TLG 0308 001 :: ION :: Fragmenta

ION Phil. Poeta
(Chius: 5 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 96–114.

frr. 1–29, 31–43, 43b–43c, 44–68

Citation: Fragment — (line)

tit,1-5

ΑΓΑΜΕΜΝΩΝ

1

οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μέγ’ ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν96

2

κακῶν ἀπέστω θάνατος, ὡς ἴδῃ κακά

3

ἱππικὸν χλίδος

4

πεδανῷ ὕπνῳ97

5

αἰετός

tit,5a-8

ΑΛΚΜΗΝΗ

5a

καὶ μὴν ἅπαντα τίκτεται πρῶτον γοναῖς ἄϊδρα, πειραθέντα δ’ ἐκδιδάσκεται

6

καταφράκτοις ψυχαῖς

7

σάγη φερέσβιος

8

αὐτάγητοι

tit,8a-9a

ΑΡΓΕΙΟΙ

8a

οὐδεὶς ἀναιτίατος ἀγγέλλων κακά98

9

ὡς παλαιὸν †ακις σάρον

9a

φαιδρός

tit,10-13a

ΕΥΡΥΤΙΔΑΙ

10

ἐκ ζαθέων πιθακνῶν ἀφύσαντες ὄλπαις οἶνον ὑπερφίαλον κελαρύζετε

11

ἀθίκτ〈ους κ〉όρας

12

ἰήιος99

13

κυδρός

13a

ψαλάσσω(ν)

tit,prae14

ΚΑΙΝΕΥΣ vid. ΦΟΙΝΙΞ

14

(tit)

ΛΑΕΡΤΗΣ
1ἴθι μοι δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος, μή τις ἔλθῃ βροτῶν

tit,15-17

ΜΕΓΑ ΔΡΑΜΑ

15

ψαθαρὸν νάρθηκα

16

†μελαγχετ(ον)100

17

ὀνοταζομένη

tit,17a-33a?

ΟΜΦΑΛΗ ΣΑΤΥΡΟΙ 〈ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται πρὸ τῶν τῆς Ὀμφάλης βασιλείων〉

17a

Ὅρων μὲν [ἤ]δη Πέλοπος ἐξελαύ[νο]μεν, Ἑρμῆ, βόρειον [ἵπ]πον, ἄνεται δ’ ὁδός

18

Εὐβοῖδα μὲν γῆν λεπτὸς Εὐρίπου κλύδων †Βοιωτίας ἀκτῆς ἐχώρισεν ἐκτέμνων πρὸς κρῆτα πορθμόν†

19

σπίλον Παρνασσίαν101

20

ἴτ’ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους

21

〈ΗΡΑΚΛ.〉 ἐνιαυσίαν γὰρ δεῖ με τὴν ὁρτὴν ἄγειν

22

〈ΟΜΦ.〉 ἀλλ’ εἶα, Λυδαὶ ψάλτριαι, παλαιθέτων ὕμνων ἀοιδοί, τὸν ξένον κοσμήσατε

23

〈ΟΜΦ.〉 Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς102

24

βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροός ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον

25

καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον

26

οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει

27

ἔσπεισας· ἀλλὰ πῖθι Πακτωλοῦ ῥοάς103

28

ἐξανθρακώσας πυθμέν’ εὔκηλον δρυός

29

ὑπὸ δὲ τῆς εὐφημίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας

30*

εἶχεν ... τοὺς ὀδόντας ... τριστοίχους Ἡρακλῆς

31

ἐρρωπίζομεν

32

θίασος104

33

(τούς) βαρβάρους ... χελιδόνας

33a?

[ φη]σὶ δὲ [περὶ [? Ὀμφάλ]ης Ἴων[ [ ]λ̣η̣ν τι[

tit,34-35

ΤΕΥΚΡΟΣ

34

ἡμεῖς τ’ ἄϊδροι πρὸς πέτραις ἐπαίομεν

35

ἀμφιβῶτις

tit,36-41b

ΦΟΙΝΙΞ Η ΚΑΙΝΕΥΣ (vel ΟΙΝΕΥΣ ?)105

38

ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ, στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας
5κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος **

36

καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πουλύπουν χροός

37

ἀλλ’ ὦ θυρέτρων τῶνδε κωμῆται θεοί

39

ἐπὶ δ’ αὐλὸς ἀλέκτωρ
Λύδιον ὕμνον ἀχέων106

40

δρυός μ’ {εν} ἱδρώς καὶ θαμνομήκης ῥάβδος ἥ τ’ Αἰγυπτία βόσκει λινουλκὸς χλαῖνα θήραγρος πέδη

41

εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος, 〈ὦ〉 πολιῆται

41a

ἐκ τῶν ἀίδρων

41b

ὡς ἀμφαδὸν πέπραγα πανταχῇ καλῶς

tit,42-43

ΦΟΙΝΙΞ Βʹ

42

ἐκτύπο〈υ〉ν ἄγων βαρύν
αὐλὸν τρέχοντι ῥυθμῷ107

43

τιμαλφής

tit,43b-49a

ΦΡΟΥΡΟΙ

43b

καὶ πῶς παρῆλθεν θάλαμον εὐναῖον ξένος;

43c

〈ΟΔΥΣΣ. ?〉 τροπαῖον αὖ με παρεφόβησεν †ἅβρα

44

ΟΔΥΣΣ. ...
ΕΛΕΝΗ .. σιγᾷ μέν, ἐχθαίρει δέ, βούλεταί γε μήν108

45

{π}ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ

46

νιφόεσς’ Ἑλένη

47

πυργείαν 〈σ〉κοπήν

48

στέφανοι χειρῶν

49

κλητῆρα

49a

προσφοραῖος109

t,50-68

INCERTARUM FABULARUM FRAGMENTA

50

ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησαι φρένας

51

κότυλον οἴνου πλέον

52

Νυμφαῖον ὄχθον

53

οὐδ’ ὅ γε σῶμα τυπεὶς διφυεῖς τε κόρας ἐπιλάθεται ἀλκᾶς, ἀλλ’ ὀλιγοδρανέων φθογγάζεται· θάνατον δ’ ὅ γε δουλοσύνας προβέβουλε

53a

ἀμβλωπός110

53b

νῦν δ’ ἐγγὺς ἠοῦς ἡνίκ’ οὐδέπω φάος οὐδ’ ἀμβλὺς ὄρθρος

53c

(ἀρχὴ νόμου κιθαρῳδικοῦ·) ἀμφὶ ἄνακτας (?)

53d

ἀναρσίας

53e

ἀπροσδόκητοι {γὰρ} καὶ ἄνοπλοι πορθούμεθα

53f

αὐτοφρόνων καὶ ὁμοσπόνδων

54

ἐξῆλθον †οἱ μωνῆται καί τ’ ἡμῶν† τροφός
παίδων, βόθρους λιποῦσα πενθητηρίους111

58

κακὴ ... δελφῖνος ἐν χέρσῳ βία **

55

τὸ γνῶθι σαυτὸν τοῦτ’ ἔπος μὲν οὐ μέγα, ἔργον δ’ ὅσον Ζεὺς μόνος ἐπίσταται θεῶν

56

φίλων δ’ ὅ τ’ ἐλθὼν λυπρὸς ὅ τ’ ἀπιὼν βαρύς

57

μέλας γὰρ αὐταῖς οὐ πεπαίνεται βότρυς (sc. ταῖς τῆς σελήνης αὐγαῖς)112

59

βραχὺν λίνου κύπασσιν ἐς μηρὸν μέσον ἐσταλμένος

60

ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω

61

τύπτου τὸν αὑτοῦ κρᾶτα

63

οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις, ἀλλ’ εὖτ’ ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ,
βουλὴ μὲν ἄρχει, χεὶρ δ’ ἐπεξεργάζεται113

64

βομβυλιός

65

πυκναία ?

66

ῥᾶ

67

(τὼ) τραχεῖ

68

φοινικόλεγνον114