TLG 0308 002 :: ION :: Fragmenta ION Phil.
Poeta Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 78–80. frr. 26–30, 32 Citation: Fragment — (line) | ||||
26 | θυρσοφόρος μέγα πρεσβεύων Διόνυσος, αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων, αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσς’ οἰνὰς ὑπὸ χθονίων | |||
5 | πτόρθον ἀνασχομένη θαλερῶι ἐπτύξατο πήχει αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσηι ἄλλος ἐπ’ ἄλλωι, πρὶν δὲ σιωπῶσιν· παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, πόνον ὄλβιον ἀνθρώποισιν, | |||
---|---|---|---|---|
10 | ξυνὸν τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε τῶν ἀγαθῶν 〈 ......... | |||
12 | 〉βασιλεὺς οἶνος ἔδειξε φύσιν. τῶι σὺ πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, | |||
15 | χαῖρε· δίδου δ’ αἰῶνα καλῶν ἐπιήρανε ἔργων | |||
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. | ⊗ | |||
27 | χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· †ὁ δὲ χρυσὸς οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.† | |||
5 | σπένδοντες δ’ ἁγνῶς Ἡρακλεῖ τ’ Ἀλκμήνηι τε, Προκλεῖ Περσείδαις τ’ ἐκ Διὸς ἀρχόμενοι πίνωμεν, παίζωμεν· ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις· ἑκὼν δ’ ἄρχε φιλοφροσύνης. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος, | 78 | ||
10 | κεῖνος τῶν ἄλλων κυδρότερον πίεται. | |||
28 | αὐτὰρ ὅ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει. | |||
29 | τόν ποτε Θησείδης ἔκτισεν Οἰνοπίων. | |||
30 | ὣς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως σοφός, ὃς περὶ πάντων | |||
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν. | 79 | |||
32 | ⊗ | ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχουσα †τὰς συμφωνούσας ἁρμονίας τριόδους· πρὶν μέν ς’ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες | ||
Ἕλληνες, σπανίαν μοῦσαν ἀειράμενοι. | 80 |