TLG 0284 047 :: Aelius ARISTIDES :: Πρὸς Καπίτωνα Aelius ARISTIDES Rhet. Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008) Πρὸς Καπίτωνα Citation: Jebb page — (line) | ||
Νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλά‐ τωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθ’ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ. εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ’ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. καίτοι τί | ||
10 | λέγω; οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις· ἀληθὲς δὲ ἐρῶ. εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἁνὴρ καὶ φίλων ἐπέκεινα. συνέβη δέ μοι καὶ περὶ Δη‐ μοσθένη τοιοῦτον ἕτερον, φράσω δὲ καὶ πρὸς σέ. ἀνὴρ | |
---|---|---|
15 | τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει, φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων, οὗτος | |
τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς καὶ οὐκ οἶδ’ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις· καὶ | 415 | |
20 | δὴ οἷα συμφοιτῶν τε εἰς Ἀσκληπιοῦ καὶ φιλοκαλίας ἐλλεί‐ πων οὐδὲν συνῆν ἐμοὶ καθ’ ἑκάστην ἡμέραν κατὰ τοὺς | |
316 | λόγους· ὥστε τι καὶ περιειργασάμην πρὸς αὐτὸν ὑπὸ τοῦ τοιούτου. ἔτυχε γάρ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην ἐξ ἀρχῆς τοιᾶσδε· εἶχον ἐν χερσὶ τὸν λό‐ γον τὸν τοῦ Δημοσθένους, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κε‐ | |
5 | φαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑπετέμνετο, ἀπο‐ στήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπ’ ἐμαυτοῦ τι συνεώ‐ ρων. ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐν‐ ταῦθα πάλιν αὖ ἐπ’ ἄλλο τι ἐχώρουν. καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου | |
10 | θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην. τοῦτον οὖν αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχεί‐ ρησα καὶ μέλλων δείξειν προεῖπον ὅτι πρὸς Λεπτίνην ἐφευ‐ ρημένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει. Μὴ ἀδικῶ γε, ἔφην ἐγώ. καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς | |
15 | ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, Οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῦ Δημοσθένους; κἀγὼ, τὸν αὐτὸν ἄρ’, ἔφην, ἐμοὶ βουκολεῖς, ὥστ’ εἰ νικῴη μ’, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλ’ ᾧ σύ τε κἀγὼ συσπεύδομεν. ὡς δὲ ἐκέλευε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα παν‐ | 416 |
20 | ταχῆ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγὼ, σοὶ ταὐτὰ γιγνώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι ταυτὸν ὅπερ σὺ, μὴ ῥᾴδιον εἶναι τὸν ἄνδρα ἐκεῖνον παρελθεῖν. εἰ δ’ οὖν τις κἀμοὶ θεῶν ἐπιβοηθήσειε, πολλὰ δ’ ἐν Ἀσκλη‐ πιοῦ τὰ παράδοξα, ὅτι οὐκ ἔδειξας, ἔφην, τὰ ἆθλα, ἵνα | |
25 | προθυμότερον ἀγωνιζοίμην. ἀποτυγχάνοντι μὲν γὰρ μανία καὶ μηδὲν ἐπαΐειν περὶ λόγων· ἐὰν δ’ ἄρα, ἔφην, κρατῶ, τί μοι περιέσται; καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον. καὶ ὅπως ἤδη διετέθη τὰ | |
30 | ἐπὶ τούτοις αὐτὸς ἂν εἰδείη, καὶ σὺ δὲ εἴ που συγγένοιο τῷ ἀνδρὶ καὶ μνησθείης. οὕτως ἐμοὶ κοινῶς μὲν εἰπεῖν τῶν παλαιῶν ἀνδρῶν, δι’ ἀκριβείας δὲ τούτων ὑπὲρ πάν‐ | |
317 | τας ἔρως δεινὸς καὶ φιλία θαυμαστή τις ἐντέτηκεν ἐκ παιδός. ὥστε καὶ σοὶ νῦν οὐ μόνον οὐ νεμεσῶ τῆς γνώμης ἣν ἔχεις, ἀλλὰ καὶ συγχαίρω. καὶ φιλῶν οὐκ ἀνήσω, ὅτι μὴ καὶ ὅσον οἷόν τε προσθήσω, νομίζων ἀκριβῶς ἑταῖρόν | |
5 | τε ἐμαυτοῦ καὶ στασιώτην εἶναι. οὐ γὰρ εἰς μελάνδετον σάκος ταυροσφαγοῦντες, ὡς Αἰσχύλος ἐποίησεν, ἀλλ’ εἰς τοὺς Πλάτωνος λόγους ἀφορῶντες, ὥσπερ τινὰς συναγω‐ γέας καὶ κοινοὺς, εἰκότως ἂν πιστεύειν ἀλλήλοις ἔχοιμεν περὶ ἁπάντων. πάρεστι δέ σοι γνῶναι ὅτι καὶ ἡμῖν τι | 417 |
10 | προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλ’ ὅσον γε ἐπίστασθαι χαίρειν τῷ ἀνδρί. ἥ τε γὰρ ἡμῖν φωνὴ σὺν θεοῖς εἰπεῖν οὐχὶ κώλυμα τὸ μηδὲν ἂν τῶν ἐκεί‐ νου δέξασθαι δύνασθαι, οὐδέ τις ἡμᾶς ἀπελαύνει πρόρρη‐ σις εἰ καὶ μυστηρίων, καὶ τὸν βίον οὐ παντάπασιν ἀπᾴ‐ | |
15 | δειν φασὶ τῆς ἐκείνου γνώμης οἱ πεπειραμένοι. ἀλλ’ εἴτ’ ἐγὼ κατ’ ἐκεῖνον ἔφην τότε εἴτ’ ἐκεῖνος νῦν κατ’ ἐμὲ, οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι οὐδὲ παρελθεῖν παρὰ τῷ ἑτέρῳ τὸν ἕτερον εὐνοίας ἕνεκα καὶ τοῦ ταὐτὰ γιγνώσκειν περὶ τῶν ὅλων εἶεν. | |
20 | Φέρε δὴ πρὸς αὐτοῦ τοῦ φιλίου Διὸς, ἐπεὶ καὶ Πλά‐ | |
των τό τε ἀληθὲς ἁπανταχοῦ τιμᾷ καὶ τὰς ἐν τοῖς λόγοις συνουσίας ἀφορμὴν φιλίας ἀληθινῆς ὑπολαμβάνει, σαφέ‐ στερον κατίδωμεν τί ποτε ἦν ὅ σοι προσέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. ἐγὼ μὲν | 418 | |
25 | γὰρ αὐτὸν ἐπειρώμην πανταχοῦ σύμψηφον ὄντα ἐμαυτῷ δεικνύναι. εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι καὶ κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέ‐ πειν αὐτοῖς. σὺ δὲ ἐπαίνει μὲν, εἴ σοι μὴ δοκεῖ, μηδὲν | |
30 | μᾶλλον, συγγίγνωσκε δὲ ὅμως, εἰ μὴ καὶ τιμῆς ἀξιοῖς, | |
318 | ἀλλὰ τούτου γε ἂν ἀξιοῖς. ἔφησθα, ὡς ἐγὼ πυνθάνομαι, δυσχεραίνειν ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι τοῦ βίου δὴ καθάπτεσθαι τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν | |
5 | χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν, καὶ ταῦτά γε οὐκ ἐραστοῦ μόνον τὰ ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους. ἀλλ’ ὅρα δὴ μὴ ἀναίτιόν με αἰτιᾷ. ἐγὼ γὰρ οὐκ ἔλεγον δή που Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδ’ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νο‐ | |
10 | μίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. δῆλον γὰρ ὅτι εἰ μὲν μικροῦ τινος ἄξιον ἦν τὸ ἀδικεῖσθαι, ἢ τὸ δίκην λαμβάνειν ἀδικηθέντα, οὐδ’ ἂν ἐκεῖνον ἐπῆρεν οὐδεὶς πέλαγός τε τοσοῦτον πλεῖν καὶ παρ’ ἄνδρα τύραννον ὑπὲρ τῶν Λίωνος πραγμάτων, οὐδέ | |
15 | γε ἐκεῖθεν ἀναστρέψαντο συμπράττειν ἅπαντα Δίωνι, κα‐ τελθεῖν τε βουλομένῳ καὶ δίκην ὧν ἐπεπόνθει λαμβάνειν. νῦν δὲ ἔργῳ μαρτυρεῖν αὐτὸν ὅτι οὐ φαύλης φύσεως οὐδὲ τῆς τυχούσης εἴη δυνάμεως τὸ τοῖς ἀδικεῖν ἐπιχειροῦσι μὴ ἐπιτρέπειν. καὶ ταῦθ’ ὅτι ἀληθῆ εἰσὶ μὲν οἱ τῶν λόγων | 419 |
20 | δήπουθεν ἀκούσαντες, εἰσὶ δὲ οἱ λόγοι. καὶ τὰ μὲν ἄλλα ἐῶ μεθ’ ὅσης αἰδοῦς καὶ πραότητος περὶ αὐτῶν τούτων διειλέγμεθα, τοσοῦτον δεινότητος εἰσφερόμενοι ὅσον μήτε ἐκεῖνον διέβαλλε κἀμοὶ κρείττω καθίστη τὸν λόγον, ἀλλ’ εἰσεποιήσαμεν ὥσπερ παράβασιν χωρίον ἐξαίρετον αὐτῷ. | |
25 | οὗ σὺ εἰ μὲν ἤκουσας, ἀναμνήσθητι, εἰ δὲ μὴ ἤκουσας, μὴ προκαταγίγνωσκε. φέρε οὖν σοι ὥσπερ οἱ ἐν τοῖς δι‐ καστηρίοις ἀγωνιζόμενοι αὐτὰ ἐκ τοῦ βιβλίου παράσχωμαι. Ἐκ τοῦ βιβλίου. „Μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις τούτοις κατηγορεῖν Πλά‐ | |
30 | τωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτε αὐ‐ τὸς ἔγκλημα δή που ποιοῦμαι εἴ που καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἀποδημῆσαι οὔτ’ εἰ ἄλλος τις προφέρει νοῦν ἔχειν ἡγοῦμαι, οὔθ’ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόν‐ των οὐδὲν περιεργάζομαι, [ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν | |
319 | καὶ ἐν αὐτοῖς τούτοις] μή πω τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλ’ ἅ τε αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χά‐ ριν καὶ ἃ αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακί‐ | |
5 | ζειν ἐκεῖνον τούτοις, ὥστε εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκεί‐ | |
νοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλ’ ἐκ τοῦ βίου καὶ τῶν ἔργων, ἃ μεθ’ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθ’ | 420 | |
10 | ἑτέρως ἔχοντα ἢ ὡς ἄν τις πιστεύσειεν ἀποφαίνω.“ δοκεῖ σοι ταῦτα κακίζοντος ἐκεῖνον εἶναι, ἤ τινος αὐθαδείας ἢ προπετείας μετασχεῖν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλ’ εἰ δεῖ τι τούτοις ἔγκλημα ἐνεγκεῖν, μᾶλλον ἄν τις καλέσειε δικαίως εὐλάβειαν πλείω τῆς προσηκούσης. καίτοι ἐκεῖνός γε ὅπου | |
15 | καὶ μικρὸν ἐλέγχειν ἔχει τινὰ τῶν πρεσβυτέρων, ἢ καὶ τῶν καθ’ ἑαυτὸν ἐνδόξων ἀνδρῶν, οὐδὲν ὑφίεται. ἀλλὰ μή πω περὶ τούτων. ἀλλὰ τί χρῆν με ποιεῖν ὦ πρὸς Διός; πότε‐ ρον μὴ μνησθῆναι τὸ παράπαν τῆς εἰς Σικελίαν ἀποδη‐ μίας ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; ἀλλ’ οὔτε | |
20 | ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια. ἔστω δὲ ταῦτα· ἐφαίνετο δὲ ἐν τοῖς λόγοις Γοργίου εἰρηκὼς οὐ πολλοῦ τινος ἄξιον τὸ μὴ ἀδικεῖσθαι. εἰ δὲ ταῦτα ἀσθενῆ καὶ τοῦ μηδενὸς ἄξια, | |
25 | ἐν μέσῳ μὲν δὴ πρόκειται, λυόντων δὲ οἱ σοφοὶ, εἰ βού‐ λονται, καὶ κακῶς λέγοντες ἐμέ. πάντως συνηθέστερον κα‐ κῶς λέγειν ἢ εὖ. ἀλλὰ σύν τινι ἔθει πρᾳοτέρῳ καὶ σχή‐ ματι χρῆν μνησθῆναι περὶ αὐτῶν; οὐκοῦν ἤκουσας τῆς παραιτήσεως εἰ μὴ τότε, ἀλλὰ νῦν. ὅτι δὲ οὐ τὰς παρὰ | |
30 | σοῦ ταύτας αἰτίας δείσαντες ὕστερον εἰσεποιήσαμεν ταῦτα, ἀλλ’ ἀπ’ ἀρχῆς ἐνῆν, κάλει τούτων μάρτυρας, εἰ βούλει, τοὺς ἀκούοντας. ἀλλὰ νὴ Δί’ ἀνιαρὸν τοῦτο τοῖς Πλάτω‐ νος ἑταίροις. ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμὲ, ἀλλὰ πρὸς | |
ὁντιναδήποτε. ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν Νόμων | 421 | |
320 | αὐτοῦ παρεγραψάμην; καὶ ὅπως γε, ἐπεὶ καὶ δυσχεραί‐ νουσι, κἀκεῖνο ἐπιδείξουσιν ὡς οὐ τοῖς αὐτὸς αὑτοῦ πε‐ ριπίπτει λόγοις, ἐπειδάν τι φάσκῃ. Ἐκ τῶν Νόμων „Τοῖς δ’ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδι‐ | |
5 | κεῖν ἄλλους, μήτε αὐτοὺς ὑφ’ ἑτέρων ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτή‐ σασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν.“ ἐπὶ τούτοις αὖ τοῖς ῥήμασι τί ἡμεῖς ἐφθεγξάμεθα ἐν τῷ βιβλίῳ; Ἐκ τοῦ | |
10 | βιβλίου „Ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ δι’ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαι‐ μόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κτήσασθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, | |
15 | ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτε ἀδικεῖν μὲν οὐ προσηνάγκαζεν, ἀδικεῖσθαι δὲ οὐκ ἐᾷ, ὡς δὲ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτε ἀδικεῖν οὔτε ἀδικεῖσθαι, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται, εἰ δὲ | |
20 | ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστί‐ θησιν, ὅπως μηδ’ αὐτὸς ὑπ’ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγα‐ θῶν, ἅμα δ’ ἔσχατον τῶν κακῶν καὶ κολακεία; ἢ πῶς | |
25 | ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτή‐ σασθαι δύναμιν, τοῦτ’ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ | |
ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τοῦτο δὲ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγα‐ | 422 | |
30 | θὸν γενόμενον.“ πότερον ταῦτα ὀρθῶς καὶ ἀναγκαίως ἔχει ἐνεγκεῖν εἰς μέσον, ἢ καὶ τοῦτο ἀδικοῦμεν καὶ περιερ‐ γαζόμεθα, εἰ μὴ προσκυνοῦμεν, ὡσπερεὶ κίστην ἀπόρρητα κρύπτουσαν; ἐγὼ δὲ οὐ τοῦτο ᾤμην εἴναι τὸ τἀπόρρητα | |
321 | ἐκφέρειν. καὶ ὅπως αὖ μή με φήσεις πικρότερα τοῦ δέον‐ τος λέγειν. οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλ’ ἔδει δέχεσθαι τὴν πρόκλησιν. αὕτη δὲ τίς ἦν; τολμᾶν ἀκροᾶσθαι, ὥσπερ ἐν δικαστηρίῳ ἴσους καὶ κοινοὺς ἀμφοῖν. | |
5 | Ἀλλὰ γὰρ ὀρθῶς ἐγὼ περὶ τούτων, ὡς ἔοικε, προεω‐ ρώμην καὶ προὔλεγον ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται, οὐ μόνον οὐ τιμήσει τὰ πρέποντα, ἀλλ’ οὐδὲ εἴσεται τοῦ πράγματος οὐδέν. διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ | |
10 | ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. οὐδὲ γὰρ, ὦ ἄριστε ἀνδρῶν, οἱ δικασταὶ τοῦτον τὸν τρόπον κρίνουσι καὶ προοιμίου τινὸς ἢ διηγήσεως ἀκούσαντες ἀπαλλάττονται, οὐδὲ αὖ ταῦτα παρέντες πρὸς μέρος τι τῶν εἰκότων συνῆλ‐ θον, ἢ ὅσον μιᾶς τινος μαρτυρίας ἀκοῦσαι ἢ τῆς ἐπα‐ | |
15 | νόδου τῶν εἰρημένων, ἀλλ’ ἀκούσαντες ἀπ’ ἀρχῆς εἰς τέλος οὕτω τὴν ψῆφον φέρουσι· καὶ τοῦτο κἀκείνοις οἶμαι λυσιτελεῖ. πρὸς τῶν θεῶν τῶν ὁρκίων οὐδέ γε ὑμεῖς ὅταν ποιῆτε Ὀλύμπια, οὐχ οὕτως ἀγωνοθετεῖτε, τοῦ μὲν ἅπαντα ἀκούσαντες τῶν ἀγωνιστῶν, τοῦ δὲ ὅσον εἰσόδιον, ἢ τῶν | |
20 | μὲν ἐν μέσῳ τι, ἢ τῶν ἐν τέλει. πρὸς οὖν τί τοῦτο λέγω; ὅτι μικρῷ τινι τοῦ λόγου μέρει προστυχὼν ἀπὸ τούτου τὸ πᾶν ἔκρινας, προοιμίου δὲ οὐκ ἤκουσας οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν μηδὲν ἐλάττονος ἀξίαν νομίσαι τοῦ παντὸς ἀγῶνος, ὡς περὶ μέρους εἰπεῖν. τὸ γὰρ ἦθος ὅλον | 423 |
25 | ἐνταῦθα ἂν μᾶλλον. ἐν αὐτοῖς γὰρ ἔγνως ὡς ἐπαινέσοντες πλέον τὸν ἄνδρα ἢ καθαιρήσοντες εἰσῄειμεν. οὕτω πᾶσαν αἰδῶ καὶ τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς αὑτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκοίη μᾶλλον αὑτοῦ | |
322 | φείσασθαι. οἶμαι δὲ εἰ καὶ υἱὸς ἐκείνου ἔμελλεν ἀντερεῖν αὐτῷ, οὐκ ἂν πλείω τὴν παραίτησιν ἐποιήσατο, οὐδ’ ἂν περιφανέστερον ἐκόσμησεν εἰς τοὺς Ἕλληνας. σὺ δὲ τούτων ἀπολειφθεὶς ὅμοιος εἶ τῷ πρὶν ἀμφοῖν ἀκοῦσαι τὸν μῦθον | |
5 | δικάζοντι. καίτοι ἕτερός γ’ ἂν ἔχων συνέχειαν ἐπελάθετο καὶ αὐτὸς ἑαυτοῦ, μὴ ὅτι τοῦ ἀντιπάλου, καὶ τὸ προκεί‐ μενον δεικνὺς οὐδὲν ἂν πλέον ἐζήτει. ἐγὼ δὲ ὥσπερ δεδοι‐ κὼς μὴ φαυλότερος περὶ ταῦτα ἐκεῖνος νομισθῇ, τὸ ἐκεί‐ νου σπεύδων παρὰ πάντα τὸν λόγον διαγίγνομαι· καὶ τῆς | |
10 | ἀποδείξεως οὕτω συνεχοῦς καὶ πυκνῆς οὔσης, ἐξέστω γὰρ εἰπεῖν, τὸ σχῆμα τῶν λόγων τῶν πρὸς τὸν ἄνδρα οὐχ | |
ἧττον ἀγαστόν ἐστιν, ὅτι οὐχ ἑτέρως μὲν τὴν κρηπῖδα ὑπέ‐ θηκα, ἑτέρως δὲ τὸ λοιπὸν ἐπήγαγον, ἀλλ’ ἀκολουθεῖ πανταχοῦ τῷ λόγῳ τὸ τοῦ ἀνδρὸς προορώμενον, καὶ δείκνυ‐ | 424 | |
15 | μεν ὅτι ἀντιλέγοντες τὰ ἀναγκαῖα κοσμοῦμεν ἐκ περιου‐ σίας. καίτοι ἐβουλόμην ἂν ἐκεῖνον οὕτως ἀντειπεῖν μοι δεῦρο γενόμενον, ἀλλ’ ἴσως ἧττον ἂν τοῦ τοιούτου ἐμέλη‐ σεν αὐτῷ. Σκόπει τοίνυν καὶ τὰ ἐπὶ τῆς τελευτῆς τῶν λόγων | |
20 | ὡς ἀκόλουθα τῷ προοιμίῳ· τοῦτο μὲν περὶ τῶν τῷ ὄντι ῥητόρων διαλεγόμενοι, Πλάτων δ’ ἡμῖν ποῦ χοροῦ, φαμὲν, στήσεται; ἡμεῖς μὲν αὐτὸν ἐν τῷ καλλίστῳ τάττειν ἕτοι‐ μοι τοιουτοισί τισι τοῖς ῥήμασιν, οὐ γὰρ τό γ’ ἀκριβέστε‐ ρον μέμνημαι· τοῦτο δὲ ἑτέρων τινῶν ἀνθρωπίσκων μνη‐ | |
25 | σθέντες, πρὸς δὲ δὴ Πλάτωνα, τὸν τῶν ῥητόρων πατέρα τε καὶ διδάσκαλον, οὕτως οἶμαι τὸ ἐφεξῆς εἰρήκαμεν, καὶ τοσαῦτά γ’ ἐστὶν οὐ τὸν βίον τὸν ἐκείνου καὶ τοὺς λόγους εἰς ὅσον οἷόν τε σεμνύνοντος, καὶ ταυτὶ πάντα ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι, φησὶ Δημοσθέ‐ | |
30 | νης, ἐπεὶ τό γε τοῦ Πινδάρου πολλοὶ ὑμνοῦσι | |
30 | Χρὴ δὲ πᾶν ἔρδοντ’ ἀμαυρῶσαι τὸν ἐχθρόν. | |
31 | ἐχθρὸν δέ που λέγει τὸν ἀντίπαλον. καὶ σχεδὸν ἔν τε ταῖς σφαιρομαχίαις καὶ τοῖς γυμνικοῖς αὐτοῖς ἀγῶσι, προσθήσω δὲ καὶ ἱππικοῖς, οὕτως ὁρῶμεν οὐ τοῖς τῶν ἀντιπάλων | |
35 | βουλήμασιν ἀκολουθοῦντας τοὺς περὶ τῆς νίκης ἐρίζοντας, | |
323 | ἀλλὰ τὰ αὑτοῖς συμφέροντα καὶ ποιοῦντας καὶ λέγοντας, ἕως ἂν μή τις περιφανῶς κωλύῃ νόμος. ὥστ’ εἰ τὰ μά‐ λιστα μὴ πρὸς ἡδονήν τισιν ἦσαν οἱ λόγοι, ἔλεγχον δὲ εἶχον ἢ τῶν λόγων τῶν ἐκείνου ἢ τοῦ βίου, ἀρχαῖος ὁ | 425 |
5 | νόμος χρῆσθαι τοῖς τοιούτοις, καὶ οὐκ ἐγὼ κατέδειξα αὐ‐ τὸν, ἀλλὰ παντάπασα παλαιός ἐστιν· ἢ δέδοικα αὖ λέγειν μὴ Πλάτων ὁ καταδείξας αὐτὸν ᾖ· κἀμοὶ μὲν ἀπολελόγη‐ ται μετρίως ὑπὲρ τῆς αἰτίας, ὡς ἐγὼ νομίζω· ὅτι δὲ ἐκεῖ‐ νός ἐστιν ὁ οὐ πάνυ φροντίζων εἴ του δέοι καθάπτεσθαι, | |
10 | μάλιστα μὲν εἰκὸς ἄμεινόν σε ταῦτα ἐπίστασθαί τε καὶ μεμνῆσθαι τούτοις σχολάζοντα, ἃ δ’ οὖν κἀγὼ μέμνημαι φέρε ἀναμνήσθητι. καὶ ὅπως αὖ μή με φήσεις Πλάτωνος κατηγορεῖν. οὐ γὰρ κατηγορίας ἕνεκα ἐκείνου, ἀλλ’ ἀπολο‐ γίας ἕνεκα παρ’ αὐτοῦ χρήσομαι τῷ παραδείγματι. ὅτι | |
15 | δὲ ἄκων εἰς τούτους ἐμπίπτω τοὺς λόγους σχεδὸν οἶσθα. οὐδὲ γὰρ ἐξ ἀρχῆς οὕτως ἐκείνους ἐποίουν τοὺς ὑπὲρ τῆς ῥητορικῆς ὡς ἀπολογίας μοι δεῆσαν. οὐχ ὁ μὲν Ἀλκιβιά‐ δης αὐτῷ βούλεται παράκλησιν τοῖς μέλλουσι πολιτεύεσθαι ἐπιμελείας ἑαυτῶν; προελθὼν δὲ τοῦ λόγου κακίζει Περι‐ | |
20 | κλέα οὐ πάνυ τι οὐδὲ τοῦ πράγματος ἀναγκάζοντος. παρ‐ ρησιάζομαι γὰρ πρὸς σὲ καὶ πρὸς αὐτὸν Πλάτωνα. σκέ‐ ψαι δὲ ἐκ τῶν ῥημάτων. Ἐκ τοῦ βιβλίου „Ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατη‐ γορεῖ καὶ σὺ σαυτοῦ. διὸ καὶ ᾄττεις ἄρα πρὸς τὰ πολι‐ | |
25 | τικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, | |
ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων καὶ ἴσως γε τοῦ σοῦ ἐπιτρόπου Περικλέους.“ ἔστω ταῦτα ἀναγκαῖα, εἰ βούλει, μέχρι τούτου „Πέπον‐ θας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν | 426 | |
30 | πραττόντων τὰ τῆσδε τῆς πόλεως,“ τὸ δὲ λοιπὸν ὦ πρὸς θεῶν τί βούλεται τῷ σοφῷ ἀνδρὶ „πλὴν ὀλίγων τε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους;“ ἀλλ’ ὅτι ἡ ἐκβολὴ αὕτη ἐστὶν ἐξεπίτηδες ἐζητημένη ὑπὲρ τοῦ κακῶς εἰπεῖν Περικλέα αὐτὸς μαρτυρήσει. καὶ ὅπως μὴ πάλιν ἀχθεσθῇς | |
324 | ὑπὲρ τοῦ αὐτοῦ. σκόπει γὰρ αὐτὰ ἃ λέγει. Ἐκ τοῦ Ἀλκι‐ βιάδου „Λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομά‐ του σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγο‐ νέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ὅτι τηλι‐ | |
5 | κοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα. Τί οὖν; ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλ‐ λον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντι‐ ναοῦν ἐβούλετο; ἦ γάρ; Ναί. Οὐκοῦν καὶ σὺ ὁ παρ’ ἐκεί‐ | |
10 | νου μαθὼν ἄλλον οἷός τε ἔσει; Ναί. Καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως. Πάνυ γε. Ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμε‐ νον. Ἔμοιγε δοκεῖ. Τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα | |
15 | ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος; Τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες; Ἀλλὰ | |
Κλεινίαν τὸν σὸν ἀδελφόν. Τί δ’ ἂν αὖ Κλεινίαν λέ‐ γοις, μαινόμενον ἄνθρωπον; Ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα | 427 | |
20 | αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ; Ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν. Ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ | |
25 | Καλλίαν τὸν Καλλιάδου· ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν. Ἀλλὰ μὰ Δί’ οὐκ ἔχω.“ πράγματά σοι παρέχειν ἔοικα· οὐ μέντοι πλείω ἢ ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ. περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν. | |
30 | Οὐκοῦν ὃ λέγω σκόπει. ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρ’ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολο‐ γίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς εὐγνωμοσύ‐ | |
325 | νης. ἐγὼ μὲν γὰρ ἐφαινόμην οὐδ’ ἐν αὐτοῖς τοῖς ἀναγ‐ καίοις ἀποτόμως τῷ λόγῳ χρώμενος, ἀλλὰ πεφεισμένως καὶ σχηματιζόμενος τὰ πρέποντα, ὁ δ’ ἀνδρὶ τῶν κατ’ αὐτὸν ἐνδοξοτάτῳ οὕτω ῥᾳδίως ἀμαθίαν ἐγκέκληκε, καὶ | |
5 | ταῦτα ἀκούοντος μειρακίου ἐπιτηδείου καταφρονῆσαι καὶ ὁτουοῦν, καὶ ᾧ θεῖός τε καὶ ἐπίτροπος καὶ ἀντὶ τοῦ πα‐ τρὸς ἂν ἦν. ὥστ’ ἐγὼ μὲν οὐδὲ ψέγω οὐδ’ ἐξελέγξω, δέ‐ δοικα δὲ μή τις ἐμοῦ γοργότερον βλέπων φῇ συνῳδὰ ταῦτα εἶναι ταῖς αἰτίαις ἃς Σωκράτης εἶχεν, ὡς ἀναπείθων | |
10 | τοὺς νέους τῶν πρεσβυτέρων καταφρονεῖν. καὶ ἐὰν δὴ λέγω ὅτι Περικλέα φασὶ καὶ τὰ ἴδια οὐδὲν ἀτιμότερον βιῶναι Σωκράτους σεμνότητος ἕνεκα κἀν ταῖς στρατείαις ταῖς κοιναῖς λυσιτελέστερον εἶναι Σωκράτους συμπαρόντα, ἐὰν ταῦτα λέγω, φήσεις με ῥητορεύειν. οὐκοῦν ταῦτα ἐῶ σὴν | 428 |
15 | χάριν. ἀλλὰ τοσοῦτον δέομαι πυθέσθαι, ποῦ ταῦτα ἀναγ‐ καῖον ἐγκαταμῖξαι τοῖς διαλόγοις; οὐ γὰρ ἄν μοι θαυμα‐ στὸν εἴη εἰ μηδεὶς ἔχοι δεῖξαι. τεκμαίρομαι δ’ ἑνὶ μικρῷ. εἰ γάρ τις ἅπαν τοῦτο ἐξέλοι, ἀρξάμενος ἀπὸ τοῦ „Πέ‐ πονθας δὲ οὐ σὺ μόνος τοῦτο, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν | |
20 | πραττόντων τὰ τῆσδε τῆς πόλεωσ“ ἢ καὶ ἔτι ἀπ’ ἐκείνου „Διὸ καὶ ᾄττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι“ μέχρι τοῦ „Ἀλλὰ μὰ Δί’ οὐκ ἔχω,“ εἰ τοῦτό τις ἐξέλοι, τί χείρων ὁ λόγος γίγνεται, ἢ τί ἧττον προτρέπει τὸν Ἀλκιβιάδην, ἐὰν οὕτω τὸ συνεχὲς ᾖ „Ἀμαθίᾳ γὰρ συνοι‐ | |
25 | κεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σοῦ κατηγορεῖ καὶ σὺ σαυτοῦ. εἶεν. τί οὖν διανοεῖ περὶ σεαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι;“ τί χεί‐ ρων ἐγίγνετο ὁ λόγος, εἰ ταῦτα οὑτωσί πως εἶχεν; ἐγὼ μὲν οὐχ ὁρῶ. εἰ γὰρ τῶν ἄλλων τισὶ τῶν πολλῶν ἐβούλετο | |
30 | ἐπιτιμῆσαι προτροπῆς ἕνεκα τοῦ μειρακίου, ἐξῆν ὅπερ εἴ‐ ρηκα ποιῆσαι. διείλεκται γάρ που καὶ περὶ τούτων ἰδίᾳ, ὡς οὐ χρὴ πρὸς τὸν δεῖνα ὁρᾶν αὐτὸν, ἀλλὰ πρὸς τοὺς ἀληθινοὺς ἀνταγωνιστάς. οὐκοῦν δεινὸν, εἰ Πλάτων μὲν | |
326 | κωμῳδεῖ Περικλέα μηδεμιᾶς ἀνάγκης οὔσης, ἡμῖν δὲ μηδὲ τοσοῦτον εἰπεῖν ἄνευ μέμψεως ἐξέσται ὡς ἀπεδήμησε Πλά‐ των εἰς Σικελίαν. καίτοι τί τοῦτο αἰσχυνόμεθα οἱ φιλοῦν‐ τες ἐκεῖνον; Παρμενίδης τοίνυν ἔστιν αὐτῷ σύγγραμμα | 429 |
5 | θεῖον. τί οὖν πρὸς τὸ ἓν καὶ πολλὰ καὶ τὰς πολλὰς ταύ‐ τας στροφὰς τὸ γενέσθαι Ζήνωνα παιδικὰ Παρμενίδου; ποῦ τοῦτο ἀναγκαῖον ἦν προφέρειν ἀνδρὶ τηλικούτῳ; ἀλλ’ ὅμως εἴρηκε κόσμου τινὸς ἕνεκα τῶν λόγων. ἀλλὰ νὴ Δία ὡς Ὅμηρον μύρῳ χρίσας ἐκπέμπει χελιδόνος τιμὴν κατα‐ | |
10 | θεὶς, οὕτως ἡμεῖς Πλάτωνα ἐκπέμπειν ἐκ τῶν πόλεων ἐκε‐ λεύομεν ἢ μετ’ ἀδείας τοσαύτης κακῶς αὐτὸν εἰρήκαμεν; ἢ τούτους πάλιν αὖ τοὺς Γοργιείους λόγους παραιτούμεθα μὴ δυσχεραίνειν ἐὰν διαγράφωμεν, ὥσπερ ἐκεῖνος βούλεται τὸν Ὅμηρον διαγράφειν, ὡσπερεί τις ἑλλανοδίδης πρὸς | |
15 | ἐπῶν κρίσιν ᾑρημένος; ἀλλὰ τοὺς ἑταίρους τοῦ Πλάτωνος κωμῳδοῦμεν ὥσπερ ἐκεῖνος τοὺς Ὁμήρου, καὶ ταῦτα μέν‐ τοι πρὸς θεῶν τί τοῦ λόγου προσαναγκάζοντος αὐτόν; οὐ γὰρ ἔγωγε ἐπινοῶ. οὐκ ἂν οἱ φύλακες καθ’ αὑτοὺς ᾤκουν, εἰ μὴ κακῶς Ὅμηρος ἤκουσεν; ἀλλὰ γυναῖκες κοι‐ | |
20 | ναὶ ταῦτα ἐπηνάγκαζον; ἀλλ’ ἡ χιλιέτης πορεία χεῖρον ἂν εἴρητο αὐτῷ, εἰ μὴ Κρεόφυλος ἤκουσε κακῶς; ἀλλὰ τί τοῦτο ἐβούλετο αὐτῷ κωμῳδεῖν Ὅμηρον διὰ κενῆς; καὶ μὴν οὐδὲ αὐτό γε τοῦτο παρῃτήσατο εἰς τοσοῦτον οὔτε ἀρχόμενος τῶν πρὸς αὐτὸν λόγων, ὥσπερ ἡμεῖς πολλὰ πα‐ | |
25 | ρῃτησάμεθα, οὔτε ἐν τοῖς ὕστερον, ἀλλ’ ἓν γὰρ τοῦτ’ | |
εἶπε βραχὺ, ὡς οὐ πρό γε τῆς ἀληθείας τιμητέος ἁνήρ. ἡ δὲ ἀλήθεια οὐκ ἐπηνάγκαζε Κρεόφυλον ἄγειν εἰς λόγον. ἢ Πλάτωνι μὲν καὶ ἀπὸ τῶν ὀνομάτων ἐξέσται διασύρειν οὓς βούλεται καὶ διὰ τούτων ἑτέρους πάλιν, ἡμῖν δὲ οὐδὲ | 430 | |
30 | ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοὺς ἐκείνου λόγους ἐλέγχειν ἐξέσται; καὶ τὸ μὲν δὴ περὶ τῶν ἐπῶν ἀφῶμεν αὐτῷ | |
327 | καταστάσεώς γ’ ἕνεκα τῆς πολιτείας διερευνᾶν, καίτοι κἀνταῦθά τις ἂν ἔχοι ὑπολαβεῖν αὐτῷ, τί δ’ ἐστὶ τοιοῦ‐ τον; εἰ μὲν γὰρ ὅλως ἔμελλες χρήσεσθαι τῷ ποιητῇ, χρῆν ἐξαλείφειν ἅ γε μὴ προσίεσο· εἰ δὲ ἁπλῶς ἐκπέμπεις αὐτὸν | |
5 | καὶ οὐδέσιν οὐδὲ ὧν ἐπαινεῖς ἐᾷς ὁμιλεῖν τὴν σαυτοῦ πό‐ λιν, πράγματα σαυτῷ παρέχεις, τὰ μὲν ἐξαίρων, τὰ δὲ ἐγκαταλείπων. δῶμεν οὖν, εἰ βούλεται, ἡδύσματος ἕνεκα τῶν λόγων αὐτῷ καὶ διατριβῆς ταῦτ’ εἰρῆσθαι. ἢ δεῖ τοῖς πεπολιτευμένοις ἅπασιν αὖθις ἐπ’ αὐτὸν ἐπανόδου; ἆρ’ | |
10 | οὐ φιλοτιμία λαμπρά; ἤδη γὰρ ἀποκαλύψας ἐγὼ λέγω. Ἐκ τῆς Πολιτείας „Ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ὁποῖα ἐπιτηδεύματα βελτίους ἀνθρώπους ἢ χεί‐ | |
15 | ρους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαιμό‐ νιοι καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμι‐ κραί; σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην γεγονέναι καὶ | |
σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικε‐ | 431 | |
20 | λία καὶ ἡμεῖς Σόλωνα, σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν; Οὐκ οἶμαί γε, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ πόλεμος ἐπὶ Ὁμήρου ὑπ’ ἐκεί‐ νου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύε‐ ται; Οὐδείς. ἀλλ’ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολ‐ | |
25 | λαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας, ἤ τινες ἄλλαι πράξεις λέγονται, ὥσπερ αὖ Θάλεω πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου; Οὐδαμῶς τοιοῦτον οὐδέν. Ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας ζῶν αὐτὸς λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ | |
30 | συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε ὑπερβαλλόντως ἐπὶ τούτῳ ἠγαπήθη καὶ οἱ ὕστερον ἔτι νῦν τρόπον τὸν αὐτὸν | |
328 | ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; Οὐδ’ αὖ, ἔφη, τοιοῦτον· οὐδὲν λέγεται. ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖ‐ ρος, ἔτι πρὸς παιδιὰν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμή‐ | |
5 | ρου ἀληθῆ. Λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. Ἀλλ’ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολ‐ λοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ | |
10 | αὐτῶν; ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ’ | |
αὑτῶν παριστάναι, ἰδίᾳ ξυγγιγνόμενοι, ὡς οὔτε πόλιν οὔτε οἰκίαν τὴν ἑαυτῶν διοικεῖν οἷοί τ’ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς οἰκίας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ | 432 | |
15 | σοφίᾳ οὕτω σφόδρα φιλοῦνται ὥστε μόνον οὐκ ἐπὶ τῆς κεφαλῆς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δ’ ἄρα οἱ ἐπ’ ἐκείνου, εἴπερ οἷός τ’ ἦν πρὸς ἀρετὴν ὀνίναι ἀν‐ θρώπους, καὶ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας ἂν εἴων, καὶ οὐ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ | |
20 | ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐ‐ τοὶ ἂν ἐπαιδαγώγουν ὅπη ἦσαν, ἕως ἱκανῶς παιδείας με‐ ταλάβοιεν; Παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμε‐ νοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς | |
25 | εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν ἀληθείας οὐχ ἅπτεσθαι;“ Ταῦτα, ὦ πρὸς τῶν θεῶν, τίνας τὰς ἀνάγκας ἢ τίνα τὴν εὐπρέπειαν ἔχει; τίς ἀνέξεται Χαρώνδαν πρὸ Ὁμήρου ταττόμενον καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ ἄλλους | |
30 | παμπόλλους; ὁ δὲ αὐτὸς οὗτος Πρόδικος ἐν τοῖς αὐτοῦ πολὺ κατάκειται μάλα γελοίως καὶ ὁ Πρωταγόρας εἰς τὸν Ἱππίαν παραβλέπει καὶ ὁ Ἱππίας ληρεῖ. τί ταῦτα συντε‐ λεῖ, φαίη τις ἂν, τοῖς θαυμαστοῖς αὐτοῦ δόγμασιν; ἀλλ’ | |
329 | ὅμως τούτους τοὺς ἑτέρωθι γελοίους ἐνταῦθα ἐν εὐφημίᾳ τέθειται, οὐχ ἵνα τούτους ἐπαινέσειεν, ἀλλ’ ἵνα Ὁμήρῳ, | |
ἀηδὲς μὲν εἰπεῖν, τὸ δὲ ἀληθὲς ἀποκρύψασθαι μὴ ἀνεχό‐ μενος, ἐπηρεάσειε, λέγω. τίς γάρ ἐστιν ὁ λέγων „Καὶ μὴν | 433 | |
5 | Τάνταλον εἰσεῖδον“ καὶ „Τὸν δὲ μέτ’ εἰσενόησα;“ οὐκοῦν ἐκείνους μὲν διὰ τῶν Ὁμήρου κωμῳδεῖ, Ὅμηρον δ’ αὖ δι’ ἐκείνων. παρενθήκη δὲ καὶ Ἡσίοδος αὐτῷ γέγονεν. ὥστ’ ἐγὼ θαυμάζω τίνας ἂν τὰς βλασφημίας εἰς αὐτοὺς ἐποιήσατο, εἰ τὴν πόλιν αὐτὴν διέβαλλον, ἢ τὴν πολιτείαν | |
10 | ἀφῃροῦντο, ὁπότ’ οὐδὲν ἔχων ἕτερον προφέρειν ἢ ὅτι πλείους ἴσως τοῦ δέοντος ἐπαινοῦσιν, αὐτὸς οὕτως ἀνο‐ μοίως αὐτοῖς προσενήνεκται. ἀτὰρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων ὅτι πάντα εἴδω‐ λά ἐστι τῷ ἀνδρὶ, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων | |
15 | ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. „Εἰδώ‐ λων δὲ πλέον πρόθυρον“ φαίη ἂν εἰς αὐτὸν Ὅμηρος. πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα, ἢ τἀμὰ, ἐν οἷς φημι Πλάτωνα ἀποδημῆσαι ὑπὲρ αὐτῶν, καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων, ἀλλὰ τῇ ἀποδη‐ | |
20 | μίᾳ τὸν λόγον πιστούμενος. ναὶ, ἀλλ’ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδ’ ἐν λόγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδιοποιὸν προσείρηκεν, οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. πλέον | |
25 | γὰρ οἶμαι τὴν τραγῳδίαν Ὁμήρῳ συνῄδεσαν οἱ Ἕλληνες. ἀλλ’ Ἐπίχαρμος δῆτα δικαίως αὐτῷ κωμῳδίας ἄκρος, ᾧ ταῦτ’ ἄριστα φαίην ἂν ἔγωγε ἔχειν ὅσα τῆς φωνῆς τῆς Ἀττι‐ | |
κῆς ἐστιν ἐγγυτάτω. οὐκοῦν δεινὸν, εἰ οὗτος μὲν καὶ τραγῳδιοποιοὺς καὶ κωμῳδιοποιοὺς καὶ πόλιν καὶ πολιτείαν | 434 | |
30 | καὶ νόμους αὑτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου τινὸς ἐξέσται πρὸς αὐτὸν ἀμφισβητῆσαι, καὶ ταῦτα οὐ μύρῳ | |
330 | ἐπαλείφουσιν αὐτὸν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδ’ ἂν αὐτὸς μείζους ἠξίωσεν ἀκούειν ὑπὲρ αὑτοῦ. εἰ γὰρ ἓν μόνον εἴπομεν ἀρχόμενοι τῶν λόγων τῶν πρὸς αὐτὸν, καλῶ δὲ ἐπὶ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ | |
5 | Ἀπόλλω μουσηγέτην καὶ Μούσας ἁπάσας, εἰ τοῦτο μόνον τὸ πάσας ἐπεθήκαμεν, τίς εἰς τοσοῦτον ἂν ἠρκὼς ἦν Πλάτωνα; μὴ γάρ τοι νομίσῃς ῥῆμα ἄλλως ἐφόλκιον εἶναι τοῦτο, ὥσπερ Ὁμήρῳ ἐστὶ „Μοῦσαι δ’ ἐννέα πᾶσαι,“ ἀλλ’ εἰ περὶ τῶν ἑαυτοῦ λέγειν ἔξεστιν, ἀμήχανον ὅσον | |
10 | ἐστὶ τὸ τῆς προσθήκης. νὴ Δί’, εἴποι τις ἄν. ἀλλ’ ἐν τούτοις μόνοις ἡμῶν πλείω περιεργάζεται, τὰ δ’ ἄλλα με‐ στὸς εὐλαβείας ἁνήρ; οὐκ Ἀριστοφάνει μὲν λύγγα προσά‐ πτει, οὐδὲν πρὸς λόγον, μᾶλλον δὲ καὶ παντελῶς πρᾶγμα ἄχαρι καὶ ἀπᾷδον τῶν περὶ ἔρωτος λόγων, τοσοῦτον δὲ | |
15 | ἀπέχει τοῦ τἀναγκαῖα ἢ τοῦ ἀληθῆ λέγειν ὥστε ὅλην δή που τὴν συνουσίαν ἔψευσται καὶ τοὺς τεθνεῶτας ὡς ζῶν‐ τας συμπλάττει. γνοίης δ’ ἂν ἐξ αὐτῶν τῶν λεγομένων. Μαντινεῖς μὲν γὰρ, ὧν ἐν τῷ λόγῳ μέμνηται λέγων ὡς ἐπὶ Ἀρκάδων διῳκίσθησαν ἐπὶ τοῦ δεῖνος ἄρχοντος, Σω‐ | |
20 | κράτης δὲ ἐτεθνήκει πρὸ τόσου καὶ τόσου, ὁ δὲ Ἀριστο‐ φάνης αὐτῷ λύζει τε καὶ λέγει ταῦτα πρὸς τοῦ Σωκράτους. | |
εἶτ’ ἐκείνῳ μὲν ἔνια καὶ μηδαμῆ συμβαίνοντα ἔξεστι συμ‐ πλάττειν, κἂν ἔξω φανερῶς ᾖ τοῦ λόγου, ἡμῖν δὲ ἄρα τίς μνησικακήσει εἴ τι τῶν ὑπ’ αὐτοῦ πραχθέντων ἠνέγκα‐ | 435 | |
25 | μεν εἰς μέσον; | 436 |