TLG 0317 002 :: ACTA JOANNIS :: Acta Joannis (recensio) ACTA JOANNIS Apocryph.
Hagiogr. Acta Joannis (recensio) Citation: Section — (line) | ||
2 | ... ἀνήνεγκαν πρὸς βασιλέα οὕτως· | |
3 | Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῇ τροπαιούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰου‐ δαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε | |
5 | πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώ‐ | |
---|---|---|
λεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν. | 152 | |
5 | Ὁ δὲ βασιλεὺς Ἀδριανὸς ταῦτα ἀκούσας ἀπέστειλε ταχυ‐ δρόμους στρατιώτας μεταστείλασθαι τὸν ἀπόστολον πρὸς αὐτόν. οἱ δὲ στρατιῶται σπεύσαντες κατέλαβον τὴν Ἔφεσον. καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γαλιλαῖος; | |
5 | ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ἡμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀν‐ δρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς | |
10 | λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασιλεὺς Ῥωμαίων· δεῦρο, πορεύ‐ | |
θητι μεθ’ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δεξά‐ μενος ταχέως ἀναστὰς καὶ λαβὼν τὸ πάλλιον αὐτοῦ ἔδησεν ἐν αὐτῷ φοίνικας ὡσεὶ χεῖρας δύο· καὶ ἐξελθὼν λέγει αὐτοῖς· Δεῦτε καὶ πορευθῶμεν. | 153 | |
6 | Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐδενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμέ‐ | |
5 | νοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτο‐ νήσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων | |
10 | ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατι‐ ῶται ἰδόντες αὐτὸν βρώσεως μεταλαβόντα εὐθυμήσαντες σπου‐ δαῖοι τὴν πορείαν πρὸς τὴν Ῥώμην ἐποιοῦντο. | 154 |
7 | Καὶ δὴ φθάσαντες τὴν Ῥώμην παρέστησαν τὸν ἀπό‐ στολον τῷ βασιλεῖ. ὁ δὲ ἀπόστολος εἰσελθὼν ἐνώπιον τοῦ βασιλέως καὶ ἐγγίσας αὐτὸν ἐφίλησεν αὐτὸν κατὰ τοῦ στέρ‐ νους καὶ τῆς κεφαλῆς. ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν ἔφη· Πῶς | |
5 | σὺ ἐμὲ πεφίληκας; ἐγὼ γάρ εἰμι ἄνθρωπος· σὺ δὲ ὡς ἀκούω θεὸν ἐπουράνιον προσκυνεῖν καὶ σέβειν πάντας ἀνθρώπους διδάσκεις. Ὁ δὲ θεολόγος πρὸς τὸν βασιλέα ἔφη· Ἐπειδὴ γέγραπται Καρδία βασιλέως ἐν χειρὶ κυρίου· καὶ πάλιν Χεὶρ κυρίου ἐπὶ κορυφὴν βασιλέως, τούτου χάριν πεφίληκά σου τὸ | |
10 | στῆθος καὶ τὴν κορυφήν. | |
8 | Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιν τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτι‐ | |
περ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν φαντασίαις τινὲς καὶ μαγικαῖς χρώμενος μαγγανείαις· ἀλλὰ | 155 | |
5 | καὶ ἕτερον θεὸν κηρύττεις καὶ προσκυνεῖς παρὰ τοὺς ὄντας θεοὺς τοὺς παρ’ ἡμῶν σεβομένους· πλὴν πειράσομαι καὶ γνώ‐ σομαι εἰ βοηθήσει ὁ θεὸς ὃν κηρύττεις. | |
9 | Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπί‐ σημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν | |
5 | ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ | |
δὲ δεξάμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ ἐπικαλεσάμενος τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔπιεν αὐτὸ | 156 | |
10 | ὥσπερ μεθ’ ἡδονῆς πολλῆς. | |
10 | Αὐτοῦ δὲ μηδὲν πάσχοντος τὸ σύνολον ἔμεινεν ὁ βασι‐ λεὺς καὶ ὁ μάγος καὶ πάντες οἱ σὺν αὐτοῖς ἐννεοί, ἐξιστάμενοι καὶ θαυμάζοντες πῶς ἔμεινεν ἀβλαβὴς ἀπὸ τοῦ φαρμάκου ὁ θεολόγος. ἤρξατο οὖν μέμφεσθαι ὁ βασιλεὺς τὸν μάγον ὡς | |
5 | μὴ σκευάσαντος αὐτοῦ δόκιμον τὸ δηλητήριον. ὁ δὲ θεολόγος λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ γνῶθι ὅτι τὸ μὲν δηλητή‐ ριον δόκιμόν ἐστιν· ἀλλ’ ὁ Χριστὸς καὶ θεός μου ὁ εἰπὼν ἡμῖν ὅτι κἂν θανάσιμόν τι πίωσιν οἱ πιστεύοντες εἰς αὐτόν, οὐ μὴ αὐτοὺς βλάψῃ, αὐτὸς καὶ τοῦτο καὶ πάσας τὰς μαγγα‐ | |
10 | νείας τοῦ διαβόλου καὶ τῶν τούτου ὑπηρετῶν ἀφανεῖς καὶ ἀδοκίμους ἐργάζεται. εἰ δὲ βούλει βασιλεῦ τὴν ἀλήθειαν τῶν λεγομένων μαθεῖν, κέλευσον ἐνεχθῆναι ἕνα δέσμιον ἐξ ὧν ἔχεις ἐν τῷ δεσμωτηρίῳ· καὶ πειράσωμεν τοῦ δηλητηρίου τὴν ἐνέργειαν. Ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα παρὰ τοῦ θεολόγου | |
15 | τὸ τάχος ἐποίησε καὶ ἤγαγεν ἕνα δέσμιον καὶ λέγει τῷ μάγῳ· Πλήσας τὴν κύλικα ἐκ τοῦ δηλητηρίου δὸς αὐτῷ πιεῖν. Ὁ δὲ θεολόγος λέγει· Οὐχί, ἀλλὰ κλύσας τὴν φιάλην ἣν ἐξέπιον μεθ’ ὕδατος δοθήτω αὐτῷ· καὶ ἴδωμεν τί τὸ ἀποβησόμενον. Καὶ κλύσας τὸ ποτήριον μεθ’ ὕδατος ὁ μάγος καὶ τῷ ἀνθρώπῳ | |
20 | ἐπιδώσας, παραχρῆμα πιὼν ἀπέψυξεν. | 157 |
11 | Ἰδόντες δὲ ὅ τε βασιλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Ἐπειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ | |
5 | εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων. | |
12 | Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθ’ ἡμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην | |
5 | κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι μὴ ἀτιμωρήτους ἐξέρχεσθαι | |
τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι λεγομένῃ Πάτμῳ ἄχρι καιροῦ. Ὁ δὲ θεολόγος λέγει αὐτῷ· Ποίει ὃ βούλει. | 158 | |
13 | Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ἡμᾶς ἐν τῇ νήσῳ, | |
14 | τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ *** τοῦ δὲ βασι‐ λέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου | |
5 | εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ | |
ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντικρυς τῆς τῶν Μιλησίων πόλεως. ἰδοῦσα δὲ ἡ θάλασσα τὸν τοῦ κυρίου ἀπόστολον καὶ ἠγαπημένον μαθητὴν καθάπερ εὔσημος | 159 | |
10 | δούλη τὰ νῶτα ὑφαπλώσασα τοῦτον μετὰ πάσης εὐλαβείας πρὸς τὴν γῆν παραστῆσαι ἐσπούδασεν. | |
15 | Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τῆς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποιεῖν εἰς πάντα τὰ ἔθνη | |
5 | ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτη, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας. | |
16 | Εἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μα‐ | |
5 | θητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστόλῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατ’ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοιπὸν | |
10 | ὥδευε τὴν ὁδὸν αὐτοῦ χαίρων. | |
17 | Οἱ δὲ ἄνδρες τῆς κώμης ἐκείνης ἔνθα κατήντησεν ὁ ἀπόστολος ἐξελθὼν ἀπὸ τῆς θαλάσσης ἀναστάντες ἤγειραν εὐκτήριον μικρὸν τοῦ θεολόγου εἰς μέσον περιλαβόντες τὴν πέτραν ἔνθα καθεσθεὶς ὁ ἀπόστολος ὑπέδειξεν αὐτοῖς προσ‐ | |
5 | κυνεῖν καὶ δοξάζειν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν. ἡ δὲ πέτρα ἐκείνη οὐκ ἐπαύσατο ἐκβλύζειν τὸ κατὰ καιρὸν μύρον εὐωδίας εἰς ἐπίδειξιν καὶ πίστιν πάντων τῶν πιστῶν. ἐλθόν‐ των δὲ ἡμῶν ἐν Ἐφέσω ἐξῆλθε πᾶς ὁ λαὸς εἰς ἀπάντησιν τοῦ | |
ἀποστόλου. | 160 | |
30-37 | Μετὰ δὲ τρεῖς ἡμέρας ἐνεφάνισεν ἑαυτὸν ὁ Ἰωάννης τοῖς Ἐφεσίοις καὶ ἤρξατο διδάσκειν αὐτούς. καὶ οἳ μὲν ἐπεί‐ | |
θοντο τοῖς λεγομένοις ὑπ’ αὐτοῦ, οἳ δὲ μυκτηρίζοντες ἀνεχώρουν. | 169 | |
38-41 | Συνηγμένων οὖν πάντων ἐν τῇ ἑορτῇ τῆς μιαρᾶς Ἀρτέμιδος καὶ τὰς θυσίας ἐπιτελούντων—τὸν γὰρ ναὸν αὐτῆς καταστραφέντα ὑπὸ Ἰωάννου ὄντων ἡμῶν ἐν τῇ ἐξορίᾳ οὗτοι πάλιν ἀνοικοδόμησαν—ὁ δὲ Ἰωάννης ἐν τῇ ἑορτῇ αὐτῶν ἔστη | |
5 | ἐφ’ ὑψηλοῦ τόπου καὶ ἐδίδασκεν τοὺς ὄχλους ἀποστῆναι τῆς μυσαρᾶς θυσίας. οἳ δὲ οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτοῦ λέγοντες· Τίς σε ἥφερεν ὧδε μάγε; μὴ καὶ τοῦτον τὸν ναόν, ὃν μετὰ πολλοῦ κόπου οἰκοδομήσαμεν, βούλει καταστρέψαι ὃν τρόπον καὶ πρότερον πεποίηκας; Ὁ δὲ Ἰωάννης ἔφη πρὸς αὐτούς· | |
10 | Οὐ μόνον ὁ ναὸς ὑμῶν ἀφίεται ἔρημος, ἀλλὰ καὶ ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν πανολεθρίᾳ παραδοθήσεσθε, ἐὰν μὴ ἐπιγνῶτε τὸν ὄντως ὄντα θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πλησθέντες δὲ θυμοῦ καὶ καταγαγόντες αὐτὸν τύπτοντες ἔσυραν ἀνηλεῶς. κείμενος δὲ ὁ ἀπόστολος τοῦ Χριστοῦ ἐπὶ | |
15 | τὴν γῆν προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστέ, καταπέσοι τὸ ἱερὸν τῆς μιαρᾶς Ἀρτέμιδος καὶ ἔμβαλε εὐθύτητα εἰς τὰς καρδίας τοῦ λαοῦ τούτου, ἐπιγνῶναι σὲ τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας υἱόν σου μονογενῆ Ἰησοῦν Χριστὸν σωτῆρα τοῦ κόσμου. | |
42 | Καὶ εὐθέως σεισμὸς ἐγένετο καὶ βροντὴ φοβερὰ καὶ κατεστράφη ὁ ναὸς τῆς Ἀρτέμιδος ἄνω κάτω, καὶ τὰ εἴδωλα πάντα συνετρίβησαν, καὶ πλῆθος τοῦ λαοῦ ἐκ τοῦ φόβου ἀπέθανον. ἰδόντες δὲ οἱ λοιποὶ τὸ γεγονὸς εἶπον· Οὐαὶ ἡμῖν· | |
5 | ἕως πότε παροργίζομεν τὸν θεὸν ἀνεχόμενος ἐπὶ ταῖς κακίαις ἡμῶν; μή ποτε ἐν τῇ ἀπιστίᾳ ἡμῶν πανολεθρίᾳ παραπέμψει | |
ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν. Καὶ ἐλθόντες ἅπαντες ὁμοθυμαδὸν κράζοντες καὶ λέγοντες· Μηδαμῶς ἀπολλώμεθα δοῦλε τοῦ θεοῦ, ἀλλ’ εὖξαι ὑπὲρ ἡμῶν. νῦν ἔγνωμεν ὅτι παρὰ θεοῦ | 171 | |
10 | ἀπεστάλης ἐπὶ σωτηρίᾳ ἡμῶν καὶ μέγας ἐστὶν ὁ θεὸς ὃν κηρύττεις καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ. | |
43 | Τότε ἀναστὰς ὁ ἀπόστολος εὐλογήσας αὐτοὺς καὶ ἱκανῶς διδάξας καθ’ ἑκάστην ἡμέραν ἐβάπτιζεν χιλιάδας καὶ ἑκατοντάδας. | |
44 | Καὶ πάντες ἔφερον τὰ εἴδωλα αὐτῶν καὶ συνέτριβον αὐτὰ πρὸ προσώπου Ἰωάννου. προσελθὼν δὲ Ἰωάννης καὶ ἐπὶ τοῖς τεθνήξασιν ἀνθρώποις προσευξάμενος ἀνέστησεν αὐ‐ τούς. καὶ οὐκέτι λοιπὸν ἦν ἐν αὐτοῖς σκάνδαλον, ἀλλὰ πᾶσα | |
5 | ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου γεγόνασιν χριστιανοί, οὐ | |
μὴν ἀλλὰ καὶ πᾶσα ἡ περίχωρος· καὶ ἦν Ἰωάννης οἰκοδομῶν ναοὺς καὶ καταρτίζων ἱερεῖς καὶ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. | 172 | |
45 | Εἶθ’ οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ἡμῶν πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χριστοῦ καὶ κατηχήσας αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, | |
5 | καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον. | |
46 | Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιδος ἀδελφοὶ τυγ‐ | |
χάνοντες σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀν‐ | 173 | |
5 | τερεῖ ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσω. Τρόμος δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ. | |
47 | Τότε λαβόμενος αὐτοῦ τῆς χειρὸς ἀνῆλθεν ἐν ᾧ τὸ πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρα‐ τήσας τῆς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη | |
5 | ὁ ἱερεὺς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος· Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ | |
κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δʹ βαπτίζοντες καὶ καταρτίζοντες | 174 | |
10 | ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν. | |
48 | Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλ‐ θεν ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα· | |
5 | φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πα‐ τρὸς νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε; | |
49 | Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύ‐ πην μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ’ οὕτως ἑαυτόν. τοῦτον | |
5 | οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν πρὸς αὐτόν· Στῆθι δαῖμον· καὶ ἀνάγγειλόν μοι τί τρέχεις. Ὁ δὲ παῖς τρέμων καὶ κλαίων διηγήσατο τὸν Ἰωάννην ὅτι Πατρὸς φονεὺς γέγονα ὁ ταλαίπωρος· καὶ ἰδοὺ διὰ τὴν πολλὴν θλῖψιν μέλλω καὶ ἣν ἐμοίχευσα γυναῖκα ἀνελεῖν καὶ | 175 |
10 | ἐμαυτόν. | |
50 | ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χρι‐ στοῦ. ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστή‐ σομαι τὸ κακόν. | |
51 | Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πο‐ | |
λιὰς τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν ἀναβλέψας καὶ στενάξας εἶπεν· Κύριε σοῦ μόνου ἐστὶν τὸ ἔργον τοῦτο. | 176 | |
52 | Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ εὐθέως ἀνέστη. | |
53 | Ἰδὼν δὲ ὁ παῖς τὴν παρ’ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυ‐ τοῦ μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς | |
5 | καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ | |
Ἰωάννου. | 177 | |
54 | Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς | |
5 | ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλ’ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν | |
10 | ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πα‐ τρὸς αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ’ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζειν καὶ δοξάζειν τὸν θεόν. | |
56 | Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ. ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών, εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρ‐ | |
5 | δικα κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδι‐ | |
κος κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐν‐ θύμησιν αὐτοῦ εἶπεν πρὸς αὐτόν· Ἄμεινον ἦν καὶ σὲ τέκνον ὁρᾶν πέρδικα κονιζομένην καὶ μὴ εἰς αἰσχρὰς καὶ βεβήλους | 178 | |
10 | πράξεις μολύνεσθαι. ὁ γὰρ πάντων τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ἀναμένων διὰ τοῦτο ἐνταῦθά σε ἤγαγεν· ἐπεὶ ἐγὼ πέρδικος κονιζομένης οὐ χρῄζω· ἡ γὰρ πέρδιξ ἡ σή ἐστιν ψυχή. | |
57 | Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μα‐ | |
5 | κάριος ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειρά‐ ζων τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν | |
εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν. | 179 | |
106 | Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι’ ἀποκαλύψεως κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου | |
πάντων συνηγμένων εἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς | 203 | |
5 | ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν κύριόν μου πορεύεσθαι, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Χριστοῦ· καὶ ἃ εἴδετε παρ’ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε | |
10 | ὅσας δι’ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας, δωρεὰς ἰαμάτων· | |
107 | καὶ γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ἀλλήλους οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνό‐ τητι. ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκεί‐ μενόν μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ | 204 |
5 | ἀφ’ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ | |
θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθω‐ σύνης αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς | 205 | |
πολιτευομένων ὑμῶν. | 206 | |
111 | Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ | |
τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν Οὐῆρον· Τέκνον Εὐτυχῆ, σὲ καθίστημι μετὰ θεὸν πρωτό‐ θρονον καὶ ποιμένα τοῦ λαοῦ τούτου· βλέπε τέκνον Οὐῆρε | 209 | |
5 | πῶς μέλλεις ποιμᾶναι τὸ ποίμνι.... | 210 |