TLG 0284 050 :: Aelius ARISTIDES :: Κατὰ τῶν ἐξορχουμένων

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Κατὰ τῶν ἐξορχουμένων

Source: Dindorf, W. (ed.), Aristides, vol. 2. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 543–570.

Citation: Jebb page — (line)

25Χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς
λόγους, ἵν’ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι543
καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ544
καὶ τῆς ὀρθότητος, ἵν’ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει κα‐545

402

ταχρῶνται, πῶς ἐπαινεῖσθαί γ’ ἀξιοῦσι; χωρὶς γὰρ ἔπαι‐ νός τε καὶ συγγνώμη, καὶ ὅτε μηδ’ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινοῦσι, σχολῇ γ’ ἂν παρὰ τοῖς ἄλλοις εἰκότως ἐπαι‐ νοῖντο. εἰ δ’ αὖ μηδέν ἐστι τοῦ τρόπου δυσχερὲς, ἀλλ’
5ὀρθῶς ἔχει, τί δεῖ τοὺς πολλοὺς αἰτιᾶσθαι καὶ καταφεύ‐ γειν ἐπὶ ταύτην τὴν παραίτησιν, ἀλλ’ οὐ τὸν τρόπον ὡς ὀρθῶς ἔχει δεικνύναι; ἀλλ’ οἶμαι, κομψοί τινές εἰσι καὶ διπλᾶ κρούουσιν, ἵν’ ἐὰν μὲν ἕλωσι, ταύτῃ κεκρατη‐ κότες ὦσιν, ἂν δὲ φωράσῃ τις, ἔχωσιν ἀναχώρησιν καὶ
10λέγωσιν ὡς οὐδ’ αὐτοὶ τὸ βέλτιον ἠγνόουν, ἀλλ’ ἑτέρων ἕνεχ’ ἡμάρτανον. ἔστι δὲ τοῦτο ἡ πρώτη καὶ μεγίστη ψῆ‐ φος, ἣν αὐτοὶ καθ’ αὑτῶν δι’ ὑπερβολὴν σοφίας φέρου‐ σιν. ἐγὼ γὰρ εὐξαίμην ἂν μάλιστα μὲν καὶ παρὰ τοῖς ἄλ‐ λοις ἅπασιν εὐδοκιμεῖν, τὴν δ’ οὖν ἀρχὴν ἀφ’ ἑστίας
15εἶναί μοι καὶ πείθειν ἐμαυτὸν πρῶτον, καὶ μὴ τὸ τῆς κυνὸς τῆς ἐν τῷ μύθῳ παθεῖν, μηδ’ ἐν ὅσῳ τὴν ἔξωθεν συλλέγω δόξαν, ἣν αὐτῷ μοι περὶ ἐμαυτοῦ προσῆκεν ἔχειν
διαφθεῖραι, μηδὲ φθάσαι τὴν τοῦ φαῦλος εἶναι πίστιν κατ’ ἐμαυτοῦ λαβὼν, πρὶν τὴν τοῦ σπουδαῖος παρὰ τοῖς546
20ἄλλοις βεβαιώσασθαι. τοσοῦτον δ’ ἔμοιγε ἀπολογίας ἀπέ‐ χειν δοκοῦσιν, ὅταν ταῦτα λέγωσιν, ὥστε δύ’ ἀνθ’ ἑνὸς ποιεῖν τὰ ἐγκλήμαθ’ ἑαυτοῖς, ἓν μὲν εἰ τοιαῦτ’ ἀσελγαί‐ νουσι περὶ τοὺς λόγους, ἕτερον δὲ εἰ τούτου χάριν, ὡς ταύτῃ βελτίους κριθήσεσθαι μέλλοντες. καὶ μὴν ὅταν γε
25ὡς ἡμᾶς εὐθέως πιστεύσοντας οἷς πλάττονται καὶ τἀληθὲς οὐχὶ συνήσοντας παράγειν ζητῶσιν, ἄλλην αὖ τρίτην ταύ‐ την ἀμαθίαν ἐμφανίζουσιν, εἰ μὴ νομίζουσι φωρᾶσθαι. τὸ δ’, οἶμαι, τοιοῦτόν ἐστιν. οὐδεὶς ἑκὼν μεθίησι τὸ βέλ‐ τιστον· ἀλλὰ Πλάτων καὶ Πίνδαρος πολλαχῆ μὲν καὶ ἄλλῃ
30σοφοὶ, καὶ δὴ καὶ κατὰ τόνδε τὸν λόγον οὐχ ἥκιστα, ὁ μὲν οὑτωσὶ λέγων „Οὔτις ἑκὼν κακὸν εὕρετο“ καὶ πάλιν

403

ὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων „Ὦ πόποι“ φησὶν „οἷ’ ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα·“ ὁ δ’ ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρ‐
τήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος. μηδ’547
5ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρ’ ἔχοντές τι βέλτιον παρ’ ἑαυτοῖς, εἶθ’ ἑκόντες τοῦτ’ ἀφέντες τὸ χεῖρον ἀλλάττον‐ ται. οὔκουν χρυσόν γ’ ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντ’ αὐτοῦ, οὐδ’ εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδ’ ἀντ’ οἴνου τρύγα καὶ ταύτην
10σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδ’ αὖ βύρσης ὄζειν, μύρων ἐξόν. ἀλλὰ ταῦτ’ ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτ’ ἴσασιν οὔτε δύνανται πορεύεσθαι,
15φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαρι‐ ζόμενοι ταῦτα ποιεῖν. καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπ’ αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις
20ἄν. οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν. Ἀλλὰ μή πω ταῦτα. ἀλλὰ τί κωλύει καὶ τοὺς πτω‐ χοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερ’ εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι; οὐκοῦν ὅ γ’ αὐτὸς ποιητὴς, οὗ μικρῷ
25πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς ἀγα‐ θούς. ὥστ’ εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέ‐ γονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν; εἰ δ’ ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι. πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι548
30βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησο‐ μένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτ’ ἐξεπίτηδες ποριζομένους. οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂν

404

εἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵν’ ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτου‐ περ ἂν ἡ πομπὴ δέηται. ὥσθ’ ὅταν φῶσιν ἐπείσακτα ταῦθ’ ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας
5ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος. εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν; ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες
10προΐενται τὸ βέλτιον, ὅ γε μήτ’ ἐκτήσαντο μήτε εἶδον
πώποτε. οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό γ’ ἐστὶν, ἀλλ’ ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτ’ ἐκωλύθησαν. ἡδέως δ’ ἂν πυθοίμην παρ’ αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς549
15ἢ τὰς χεῖρας ἢ καὶ ἄλλ’ ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν· ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δ’ ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται. ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτ’
20ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθ’ ἥκουσι τύ‐ χης, ἀλλ’ ἑκόντες τὼ σκέλη προήκαντο, ἵν’ ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο. ἀλλ’ ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δ’, εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς
25οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν; ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται; ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντ’ εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντά‐
30πασι πᾶς τις ὀκνήσειεν ἄν. ἢ πολλῆς γ’ ἂν εἴη τῆς ἀλο‐ γίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύ‐ λους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τι

405

ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστ’
ἀφαιρεῖσθαι. οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμ’ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα550
5τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυ‐ λῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πό‐ λιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς. πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν. ἔπειτ’
10αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ. εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δ’, ἐξὸν ἄνευ πραγμά‐
15των καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πά‐ θοιεν; ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτ’ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορ‐ νείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους. ἢ κομιδῆ γ’
20ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχου‐ σιν. ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθ’ ὑπέστη‐ σαν· οὗτοι δὲ τί καὶ φήσουσι; πότερον οὐκ εἶναι τοῖς
25βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν
ἀνθρώπους; ἀλλ’ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής. ἀλλ’ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι; περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται. Πάλιν δὲ ἀναλάβωμεν. οὐκ ἔσθ’ ἕτερον τρόπον ἀν‐551
30θρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δο‐ κεῖ. οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν,

406

τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν; εἰ δ’ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δ’ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν
5διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχ’ ἡμάρτανον; ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑ‐ τωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτ’ ἀληθῆ λέγουσιν οὔτ’ ἀλη‐ θέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώ‐
10πους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφό‐ δρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις
15ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον
μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶ‐ μεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀν‐ τιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν552
20ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιη‐ μένον, τὸ δ’ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι; ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς
25σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθ’ ὅσα ταύ‐ της ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τιν’ ἄλλον συν‐ τριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σα‐ πρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ
30τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά
γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων553

407

οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλ’ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στε‐ ρεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως
5ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστη‐ κότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάν‐ των ὑπεριδόντες, τοῦ δ’ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ
10σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δ’ ἅ γ’ αἰσχύνη λέγειν οὐ χεῖρον.
15 Φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους
20ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα κοσμοῦν‐ τες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βε‐ βαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνει‐ δόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμα‐554
25σιώτατοι καὶ μάλιστα καθ’ ἡδονὴν τοῖς θεωροῦσιν ἆρ’ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων
30κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θ’ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γ’ εἰκότως. δεῖ γὰρ,

408

οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆ‐ σθαι. ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτ’ ἀνάγκη ποθεῖν. διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν. οὕτω τοίνυν καὶ τὸ τῶν
5λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτ’ ἔχει, κηλεῖν τοὺς ἀκούοντας. ὥστ’ οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵν’ ὡς πλείστους ἄγοιμεν. ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτι‐ σται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν
10λόγων μάλιστα πείθειν πεφύκασι. τὸ δὲ ταῖς διαφθοραῖς ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παρα‐ πλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι555
15φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδ’ ἀπαν‐ τῆσαι πρῶτον οὐδ’ ἂν εἷς δέξαιτο, τοὺς δ’ ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα. ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν. μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν,
20ἀλλ’ ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖ’ ἄττα μά‐ λιστα χειροῦνται τοὺς ἐντυγχάνοντας; ἆρ’ οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτ’ ἀκριβείας; ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δ’, εἰ
25βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γ’, εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει. ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τιν’ ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν.
30εἶεν. νεὼς δ’ αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶν‐ τές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθα

409

ὡς ἀηδέστατα πάντων; ἆρ’ οὐχ οἵτινες μέγιστοι καὶ σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ556
5ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκη‐ ται ἐπιθεῖν τοῖς κύμασιν; εἶτ’ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δ’ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φή‐
10σομεν; Καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δ’ ἐστὶν εὔδηλον ὡς ἐφ’ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνά‐ μεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ
15ὀρθῶς ἔχειν μηδ’ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστ’ οὐδὲν δεῖ διαφθεί‐ ρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλ’ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ
20δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγή‐
ματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους οὐδ’ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχον‐557
25τας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδ’ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθ’ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλ’ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δ’ ὡς πλείστους ἀν‐ θρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε
30καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθ’ ὑμᾶς,
φησὶν Ὦ κοῦραι, τίς δ’ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,558

410

ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ἀποκρίνασθ’ εὐφήμως, τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ. πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος
εἰπεῖν τοῖς κριταῖς νικῶντες; οἶμαι μὲν, οἱ βέλτιστοι Σο‐559
5φοκλῆς, Αἰσχύλος, Εὐριπίδης. μὴ γάρ τις τούτων μάλι‐ στα, ἀλλ’ ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους. ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς; ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους. πάντες ὧν μέ‐
10γιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι. νὴ Δί’, εἴποι τις ἂν, ἀλλ’ ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγ‐ κόντων. οὐ διαφέρομαι. ἀλλ’ οὖν τοῦτό γ’ εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ
15βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα. ἔτι δ’ εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφ’ ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν; ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολ‐
20λοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ
αὑτῶν; ἐκείνως μὲν γὰρ ὑπ’ ἀμφοτέρων κριθησόμεθα καὶ θαυμασθησόμεθα, οὕτω δὲ ὑπ’ οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν. ἀλλ’ ἐγὼ τί φημί; καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθ’ αὑτοὺς560
25εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν. καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ δι’ ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δ’ ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δ’ ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ
30τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτην‐ ται. οὐδεὶς ὅστις οὐ φήσει ταῦθ’ οὕτως ἔχειν. καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν·

411

ὅτε δ’ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ δι’ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.
Μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦ‐561
5σθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας; ἀλλ’ ἡμῶν τουτωνὶ, θεὸς δ’ εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης
10παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρου‐ σιν. ἐῶ τἄλλα. ἀλλ’ ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπο‐
15μεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους
ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθ’ ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδ’ ὁτιοῦν φαίην ἂν χαρί‐562
20ζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθ’ ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτ’ ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνά‐ φοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων
25ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γ’ ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τού‐ τους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλ’ ἀπο‐ σβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γ’ ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων. ἐν‐
30δείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δ’ ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναι

412

κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δ’ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος δι’ ὑπερβολῆς, οἱ δ’ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ
τῷ μὴ κινεῖν. ἀλλ’ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν,563
5πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδ’ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλ’ ὅτι τῆς ἀρετῆς οὐδε‐ μία πω κακία τρόπαιον ἔστησεν. οὐδ’ ἀφ’ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ
10ποτ’ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δ’ ἐπεφθέγ‐ γετο ἐφ’ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δ’ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθ’ ὅτε δὴ ἐγίγνοντο
15πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προ‐ λαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστ’ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ
20καὶ τῶν ἑταίρων ἐφ’ οἷς ἐπτόητο. Τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ
τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις. ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην564
25αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλ’ οὔτ’ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθ’ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ
30δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δ’ ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας δι‐

413

πλασίαν τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλα‐ ψάντων. ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτ’ ἔσθ’ ὃ λέγουσι. καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλ’ ἄκον‐
5τες ὑφίενται. ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δ’ εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθ’ ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι
10δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκον‐ τες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι. τοιαῦτ’ ἐστὶ τὰ τούτων αἰνίγματα. καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον
πονηρὸν αὐτὸν εἶναι· οὗτοι δ’ εἰ μὲν φίλοις αὐτοῖς χρῶν‐565
15ται, παραπλησίως αὐτοῖς ἔχουσιν· ὥστ’ εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρ’ οὐχ ἧττον ἢ τούτοις χαρίζονται· εἰ δ’ αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται; εἴτε γὰρ ὡς ἐρασταῖς εἴθ’ ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον. αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς
20πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δ’ αὐτοὶ τούτων ἐρῶντες, εἴ γ’ ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι. καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χα‐ ρίζεσθαι; εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ
25τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες; ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι. οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δ’ αὐτὸς ἐν εὖ φρονοῦσι
30δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταις ἀκολου‐

414

θεῖν, τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων. εἶτ’ ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε
5χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν ἀπο‐ φαίνειν προαιρεῖσθε. καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δ’ ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν. ὥστ’ εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμ‐566
10φότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δ’ ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς; ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι; καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ
15πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς. ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δ’, εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει; ὅπου γὰρ οὐδ’ ἐλευθέρᾳ
20γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδ’ ἔτι μᾶλλον ταὐτά γ’ ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν. ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν
25ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί; Σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστ’ ἄν τις αὐτοὺς φήσειεν ἡτ‐ τῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται. τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς567
30εἶναι; ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι; ἀλλ’ ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες

415

δ’ εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρ’ αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλ’ οὐδέν γ’, οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπου‐
5δαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γ’ ἐφ’ ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δί’ ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γ’ αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρα‐
10κλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτει‐ νεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς· ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δ’ οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλ’ οὐκ ἐρεῖς. ἐγὼ δ’
15εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δ’ ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμ’ ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλ’ ἦν
ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ τρα‐568
20γικάς γ’ ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας—οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ— ἀλλ’ ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδ’ εἰσάπαξ, οὐδὲ σκώπτον‐ τες, οὐδ’ ὑγιαίνοντες τἄνδοθεν, ἀλλ’ ἐν ἅπασιν ἀνθρώ‐ ποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρα‐
25κλέους, ἀλλ’ οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γ’ ἂν οὖν εἴης,
30ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλ’ ἡγεμόσι δὴ πρέπων ὁ τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν;

416

ἀλλ’ ὅλως ἄρχουσιν; οὐδ’ ἡλικίᾳ γε τῶν ἁπασῶν οὐδεμιᾷ. πότερον γὰρ τοῖς νεωτέροις; ἀλλ’ ἑταιρεῖν δόξουσιν, ἐὰν ταῦτα ἀσπάζωνται. ἀλλὰ τοῖς ἀνδράσιν; ἀλλ’ οὐ δόξουσι βεβαιοῦν τὴν ἐπωνυμίαν. ἀλλὰ τοῖς πρεσβυτέροις; ἀλλ’
5ἀωρία πολλὴ τῆς αἰσχύνης. λείπειται δὴ γυναιξὶ, καὶ
ταύταις ταῖς ἀσελγεστάταις, πρὸς ἃς τούτους ἄξιον κρίνειν. καίτοι ζηλοῦσι μὲν αὐτὰς, λείπονται δὲ συχνῷ τινι. θαυ‐ μάζω δ’ εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν, ἔφη Δημοσθένης, θάνατος ἡ ζημία κεῖται, τοῖς δὲ τοὺς λόγους569
10κιβδήλους καὶ παρασήμους ἀπεργαζομένοις παρρησιάζεσθαι δώσομεν, ἢ τοῦτο πρῶτον λέγειν ἐξεῖναι· κἂν μὲν ῥήματι πταίσῃ τις, ἀμαθὴς εὐθέως, ἂν δ’ ὅλῃ τῇ προαιρέσει διαφθείρῃ τὰ τεταγμένα, οὐκ ἄρα πόρρω πασῶν πανηγύ‐ ρεων στήσεται. καὶ μὴν οὐχ ὑπὲρ λόγων ἡ βουλὴ μόνον,
15ἀλλ’ ὑπὲρ ἁπάσης εὐσχημοσύνης καὶ εὐταξίας καὶ τοῦ πότερον δεῖ τοῖς νόμοις ἐμμένειν, ἢ ποιεῖν ὅ τί τις βού‐ λεται τῆς ἐφ’ ἡμέρᾳ χάριν ἡδονῆς. ὧν μὲν γὰρ ἐγὼ λέγω νικώντων, νικᾷ νόμος καὶ κόσμος, ὑφ’ ὧν οὐ μόνον αἱ πόλεις, ἀλλὰ καὶ γῆ πᾶσα καὶ οὐρανὸς αὐτὸς συνέστηκέ
20τε καὶ σώζεται, ἃ δ’ οὗτοι παραποιοῦσιν ἅπασι καὶ θείοις
καὶ ἀνθρωπείοις πράγμασιν ἐχθρῶς ἔχει.570