TLG 0284 055 :: Aelius ARISTIDES :: Πανηγυρικὸς ἐπὶ τῷ ὕδατι ἐν Περγάμῳ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Πανηγυρικὸς ἐπὶ τῷ ὕδατι ἐν Περγάμῳ

Source: Dindorf, W. (ed.), Aristides, vol. 2. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 707–709.

Citation: (Line)

1Ὁμήρῳ μὲν εἰς τὴν δύνοδον τῶν χειμάρρων εἴρηται Τῶν δέ τε τηλόθι δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· καὶ φρίξαντα δή φησιν αὐτὸν εἰς τὸ σπήλαιον εἰσελαύνειν τὰς ὄϊς· ἐγὼ δὲ καίτοι τοσοῦτον ὑμῶν ἀπέχων τὸ νῦν
5ἀκούσας τοῦ ὕδατος τὴν εἰσβολὴν καὶ ὅσον τι κόσμου προσγέγονε τῇ πόλει, οὐχ οἷός τε ἦν ἡσυχάζειν ὑφ’ ἡδο‐ νῆς, ἀλλ’ ἐφθεγγόμην τε ἃ ἐφθεγγόμην καὶ τοῦ σώματος ᾐσθανόμην ἐλαφροτέρου καὶ χαρᾶς ἀπῆν οὐδέν, δυοῖν δ’ ἡμέραιν πρότερον πρὶν ἀκοῦσαι· οὐ γὰρ χεῖρον ἴσως πρὸς707
10ὑμᾶς εἰπεῖν· ἀκούσεσθε γὰρ ἡδέως τοῦ θεοῦ χάριν τοῦ προδείξαντος καὶ ἅμα τῆς εὐφημίας· ὄψις ὀνειράτων γενο‐ μένη μοι ὡσπερεὶ διπλασίαν ἐδείκνυε τὴν πόλιν, χωρίον τε δή τινος προσθήκῃ πεπορισμένου συνεχῶς πρὸς αὐτὴν καὶ δημοσίων δὴ κόσμων προσγενομένων παραπλησίων μά‐
15λιστά πως τοῖς περὶ τὸν φίλιον. διὰ ταῦτ’ οὖν ὄναρ τε ἐγανύμην καὶ ἐπειδὴ ἀνέστην, ἐλάμβανον εἰς ἀγαθὸν τῇ τε πόλει καὶ ἐμαυτῷ. τριταία δὲ ἐπὶ τούτοις ἀγγελία παρὰ ἀνδρὸς τῶν ἐπιτηδείων ἀφικνεῖται φράζουσα καὶ δὴ πᾶσαν ὑμῖν τὴν Ἀσίαν συνεορτάζειν τῆς περὶ πάντα ἀγαθῆς τύ‐
20χης. εἶναι γὰρ τὸ ὕδωρ πλήθει τε πλεῖστον καὶ κάλλει κάλλιστον ὅσων ἔλαχον πόλεις. ἦγον οὖν οὐχ ὅσον ἠρινὴν ἡμέραν, ἀλλ’ οἵαν εἰκὸς ἄγειν Διός τε εὐαγγελίου καὶ Ἀσκληπιοῦ σωτῆρος πανταχῆ τιμῶντος. καὶ συνέχαιρον δὴ τῇ πόλει μὲν τῶν προσγεγονότων, ἐμαυτῷ δὲ ὡς ἠξιώθην
25προακοῦσαι, δῆλον ὅτι ὡς οὐδενὸς ἧττον ἐμοὶ τῆς πόλεως προσῆκον. μετὰ δὲ τοῦτο ἐλογιζόμην ὡς τὸ μὲν χαίρειν κοινὸν ἁπάντων καὶ ἀνδρῶν καὶ παιδαρίων καὶ γυναικῶν, ἅτε τῆς ὄψεως προξενούσης τὴν ἡδονὴν, λόγῳ δὲ ἐπι‐ κοσμῆσαι τὴν τῶν Νυμφῶν δόσιν τάχα ἄν τινος εἴη τῶν
30περὶ τὸν Παιᾶνα διατριψάντων καὶ τῶν ἐπιταχθέντων τῶν ἐν λόγοις. ἀνεμιμνησκόμην δὲ τῶν ποιητῶν, ὅτι Νύμ‐ φας καὶ Μούσας ἀεί πως συνάγουσι. καὶ τὸν Ἑρμῆν ὡς χορηγὸν ἀεὶ προσαγορεύουσι τῶν Νυμφῶν· καὶ πάλιν γε Ἀπόλλωνα χορηγὸν Μουσῶν· ὁ δ’ αὐτὸς οὗτος ὑμῖν θεὸς
35καλλιτέκνου προσηγορίαν εἶχε, τοῦ πατρὸς ἕνεκα. ἁπαν‐ ταχῆ δὴ πρέπον τε καὶ οὐκ ἄωρον ἐφαίνετο τῇ τῶν Νυμ‐ φῶν χάριτι συγκεράσαι τὴν παρὰ τῆς μουσικῆς. πᾶσι γὰρ ἂν προσήκοντα πράττειν οἷς εἶπον θεοῖς. ἐξ ἀρχῆς δ’, ὡς ἔοικε, τὰ κάλλιστα ἐδόθη τῇ πόλει καὶ παρὰ θεῶν καὶ708
40παρὰ ἀνθρώπων. τοῦτο μοι πρεσβύτατοι δαιμόνων ἐν‐ ταῦθα λέγονται γενέσθαι Κάβειροι, καὶ τελεταὶ τούτοις καὶ μυστήρια, ἃ τοσαύτην ἰσχὺν ἔχειν πεπίστευται ὥστε
χειμώνων τε ἐξαισίων ......709