TLG 0319 002 :: CRITIAS :: Fragmenta CRITIAS Eleg.
Phil.
Trag. Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 52–56. frr. B2, 4–9 Citation: Fragment — (line) | ||
B2 | κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος | |
3 | ......... Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα. | |
---|---|---|
5 | εὐναίου δὲ λέχους †κάλλος ἔχει Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη, καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι. Φοίνικες δ’ ηὗρον γράμματ’ ἀλεξίλογα. | |
10 | Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον ηὗρεν κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. | 52 |
4 | καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι, νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως. | |
5 | γνώμην δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε, | |
σφραγὶς δ’ ἡμετέρης γλώσσης ἐπὶ τοίσδεσι κεῖται. | 53 | |
6 | καὶ τόδ’ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι· πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου | |
4 | ......... | |
5 | ἄγγεα Λυδὴ χεὶρ ηὗρ’ Ἀσιατογενής, καὶ προπόσεις ὀρέγειν ἐπιδέξια, καὶ προκαλεῖσθαι ἐξονομακλήδην ὧι προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον | |
10 | τεύχουσιν· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει, λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων, νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον | |
15 | ὥστε φρέν’ εἰς ἱλαρὰν †ἀσπίδα πάντ’ ἀπάγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμηι τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, | |
20 | πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦς’ εἰς τὸν ἅπαντα χρόνον· | |
ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται, | 54 | |
25 | ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ’ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις. | |
7 | ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδ’ ἔλεξε· “μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά”. | |
8 | πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, | |
νίκας δ’ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου. | 55 | |
9 | ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί. | 56 |