TLG 0284 052 :: Aelius ARISTIDES :: Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Source: Dindorf, W. (ed.), Aristides, vol. 2. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 584–608.

Citation: Jebb page — (line)

425

Ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφ’ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δ’, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμ‐ νων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃ‐
5τούμην, ἀλλ’ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν· ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δ’ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα; ἀλλ’ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ· εἰ δὲ μὴ,
10πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα; ἔπειτα
σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρ’ ἡμῶν λάβῃς. εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθ’ ὅτου, εἰ δ’ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάν‐
15των ὁ κίνδυνος. ὥστε πῶς δίκαιος εἶ περιορᾶν; ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα; ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσον‐ τες· οὕτω πυκνοὶ πίπτουσιν. ἔπειτα νῦν γε ὦ πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς. δέδοικα μέντοι μὴ
20σοῦ πλεονάζοντος τοὐναντίον ἢ σὺ βούλει γένηται, κἀκεῖ‐ νον ἀφέντες, εἶτά σοι μέμφωνται. μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδ’

426

ὕστερον ἐθέλοντα παύσασθαι μετρίως δόξειν βεβουλεῦσθαι. χωρὶς δὲ τούτων οὐ σὸν, ὦ φίλε Ἀχιλλεῦ, μᾶλλον ὅπως τις δικαίως μισηθήσεται ζητεῖν ἢ ὅπως τὸ κοινὸν σωθή‐ σεται. εἰ γὰρ δεῖ χαλεπαίνειν διὰ τέλους, τοῖς βαρβάροις
5ἂν ἔγωγε φαίην δεῖν καὶ τοῖς φύσει πολεμίοις. πολὺ γὰρ μείζω πρὸς τούτους ἡμῖν τὰ ἐγκλήματα καὶ ὑπὲρ μειζόνων. ὥστε πῶς δίκαιον τὸν μὲν ἐπὶ καιροῦ λυπήσαντα μισεῖν, τοὺς δ’ ἐξ ὅτου γεγόνασι πολεμίους μὴ ὅσον ἀθώους περιορᾶν, ἀλλὰ καὶ τοσοῦτον κρατοῦντας τῶν σῶν ἑταίρων
10καὶ μεθ’ ὧν ὤφθης πρῶτον αὐτοῖς; ἐπεὶ νῦν εἴ σοι δέ‐ δοκται παντάπασι διαφθεῖραι τὸ στρατόπεδον, τί οὐκ ἄντικρυς γίγνει μετὰ τῶν βαρβάρων καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεος ἐᾷς προσελαύνειν, αὐτὸς δὲ ἀπὸ τοῦ Σιγείου προσ‐ βαλὼν ἐν μέσῳ σαυτοῦ τε κἀκείνων ποιεῖς; ὅτι νὴ Δία
15οὐκ ἀνεκτὰ ταῦτα οὐδ’ ὅσια; τῶν αὐτῶν τοίνυν τούτων ἔχεται λογισμῶν καὶ ἡ νυνὶ βοήθεια. ἀπόλλυνται μὲν γὰρ οὐδὲν ἧττον καὶ τὴν ἡσυχίαν ἄγοντος σοῦ, πρόσεστι δὲ τῷ σχήματι ῥᾳθυμία, τῷ δοκεῖν θεωρεῖν τὰ γιγνόμενα. ὥστε διπλοῦν ἀνθ’ ἁπλοῦ τοὔνειδος γίγνεται· καὶ γὰρ
20μισεῖν τοὺς ὁμοφύλους δοκεῖς καὶ φοβεῖσθαι τὴν μάχην. μὴ σύ γε, ἀλλ’ ἐξ ἀρχῆς δυοῖν ἑλοῦ θάτερον· εἰ μὲν τὰ τῆς ὀργῆς νικᾷ, χρῆσαι παντὶ τῷ θυμῷ, εἰ δ’ ἐπίστασαι λογίζεσθαι, μὴ σχίζου τῇ γνώμῃ, μηδὲ ἀπέχου μὲν ὡς
φιλίων, πρόῃ δὲ ὡς πολεμίους, ἀλλ’ ἴσθι τοσούτῳ χείρω
25νυνὶ ποιῶν ἢ εἰ μετὰ τῶν βαρβάρων ἡμῖν ἐπῄεις, ὅσῳ φανερᾶς ἔχθρας προδοσία χαλεπώτερον. Σὺ δὲ εἰ μὲν πρέσβεις ἔλθοιεν παρὰ Πριάμου νυνὶ περὶ συμμαχίας, οὐκ ἂν αὐτοὺς δέξαιο τῇ σκηνῇ, ἃ δ’ ἂν εὔξαιντο ἐκεῖνοι, ταῦτα σὺ πράττεις, καὶ τῷ θυμῷ
30τὰ πράγματα ἀπολλὺς κάθησαι· ἔπειτα δ’ εἰ μὴ σιδήρῳ

427

τοῦτο ποιεῖς ἢ πυρὶ, πρᾷον τοῦθ’ ἡγεῖ τι. καὶ λόγον μὲν οὐκ ἂν ἐξ ἴσου δοίης ἐκείνοις τε καὶ ἡμῖν, ἐξ ἴσου δὲ ἀμφοτέροις ἐκποδὼν ἕστηκας, μᾶλλον δὲ βοηθεῖς μὲν οὐ‐ δετέροις, τῇ δὲ γνώμῃ πρὸς ἐκείνους ῥέπεις· τοσούτῳ
5πλέον ἡμῶν ἔχουσι. καὶ παρ’ αὐτὴν μὲν τὴν ὀργὴν οὕτω πολιτικῶς ἔσχες ὥστ’ οὐδ’ αὐτὸν τὸν Ἀγαμέμνονα ᾤου δεῖν τεθνάναι· μέγα τούτου τεκμήριον· οὔκουν ἀπέσφαξάς γε αὐτὸν, ἐξόν σοι. νῦν δ’ οὐδὲ τῶν ἄλλων οὐδένα δεῖν οἴει λιπεῖν, καίτοι πολλῷ βέλτιον μετὰ τῶν ἄλλων κἀκεῖ‐
10νον ἦν παρ’ ἀξίαν σῶσαι ἢ δι’ ἐκεῖνον ἅπαντας ἄρδην ἀφανισθέντας περιιδεῖν, καὶ δίκην γ’ ἂν οὕτω παρ’ αὐτοῦ τὴν γιγνομένην λαβεῖν. εἰπὲ γάρ μοι τί μάλιστ’ ἂν εὔξαιο; οὐκ ἀδοξεῖν ἐκεῖνον καὶ κακῶς ἀκούειν καὶ μῖσος ἔχειν ἐν τῷ στρατοπέδῳ; τοῦτο τοίνυν ἐξ ἀμφοῖν αὐτῷ περιέσται,
15ἔκ τε τῶν μέχρι τοῦδε ἀπολωλότων καὶ τῶν ἀπὸ τούτου
σωθησομένων· ὁ μὲν γὰρ ἐκείνοις αἴτιος τούτου δόξει γεγενῆσθαι, τῆς συμμαχίας ἀποστήσας σε δι’ ὧν ὕβρισε, σὺ δὲ τούτους νυνὶ σεσωκέναι μόνος ἀνθρώπων τῇ βοη‐ θεία ὥστε τὸ μὲν ἐκείνου μέρος οὐδεὶς τῶν Ἀχαιῶν
20σώζεται, τὸ δὲ σὸν οὐδεὶς διέφθαρται. σκόπει δῆτα καὶ τὴν αἰτίαν τῆς διαφορᾶς αὐτῆς, ὡς οὐκ ἐξ ἄλλου σοι πράγματος κατέστη πρὸς αὐτὸν, ἀλλ’ ὑπὲρ τῶν Ἀχαιῶν, ὅπως σωθεῖεν. τήν τε γὰρ ἐκκλησίαν διὰ τοῦτο ἐποίησας, ὁρῶν τὸ πλῆθος τῶν ἀπολλυμένων ὑπὸ τῆς νόσου, τῷ
25τε Κάλχαντι παρῄνεις εἰπεῖν θαρρούντως εἴ τι σύνοιδε. καὶ παρελθόντος ἐκείνου καὶ φάσκοντος δεδιέναι μή τινα τῶν αὑτοῦ κρειττόνων παροξύνας κακόν τι λάβοι, ἀπώμνυς ἦ μὴν μὴ περιόψεσθαι τοῦτον. ἐκ δὲ τούτων ὁ μὲν ἀπέ‐

428

φαινε τὸν αἴτιον, ἐκεῖνος δ’ ἀμφοτέροις ὠργίζετο· σὺ δ’ οὐκ ἀπέστης πρὶν ἐπράχθη τὸ δέον. Οὐκοῦν ἄτοπον ὑπὲρ ὧν ἵνα σωθῶσι τότε ἤρω τὴν ἔχθραν, τούτους νῦν διὰ τῆς ἔχθρας διαφθεῖραι, καὶ
5τὰς μὲν παρὰ τῆς τύχης συμφορὰς ἀξιοῦν ἐπανορθοῦσθαι, αὐτὸν δ’ ἐξεπίτηδες πράττειν ἐξ ὧν ἀπολούμεθα καὶ περὶ ὧν τότε ηὔχου τοῖς θεοῖς, περὶ τούτων νῦν οὐ βούλεσθαι διαλεχθῆναι σεαυτῷ· καὶ ὑπὲρ μὲν τοῦ ἱερέως τοῦ βαρ‐ βάρου τὸν θεὸν ἀξιοῦν αἰδεῖσθαι, ὑπὲρ δὲ τῶν ὁμοφύλων
10τοσούτων τὸ πλῆθος μήτε θεοὺς τοὺς κοινοὺς μήτε ὁσίαν μήτε σπονδὰς ἐθέλειν αἰσχυνθῆναι· καὶ τότε μὲν προέσθαι
τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι. καὶ μὴν εἰ δυοῖν αἵρεσις ἦν, καί μοι πρὸς Διὸς ἔστω παρρη‐
15σία, δίκαιον γὰρ, ἄλλως τε καὶ παρ’ ἀνδρὶ τιμῶντι τἀλη‐ θὲς, πότερον δεῖ τὴν παῖδα σώαν εἶναι ταύτην, ἢ τὸ στρατόπεδον καὶ τὰ τῶν Ἀχαιῶν πράγματα; οὐκ ἂν οὔτε τὸν Δία τὸν σαυτοῦ πρόγονον τοῦτ’ ᾔτησας οὔτ’ ἄλλον θεῶν οὐδένα ταύτην ἀντὶ πάντων λειφθῆναι· τί οὖν; εἰ
20ταύτην τε ἔξεστι κομίσασθαι καὶ σῶσαι τοὺς Ἀχαιοὺς, αἱρή‐ σει ταύτης τε ἀφεστάναι καὶ τούτους ἀπολωλεκὼς εἶναι; καὶ πῶς οὐκ ἄτοπον συμφορὰν μὲν ἐπίστασθαι συμφορᾶς ἀνταλλάξασθαι, ἄμφω δὲ ἐξὸν ἔχειν ἄνευ ζημίας, εἶτα ἀμφοῖν δέξασθαι στέρεσθαι; οὐ γὰρ μόνων τῶν Ἀτρειδῶν
25ἦν τὰς ἑαυτῶν γυναῖκας φιλεῖν. τίς δ’ ἂν εἴποι ταῦτα; ἀλλά τοι καὶ κατ’ αὐτὸ τοῦτο ἡ τοῦ πολέμου φύσις ἀξία θαυμάσαι. εἰ γὰρ ἑκάστῳ τοῦτο παρέστη τὸ κατ’ ἀρχὰς εὐθὺς ὅτι νῦν Μενέλαος συλλέγει στρατιὰν τῆς γυναικὸς τῆς
ἑαυτοῦ χάριν, πῶς οὖν ἐμέ γ’ εἰκὸς καταλιπόντα τὴν ἐμαυτοῦ
30γυναῖκα καὶ πρὸς τῇ γυναικὶ παῖδας καὶ γονεῖς ἐν γήρᾳ καὶ χρήματα καὶ οἰκέτας πλεῖν ἔξω τῆς Ἑλλάδος, καὶ πρὸς

429

τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶ‐ τον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδ’ ἂν συνελέγη δή που τὸ
5στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ
κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δο‐ κεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δ’ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι
10χρῆναι. Μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρα‐ τείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλ’ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχ’ ἥκομεν πρᾶξαι διαστῆναι. οὐ γὰρ τῇ προφάσει
15τῆς στρατείας ἀκόλουθον, ἀλλ’ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται· ἔπειτ’ οὐδὲ ὅμοιόν ἐστιν· ὅπως δὲ, ἀκούσει πρᾴως. οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλ’ ὅπως παραμυθήσωμαι· εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτ’ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς
20αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος. καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετ’ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρ’ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι. τί
25τούτου μέγα σημεῖον; αὐτοὶ ταῦτα προὐκαλούμεθ’ αὐτοὺς κατ’ ἀρχὰς εὐθὺς, ἀλλ’ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβού‐ λετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν. εἰ δ’ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε. χωρὶς γὰρ ὧν ἀπολώλεκε
30τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τιν’ οἴει σοι δίδωσι δίκην;

430

οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθει‐ ται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης.
5 Καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐν‐ θυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστ’ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα
10παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δ’ ἐπειδὴ τηλι‐ κόσδ’ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρα‐ τεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας,
βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ ζητεῖν προφάσεις δι’ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν
15παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δ’ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις
20δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτ’ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονει‐ κίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλ’ εἰ τὰ μάλιστα
25ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν
τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαί‐ δευόν σε πειρώμενοι, ἔπειτ’ ἐνταῦθα δὴ καὶ τὸ πάνδει‐
30νόν ἐστιν, εἰ παρ’ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ

431

ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην
5συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη; δόξαις δ’ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστά‐
10μενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπ’ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα
15ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρα‐
τοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις
20ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι· σὺ δ’ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλ’ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰ‐
25κότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβη‐
30τῶν, δειλίας καὶ ἀπιστίας· ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε. Καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα Ἀγα‐

432

μέμνων ἀνετίθει; ἐγὼ δ’ ἡγοῦμαι τὸ μὲν τέλος πάντων
πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους. οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον
5ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν. ἀλλ’ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν· ἀλλ’ ὧν μὲν ὁ δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λο‐ γισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρό‐
10νων ἑαυτῷ τιμᾶν ἀνδρός. νὴ Δι’ ἀλλ’ οὐκ ἄξιά σου τὰ δῶρα οὐδ’ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδ’ ἂν τὴν ψάμ‐ μον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει. ἄριστά γε, ὦ γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους. ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς·
15πόθεν; μηδέποθ’ οὕτω σμικρῶς ἴδοιμι τὰ σά· ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν. ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι· καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπά‐
20σαι. παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγ‐ γέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον. ποῖα ταῦτα; ἃ μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα. πῶς γὰρ οὐκ ἄτοπον καὶ
25ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δ’ εἷλες κατ’
ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης
30εὐδαιμονίας ἀπέδειξας κυρίους· νῦν δ’ οὐδ’ εἰς αὐτὴν τὴν

433

σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλ’ ἀφῶμεν; ἀφ’ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.
5 Οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαι‐ τέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλ’ ἐπέπαυτο τῆς ὀργῆς,
10ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύ‐ σας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δ’ αὐτήν τε ἀπο‐ λαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμ‐ βάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δ’ οὐκ
15ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συν‐ εύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δ’ οὐ βου‐
λήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλ’ ὁ μὲν ἐξ ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν κα‐ ταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας
20ἔσωσε, σὺ δ’ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν
25ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλ’ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δ’ ἐν τῇ σκηνῇ μενεῖς ᾄδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾄδων μενεῖς; ἀλλ’ ἄμεινον ἑτέροις τὰ σαυτοῦ πα‐
30ρασχεῖν ᾄδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δί’ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾄδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου

434

μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυ‐ τοῦ. καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆ‐ ναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δ’
5Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδ’ ἀντιποιοῦ κακίας, ἧς οὐ‐
10δέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθ’, ὡς ἐγᾦ‐ μαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτ’ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγε‐ νεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρα‐
15τοπέδῳ, νυνὶ δ’ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ
τῶν κατ’ ἤπειρον, οἵ ποτ’ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πό‐
20τερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν; εἶτ’ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρ’ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων,
25ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δ’ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ
30τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δό‐ ξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;

435

ἀλλὰ τί φήσουσιν οἱ Τρῶες; ἆρ’ οὐ φεύγειν σε φοβούμε‐ νον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς; ἄξιόν γε, οὐ γάρ; τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης.
5 Ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ; εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν και‐
ρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας
10τῇ περιουσίᾳ χρήσασθαι, ἀλλ’ ὅταν μηδεὶς λίπηται; εἰ δ’ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκ’ ἔξεστιν; ἐγὼ δ’ ἀπιστῶ οὐδ’ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαν‐ τας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω. ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ
15τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλ’ ἔτι καὶ κατ’ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατ’ ἀνάγκας ἀμύνεσθαι, νῦν δ’ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις· ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν
20χάριν. ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθ’ ὅσον βούλει μέρος. ἀλλὰ πολλὰ γένοιτ’ ἂν ὧν βού‐ λει μεθ’ ὧν οὐκ ἂν δέξαιο. πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων. καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλ’ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν,
25καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθ’ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾄδεσθαι σοῦ ζῶντος ὦ
30Ζεῦ; τί δ’, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυ‐ σὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτην ἀποσφά‐

436

ξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυ‐ τούς; ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμά‐ των; ἡδέως δ’ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλα‐ βὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί
5χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστ’ ἂν σὺ βουληθείης, εἶτ’ οὐ παύσει, ἀλλ’ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστ’ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ
10κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ. ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν δι’ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.
Βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος λό‐ γον εἰπεῖν, ὅν ποτ’ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν
15ἀπ’ Αἰτωλίας. θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλ‐ λιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον· ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι. σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς. ἐνθυμοῦ δὲ ὅτι πᾶσι
20πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑ‐ ρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν; καὶ μὴν πολὺ βέλ‐
25τιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ’κείνων ἐρχομέ‐ νων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις· δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύ‐ σεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι,
30ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον. καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν· ὃς σοῦ τότ’ ἐφρόνησε μεῖζον, τίνος

437

οὐκ ἔλαττον φρονεῖ νῦν; ἡγεῖσθαι δὲ χρὴ λόγῳ μὲν ἀκούειν ταῦτα παρ’ ἡμῶν, τῇ δὲ ἀληθείᾳ καὶ τοῖς γιγνο‐
μένοις Ἕκτορα πρεσβεύειν καὶ διαλέγεσθαί σοι· ὃς τὰ μὲν ἄλλα ὅσα ὑβρίζει καὶ προπηλακίζει τί τις ἂν λέγοι; σὲ
5δὲ ἀπειλεῖ καθεύδοντα λήψεσθαι. πάντως δὲ οὐδὲ τὸν Δάρδανον τὸν ἑαυτοῦ πρόγονον οὐδὲν εἶναι χείρω τοῦ Αἰακοῦ τοῦ σοῦ, σέ τε σκήπτεσθαι τὴν μῆνιν, τὸ δ’ ἀληθὲς αὐτὸν ὀρρωδεῖν. ἃ πῶς ἀνεκτὰ ἀκούειν ἐμοί; τίς ὑπὲρ σοῦ τούτων λήψεται δίκην; οὐκ ἀναστήσει πρὸς θεῶν;
10οὐ δυσχερανεῖς ὅτι μὴ πάλαι, οὐχ ὅσον τοῦ χρόνου προεῖ‐ ται ζημίαν θήσει; οὐκ εἰ δεῖ καὶ τῆς κόρης ἕνεκα ὀρ‐ γισθῆναι, εἰς τοὺς Τρῶας ἀφήσεις τὸν θυμὸν τοὺς ἁπάν‐ των τούτων αἰτίους; εἰ γὰρ ἐκεῖνοι μηδὲν παρεκίνησαν ἐξ ἀρχῆς, τί τῶν πάντων ἂν ἢ μεῖζον ἢ ἔλαττον ἐνταυ‐
15θοῖ συνέβη δυσχερές; ἐνθυμοῦ δὲ ὅτι Πηλεὺς μέσος Αἰα‐ κοῦ καὶ σοῦ, Αἰακοῦ ἐκείνου, εἰς ὅν ποτ’ ἦλθε τὰ τῶν
Ἑλλήνων πράγματα. σοὶ δὲ ὑπάρχει καὶ τοῦτο ὡς κάλ‐ λιστα· μιμούμενος γὰρ τὴν τοῦ προγόνου γνώμην ὑπεραί‐ ρεις τῷ σχήματι. ὁ μὲν γὰρ εὐξάμενος ὤνησε, σὺ δ’ ἔργῳ
20βοηθήσας ἐκπλήσεις τὰς ἁπάντων εὐχάς. κἀκεῖνα ἔτι πρὸς τούτοις λογίζου, ἔξιμεν δὴ αὐτίκα μάλα ἐκ τῆς σκηνῆς, ποίοις ποσὶν, ὦ πρὸς τοῦ Διὸς, εἰ μὴ σοὶ ταῦτα συνδό‐ ξειε; τίνας λόγους ἐροῦμεν ἀπελθόντες, ἢ ποίας ἀποκρί‐ σεις ἀποκρινούμεθα; καραδοκοῦσι δὲ δή που πάντες, εἰ
25ἄσμενοι περιχυθέντες ἄλλος ἄλλοθεν πεύσονται. τί χρὴ πρὸς αὐτοὺς λέγειν; ἀπόκριναι· σπεῖσον μεθ’ ἡμῶν τῷ Διὶ τῷ σωτῆρι, μὴ τὴν τελευταίαν τοῦ νῦν εἶναι, ἀλλ’ αἰσχυνθεὶς τήν τε χρείαν τὴν κοινὴν καὶ τοὺς πρέσβεις ἡμᾶς καὶ τῆς πρεσβείας τὴν ὥραν, νύκτα ταύτην, ἢ καὶ
30ἄστρα ταυτὶ καὶ θεοὺς καὶ ἥρωας τοὺς κοινοὺς τῶν Ἑλ‐ λήνων, ἐκδὺς τὴν ὀργὴν ὥσπερ νόσον φάνηθι τοῖς βαρ‐
βάροις ἅμα τῷ ἡλίῳ.