TLG 0308 007 :: ION :: Fragmenta ION Phil.
Poeta Fragmenta Source: FGrH #392. : 3B:278–283. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,392,F1* | PAUSAN. 7, 4, 8: ** Ἴωνι δὲ τῶι ποιήσαντι τραγωιδίαν ἔστιν ἐν τῆι συγγραφῆι τοιάδε εἰρημένα· Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφηι τε ἐνταῦθα συγγενέσθαι, καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῶι παιδὶ ὄνομα | |
5 | θέσθαι Χίον. συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέραι νύμφηι, καὶ γενέσθαι οἱ παῖδας †Ἄγελόν τε καὶ Μέλανα. ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέ‐ λανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα. (9) ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ | |
---|---|---|
10 | τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν· ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίαι κατὰ μάντευμα ἐκ Δελφῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφί‐ κλου τετάρτηι γενεᾶι (βασιλείαν γὰρ ἔσχε καὶ οὗτος) ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῆι νήσωι, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. (10) γενομένης δὲ ἀπαλλαγῆς πολέμου | |
15 | Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον· τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίαι παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον· οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθ’ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας. | |
3b,392,F2 | ATHEN. 10, 28 p. 426 E: περὶ δὲ ταύτης κράσεως (scil. δύο πρὸς πέντε ἢ ἕνα πρὸς τρεῖς) Ἴων ὁ ποιητὴς ἐν τῶι Περὶ Χίου φησὶν ὅτι †εὑρὼν ὁ μάντις Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους· οἱ δ’ ἐπιτεταμένως χρώμενοι τῶι ποτῶι δύο οἴνου ἔπινον | |
5 | πρὸς πέντε ὕδατος. | |
3b,392,F3 | ORION Etym. p. 94, 25 Sturz (Et. M. p. 569, 34): λόγχη· λόγ‐ χας τὰς μερίδας Ἴωνες λέγουσιν. Ἴων ἐν Χίου Κτίσει· «ἐκ τῆς Τέω λόγχης λόγχας ποιεῖν πεντήκοντα». | 3 |
3b,392,F4 | ATHEN. 3, 44 p. 93 A: τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις. | |
3b,392,F5 | ATHEN. 3, 69 p. 107 A: καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη· «τῶι ἐπίπλωι ἐπικαλύψας». | |
3b,392,F6 | ATHEN. 13, 81 p. 603 E—604 D: φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδη‐ μίαις γράφει οὕτως· «Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἄνδρι παιδιώδει παρ’ οἶνον | |
5 | καὶ δεξιῶι. Ἑρμεσίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθη‐ ναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς ** ἐὼν δῆλος ἦν εἶπέ τε ‘βούλει με ἡδέως πίνειν;‘ φάντος δ’ αὐτοῦ, ‘βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπό‐ φερε τὴν κύλικα‘. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδός, | |
10 | εἶπε πρὸς τὸν συγκατακείμενον· ‘ὡς καλῶς Φρύνιχος (III 561, 2 Bgk4) ἐποίησεν εἴπας ‘λάμπει δ’ ἐπὶ πορφυρέαις παρῆισιν φῶς ἔρωτοσ‘. καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς ⟦ἢ Ἐρυ‐ θραῖοσ⟧, γραμμάτων ἐὼν διδάσκαλος· ‘σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνι‐ | |
15 | χος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέωι ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δὴ 〈καλὸν〉 τὸ καλὸν τῶι μὴ καλῶι φαινομένωι εἰκάζειν.‘ ἀνγελάσας 〈δ’〉 ἐπὶ τῶι Ἐρε‐ τριεῖ Σοφοκλῆς ‘οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμω‐ | |
20 | νίδειον (F 44 Diehl) κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι ‘πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένοσ‘, οὐδ’ ὁ ποιη‐ | |
τὴς (ἔφη) 〈ὁ〉 λέγων ‘χρυσοκόμαν Ἀπόλλωνα‘ (Pindar. Ol. 6, 41); χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς | 278 | |
25 | ‘ῥοδοδάκτυλον‘; εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιή‐ σειεν 〈ἄν〉‘. γελασάντων δέ, ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῆι ἐπιραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῶι λόγωι εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῶι μικρῶι δακτύλωι ἀφαιρε‐ | |
30 | τέοντα, εἰ καθοραῖ τὸ κάρφος. φάντος δὲ καθορᾶν, ‘ἀπὸ τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σοι‘. προσαγαγόντος δ’ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα, ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλὴ τῆι κεφαλῆι ἀσσο‐ τέρα γένηται· ὡς δ’ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῆι χειρὶ | |
35 | ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῆι ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ‘μελετῶ (εἶπεν) στρατηγεῖν, ὦ ἄνδρες, ἐπειδήπερ Περικλῆς ποιεῖν μέν 〈με〉 ἔφη, στρατηγεῖν δ’ οὐκ ἐπίστασθαι. ἆρ’ οὖν οὐ κατ’ ὀρθόν μοι πέπτωκεν τὸ στρατή‐ γημα;‘ τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν, ὅτε | |
40 | πίνοι [ἢ πράσσοι]. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτή‐ ριος ἦν, ἀλλ’ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων». | |
3b,392,F7 | SCHOL. M AISCHYL. Pers. 432: Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖ‐ ναι Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησίν. | |
3b,392,F8 | POLLUX 2, 88: παρὰ δ’ Ἴωνι τῶι τραγικῶι ἐν τῶι ἐπιγραφομένωι Συνεκδημητικῶι καὶ «σπανοπώγων» τις ὀνομάζεται. | |
3b,392,F9 | DIOG. LAERT. 2, 23: Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα (scil. τὸν Σω‐ κράτη) εἰς Σάμον σὺν Ἀρχελάωι ἀποδημῆσαι. | |
3b,392,F10 | LEX. SABBAIT. p. 1, 20 Pap—Ke: Ἴων εἴρηκεν «αὐτοφρόνων καὶ ὁμοσπόνδων». | |
3b,392,F11 | PHOT. BEROL. p. 40, 23 Rei: .... ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυ‐ ναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ | 279 |
5 | Δίφιλος ἐν Ἀμαστρίδι (II 543, 10 K)· καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα «Ἀθηναίαν ξένην» φησί, καὶ Πίνδαρος ἐν Σκολίοις (—). | |
3b,392,F12 | PLUTARCH. Kim. 5, 3: ἦν δὲ καὶ τὴν ἰδέαν οὐ μεμπτός, ὡς Ἴων ὁ ποιητής φησιν, ἀλλὰ μέγας, οὔληι καὶ πολλῆι τριχὶ κομῶν τὴν κεφαλήν. | |
3b,392,F13 | PLUTARCH. Kim. 9, 1: συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων, παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι. καὶ τῶν σπονδῶν γενομένων, παρακληθέντος ἆισαι καὶ ἄισαντος οὐκ ἀηδῶς, ἐπαινεῖν τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους· ἐκεῖνον γὰρ ἄιδειν μὲν οὐ φάναι | |
5 | μαθεῖν οὐδὲ κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι. (2) τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότωι, τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον ἓν διελθεῖν στρα‐ τήγημα τῶν ἰδίων ὡς σοφώτατον. (3) ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῶι Κίμωνι δια‐ | |
10 | νεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτοὺς χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ἠιτιῶντο τὴν διανομὴν ὡς ἄνισον. (4) ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ’ ἂν ἐκεῖνοι καταλίπωσιν ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώ‐ | |
15 | τους ἀπέλιπον. (5) καὶ τότε μὲν ὁ Κίμων ἀπήιει γελοῖος εἶναι δοκῶν διανο‐ μεύς, τῶν μὲν συμμάχων ψέλια χρυσᾶ καὶ μανιάκας καὶ στρεπτοὺς καὶ κάνδυας καὶ πορφύραν φερομένων, τῶν δ’ Ἀθηναίων γυμνὰ σώματα κακῶς ἠσκημένα πρὸς ἐργασίαν παραλαβόντων. (6) μικρὸν δ’ ὕστερον οἱ τῶν ἑαλωκότων φίλοι καὶ οἰκεῖοι καταβαίνοντες ἐκ Φρυγίας καὶ Λυδίας ἐλυτροῦντο μεγάλων χρη‐ | |
20 | μάτων ἕκαστον, ὥστε τῶι Κίμωνι τεσσάρων μηνῶν τροφὰς εἰς τὰς ναῦς ὑπάρξαι καὶ προσέτι τῆι πόλει χρυσίον οὐκ ὀλίγον ἐκ τῶν λύτρων περιγενέσθαι. | |
3b,392,F14 | PLUTARCH. Kim. 16, 8: πέμπουσιν οὖν οἱ Λακεδαιμόνιοι Περι‐ κλείδαν εἰς Ἀθήνας δεόμενοι βοηθεῖν ..... (9) Ἐφιάλτου δὲ κωλύ‐ οντος καὶ διαμαρτυρουμένου μὴ βοηθεῖν .... Κίμωνά φησι Κριτίας (IV) .... ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν. (10) | |
5 | ὁ δ’ Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ὧι μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε, παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιιδεῖν | |
γεγενημένην. | 280 | |
3b,392,F15 | PLUTARCH. Perikl. 5, 3: ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους, καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων· ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσωμένον ἐν ταῖς 〈συμ〉περιφοραῖς. | |
5 | ἀλλ’ Ἴωνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν. | |
3b,392,F16 | PLUTARCH. Perikl. 28, 7: θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν (scil. τὸν Περικλέα) ὁ Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν, αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος. | |
3b,392,F17a | PLUTARCH. De fort. Rom. 1 p. 316 D: Ἴων μὲν οὖν ὁ ποιη‐ τὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιό‐ τατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν, | |
5 | εἰς δύναμιν, εἰς ἡγεμονίαν. | |
3b,392,F17b | —Quaest. symp. 8, 1, 1 p. 717 B: οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστ’ αὐτῆι ὅμοια ποιεῖ. | |
3b,392,F18 | POLLUX 2, 95 (TZETZ. Chil. 3, 957/8): ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατὴρ .... (τὸ μὲν ὄνομα αὐτῶι Τίμαρχος ἦν), διστοίχους δ’ εἶχεν ἄρα τῶι Ἀριστοτέλους λόγωι (F 527 Rose) τοὺς ὀδόντας, κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου δόξαν (FTG p. 738, 30 N2) τριστοίχους Ἡρακλῆς. | |
3b,392,F19 | POLLUX 6, 98: βομβυλιὸς δὲ τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῆι πόσει, ὡς Ἀντισθένης ἐν Προτρεπτικῶι· τὸ δὲ ποτήριον Ἴων (p. 745, 64 N2) ἐκάλεσεν. | |
3b,392,F20 | VARRO De orig. ling. Lat. fr. 46 p. 201 Goetz—Schoell: ut Ion scribit, quinta vicesima est littera quam vocant agma, cuius forma nulla est .... Graeci et Accius noster bina g scribunt, alii n et g. | |
3b,392,F21 | PHRYNICH. Ekl. 287 Ruth: παραθήκην Ἱππίαν (Vorsokr.5 86 [79] B 10) καὶ Ἴωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης. | |
3b,392,F22 | PLUTARCH. De prof. in virt. 8 p. 79 DE (STOB. Floril. 3, 29, 89): ἀλλ’ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται .... οἷα καὶ περὶ Αἰσχύλου λέγεται καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον | |
5 | ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ‘ὁρᾶισ‘ ἔφη, ‘οἷον ἡ ἄσκησίς ἐστιν· ὁ πεπληγὼς σιωπᾶι, οἱ | |
δὲ θεώμενοι βοῶσιν‘. | 281 | |
3b,392,F23 | VITA SOPHOKL. 20: ἠθοποιεῖ τε καὶ ποικίλλει (scil. Σοφοκλῆς) καὶ τοῖς ἐπι‐ νοήμασι τεχνικῶς χρῆται, Ὁμηρικὴν ἐκματτόμενος χάριν, ὅθεν εἰπεῖν † Ἰωνικόν τινα μό‐ νον Σοφοκλέα τυγχάνειν Ὁμήρου μαθητήν. | |
3b,392,F24a | HARPOKR. s.v. Ἴων· (T 3) φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους (?)· ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται «Τριαγμοί», καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεὺς ἀναγράφουσιν. ** δὲ ἐν αὐτῶι τάδε »** ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα | |
5 | τρία καὶ [πλέον τοῦδε] πλείω 〈οὐδὲν οὐδὲ〉 ἐλάσσω [τούτων τῶν τριῶν]. ἑνὸς ἑκάστου ἀρετὴ τριάς, σύνεσις καὶ κράτος καὶ τύχη». | |
3b,392,F24b | ISOKRAT. II. ἀντιδ. 268: τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ νεῖκος καὶ φιλίαν ἐν αὐτοῖς, Ἴων δ’ οὐ πλείω τριῶν, Ἀλκμαίων δὲ δύο μόνα, Παρμενίδης δὲ καὶ Μέλισσος ἕν, Γοργίας δὲ παντελῶς οὐδέν. | |
3b,392,F24c | PHILOPON. De gen. et corr. p. 207, 18 Vit.: πῦρ μὲν καὶ γῆν ὑπέθετο Παρ‐ μενίδης, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγωιδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο. | |
3b,392,F25a | DIOG. LAERT. 8, 8: Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν (scil. Πυθαγόραν) ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. | |
3b,392,F25b | CLEM. AL. Strom. 1, 131, 4: Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. (5) Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα 〈ἀναφερομένησ〉 ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ | |
5 | Φυσικὰ Βροντίνου. | |
3b,392,F25c | SUDA s.v. Ὀρφεὺς Λειβήθρων· .... ἔγραψε Τριασμούς (λέγον‐ ται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ)· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, Κλήσεις κοσ‐ μικαί, Νεοτευκτικά, Ἱεροὺς λόγους ἐν ῥαψωιδίαις κδ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου) .... καὶ Φυσικά, ἃ Βροντίνου φασίν. | |
3b,392,F26 | AET. Plac. 2, 25, 11 (Doxogr. p. 356 b 21): Περὶ σελήνης οὐσίας ..... | |
Ἴων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δὲ ἀφεγγές. | 282 |