TLG 0308 009 :: ION :: Fragmenta

ION Phil. Poeta
(Chius: 5 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 379–381.

frr. 1–5

Citation: Fragment — (line)

tit,1-2

ΙΩΝΟΣ ΤΡΙΑΓΜΟΣ

1

HARPOCR. unter Ἴων ἀναγράφουσι δὲ ἐν αὐτῶι τάδε· ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ οὐδὲν πλέον ἢ ἔλασσον τούτων τῶν τριῶν. ἑνὸς ἑκάστου ἀρετὴ τριάς· σύνεσις καὶ κράτος καὶ τύχη.

2

DIOG. VIII 8 Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν [Pytha— goras] ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. CLEM. Str. I 131 (II 81, 11 St.) Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ κτλ. [s. I 105, 31]. Harpocr. A 1 und SUID. u.
5 Ὀρφεύς: ἔγραψε Τριαγμούς, λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα.

3

PLUT. de fort. Rom. 1 p. 316 D Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν. Vgl. Quaest. conv. VIII 1, 1 ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης
5ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστα αὐτῆι ὅμοια ποιεῖ.379

3a

VARRO de origine linguae Latinae S. 201 Goetz ut Ion scribit, quinta et vicesima est littera quam vocant agma, cuius forma nulla est et vox communis est Graecis et Latinis ut aggulus ...

3b

LEXICUM SABBAITICUM ed. Papadopulos αὐτοφρόνων· Ἴων εἴ‐ ρηκεν· αὐτοφρόνων καὶ ὁμοσπόνδων.

4

DIOG. I 119ff. φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν Ὥρων [Σαμίων fr. 51 FHG II 481] ἐπιγεγράφθαι αὐτῶι [Pherekydes] τὸ ἐπίγραμμα τόδε· τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δ’ ἔτι πλεῖον,
5 Πυθαγόρηι τὠμῶι λέγε [?] ταῦθ’, ὅτι πρῶτος ἁπάντων ἔστιν ἀν’ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδ’ ἀγορεύων. Ἴων δ’ ὁ Χῖός φησι περὶ αὐτοῦ· ὣς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ
καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτο
ν,
10εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν ...380

5

CLEONID. Is. harm. 12 [Mus. scr. ed. Jan p. 202, 9] ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῶι ὀνόματι [τόνος] οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν· ‘ἡμεῖς τοι ... ὕμνουσ‘ [fr. 4 Diehl], ὁ δέ·
5ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα εἰς (?) συμφωνούσας ἁρμονίας τριόδους, πρὶν μέν ς’ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες
Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι ...381