TLG 0298 002 :: EUMELUS :: Fragmenta

EUMELUS Epic.
(Corinthius: 8/7 B.C.)

Cf. et TITANOMACHIA (1737)

Fragmenta

Source: Kinkel, G. (ed.), Epicorum Graecorum fragmenta, vol. 1. Leipzig: Teubner, 1877: 188, 191, 193, 195.

  • frr. 2, 9, 11, 13, 16
  • Dup. partim 0298 001, 004 (fr. 2)

Citation: Fragment — (line)

2

Ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός· ἣν μὲν ἔχ’ Ἀσωπός, ταύτην πόρε δίῳ Ἀλωεῖ·
5ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτῃ δῶκεν ἅπασαν· Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν, εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος
ἢ πάις ἢ υἱωνός· ὃ δ’ ᾤχετο Κολχίδα γαῖαν.188

9

Τὸν δ’ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο, Αἰήτην. οἳ δ’ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἳ δ’ ἐπὶ γαῖαν μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν ἠύτε πεῦκαι
5ἢ δρύες, ἅς τ’ ἀνέμοιο κατάικες δονέουσιν.191

11

Ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.

13

Τῷ γὰρ Ἰθωμάτᾳ καταθύμιος ἔπλετο μοῖσα
ἁ καθαρὰ ....... καὶ ἐλεύθερα σάμβαλ’ ἔχοισα.193

16

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι.195