TLG 0308 006 :: ION :: Testimonia

ION Phil. Poeta
(Chius: 5 B.C.)

Testimonia

Source: FGrH #392. : 3B:276–278.

Citation: Volume-Jacoby#-T — fragment — (line)

3b,392,T

1

SUDA s.v. Ἴων Χῖος· τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος· δράματα δὲ αὐτοῦ ιβ, οἱ δὲ λ, ἄλλοι δὲ μ φασίν. οὗτος ἔγραψε Περὶ μετεώρων (F 24/6) καὶ συνθέτους λόγους. ὃν παί‐
5ζων Ἀριστοφάνης ὁ κωμικὸς (Pax 832 ff.) Ἀοῖόν φησιν. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.

3b,392,T

2

SCHOL. RV ARISTOPH. Pax 835: Ἴων ὁ Χῖος· διθυράμβων καὶ τρα‐ γωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχὴ (F 9 Diehl) «Ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον». φαίνεται δὲ τετελευκὼς ἐκ τούτων· παίζων οὖν ὁ Ἀριστοφάνης ἀοῖον αὐτόν φησι ἀστέρα
5κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα
καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ 〈Χίου〉 κτίσις (F 1/3) καὶ Κοσμολογικὸς (F 24/6) καὶ Ὑπομνήματα (F 4/7) καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν3
10ὁμοῦ διθύραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις. Σωκράτους δὲ τοῦ φιλο‐ σόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος «Ἴων». μέμνηται αὐτοῦ καὶ Καλλί‐ μαχος ἐν τοῖς Χωλιάμβοις (Dieg. 9, 32 ff.; F 203 Pf), ὅτι πολλὰ ἔγραψεν.

3b,392,T

3

HARPOKR. s.v. Ἴων· Ἰσοκράτης ἐν τῶι Περὶ ἀντιδόσεως (§ 268). Ἴωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ πολλά· μέλη καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ
5Καλλίμαχος ἀντιλέγεσθαί φησιν (F 100 d 15 Schn. = 449 Pf) ὡς Ἐπιγέ‐ νους (?). ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται «Τριαγμοί», καθὰ Δη‐ μήτριος ὁ Σκήψιος (F 69 Gaede) καὶ Ἀπολλωνίδης ὁ Νικαεὺς (IV) ἀναγρά‐ φουσιν.

3b,392,T

4

STRABON 14, 1, 35: ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς (115) καὶ Θεόκριτος ὁ σοφιστής (III C).

3b,392,T

5a

PLUTARCH. Kim. 9, 1 (F 13): συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων, παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι (ca. 465).

3b,392,T

5b

ATHEN. 13, 81 p. 603 E (F 6): Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός.

3b,392,T

5c

ATHEN. 11, 8 p. 463 AB: καὶ Ἴων δὲ ὁ Χῖός φησιν (F 2 Diehl)· «Χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε / .... σπένδοντες δ’ ἀγνῶς Ἡρακλέι τ’ Ἀλκμήνηι τε / Προκλέι Περσείδαις τ’ ἐκ Διὸς ἀρχόμενοι, / πίνωμεν, παίζωμεν κτλ.

3b,392,T

6

ARGUM. EURIP. Hippol. p. 2, 8 Schw: ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρ‐ χοντος ὀλυμπιάδι πζ ἔτει δ· πρῶτος Εὐριπίδης, δεύτερος Ἰοφῶν, τρίτος Ἴων.

3b,392,T

7

THUKYD. 8, 38, 3 (a. 412): οἱ δὲ Χῖοι ἐν πολλαῖς ταῖς πρὶν μάχαις πεπληγμένοι, καὶ ἄλλως ἐν σφίσιν αὐτοῖς οὐ πάνυ εὖ διακείμενοι, ἀλλὰ καὶ τῶν μετὰ Τυδέως τοῦ Ἴωνος ἤδη ὑπὸ Πεδαρίτου ἐπ’ ἀττικισμῶι τεθνεώτων κτλ.

3b,392,T

8

ATHEN. 10, 48 p. 436 F: Βάτων δ’ ὁ Σινωπεὺς (268 F 6) ἐν τοῖς
Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα· καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις (II 254, 7 Bgk4) ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι276
5Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214, 17 K).277