TLG 0298 005 :: EUMELUS :: Fragmenta epica

EUMELUS Epic.
(Corinthius: 8/7 B.C.)

Cf. et TITANOMACHIA (1737)

Fragmenta epica

Source: Bernabé, A. (ed.), Poetarum epicorum Graecorum testimonia et fragmenta, pt. 1. Leipzig: Teubner, 1987: 108–114.

  • frr. 2–3, 8, 12, 16, 19
  • frr. 2–3, 8: Corinthiaca
  • fr. 12: Europa
  • fr. 16: fragmentum incerti operis
  • fr. 19: dubium est

Citation: Fragment — (line)

t2-8

ΚΟΡΙΝΘΙΑΚΑ

2

πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες.108

3

ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός.
ἣν μὲν ἔχ’ Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ·109
5ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτηι δῶκεν ἅπασαν. Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν, εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος,
ἢ πάις ἢ υἱωνός· ὃ δ’ ἵκετο Κολχίδα γαῖαν.110

8

〈Ἰσθμοῖ’〉 εὐδαίμων πιτυώδεος ὄλβιος αὐχήν,
Ὠκεανοῦ κούρης Ἐφύρης 〈ἕδοσ〉, ἔνθα Ποσειδῶν, μητρὸς ἐμῆς Λαμίης γενέτωρ, προὔθηκεν ἀγῶνα πρῶτος ἅμ’ Ἠελίωι, τιμὰς δ’ ἠνέγκατο μοῦνος.111

12t

ΕΥΡΩΠΙΑ112

12

ὄφρα θεῶι δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.

16

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι.113

19

οἳ δ’ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι δούρασι τ’ ἀμφιγύοις κορύθεσσί τε λαμπομένηισιν Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δ’ αἴγλη
5νειόθεν Οὔλυμπόνδε δι’ ἠέρος ἀστράπτουσα.114