TLG 0319 003 :: CRITIAS :: Testimonia CRITIAS Eleg.
Phil.
Trag. Testimonia test. 1–23 Citation: Fragment — (line) | ||
1 | PHILOSTR. V. soph. I 16 Κριτίας δὲ ὁ σοφιστής, εἰ μὲν κατέλυσε τῶν Ἀθηναίων τὸν δῆμον, οὔπω κακός (καταλυθείη γὰρ ἂν καὶ ὑφ’ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι), ἀλλ’ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθήιρει δὲ διὰ Λυσάνδρου τὰ | |
5 | τείχη, οὓς δ’ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφηιρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίαι τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακε‐ δαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ | |
---|---|---|
10 | κακίαι ὄνομα. καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνηι ὁμιλίας παρεφθορέναι αὐτόν· τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαι‐ δευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δ’ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν [593/2], οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ | |
15 | μὴ οὐ κακίαι φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῶι Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ὧι πλεῖστα δὴ συνεφιλοσόφησε σοφω‐ τάτωι τε καὶ δικαιοτάτωι τῶν ἐφ’ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ’ ὁμοιωθῆναι, παρ’ οἷς ἀγερωχία καὶ ἄκρατος, καὶ τὰ τυραννικὰ ἐν οἴνωι σπουδάζεται. ἀλλ’ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ’ ἐγοργίαζον ἐν Θετταλίαι μικραὶ καὶ μείζους | |
20 | πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ’ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ’ αὐτοῖς ἐποιεῖτο. ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δ’ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ’ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένωι ταῦτα Κ. ἂν εἴη Θεττα‐ | |
25 | λοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί. ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύ‐ βουλον, οἳ κατῆγον ἀπὸ Φυλῆς τὸν δῆμον. δοκεῖ δ’ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίωι τῆι τυραννίδι ἐχρήσατο· ἐμοὶ δὲ ἀποπε‐ φάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν, ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο. δι’ ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς | |
30 | Ἕλλησιν· εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῶι ἤθει, ἀλλοτρίαι τῆι γλώττηι δόξομεν φθέγγεσθαι, ὥσπερ οἱ αὐλοί. τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κ. καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ’ ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. | |
35 | ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως (τὸ γὰρ ἀπειρόκαλον ἐν τῶι ἀττικίζειν βάρβαρον), ἀλλ’ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται | |
τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ 〈χωρίον〉 χωρίωι προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ’ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ | 371 | |
40 | τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ ζεφύρου ἡ αὔρα. | |
2 | DIOG. III 1 Πλάτων Ἀρίστωνος καὶ Περικτιόνης (ἢ Ποτώνης), ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα, Ἀθηναῖος. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗ Κριτίας οὗ Κάλλαισχρος. οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. PLAT. Charm. | |
5 | 154 B Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν. 157 E ἥ τε γὰρ πατρώια ὑμῖν οἰκία ἡ Κριτίου τοῦ Δρωπίδου καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπ’ ἄλλων πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν. SCHOL. AESCH. Prom. 130 ἐπεδήμησε γὰρ [Anakreon] τῆι Ἀττικῆι Κριτίου ἐρῶν. | |
3 | PLATO Tim. 20 A Κριτίαν δέ που πάντες οἱ τῆιδ’ ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. 20 D ἄκουε δὴ ὦ Σώκρατες λόγου μάλα μὲν ἀτόπου παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ’ ἔφη· ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ | |
5 | λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῆι ποιήσει· πρὸς δὲ Κριτίαν που τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυ‐ μαστὰ τῆσδ’, εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα ... 21 A ἐγὼ φράσω παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός· ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς | |
10 | ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πηι μάλιστα δεκέτης. SCHOL. z. d. St. ὁ δὲ Κ. ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν, καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις· ἐτυράννευσε δὲ καὶ αὐτὸς εἷς τῶν λ γεγονώς. | |
4 | XENOPH. Memorab. I 2, 12ff. ἀλλ’ ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμι‐ λητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῆι ὀλιγαρχίαι πάντων κλεπτίστατός τε καὶ βιαιότατος καὶ φονικώτατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῆι δημοκρατίαι πάντων ἀκρατέ‐ | |
5 | στατός τε καὶ ὑβριστότατος καὶ βιαιότατος. (13) ἐγὼ δ’, εἰ μέν τι κακὸν ἐκείνω τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι· τὴν δὲ πρὸς Σωκράτη συνουσίαν αὐτοῖν ὡς ἐγένετο διηγήσομαι. (14) ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλο‐ τιμοτάτω πάντων Ἀθηναίων, βουλομένω τε πάντα δι’ ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτω γενέσθαι ... (16) δήλω δ’ ἐγενέσθην ἐξ ὧν ἐπραξάτην· | |
10 | ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγιγνομένων ἡγησάσθην εἶναι, εὐθὺς ἀποπηδή‐ σαντε Σωκράτους ἐπραττέτην τὰ πολιτικά, ὧνπερ ἕνεκα Σωκράτους ὠρεχθή‐ την. ... (24) καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει συνήστην, ἐδυ‐ νάσθην ἐκείνωι χρωμένω συμμάχωι τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν· ἐκείνου δ’ ἀπαλλαγέντε, Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίαι | |
15 | μᾶλλον ἢ δικαιοσύνηι χρωμένοις. ... (29) ἀλλ’ εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν ποιῶν ἐκείνους φαῦλα πράττοντας ὁρῶν ἐπήινει, δικαίως ἂν ἐπιτιμῶιτο. Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρῶντα Εὐθυδήμου καὶ πειρῶντα χρῆσθαι, καθάπερ οἱ πρὸς τἀφροδίσια τῶν σωμάτων ἀπολαύοντες, ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῶι κἀγαθῶι τὸν ἐρώμενον, ὧι βούλεται πολλοῦ ἄξιος | 372 |
20 | φαίνεσθαι, προσαιτεῖν ὥσπερ τοὺς πτωχοὺς ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι, καὶ ταῦτα μηδενὸς ἀγαθοῦ. (30) τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακούον‐ τος οὐδὲ ἀποτρεπομένου, λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν ὅτι ὑικὸν αὐτῶι δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυ‐ δήμωι προσκνῆσθαι ὥσπερ τὰ ὕδια τοῖς λίθοις. (31) ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σω‐ | |
25 | κράτη ὁ Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγέ‐ νετο, ἀπεμνημόνευσεν αὐτῶι καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν. | |
5 | ANDOC. I 47 φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν ... Κριτίας ἀνεψιὸς καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί. 68 ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγ‐ γενῶν ἑπτὰ μέλλοντες ἀποθανεῖσθαι ἀδίκως, οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς δι’ ἐμέ. | |
6 | [DEMOSTH.] 58, 67 Ἀριστοκράτης μὲν ὁ Σκελίου ... πολλὰ καὶ καλὰ δια‐ πραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις κατασκάψας τὴν Ἠετιώ‐ νειαν, εἰς ἣν Λακεδαιμονίους ἤμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον. | |
7 | LYCURG. Leocr. 113 ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν [Phrynichos, ermordet 411] κρίνειν προδοσίας, κἂν δόξηι προδότης ὢν ἐν τῆι χώραι τεθάφθαι, τά γε ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς. | |
8 | ARISTOT. Rhet. Α 15. 1375b 32 καὶ Κλεοφῶν κατὰ Κριτίου τοῖς Σόλωνος ἐλεγείοις ἐχρήσατο λέγων, ὅτι πάλαι ἀσελγὴς ἡ οἰκία· οὐ γὰρ ἄν ποτε ἐποίησε Σόλων ‘εἰπεῖν μοι Κριτίαι πυρρότριχι πατρὸς ἀκούειν‘ [fr. 18 Diehl]. | |
9 | XEN. Hell. II 3, 1. 2 τῶι δ’ ἐπιόντι ἔτει [404/3] ... ἔδοξε τῶι δήμωι τριάκοντα ἄνδρας ἑλέσθαι οἳ τοὺς πατρίους νόμους συγγράψουσι, καθ’ οὓς πολι‐ τεύσουσι. καὶ ἡιρέθησαν οἵδε· Πολυχάρης, Κριτίας κτλ. | |
10 | — —3, 15 τῶι μὲν οὖν πρώτωι χρόνωι ὁ Κ. τῶι Θηραμένει ὁμογνώμων τε καὶ φίλος ἦν· ἐπεὶ δὲ αὐτὸς μὲν προπετὴς ἦν ἐπὶ τὸ πολλοὺς ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου [407], ὁ δὲ Θηραμένης ἀντέκοπτε, λέγων κτλ. 18 ἐκ τούτου μέντοι Κ. καὶ οἱ ἄλλοι τριάκοντα ἤδη φοβούμενοι καὶ οὐχ ἥκιστα τὸν | |
5 | Θηραμένην, μὴ συρρυείησαν πρὸς αὐτὸν οἱ πολῖται, καταλέγουσι τρισχιλίους τοὺς μεθέξοντας δὴ τῶν πραγμάτων. 36 οὐ μέντοι θαυμάζω γε τὸ Κριτίαν παρανενομικέναι· ὅτε γὰρ ταῦτα ἦν [Arginusenprozess], οὐ παρὼν ἐτύγχανεν, ἀλλ’ ἐν Θετταλίαι μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς | |
πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας. | 373 | |
11 | LYS. 12, 43 ἐπειδὴ δὲ ἡ ναυμαχία [Aigospotamoi] καὶ ἡ συμφορὰ τῆι πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν, ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῶι ὑμετέρωι πλήθει πράττοντες· ὧν | |
5 | Ἐρατοσθένης καὶ Κ. ἧσαν. οὗτοι δὲ φυλάρχους τε ἐπὶ τὰς φυλὰς κατέστησαν καὶ ὅτι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον καὶ εἴ τι ἄλλο πράτ‐ τειν βούλοιντο κύριοι ἦσαν. | |
12 | XEN. Hell. II 4, 8 ἐκ δὲ τούτου [Thrasybuls Angriff von Phyle] οἱ τριάκοντα οὐκέτι νομίζοντες ἀσφαλῆ σφίσι τὰ πράγματα ἐβουλήθησαν Ἐλευσῖνα ἐξιδιώσασθαι, ὥστε εἶναι σφίσι καταφυγήν, εἰ δεήσειε. καὶ παραγγείλαντες τοῖς ἱππεῦσιν ἦλθον εἰς Ἐλευσῖνα Κ. τε καὶ οἱ ἄλλοι τῶν τριάκοντα. | |
5 | 10 ἐκ δὲ τούτου λαβὼν ὁ Θρασύβουλος τοὺς ἀπὸ Φυλῆς περὶ χιλίους ἤδη συνειλεγμένους, ἀφικνεῖται τῆς νυκτὸς εἰς τὸν Πειραιᾶ ... 11 οἱ δὲ ἀπὸ Φυλῆς ... συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν ... 19 ἀπέθανον δ’ ἐνταῦθα τῶν μὲν τριάκοντα Κ. τε καὶ Ἱππόμαχος [Mai 403] ... | |
13 | SCHOL. AESCHIN. I 39 p. 261 Schultz δεῖγμα δὲ τῆς τῶν λ πολι‐ τείας καὶ τόδε ἐστίν· Κριτίου γὰρ ἑνὸς τῶν λ ἀποθανόντος ἐπέστησαν τῶι μνήματι Ὀλιγαρχίαν δᾶιδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν, καὶ ἐπέγραψαν τάδε· μνῆμα τόδ’ ἐστ’ ἀνδρῶν ἀγαθῶν, οἳ τὸν κατάρατον | |
5 | δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον. | |
14 | ARISTOT. Rhet. Γ 16. 1416b 26 οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν (ἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ· οὐ γὰρ πολλοὶ ἴσασιν. | |
15 | ATHEN. IV 184 D Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῶι ἐπιγραφο‐ μένωι Προτρεπτικῶι Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῶι Πόντωι καθ’ ἑαυτὸν ἔτι, Ἀθηναίων τε τοὺς ἐπιφανε‐ στάτους Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου. | |
16 | [Plut.] V. X orat. 1, 1 p. 832 DE ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ πα‐ λαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχει‐ ρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι πρεσβύτηι ἤδη ὄντι οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον. | |
17 | CIC. de orat. II 23, 93 consecuti sunt hos Critias, Theramenes, Lysias: multa Lysiae scripta sunt, non nulla Critiae; de Theramene audimus; omnes etiam tum retinebant illum Pericli sucum, sed erant paulo uberiore filo. PHILOSTRAT. | |
5 | Ep. 73 Κ. δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρ’ αὐτοῦ [Gorgias] κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ’ εὐγλωττίας ὁ δὲ ὑπὸ ῥώμης. | |
18 | DIONYS. Lys. 2 καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας ἧι κέχρηται Πλάτων τε καὶ | |
Θουκυδίδης, ἀλλὰ τῆς κατ’ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμή‐ ρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. | 374 | |
19 | HERMOGENES de ideis Β 401, 25 Rabe Περὶ Κριτίου. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῶι Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφατικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευ‐ κρινῶν, ὥστ’ εἶναι καὶ σαφὴς ἅμα τῶι μεγέθει καὶ εὐκρινής· ἔχει δὲ πολλαχοῦ | |
5 | καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πι‐ θανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἁπλῶς χρῆται τῶι τοιούτωι κόσμωι οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλ’ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δ’ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται οἷον ἐπιεικείαι ἢ ἀφελείαι ἢ ὅσα τοιαῦτα. | |
20 | PHRYNICH. Praepar. sophist. [Phot. Bibl. 158 p. 101b 4 Bekk.] εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ στάθμας καὶ παράδειγμά φησιν ἄριστον ... Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην. | |
21 | PHILOSTR. V. soph. II 1, 14 [Herodes] προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῶι δὲ Κριτίαι καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. | |
22 | PHILOP. de anima 89, 8 Κριτίαν εἴτε τὸν ἕνα τῶν τριά‐ κοντα, ὃς καὶ Σωκράτους ἠκροάσατο, ἢ καὶ ἄλλον τινὰ λέγει, οὐδὲν διαφερόμεθα. φασὶ δὲ καὶ ἄλλον Κριτίαν γεγονέναι σοφιστήν, οὗ καὶ τὰ φερόμενα συγγράμματα εἶναι, ὡς Ἀλέξανδρος λέγει· τὸν γὰρ τῶν τριάκοντα μηδὲ γεγραφέναι ἄλλο τι | |
5 | πλὴν Πολιτείας ἐμμέτρους. | |
23 | ARISTOT. de anima A 2. 405b 5 ἕτεροι δ’ αἷμα [τὴν ψυχὴν εἶναι], καθάπερ Κ., τὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δ’ ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν. PHILOP. de an. prooem. 9, 19 [vgl. 89, 12] Κ. ὁ εἷς τῶν τριάκοντα· αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν. ‘αἷμα | |
5 | γάρ, φησίν, ἀνθρώποις περικάρδιόν ἐστι νόημα‘ [=Crit. fr. 8 Bach]. | 375 |