶ τῆι ῥινὶ καὶ τῆι γλώσσηι καὶ τῆι γνώμηι ἔστιν αἰσθέσθαι) XVIII B 654 K. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ σημαινομένου [τοῦ αἰσθέσθαι] Στωική. | |
5 | διὸ καὶ 〈ὁ〉 τοῦ Κυΐντου μαθητὴς Αἰφικιανὸς αὐτὴν προσήκατο τὴν Στωικὴν ἀσπαζόμενος φιλοσοφίαν ... 655, 7 συγκεχρῆσθαι γάρ φησι τῆι τοῦ ‘αἰσθέσθαι‘ φωνῆι τὸν Ἱπποκράτην κατὰ τῆς ‘γνώμησ‘ .. 656, 2 μέμνηται δὲ καὶ περὶ τοῦ τῆς ‘γνώμησ‘ ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσωι τῶι ‘νοῦ‘ ἢ ‘διανοίασ‘, εἰ μὴ καὶ ‘ἐννοήσεωσ‘, | |
10 | ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυρίων ὀλίγα παραθήσομαι. Κ. μὲν ἐν τῶι πρώτωι Ἀφορισμῶι τάδε γράφει· ‘μήτε ἃ τῶι ἄλλωι σώματι αἰσθάνεται μηδὲ ἃ τῆι γνώμηι γιγνώ‐ σκει. καὶ πάλιν· ‘γιγνώσκουσιν οἱ ἄνθρωποι εἰθισμένοι ὑγιαί‐ | |
15 | νειν τῆι γνώμηι.‘ | 394 |
tit,40-41a | ΟΜΙΛΙΩΝ ΑΒ | |
40 | GAL. a. O. καὶ ἐν Ὁμιλιῶν προτέρωι· ‘εἰ δ’ αὐτὸς ἀσκήσειας, ὅπως γνώμηι ἔσηι ἱκανός, ἥκιστα ἂν οὕτως ὑπ’ αὐτῶν ἂν ἀδικηθείησ‘ καὶ πολλάκις ἐν τῶι αὐτῶι καὶ ἐν τῶι δευτέρωι δὲ τῶν Ὁμι‐ | |
5 | λιῶν ἀντιδιαιρῶν ταῖς αἰσθήσεσι τὴν γνώμην πολλάκις εἴρηκεν ὥσπερ καὶ ὁ Ἀντιφῶν κτλ. | |
41 | HEROD. π. μον. λέξ. p. 40, 14 τὸ δὲ παρὰ Κριτίαι ἐν ταῖς Ὁμιλίαις ‘ὀρσότησ‘ ἀντὶ τοῦ ὁρμή παράσημον. | |
41a | PLATO Charm. 161 B ἄρτι γὰρ ἀνεμνήσθην, ὃ ἤδη του ἤκουσα λέγοντος, ὅτι σωφροσύνη ἂν εἴη τὰ ἑαυτοῦ πράττειν. | |
42(tit) | ΠΕΡΙ ΦΥΣΕΩΣ ΕΡΩΤΟΣ Η ΑΡΕΤΩΝ | |
1 | GAL. Lex. Hippocr. XIX 94 K. δυσανίης: Κ. ἐν τῶι Περὶ φύσεως | |
ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· ‘δυσάνιος δέ ἐστιν, ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις | 395 | |
5 | μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον.‘ | |
43 | ΔΗΜΗΓΟΡΙΚΑ ΠΡΟΟΙΜΙΑ | |
44 | AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ‘εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης | |
5 | οὔθ’ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον οὔθ’ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ’ ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδει‐ μεν ἄν, εἰ μὴ παρ’ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ | |
10 | ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμην‘. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ. | |
45 | — —X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρώιαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ | |
ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω | 396 | |
5 | οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι, μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπεν. | |
46 | ARISTID. Ars rhet. II 15 Schm. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῶι 〈ὁ〉 λόγος ἀπο‐ φαντικοῦ οἷον ‘δοκεῖ δ’ ἔμοι γε‘, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων. | |
47 | — —50 εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες ὡσεὶ ‘ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν | |
5 | ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν‘, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν. | |
48 | DIO CHRYSOST. 21, 3 [II 267 Arn.] ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῶι μετα‐ | |
5 | γράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν. | |
49 | PSEUDODIONYS. Ars rhet. 6 II 277, 10 Us.—Rad. ἀνθρώπωι γὰρ γενομένωι κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα ‘βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν | |
γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν ... | 397 | |
50 | PHILOSTR. V. Soph. pr. p. 1, 9 K. οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῶι πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρωι ποταμὸν εἶναι. | |
51 | PLANUD. in Hermog. Rhet. V 484 Walz οἷον τῶι ἀγῶνι τῶν Πυθίων· τοῦτο κοινὸν καὶ εὐτελές, ἀλλὰ Κ. ἀναστρέψας εἶπε· ‘τῶι τῶν Πυθίων ἀγῶνι‘. | |
52 | PLUT. Cim. 16 Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρομένου μὴ βοηθεῖν μηδ’ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλ’ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κ. τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρωι θέμενον τοῦ | |
5 | Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοη‐ θοῦντα μετὰ πολλῶν ὁπλιτῶν. | |
53 | POLL. II 58 διοπτεύειν Κ. καὶ Ἀντιφῶν [87 B 6]. | |
54 | — —122 παρὰ δὲ Κ—ίαι καὶ λογεὺς ὁ ῥήτωρ. | |
55 | — —148 ταχύχειρ ὡς Κ. | |
56 | —III 116 καὶ ὡς Κ. ῥυπαρία. | |
57 | —IV 64 Κ—ίαι τὰς πρὸς κιθάραν ὠιδὰς προσωι‐ δίας ἀρέσκει καλεῖν. | |
58 | — —165 παρὰ Κ—ίαι διδραχμιαῖοι. | |
59 | —VI 31 ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κ. λέγει. | |
60 | — —38 Κ. δὲ καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν. | |
61 | — —152. 153 οἱ μὲν γὰρ ψευδομάρ‐ τυρες εἴρηνται παρὰ Κ—ίαι καὶ ὁ ψευδομάρτυς οὐκ οἶδ’ ὅπου· καὶ τὸ ψευδομαρτυρεῖν ὁ αὐτός που λέγει. | |
62 | — —194 διασκεδάννυσθαι ... ἢ διαπεφορῆ‐ σθαι, ὡς Κ. | |
63 | — —195 καὶ τὸ αὑτῶν μέρος, ὅσον ἐστὶν ἐπ’ αὐτοῖς, τὸ κατ’ αὐτούς, τὸ ἐπ’ αὐτοὺς ἧκον, τὸ ἐπ’ αὐτοῖς. Κ. δέ πού φησιν· | |
‘ἐπὶ τό γε [ἐπὶ τὸ] χρηστοὺς εἶναι‘. | 398 | |
64 | —VII 78 οἱ δὲ τὰς ἐσθῆτας πιπράσκοντες ἱματιο‐ πῶλαι Κ—ίου τῶι ὀνόματι χρησαμένου. | |
65 | — —91 ἃ δὲ ποδεῖα Κ. καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα πέλλυτρα καλεῖ ἐν Φρυξὶν Αἰσχύλος [fr. 259 N.]. | |
66 | — —108 δακτυλιογλύφοι· τὸ ὄνομα παρὰ Κ—ίαι. | |
67 | — —154 χορδοπώλης, ὡς Κ. λέγει. | |
68 | — —177 μυρεψός. Κ. γὰρ οὕτως ὠνόμασεν. | |
69 | — —179 κεκρυφαλοπλόκος, ὡς Κ. ἔφη. | |
70 | — —196. 197 τὰ δ’ ἐφεξῆς τὰ μὲν πλεῖστα Κ. λέγει, πολλοὶ δὲ καὶ τῶν μᾶλλον αὐτοῦ κεκριμένων τὴν εὐφωνίαν· χαλκοπῶλαι, σιδηροπῶλαι, λαχανοπῶλαι, ... τυροπῶλαι, ... συρμαιοπῶλαι, στυππειοπῶλαι, ἐριοπῶλαι, λιβανω‐ | |
5 | τοπῶλαι, ... ῥιζοπῶλαι, σιλφιοπῶλαι, καυλοπῶλαι, σκευοπῶλαι, σπερμολόγοι, σπερματοπῶλαι, χυτροπῶ‐ λαι, ... φαρμακοπῶλαι, ... βελονοπῶλαι, ... πινακοπῶλαι ... τούτους δ’ ὀρνιθοκαπήλους Κ. καλεῖ κτλ. | |
71 | —VIII 25 Κ. δὲ ἀποδικάσαι ἔφη τὴν δίκην τὸ ἀπολῦσαι ἢ νικῶσαν ἀποφῆναι, ὡς ἂν ἡμεῖς ἀποψηφίσασθαι. ὁ δ’ αὐτὸς καὶ διαδικάζειν τὸ δι’ ὅλου τοῦ ἔτους δικάζειν. | |
72 | — —IX 17 ἀστυνόμος καὶ παρὰ Κ—ίαι ὁ ἀστύτριψ. | |
73 | — —161 καὶ ἡ παρ’ Εὐριπίδηι [fr. 1100] εὐπαι‐ δευσία καὶ ἡ παρὰ Κ—ίαι εὐξυνεσία. | |
75 | PLAT. de rep. II 368 A οὐ κακῶς εἰς ὑμᾶς, ὦ παῖδες ἐκείνου τοῦ ἀνδρός, τὴν ἀρχὴν τῶν ἐλεγείων ἐποίησεν ὁ Γλαύκωνος ἐραστής, εὐδοκιμήσαντας περὶ τὴν Μεγαροῖ μάχην, εἰπών· | |
παῖδες Ἀρίστωνος κλεινοῦ θεῖον γένος ἀνδρός. | 399 |