TLG 0284 051 :: Aelius ARISTIDES :: Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη

Source: Dindorf, W. (ed.), Aristides, vol. 2. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 571–583.

Citation: Jebb page — (line)

Οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφ’ ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δ’
25ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει. σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας· ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ και‐

417

ρὸς οὕτω συνῆγε. θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον. καὶ δῆτα
σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευ‐ τέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δ’ αὖ τὰ ἡμέτερα ἐξ571
5οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαν‐ τας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προ‐ στάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους. καὶ ταῦτα μὲν δὴ ταῦτα. μέτειμι δὲ ἐφ’ ἕτε‐ ρον προοίμιον κατὰ Στησίχορον. σκιαμαχεῖν μὲν οὖν πως
10οἶδ’ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν. ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δ’ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται. αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε
15πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλ’ ἡ τούτων περὶ πάντα συν‐ ήθης ῥᾳθυμία. σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν. ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον· εἶναι γὰρ ἂν πάντα ἐπ’ ἐμοί τε καὶ ὑπ’ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ
20ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτ’ ἐστὶ τὸ ἔγκλημα. εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκ’ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δ’ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανή‐ σεσθαι. πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε πα‐
25ρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴ‐ σεσθε—λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας— ἀλλ’ ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται. διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχ’
ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος· εἰρή‐572
30σεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵν’ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδ’ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς

418

ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δ’ εἰσὶν οἷς λόγων ὀλίγον μέλει. Πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτ’ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν. ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς
5ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθ’ ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερ’ αὐτῶν ἑτέρων λογί‐ ζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύ‐ σαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι. ἀλλ’ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους. ὡς
10δ’ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βού‐ λεσθε, ἀκούσατε. ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτη‐ δεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόν‐ τας εἶναι, τὸ πέρας δ’ οὐκέτι πρὸς τούτους, ἀλλ’ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔρ‐
15γον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων. ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο· ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται· ὅταν δ’ ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δ’ ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλ’
20οἱ μὴ χρώμενοι. τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν; παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην· χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον. ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δί’ ὁ
25κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντ’ ἂν εἴη τὰ πράγματα. μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προή‐ κουσιν, ἀλλ’ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο573
30ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλ’ οἱ μὲν χρῄζοντες οἰκο‐ δομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων· γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε
35ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου. κουρέα δὲ ἤδη πώποτ’ εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν πα‐

419

ράσχες μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέ‐ σαι, ταῦτα γὰρ ἔσθ’ ἡ ’μὴ τέχνη; ἀλλ’ οἶμαι, κἂν ἁλουρ‐ γίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρ’ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου
5δεηθῇ. Καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν; σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν. εἶθ’ οἳ μὲν οὐδ’ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δ’ οὐδ’ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύ‐
10την ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεη‐ σομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτά‐ την ἐπαγγελλόμενοι δύναμιν, δι’ ἧς ἅπαντα πράγματα
ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ καλ‐574
15λίω καὶ θάτερα, οὗτοι δ’ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ με‐ λέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δ’ ἢ τούτοις ἢ ἑαυ‐ τοῖς χρῆσθαι, τοῦτο δ’ ἑτέρων ἔργον ἡγήσονται; καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφ’ ᾧ
20κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθ’ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται; οὒκ, ἀλλ’ οὕτω καὶ μάλισθ’,
25ὥς γ’ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ. καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστ’ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθ’ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ. σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων
30ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυ‐ μουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θερα‐ πεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν
35ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα κα‐

420

ταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρ’ οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδ’ ἐκεῖνό γ’ ἔστ’ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες
5ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δ’ ἐπὶ
τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν. ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀλη‐ θινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι,575
10τὸ δ’ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γ’ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.
15 Φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεά‐ σασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάν‐ των ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δ’ ὅλως ἐλλε‐ λοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ
20σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λό‐ γος τις εἴην, πέρα δ’ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δ’ εἴργασται μὲν καὶ πέ‐ πρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς
25ἐπιμελέστατα, περιείργασται δ’ οὐδαμῶς· εἰ ταῦθ’ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπ’ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι,
ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερ’ αὐτῶν ἁμαρτήματα576
30καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτ’ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώ‐ τας παρ’ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι. ἀρξά‐

421

μενος δ’ ἐξ ἐκείνου δεῦρ’ ἀεὶ διαγέγονα σχολάζων μαθή‐ μασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαι‐ ρέσεως. ἀλλ’ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις
5Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδ’ ἔρημοι πλέον‐ τες ἡμεῖς γε, ἀλλ’ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι. μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐ‐
10δεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλ’ αὐτῶν ἐρασταὶ κα‐ θαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λό‐ γων. ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δ’ εἰς πλῆθος πιεῖν, τοὺς δ’ ἵπποι καὶ κύνες ἐξέπληξαν. καὶ νὴ Δί’ οἱ μὲν παιδιᾷ
15προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δ’ ἕτερ’ ἄττα σπου‐ δάζοντες. ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυ‐
νάμεις ἔχουσι. καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους. καὶ τὴν Ἀφρο‐ δίτην ἐπὶ τούτοις καλῶ. ταῦτα δέ μοι παίζεται καὶ ταῦτα577
20σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τού‐ τοις ἕτερ’ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δο‐ κεῖν. ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαν‐ τῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παν‐
25τάπασι βλὰξ εἴην τις· πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλ’ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βού‐ λοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν. Παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ
30σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βού‐ λεσθε, ἀλλ’ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε. τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον πα‐ ρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ; καὶ

422

ταῦτα οὐκ ἐνδείᾳ δόξης. σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐ‐ τὴν, ἀλλ’ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν δια‐ σώσασθαι. καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ
5ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παρα‐ δεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι. εἶεν. τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια. σκέψασθε δὲ καὶ τὰ ὑμέτερ’ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσ‐ έρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν
10Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ— οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε—ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέ‐ ρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δ’ ὡς τὰ πολλὰ τρυ‐578
15φῶσι· καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δ’ ἀπαν‐ τᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι. ἀλλ’ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι· τὸ δ’ ἀληθὲς οὐ βούλεσθε, οἶμαι,
20πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδ’ ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερ’ αὐτῶν ἀνατίθετ’ ἐμοὶ καὶ βλασφημεῖτε μετ’ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα
25δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμεί‐ βεται, καὶ ὁποῖ’ ἄττ’ ἂν εἴπῃ τοιαῦτ’ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δ’ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.
30 Ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατ’ αὐ‐ τοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμ’ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς. εἴπω τίνας; τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα περικομίζον‐

423

τας, οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπ’ ἐμαυτοῦ γενόμενον, ἀλλ’ ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρ’ ἄγ’ ἰὼν νῆα κατάστησον,579
5καὶ τοῖς καταίρουσι τοιαῦτ’ ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν. ὅταν οὖν ἑτέρωθεν μὲν ὁ ῥήτωρ ἀγωνιούμε‐ νος εἰσίῃ, ἑτέρωθεν δὲ ὁ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον
10μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν. ταῦτ’ ἐστὶν ἃ τοὺς λέγοντας ὑποσκελίζει, ταῦθ’ ὥσπερ νέφος ἢ
σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς. πρὸς δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλη‐580
15τος γενέσθαι. πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυ‐ μηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδ’ αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυ‐
20τοῦ, ὡς ὁ τούτων λόγος, ἀλλ’ οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπ’ ὀνήσει καμνόν‐ των σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν. τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγω‐
25ρίαν ἐμπεποιηκὸς ἡ ἀδιήγητός ἐστιν αὕτη φθορά. πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπί‐ ζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δ’ ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλ‐ λως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι
30παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ. τὸ δ’, οἶμαι, πᾶν τοὐναντίον
ἦν· ἐπειδὴ τοιαῦτ’ ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ581

424

κάλλιστα, ἕως ἔξεστιν, ἵν’ εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ,
5κέρδος γ’ ᾖ πᾶν ὅ τί τις προὔλαβεν. ἢ πρὸς θεῶν λού‐ σασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι
10κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ; καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δ’ εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, ὦ χρη‐ στοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐ‐
15τούς; ἀλλ’ ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν. ἐγὼ μὲν γὰρ οὐδ’ οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς ᾖ, ὑμεῖς δὲ
ἀγνοήσετε ἀεί. ταῦτ’ οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ582
20δὲ βούλεσθε, ἐπιτίμησιν ἀπ’ εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμ‐ φότερα εἰρήσεται, ἀλλ’ οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται. ἢ οὖν παυστέον, φησὶ Δημοσθέ‐ νης, τούτων τῶν ἐθῶν, ἢ τοῦ γ’ Ἱππολύτου καὶ τοῦ
Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.583