TLG 0319 001 :: CRITIAS :: Fragmenta CRITIAS Eleg.
Phil.
Trag. Fragmenta
Citation: Fragment — (line) | ||
tit,1-14 | ΠΕΙΡΙΘΟΥΣ | |
1(staging) | 〈ἡ σκηνὴ τοῦ δράματος ἐν Ἅιδου〉 | |
1 | ΑΙΑΚΟΣ· Ἔα, τί χρῆμα; δέρκομαι σπουδῇ τινα δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμῳ φρενί. εἰπεῖν δίκαιον, ὦ ξέν’, ὅστις ὢν τόπους ἐς τούσδε χρίμπτῃ καὶ καθ’ ἥντιν’ αἰτίαν. | |
---|---|---|
5 | ΗΡΑΚΛΗΣ· οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον· ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός· ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὰ πρὸς λέχη Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. | |
10 | ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ’ Ἅιδου κύνα ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι ἀνήνυτον τόνδ’ ᾤετ’ ἐξηυρηκέναι. | |
15 | τοιόνδ’ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλῳ | |
Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα. | 171 | |
2 | ΧΟΡΟΣ | |
1 | ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν | |
3 | ἀκάμας τε χρόνος περί τ’ ἀενάῳ ῥεύματι πλήρης φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς | |
5 | τὸν Ἀτλάντειον τηροῦσι πόλον | |
4 | σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ | |
ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων | 172 | |
5 | ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει | |
5 | 〈ΠΕΙΡΙΘ.〉 ... | |
1 | εσφηλα[ ....[ κατελ.[ ἐλθὼν .[ | |
5 | Ἑλλην[ βωμω..[ θεὸς δὲ μανια[ ἔπεμψεν ἄτη̣[ν νεφέλην γυναικ̣[ | |
10 | ἔσπειρεν εἰς τοὺς θ.[ θυγατρὶ μίσγοιτ’ ε[ τοίων δὲ κόμπω[ν ποινὰς θεοῖς ἔτεισεν̣[ μανίας τροχῶι περι̣[ | |
15 | οἰστρη[λ]άτοισιν ωχ̣[ ἄπυστο[ς] ἀνθρώποι[σι ἔκρυψεν, ἀλλὰ βορε̣[α διε̣σ̣πα̣[ρ]άχθη σ̣[υ]ν μ[ πατὴ̣[ρ ἁ]μαρτὼν εἰς θε̣[οὺς | 173 |
20 | ἐγ̣ὼ̣ [δ’ ἐκ]ε̣ί̣νου π[ή]ματα[ | |
6(staging) | Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ | |
1 | αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις | |
7 | ... | |
1 | [ ca. 25 ll. ].ση̣σ̣[ [ ca. 26 ll. ]πη[ [ ca. 25 ll. ]ν πόνου .........].σοι το̣.[.....] ἡδὺ ν[ῦ]ν δοκεῖ | |
5 | 〈ΘΗΣΕΥΣ〉 ........ ]τ̣ος, Ἡράκλεις, [σὲ] μέμψομαι ........ ]η̣, πιστὸν γὰρ ἄνδρα καὶ φίλον ...... πρ]ο̣δοῦναι δυσμ[εν]ῶς εἰλημμένον. 〈ΗΡ.〉 σαυτῶι τε,] Θησεῦ, τῇ τ’ Ἀθηναίων πό[λει | |
πρέποντ’ ἔλεξας· τοῖσι δυσ[τυ]χ̣οῦσι γάρ | 174 | |
10 | ἀεί ποτ’ εἶ σὺ σύμμαχος· σκῆψιν [δ’ ἐμ]οί ἀεικές ἐστ’ ἔχοντα πρὸς πάτρα̣ν̣ μολεῖν. Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἄν, ἄσμενο̣ν̣ εἴ μοι πύθοιτο ταῦτα συμπράξαντά σε, ⸏λέξειν ἂν ὡς ἄκραντος ἤθληται πόνος; | |
15 | 〈ΘΗΣ.〉 ἀλλ’ οὗ σὺ χρήιζεις π[.........] ἐμὴν ἔχεις εὔνοιαν, οὐκ ἔμπλ[ηκτον, ἀλλ’ ἐλ]ευθέρως ἐχθροῖσί τ’ ἐχθρὰν̣ [καὶ φίλοισι]ν εὐμενῆ. πρόσθεν ς’ ἐμοὶ τ̣[............ ]ει λόγος, ⸏λέγοις δ’ ἂν [....].[ ]ους λόγους | |
20 | 〈ΗΡ.〉 ὦ φ[ ] [ ca. 25 ll. ]ι̣ας [ ca. 24 ll. ὑ]π̣ηρετῶ [ ca. 21 ll. ]. θν̣[η]τ̣ῶ[ν] φρένας [ ca. 19 ll. ]γ̣νώμης ἄτερ | |
25 | [ ca. 17 ll. τοῦ]τό σοι φίλον [ 12 ll. ]δ̣ι̣κώτ̣ατ’ αἰτιᾷ θεούς [ 13 ll. ]η πᾶς [ἀ]νέρριπται κύβος [ 13 ll. ]..οντα μὴ μάταιον ᾖ [ 14 ll. ]ην ἔχω .εξα[.] δὲ χρή | |
30 | [ 20 ll. ]μαθεῖν ὅτου[ [ 21 ll. ].[ ]υσι[ [ 25 ll.].[.].[ | |
32 | ** [ 25 ll.]γ̣.ε̣ν̣ [ 24 ll. ]αλλ̣αγήν | |
35 | [ 25 ll.]ν [ 24 ll.]ρενι | |
[ 24 ll.]ι̣ θεῷ [ 25 ll.] νερτέρων [ 25 ll.]τ̣ες | 175 | |
40 | [] ... | |
8 | ... | |
1 | [ ].[ [ ]σ̣θε[ [ ]ε̣νοσ̣[ — | |
5 | [ ].ερασσ̣[ [ ]σον ῥω̣[ [].υ̣ς̣..[ [ ]νησθεισ̣[ []λ̣λ̣ον ἀθλο[ | |
10 | [ ]αρουστα̣[ [ ]...[ [ ].η̣κ̣α̣κ̣.[ [ ]λ̣οπ̣λα̣[ [ ]....[ | |
15 | [ ]..[ [ ]π̣ειν[ [ ]..[ | |
... | Column end | |
9 | ... | |
1 | [ ]....ω[ [ ]υ̣ροιμ̣[ [ ]ο̣φεω[ [ ]εν̣η̣χ[ | |
5 | [ ]πορωγ̣[ []..ν̣τ̣ερε̣ασ̣[ [ ].καιγην[ [ ].μασε[ [ ]ν̣ε̣[ | |
10 | ... | Column end |
10 | {ὁ πρῶτος εἰπὼν} οὐκ ἀγυμνάστῳ φρενί ἔρριψεν, ὅστις τόνδ’ ἐκαίνισεν λόγον, | |
ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη | 176 | |
11 | τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτέ ῥήτωρ δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω λόγοις ταράσσων πολλάκις λυμαίνεται | |
12 | οὔκουν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς; | |
13 | ἔφεξιν | |
14 | θρᾶξαι | |
tit,16-18 | ΡΑΔΑΜΑΝΘΥΣ | 177 |
16 | οἳ γῆν ἔχους’ Εὐβοΐδα πρόσχωρον πόλιν | |
17 | 〈ΡΑΔ.?〉 ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πατὴρ δόμοις· | |
5 | ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν | |
λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ· οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρῄζω τυχεῖν, | 178 | |
10 | δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν | |
18 | οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστισ〉 ἐξαιρήσεται | |
19(tit) | ΣΙΣΥΦΟΣ | |
1 | ΣΙΣ. ἦν χρόνος ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. | |
5 | κἄπειτά μοι δοκοῦσιν ἅνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ 〈×–⏑–×〉 τήν θ’ ὕβριν δούλην ἔχῃ· ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι. | |
ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι | 179 | |
10 | ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ, λάθρᾳ δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ 〈⏑–〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ 〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ | |
15 | πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ νόῳ τ’ ἀκούων καὶ βλέπων, φρονῶν τε καί προσέχων τε ταῦτα καὶ φύσιν θείαν φορῶν, | |
20 | ὃς πᾶν {μὲν} τὸ λεχθὲν ἐν βροτοῖς ἀκού〈σ〉εται, 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν, τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν 〈×–〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων | |
25 | διδαγμάτων ἥδιστον εἰσηγήσατο ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ. 〈ν〉αίει〈ν〉 δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’ ἵνα μάλιστ’ ἂ〈ν〉 ἐξέπληξεν ἀνθρώπους ἄγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς | |
30 | καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, | |
Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ, | 180 | |
35 | ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους πέριξ ἔστησεν ἀνθρώποις φόβους, δι’ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεν τὸν δαίμον’ οὗτος ἐν πρέποντι χωρίῳ, | |
40 | τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν ** οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος | |
21(tit) | ΤΕΝΝΗΣ | 181 |
1 | φεῦ· οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει | |
t,22?-25 | INCERTARUM FABULARUM FRAGMENTA | |
22? | ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον | |
23 | ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν πράσσων ὁμιλεῖ, τὴν παραυτίχ’ ἡδονήν | |
ἔχθραν καθίστης’ εἰς τὸν ὕστερον χρόνον | 182 | |
24 | δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῇ φρονεῖν | |
25 | σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν | |
κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν | 183 |