TLG 0317 001 :: ACTA JOANNIS :: Acta Joannis ACTA JOANNIS Apocryph.
Hagiogr. Acta Joannis Citation: Section — (line) | ||
t | Πράξεις τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου. | |
1 | Βασιλεύοντος τῶν Ἰουδαίων Ἀγρίππα, ὃν διὰ τὸ συμ‐ βουλεύειν εἰρήνην λιθοβολήσαντες ἀπέκτειναν, ἐν τῷ καιρῷ ἐκείνῳ Οὐεσπεσιανὸς Καῖσαρ ὑπάρχων πολλῷ στρατεύματι περιχαρακώσας τὴν Ἱερουσαλὴμ τοὺς μὲν δορυαλώτους λαβὼν | |
5 | ἐφόνευσεν, ἄλλους πολιορκήσας λιμῷ διέφθειρεν, καὶ τοὺς πλείστους φυγαδεύσας χρόνῳ διέσπειρεν· τό τε ἱερὸν καθελὼν καὶ τὰ σκεύη τὰ ἅγια εἰς ναῦν ἐμβαλὼν ἔπεμψεν εἰς Ῥώμην ποιήσασθαι τῆς Εἰρήνης σκήνωμα, καὶ τοῖς ἐκ πολέμου σκύλοις ἐκοσμεῖτο. | |
---|---|---|
2 | Οὐεσπεσιανοῦ δὲ ἀποθανόντος ἐγκρατὴς γενόμενος ὁ υἱὸς αὐτοῦ Δομετιανὸς τῆς βασιλείας μετὰ τῶν ἄλλων ἀδικη‐ μάτων αὐτοῦ προσέθετο καὶ διωγμὸν ποιεῖν κατὰ τῶν δικαίων | |
ἀνθρώπων. μαθὼν γὰρ τὴν πόλιν πεπληρῶσθαι Ἰουδαίων, | 151 | |
5 | μεμνημένος τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ περὶ αὐτῶν κελευσθέν‐ των, ὥρμησεν ἐπὶ τὸ πάντας ἐκβαλεῖν ἐκ τῆς τῶν Ῥωμαίων πόλεως. τολμήσαντες δέ τινες τῶν Ἰουδαίων ἔδωκαν τῷ Δο‐ μετιανῷ βίβλον ἐν ᾧ ἐγέγραπτο τάδε· | |
3 | Δομετιανὲ Καῖσαρ βασιλεῦ πάσης τῆς οἰκουμένης, ὅσοι Ἰουδαῖοι σοῦ δεόμεθα καὶ ἱκέται προσκείμεθα τῆς σῆς δυνάμεως μὴ φυγαδεύειν ἡμᾶς ἀπὸ τοῦ θείου καὶ φιλανθρώ‐ που σου προσώπου· εἴκομεν γάρ σοι, καὶ τοῖς ἔθεσιν καὶ τοῖς | |
5 | νόμοις καὶ πράξεσιν καὶ πολιτείαις μηδὲν ἀδικοῦντες ἀλλὰ Ῥωμαίοις ὁμοφρονοῦντες. ἔστιν δὲ καινὸν καὶ ξένον ἔθνος, μήτε τοῖς ἡμετέροις ἔθεσιν ὑπακοῦον μήτε ταῖς Ἰουδαίων θρησκείαις συνευδοκοῦν, ἀπερίτμητον, ἀπάνθρωπον, ἄνομον, ὅλους οἴκους ἀνατρέπον, ἄνθρωπον θεὸν καταγγέλλοντες, οἷς | |
10 | ἐκκλησία ἅπασιν ἐπιγίνεται ξένον ὄνομα χριστιανῶν. οὗτοι θεὸν ἀθετοῦσιν μὴ προσέχοντες τῷ ὑπ’ αὐτοῦ δοθέντι νόμῳ, υἱὸν δὲ θεοῦ καταγγέλλουσιν ἄνθρωπον ἐξ ἡμῶν αὐτῶν γεν‐ νηθέντα ὀνόματι Ἰησοῦν, οὗ οἱ γονεῖς καὶ οἱ ἀδελφοὶ καὶ πᾶσα ἡ γενεὰ ἐξ Ἑβραίων ἐξήρτηται· ὃν διὰ τὴν πολλὴν | |
15 | αὐτοῦ βλασφημίαν καὶ τὴν ἄνομον φλυαρίαν ἡμεῖς σταυρῷ παρεδώκαμεν. ψεῦσμά τε ἕτερον τῷ πρώτῳ αὐτῶν βλάσφημον | |
συνάπτουσιν· τὸν γὰρ παγέντα καὶ ταφέντα τοῦτον ὡς ἐκ νεκρῶν ἀναστάντα δοξολογοῦσιν· πρὸς τούτοις καὶ ἀναλη‐ φθέντα ἐν νεφέλαις ἐν τοῖς οὐρανοῖς καταψεύδονται. | 152 | |
4 | Ἐπὶ τούτοις πᾶσιν ὀργῇ συσχεθεὶς ὁ βασιλεὺς δόγμα τῇ συγκλήτῳ ἐκελεύσατο ἵνα ἄρδην τοὺς ὁμολογοῦντας αὐτοὺς εἶναι χριστιανοὺς φονεύσωσιν. τῶν οὖν παραυτὰ τῆς ὀργῆς εὑρεθέντων καὶ τὸν τῆς ὑπομονῆς καρπὸν τρυγησάντων στεψα‐ | |
5 | μένων τε τὸν πάμμαχον ἀγῶνα κατὰ τῶν τοῦ διαβόλου πραγ‐ μάτων προσελάβετο ἡ τῆς ἀφθαρσίας ἀνάψυξις. | |
5 | Διεφημίσθη τε ἐν τῇ Ῥώμῃ ἡ τοῦ Ἰωάννου διδασκαλία καὶ μέχρι τῶν Δομετιανοῦ ἀκοῶν, εἶναί τινα ἐν Ἐφέσῳ Ἑβραῖον ὀνόματι Ἰωάννην, ὃς περὶ τοῦ Ῥωμαίων βασιλείου διαφημίζει λέγων ἐν τάχει ἐκριζωθήσεσθαι, καὶ ἑτέρῳ τὴν βασιλείαν τῶν | |
5 | Ῥωμαίων διαδεδόσθαι. ταραχθεὶς δὲ ὁ Δομετιανὸς ἐπὶ τοῖς εἰρημένοις ἔπεμψεν ἑκατόνταρχον μετὰ στρατιωτῶν ἵνα ἁρπά‐ σαντες ἀγάγωσιν τὸν Ἰωάννην. καὶ ἐλθόντες εἰς τὴν Ἔφεσον ἐπυνθάνοντο ποῦ μένει ὁ Ἰωάννης. προσελθόντες δὲ τῷ πυ‐ λῶνι αὐτοῦ εὗρον αὐτὸν ἑστῶτα πρὸ τῶν θυρῶν, καὶ νομί‐ | |
10 | σαντες αὐτὸν εἶναι θυρωρὸν ἐξήταζον ποῦ μένει ὁ Ἰωάννης. ὃ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ εἰμι. Οἳ δὲ τὸ μέτριον αὐτοῦ καὶ ταπεινὸν καὶ πενιχρὸν ὑπερηφανήσαντες ἐπέπλησσον μετὰ ἀπειλῆς λέγοντες· Εἰπὲ ἡμῖν τὴν ἀλήθειαν. Ὁμολογοῦντος | |
δὲ αὐτοῦ πάλιν αὐτὸν εἶναι τὸν ζητούμενον, ἀλλὰ καὶ τῶν | 153 | |
15 | γειτόνων μαρτυρούντων, ἔφησαν αὐτὸν ἐν τάχει ἐξιέναι σὺν αὐτοῖς πρὸς τὸν βασιλέα ἐν Ῥώμῃ. τοῦ δὲ παρακαλέσαντος αὐτοὺς λαβεῖν ἐφόδια, ἐπιστρέψας καὶ λαβὼν φοίνικας ὀλίγους ἐξῆλθεν εὐθέως. | |
6 | Καὶ λαβόντες οἱ στρατιῶται δημόσια ὀχήματα ἐν τάχει ὥδευον, μέσον αὐτὸν καθίσαντες. ἐλθόντων οὖν αὐτῶν εἰς τὴν πρώτην ἀλλαγήν, ὥρας ἀρίστου οὔσης, ἐδέοντο αὐτοῦ εὐψυχεῖν καὶ λαβόντα ἄρτον σὺν αὐτοῖς ἐσθίειν. ὁ δὲ Ἰωάν‐ | |
5 | νης ἔφη· Τῇ μὲν ψυχῇ χαίρω, τροφῆς δὲ τέως οὐ βούλομαι λαβεῖν. Οἳ δὲ ἐλαύνοντες ἐφέροντο ταχέως. ὀψίας δὲ γενο‐ μένης καταχθέντες εἴς τι πανδοχεῖον, καὶ τῆς ὥρας οὔσης λοιπὸν δείπνου, ὄντες φιλοφρονέστατοι ὁ ἑκατόνταρχος καὶ οἱ στρατιῶται παρεκάλουν τὸν Ἰωάννην χρήσασθαι τοῖς παρα‐ | |
10 | κειμένοις. ὃ δὲ ἔφη κεκοπῶσθαι καὶ δεῖσθαι ὑπὲρ πᾶσαν τροφὴν τοῦ ὕπνου. καὶ τοῦτο ἑκάστης ἡμέρας αὐτοῦ ποι‐ οῦντος ἐξεπλήσσοντο πάντες οἱ στρατιῶται καὶ ἐδειλίων μὴ ὁ Ἰωάννης ἀποθανὼν κινδύνῳ αὐτοὺς περιβάλῃ· τὸ δὲ ἅγιον πνεῦμα φαιδρότερον αὐτὸν ἐδείκνυ αὐτοῖς. καὶ τῇ ἑβδόμῃ | |
15 | ἡμέρᾳ κυριακῆς οὔσης ἔφη αὐτοῖς· Νῦν καιρὸς τοῦ κἀμὲ | |
χρήσασθαι τροφῆς. Νιψάμενός τε τὰς χεῖρας καὶ τὸ πρόσω‐ πον προσευξάμενος προεκόμιζεν τὸ λέντιον καὶ λαβὼν ἕνα τῶν φοινίκων ἤσθιεν πάντων ὁρώντων. | 154 | |
7 | Πολλοῦ οὖν χρόνου διιππεύσαντος ἔφθασαν τὴν ὁδόν, τοῦ Ἰωάννου οὕτως νηστεύοντος. προσαγαγόντες δὲ αὐτὸν τῷ βασιλεῖ εἶπον· Σεβαστὲ βασιλεῦ, Ἰωάννην σοι προσάγομεν, θεὸν οὐκ ἄνθρωπον· ἐξ ἧς γὰρ αὐτὸν συνελάβομεν ἄχρι τῆς | |
5 | ἄρτι ὥρας ἄρτου οὐκ ἐγεύσατο. Πρὸς τούτοις ἐκπλαγεὶς ὁ Δομετιανὸς ἐξέτεινεν τὸ στόμα, διὰ τὸ παράδοξον φιλήματι αὐτὸν προσαγορεῦσαι θελήσας· τοῦ δὲ Ἰωάννου ἀποκλίναντος τὴν κεφαλὴν κατεφίλησεν αὐτοῦ τὸ στῆθος. καὶ εἶπεν ὁ Δομετιανός· Τί τοῦτο ἐποίησας; οὐκ ἠξίωσάς με φιλῆσαί σε; | |
10 | Καὶ ὁ Ἰωάννης πρὸς αὐτὸν εἶπεν· Δίκαιον τὴν χεῖρα τοῦ θεοῦ ἐν πρώτοις προσκυνεῖν, καὶ οὕτως τὸ στόμα τοῦ βασι‐ λέως καταφιλεῖν· γέγραπται γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις· Καρδία βασιλέως ἐν χειρὶ θεοῦ. | |
8 | Καὶ ὁ βασιλεὺς εἶπεν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ τὴν βασιλείαν μου λέγων ἐν τάχει ἐκριζωθήσεσθαι καὶ μέλλειν ἕτερον βασιλεύειν ἀντ’ ἐμοῦ, Ἰησοῦν; Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης | |
εἶπεν αὐτῷ· Σὺ καὶ βασιλεύσῃ πολλοῖς χρόνοις τοῖς ὑπὸ θεοῦ | 155 | |
5 | σοι δεδομένοις, καὶ μετὰ σὲ ἕτεροι πλεῖστοι· πληρωθέντων δὲ τῶν ἐπὶ γῆς χρόνων ἐξ οὐρανοῦ ἐλεύσεται βασιλεὺς αἰώνιος, ἀληθής, κριτὴς ζώντων καὶ νεκρῶν, ᾧ πᾶν ἔθνος καὶ φυλαὶ ἐξομολογήσεται, δι’ ὃν πᾶσα ἐξουσία καὶ ἀρχὴ ἐπίγειος καταρ‐ γηθήσεται καὶ πᾶν στόμα λαλοῦν μεγάλα φραγήσεται. οὗτος | |
10 | δέ ἐστιν ὁ κύριος ὁ δυνατὸς καὶ βασιλεὺς πάσης πνοῆς καὶ σαρκός, ὁ λόγος καὶ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὅς ἐστιν Ἰησοῦς Χριστός. | |
9 | Πρὸς ταῦτα ἔφη αὐτῷ ὁ Δομετιανός· Τίς τούτων ἀπό‐ δειξις; ῥήμασιν μόνοις οὐ πείθομαι· ὄψις ἀδήλων τὰ φθεγ‐ γόμενα. τί δύνῃ δεῖξαι ἐπίγειον ἢ ἐπουράνιον ἐν τῇ δυνάμει ἐκείνου τοῦ μέλλοντος βασιλεύειν καθὼς καὶ λέγεις; ποιήσει | |
5 | γάρ, εἴπερ ἐστὶν υἱὸς θεοῦ. Εὐθέως δὲ ὁ Ἰωάννης ᾔτησεν φάρμακον θανάσιμον. κελεύσαντος δὲ τοῦ βασιλέως δοθῆναι φάρμακον αὐθωρὸν προσεκόμισαν. λαβὼν οὖν ὁ Ἰωάννης καὶ βαλὼν ἐν κύλικι μεγάλῳ πληρώσας ὕδατος συνεκέρασεν, καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν· Ἐν τῷ ὀνόματί σου Ἰησοῦ | |
10 | Χριστὲ υἱὲ τοῦ θεοῦ πίνω τὸ ποτήριον ὃ σὺ γλυκανεῖς, καὶ τὸ ἐν αὐτῷ φάρμακον τῷ ἁγίῳ σου πνεύματι συγκέρασον καὶ ποίησον αὐτὸ πόμα ζωῆς καὶ σωτηρίας γενέσθαι εἰς ἴασιν | |
ψυχῆς καὶ σώματος, εἰς πέψιν, εἰς ἀβλαβῆ διοίκησιν, εἰς πίστιν ἀμετανόητον, εἰς ἀνεξάρνητον μαρτύριον τοῦ θανάτου | 156 | |
15 | ὡς ποτήριον εὐχαριστίας. | |
10 | Ἐκπιόντος οὖν αὐτοῦ τὸν κύλικα περιέμενον οἱ παρε‐ στῶτες τῷ Δομετιανῷ πότε μέλλει σπασθεὶς καταπίπτειν ἐπὶ τῆς γῆς. τοῦ δὲ Ἰωάννου ἱλαροῦ ἑστῶτος καὶ σῴου προσο‐ μιλοῦντος ὠργίσθη ὁ Δομετιανὸς πρὸς τοὺς δόντας τὸ φάρ‐ | |
5 | μακον ὡς φεισαμένων τοῦ Ἰωάννου· οἳ δὲ ἐπομοσάμενοι τὴν τύχην καὶ σωτηρίαν τοῦ βασιλέως ἔλεγον ἄλλο μὴ εἶναι δυνα‐ τώτερον τούτου τοῦ φαρμάκου. συνεὶς δὲ ὁ Ἰωάννης τί πρὸς ἀλλήλους ψιθυρίζουσιν ἔφη πρὸς τὸν βασιλέα· Μὴ χαλέπαινε βασιλεῦ, ἀλλὰ ὃ λέγω κέλευσον γενέσθαι, καὶ μαθήσῃ τὴν δύ‐ | |
10 | ναμιν τοῦ φαρμάκου· κατάκριτόν τινα ἐκ τῆς εἱρκτῆς ποίησον ἀχθῆναι. Οὗ παραγενομένου ὁ Ἰωάννης ἐπιβαλὼν ὕδωρ τῷ ποτηρίῳ καὶ περικλύσας μετὰ πάσης τῆς ὑποστάθμης ἐπέδωκεν τῷ κατακρίτῳ. ὃ δὲ λαβὼν καὶ πιὼν παραχρῆμα ἔπεσεν καὶ | |
ἐτελεύτησεν. | 157 | |
11 | Θαυμασάντων δὲ πάντων ἐπὶ τοῖς γενομένοις σημείοις καὶ τοῦ Δομετιανοῦ τῷ φόβῳ συσχεθέντος καὶ ἀπερχομένου εἰς τὸ παλάτιον, ἔφη πρὸς αὐτὸν ὁ Ἰωάννης· Ῥωμαίων βασι‐ λεῦ Δομετιανέ, τοῦτο ἠβουλήθης ἵνα σοῦ παρόντος καὶ μαρ‐ | |
5 | τυροῦντος ἐγὼ σήμερον φονεὺς γένωμαι; περὶ τοῦ κειμένου νεκροῦ τί μέλλει γενέσθαι; Ὃ δὲ ἐκέλευσεν ἀρθέντα αὐτὸν ῥιφῆναι. Ἰωάννης δὲ προσελθὼν τῷ πτώματι εἶπεν· Ὁ θεὸς ὁ τῶν οὐρανῶν ποιητής, ὁ κύριος καὶ δεσπότης ἀγγέλων δοξῶν κυριοτήτων, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ παιδός | |
10 | σου τοῦ μονογενοῦς δὸς τούτῳ τῷ δι’ ἀφορμῆς τεθνηκότι ζωῆς παλιγγενεσίαν καὶ ἀπόδος αὐτῷ τὴν ψυχήν, ἵνα μάθῃ Δομε‐ τιανὸς ὅτι ὁ λόγος τοῦ θεοῦ καὶ φαρμάκου πολὺ δυνατώτερος καὶ ζωῆς δεσπόζει. Λαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ἀνέστησεν αὐτὸν ζῶντα. | |
12 | Δοξαζόντων δὲ τὸν θεὸν πάντων καὶ θαυμαζόντων τὴν τοῦ Ἰωάννου πίστιν, ἔφη αὐτῷ ὁ Δομετιανός· Δόγμα τῆς συγκλήτου ἐξέθηκα πάντας τοὺς τοιούτους ἀναπολογήτους ἀπάγεσθαι· ἀλλ’ ἐπειδὴ διὰ σοῦ εὑρίσκω αὐτοὺς ἀθῴους καὶ | |
5 | μᾶλλον ἐπωφελῆ εἶναι αὐτῶν τὴν θεοσέβειαν, ἐξορίζω σε εἰς νῆσον, ἵνα μὴ δόξω ἐγὼ αὐτὸς καταλύειν τὰ ἐμαυτοῦ δόγματα. | |
Τὸν μὲν οὖν κατάκριτον ᾐτήσατο ἀπολυθῆναι, καὶ ἀπολυθέν‐ τος αὐτοῦ εἶπεν ὁ Ἰωάννης· Ὕπαγε, χάριν ἔχε τῷ θεῷ τῷ σήμερόν σε ἐκ φυλακῆς καὶ ἐκ θανάτου λυτρωσαμένῳ. | 158 | |
13 | Ἑστώτων δὲ αὐτῶν θρεπτή τις Δομετιανοῦ τῶν πρὸς τῷ κοιτῶνι αἰφνιδίως ληφθεῖσα ὑπό του ἀκαθάρτου δαίμονος ἔκειτο νεκρά, καὶ ἀνηγγέλη τῷ βασιλεῖ. κινηθεὶς δὲ ὁ βασι‐ λεὺς ἐδέετο τοῦ Ἰωάννου βοηθῆσαι αὐτῇ. ὁ δὲ Ἰωάννης εἶπεν· | |
5 | Οὐκ ἔστιν ἀνθρώπου τοῦτο παρασχεῖν· ἐπεὶ δὲ σὺ βασιλεύειν μὲν οἶδας, ὑπὸ τίνος δὲ ἔλαβες ἀγνοεῖς, μάθε τίς καὶ σοῦ καὶ τῆς βασιλείας σου ἐξουσίαν ἔχει. Καὶ ηὔξατο οὕτως· Κύριε ὁ θεὸς πάσης βασιλείας καὶ δέσποτα πάσης κτίσεως, δὸς τῇ κόρῃ ταύτῃ πνοὴν ζωῆς. Καὶ εὐξάμενος ἀνέστησεν αὐτήν. | |
10 | ἐκπλαγεὶς δὲ ἐπὶ πᾶσι τοῖς θαυμασίοις ὁ Δομετιανὸς ἀπέλυσεν αὐτὸν εἰς νῆσον, ὁρίσας αὐτὸν τακτὸν χρόνον. | |
14 | Εὐθέως δὲ ἀπέπλευσεν ὁ Ἰωάννης εἰς Πάτμον, ὅπλου καὶ ἠξιώθη τὴν τῆς συντελείας ἰδεῖν ἀποκάλυψιν. τελευτή‐ σαντος δὲ τοῦ Δομετιανοῦ παρέλαβεν τὴν βασιλείαν Νέρβας, ὃς πάντας τοὺς ἐξορισθέντας ἀνεκαλέσατο· ἐνιαυτὸν δὲ κατα‐ | |
5 | σχὼν τὴν βασιλείαν, διάδοχον τῆς βασιλείας Τραϊανὸν ἐποιή‐ σατο. οὗ βασιλεύοντος Ῥωμαίων ἐπανελθὼν εἰς τὴν Ἔφεσον | |
ὁ Ἰωάννης ἐκράτυνεν πᾶν τὸ τῆς ἐκκλησίας διδασκαλεῖον, πολλά τε προσομιλῶν καὶ ἀπομνημονεύων ὅσα ὁ κύριος αὐτοῖς ἔλεγεν καὶ τίνα ἑκάστῳ διηγεῖτο. γενόμενος δὲ γηραλέος καὶ | 159 | |
10 | μεταλλάσσων ἐπισκοπεύειν τῇ ἐκκλησίᾳ τῷ Πολυκάρπῳ ἐνε‐ κελεύσατο. | |
18 | Ὁ δὲ Ἰωάννης ἠπείγετο εἰς τὴν Ἔφεσον ὑπὸ ὁράματος κεκινημένος· ὁ οὖν Δαιμόνικος καὶ ὁ συγγενὴς αὐτοῦ Ἀρι‐ | |
στόδημος καί τις πάνυ πλούσιος Κλεόβιος καὶ ἡ γυνὴ τοῦ Μαρκέλλου ἐπέσχον αὐτὸν μόλις μιᾶς ἡμέρας ἐν τῇ Μιλήτῳ | 160 | |
5 | συναναπαυόμενοι αὐτῷ. ὡς δὲ ὑπὸ βαθὺν ὄρθρον ἐξῄεσαν καὶ ἤδη τῆς ὁδοῦ ἤνυστο ὡσεὶ μίλια τέσσαρα, φωνὴ ἠνέχθη ἀπὸ οὐρανοῦ πάντων ἡμῶν ἀκουόντων λέγουσα· Ἰωάννη, μέλ‐ λεις ἐν Ἐφέσῳ δόξαν τῷ κυρίῳ σου διδόναι ἣν εἴσῃ, σὺ καὶ πάντες οἱ σύν σοι ἀδελφοὶ καί τινες τῶν ἐκεῖ μελλόντων διὰ | |
10 | σοῦ πιστεύειν. Ἐνενόει οὖν ὁ Ἰωάννης ἐν ἑαυτῷ ἀγαλλιώμε‐ νος τί ἄρα ἦν τὸ μέλλον ἐν Ἐφέσῳ ἀπαντᾶν, λέγων· Κύριε ἰδοὺ κατὰ τὸ θέλημά σου βαδίζω· γενέσθαι ὃ βούλει. | |
19 | Καὶ ἐγγιζόντων ἡμῶν τῇ πόλει ὁ στρατηγὸς Ἐφεσίων Λυκομήδης, ἄνθρωπος τῶν δαιμόνων, ἀπήντησεν ἡμῖν, καὶ προσπεσὼν τοῖς ποσὶν Ἰωάννου παρεκάλει λέγων· Ἰωάννης ἐστί σοι ὄνομα; ἔπεμψέ σε ὁ θεὸς ὃν κηρύσσεις ἐπ’ εὐεργεσίᾳ | |
5 | τῆς ἐμῆς γυναικός, παραπλήγου γεγονότος ἤδη ἡμέρας ἑπτὰ καὶ ἀθεραπεύτου κειμένης. ἀλλὰ δόξασόν σου τὸν θεὸν ἰασά‐ μενος αὐτὴν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. παραστὰς γάρ τις ἤδη σκεπτομένῳ ἐμαυτὸν λογισμὸν δοῦναι τοῦτον ἔφη· Λυκόμηδε, παῦσαι τῆς κατὰ σοῦ στρατευομένης ἐννοίας χαλεπῆς οὔσης· | |
10 | μὴ ὑποβάλῃς σεαυτὸν ταύτην· ἐγὼ γὰρ σπλαγχνισθεὶς ἐπὶ τὴν ἐμὴν δούλην Κλεοπάτραν ἔπεμψα ἐκ Μιλήτου ἄνδρα ὀνόματι Ἰωάννην ὅστις αὐτὴν ἀναστήσας ἀποδώσει σοι σῴαν. Μὴ βράδυνε οὖν δοῦλε τοῦ φανερώσαντός μοι θεοῦ σαυτόν, ἀλλὰ σπεῦσον ἐπὶ τὴν πνοὴν μόνην ἔχουσαν γυναῖκα. Καὶ εὐθέως | |
15 | ὁ Ἰωάννης ἀπῄει ἀπὸ τῆς πύλης ἅμα τοῖς σὺν αὐτῷ ἀδελφοῖς καὶ Λυκομήδης εἰς τὸν οἶκον αὐτοῦ. ὁ δὲ Κλεόβιος ἔφη τοῖς αὐτοῦ νεανίσκοις· Ἀπέλθατε πρὸς τὸν συγγενῆ μου Κάλλιππον καὶ ξενίαν ἀρετὴν λάβετε παρ’ αὐτοῦ—ἔχων γὰρ τὸν υἱὸν αὐτοῦ παραγίνομαι ἐκεῖ—ὅπως εὐπρεπῆ τὰ πάντα εὕρωμεν. | |
20 | Γενόμενος δὲ ὁ Λυκομήδης σὺν τῷ Ἰωάννῃ ἐν τῇ οἰκίᾳ ἐν ᾗ ἡ γυνὴ ἔκειτο πάλιν αὐτοῦ τῶν ποδῶν ἥπτετο λέ‐ γων· Ἴδε κύριε τὸ μαρανθὲν κάλλος, ἴδε τὴν νεότητα, ἴδε τὸ διαβόητον ἄνθος τῆς ταλαιπώρου μου γυναικὸς ἐφ’ ᾧ ὅλη ἡ | |
5 | Ἔφεσος ἐξεστήκει· ἐφθονήθην ὁ τάλας, ἐταπεινώθην, ὀφθαλ‐ μὸς ἐχθρῶν ἔπληξέ με· οὐδέποτε ἠδίκησα οὐδένα, καίτοι πολ‐ | |
λοὺς δυνάμενος βλάψαι, τοῦτο αὐτὸ προορώμενος, μή τι κακὸν ἤ τινα τύχη ταύτην ἴδοιμι φυλασσόμενος. τί οὖν ὄφελος γέ‐ γονε Κλεοπάτρα εὐλαβούμενόν με; τί οὖν ὤνησα εὐσεβὴς χρη‐ | 161 | |
10 | ματίσας ἕως σήμερον; δυσσεβοῦς χείρονα πάσχω ὅτι σὲ τοιαύ‐ την Κλεοπάτραν ὁρῶ κειμένην. οὐκ ὄψεταί με ἥλιος περιπολῶν σοῦ μηκέτι προσομιλοῦντος. φθάσω σε Κλεοπάτρα ἀπολύων ἑαυτὸν τοῦ βίου. ἀφειδήσω τῆς σωτηρίας μου ἔτι νεάνιδος οὔσης. ἀπολογήσομαι τῇ δίκῃ ὡς δικαίως μοι ὑποδράσαντος | |
15 | ἐξὸν δικασθῆναι πρὸ αὐτὴν ὡς ἀδίκως δικάζουσαν. τιμωρή‐ σομαι αὐτὴν εἴδωλον βίου παραγενόμενος. ἐρῶ πρὸς αὐτήν· Σύ μου τὸ φῶς ἐβιάσω Κλεοπάτραν ἀφαρπάσασα· σύ με νε‐ κρὸν ἐποίησας γενέσθαι τοῦτό μοι παρασχομένη· σύ με τὴν πρόνοιαν ἐβιάσω ἐνυβρίσαι ἐκκόψασά μου τὴν παρρησίαν. | |
21 | Καὶ ἔτι πλείονα λέγων ὁ Λυκομήδης πρὸς τὴν Κλεο‐ πάτραν προσελθὼν τῇ κλίνῃ ἀναβοῶν ἐθρήνει. ὁ δὲ Ἰωάν‐ νης ἀπέσπασεν αὐτὸν εἰπών· Μετάστηθι τῶν θρήνων τού‐ των καὶ τῶν ἀναρμόστων σου ῥημάτων. οὐ προσήκει ἀπει‐ | |
5 | σθῆναι τῷ θεωμένῳ σοι. ἵστη γὰρ ἀπολαμβάνων τὴν αὐτοῦ σύμβιον. σὺν ἡμῖν τοίνυν στὰς τοῖς διὰ ταύτην ἐληλυθόσιν ἔπευξαι τῷ θεῷ ὃν εἶδες φανεροῦντά σε δι’ ὀνειράτων. τί οὖν ἐστιν ὦ Λυκόμηδες; διυπνίσθητι καὶ αὐτὸς καὶ ἄνοιξόν σου τὴν ψυχήν. ἀπόβαλε τὸν πολὺν ὕπνον ἀπὸ σοῦ. δεήθητι | |
10 | τοῦ κυρίου, παρακάλεσον αὐτὸν ὑπὲρ τῆς συμβίου σου καὶ ἀναστήσῃ. Ὁ δὲ πεσὼν ἐπὶ τοῦ ἐδάφους ἐθρήνει ὁλοψυχῶν. ὁ οὖν Ἰωάννης ἔφη μετὰ δακρύων· Ὢ καινῆς προδοσίας ὁρά‐ ματος· ὢ καινοῦ πειρασμοῦ ἐμοῦ κατασκευασθέντος· ὢ καινῆς τέχνης τοῦ κατ’ ἐμοῦ τεχνασαμένου. ἡ ἀπ’ οὐρανοῦ φωνὴ | |
15 | ἐνεχθεῖσά μοι ἐν τῇ ὁδῷ ταῦτά μοι ἐπραγματεύσατο; ταῦτά μοι προεδήλωσε τὰ μέλλοντα γενέσθαι ἐνθάδε; παραδιδούς με ὄχλῳ τοσούτῳ τῶν πολιτῶν ἕνεκεν Λυκομήδους; ὁ ἀνὴρ ἄπνους κεῖται, κἀμὲ εὖ οἶδα ὅτι ζῶντα τῆς οἰκίας οὐκ ἐάσει με ἐξελθεῖν. τί μέλλεις κύριε; τί σου τὸ χρηστὸν ἐπάγγελμα | |
20 | ἀποκέκλεικας ἡμῖν; μή, δέομαί σου κύριε, μὴ δῷς χορεῦσαι τῷ ἐπ’ ἀλλοτρίοις κακοῖς ἡδομένῳ· μὴ δῷς τούτῳ ὀρχεῖσθαι τῷ καταγγέλοντι ἡμῶν ἀεί. ἀλλά σου τὸ ἅγιον ὄνομα καὶ τὸ ἔλεος σπευσάτω. ἀνέγειρον πτώματα δύο κατ’ ἐμοῦ γεγενημένα. | 162 |
22 | Καὶ δὴ τοῦ Ἰωάννου ἐκβοῶντος ἡ Ἐφεσίων πόλις συνέδραμεν εἰς τὸν οἶκον Λυκομήδους ὡς τετελευτηκότος. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν πολὺν ὄχλον τὸν ἐληλυθότα εἶπε πρὸς κύριον· Νῦν καιρὸς ἀναψύξεως καὶ παρρησίας τῆς πρὸς σὲ | |
5 | Χριστέ. νῦν καιρὸς κάμνουσιν ἡμῖν τῆς ἐκ σοῦ βοηθείας ἰατρὲ δωρεὰν ἰωμένῳ. ἀκαταγέλαστόν μου τὴν ἐνταῦθα εἴσο‐ δον διαφύλαξον. δέομαί σου Ἰησοῦ, ἐπαμύνω πλήθει τοσούτῳ ἐλθεῖν ἐπὶ σὲ τὸν τῶν ὅλων δεσπότην. ἴδε τὴν θλῖψιν, ἴδε τοὺς κατακειμένους. σὺ κατάρτισον καὶ ἀπὸ τῶν ἐντεῦθεν | |
10 | συνεληλυθότων σκεύη ἅγια εἰς ὑπηρεσίαν τὴν σὴν θεασαμένων τὴν δωρεάν σου. αὐτὸς γὰρ εἶπας Χριστέ· Αἰτεῖτε καὶ δο‐ θήσεται ὑμῖν. Αἰτούμεθα οὖν σε βασιλεῦ οὐ χρυσόν, οὐκ ἄργυρον, οὐχ ὕπαρξιν, οὐ κτῆσιν, οὐδέ τι τῶν ἐπὶ γῆς ὄντων ἀπολλυμένων, ἀλλὰ ψυχὰς δύο δι’ ὧν ἐπιστρέφειν μέλλοντας | |
15 | ἐπὶ τὴν σὴν ὁδόν, ἐπὶ τὴν σὴν μάθησιν, ἐπὶ τὴν σὴν παρρη‐ σίαν, ἐπὶ τὴν ἄριστόν σου ἐπαγγελίαν· καταμαθόντες γὰρ τὴν δυναστείαν σου διὰ τοῦ ἐγηγέρθαι τοὺς ἀποψύξαντας σωθήσονταί τινες αὐτῶν. παράσχου οὖν καὶ αὐτὸς ἐλπίδα ἐπὶ σέ. πρόσειμι τοίνυν τῇ Κλεοπάτρᾳ λέγων· Ἀνάστηθι ἐν | |
20 | τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. | |
23 | Καὶ προσελθών, ἁψάμενος τοῦ προσώπου αὐτῆς ἔφη Κλεοπάτρα, λέγει ὃν ἐφοβήθη πᾶς ἄρχων καὶ πᾶσα κτίσις, δύναμις, ἄβυσσός τε καὶ σκότος ἅπαν καὶ θάνατος ἀγέλαστος καὶ οὐρανῶν ὕψωμα καὶ ᾅδου κυκλώματα καὶ νεκρῶν ἀνά‐ | |
5 | στασις καὶ πηρῶν ὄψις καὶ τοῦ κοσμοκράτορος ἅπασα ἡ δύ‐ ναμις καὶ ἡ τοῦ ἄρχοντος ὑπερηφανία· Ἀνάστηθι, καὶ μὴ γίνου πρόφασις πολλοῖς ἀπιστεῖν θέλουσι καὶ θλίψεις ψυχὰς δυναμένας ἐλπίσαι καὶ σωθῆναι. Καὶ ἡ Κλεοπάτρα εὐθέως μετὰ φωνῆς ἐβόησεν· Ἀνίσταμαι δέσποτα· σῷζε τὴν δούλην σου. | |
10 | ἀναστήσεις δέ μου δι’ ἡμερῶν ἑπτὰ ἡ πόλις Ἐφεσίων ἐκινεῖτο | |
ἐπὶ τῷ παραδόξῳ θεάματι. ἠρώτα δὲ ἡ Κλεοπάτρα περὶ τοῦ ἀνδρὸς αὐτῆς Λυκομήδους· ὁ δὲ Ἰωάννης εἶπεν αὐτῇ· Κλεο‐ πάτρα, ἀκίνητον ἔχουσα τὴν ψυχὴν καὶ ἀμετάτρεπτον αὐτόθεν ἕξεις Λυκομήδην τὸν σύμβιόν σου ἐνταῦθά σοι παρεστῶσα, | 163 | |
15 | εἴ γε μὴ ταράσσῃ μηδὲ κινῇ ἐπὶ τῷ γεγονότι, πιστεύσασα ἐπὶ τῷ θεῷ μου, ὅστις δι’ ἐμοῦ ζῶντα αὐτὸν χαρίσεται. ἐλθὲ οὖν ἅμα ἐμοὶ εἰς τὸν ἕτερόν σου κοιτῶνα, καὶ θεάσῃ αὐτὸν νενε‐ κρωμένον, ἀνιστάμενον δὲ τῇ τοῦ θεοῦ μου δυνάμει. | |
24 | Καὶ ἡ Κλεοπάτρα ἐλθοῦσα σὺν τῷ Ἰωάννῃ εἰς τὸν κοιτῶνα αὐτῆς καὶ ἰδοῦσα τὸν Λυκομήδην τεθνηκότα αὐτὴ ἕνεκα, ἔπασχε τῇ φωνῇ καὶ τοῖς ὀδοῦσιν ἔτριζε καὶ τὴν γλῶσ‐ σαν ἀπέδακνε καὶ τοὺς ὀφθαλμοὺς καμμύουσα δάκρυα προ‐ | |
5 | σέβρεχε· καὶ ἠρέμα τῷ ἀποστόλῳ προσεῖχεν. ὁ δὲ Ἰωάννης σπλαγχνισθεὶς ἐπὶ τῇ Κλεοπάτρᾳ ὡς εἶδεν αὐτὴν μὴ μανεῖσαν μηδὲ ἐκστᾶσαν, ἐκάλεσε τὰ τέλεια σπλάγχνα καὶ ἀνυπερήφανα, εἶπε· Κύριε Ἰησοῦ Χριστέ, ὁρᾷς τὸ συνέχον· ὁρᾷς τὴν ἀνάγκην· ὁρᾷς Κλεοπάτραν ἐκβοῶσα τὴν ψυχὴν διὰ τοῦ σιγᾶν· συνέχει | |
10 | γὰρ ἐν ἑαυτῇ τὴν ἀφόρητον μανίαν· ἐπίσταμαι δὲ ὅτι ἕνεκεν τοῦ Λυκομήδους καὶ αὐτὴν ἐπαποθανουμένην. Ἣ δὲ ἠρέμα εἶπε πρὸς Ἰωάννην· Τοῦτο σκέπτομαι δέσποτα καὶ οὐχ ἕτερον. Καὶ προσελθὼν τῷ κλινιδίῳ ὁ ἀπόστολος ἐφ’ οὗ ὁ Λυκομή‐ δης ἔκειτο καὶ λαβόμενος τῆς χειρὸς Κλεοπάτρας ἔφη· Κλεο‐ | |
15 | πάτρα, διὰ τὸν παρεστῶτα ὄχλον καὶ τοὺς ἐπεισελθόντας συγγενεῖς σου μετὰ κραυγῆς ἰσχυρᾶς εἶπόν σου τῷ ἀνδρί· Ἀναστὰς δόξασον τοῦ θεοῦ τὸ ὄνομα, ὅτι νεκροὺς νεκροῖς χαρί‐ ζεται. Ἣ δὲ προσελθοῦσα καὶ εἰποῦσα τῷ ἀνδρὶ αὐτῆς καθ’ ἃ ἐδιδάχθη εὐθὺς ἀνέστησεν αὐτόν. ὃ δὲ ἀναστὰς καὶ πεσὼν ἐπὶ | |
20 | τοῦ ἐδάφους τοὺς τοῦ Ἰωάννου πόδας κατεφίλει. ὃ δὲ ἐγείρας αὐτὸν λέγει· Μὴ τοὺς ἐμοὺς πόδας ἄνθρωπε φίλει ἀλλὰ τοὺς τοῦ θεοῦ οὗ δυνάμει ἀνέστητε ἀμφότεροι. | |
25 | Ὁ δὲ Λυκομήδης τῷ Ἰωάννῃ ἔφη· Παρακαλῶν σε ἐνορκίζω οὗ ὀνόματι ἤγειρας ἡμᾶς θεοῦ σὺν ἡμῖν μεῖναι ἅμα τοῖς σύν σοι πᾶσιν. Ὁμοίως δὲ καὶ ἡ Κλεοπάτρα τῶν ποδῶν αὐτοῦ ἁπτομένη ταὐτὰ ἔλεγεν. ὁ δὲ Ἰωάννης ἔφη αὐτοῖς· | |
5 | Αὔριον παρ’ ὑμῖν ἔσομαι. Κἀκεῖνοι πάλιν αὐτῷ ἔφησαν· Ἐλπὶς ἡμῖν οὐκ ἔστιν ἐν τῷ θεῷ σου, ἀλλὰ μάτην εἴημεν | |
ἐγηγερμένοι, ἐὰν μὴ μείνῃς παρ’ ἡμῖν. Καὶ ὁ Κλεόβιος ἅμα τῷ Ἀριστοδήμῳ καὶ ὁ Δαμόνικος πληγέντες τὰς ψυχὰς ἔφησαν τῷ Ἰωάννῃ· Μείνωμεν πρὸς αὐτοὺς ὅπως ἀσκανδάλιστοι μείνωσι | 164 | |
10 | πρὸς τὸν κύριον. Ὃ δὲ ἐπέμεινεν ἐκεῖ σὺν τοῖς ἀδελφοῖς. | |
26 | Συνῆλθον οὖν πλήθους πολλοῦ συναγωγὴ τοῦ Ἰω‐ άννου ἕνεκα. καὶ ἐν τῷ ὁμιλεῖν αὐτὸν τοῖς παροῦσιν ὁ Λυκο‐ μήδης φίλον εὐφυῆ ἔχων ζωγράφον δρομαῖος ἐπ’ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ὁρᾷς ἐμὲ αὐτὸν ἐσκυλμένον πρὸς σέ· ἐλθὲ | |
5 | ταχέως εἰς τὴν οἰκίαν, καὶ ὃν ὑποδείκνυμί σοι τοῦτον γράψον μὴ ἐπισταμένου αὐτοῦ. Καὶ ὁ ζωγράφος ἐπιδούς τινι τὰ ἑαυτοῦ ἐπιτήδεια ἐργαλεῖα καὶ χρώματα εἶπε τῷ Λυκομήδῃ· Ὑπόδειξόν μοι αὐτὸν καὶ τοῦ λοιποῦ ἔσο ἀφρόντιστος. Καὶ ὁ Λυκομήδης δείξας τὸν Ἰωάννην τῷ ζωγράφῳ καὶ ἐγγίσας | |
10 | καὶ συγκλείσας εἴς τινα οἶκον ἀφ’ οὗ ἑωρᾶτο ὁ τοῦ Χριστοῦ ἀπόστολος· συνῆν δὲ ὁ Λυκομήδης τῷ μακαρίῳ εὐωχούμενος τῇ πίστει καὶ τῇ γνώσει τοῦ θεοῦ ἡμῶν, ἐπὶ πλεῖον δὲ ἠγαλ‐ λιάσατο ὅτι ἐν εἰκόνι ἤμελλεν αὐτὸν ἔχειν. | |
27 | Ὁ οὖν ζωγράφος τῇ πρώτῃ ἡμέρᾳ σκιαγραφήσας αὐ‐ τὸν ἀπηλλάγη· τῇ δὲ ἑξῆς καὶ τοῖς χρώμασιν αὐτὸν κατεκέρασε, καὶ οὕτως τῷ Λυκομήδει χαίροντι τὴν εἰκόνα ἀπέδωκεν. ἣν λαβὼν καὶ ἀναθεὶς εἰς τὸν ἑαυτοῦ κοιτῶνα ἔστεφεν· ὡς ὕστε‐ | |
5 | ρον γνόντα τὸν Ἰωάννην εἰπεῖν αὐτῷ· Ἀγαπητόν μου τέκνον, τί διαπράττῃ ἀπὸ τοῦ βαλανείου εἰσερχόμενος εἰς τὸν κοιτῶνά σου μόνος; ἐγὼ οὐχὶ σὺν σοὶ καὶ τοῖς λοιποῖς ἀδελφοῖς εὔχο‐ μαι; ἢ ἡμᾶς κρύπτεις; Καὶ ταῦτα λέγων καὶ παίζων μετ’ αὐτοῦ εἴσεισιν εἰς τὸν κοιτῶνα· καὶ ὁρᾷ εἰκόνα περιεστεμμένην πρε‐ | |
10 | σβύτου καὶ παρακειμένους λύχνους καὶ βωμοὺς ἔμπροσθεν. καὶ φωνήσας αὐτὸν εἶπε· Λυκόμηδες, τί βούλεταί σοι τὸ τῆς εἰκόνος | |
ταύτης; τῶν θεῶν σού τις τυγχάνει ὁ γεγραμμένος; ὁρῶ γάρ σε ἔτι ἐθνικῶς ζῶντα. Καὶ ὁ Λυκομήδης αὐτῷ ἀπεκρίνατο· Ὁ θεὸς μέν μοί ἐστιν ἐκεῖνος μόνος ὁ ἐμὲ ἐγείρας ἐκ τοῦ θα‐ | 165 | |
15 | νάτου μετὰ τῆς συμβίου μου. εἰ δέ γε καὶ μετὰ τὸν θεὸν ἐκεῖνον τοὺς εὐεργέτας ἡμῶν ἀνθρώπους θεοὺς χρὴ καλεῖσθαι, σὺ εἶ πάτερ ὁ ἐν τῇ εἰκόνι γεγραμμένος μοι, ὃν στέφω καὶ φιλῶ καὶ σέβομαι ὁδηγὸν ἀγαθόν μοι γεγονότα. | |
28 | Καὶ ὁ Ἰωάννης μηδέποτε τὸ ἑαυτοῦ πρόσωπον θεα‐ σάμενος εἶπεν αὐτῷ· Παίζεις με τέκνον, τοιοῦτός εἰμι τῇ μορφῇ τὸν κύριόν σου; πῶς με πείθεις ὅτι μοι ἡ εἰκὼν ὁμοία ὑπάρχει; Καὶ ὁ Λυκομήδης αὐτῷ προσήγαγε κάτοπτρον· | |
5 | καὶ ἰδὼν ἑαυτὸν ἐν τῷ κατόπτρῳ καὶ ἀτενίσας τῇ εἰκόνι εἶπε· Ζῇ κύριος Ἰησοῦς Χριστός, ὁμοία μοι ἡ εἰκών· οὐκ ἐμοὶ δὲ τέκνον ἀλλὰ τῷ σαρκικῷ μου εἰδώλῳ· εἰ γὰρ θέλει με ὁ ζω‐ γράφος οὗτος ὁ μιμησάμενός μου τὴν ὄψιν ταύτην ἐν εἰκόνι γράψαι, χρωμάτων τῶν δεδομένων σοι νῦν ἀπορῆσαι αὐτὸν | |
10 | καὶ σανίδων καὶ τόπου καὶ πόλις καὶ σχήματος μορφῆς καὶ γήρους καὶ νεότητος καὶ πάντων τῶν ὁρωμένων. | |
29 | γενοῦ δέ μοι σὺ ἀγαθὸς ζωγράφος Λυκόμηδες· ἔχεις χρώματα ἅ σοι δίδωσι δι’ ἐμοῦ ὁ ἑαυτῷ πάντας ἡμᾶς ζωγρα‐ φῶν Ἰησοῦς, ὁ τὰς μορφὰς καὶ τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰς διαθέσεις καὶ τοὺς τύπους τῶν ψυχῶν ἡμῶν ἐπιστάμενος. | |
5 | ἔστι δὲ ταῦτα τὰ χρώματα ἅπερ σοι λέγω ζωγραφεῖν πίστις ἡ εἰς θεόν, γνῶσις, εὐλάβεια, φιλία, κοινωνία, πρᾳότης, χρη‐ στότης, φιλαδελφία, ἁγνεία, εἰλικρίνεια, ἀταραξία, ἀφοβία, ἀλυπία, σεμνότης, καὶ ὅλος ὁ τῶν χρωμάτων χορὸς ὁ εἰκονο‐ γραφῶν σου τὴν ψυχήν, καὶ καταβεβλημένα σου τὰ μέλη ἀνε‐ | |
10 | γείρων ἤδη, τὰ δὲ ἐπηρμένα ὁμαλίζων, καὶ τὰς πληγὰς θε‐ ραπεύων καὶ τὰ τραύματα ἰώμενος καὶ τὰς πειρωμένας σου | |
τρίχας συντιθεὶς καὶ τὸ πρόσωπόν σου νίπτων καὶ τοὺς ὀφθαλμούς σου παιδεύων καὶ τὰ σπλάγχνα σου καθαρίζων καὶ τὴν γαστέρα σου κοιλαίνων καὶ τὰ ὑπογάστριά σου ἐκκόπτων· | 166 | |
15 | καὶ ἁπλῶς ὅλη συνελθοῦσα τῶν τοιούτων χρωμάτων καὶ μείξεις ἐπὶ τὴν ψυχήν σου ἀνέκπληκτον καὶ ἄξεστον καὶ στερεόμορφον αὐτὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καταστήσει· ὃ δὲ νῦν διεπράξω παιδιῶδες καὶ ἀτελές· ἔγραψας νεκροῦ νεκρὰν εἰκόνα. | |
30 | Καὶ κελεύσας Βήρῳ τῷ διακονοῦντι αὐτῷ ἀδελφῷ τὰς ἐν ὅλῃ τῇ Ἐφέσῳ ἀγαγεῖν πρεσβυτέρας, ἡτοιμάζετο δὲ ἅμα τῇ Κλεοπάτρᾳ καὶ τῷ Λυκομήδει τὰ πρὸς ἐπιμέλειαν. ἦλθεν οὖν ὁ Βῆρος λέγων τὸν Ἰωάννην· Τῶν ἐνθάδε οὐσῶν | |
5 | πρεσβυτίδων ὑπὲρ ἑξήκοντα τεσσάρων μόνον τῷ σώματι ὑγιαι‐ νούσας εὗρον, τῶν δὲ λοιπῶν τινὰς δὲ καὶ παραλυτικὰς καὶ ἄλλας νοσούσας. Ὁ δὲ Ἰωάννης ταῦτα ἀκούσας καὶ ἐπὶ πολὺ ἡσυχάσας καὶ τὸ πρόσωπον αὐτοῦ ἀποτρίβων εἶπεν· Ὢ ἀτονία τῶν ἐν Ἐφέσῳ οἰκούντων· ὢ πράγματα ἐκλελυμένα καὶ ἀσθένεια | |
10 | ἡ πρὸς τὸν θεόν· ὢ χρόνῳ ἐμπαίξας Ἐφεσίων τοῖς πιστοῖς διάβολε· Ἰησοῦς μοι χάριν διδοὺς καὶ δωρεὰν ἔχειν με τῆς ἐν αὐτῷ παρρησίας λέγει μοι νῦν σιγῶν· Μετάπεμψαι τὰς νοσούσας γραίας καὶ γενοῦ ἅμα αὐταῖς ἐν τῷ θεάτρῳ καὶ δι’ ἐμοῦ θεράπευσον αὐτάς· εἰσὶ γάρ τινες τῶν ἐρχομένων ἐπὶ | |
15 | τῇ θέᾳ ταύτῃ οὓς διὰ τῶν τοιούτων ἰάσεων εἴ τι χρήσιμον γενόμενος ἐπιστρέψω. | |
31 | Τοῦ δὲ παντὸς ὄχλου συνελθόντος πρὸς τὸν Λυκομή‐ δην τοῦ Ἰωάννου ἕνεκα ἀπετάξατο πᾶσι λέγων· Αὔριον γί‐ νεσθε ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον· | |
5 | ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν Ἐφεσίων κατ’ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω, ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός, | |
10 | μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο | |
ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος. | 167 | |
32 | Ταῦτα οὖν γνοὺς ὁ Ἰωάννης καὶ κινηθεὶς ὑπὸ τῶν ῥημάτων τούτων ἐκέλευσε τὰς πρεσβύτιδας εἰς τὸ θέατρον ἀχθῆναι. ὡς δὲ εἰσήχθησαν πᾶσαι, αἳ μὲν κραββάτοις αἳ δὲ νυσταγμῷ κείμεναι αὐτῶν, εἰς τὸ μέσον, καὶ τῆς πόλεως συν‐ | |
5 | δραμούσης, σιγῆς πολλῆς γενομένης, ὁ Ἰωάννης ἀνοίξας τὸ στόμα αὐτοῦ ἤρξατο λέγειν· | |
33 | Ἄνδρες Ἐφέσιοι, γνῶτε πρῶτον τίνος ἕνεκεν τῇ ὑμε‐ τέρᾳ πόλει ἐπιδημῶ, ἢ τίς ἡ τοσαύτη μου παρρησία πρὸς ὑμᾶς, ὡς καὶ τῷ κοινῷ τούτῳ βουλευτηρίῳ πᾶσιν ἡμῖν καταδήλου γενέσθαι. ἀπέσταλμαι οὖν ἀποστολὴν οὐκ ἀνθρωπίνην οὐδὲ | |
5 | ἀποδημίαν ματαίαν· οὐδέ τις ἔμπορος τυγχάνω ἀντιπράσεις ποιούμενος ἢ ἀντικαταλλαγάς, ἀλλ’ ὑμᾶς ὅλους ἐπιστρέφων ἀπιστίᾳ κεκρατημένους καὶ ἐπιθυμίαις αἰσχραῖς πεπραμένους ὃν κηρύσσω Ἰησοῦν Χριστὸν εὔσπλαγχνος ὢν καὶ χρηστὸς βούλεται δι’ ἐμοῦ τῆς πλάνης ὑμᾶς ἐξελέσθαι· οὗ δυνάμει καὶ | |
10 | τὴν τοῦ στρατηγοῦ ὑμῶν ἀπιστίαν ἐλέγξω τὰς ἔμπροσθεν ἡμῶν κατακειμένας ἀνιστῶν, ἃς πάντες ὁρᾶτε ἐν οἵῳ δὴ καὶ ἐν ποίοις νόσοις ὑπάρχετε· καὶ οὐκ ἔστι μοι νῦν τοῦτο ὀλυ‐ σμένων αὐτῶν καὶ θεραπείαις συναιρεθήσονται. | |
34 | ἐκεῖνο δὲ ἐβουλόμην πρῶτον ἐγκατασπεῖραι ὑμῶν ταῖς ἀκοαῖς τῷ τῶν ψυχῶν ἐπιμελεῖσθαι, οὗ ἕνεκεν παραγέγονα πρὸς ὑμᾶς, μὴ προσδοκᾶν τὸν χρόνον τοῦτον αἰῶνα ὑπάρχειν ὅς ἐστι ζυγοῦ, μηδὲ θησαυρίζειν ἐπὶ τῆς γῆς ἔνθα ἅπαντα | |
5 | μαραίνεται· μηδὲ ἡγεῖσθε παίδων ὑμῖν συγγινομένων αὐτοῖς ἀναπεπαῦθαι· μηδὲ τούτων ἕνεκεν ἀποστερεῖν καὶ πλεονε‐ κτεῖν πειρᾶσθε· μηδὲ λυπῇσθε οἱ πένητες εἰ μὴ ἔχητε ταῖς ἡδοναῖς ὑπηρετεῖν· καὶ γὰρ οἱ ἔχοντες ἐν νόσοις γενόμενοι μακαρίζουσι· μηδὲ ὑμεῖς οἱ πλούσιοι χαίρετε ἐπὶ τῷ ἔχειν | |
10 | πλείονα χρήματα· ἐν γὰρ τῷ ταῦτα κεκτῆσθαι ἀχώριστον τὴν λύπην πορίζεσθε ἀπολυόμενοι αὐτῶν· καὶ πάλιν φοβεῖσθε πα‐ ρόντες μή τις πείθεται ὑμῖν αὐτῶν ἕνεκα. | |
35 | ὁ δὲ ἐν εὐμορφίᾳ σώματος ἐπαιρόμενος καὶ τὸ βλέμμα ἐπανατείνων τὸ τέλος γοῦν τῆς ἐπαγγελίας ἐπὶ τοῦ μνήματος | |
θεάσῃ· ὁ δὲ μοιχείᾳ χαίρων γνῶθι ὅτι καὶ νόμῳ καὶ φύσις τετιμώρηται καὶ πρὸ τούτων ἡ συνείδησις. ἡ δὲ μοιχευομένη | 168 | |
5 | γυνὴ αὔταρκις οὖσα τῷ νόμῳ ἀγνοεῖς ὅπου καντατήσεις. ὁ δὲ τοῖς δεομένοις μὴ κοινωνῶν, ἔχων δὲ χρήματα ἀπόθεται, ἀπαλλαγεὶς τοῦ σώματος τούτου καὶ δεόμενός τινος ἐλέους ἐν πυρὶ φλεγόμενος οὐχ ἕξει τὸν ἐλεοῦντα. ὁ δὲ ὀργίλος καὶ μανιώδης γνῶθι ὅτι ὅμοια τοῖς ἀλόγοις ζῴοις πολιτεύῃ. ὁ δὲ | |
10 | μέθυσος καὶ αἰρετικὸς κατάμαθε ὅτι ἐξίσταται τῶν φρενῶν δουλεύων αἰσχρᾷ καὶ ῥυπαρᾷ ἐπιθυμίᾳ. | |
36 | ὁ δὲ χρυσῷ χαίρων καὶ ἐλεφαντίνων καὶ λίθοις τερ‐ πόμενος νυκτὸς ἐπελθούσης ἃ φιλεῖς θεᾶσαι; ὁ δὲ μαλακαῖς ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν | |
5 | τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρ‐ χοντες, τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους | |
10 | καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπι‐ στάμενοι καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλ‐ λασσόμενοι, ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται. | |
37 | Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης δυνάμει θεοῦ ἰάσατο πάσας τὰς νόσους. οἱ δὲ ἀπὸ Μιλήτου ἀδελφοὶ ἔφησαν τῷ Ἰωάννῃ· Πολὺν χρόνον ἐν τῇ Ἐφέσῳ μεμενήκαμεν· εἰ δοκεῖ σοι, καὶ εἰς Σμύρνην πορευθῶμεν. ἤδη γὰρ ἀκούομεν τὰ με‐ | |
5 | γαλεῖα τοῦ θεοῦ κἀκεῖ κεχωρηκότα. Καὶ ὁ Ἀνδρόνικος ἔφη αὐτοῖς· Ὁπόταν ὁ διδάσκαλος θέλῃ, τότε πορευθῶμεν. Ὁ δὲ Ἰωάννης ἔφη· Πρῶτον ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ πορευθῶ‐ μεν. τάχα γὰρ κἀκεῖ ἡμῶν ὀφθέντων εὑρεθήσονται τοῦ κυ‐ | |
ρίου οἱ δοῦλοι. | 169 | |
38 | Ἦν οὖν μετὰ δύο ἡμέρας ἡ γενέθλιος τοῦ εἰδωλείου. ὁ οὖν Ἰωάννης πάντων λευκοφορούντων μόνος ἐνδυσάμενος μέλανα ἀνῄει εἰς τὸν ναόν· οἳ δὲ συλλαβόμενοι αὐτὸν ἀνελεῖν ἐπειρῶντο. ὁ δὲ Ἰωάννης ἔφη· Μεμήνατε ἐπιχειροῦντες ἐμοὶ | |
5 | ἄνδρες δοῦλοι τοῦ μόνου θεοῦ. Καὶ ἀνελθὼν ἐπί τινα βάσιν ὑψηλὴν ἔλεγε πρὸς αὐτούς· | |
39 | Κινδυνεύετε ἄνδρες Ἐφέσιοι θαλάσσης ἐπέχειν τρόπον. πᾶς ποταμὸς ἀπορρέων καὶ πᾶσα πηγὴ κατατρέχουσα, ὄμβρον τε καὶ ἐπάλληλοι κλύδωνες καὶ χειμάρροι πετρώδεις ὑπὸ τῆς ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς | |
5 | ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε δι’ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδω‐ | |
10 | λεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀν‐ θρωπίνων λογισμῶν. ἰδοὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν | |
15 | ὑμῶν πάντας ὑμᾶς θανατώσω. | |
40 | Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νε‐ κροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦ‐ μέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εἰ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω | |
5 | τὸ θρήσκευμα ὑμῶν καὶ ἐφ’ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀπο‐ στήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς. | |
41 | Καὶ εἰπὼν ταῦτα προσηύξατο οὕτως· Ὁ θεὸς ὁ ὑπὲρ πάντων λεγομένων θεῶν ὑπάρχων θεός· ὁ μέχρι σήμερον ἐν τῇ Ἐφεσίων πόλει ἀθετούμενος· ὁ ὑπερβαλών μου τῇ διανοίᾳ | |
ἐλθεῖν εἰς τὸν τόπον τοῦτον ὃν οὐδέποτε ἐν νῷ εἶχον· ὁ | 170 | |
5 | πᾶσαν θεοσέβειαν ἐλέγξας διὰ τῆς σῆς ἐπιστροφῆς· οὗ ὀνό‐ ματι πᾶν εἴδωλον φεύγει καὶ πᾶς δαίμων δύναμίς τε καὶ πᾶσα ἀκάθαρτος· καὶ νῦν φεύγων τῷ ὀνόματι τῷ σῷ τοῦ ἐνθάδε δαίμονος, ὅστις πλανᾷ τοσοῦτον ὄχλον, δεῖξον τὸ σὸν ἔλεος ἐν τῷ τόπῳ τούτῳ, ὅτι πεπλάνηνται. | |
42 | Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· | |
5 | καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχο‐ μένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος | |
Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡμᾶς, ὅτι σὺ μόνος θεός, νῦν ἐπεστρέψαμεν ὁρῶντές σου τὰ θαυ‐ μάσια· ἐλέησον ἡμᾶς ὁ θεὸς ὡς θέλεις, καὶ τῆς πολλῆς πλάνης | 171 | |
10 | ῥῦσαι ἡμᾶς. Καὶ οἳ μὲν αὐτῶν ἐπ’ ὄψιν κείμενοι ἐλιτάνευον· οἳ δὲ τὰ γόνατα κλίνοντες ἐδέοντο· οἳ δὲ τὰς ἐσθῆτας διαρ‐ ρήξαντες ἔκλαιον· οἳ δὲ φυγεῖν ἐπειρῶντο. | |
43 | Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπο‐ λαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· | |
5 | Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσιοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανε‐ ρὸν ὁρωμένην καὶ τὰ θαυμαστὰ ἔργα παρ’ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύ‐ της δοῦλον βοηθηθῆναι παρ’ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ | |
10 | ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρμακεία; | |
44 | Οἱ δὲ ὄχλοι ἀναστάντες τοῦ ἐδάφους πορευθέντες δρο‐ μαῖοι καὶ τὰ λοιπὰ τοῦ εἰδωλείου κατέβαλον βοῶντες· Τὸν Ἰωάννου θεὸν μόνον οἴδαμεν, ὃν καὶ λοιπὸν προσκυνοῦμεν ἐλεηθέντες ὑπ’ αὐτοῦ. Καὶ καταβαίνοντος ἐκεῖθεν τοῦ Ἰωάννου | |
5 | πολὺ πλῆθος αὐτοῦ ἥπτετο λέγοντες· Βοήθησον ἡμῖν Ἰω‐ άννη· παράστα ἡμῖν ἀπολλυμένοις ματαίοις. ὁρᾷς τὴν προ‐ αίρεσιν· ὁρᾷς τὸν ἀκολουθοῦντά σοι ὄχλον ἀποκρεμάμενον | |
ἐλπίδι τῇ πρὸς τὸν θεόν σου· εἴδομεν τὴν ὁδὸν ἣν ἐπλανήθη‐ μεν ἀπολέσαντες· εἴδομεν τοὺς θεοὺς ἡμῶν ματαίως ἱδραμέ‐ | 172 | |
10 | νους· εἴδομεν τὸν ἐν αὐτοῖς πολὺν καὶ αἰσχρὸν καταγέλωτα. ἀλλ’ ἐπίτρεπε ἡμῖν, δεόμεθά σου, παραγενομένοις εἰς τὴν οἰ‐ κίαν βοηθεῖσθαι ἀκωλύτως. δέχου ἡμᾶς τοὺς ἐν ἀπορίᾳ γε‐ γονότας. | |
45 | Ὁ δὲ Ἰωάννης εἶπεν αὐτοῖς· Ἄνδρες πιστεύσατε ὅτι ὑμῶν ἕνεκεν ἐν τῇ Ἐφεσίων πόλει ἔμεινα, τὴν ὁρμὴν εἰς Σμύρ‐ νην ἐσχηκὼς καὶ τὰς λοιπὰς πόλεις, ὅπως καὶ οἱ ἐκεῖ δοῦλοι τοῦ Χριστοῦ ἐπιστρέψουσι πρὸς αὐτόν. ἀλλ’ ἐπειδὴ ἀνιστα‐ | |
5 | μένην μηδέπω ἐν ὑμῖν τελείως ἀναπεπαυμένος, μεμένηκα εὐχό‐ μενός μου τῷ θεῷ, καὶ παρεκάλουν αὐτὸν τότε ἐξελθεῖν Ἐφέ‐ σου ὁπόταν ὑμᾶς στηρίξω· ὃ καὶ ἰδὼν γεγονὼς καὶ ἔτι μᾶλλον γινόμενος οὐκ ἀπολειφθήσομαι ὑμῶν μέχρις ἂν καθάπερ παῖ‐ δας τοῦ τῆς τροφοῦ γάλακτος ἀποσπάσω καὶ ἐπὶ στερεὰν πέ‐ | |
10 | τραν καταστήσω. | |
46 | Ἐπέμενεν οὖν ὁ Ἰωάννης παρ’ αὐτοῖς εἰσδεχόμενος αὐτοὺς τοῖς ἐν τοῖς Ἀνδρονίκου. ἐν οἷς τις τῶν συνεδρευ‐ όντων καὶ τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ ἱεροῦ τοῦ πυ‐ λῶνος ἀναπαύσας νεκρὸν εἰσεπήδησεν ἔνδον σὺν τοῖς λοιποῖς | |
5 | μηδενὶ εἰπών, συγγενὴς αὐτοῦ ὑπάρχων. ὁ οὖν Ἰωάννης μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἀδελφοὺς καὶ τὴν εὐχὴν καὶ τὴν εὐχα‐ ριστίαν καὶ μετὰ τὴν χειροθεσίαν τὴν ἐφ’ ἑκάστου τῶν συνε‐ δρευόντων ποιησάμενος ἔφη ἐν τῷ πνεύματι· Ἐπὶ ταύτης τῶν ἐν‐ | |
θάδε πίστει τῇ εἰς θεὸν ἀγόμενος, τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ | 173 | |
10 | τοῦ πυλῶνος ἀναπαύσας εἰσῆλθεν, τῷ τῆς ψυχῆς τῆς ἑαυτοῦ πόθῳ πρότερον τὴν ἑαυτοῦ ἐπιμέλειαν ποιούμενος ἐνεθυμήθη τοῦτο ἐν ἑαυτῷ· Ἄμεινον ἐμὲ τοῦ ζῶντος φροντίζειν ἢ τοῦ νεκροῦ μου συγγενοῦς· οἶδα γὰρ ὅτι ἐπιστρέψαντός μου πρὸς κύριον καὶ διασῴσαντος τὴν ἐμαυτοῦ ψυχὴν οὐκ ἀντερεῖ ὁ | |
15 | Ἰωάννης καὶ τὸν νεκρὸν ἀναστῆσαι. Καὶ ἀναστὰς τοῦ τόπου ὁ Ἰωάννης ἐπορεύθη κατ’ ἐκεῖνον καθ’ ὃν ὁ ταῦτα ἐννοήσας εἰσῆλθε συγγενὴς τοῦ ἱερέως, καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς εἶπεν· Ἐνεθυμήθης ταῦτα παραγενόμενος πρός με τέκνον; Κἀκείνῳ τρόμῳ καὶ φρίκῃ συνεχόμενος εἶπε Ναὶ κύριε, ῥίψας | |
20 | ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ. Καὶ ὁ Ἰωάννης· Ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς Χριστός, ὅστις τὴν δύναμιν αὐτοῦ δείξει ἐν τῷ νεκρῷ σου συγγενεῖ ὁ ἀναστήσας αὐτόν. | |
47 | Καὶ ἀναστήσας τὸν νεανίσκον καὶ τῆς χειρὸς αὐτοῦ λαβόμενος εἶπεν· Οὐκ ἔστι μέγας ἀνδρὶ μεγάλων μυστηρίων κρατούντων ἔτι ἐν τοῖς μικροῖς κατατρίβεσθαι. ἢ τί μέγα νόσοις νόσους σωματικὰς ἀπαλλάττεσθαι; Καὶ ἔτι τὸν νεανί‐ | |
5 | σκον ἐκ τῆς χειρὸς κρατῶν ἔφη· Σοὶ λέγω τέκνον, πορευθεὶς αὐτὸς τὸν τεθνεῶτα ἔγειρον μηδὲν εἰπὼν ἢ τοῦτο μόνον· Λέ‐ γει σοι ὁ τοῦ θεοῦ δοῦλος Ἰωάννης· Ἀνάστα. Ὁ δὲ νιανί‐ σκος πορευθεὶς ἐπὶ τὸν ἴδιον συγγενῆ μόνον τοῦτο εἰπὼν συ‐ | |
νόντος αὐτοῦ ὄχλου πολλοῦ, ἔχων αὐτὸν ζῶντα εἰσῆλθεν εἰς | 174 | |
10 | τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν ἐγηγερμένον εἶπε· Νῦν ἀναστὰς οὐ ζῆς ὄντως οὐδὲ τῆς ἀληθινῆς ζωῆς κοινωνὸς καὶ κληρονόμος· βούλει γενέσθαι οὗ ὀνόματι καὶ δυνάμει ἀνέστης; καὶ νῦν πίστευσον, καὶ ζήσεις εἰς ἅπαντας αἰῶνας. Ὃ δὲ αὐτόθι πιστεύσας ἐπὶ τὸν κύριον Ἰησοῦν ἦν λοιπὸν προσκαρ‐ | |
15 | τερῶν τῷ Ἰωάννῃ. | |
48 | Τῇ δὲ ἑξῆς ἡμέρᾳ ὄναρ θεασάμενος ὁ Ἰωάννης μίλια τρία ἔξω πυλῶν περιπατῆσαι, οὐκ ἠμέλησεν, ἀλλ’ ὄρθρου ἀνα‐ στὰς ἅμα τοῖς ἀδελφοῖς ἐπὶ τὴν ὁδὸν ἐβάδιζε. καί τις χω‐ ρικὸς νουθετούμενος ὑπὸ τοῦ ἰδίου πατρὸς ὅπως τὴν τοῦ συ‐ | |
5 | νεργοῦ γυναῖκα μὴ λάβῃ ἑαυτῷ, ἀπειλοῦντος ἑαυτῷ σφάξαι ἐκείνου, ὁ νεανίσκος μὴ φέρων τὴν νουθεσίαν τοῦ πατρὸς λα‐ κτίσας αὐτὸν ἄφωνον ἔθηκεν. ἰδὼν δὲ τὸ συμβὰν ὁ Ἰωάννης εἶπε πρὸς τὸν κύριον· Κύριε, τούτου με ἕνεκεν ἐκέλευσας σή‐ μερον ἐνθάδε ἐξελθεῖν; | |
49 | Ὁ δὲ νεανίσκος ἰδὼν τὸ ὀξὺ τοῦ θανάτου, προσδοκῶν συλληφθῆναι, σπασάμενος ὃ ἦν ἐν τῇ ζώνῃ αὐτοῦ δρέπανον | |
ὁρμᾷ εἰς τὴν ἑαυτοῦ ἔπαυλιν δρομαίως· καὶ ὁ Ἰωάννης ἀπαν‐ τήσας αὐτῷ ἔφη· Στῆθι σὺ δαῖμον ἀναιδέστατε, καὶ λέγε | 175 | |
5 | μοι ποῦ τὴν ὁρμὴν ἔχων φέρεις δρέπανον αἵματος ὀρεγόμενον. Καὶ ὁ νεανίσκος ταραχθεὶς καὶ τὸ σίδηρον εἰς γῆν ἀφεὶς εἶπεν αὐτῷ· Ἄθλιόν τι καὶ ἀπάνθρωπον διαπραξάμενος, καὶ ἐπιστάμενος, βιαιότερον τὸ κακὸν ἔκρινα πρᾶξαι καὶ ὠμότερον ἑαυτόν, ἀποθανεῖν ἅπαξ. τοῦ γὰρ πατρὸς ἀεὶ σωφρονίζοντός | |
10 | με ἀμοίχευτον βίον ἔχειν καὶ σεπτόν, μὴ φέρων αὐτὸν διελέγ‐ χοντά με λακτίσας αὐτὸν ἀπέκτεινα, καὶ ἰδὼν τὸ συμβὰν ἔσπευδον πρὸς τὴν γυναῖκα δι’ ἣν πατρὸς γέγονα φονεύς, καὶ αὐτὴν σφάξαι πειρώμενος καὶ τὸν ἄνδρα αὐτῆς καὶ ἐμαυτὸν ὕστερον πάντων, μὴ ὑποφέρων ὁραθῆναι τῷ τῆς γυναικὸς | |
15 | ἀνδρί, δίκην θανάτου ὑπομένων. | |
50 | Καὶ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Ἵνα μὴ τόπον δῶ τῷ ἐν σοὶ θέλοντι γελᾶν καὶ παίζειν ὑποχωρήσας καὶ παριδὼν ὑμᾶς κινδυνεύοντας, ἐλθὲ σὺν ἐμοὶ καὶ τὸν πατέρα σου δεῖξόν μοι ποῦ ἐστι κείμενος. καὶ ἐάν σοι αὐτὸν ἀναστήσω, ἀπο‐ | |
5 | στήσω ἔτι τῆς ἐπισφαλοῦς σοι γενομένης γυναικός; Ὁ δὲ νε‐ ανίσκος εἶπεν· Ἐὰν ζῶντά μοι αὐτὸν τὸν πατέρα μου ἀνα‐ στήσῃς, καὶ ὄψομαι αὐτὸν ὅλον διαλεγόμενον ἐν τῷ βίῳ, ἀπο‐ στήσομαι τοῦ λοιποῦ. | |
51 | Καὶ ὡς ταῦτα ἔλεγεν, ἐπέστησαν τῷ τόπῳ λέγοντες ἔνθα ἔκειτο ὁ πρεσβύτης νεκρός, καὶ παροδιτῶν πλειόνων παρεστώτων τῷ τόπῳ. Ὁ δὲ Ἰωάννης ἔφη τῷ νεωτέρῳ· Τα‐ λαίπωρε, οὐδὲ τὸ γῆρας ἐφείσω τοῦ πατρός σου; Ὃ δὲ κλαίων | |
5 | καὶ κατατιλλόμενος ἐπὶ τούτῳ μετεγνωκέναι ἔλεγεν· ὁ δὲ τοῦ | |
κυρίου δοῦλος Ἰωάννης εἶπεν· Ὁ ἐμφανίσας μοι σήμερον στεί‐ λασθαι εἰς τὸν τόπον τοῦτον, ὁ ἐπιστάμενος ὅτι τοῦτο ἤμελλε γίνεσθαι, ὃν μηδὲ λαθεῖν δύναται τῶν ἐν τῷ βίῳ πράξεων, ὅπως ἂν θεραπείαν καὶ ἴασιν παρεχόμενός μοι θελήματι τῷ | 176 | |
10 | σῷ· καὶ νῦν παράσχου τὸν πρεσβύτην ζῶντα, ὁρῶν τὸν φονέαν ἑαυτοῦ δικαστὴν γενόμενον· καὶ φεῖσαι αὐτοῦ μόνος σὺ κύριε ἀφειδήσαντῶ πατρὸς συμβουλεύεσθαι αὐτῷ τὰ ἄριστα. | |
52 | Καὶ ταῦτα εἰπὼν προσελθὼν τῷ γέροντι εἶπεν· Οὐκ ἀτονήσει μου ὁ κύριος καὶ μέχρι σοῦ τὸ χρηστὸν ἔλεος καὶ τὰ ἀνυπερήφανα σπλάγχνα ἁπλῶσαι· ἀναστὰς οὖν δὸς τοῦ ἐπιχείρου γεγενημένου ἔργου δόξαν τῷ θεῷ. Καὶ ὁ γέρων | |
5 | εἶπεν· Ἀνίσταμαι κύριε. Καὶ ἀνέστη. ὃς ἀνακαθίσας ἔφη· Ἀπηλλαγμένον με βίου δεινοτάτου καὶ ὕβρεις υἱοῦ ἐπιφέροντα δεινὰς καὶ πολλὰς καὶ φιλοστοργίαν μετεκαλέσω ἄνθρωπε τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ τίνι; ἐπὶ τοῖς αὐτοῖς ἀνίστασαι, ἔδει σε μᾶλλον τεθνάναι· ἀλλ’ ἐπὶ κρείττοσιν ἔγειραι. Καὶ παραλα‐ | |
10 | βὼν αὐτὸν εἰσήγαγεν εἰς τὴν πόλιν εὐαγγελιζόμενος αὐτῷ τὴν χάριν τοῦ θεοῦ, ὡς πρὶν ἐπιβῆναι τῇ πύλῃ τὸν πρεσβύ‐ την πιστεῦσαι. | |
53 | Ὁ δὲ νεανίσκος θεασάμενος τὴν ἀπροσδόκητον τοῦ πατρὸς ἀνάστασιν καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλατο, καὶ δραμὼν εἰς τὴν οἰκίαν ἐν ᾗ τὴν μοιχαλίδα εἶχεν, εἰς ὄψιν αὐτῆς προσέρριψεν εἰπών· Διὰ | |
5 | σὲ πατρὸς φονεὺς καὶ ὑμῶν τῶν δύο καὶ ἐμαυτοῦ ἐγενόμην. ἔχεις τὰ τούτῳ ὅμοια καὶ αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν | |
ἐπιγνῶναι αὐτοῦ τὴν δύναμιν. | 177 | |
54 | Καὶ ἀνελθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ ἔμπροσθεν τῶν ἀδελφῶν τὸ ὑπ’ αὐτοῦ πραχθέν. ὁ δὲ Ἰωάννης εἶπεν αὐτῷ· Ὁ ὑποβαλών σοι νεανίσκε τὸν πατέρα σου ἀποκτεῖναι καὶ μοιχὸν ἀλλοτρίας γυναικὸς γενέσθαι, οὗτός σοι ὡς δίκαιον | |
5 | ἔργον καὶ τὸ ἀφελεῖν τὰ ἄκαιρα ἐποίησεν. ἔδει δέ σε οὐχὶ τοὺς τόπους ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν, ἥτις διὰ τῶν μορίων ἐκείνων ἐδείκνυτο χαλεπαίνουσα· οὐ γὰρ τὰ ὄργανά ἐστι βλα‐ πτικὰ τῷ ἀνθρώπῳ ἀλλ’ αἱ ἀφανεῖς πηγαὶ δι’ ὧν πᾶσα κίνη‐ σις αἰσχρὰ κινεῖται καὶ εἰς τὸ φανερὸν πρόεισιν. μετεγνωκὼς | |
10 | οὖν τέκνον ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ καὶ καταμαθὼν τὰς τοῦ Σατανᾶ τέχνας ἔχεις τὸν θεὸν βοηθοῦντά σοι εἰς πάντα τὰ τῆς ψυχῆς σου ἐγχειρίζοντα. Ὁ δὲ νεανίσκος ἡσυχάζων προ‐ σεκαρτέρει μετεγνωκὼς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὅπως ἀφέσεως τύχῃ παρὰ τῆς τοῦ θεοῦ χρηστότητος· καὶ οὐκ ἐχω‐ | |
15 | ρίζετο τοῦ Ἰωάννου. | |
55 | Τούτων οὖν γινομένων ὑπ’ αὐτοῦ ἐν τῇ Ἐφεσίων πόλει | |
Σμυρναῖοι διεπέμψαντο πρὸς αὐτὸν πρέσβεις λέγοντας· Ἀκούο‐ μεν ὃν κηρύσσεις θεὸν ἄφθονός ἐστι καὶ διετάξατό σοι μὴ ἐμφιλοχωρεῖν ἐν ἑνὶ τόπῳ. ὡς οὖν θεοῦ τοιούτου κῆρυξ | 178 | |
5 | ὑπάρχεις, ἐλθὲ εἰς τὴν Σμύρναν καὶ εἰς τὰς λοιπὰς πόλεις, ἵνα σου τὸν θεὸν ἐπιγνῶμεν, καὶ ἐπιγνόντες αὐτὸν ἐν αὐτῷ τὰς ἐλπίδας ἔχωμεν. | |
58 | Χρόνου δὲ ἱκανοῦ διελθόντος καὶ μηδενὸς τῶν ἀδελ‐ φῶν λυπηθέντος πώποτε ὑπὸ Ἰωάννου, ἐλυπήθησαν τότε εἰρη‐ κότος αὐτοῦ· Ἀδελφοί, ἤδη με καιρὸς τὴν Ἔφεσον καταλαβεῖν· συντίθεμαι γὰρ τοῖς ἐκεῖ μένουσι, μήπως ῥᾳθυμήσωσι πολλῷ | |
5 | χρόνῳ μὴ ἔχοντες ἄνθρωπον τὸν ἐπιστηρίζοντα αὐτούς· εἰς δὲ τὸν θεὸν ἔχειν ὑμᾶς πάντας τὸν νοῦν, τὸν μὴ ἀπολιμ‐ πανόμενον ἡμῶν. Ἀκούοντες δὲ ταῦτα παρ’ αὐτοῦ οἱ ἀδελφοὶ ἐπένθουν, ἐπειδὴ αὐτοῦ ἐχωρίζοντο. καὶ ὁ Ἰωάννης εἶπεν· Εἰ κἀγὼ χωρίζομαι ὑμῶν, ἀλλ’ ὁ Χριστὸς σὺν ὑμῖν ἐστιν ἀεί· | |
10 | ὃν ἐὰν καθαρῶς φιλῆτε, ἀνεπίλειπτον ἕξετε τὴν ἀπ’ αὐτοῦ | |
κοινωνίαν· φιλούμενος γὰρ φθάνει τοὺς φιλοῦντας αὐτόν. | 179 | |
59 | Καὶ ταῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, καταλι‐ πών τε πολλὰ χρήματα τοῖς ἀδελφοῖς εἰς διάδοσιν, πενθούν‐ των ἁπάντων τῶν ἀδελφῶν καὶ στεναζόντων ἐξῆλθεν εἰς Ἔφεσον. συνῄεσαν δὲ αὐτῷ ἐκ τῆς Ἐφέσου Ἀνδρόνικός τε | |
5 | καὶ Δρουσιανή, καὶ οἱ περὶ τὸν Λυκομήδην καὶ Κλεόβιον. ἠκολούθησαν δὲ αὐτῷ καὶ Ἀριστοβούλα, ἐγνωκυῖα τὸν ἄνδρα αὐτῆς Τέρτυλλον ἐν τῇ ὁδῷ τεθνάναι, Ἀρίστιππος δὲ ἅμα τῷ Ξενοφῶντι, καὶ ἡ σώφρων πόρνη, καὶ ἕτεροι πλείονες, οὓς ἑκάστοτε προέτρεπεν ἐπὶ τὸν κύριον, καὶ μηκέτι βουλόμενοι | |
10 | χωρίζεσθαι αὐτοῦ. | |
60 | Καταχθέντων δὲ ἡμῶν ἔν τινι πανδοχείῳ ἐρήμῳ τὴν πρώτην ἡμέραν, καὶ ἀπορούντων κραββάτου ἕνεκεν Ἰωάννου, παίγνιον εἴδομεν. εἷς τις ἦν ἐκεῖ ἄστρωτος κράββατος κείμενος ἔν τινι τόπῳ, ἐφ’ ᾧ ἃ ἐπεφερόμεθα περιβόλαια στρώσαντες | |
5 | παρεκαλέσαμεν αὐτὸν ἀναπεσόντα ἐν αὐτῷ ἀναπαυθῆναι, τῶν λοιπῶν ἁπάντων ἐπὶ τοῦ ἐδάφους ὑπνωσάντων. κατακλιθεὶς οὖν ὑπὸ τῶν κορίων διωχλεῖτο· καὶ ὡς ἐπὶ πλεῖον αὐτῷ ὀχλη‐ ρότεροι ἐγίνοντο, ἤδη τῆς νυκτὸς τὸ μέσον καταλαβούσης, ἀκουόντων πάντων ἡμῶν ἔφη αὐτοῖς· Ὑμῖν λέγω ὦ κόραι, | |
10 | εὐγνωμονήσατε σὺν ἑνὶ πάντες, καὶ καταλιπόντες τὴν νύκτα ταύτην τὸν οἶκον ὑμῶν ἡσυχάσατε ἐν ἑνὶ τόπῳ, καὶ ἔστε πόρρω τῶν δούλων τοῦ θεοῦ. Καὶ ἡμῶν γελώντων καὶ ἐπὶ πλέον ὁμιλούντων ὁ Ἰωάννης εἰς ὕπνον ἐτράπετο· αὐτοὶ δὲ ἠρέμα λαλοῦντες ἀδιόχλητοι αὐτῷ ἐγινόμεθα. | |
61 | Ἡμέρας δὲ ἐπιφαυούσης ἤδη φθάσας ἀνίσταμαι καὶ | |
σὺν ἐμοὶ Βῆρος καὶ Ἀνδρόνικος· καὶ ὁρῶμεν πρὸς τὴν θύραν τοῦ οἰκήματος οὗ εἰλήφαμεν πλεονασμὸν κορίων ἑστῶτα· ἐξε‐ στηκότων δὲ ἡμῶν ἐπὶ τῇ πολλῇ θέᾳ αὐτῶν, καὶ τῶν ἀδελφῶν | 180 | |
5 | πάντων ἐγηγερμένων δι’ αὐτούς, ὁ Ἰωάννης ἐκάθευδεν. καὶ μετὰ τὸ διυπνισθῆναι αὐτὸν ἐνεφανίσαμεν αὐτὸν ἃ εἴδομεν· αὐτὸς δὲ ἀνακαθίσας τοῦ κραββάτου καὶ θεασάμενος αὐτοὺς εἶπεν· Ἐπειδὴ εὐγνωμονήσατε φυλάξαντές μου τὸ ἐπιτίμιον, ἔλθετε εἰς τὸν τόπον ὑμῶν. Καὶ εἰπόντος τοῦτο καὶ ἀναστάν‐ | |
10 | τος ἐκ τοῦ κραββάτου οἱ κόρεις δρομαῖοι ἀπὸ τῆς θύρας ἔσπευδον εἰς τὸν κράββατον καὶ διὰ τῶν αὐτοῦ ποδῶν ἀνελ‐ θόντες εἰς τὰς ἁρμογὰς ἀφανεῖς ἐγένοντο. καὶ ὁ Ἰωάννης πάλιν ἔφη· Τὸ μὲν ζῷον τοῦτο φωνὴν ἀνθρώπου ἀκοῦσαν ἔμεινε παρ’ ἑαυτῷ ἠρεμῆσαν καὶ μὴ παραβάν· ἡμεῖς δὲ φωνὴν | |
15 | θεοῦ ἀκούοντες καὶ ἐντολῶν παρακούομεν καὶ ῥᾳθυμοῦμεν· καὶ μέχρι πότε; | |
62 | Μετὰ δὲ ταῦτα γινόμεθα εἰς τὴν Ἔφεσον· καὶ οἱ ἐκεῖ ἀδελφοὶ ἐγνωκότες διὰ χρόνου ἱκανοῦ τὸν Ἰωάννην ἀφι‐ κόμενον συνέτρεχον ἐν τοῖς Ἀνδρονίκου, ἔνθα καὶ κατήγετο, τῶν ποδῶν αὐτοῦ ἁπτόμενοι, καὶ τὰς χεῖρας αὐτοῦ εἰς τὰ | |
5 | ἴδια πρόσωπα τιθέντες ἐφίλουν αὐτάς, ὡς ὅτι κἂν ἥψαντο τῶν ἐκείνου ἐνδυμάτων. | |
63 | Καὶ πολλῆς ἀγάπης οὔσης καὶ χαρᾶς ἀνυπερβλήτου ἐν τοῖς ἀδελφοῖς, εἷς τις ἐπίπεμπτος τοῦ Σατανᾶ ἐρᾷ τῆς Δρουσιανῆς, ὁρῶν καὶ ἐπιστάμενος τοῦ Ἀνδρονίκου ταύτην εἶναι γυναῖκα· ᾧ οἱ πλείονες ἔλεγον· Ἀδύνατόν σε τυχεῖν ταύ‐ | |
5 | της τῆς γυναικός, ἐκ πολλοῦ καὶ τοῦ ἀνδρὸς κεχωρισμένης αὐ‐ | |
τῆς διὰ θεοσέβειαν. σὺ μόνος ἀγνοεῖς ὅτι μὴ πρὶν ὢν ὁ Ἀνδρόνικος τοῦτο ὅπερ ἐστὶ νῦν, θεοσεβὴς ἀνήρ, κατέκλεισεν αὐτὴν εἴς τι μνημεῖον λέγων· Ἢ γυναῖκά σε ἔχω ἔχειν ἣν εἶχον πάλαι, ἢ τεθνήξῃ· Καὶ εἵλατο μᾶλλον ἀποθανεῖν ἢ τὸ μύσος | 181 | |
10 | ἐκεῖνο διαπράξασθαι· εἰ οὖν δεσπότῃ αὐτῆς καὶ ἀνδρὶ μὴ συνέ‐ θετο πρὸς συνέλευσιν διὰ θεοσέβειαν, ἀλλὰ καὶ ἔπεισε τὰ ἴσα τοῦτον φρονῆσαι, σοὶ μοιχῷ αὐτῇ θέλοντι γενέσθαι συνθήσε‐ ται; ἀπόστηθι μανίας μὴ ἐχούσης ἐν σοὶ ἀνάπαυσιν· ἀπόστηθι πράγματος ᾧ τέλος ἐπαγαγεῖν οὐ δύνασαι. | |
64 | Καὶ λέγοντες πρὸς αὐτὸν ταῦτα οἱ συνήθεις αὐτοῦ φίλοι οὐκ ἔπεισαν αὐτόν, ἀλλ’ ἀναίδειαν χρησάμενος προσέ‐ πεμψεν αὐτήν· καὶ γνοὺς τὰς παρ’ ἐκείνης ἀτιμίας καὶ ὕβρεις ἐν ἀθυμίᾳ διῆγεν αὐτοῦ τὸν βίον. μετὰ δὲ ἡμέρας δύο κα‐ | |
5 | τακλιθεῖσα ἡ Δρουσιανὴ ἀπὸ τῆς ἀθυμίας ἐπύρεττε λέγουσα· Εἴθε μηδέπω εἰς τὴν ἐμαυτῆς πατρίδα εἰσεληλύθειν ἡ σκάν‐ δαλον γενομένη ἀνδρὶ ἀμυήτῳ θεοσεβείας· εἰ γὰρ ἦν τις ὑπὸ λόγων πεπληγώς, οὐκ ἂν εἰς τοσοῦτον ἐληλύθειν μανίας. ἀλλ’ οὖν κύριε παραιτίας μου γενομένης πλήξεως ἰδιωτιζούσῃ | |
10 | ψυχῇ, ἀπόλυσόν με τοῦ δεσμοῦ τούτου, ἐπὶ δὲ σὲ μετάστησον τάχιον. Καὶ παρόντος Ἰωάννου, μηδενὸς ὅλως ἐγνωκότος τὸ τοιοῦτον, ἀπαλλάσσεται τοῦ βίου ἡ Δρουσιανή, οὐ πάνυ ἡδομένη ἀλλὰ καὶ λυπουμένη διὰ τὴν ἐκείνου ψυχικὴν θραῦσιν. | |
65 | Ὁ δὲ Ἀνδρόνικος λυπούμενος λύπην ἀπόκρυφον ἐπένθει τῇ ψυχῇ, καὶ φανερῶς δὲ ἔκλαιεν, ὡς τὸν Ἰωάννην πολλὰ | |
ἐπιστομίζειν καὶ λέγειν αὐτῷ· Ἐπὶ βελτίονι ἐλπίδι μετῆλθεν ἡ Δρουσιανὴ τοῦτον τὸν βίον τὸν ἄδικον. Καὶ ὁ Ἀνδρόνικος | 182 | |
5 | αὐτῷ ἀπεκρίνατο· Καὶ πέπεισμαι ὦ Ἰωάννη καὶ οὐκ ἀμφι‐ βάλλω ὅλως περὶ τῆς εἰς τὸν θεόν μου πίστεως· ἀλλὰ μάλιστα τοῦτο αὐτὸ κρατύνω ὅτι καθαρῶς τοῦ βίου ἀνέλυσεν. | |
66 | Ἐκκομισθείσης δὲ αὐτῆς ἐπιλαβόμενος ὁ Ἰωάννης τοῦ Ἀνδρονίκου καὶ ἐγνωκὼς τὴν αἰτίαν μᾶλλον ἐπένθει τοῦ Ἀν‐ δρονίκου· καὶ ἡσύχαζεν ἀφορῶν εἰς τὰς ἐπηρείας τοῦ ἀλλο‐ τρίου, ἐπ’ ὀλίγον καθεσθείς· εἶτα τῶν ἀδελφῶν ἐπισυλλεγέν‐ | |
5 | των ὑπὲρ τοῦ ἀκοῦσαι τίνας λόγους ἐρεῖ πρὸς τὴν ἀπηλλαγ‐ μένην, καὶ ἤρξατο λέγειν· | |
67 | Ὁ κυβερνήτης ναυτιλλόμενος ἅμα τοῖς ἐμπλέουσι καὶ αὐτῇ τῇ νηῒ ὁπηνίκα ἂν καταχθῇ εἰς εὔδιον καὶ ἀχείμαστον λιμένα τηνικαῦτα φασκέτω σεσῶσθαι. καὶ ὁ γεωργὸς παρα‐ δοὺς τῇ γῇ τὰ σπέρματα καὶ πολλὰ καμὼν ἐπὶ τὴν τούτων | |
5 | ἐπιμέλειαν καὶ φρουράν, τότε τῶν πόνων τὴν ἀνάπαυλαν ἔχεται ὁπόταν ἐν ταῖς ἀποθήκαις ἀποθῆται τὰ σπέρματα πολλαπλα‐ σίονα. ὁ ἐν σταδίῳ δρόμον ὑπισχνούμενος τότε ἀγαλλέσθω ὁπό‐ ταν τὸ βραβεῖον κομίσηται. ὁ πυκτικὴν ἀπογεγραμμένος τότε καυχάσθω ὅταν τοὺς στεφάνους δέξηται. καὶ τὰ ἑξῆς ἅπαντα | |
10 | ἀγωνίσματα καὶ αἱ τέχναι, ὁπόταν ἐν τῷ τέλει μὴ ἔρημοι ὦσιν, ἀλλὰ δεικνύωνται ἐκείνοις πρὸς ἅπερ ἐπηγγέλλοντο. | |
68 | τὸ αὐτὸ δὲ ἡγοῦμαι ὑπάρχειν καὶ πρὸς ἣν ἕκαστος ἡμῶν ἀσκεῖ πίστιν· τότε ταύτην ἐκκρίνεσθαι εἰ ἄρα ἀληθής, ὁπόταν μέχρις ἔξω τοῦ βίου ὁμαλισθῇ. πολλὰ γὰρ ἐμπόδια παρεμπίπτει καὶ θόρυβον παρασκευάζει τῷ ἀνθρωπίνῳ λογι‐ | |
5 | σμῷ· μέριμνα, παῖδες, γονεῖς, δόξα, πενία, κολακεία, ἀκμή, κάλ‐ | |
λος, ἀλαζονεία, ἐπιθυμία, πλοῦτος, ὀργή, ἔπαρσις, ῥᾳθυμία, φθόνος, πλοῦτος, ζῆλος, ἀμέλεια, ὕβρις, ἔρως, δόλος, χρήματα, πρόφασις, καὶ ἄλλα ὁπόσα ἐστὶν ἐν τῷ βίῳ τοιαῦτα ἐμπόδια, ὡς καὶ τῷ κυβερνήτῃ φερομένῳ εὐδίῳ δρόμῳ ἐναντιοῦται πνευ‐ | 183 | |
10 | μάτων ἐναντίων ἐπιβολὴ καὶ χειμὼν μέγας καὶ τρικυμία ἐξ εὐδίας, καὶ τῷ γεωργῷ χειμὼν ἄωρος καὶ ἐρυσίβη καὶ ἑρπετὰ ἐκ τῆς γῆς ἀναφανέντα, καὶ τοῖς ἀγωνισταῖς τὸ παρὰ μικρόν, καὶ τοῖς τὰς τέχνας μετιοῦσι τὸ παρ’ ἐκείνων. | |
69 | χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τὸν πιστὸν ἄνθρω‐ πον τὴν ἔξοδον προορᾶν, καὶ καταμανθάνειν ταύτην ὁποία τις ἐπιστήσεται, ἆρα διεργὴς καὶ νηφαλέα καὶ μηδὲν ἐμπόδιον ἔχουσα, ἢ τεθορυβημένη καὶ τὰ ὧδε κολακεύουσα καὶ κατα‐ | |
5 | δεδεμένη ἐπιθυμίαις. οὕτως ἔστιν ἐπαινεῖσθαι καὶ σῶμα εὔ‐ μορφον ὁπόταν ὅλον ἀποδύσηται, καὶ στρατηγὸν μέγαν ὁπό‐ ταν τὸ τοῦ πολέμου ἐπάγγελμα πᾶν κατορθώσῃ, καὶ ἰατρὸν ἄριστον ἐκεῖνον τὸν διὰ πάσης ἰάσεως χωροῦντα, καὶ ψυχὴν πίστεως καὶ θεοῦ δεξιὰν ὁπόταν ἴσον τὸ τῆς ἐπαγγελίας | |
10 | καταστήσῃ, οὐχὶ τὴν ἀρξαμένην καὶ ὑπολυθεῖσαν εἰς τὰ τοῦ βίου πάντα καὶ ἐκπεσοῦσαν, οὐδὲ τὴν ναρκῶσαν, βιαζομένην πρὸς τοῖς κρείττοσιν εἶναι, εἶτα δὲ κατενεχθεῖσαν εἰς τὰ πρόσ‐ καιρα, οὐδὲ τὴν ποθήσασαν μᾶλλον τὰ χρόνια τῶν αἰωνίων, οὐδὲ τὴν καταλλασσομένην τὰ μὴ μένοντα, οὐδὲ τὴν τιμήσα‐ | |
15 | σαν τὰ ἀτιμίας ἔργα ὕβρεως ἄξια, οὐδὲ τὴν ἐνέχυρα παρὰ | |
τοῦ Σατανᾶ λαμβάνουσαν, οὐδὲ τὴν ὑποδεξαμένην τῷ ἑαυτῆς οἴκῳ τὸν ὄφιν, οὐδὲ τὴν ὀνειδιζομένην διὰ θεόν, εἶτα μὴ αἰσχυνομένην· οὐδὲ τὴν στόματι μὲν λέγουσαν ναί, ἔργῳ δὲ ἑαυτῇ οὐ δεικνύουσα· ἀλλὰ τὴν ὑπομείνασαν ὑπὸ ἡδονῆς ῥυ‐ | 184 | |
20 | παρᾶς μὴ ἐκλυθῆναι, ὑπὸ ῥᾳθυμίας μὴ ἡττηθῆναι, ὑπὸ φι‐ λαργυρίας μηδὲ δελεασθῆναι, ὑπὸ ἀκμῆς σώματος καὶ ὀργῆς μὴ προδοθῆναι. | |
70 | Καὶ ἔτι πλείονας λόγους ποιουμένου τοῦ Ἰωάννου πρὸς τοὺς ἀδελφούς, ὡς τῶν προσκαίρων ἕνεκεν τούτους κα‐ ταφρονεῖν, ὁ τῆς Δρουσιανῆς ἐρῶν ἐξαφθεὶς δεινοτάτῃ ἐπι‐ θυμίᾳ καὶ ἐνεργείᾳ τοῦ πολυμόρφου Σατανᾶ τὸν τοῦ Ἀν‐ | |
5 | δρονίκου ἐπίτροπον ὄντα φιλάργυρον ὠνεῖται χρήμασιν ἱκα‐ νοῖς· ὅστις ἀνοίξας τὸν τάφον Δρουσιανῆς ἐπέτρεψε διαπρά‐ ξασθαι τὸ ἀπηγορευμένον εἰς νεκρὸν σῶμα. μὴ ἐπιτυγχάνων αὐτῆς ζώσης μετὰ θάνατον τῷ σώματι προσλιπαρῶν ἀπε‐ κρίνατο· Εἰ καὶ ζῶσα οὐκ ἠκολούθεις μοι κοινωνῆσαι, μετὰ | |
10 | θάνατον νεκράν σε οὖσαν ἐνυβρίσω. Τοῦτο οὖν ἐνθυμούμε‐ νος, καὶ κατασκευάσας ἑαυτῷ τὴν διὰ τοῦ μιαροῦ ἐπιτρόπου ἀσέβειαν, εἰσεπήδησεν εἰς τὸ μνῆμα σὺν ἐκείνῳ ἅμα· καὶ ἀνοί‐ ξαντες τὴν θύραν ἤρξαντο ἀποδύειν τοῦ πτώματος τὰ ἐν‐ τάφια λέγοντες· Τί ὠφέλησας ταλαίπωρε Δρουσιανή; τοῦτο | |
15 | ζῶσα πεποιηκέναι οὐκ ἠδύνασο, ὃ τάχα ἂν οὐδέν σε ἐλύπησεν ἑκοῦσαν τοῦτο ποιησαμένην; | |
71 | Καὶ ταῦτα τούτων λεγόντων, καὶ μόνον ὃ σύνηθες καρκάλιον περὶ τὴν σάρκα ταύτης ἐναπομεῖναν, ξένον ὁρᾶται θέαμα ὃ παθεῖν ἄξιον τοὺς ταῦτα δρῶντας· ὄφις ποθὲν | |
ἐπιφανεὶς τὸν μὲν ἐπίτροπον μονόπληγα τίθησιν· ὃν καὶ ἀνεῖ‐ | 185 | |
5 | λεν· ἐκεῖνον δὲ τὸν νεανίσκον οὐ τύπτει, ἀλλὰ τοῖς ποσὶν αὐ‐ τοῦ περιειλεῖτο δεινῶς ἀποφυσῶν, καὶ πεσόντος αὐτοῦ ἐπανα‐ βὰς ὁ ὄφις ἐπάνω αὐτοῦ ἐκαθέζετο. | |
72 | Τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγίνεται ὁ Ἰωάννης ἅμα τῷ Ἀνδρονίκῳ καὶ τοῖς ἀδελφοῖς ἐξ ἑωθινῆς εἰς τὸ μνῆμα, τρίτην ἡμέραν ἐχούσης τῆς Δρουσιανῆς, ὅπως ἄρτον κλάσωμεν ἐκεῖ. καὶ τὰ μὲν πρῶτα ἐρχομένων αὐτῶν αἱ κλεῖς οὐχ εὑρίσκοντο | |
5 | ζητηθεῖσαι· ὁ δὲ Ἰωάννης εἶπε πρὸς τὸν Ἀνδρόνικον· Εἰκότως ἀπώλοντο· Δρουσιανὴ γὰρ ἐν τῷ μνήματι οὐκ ἔστιν. ἀλλ’ ὅμως ἀπέλθωμεν, ὅπως μὴ ῥᾳθυμήσῃς, καὶ αὐτόματοι αἱ θύραι ἀνοι‐ χθήσονται, ὡς καὶ ἄλλα πολλὰ παρέσχεν ἡμῖν ὁ κύριος. | |
73 | Καὶ γενομένων ἡμῶν ἐν τῷ τόπῳ, κελεύσει τοῦ διδα‐ σκάλου αἱ θύραι ἠνοίχθησαν, καὶ περὶ τὸν τάφον τῆς Δρου‐ σιανῆς εἶδόν τινα νεανίσκον εὔμορφον μειδιῶντα· ὃν ἰδὼν ὁ Ἰωάννης κράξας ἔφη· Καὶ ὧδε φθάνεις ἡμᾶς ὁ καλός; τίνος | |
5 | χάριν ἄρα; Καὶ ἀκούει φωνῆς λεγούσης αὐτῷ· Δρουσιανῆς ἕνεκεν, ἣν σὺ μέλλεις ἀναστήσειν—παρὰ βραχὺ γὰρ ἤμην εὑρὼν αὐτήν—καὶ τὸ πλησίον ἀπονεύσαντος τοῦ τάφου αὐτῆς. Καὶ εἰπὼν ταῦτα ὁ καλὸς πρὸς τὸν Ἰωάννην εἰς οὐρανοὺς ἀνήει βλεπόντων πάντων ἡμῶν. ὁ δὲ Ἰωάννης ἐπιστραφεὶς εἰς τὸ | |
10 | ἕτερον μέρος τοῦ μνήματος ὁρᾷ νεανίσκον πρῶτον τῶν Ἐφεσίων Καλλίμαχον—τοῦτο γὰρ ἐκαλεῖτο—καὶ ἐπικαθεύδοντα αὐτῷ ὄφιν παμμεγέθη, καὶ τὸν ἐπίτροπον Ἀνδρονίκου, Φουρτουνᾶτον λεγόμενον, τεθνεῶτα. καὶ ἀμφοτέρους ἰδὼν ἠπορημένος εἱστή‐ κει λέγων πρὸς τοὺς ἀδελφούς· Τί βούλεται τὸ τοιοῦτον θέ‐ | |
15 | αμα; ἢ διὰ τί μοι ὁ κύριος οὐκ ἐνεφάνισε τὰ ὧδε πραχθέντα, | |
μηδέποτέ μου ἀμελήσαντος; | 186 | |
74 | Καὶ ὁ Ἀνδρόνικος ἰδὼν ἐκείνους νεκροὺς ἀναπηδήσας ἦλθεν ἐπὶ τὸν Δρουσιανῆς τάφον· καὶ ἰδὼν αὐτὴν ἐν μόνῳ τῷ δικρουσίῳ ἔφη τῷ Ἰωάννῃ· Συνεῖδον τὸ γεγονὸς μακάριε δοῦλε τοῦ θεοῦ Ἰωάννη· ὁ Καλλίμαχος οὗτος ἤρα τῆς ἀδελ‐ | |
5 | φῆς μου· καὶ μὴ ἐπιτυχὼν αὐτῆς πολλάκις τοῦτο τολμήσας, τὸν κατάρατον ἐπίτροπόν μου τοῦτον ὠνήσατο χρήμασιν ἱκα‐ νοῖς, ἴσως ἐν νῷ λαβών, ὥς γε νῦν ἔστι μαθεῖν, τὴν τῆς ἐπιβουλῆς δραματουργίαν δι’ αὐτοῦ μέλλειν ἐκπληροῖν· καὶ γὰρ ὡμολόγησε τοῦτο πολλοῖς ὁ Καλλίμαχος ὅτι Κἂν μὴ ζῶσα | |
10 | βουληθῇ συνθέσθαι μοι, τεθνεῶσα ἐνυβρισθήσεται. Καὶ τάχα διδάσκαλε ὁ καλὸς ἐγνώρισε τὸ λείψανον αὐτῆς μὴ ὑβρι‐ σθῆναι συγχωρήσας, καὶ διὰ τοῦτο οὗτοι τεθνήκασιν οἳ ταῦτα ἐτόλμησαν. καὶ μή τοι γε ἡ φωνὴ ἡ εἰρηκυῖα πρός σε Ἀνέγειρον τὴν Δρουσιανὴν τοῦτο προεδήλου; ἐπειδὴ λύπην | |
15 | ἔχουσα τοῦ βίου τούτου ἀπηλλάγη. πείθομαι δὲ τῷ εἰρηκότι ὅτι τῶν πλανηθέντων οὗτος ὑπάρχει ἀνθρώπων· καὶ γὰρ αὐτὸν ἐκελεύθης ἀναστῆσαι· περὶ γὰρ τοῦ ἑτέρου οἶδα ὅτι ἀνάξιός ἐστιν ἡ ἐκείνου σωτηρία. ἀλλ’ ἕν σε τοῦτο παρακαλῶ· ἀνέγειρον πρῶτον τὸν Καλλίμαχον, καὶ οὗτος ἡμῖν ὁμολογήσει | |
20 | τὸ γεγονός. | |
75 | Ὁ δὲ Ἰωάννης ἀπιδὼν τῷ πτώματι καὶ εἰπὼν τῷ ἰοβόλῳ ἑρπετῷ Ἀπόστηθι τοῦ μέλλοντος Ἰησοῦ Χριστῷ δου‐ λεύειν, ἀναστὰς ἐπηύξατο οὕτως· Ὁ θεὸς οὗ τὸ ὄνομα δοξά‐ ζεται ὑφ’ ἡμῶν ἀξίως· ὁ θεὸς ὁ πᾶσαν ἐνέργειαν κακωτικὴν | |
5 | δαμάζων· ὁ θεὸς οὗ τὸ θέλημα τελειοῦται, ὁ ὑπακούων ἡμῶν πάντοτε· καὶ νῦν τελειούσθω σου ἡ δωρεὰ ἐπὶ τῷ νεανίσκῳ τούτῳ· καὶ εἴ τις δι’ αὐτοῦ οἰκονομία γίγνοιτο, ταύτην ἐγη‐ γερμένου αὐτοῦ ἐμφάνισον ἡμῖν. Καὶ εὐθέως ὁ νεανίσκος ἀναστὰς ὅλην τὴν ὥραν ἡσύχαζεν. | 187 |
76 | Ὡς δὲ ἐν τῷ ἑαυτοῦ λογισμῷ ἐγένετο, ἐπύθετο αὐτοῦ ὁ Ἰωάννης τὴν ἐν τῷ μνημείῳ εἴσοδον τί ἐβούλετο· καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ὁ Ἀνδρόνικος εἰρήκει αὐτῷ, ὡς δῆθεν ἐρῶν‐ τος αὐτοῦ Δρουσιανῆς, ἐπύθετο αὐτοῦ ὁ Ἰωάννης πάλιν εἰ | |
5 | τοῦ μιαροῦ ἔσχε τέλους, ἐνυβρίσαι λειψάνου σεμνότητος γέμοντι· ὃ δὲ ἀπεκρίνατο αὐτῷ· Πῶς γὰρ ἠδυνάμην τοῦτο διαπράξα‐ σθαι; ὅπου τὸ δεινὸν τοῦτο ζῷον τὸν μὲν Φουρτουνᾶτον μο‐ νόπληγα ἔβαλεν ὁρῶντος ἐμοῦ, καὶ εἰκότως, αὐτοῦ μοι τὴν το‐ σαύτην μανίαν παραθαρρύνοντος ἤδη τῆς ἀκαίρου ἐκείνης | |
10 | καὶ δεινῆς πεπαυμένου μανίας· ἐμὲ δὲ τῷ φόβῳ ἔστησε, καὶ τοιοῦτον ἐποίησεν οἷον περὶ τοῦ ἀναστῆναί με εἴδετε. ἕτερον δέ σοι θαυμασιώτερον ἐρῶ, τὸ μᾶλλόν με ἀνελὸν καὶ νεκρὸν παρὰ μικρὸν θέμενον· ὅτε μου ἡ ψυχὴ παρεῖχεν ἔννοια καὶ ἡ ἀκατάσχετος νόσος διώχλει, ἀποσυλήσαντός μου ἤδη ἅπερ ἦν | |
15 | ἠμφιεσμένη ἐντάφια, εἶτα δὲ ἀποβάντος μου τοῦ τάφου καὶ θεμένου μου αὐτὰ ὡς ὁρᾷς, ἀπῆλθον πάλιν ἐπὶ τῷ ἀποτρο‐ παίῳ ἔργῳ· καὶ ὁρῶ τινα νεανίσκον εὔμορφον περισκέποντα αὐτὴν τῷ ἑαυτοῦ ἱματίῳ· οὗ ἀπὸ τῆς ὄψεως λαμπηδόνες φωτὸς ἐξήρχοντο εἰς τὰς ὄψεις αὐτῆς· ὅστις καὶ εἰς ἐμὲ ἔδωκε φωνὴν | |
20 | λέγων· Καλλίμαχε ἀπόθανε ἵνα ζήσῃς. Τίς μὲν οὖν ἦν οὐκ ᾔδειν δοῦλε τοῦ θεοῦ· ὅτι δὲ σοῦ ὀφθέντος ἐνθάδε γνωρίζω ἄγγελον αὐτὸν εἶναι θεοῦ εὖ οἶδα· τοῦτο δὲ ἀληθῶς ἐπίστα‐ μαι ὅτι ἀληθὴς θεὸς ὑπὸ σοῦ καταγγέλλεται καὶ τοῦτο πέ‐ πεισμαι. ἀλλὰ κἀγὼ σὲ παρακαλῶ μὴ ἀμελήσῃς με ἀπὸ τοι‐ | 188 |
25 | αύτης συμφορᾶς καὶ τόλμης δεινῆς ἐλευθερῶσαι καὶ παραστῆσαι τῷ θεῷ σου ἄνθρωπον ἀπατηθέντα αἰσχρᾷ καὶ μυσαρᾷ ἀπάτῃ. βοηθείας οὖν δεόμενος παρὰ σοῦ ἅπτομαί σου τῶν ποδῶν. ἄν‐ θρωπος θέλω γενέσθαι τῶν ἐπὶ Χριστὸν ἐλπιζόντων, ὅπως καὶ ἡ φωνὴ ᾖ ἀληθὴς εἰρηκυῖά μοι ἐνθάδε· Ἀπόθανε ἵνα ζήσῃς· | |
30 | Ἥτις καὶ ἐτέλεσεν αὐτῆς τὴν ἐνέργειαν· ἀπέθανε γὰρ ἐκεῖνος ὁ ἄπιστος, ὁ ἄτακτος, ὁ ἄθεος· ἐγήγερμαι δὲ ὑπὸ σοῦ ὁ μέλ‐ λων πιστός, θεοσεβής, ὁ ἀληθείας γνωρίζων, ὃν παρακαλῶ ὑπὸ σοῦ γνωρισθῆναί μοι. | |
77 | Καὶ ὁ Ἰωάννης ἐν εὐφρασίᾳ πολλῇ ληφθεὶς καὶ κα‐ ταμαθὼν τὴν ὅλην θεωρίαν τῆς σωτηρίας τοῦ ἀνθρώπου εἶπεν· Ὢ τί κρατεῖς κύριε Ἰησοῦ Χριστὲ οὐκ οἶδα, ἠπορημένος ἐπὶ τῇ πολλῇ σου εὐσπλαγχνίᾳ καὶ ἀπείρῳ μακροθυμίᾳ· ὢ | |
5 | μέγεθος οἷον εἰς δουλείαν κατῆλθεν· ὢ ἐλευθερία ἄφραστος δουλαγωγηθεῖσα παρ’ ἡμῶν· ὢ ἀπερινόητε δόξα ἡμῶν· ὁ καὶ τὸν νεκρὸν οἶκον φυλάξας ἀνύβριστον, ὁ τοῦ καθαιμάξαντος ἑαυτὸν ἀνθρώπου λυτρωτὴς καὶ τοῦ τὰ φθειρόμενα σώματα σωφρονίζων· ὁ πατὴρ ὁ ἐλεήσας καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν | |
10 | ἀμελήσαντα ἄνθρωπον· δοξάζομέν σε καὶ αἰνοῦμεν καὶ εὐλο‐ γοῦμεν καὶ εὐχαριστοῦμεν τὴν πολλήν σου χρηστότητα καὶ μακροθυμίαν ἅγιε Ἰησοῦ· ὅτι σὺ μόνος θεὸς καὶ οὐχὶ ἕτερος· ὁ τὸ ἀνεπιβούλευτον κράτος καὶ νῦν καὶ εἰς τοὺς ἅπαντας | |
αἰῶνας τῶν αἰώνων· ἀμήν. | 189 | |
78 | Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης προσλαβόμενος τὸν Καλ‐ λίμαχον ἠσπάζετο λέγων· Δόξα τῷ θεῷ ἡμῶν τέκνον τῷ ἐλεή‐ σαντί σε καὶ καταξιώσαντί με δοξάσαι τὴν αὐτοῦ δύναμιν, καὶ καταξιώσαντι καὶ σὲ μεθόδῳ τῆς παρὰ σοῦ ἐκείνης σου | |
5 | μανίας καὶ μέθης μεταστῆναι, ἐπὶ δὲ τὴν ἰδίαν ἀνάπαυσιν καὶ ἀνακαίνισιν βίου καλέσαντι. | |
79 | Ὁ δὲ Ἀνδρόνικος θεασάμενος τὸν Καλλίμαχον νεκρὸν ἐγηγερμένον ἐδέετο τοῦ Ἰωάννου ἅμα τοῖς ἀδελφοῖς ὅπως καὶ τὴν Δρουσιανὴν ἀνεγείρῃ λέγων· Ἰωάννη, ἀναστήτω καὶ τὸ βραχὺ κατορθωσάτω ὅπερ ἀπεκόμισεν λυπουμένη Δρουσιανὴ | |
5 | τοῦ Καλλιμάχου ἕνεκεν, δόξασα αὐτὸν σκάνδαλον γεγενῆσθαι· καὶ ὁπότε ὁ κύριος θέλει παραλήψεται αὐτήν. Καὶ ὁ Ἰωάν‐ νης μὴ μελλήσας προσελθὼν τῷ τάφῳ αὐτῆς καὶ τῆς χειρὸς κρατήσας ἔφη· Τὸν μόνον θεόν σε ὄντα ἐπικαλοῦμαι τὸν ὑπερ‐ μεγέθη, τὸν ἄφραστον, τὸν ἀκατάληπτον· ᾧ πᾶσα δύναμις | |
10 | ἀρχοντικὴ ὑποτέτακται· ᾧ πᾶσα ἐξουσία ἔκλινεν· ᾧ πᾶσα ἀλα‐ ζονεία προπεσοῦσα ἡσυχάζει· ὃν δαίμονες ἀκούοντες φρίτ‐ τουσιν· ὃν ἡ κτίσις ὅλη καταμαθοῦσα μετριάζει· δοξασθήτω σου τὸ ὄνομα ὑφ’ ἡμῶν, καὶ ἀνέγειρον Δρουσιανήν, ὅπως μᾶλ‐ λον Καλλίμαχος ἐπιστηριχθῇ οἰκονομήσαντι ἀνθρώποις μὲν | |
15 | ἄπορον καὶ ἀδύνατον, σωτηρίαν καὶ ἀνάστασιν, σοὶ δὲ μόνῳ δυνατόν, καὶ ἡ Δρουσιανὴ ἴδη ὅπως ἡ ἀναπεπαυμένη, τοῦ νε‐ ανίσκου ἐπιστρέψαντος ἐμπόδιον μεθ’ ἑαυτῆς μηδὲ τὸ βραχύ‐ τατον ἐπικομίζουσα ἐπιγενομένη πρὸς σέ. | |
80 | Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης τῇ Δρουσιανῇ ἔφη· Δρουσιανὴ ἀνάστηθι. Ἣ δὲ ἀναστᾶσα ἀπέβη τοῦ τάφου· καὶ ἰδοῦσα αὐτὴν ἐν διακρουσίῳ μόνον περὶ τὸ πρᾶγμα διη‐ πόρει· καὶ μαθοῦσα ἀκριβῶς πάντα παρὰ τοῦ Ἀνδρονίκου, | |
5 | τοῦ Ἰωάννου κειμένου ἐπ’ ὄψιν καὶ τοῦ Καλλιμάχου μετὰ φωνῆς καὶ δακρύων δοξάζοντος τὸν θεόν, ἠγαλλιᾶτο καὶ αὐτὴ ὁμοίως δοξάζουσα. | 190 |
81 | Ὡς δὲ ἐνεδύσατο, ἐπιστραφεῖσα εἶδε τὸν Φουρτουνᾶ‐ τον κείμενον· λέγει πρὸς Ἰωάννην· Πάτερ καὶ οὗτος ἀναστήτω καὶ εἰ μάλιστα προδότης μου ἐπειράθη γενέσθαι. Ὁ δὲ Καλ‐ λίμαχος ἀκούσας ταῦτα αὐτῆς εἰρηκυίας ἔφη· Μή, παρακα‐ | |
5 | λῶ σε Δρουσιανή· ἡ γὰρ φωνὴ ἣν ἀκήκοα τούτου οὐκ ἐφρόν‐ τισεν, ἀλλὰ περὶ σοῦ μόνης ἀνήγγειλε, καὶ ἰδὼν ἐπίστευσα· εἰ γὰρ ἦν ἀγαθός, τάχα ἂν καὶ αὐτὸν ἐλεήσας ὁ θεὸς διὰ τοῦ μακαρίου Ἰωάννου ἤγειρεν· ἐπέσχετο οὖν τὸν ἄνδρα κα‐ κῶς τεθνάναι. Καὶ ὁ Ἰωάννης αὐτῷ εἶπεν· Οὐκ ἐμάθομεν | |
10 | τέκνον κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι. καὶ γὰρ ὁ θεὸς ποιησάν‐ των ἡμᾶς εἰς αὐτὸν πολλὰ κακὰ καὶ οὐχὶ καλὰ ἀντιμισθίαν ἡμῖν οὐκ ἀπέδωκεν ἀλλὰ μετάνοιαν· καὶ ἀγνοησάντων ἡμῶν τὸ ὄνομα αὐτοῦ οὐκ ἠμέλησεν ἀλλ’ ἠλέησεν, καὶ βλασφημη‐ σάντων οὐκ ἐξῆλθεν ἀλλ’ εὐσπλαγχνίσθη· καὶ ἀπιστησάντων | |
15 | ἡμῶν οὐκ ἐμνησικάκησε· καὶ διωξάντων τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἀνταπέδωκεν, ἀλλὰ μετάνοιαν ὑποβαλὼν καὶ ἀποχὴν κα‐ κῶν παρεκάλεσε καὶ ἡμᾶς ἐπ’ αὐτόν, ὡς καὶ σὲ τέκνον Καλ‐ λίμαχε καὶ μὴ μνησικακήσας ἐπὶ τοῖς πρώτοις δοῦλον ἑαυτοῦ παρέστησαν ἐπιτηροῦντα αὐτοῦ τῷ ἐλέει. ὅθεν εἰ μὴ ἐπιτρέ‐ | |
20 | πεις τὸν Φουρτουνᾶτον ἀναστῆναι, Δρουσιανῆς χρεία. | |
82 | Ἣ δὲ μὴ μελλήσασα ἀγαλλιάσει πνεύματος καὶ ψυχῆς προσελθοῦσα τῷ Φουρτουνάτου πτώματι εἶπεν· Ὁ θεὸς τῶν αἰώνων Ἰησοῦ Χριστέ, ὁ θεὸς τῆς ἀληθείας, ὁ παρασχόμενός μοι ἰδεῖν τέρατα καὶ σημεῖα, ὁ χαρισάμενός μοι τοῦ ὀνόματός | |
5 | σου κοινωνὸν γενέσθαι· ὁ ἐμφυσήσας μοι ἑαυτὸν τῇ πολυμόρ‐ φῳ σου ὄψει καὶ ἐλεήσας παντοίως· ὁ βιαζομένην με ὑπὸ τοῦ παλαιοῦ μου συμβίου Ἀνδρονίκου περισκεπάσας τῇ πολλῇ σου χρηστότητι· ὁ ἀδελφόν μοι παραδοὺς τὸν σὸν δοῦλον Ἀνδρό‐ νικον· ὁ φυλάξας με καθαρὰν ἕως τοῦ νῦν τὴν σὴν δούλην· | |
10 | ὁ τελευτῆσάν με ὑπὸ Ἰωάννου ἀναστήσας τοῦ σοῦ θεράπον‐ τος· ὁ καὶ ἐγηγερμένην με δείξας τὸν σκανδαλισθέντα ἀσκαν‐ δάλιστον· ὁ ἀναπαύσας με ἐπὶ σὲ τελείως καὶ κουφίσας τῆς ἀποκρύφου μανίας· ὃν ἐφίλησα καὶ ἠγάπησα· δέομαί σου Χριστὲ μὴ παραπέμψῃ τὴν σὴν Δρουσιανὴν αἰτουμένην σε | 191 |
15 | τὸν Φουρτουνᾶτον ἀναστῆναι, εἰ καὶ μάλιστα προδότης μου ἐπειράθη γενέσθαι. | |
83 | Καὶ λαβομένη τῆς χειρὸς τοῦ τεθνεῶτος ἔφη· Ἀνάστα Φουρτουνᾶτε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ δὲ Φουρτουνᾶτος ἀναστὰς καὶ ἰδὼν τὸν Ἰωάννην ἐν τῷ μνήματι καὶ τὸν Ἀνδρόνικον καὶ τὴν Δρουσιανὴν ἐκ νεκρῶν | |
5 | ἐγηγερμένην καὶ τὸν Καλλίμαχον πεπιστευμένον καὶ τοὺς λοι‐ ποὺς ἀδελφοὺς δοξάζοντας τὸν θεὸν εἶπεν· Ὢ μέχρι ποῦ τῶν δεινῶν ἀνθρώπων τούτων αἱ δυνάμεις ἐχώρησαν· οὐκ ἐβουλό‐ μην ἐγηγέρθαι ἀλλὰ μᾶλλον τεθνάναι, ὅπως αὐτοὺς μὴ ὁρῶ. Καὶ ταῦτα εἰπὼν φυγὼν ἐξῆλθε τοῦ μνήματος. | |
84 | Καὶ ὁ Ἰωάννης ἰδὼν τὴν ἀμετάθετον τοῦ Φουρ‐ τουνάτου ψυχὴν εἶπεν· Ὢ φύσις μὴ καταβαλλομένη πρὸς τὸ κρεῖττον· ὢ πηγὴ ψυχῆς μενούσης ἐν ῥύπῳ· ὢ οὐσία φθορᾶς σκότους πλήρης· ὢ θάνατε ἐν τοῖς σοῖς ὀρχούμενε· ὢ δένδρον | |
5 | ἄκαρπον πυρὸς γέμον· ὢ ξύλον τὸν καρπὸν ἄνθρακα γέμον· ὢ ὕλη ὑλομανίας σύνοικε καὶ ἀπιστίας γεῖτον· ἤλεγξας τίς εἶ καὶ ἐλέγχῃ ἀεὶ ἅμα τοῖς σοῖς τέκνοις· καὶ τὸ δύνασθαι δοξά‐ ζειν τὸ κρεῖττον οὐκ οἶδας· οὐ γὰρ ἔχεις. τοιγαροῦν οἵα ἡ ὁδός σου τοιαύτη καὶ ἡ ῥίζα καὶ ἡ φύσις. καταργήθητι | |
10 | ἀπὸ τῶν ἐλπιζόντων πρὸς κύριον· ἀπὸ ἐννοιῶν αὐτῶν· ἀπὸ τοῦ νοός· ἀπὸ τῶν ψυχῶν· ἀπὸ τῶν σωμάτων· ἀπὸ πράξεως· ἀπὸ βίου· ἀπὸ ἀναστροφῆς· ἀπὸ ἀπωλείας· ἀπὸ ἐπιτηδεύμα‐ τος· ἀπὸ συμβουλίας· ἀπὸ ἀναστάσεως τῆς πρὸς θεόν· ἀπὸ εὐωδίας ἧς κοινωνεῖν μέλλεις· ἀπὸ νηστειῶν· ἀπὸ δεήσεων· | |
15 | ἀπὸ λουτροῦ ἁγίου· ἀπὸ εὐχαριστίας· ἀπὸ τροφῆς σαρκός· ἀπὸ πότου· ἀπὸ ἐνδύματος· ἀπὸ ἀγάπης· ἀπὸ τροφῆς σαρκός· ἐγκρατείας· ἀπὸ δικαιοσύνης· ἀπὸ πάντων σε τούτων ἀνοσιώ‐ τατε καὶ θεοῦ ἐχθρὲ Σατανᾶ καταργήσει σε Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν καὶ τῶν ὁμοίων σου τῶν ἐχόντων σου τὸν | |
20 | τρόπον. | 192 |
85 | Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης ἐπευξάμενος καὶ λαβὼν ἄρτον ἐκόμισεν εἰς τὸ μνῆμα κλάσαι· καὶ εἶπε· Δοξάζομέν σου τὸ ὄνομα τὸ ἐπιστρέφον ἡμᾶς ἐκ τῆς πλάνης καὶ ἀνηλεοῦς ἀπάτης· δοξάζομέν σε τὸν παρ’ ὀφθαλμοῖς δείξαντα ἡμῖν ἃ | |
5 | εἴδομεν· μαρτυροῦμέν σου τῇ χρηστότητι ποικίλαις φανίσιν· αἰνοῦμέν σου τὸ ἀγαθὸν ὄνομα κύριε ἐλέγξαντι τοὺς ὑπὸ σοῦ ἐλεγχομένους· εὐχαριστοῦμέν σε κύριε Ἰησοῦ Χριστέ, ὅτι πε‐ πείσμεθα ἀμετάβολον οὖσαν· εὐχαριστοῦμέν σου τῷ χρῄσαντι φύσιν φύσεως σῳζομένης· εὐχαριστοῦμέν σοι τῷ τὴν ἀπαραί‐ | |
10 | τητον ἡμῖν δεδωκότι ταύτην ὅτι σὺ μόνος καὶ νῦν καὶ ἀεί· οἱ σοὶ δοῦλοι εὐχαριστοῦμέν σοι μετὰ προφάσεως συλλεγόμε‐ νοι καὶ ἀναλεγόμενοι ἅγιε. | |
86 | Καὶ εὐξάμενος οὕτως καὶ δοξάσας ἐξῄει τοῦ μνήμα‐ τος, κοινωνήσας τοῖς ἀδελφοῖς πᾶσι τῆς τοῦ κυρίου εὐχαρι‐ στίας· καὶ γενόμενος ἐν τοῖς Ἀνδρονίκου ἔλεγε τοῖς ἀδελφοῖς· Ἀδελφοί, πνεῦμά τι ἐν ἐμοὶ ἐμαντεύσατο τὸν Φουρτουνᾶτον | |
5 | ἀπὸ τῆς τοῦ ὄφεως πληγῆς μελανίᾳ μέλλοντι τεθνάναι· ἀλλὰ μαθέτω τις τάχιον πορευθεὶς εἰ ἄρα οὕτως ἔχει. Καὶ δρα‐ μών τις τῶν νεανίσκων εὗρον αὐτὸν λοιπὸν τεθνηκότα καὶ τὴν μελανίαν νεμομένην καὶ ἁψαμένης τῆς καρδίας αὐτοῦ· καὶ ἐλθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ τρίωρον αὐτὸν τεθνάναι. | |
10 | καὶ εἶπεν ὁ Ἰωάννης· Ἀπέχει τὸ τέκνον σου διάβολε. | |
87 | Ἐξήτασαν οὖν οἱ παρόντες τὴν αἰτίαν, καὶ μάλιστα ἠπόρουν εἰρηκυίας τῆς Δρουσίνης ὅτι Μοι ὁ κύριος ὡς Ἰωάννῃ ὤφθη ἐν τῷ μνήματι καὶ ὡς νεανίσκος. Ἠπορη‐ μένων οὖν αὐτῶν καὶ τρόπον τινὰ μηδέπω ἐστηριγμένων τῇ | |
5 | πίστει βεβαίως φέρων ὁ Ἰωάννης εἶπεν· | 193 |
88 | Ἄνδρες ἀδελφοί, οὐδὲν ξένον πεπόνθατε οὐδὲ παρά‐ δοξον περὶ τῆς εἰς τὸν ἐκδοχῆς, ὅπου γε καὶ ἡμεῖς, οὓς ἐξελέ‐ ξατο ἑαυτῷ ἀποστόλους, πολλὰ ἐπειράσθησαν· ἐγὼ μὲν ὑμῖν προσομιλῶν οὔτε γράψαι χωρῶ ἅ τε εἶδον ἅ τε ἤκουσα. καὶ | |
5 | νῦν μὴ δεῖ με πρὸς τὰς ἀκοὰς ὑμῶν ἁρμόσασθαι, καὶ καθ’ ἃ χωρεῖ ἕκαστος ἐκείνω ὑμῖν κοινωνήσω ὧν ἀκροαταὶ δύνασθε γενέσθαι, ὅπως ἴδητε τὴν περὶ αὐτὸν δόξαν ἥτις ἦν καὶ ἔστιν καὶ νῦν καὶ εἰς ἀεί. ὅτε γὰρ ἐξελέξατο Πέτρον καὶ Ἀν‐ δρέαν ἀδελφοὺς ὄντας, ἔρχεται πρός με καὶ τὸν ἀδελφόν μου | |
10 | Ἰάκωβον εἰπών· Χρῄζω ὑμῶν, ἔλθατε πρός με. Καὶ ὁ ἀδελ‐ φός μου τοῦτο εἶπεν· Ἰωάννη, τὸ παιδίον τοῦτο ἐπὶ τοῦ αἰγιαλοῦ καλέσαν ἡμᾶς τί βούλεται; Κἀγὼ εἶπον· Ποῖον παι‐ δίον; Ὃ δέ μοι πάλιν· Τὸ νεῦον ἡμῖν. Κἀγὼ ἀπεκρινάμην· Διὰ τὴν πολλὴν ἡμῶν ἀγρυπνίαν τὴν κατὰ θάλασσαν γεγο‐ | |
15 | νυῖαν οὐ σὺ ὁρᾷς ἀδελφέ μου Ἰάκωβε; οὐχ ὁρᾷς δὲ τὸν ἑστῶτα ἄνδρα εὔμορφον καλὸν ἱλαροπρόσωπον; Ὃ δέ μοι εἶπεν· Τού‐ του οὐχ ὁρῶ ἀδελφέ· ἀλλ’ ἐξέλθωμε καὶ ὀψόμεθα τὸ τί βούλεται. | |
89 | Καὶ οὕτως σιγῇ τὸ πλοῖον ἀγαγόντες εἴδομεν καὶ αὐτὸν ἅμα ἡμῖν βοηθοῦντα ὅπως τὸ πλοῖον ἑδράσωμεν. ὡς δὲ ἀπέστημεν τοῦ τόπου αὐτῷ βουληθέντες ἕπεσθαι, πάλιν ὤφθη ἐμοὶ ὑπόψιλον ἔχων, τὸ δὲ γένειον δασὶν καταγόμενον, | |
5 | τῷ δὲ Ἰακώβῳ ἀρχιγένειος νεανίσκος. ὑποροῦν μὲν οὖν ἀμ‐ φότεροι ὅ τι βούλεται τὸ ὁραθὲν ἡμῖν. εἶτα ἑπόμενοι αὐτῷ ἀμφότεροι κατ’ ὀλίγον ἠποροῦμεν ἐννοούμενοι τὸ πρᾶγμα. ἐμοὶ μέντοι καὶ τὸ παραδοξότερον τότε ἐφαίνετο· ἐπειρώμην γὰρ αὐτὸν κατ’ ἰδίαν ὁρᾶν, καὶ οὐδεπώποτε εἶδον τοὺς ὀφθαλ‐ | |
10 | μοὺς αὐτοῦ ἐπονεύοντας, ἀλλὰ μόνον ἀνεῳγότας. πολλάκις δέ μοι καὶ μικρὸς ἄνθρωπος ἐμφαίνεται δύσμορφος καὶ τὸ πᾶν εἰς οὐρανὸν ἀποβλέπων. εἶχεν δὲ καὶ ἕτερον θαυμαστόν· ἀνακείμενον ἐμὲ ἐπὶ τὰ ἴδια στήθη ἐδέχεται, κἀγὼ συνεῖχον ἑαυτῷ· καὶ ποτὲ μέν μοι λεῖα καὶ ἁπαλὰ τὰ στήθη αὐτοῦ | 194 |
15 | ἐψηλαφᾶτο, ποτὲ δὲ σκληραὶ ὥσπερ πέτραις ὅμοια, ὡς δια‐ πορεῖν με ἐν ἐμαυτῷ καὶ λέγει· Τί ἐστιν τοῦτο; οὗτός μοι. Καὶ ἐννοοῦντός μου ταῦτα αὐτὸς .... | |
90 | ἄλλοτε δέ ποτε παραλαμβάνει με, Ἰάκωβον καὶ Πέτρον εἰς τὸ ὄρος ὅπου ἦν αὐτῷ ἔθος εὔχεσθαι, καὶ εἴδομεν αὐτῷ φῶς τοιοῦτον ὁποῖον οὐκ ἔστιν δυνατὸν ἀνθρώπῳ χρώ‐ μενον λόγῳ φθαρτῷ ἐκφέρειν οἷον ἦν. πάλιν ὁμοίως ἀνάγει | |
5 | ἡμᾶς τοὺς τρεῖς εἰς τὸ ὄρος λέγων· Ἔλθατε σὺν ἐμοί. Ἡμεῖς δὲ πάλιν ἐπορεύθημεν· καὶ ὁρῶμεν αὐτὸν ἀπὸ διαστήματος εὐχόμενον· ἐγὼ δὲ οὖν, ἐπειδὴ ἐφίλει με, ἠρέμα ὡς μὴ ὁρῶντες αὐτὸς αὐτοῦ ἐγγίζω αὐτῷ καὶ ἵσταμαι ἀφορῶν αὐτὸν εἰς τὰ ὀπίσθια αὐτοῦ· καὶ ὁρῶ αὐτὸν ἱμάτια μὲν μηδὲ ὅλως ἠμφιε‐ | |
10 | σμένον, γυμνὸν δὲ τοῦτον ὁρώμενον ὑφ’ ἡμῶν, ἄνθρωπον δὲ οὐδὲ ὅλως· καὶ τοὺς μὲν πόδας ποίας χιόνος λευκοτέρους, ὡς καὶ τὴν γῆν ἐκείνην καταλάμπεσθαι ὑπὸ τῶν ποδῶν· τὴν δὲ κεφαλὴν εἰς τὸν οὐρανὸν ἐρειδομένην, ὡς φοβηθέντα με κραυγάσαι, αὐτὸν δὲ ἐπιστραφέντα μικρὸν ἄνθρωπον ὀφθῆναι | |
15 | καὶ κρατήσαντός μου τὸ γένειον ἀνασπάσαι καὶ εἰπεῖν μοι· Ἰωάννη μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς καὶ μὴ περίεργος. Καὶ εἶπον αὐτῷ· Τί γὰρ ἐποίησα κύριε; Λέγω δὲ ὑμῖν ἀδελφοί, οὕτως πεπόνεκα τὸν τόπον ἐκεῖνον ὅθεν μου τοῦ γενείου ἐλά‐ βετο ἡμέρας τριάκον, ὥστε με εἰπεῖν αὐτῷ· Κύριε, εἰ τὸ | |
20 | τίαμα σου παίζοντος τοιαύτην ἀλγηδόνα πεποίηκεν, τί εἰ ῥα‐ πίσμασίν μοι ἔλαβες; Καὶ αὐτός μοι εἶπεν· Σὸν λοιπὸν εἰ τὸν μὴ πειράζειν τὸν ἀπείραστον. | 195 |
91 | Ὁ δὲ Πέτρου καὶ Ἰακώβου ἐμοῦ ὁμιλοῦντος τῷ κυρίῳ ἠγανάκτων διανευόμενοί μοι ὅπως παραγένωμαι πρὸς αὐτοὺς ἀπολιπὼν μόνῳ τῷ κυρίῳ. καὶ ἐπορεύθην καὶ εἶπόν μοι ἀμφότεροι· Ὁ τῷ κυρίῳ προσομιλῶν γένον ἐπὶ τοῦ ὕψους | |
5 | τίς εἶ; καὶ γὰρ ἠκροούμεθα ἀμφοτέρων λαλούντων. Καὶ σὺ νοήσας τὴν πολλὴν χάριν αὐτοῦ καὶ πολυπρόσωπον ἑνότητα καὶ σοφίαν ἄληκτον εἰς ἡμᾶς ἀποβλέπουσα εἶπον· Μαθήσεσθε αὐτῷ τοῦτο αὐτὸν ἐξετάσαντες. | |
92 | Πάλιν ποτὲ ἡμῶν πάντων τῶν μαθητῶν αὐτοῦ εἰς Γεννησαρὲτ ἐν ἑνὶ καθευδῶν τῷ οἴκῳ ἐγὼ μόνος ἀπὸ τὸ ἱμάτιον ἐντυλιξάμενος ἐπετήρουν τί πράσσει, καὶ ἤκουσα τὸ πρῶτον λέγοντος αὐτοῦ· Ἰωάννη κάθευδε. Κἀγὼ τότε προσποιησά‐ | |
5 | μενος τὸν καθεύδοντα εἶδον ἄλλον ὅμοιον αὐτὸν καθεύδοντά τινα, οὗ κἠκροασάμην λέγοντος τῷ κυρίῳ μου· Ἰησοῦ, οὓς ἐξελέξω ἔτι σοι ἀπιστοῦσιν. Καὶ ὁ κύριός μου εἶπεν αὐτῷ· Καλῶς λέγεις· ἄνθρωπος γάρ εἰσιν. | |
93 | Ἑτέραν δὲ ὑμῖν δόξαν ὁρῶ ἀδελφοί· ποτὲ βου‐ λόμενος αὐτὸν κρατῆσαι ἐν ὑλώδει καὶ παχεῖ σώματι προσέ‐ βαλλον· ἄλλοτε δέ ποτε πάλιν ψηλαφῶντός μου αὐτὸν ἄυλον ἦν καὶ ἀσώματον τὸ ὑποκείμενον καὶ ὡς μηδὲ ὅλως ὄν. εἰ | |
5 | δὲ ὑπό τινός ποτε τῶν Φαρισαίων κληθεὶς εἰς κλῆσιν ἐπορεύετο, | |
συναπῄειμεν αὐτῷ· καὶ ἑκάστῳ παρετίθετο ἄρτος εἷς ὑπὸ τῶν κεκληκότων, ἐν οἷς καὶ αὐτὸς ἐλάμβανεν ἕνα· τὸν δὲ αὐτοῦ εὐλογῶν διεμέριζεν ἡμῖν· καὶ ἐκ τοῦ βραχέος ἕκαστος ἐχορτά‐ ζετο καὶ οἱ ἡμῶν ἄρτοι ὁλόκληροι ἐφυλάσσοντο, ὥστε ἐκπλήτ‐ | 196 | |
10 | τεσθαι τοὺς καλοῦντας αὐτόν. ἐβουλόμην δὲ πολλάκις σὺν αὐτῷ βαδίζων ἴχνος αὐτοῦ ἐπὶ τῆς γῆς ἰδεῖν εἰ φαίνεται· ἑώρων γὰρ αὐτὸν ἀπὸ τῆς γῆς ἑαυτὸν ἐπαίροντα· καὶ οὐδέ‐ ποτε εἶδον. καὶ ταῦτα ὑμῖν ἔτι ὥσπερ προτροπῆς ἕνεκεν ἀδελφοὶ τῆς ἐπ’ αὐτὸν πίστεως ὁμιλῶ· τὰ γὰρ μεγαλεῖα αὐτοῦ | |
15 | καὶ θαυμάσια τὸ νῦν σεσιγήσθω, ἄρρητα ὄντα καὶ τάχα οὐ δυνάμενα οὔτε λέγεσθαι οὔτε ἀκούεσθαι. | |
94 | πρὶν δὲ συλληφθῆναι αὐτὸν ὑπὸ τῶν ἀνόμων καὶ ὑπὸ ἀνόμου ὄφεως νομοθετουμένων Ἰουδαίων συναγαγὼν πάντας ἡμᾶς ἔφη· Πρίν με ἐκείνοις παραδοθῆναι ὑμνήσωμεν τὸν πατέρα καὶ οὕτως ἐξέλθωμεν ἐπὶ τὸ προκείμενον. Κελεύσας | |
5 | οὖν ἡμῖν ὥσπερ γῦρον ποιῆσαι, ἀποκρατούντων τὰς ἀλλήλων χεῖρας, ἐν μέσῳ δὲ αὐτὸς γενόμενος, ἔλεγεν· Τὸ ἀμὴν ἐπα‐ κούετέ μοι. Ἤρξατο οὖν ὕμνον ὑμνεῖν καὶ λέγειν· Δόξα σοι πάτερ. Καὶ ἡμεῖς κυκλεύοντες ἐπηκούομεν αὐτῷ τὸ ἀμήν. Δόξα σοι λόγε· δόξα σοι χάρις. Ἀμήν. Δόξα σοι τὸ πνεῦμα· | |
10 | δόξα σοι ἅγιε· δόξα σου τῇ δόξῃ. Ἀμήν. Αἰνοῦμέν σε πάτερ· εὐχαριστοῦμέν σοι φῶς ἐν ᾧ σκότος οὐκ οἰκεῖ. Ἀμήν. | |
95 | Ἐφ’ ᾧ δὲ εὐχαριστοῦμεν λέγω· σωθῆναι θέλω καὶ σῷσαι θέλω. Ἀμήν. Λυθῆναι θέλω καὶ λῦσαι θέλω. Ἀμήν. Τρωθῆναι θέλω καὶ τρῶσαι θέλω. Ἀμήν. Γεννᾶσθαι θέλω | |
καὶ γεννᾶν θέλω. Ἀμήν. Φαγεῖν θέλω καὶ βρωθῆναι θέλω. | 197 | |
5 | Ἀμήν. Ἀκούειν θέλω καὶ ἀκούεσθαι θέλω. Ἀμήν. Νοηθῆναι θέλω νοῦς ὢν ὅλος. Ἀμήν. Λούσασθαι θέλω καὶ λούειν θέλω. Ἀμήν. Ἡ χάρις χορεύει· αὐλῆσαι θέλω· ὀρχήσασθε πάντες. Ἀμήν. Θρηνῆσαι θέλω· κόψασθε πάντες. Ἀμήν. Ὀγδοὰς μία ἡμῖν συμψάλλει. Ἀμήν. Ὁ δωδέκατος ἀριθμὸς ἄνω | |
10 | χορεύει. Ἀμήν. Τῷ δὲ ὅλων ὦ χορεύειν ὑπάρχει. Ἀμήν. Ὁ μὴ χορεύων τὸ γινόμενον ἀγνοεῖ. Ἀμήν. Φυγεῖν θέλω καὶ μένειν θέλω. Ἀμήν. Κοσμεῖν θέλω καὶ κοσμὰς θέλω. Ἀμήν. Ἑνωθῆναι θέλω καὶ νῶσαι θέλω. Ἀμήν. Οἶκον οὐκ ἔχω καὶ οἴκους ἔχω. Ἀμήν. Τόπον οὐκ ἔχω καὶ τόπους ἔχω. Ἀμήν. Ναὸν | |
15 | οὐκ ἔχω καὶ ναοὺς ἔχω. Ἀμήν. Λύχνος εἰμί σοι τῷ βλέποντί με. Ἀμήν. Ἔσοπτρόν εἰμί σοι τῷ νοοῦντί με. Ἀμήν. Θύρα εἰμί σοι κρούοντί με. Ἀμήν. Ὁδός εἰμί σοι παροδίτῃ. | |
96 | ὑπακούω δέ μου τῇ χορείᾳ ἴδε σεαυτὸν ἐν ἐμοὶ λα‐ λοῦντι, καὶ ἰδὼν ὃ πράσσων τὰ μυστήριά μου σίγα. ὁ χορεύων νόει ὃ πράσσω, ὅτι σόν ἐστιν τοῦτο τοῦ ἀνθρώπου πάθος ὃ μέλλω πάσχειν· οὐ γὰρ ἐδύνου ὅλως συνιδεῖν ὃ πάσχεις εἰ | |
5 | μή σοι λόγος ὑπὸ πατρὸς ἐστάλην. ὁ ἰδὼν ὃ πάσχω ὡς πά‐ σχοντα εἶδες, καὶ ἰδὼν οὐκ ἔστης ἀλλ’ ἐκινήθης ὅλος. κινηθεὶς σοφίζειν στρωμνὴν μὲν ἔχεις· ἐπαναπάηθί μοι. τίς εἰμι ἐγὼ γνῶ ὅταν ἀπέλθω. ὃ νῦν ὁρῶμαι τοῦτο οὐκ εἰμί· ὄψει ὅταν σὺ ἔλθῃς. εἰ τὸ πάσχειν ᾔδεις, τὸ μὴ παθεῖν ἂν εἶχες. τὸ | |
10 | παθεῖν σύγγνωθι καὶ τὸ μὴ παθεῖν ἕξεις. ὃ σὺ μὴ οἶδας | |
αὐτός σε διδάξω. θεός εἰμι σοῦ, οὐ τοῦ προδότου. ῥυθμί‐ ζεσθαι θέλω ψυχαῖς ἁγίαις ἐπ’ ἐμέ. τὸν λόγον γνῶθι τῆς σοφίας. πάλιν ἐμοὶ λέγε· δόξα σοι πάτερ· δόξα σοι λόγε· δόξα σοι πνεῦμα ἅγιον. τὸ δὲ ἐμὸν ἡθελήσώμην γνῶναι. | 198 | |
15 | λόγον ἅπαξ ἔπαιξα πάντα καὶ οὐκ ἐπαισχύνθην ὅλως. ἐγὼ ἐσκίρτησα, σὺ δὲ νόει τὸ πᾶν, καὶ νοήσας λέγε· δόξα σοι πάτερ. Ἀμήν. | |
97 | Ταῦτα ἀγαπητοὶ χορεύσας μεθ’ ἡμῶν ὁ κύριος ἐξῆλθεν· καὶ ἡμεῖς ὥσπερ πλανηθέντες ἢ καὶ ἀποκοιμη‐ θέντες ἄλλος ἀλλαχόσε πεφεύγειμεν. ἐγὼ μὲν οὖν ἰδὼν αὐτὸν πάσχοντα οὐδὲ προσέμεινα αὐτοῦ τῷ πάθει, ἀλλ’ ἔφυγον εἰς | |
5 | τὸ ὄρος τῶν ἐλαιῶν κλαίων ἐπὶ τῷ συμβεβηκότι. καὶ ὅτε τῷ ἀρουβάτῳ ἀπεκρεμάσθη, ὥρας ἕκτης ἡμερινῆς σκότος ἐφ’ ὅλης τῆς γῆς ἐγεγόνει. καὶ στὰς ὁ κύριός μου ἐν μέσῳ τοῦ σπηλαίου καὶ φωτίσας αὐτὸ εἶπεν· Ἰωάννη, τῷ κάτω ὄχλῳ ἐν Ἱεροσο‐ λύμοις σταυροῦμαι καὶ λόγχαις νύσσομαι καὶ καλάμοις καὶ | |
10 | ὄξος τε καὶ χολὴν ποτίζομαι. σοὶ δὲ λαλῶ καὶ ὃ λαλῶ ἄκουσον. ἐγώ σοι ὑπέβαλον ἀνελθεῖν εἰς τοῦτο τὸ ὄρος ὅπως ἀκούσῃς ἃ δεῖ μαθητὴν παρὰ διδασκάλου μανθάνειν καὶ ἄνθρωπον παρὰ θεοῦ. | |
98 | Καὶ εἰπὼν ταῦτα ἔδειξέν μοι σταυρὸν φωτὸς πεπηγμένον καὶ περὶ τὸν σταυρὸν ὄχλον πολύν, μίαν μορφὴν | |
μὴ ἔχοντα. καὶ ἐν αὐτῷ ἦν μορφὴ μία καὶ ἰδέα ὁμοία. αὐτὸν δὲ τὸν κύριον ἐπάνω τοῦ σταυροῦ ἑώρων σχῆμα μὴ ἔχοντα | 199 | |
5 | ἀλλά τινα φωνὴν μόνον, φωνὴν δὲ οὐ ταύτην τὴν ἡμῖν συ‐ νήθη, ἀλλά τινα ἡδεῖαν καὶ χρηστὴν καὶ ἀληθῶς θεοῦ, λέγουσαν πρός με· Ἰωάννη, ἕνα δεῖ παρ’ ἐμοῦ ταῦτα ἀκοῦσαι· ἑνὸς γὰρ χρῄζω τοῦ μέλλοντος ἀκούειν. ὁ σταυρὸς οὗτος ὁ τοῦ φωτὸς ποτὲ μὲν λόγος καλεῖται ὑπ’ ἐμοῦ δι’ ὑμᾶς, ποτὲ δὲ νοῦς, ποτὲ | |
10 | δὲ Ἰησοῦς, ποτὲ Χριστός, ποτὲ θύρα, ποτὲ ὁδός, ποτὲ ἄρτος, ποτὲ σπόρος, ποτὲ ἀνάστασις, ποτὲ υἱός, ποτὲ πατήρ, ποτὲ πνεῦμα, ποτὲ ζωή, ποτὲ ἀλήθεια, ποτὲ πίστις, ποτὲ χάρις. ται μὲν ὡς πρὸς ἀνθρώπους· ὃ δὲ ὄντως ἐστίν, αὐτὸς πρὸς αὐτὸν νοούμενος καὶ εἰς ἡμᾶς λεγόμενος, διορισμὸς πάντων | |
15 | ἐστίν· καὶ τὸν πεπηγμένον ἐξ ἀνεδράστων ἀνάγγη βιάβα καὶ ἁρμονία σοφίας· σοφία δὲ οὖσα ἐν ἁρμονίᾳ ὑπάρχουσιν δεξιοὶ καὶ ἀριστεροί, δυνάμεις, ἐξουσίαι, ἀρχαὶ καὶ δαίμονες, ἐνέρ‐ γειαι, ἀπειλαί, θυμοί, διάβολοι, Σατανᾶς καὶ ἡ κατωτικὴ ῥίζα, ἄφες τῶν γινομένων προῆλθεν φύσις. | |
99 | οὗτος οὖν ὁ σταυρὸς ὁ διαπηξάμενος τὰ πάντα λόγῳ καὶ διορίσας τὰ ἀπὸ γενέσεως καὶ κατωτέρω, εἶτα καὶ εἰς πάντα πηγάσας· οὐχ οὗτος δέ ἐστιν ὁ σταυρὸς ὃν μέλλεις ὁρᾶν ξύλινον κατελθὼν ἐντεῦθεν· οὔτε ἐγώ εἰμι ὁ ἐπὶ τοῦ σταυ‐ | |
5 | ροῦ, ὃν νῦν οὐχ ὁρᾷς ἀλλὰ μόνον φωνῆς ἀκούεις. ὃ οὐκ εἰμὶ ἐνομίσθην, μὴ ὢν ὃ ἤμην ἄλλοις πολλοῖς ἀλλ’ ὅ τι με ἐροῦσιν ταπεινὸν καὶ οὐκ ἐμοῦ ἄξιον. ὡς οὖν ὁ τόπος τῆς ἀναπαύσεως οὔτε ὁρᾶται οὔτε λέγεται, πολλῷ μᾶλλον ὁ τούτου | |
κύριος οὔτε ὀφθήσομαι. | 200 | |
100 | ὁ δὲ περὶ τὸν σταυρὸν μονοειδὴς ὄχλος ἡ κατω‐ τικὴ φύσις ὑπάρχει. καὶ οὓς ὁρᾷς ἐν τῷ σταυρῷ, εἰ καὶ μίαν μορφὴν οὐκ ἔχουσιν, οὐδέπω τὸ πᾶν τοῦ κατελθόντος συνελήφθη μέλος. ὅταν δὲ ἀναληφθῇ ἄνθρωποι φύσις καὶ γένος προσχω‐ | |
5 | ροῦν ἐπ’ ἐμὲ φωνῇ τῇ ἐμῇ πειθόμενον, ὃν νῦν ἀκούω με σὺ τοῦτο γενήσεται, καὶ οὐκέτι ἔσται ὃ νῦν ἔστιν. ἀλλ’ ὑπὲρ αὐτῶν ὡς κἀγὼ νῦν· μέχρι γὰρ μήπω ἴδιόν μου λέγεις ἑαυτὸν τοῦτο οὐκ εἰμὶ ὅ εἰμι· ἐὰν δέ με ἀκούσῃς, ἀκούων καὶ σὺ μένε ὡς κἀγώ, ἐγὼ δὲ ὃ ἤμην ἔσομαι, ὅταν σὲ ὡς ἐγὼ | |
10 | παρ’ ἐμαυτῷ· παρὰ γὰρ τοῦ τοῦτο εἶ. τῶν οὖν πολλῶν, ἀμέλει καὶ τῶν ἔξω τοῦ μυστηρίου, καταφρόνει· γίνωσκε γάρ με ὅλον παρὰ τῷ πατρὶ καὶ τὸν πατέρα παρ’ ἐμοί. | |
101 | οὐδὲν οὖν ὧν μέλλουσιν λέγειν περὶ ἐμοῦ ἔπαθα· ἀλλὰ καὶ τὸ πάθος ἐκεῖνο ὃ ἔδειξά σοι καὶ τοῖς λοιποῖς χο‐ ρεύων μυστήριον βούλομαι καλεῖσθαι. ὃ γὰρ εἰ σὺ ὁρᾷς τοῦτο ἐγώ σοι ἔδειξα· ὃ δέ εἰμι τοῦτο ἐγὼ μόνος οἶδα, ἄλλος | |
5 | οὐδείς. τὸ οὖν ἐμὸν ἐαἴμε ἔχειν, τὸ δὲ σὸν δι’ ἐμοῦ ὁρᾶν, ἐμὲ δὲ ὄντως ὁρᾶν, οὐ ἔφην ὑπάρχειν ἀλλ’ ὃ σὺ δέ νυ γνωρίζειν συγγενὴς ὤν. ἀκούεις με παθόντα καὶ οὐκ ἔπαθον, μὴ πα‐ θόντα καὶ ἔπαθον· νυγέντα καὶ οὐκ ἐπλήγην· κρεμασθέντα καὶ οὐκ ἐκρεμάσθην· αἷμα ἐξ ἐμοῦ ῥεύσαντα καὶ οὐκ ἔρευσεν· | |
10 | καὶ ἁπλῶς ἃ ἐκεῖνοι λέγουσιν περὶ ἐμοῦ ταῦτα μὴ ἐσχηκέναι, ἃ δὲ μὴ λέγουσιν ἐκεῖνα πεπονθέναι. τίνα δὲ ἔστιν αἰνίσσομαί σην· οἶδα γὰρ ὅτι συνήσεις. νόησον οὖν με λόγου αἴνεσιν, λόγου νύξι, λόγου αἷμα, λόγου τραῦμα, λόγου ἐξάρτησιν, λόγου | |
πάθος, λόγου πῆξιν, λόγου θάνατον· καὶ οὕτως χωρίσας ἄν‐ | 201 | |
15 | θρωπον λέγω. τὸν μὲν οὖν πρῶτον λόγον νόησον, εἶτα κύριον νοήσεις, τὸν δὲ ἄνθρωπον τρίτον καὶ τὸ τί πέπονθεν. | |
102 | Ταῦτα εἰρηκότος πρός με καὶ ἕτερα ἃ οὐκ οἶδα εἰπεῖν ὡς αὐτὸς θέλει, ἀνελήφθη μηδενὸς αὐτὸν θεασαμένου τῶν ὄχλων. καὶ ἐλθόντος μου κατεγέλων ἐκείνων ἁπάντων εἰρηκότος πρός με ἅπερ εἰρήκασιν περὶ αὐτοῦ, τοῦτο μόνον | |
5 | κρατύνων ἐν ἑαυτῷ ὅτι συμβολικῶς πάντα ὁ κύριος ἐπραμα‐ τεύσατο καὶ οἰκονομικῶς εἰς ἀνθρώπους ἐπιστροφὴν καὶ σω‐ τηρίαν. | |
103 | θεασάμενοι οὖν ἀδελφοὶ τὴν τοῦ κυρίου χάριν καὶ στοργὴν τὴν πρὸς ἡμᾶς προσκυνοῦμεν αὐτοῦ ἐλεηθέντες ὑπ’ αὐτοῦ, μὴ δακτύλοις, μηδὲ στόμασιν, μηδὲ γλώσσῃ, μηδ’ ἑνὶ ὅλως σωματικῷ ὀργάνῳ, ἀλλὰ τῇ ψυχῇ τῇ διαθέσει, αὐτῷ τοῦ | |
5 | ἀνθρώπου γινομένου τούτου τοῦ σώματος· καὶ γρηγορήσωμεν, ὅτι καὶ νῦν φυλακαῖς παρεδρεύει δι’ ἡμᾶς καὶ μνημείοις, δεσμοῖς καὶ δεσμωτηρίοις, ὀνείδεσι καὶ ὕβρεσι, θαλάσσῃ καὶ ξηρᾷ, μάστιξι, καταδίκοις, ἐπιβουλαῖς, δόλοις, τιμωρίαις· καὶ ἁπλῶς ἅπασιν ἡμῶν συνὼν πάσχουσι συμπάσχει καὶ αὐτὸς | |
10 | ἀδελφοί· ὑφ’ ἑκάστου ἡμῶν καλούμενος οὐχ ὑπομένει παρα‐ κοῦσαι ἡμῶν, ἀλλ’ ὡς πάντῃ ὢν πάντων ἡμῶν ἀκούειν, καὶ νῦν ἐμοῦ δὲ καὶ τῆς Δρουσίνης, ἐγκεκλεισμένων θεὸς ὤν, βοήθειαν ἡμῖν προσάγων τῇ ἰδίᾳ εὐσπλαγχνίᾳ. | |
104 | πείσθητε οὖν καὶ ὑμεῖς ἀγαπητοὶ ὅτι οὐκ ἄν‐ θρωπον ὑμῖν καταγγέλων σέβει, ἀλλὰ θεὸν ἀμετάτρεπτον, θεὸν ἀκράτειστον, θεὸν πάσης ἐξουσίας ἀνώτερον καὶ πάσης δυνάμεως καὶ ἀγγέλων πάντων καὶ κτίσεων λεγομένων καὶ | |
5 | αἰώνων ὅλων πρεσβύτερον καὶ ἰσχυρότερον. εἰς τοῦτο οὖν ἐμμείναντες καὶ εἰς τοῦτο οἰκοδομούμενοι ἀκαθαίρετον ὑμῶν τὴν ψυχὴν ἕξετε. | 202 |
105 | Καὶ παραδοὺς ταῦτα τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀνεχώρησεν ἅμα τῷ Ἀνδρονίκῳ εἰς περίπατον. καὶ ἡ Δρουσίνη δὲ ἀπὸ μακρόθεν ἠκολούθει ἅμα ποσίν, ἵνα τὰς ὑπ’ αὐτοῦ πράξεις γενομένας θεωροῦσιν καὶ τὸν αὐτοῦ λόγον ἀκούουσιν | |
5 | πάντοτε ἐν κυρίῳ. | |
106 | Συνῆν οὖν τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀγαλλιώ‐ μενος ἐν κυρίῳ. τῇ δὲ ἑξῆς κυριακῆς οὔσης καὶ τῶν ἀδελφῶν πάντων συλλεγέντων ἤρξατο λέγειν αὐτοῖς· Ἀδελφοὶ καὶ σύν‐ δουλοι καὶ συγκληρονόμοι καὶ συμμέτοχοι τῆς τοῦ κυρίου | |
5 | βασιλείας, γινώσκετε τὸν κύριον πόσας δυνάμεις δι’ ἐμοῦ πα‐ ρέσχεν ὑμῖν, πόσα τέρατα, ἰάσεις πόσας, πόσα σημεῖα, χαρί‐ | |
σματα οἷα, διδαχάς, κυβερνήσεις, ἀναπαύσεις, διακονίας, γνώ‐ σεις, δόξας, χάριτας, δωρεάς, πίστεις, κοινωνίας, ὅσα εἴδετε παρ’ ὀφθαλμοῖς διδόμενα ὑμῖν ὑπ’ αὐτοῦ, μὴ φαινόμενα ὀφθαλ‐ | 203 | |
10 | μοῖς τούτοις μηδὲ ἀκοαῖς ταύταις ἀκουόμενα. στηρίζεσθε οὖν ἐν αὐτῷ μεμνημένοι αὐτοῦ ἐν πάσῃ ὑμῶν πράξει, ἐπιστάμενοι τὸ γεγονὸς εἰς ἀνθρώπους τῆς οἰκονομίας μυστήριον τίνος ἕνεκεν πεπραγμάτευται ὁ κύριος. αὐτὸς δέεται ὑμῶν δι’ ἐμοῦ ἀδελφοὶ καὶ παρακαλεῖ, ἄλυπος θέλων μένειν, ἀνύβριστος, ἀνε‐ | |
15 | πιβούλευτος, ἀκόλαστος· οἶδεν γὰρ καὶ ὕβριν τὴν ἐξ ὑμῶν, οἶδεν καὶ ἀτιμίαν, οἶδεν καὶ ἐπιβουλήν, οἶδεν καὶ κόλασιν παρακουόντων αὐτοῦ τῶν ἐντολῶν. | |
107 | μὴ οὖν λυπείσθω ὁ ἀγαθὸς ἡμῶν θεός, ὁ εὔ‐ σπλαγχνος, ὁ ἐλεήμων, ὁ ἅγιος, ὁ καθαρός, ὁ ἀμίαντος, ὁ ἄυλος, ὁ μόνος, ὁ εἷς, ὁ ἀμετάβολος, ὁ εἰλικρινής, ὁ ἄδολος, ὁ ἀόργητος, ὁ πάσης λεγομένης ἢ νοουμένης ἡμῖν προσηγορίας | 204 |
5 | ἀνώτερος καὶ ὑψηλότερος θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εὐ‐ φραινέσθω σὺν ἡμῖν καλῶς ἡμῶν πολιτευομένων, χαιρέτω καθαρῶς βιούντων ἡμῶν, ἀναπαυέσθω σεμνῶς ἡμῶν ἀναστρε‐ φομένων· ἀμεριμνείτω ἐγκρατῶς ἡμῶν βιούντων, ἡδέσθω κοινωνούντων ἡμῶν, μειδιάτω σωφρονούντων ἡμῶν, εὐωχείσθω | |
10 | φιλούντων ἡμῶν αὐτόν. ταῦτα ὑμῖν ἀδελφοὶ ὁμιλῶ νῦν ἐπει‐ γόμενος πρὸς τὸ προκείμενόν μοι ἔργον ἤδη τελειούμενον ὑπὸ τοῦ κυρίου. τί γὰρ ἕτερον ἔχοιμι πρὸς ὑμᾶς εἰπεῖν; ἔχετε | |
τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγα‐ θωσύνης αὐτοῦ· ἔχετε τὴν ἀπαραίτητον αὐτοῦ παρουσίαν. | 205 | |
15 | εἰ μὲν οὖν μηκέτι ἁμαρτάνετε, ἃ ἐν ἀγνοίᾳ ἐπράξατε ἀφίησιν ὑμῖν· εἰ δὲ καὶ αὐτὸν ἐγνωκότες καὶ ὑπ’ αὐτοῦ ἐλεηθέντες ἐν τοῖς ὁμοίοις πάλιν ἀναστρέφεσθε, καὶ τὰ πρότερα ὑμῖν λο‐ γισθήσεται καὶ οὐχ ἕξετε μέρος ἢ ἔλεος ἐνώπιον αὐτοῦ. | |
108 | Καὶ εἰπὼν ταῦτα πρὸς αὐτοὺς ηὔξατο οὕτως· Ὁ τὸν στέφανον τοῦτον πλέξας τῇ σῇ πλοκῇ Ἰησοῦ· ὁ τὰ πολλὰ ταῦτα ἄνθη εἰς τὸ ἀδιάπνευστόν σου ἄνθος τοῦ προ‐ σώπου ἐναρμόσας, ὁ ἐγκατασπείρας τοὺς λόγους τούτους· ὁ | |
5 | μόνος κηδεμὼν τῶν σῶν δούλων καὶ ἰατρὸς δωρεὰν ἰώμενος· ὁ μόνος εὐεργέτης καὶ ἀνυπερήφανος, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μόνος σωτὴρ καὶ δίκαιος, ὁ ἀεὶ ὁρῶν τὰ | |
πάντων καὶ ἐν πᾶσιν ὢν καὶ πανταχοῦ παρὼν καὶ τὰ πάντα περιέχων καὶ πληρῶν τὰ πάντα Χριστὲ Ἰησοῦ θεὲ κύριε, ὁ ταῖς | 206 | |
10 | σαῖς δωρεαῖς καὶ τῷ σῷ ἐλέει περισκεπάζων τοὺς ἐπὶ σὲ ἐλπί‐ ζοντας, ὁ ἐπιστάμενος ἀκριβῶς τοῦ πανταχῇ ἡμῶν ἀντιδίκου τὰς τέχνας τάς τε ἐπηρείας πάσας ἃς καθ’ ἡμῶν ἐπιβουλεύει· σὺ μόνος κύριε βοήθησον ἐν τῇ ἐπισκοπῇ σου τοῖς σοῖς δούλοις· ναὶ κύριε. | |
109 | Καὶ αἰτήσας ἄρτον εὐχαρίστησεν οὕτως· Τίνα αἶνον ἢ ποίαν προσφορὰν ἢ τίνα εὐχαριστίαν κλῶντες τὸν ἄρτον τοῦτον ἐπονομάσωμεν ἀλλ’ ἢ σὲ μόνον κύριε Ἰησοῦ; δοξά‐ ζομέν σου τὸ λεχθὲν ὑπὸ τοῦ πατρὸς ὄνομα. δοξάζομέν σου | |
5 | τὸ λεχθὲν διὰ υἱοῦ ὄνομα. δοξάζομέν σου τὴν εἴσοδον τῆς θύρας. δοξάζομέν σου τὴν δειχθεῖσαν ἡμῖν διὰ σοῦ ἀνάστα‐ σιν. δοξάζομέν σου τὴν ὁδόν. δοξάζομέν σου τὸν σπόρον, | |
τὸν λόγον, τὴν χάριν, τὴν πίστιν, τὸ ἅλας, τὸν ἄλεκτον μαρ‐ γαρίτην, τὸν θησαυρόν, τὸ ἄροτρον, τὴν σαγήνην, τὸ μέγεθος, | 207 | |
10 | τὸ διάδημα, τὸν δι’ ἡμᾶς λεχθέντα υἱὸν ἀνθρώπου, τὸν χαρι‐ σάμενον ἡμῖν τὴν ἀλήθειαν, τὴν ἀνάπαυσιν, τὴν γνῶσιν, τὴν δύναμιν, τὴν ἐντολήν, τὴν παρρησίαν, τὴν ἐλπίδα, τὴν ἀγάπην, τὴν ἐλευθερίαν, τὴν εἰς σὲ καταφυγήν. σὺ γὰρ εἶ μόνος κύριε ἡ ῥίζα τῆς ἀθανασίας καὶ ἡ πηγὴ τῆς ἀφθαρσίας καὶ ἡ ἕδρα | |
15 | τῶν αἰώνων, λεχθεὶς ταῦτα πάντα δι’ ἡμᾶς νῦν ὅπως κα‐ λοῦντές σε διὰ τούτων γνωρίζωμέν σου τὸ μέγεθος ἀθεώρητον ἡμῖν ἐπὶ τοῦ παρόντος ὑπάρχον, καθαροῖς δὲ θεωρητὸν μόνον ἐν τῷ μόνῳ σου ἀνθρώπῳ εἰκονιζόμενον. | |
110 | Καὶ κλάσας τὸν ἄρτον ἐπέδωκεν πᾶσιν ἡμῖν, ἑκάστῳ τῶν ἀδελφῶν ἐπευχόμενος ἄξιον ἔσεσθαι αὐτὸν τῆς | |
τοῦ κυρίου χάριτος καὶ τῆς ἁγιωτάτης εὐχαριστίας. γευσά‐ μενος δὲ καὶ αὐτὸς ὁμοίως καὶ εἰρηκὼς Κἀμοὶ μέρος ἔστω | 208 | |
5 | μεθ’ ὑμῶν, καὶ Εἰρήνη μεθ’ ὑμῶν ἀγαπητοί, | |
111 | μετὰ ταῦτα ἔφη τῷ Βήρῳ· Παραλαβών τινας σὺν σοὶ ἄνδρας δύο ἔχοντας κοφίνους καὶ σκαφεῖα ἀκολούθη‐ σόν μοι. Ὁ δὲ Βῆρος μὴ μελλήσας διεπράξατο ὃ ἐκελεύσθη ὑπὸ τοῦ δούλου τοῦ θεοῦ Ἰωάννου. προελθὼν οὖν ὁ μακάριος | |
5 | Ἰωάννης τῆς οἰκίας ἐβάδιζε πρὸ τῶν πυλῶν εἰρηκὼς τοῖς πλείοσιν ἀποστῆναι ἀπ’ αὐτοῦ· καὶ γενόμενος εἴς τι μνημεῖον ἀδελφοῦ ἡμῶν ἔφη τοῖς νεανίσκοις· Σκάψατε τέκνα. Κἀκεῖνοι ἔσκαπτον. ὃ δὲ μᾶλλον ἐπέκειτο αὐτοῖς λέγων· Βαθύτερον ἔστω τὸ σκάμμα. Κἀκείνων σκαπτόντων ὡμίλει αὐτοῖς τὸν λόγον | 209 |
10 | τοῦ θεοῦ καὶ προετρέπετο τοὺς σὺν αὐτῷ ἀπὸ τῆς οἰκίας ἐξεληλυθότας, οἰκοδομῶν καὶ καταρτίζων αὐτοὺς ἐπὶ τὸ τοῦ θεοῦ μέγεθος καὶ ἐπευχόμενος ἑκάστῳ ἡμῶν. ὡς δὲ ἐτέ‐ λεσαν τὸ σκάμμα οἱ νεανίσκοι καθὼς ἠβουλήθη, ἡμῶν μηδὲν εἰδότων ἀποδύεται τὰ ἱμάτια αὐτοῦ ἃ ἠμφίεστο καὶ ἐπιβάλλει | |
15 | αὐτὰ ὥσπερ τινὰ στρωμνὴν ἐν τῷ βάθει τοῦ σκάμματος καὶ ἐν μόνῳ τῷ δικροσσίῳ στὰς ἀνατείνας τὰς χεῖρας ηὔξατο | |
οὕτως· | 210 | |
112 | Ὁ ἐκλεξάμενος ἡμᾶς εἰς ἀποστολὴν ἐθνῶν· ὁ πέμψας ἡμᾶς εἰς τὴν οἰκουμένην θεός· ὁ δείξας ἑαυτὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· ὁ μὴ ἠρεμήσας πώποτε ἀλλὰ ἀεὶ σῴζων ἀπὸ καταβολῆς κόσμου τοὺς δυναμένους σωθῆναι· | |
5 | ὁ διὰ πάσης φύσεως ἑαυτὸν γνωρίσας· ὁ καὶ μέχρι ζῴων ἑαυ‐ τὸν κηρύξας· ὁ τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ψυχὴν ἥμερον καὶ ἡσύχιον ποιήσας· ὁ διψώσῃ αὐτῇ τοὺς σοὺς λόγους ἑαυ‐ τὸν δούς· ὁ νεκρουμένῃ αὐτῇ ἐν τάχει ὀφθείς· ὁ βυθιζομένῃ αὐτῇ εἰς ἀνομίαν νόμος φανείς· ὁ νενικημένῃ αὐτῇ ὑπὸ τοῦ | |
10 | Σατανᾶ ἐμφανισθείς· ὁ νικήσας τὸν ἀντίδικον αὐτῆς ἐπὶ σὲ καταφυγούσης· ὁ δοὺς αὐτῇ τὴν σὴν χεῖρα καὶ ἀνεγείρας τῶν ἐν ᾅδου πραγμάτων· ὁ μὴ ἐάσας αὐτὴν ἐν σώματι πολιτεύε‐ | |
σθαι· ὁ δείξας αὐτῇ τὸν ἴδιον ἐχθρόν· ὁ τὴν ἐπὶ σὲ γνῶσιν καθαρὰν πεποιημένος θεὲ Ἰησοῦ· ὁ τῶν ὑπερουρανίων πατήρ· | 211 | |
15 | ὁ τῶν ἐπουρανίων δεσπότης· ὁ τῶν αἰθερίων νόμος καὶ τῶν ἀερίων δρόμος· ὁ τῶν ἐπιγείων φύλαξ καὶ τῶν ὑπογείων φόβος καὶ τῶν ἰδίων χάρις· δέξαι καὶ τοῦ σοῦ Ἰωάννου τὴν ψυχὴν τάχα ἠξιωμένην ὑπὸ σοῦ. | |
113 | ὁ κἀμὲ φυλάξας μέχρι τῆς ἄρτι ὥρας καθαρὸν ἑαυτῷ καὶ ἀμιγῆ μείξεως γυναικός· ὁ θέλοντί μοι ἐν νεότητι γῆμαι ἐπιφανεὶς καὶ εἰρηκώς μοι· Χρῄζω σου Ἰωάννη· Ὁ καὶ ἀσθένειάν μοι σωματικὴν προοικονομήσας· ὁ τρίτον μου βου‐ | |
5 | ληθέντος γῆμαι παραυτίκα ἐμποδίσας μοι, ἔπειτα δὲ ἡμέρας ὥρᾳ τρίτῃ ἐν θαλάσσῃ εἰρηκώς μοι· Ἰωάννη, εἰ μὴ ἦς ἐμός, εἴασα ἄν σε γῆμαι· Ὁ πηρώσας με δύο ἔτη, πενθεῖν καὶ δέε‐ | |
σθαί σου παρασχόμενος· ὁ τῷ τρίτῳ ἔτει ἐπανοίξας μοι τοῦ νοὸς τὰς ὄψεις καὶ τοὺς φαινομένους ὀφθαλμοὺς χαρισάμενός | 212 | |
10 | μοι· ὁ διαβλέψαντός μου καὶ τὸ ἀτενίσαι γυναικὶ ἐπαχθές μοι διαγράψας· ὁ τῆς προσκαίρου φαντασίας ῥυσάμενός με καὶ εἰς τὴν ἀεὶ μένουσαν ὁδηγήσας με· ὁ τῆς ἐν σαρκὶ ῥυ‐ παρᾶς μανίας χωρίσας με· ὁ τοῦ πικροῦ θανάτου στερήσας με, ἐπὶ δὲ σὲ καταστήσας με μόνον· ὁ τὴν ἀπόκρυφον νόσον | |
15 | τῆς ψυχῆς μου φιμώσας καὶ τὴν φανερὰν πρᾶξιν ἐκκόψας· ὁ θλίψας καὶ ἐξορίσας τὸν ἐν ἐμοὶ στασιάζοντα· ὁ ἄσπιλόν μου τὴν πρὸς σὲ φιλίαν καταστήσας· ὁ ἄθραυστόν μου τὴν πρὸς σὲ πορείαν καταρτίσας· ὁ ἀνενδοίαστόν μου τὴν εἰς σὲ πίστιν δούς· ὁ καθαράν μου τὴν εἰς σὲ γνώμην ὑπογράψας· | |
20 | ὁ τῶν ἔργων ἑκάστῳ τὸν ἐπάξιον ἀποδιδοὺς μισθόν· ὁ ἐγκατα‐ θέμενός μου τῇ ψυχῇ μηδὲν ἔχειν κτῆμα ἢ σὲ μόνον· τί γὰρ | |
σοῦ τιμιώτερον; νῦν οὖν κύριε ὅτε ἣν ἐπιστεύθην οἰκονομίαν παρὰ σοῦ ἐτέλεσα, καταξίωσόν με τῆς σῆς ἀναπαύσεως τὸ ἐν σοὶ τέλος χαριζόμενός μοι, ὅπερ ἐστὶν ἄρρητος καὶ ἄφθεγκτος | 213 | |
25 | σωτηρία. | |
114 | καὶ ἐρχομένου μου πρός σε ὑποχωρησάτω πῦρ, νικη‐ θήτω σκότος· ἀτονησάτω χάος· μαρανθήτω κάμινος· σβεσθήτω γέεννα· ἀκολουθησάτωσαν ἄγγελοι, φοβηθήτωσαν δαίμονες· θραυσθήτωσαν ἄρχοντες, δυνάμεις πεσέτωσαν· δεξιοὶ τόποι | |
5 | στηκέτωσαν, ἀριστεροὶ μὴ μενέτωσαν· ὁ διάβολος φιμωθήτω, ὁ Σατανᾶς καταγελασθήτω· ὁ θυμὸς αὐτοῦ ἐκκαυθήτω· ἡ μανία αὐτοῦ ἠρεμησάτω· ἡ τιμωρία αὐτοῦ ἀσχημονείτω· ἡ ὁρμὴ αὐτοῦ ὀδυνάσθω· τὰ τέκνα αὐτοῦ παταχθήτω καὶ ὅλη ἡ ῥίζα αὐτοῦ ἀπορρηθήτω. καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν | |
10 | ἀνύβριστον καὶ ἀνεπηρέαστον διανύσαι, ἀπολαμβάνοντα ἅπερ | |
ὑπέσχου τοῖς καθαρῶς βιοῦσιν καὶ σὲ μόνον ἀγαπήσασιν. | 214 | |
115 | Καὶ σφραγισάμενος ἑαυτὸν ὅλον ἑστὼς καὶ εἰρηκὼς Σὺ μετ’ ἐμοῦ κύριε Ἰησοῦ Χριστέ, κατεκλίθη ἐν τῷ σκάμματι ἔνθα τὰ ἱμάτια αὐτοῦ ὑπέστρωσεν· καὶ εἰπὼν ἡμῖν | |
Εἰρήνη μεθ’ ὑμῶν ἀδελφοί, παρέδωκε τὸ πνεῦμα χαίρων. | 215 |