TLG 0284 045 :: Aelius ARISTIDES :: Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Source: Dindorf, W. (ed.), Aristides, vol. 2. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 1–155.

Citation: Jebb page — (line)

1

Οἶμαι δεῖν ὅστις μέλλει τὰ δέοντα ἐρεῖν, ἢ ψήφου κύριος ὀρθῶς ἔσεσθαι, μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλ’ οὗ πανταχοῦ πλεῖστον εἰκός
5ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν, ὁποτέ‐ ρωθι τἀληθὲς, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πι‐ στεύεσθαι μηδ’ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γ’ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐ‐
10δεὶς ἀποφεύξεται· πάντες γὰρ ὕστεροι δή που τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται, καὶ τραγῳδοὺς μὲν καὶ κιθαριστὰς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς μὴ
15ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως, ἢ κληροῦν γε ἂν ἤρκει μόνον, ἀλλ’ ὅστις ἂν κάλλιστ’ ἀγω‐ νίσηται, τοῦτον στεφανοῦν καὶ πρῶτον ἀναγορεύειν, κἂν ὕστατος εἰσελθὼν τύχῃ, τοὺς δὲ τῶν ἀστειοτέρων ἀγω‐ νισμάτων ἀξιοῦντας ἀγωνιστὰς ἢ κριτὰς εἶναι οὕτω σφό‐

2

δρα τὸν χρόνον σεμνύνειν ὥστε μὴ μόνον τοῖς ὅλοις χεί‐ ρους τοὺς ὑστέρους ἡγεῖσθαι, ἀλλὰ μηδ’ ἂν τυχεῖν εὑρόν‐ τας βέλτιον τῶν εἰρημένων μηδέν. ὁρῶ δὲ ὅτι κἀν τοῖς γυμνικοῖς ἀγῶσιν οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιή‐1
5σατο, οὗτος ἀπέρχεται νικῶν, ἀλλ’ ὅστις οὗ τὴν ἀπογρα‐ φὴν πεποίηται, τοῦτο ἐπὶ τῆς πείρας ἄριστα δείκνυσι. καὶ τοῦθ’ οὕτως ἰσχύει διὰ τέλους ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἄθλοις, προσθήσω δ’ ὅτι καὶ τοῖς αὐτοῦ τοῦ τάχους, οὐ τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν ἀποδίδοται τὸ σύμβολον,
10ἀλλὰ τοῖς παρελθοῦσι. καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶν‐ τας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου κα‐ λὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δ’ ἐπὶ τῶν λόγων ἀνέ‐ χοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδ’ ἂν ζῆν
15δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δ’ ἀδίκως ἔχειν, ὥσθ’ ἑνὶ πιστῷ χρῆσθαι περὶ ἁπάντων, ἄν τις φθάσῃ γενόμε‐ νος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖ‐ σθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον· καὶ τοὺς μὲν νόμους αὐτοὺς, ἂν συμφέρῃ, κινεῖν, τοὺς δὲ περὶ
20τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλ’ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχη‐ κότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νό‐ μοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς· καὶ τοῖς μὲν
25ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν2

3

δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν χρῆναι φάσκοι μόνους τοὺς πρώ‐ τους γενομένους, καὶ μηδ’ ἐκεῖνο ὁρᾷ ὅτι ἡ τοιαύτη κρί‐ σις καὶ ὁ τοιοῦτος λογισμὸς αὐτοῖς πρώτοις οὓς τιμῶ‐
5σιν οὐ λυσιτελεῖ. εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν, οὐκέτ’ ἔχει τόπον ἡ νῦν παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ ἂν οὕτω γε νικῴη περὶ λόγους καὶ Κρίασος καὶ Κρότωπος καὶ Φορω‐ νεὺς καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου καὶ Δευκαλίων ἢ εἴ τις
10ἔκ τε ἄλλων ἄλλος καὶ Λυκάων ἐξ Ἀρκαδίας καὶ Κέκροψ Ἀθήνηθεν ἀντὶ τῶν νῦν βεβοημένων· ἐν δὲ τοῖς ἔθνεσι Φρύγες διὰ τὴν παρὰ τοῦ βέκους, οἶμαι, μαρτυρίαν. καὶ παρῆκα Καλλαίθυιαν ἀρίστην γυναικῶν ἅμα καὶ ἀνδρῶν γενομένην. ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται
15τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβάλ‐ λειν καὶ οὐκ ἀρχαῖος, καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δη‐ μοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων, οὐδ’ εἰς πολλο‐
20στὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. εἰ δὲ τοῦτ’ εὔδηλον ἅπα‐ σιν ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὐτῶν ἀπέκρυψαν, οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαν‐ τας ἀπείργειν εἰκὸς, οὐδ’ ἀπιστεῖν εἴ τις καὶ τοῦ νυνὶ
25χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρό‐ κειται λόγος, ἀλλὰ παρ’ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν3

4

ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς
5δεῖ δοκεῖν τιμᾶν· ὅτι δ’ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρ‐ τυρος, ἀλλ’ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ
10τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπε‐ στέρηται λόγου, ἀλλ’ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατ’ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσα‐
15σθαι, μή που τοῦτ’ ἔγκλημα ποιουμένους, ἀλλ’ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκε‐ ψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν,
20εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπε‐ στέρησε τρόπον γέ τιν’ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλ’ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχή‐ ματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτ’ ἀντιλέγειν
25Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέ‐
γων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δ’ αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις δι’ ἐκεῖ‐ νον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν4
30δεῖ, ἀλλ’ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ

5

ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτ’ ἂν εἴη τοὐπί‐ ταγμα· εἰ δ’ ἔσθ’ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῶζον παρ’ ἧς τὸ
5τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρ’ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτόν γ’ εἶναι δο‐ κεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλ’ ἅμα τῶν τε δικαίων οὐ
10τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπ’ αὐτῆς ἐξελήλεγκται. δό‐ ξει γὰρ οὐχ οἷα τ’ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλι‐ στα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομί‐ ζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκ’ ἀν‐
15θρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδ’ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ
20ἄκοντες εἰπεῖν, ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόν‐ τος ἀγῶνος. καλῶ δ’ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν
λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ δι’ αὐτὸ τὸ ἴδιον5
25τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ δι’ ἧς ἀγωνιζόμεθα, ἔπειθ’ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθ’ ὑπὲρ

6

τῶν φαυλοτάτων οἱ λόγοι. εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς
5τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπ’ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. ἔστι δὲ ταυτὶ „Δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν.
10ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δ’ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλ’ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια
15ἐπὶ τέτταρσι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθά‐ νεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημ’ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλ’ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι· ἐγὼ δ’ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον
20εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε. ἀλλ’ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. Ἐρωτῶ δὴ, καὶ ἀπό‐
κριναί μοι ὁποῖον μόριον. Ἆρ’ οὖν ἂν μάθοις ἀποκρινα‐6
25μένου; ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτι‐ κῆς μορίου εἴδωλον. Τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; Αἰσχρὸν ἔγωγε. τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. Μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλ’ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις.

7

Εἰκότως γε, ὦ Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. Ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητο‐ ρικήν. Ἀλλ’ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται
5εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ’ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν
10ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλ’ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. Ἀληθῆ λέγεις. Τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. Ἔστι ταῦτα. Φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω ὃ λέγω.
15δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ’ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ἀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμνα‐ στικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον
20μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ δια‐ φέρουσί τι ἀλλήλων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ
25πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχὴν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέ‐ δυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ7
30θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου

8

ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑπο‐ δέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέ‐ ναι, ὥστ’ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες,
5πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. τέχνην δὲ αὐτὴν οὔ φημι
10εἶναι, ἀλλ’ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσ‐ φέρει, ὁποῖ’ ἄττα τὴν φύσιν ἐστὶν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν· ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψο‐
15ποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειό‐ τητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα
20οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι,
ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιο‐ σύνην.“8
25 Ἐνταῦθα ἀπόδειξις μὲν οὐδ’ ἡτισοῦν ἔνεστιν οὐδ’ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς, ὑπόκειται δ’ ἁπλῶς ὥσπερ ἐξὸν, οὗ πολὺς ἦν ἱδρὼς πρότερον· οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς
30εἰκὸς ἅ γε ζητεῖν γέλως, ταῦτ’ ἐξ ἀρχῆς ὑποτίθεσθαι; πῶς γὰρ οὐ γέλως εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψο‐ ποιικὴ ζητεῖν; ὁ δ’ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό.

9

γνοίη δ’ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξε‐ λὼν τὸ τῆς φιλοσοφίας ἀντ’ ἐκείνου μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. καὶ μηδεὶς μήτε ἀγροι‐ κίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου. μάλιστα μὲν
5γὰρ οὐ δή που δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις, οὐδ’ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δ’ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτ’ οὐ τοῦ φορ‐ τικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδα‐
10μοῦ τούτοις εἶναι φαμέν. οὐκοῦν ὡδὶ γίγνεται „Δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας, καὶ φύσει δεινῆς προσομι‐ λεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον
κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν9
15καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δ’ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλ’ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασι.“ καὶ διὰ πάντων δὴ
20τῶν εἰρημένων, εἴ τις οὕτως ἅπαντα τἄλλα κατὰ χώραν ἐῶν τὴν ῥητορικὴν εἰς τὴν φιλοσοφίαν μεταλαμβάνοι, συμ‐ βαίνει δή που μηδὲν ἐμποδίζεσθαι τά γε ῥήματα. ἀλλ’ οὔτε τοῦτο ὑγιαίνοντος, οἶμαι, οὔτ’ ἐκεῖνο ἀποδεικνύντος. οὔτε γὰρ φιλοσοφίας τῶν ὀψοποιίας ὀνειδῶν οὐδὲν ἅψεται
25δήπουθεν, ἕως ἂν ἄλλο τι τὴν φύσιν ᾖ, οὔθ’ οἷς ὀψο‐ ποιικὴν κακίζει τις ἐξελέγχει ῥητορικὴν, ἕως ἂν μὴ δείξῃ τὴν ἀνάγκην, ὑφ’ ἧς ταῦτα ὁμοίως ἔχει, πλὴν εἰ τοῦτ’ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν. καίτοι τοῦτο ὀκνῶ
30μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν.

10

ὅμως δ’ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύ‐ νεται ἢ ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶ‐
5τον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρ’ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γ’ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον,
ἦν τι προὔργου· νῦν δ’ οὐδείς ἐστιν ὅστις οὐκ ἂν συμ‐10
10φήσαι τὸ μὴ οὐ τὰ μέγιστ’ ἀνθρώποις καὶ κάλλιστ’ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω, καὶ τοῦθ’ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολ‐ λοῖς κεκράτηκεν ὥσθ’ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέν‐ των οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις ἢ
15συνεβούλευσεν, ἢ τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται ἃ δ’ ἂν αἱ Πυθοῖ προμάν‐ τεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθ’ ὡς ὁ Πύ‐ θιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα
20ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν ἡ πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιι‐ κῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώ‐
25ποις ἐφάνθησαν, μικρὰ δ’ ἡ κατ’ αὐτὴν ἑστηκυῖα δικαιο‐ σύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτ’ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ ἡ σεμνή σοι
30νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς

11

ἀπὸ τοῦ τρίποδος γυναιξί. βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. καὶ τότε τοὺς νόμους τίθενται πρὸς τὴν ἐλθοῦσαν παρὰ τῆς Πυθίας φωνὴν ἀπὸ Λυκούργου πρώτου, τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον
5εἰπεῖν χάριν τοῦ λόγου. οὔκουν φασί γ’ ἐκεῖνον οὐδὲν θεῖ‐ ναι Λακεδαιμονίοις ἄνευ τῆς παρὰ τοῦ θεοῦ φωνῆς, ἀλλ’ ὅμως οὐκ ἐπειδὴ Λυκοῦργος ὁ τῶν Ἑλλήνων ἄριστος ἔθη‐ κεν, οὐ διὰ τοῦθ’ ὁ θεὸς δόξαν εἴληφε τεθεικέναι τοὺς νόμους, ἀλλ’ ὁ μὲν Λυκοῦργος ἄριστος ὢν τῶν Ἑλλήνων11
10ἐμαρτύρει τὰ τῆς οὐδὲν ἰδίᾳ γιγνωσκούσης Πυθίας νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡς ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις. καί‐ τοι οὔτ’ ἐπιστήμην τιν’ ἔχουσι περιττοτέραν παρὰ τοὺς ἄλλους ἀνθρώπους αὗται αἱ γυναῖκες οὔτ’ εἴ τι καὶ γιγνώ‐
15σκουσιν, ἀφ’ ὧν πεπαίδευνται καὶ προΐσασι λέγουσιν, ἀλλ’ ὡς ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονος, πέμπουσι πανταχοῖ γῆς, εἰς Ἰωνίαν, εἰς Πόντον, εἰς Κυρήνην, ἐπ’ ἔσχατα τῆς γῆς· οὐδ’ εἴ τις εἴσεισιν ὡς αὐτὰς ἢ πεύσεται προΐσασι πρὸ τῆς ἑσπέρας καὶ τῆς ἐπὶ τοῦ τρίποδος κα‐
20θέδρας, ὡς ἔπος εἰπεῖν. ἀλλ’ ἀρτίως ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνης τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆς γῆς καὶ πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐ‐
25τὰς παρέρχεται. ἀλλὰ καὶ οὗτος ἀξιοῖ τὴν Πυθίαν ἐρω‐ τᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἶεν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ
καὶ παρὰ Ἀπόλλωνος τοῦ Πυθίου· τὰς δ’ ἐν Δωδώνῃ τί12
30φήσεις ἱερείας, αἳ τοσαῦτα ἴσασιν ὅς’ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ; καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθ’ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν,

12

ἀλλὰ πάντες μᾶλλον ἢ ’κεῖναι. ὥσθ’ οἱ μὲν ἀγνοοῦντες καὶ πυθόμενοι παρ’ αὐτῶν μεμαθήκασιν, αἱ δὲ εἰποῦσαι τί χρὴ ποιεῖν οὐκ ἴσασιν οὐδ’ αὐτὸ τοῦτο ὅτι εἰρήκασιν. οὐκοῦν ἐκ Διὸς ἂν ταύτην τὴν μαρτυρίαν τιθεὶς οὐκ ἂν
5ἁμαρτάνοις. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Κλάρῳ καὶ περὶ τῶν ἐν Ἄμμωνος καὶ πάντων ὅσοι περὶ χρηστή‐ ρια ὁμοίως ἄνδρες καὶ γυναῖκες. καίτοι πότερον τούτους ἅπαντας καὶ ταύτας πάσας ἐρωτήσομεν τὸν λόγον, ᾧ χρώ‐ μενοι ταῦτα συμβουλεύουσι; καὶ πῶς σωφρονεῖν δόξομεν;
10ἢ τοῦ μηδενὸς ἄξια καὶ κολακείαν ταῦτ’ εἶναι φήσομεν, ἐπειδήπερ οὐκ ἔχομεν τοὺς εἰπόντας ἀπαιτῆσαι τὸν λόγον, πολλῷ μέντἂν πλέον ἐλλείποιμεν τοῦ σωφρονεῖν. οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις
15ἢ τὴν τέχνην ζητεῖ, ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ παν‐ ταχοῦ. ὅσοι δ’ αὖ καὶ καθάπαξ ὑποδύντες θεῷ καὶ τέχνης οὐδὲ μικρὸν μετασχόντες οὐ μόνον τοῖς ἐφ’ αὑτῶν, ἀλλὰ καὶ τοῖς ὕστερον πολλὰ δὴ καὶ θαυμάσια προεῖπον, οἷον εἰ βούλει, Βάκις, Σίβυλλα, ἕτεροι μετὰ τούτων, εἰ δὲ μὴ
20πολλοὶ, καὶ τοῦτ’ ἐστὶν ὑπὲρ τοῦ λόγου· τὰ γὰρ μέγιστα ἐκπέφευγε τοὺς πολλούς· τίς οὕτω τεχνίτης τοῦ κακῶς λέ‐ γειν ἐστὶν ὅστις καὶ τούτους κακίσειεν ἄν; ὅταν δ’ εἰς
ποιητὰς ἴδω τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ δι‐ δασκάλους, οἳ διαρρήδην ὁμολογοῦσι περὶ αὑτῶν· μηδ’13
25ὁτιοῦν ἐπίστασθαι, μηδὲ νεῶν ἀριθμὸν, ἀλλ’ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι δεόμενοι φράσαι σφίσιν, ὡς αὐτοὶ μὲν προφητῶν σχῆμα καὶ τάξιν ἔχοντες, ἐκείνας δὲ μάντεις ἀληθεῖς οὔσας περὶ ἁπάντων, μᾶλλόν μοι δο‐ κεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν
30θάτερον, ἢ τοὺς ποιητὰς ἐπιστήμῃ φάσκειν ἀποχρώντως ποιεῖν, ὃ μηδ’ αὐτοὶ δέχονται, ἢ τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεάν. εἶτ’ οὖν, ὦ πρὸς Διὸς,

13

ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν, ἀλλὰ καὶ θεῖον πολλάκις, οὑτωσὶ δ’ εἰπεῖν τὰ βέλτιστα δεινὸν ἐὰν μὴ σὺν τέχνῃ; ἐγὼ μὲν οὐχ ὁρῶ τὴν ἀνάγκην. πῶς γὰρ οὐκ ἄτο‐ πον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥή‐
5τορα μιμήσεται καὶ τὰ βέλτιστ’ ἐρεῖ, ὁ ῥήτωρ δ’ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ σὺν τέχνῃ; καὶ μὴν οἵ γε ποιηταὶ φιλόδωρον τὸν Ἑρμῆν οὐδενὸς ἧττον θεῶν, οἶμαι δὲ καὶ διαφερόντως, κεκλήκασιν. οὐκοῦν εἰ δι’ Ἀπόλλωνος μαντικὴ καὶ διὰ Μουσῶν ποιητικὴ χωρεῖ, καὶ τούτων ἄνευ
10ψυχρὰ τὰ τῆς τέχνης, τί κωλύει καὶ ῥητορικὴν τῆς Ἑρ‐ μοῦ τιθέναι δωρεᾶς, ἥν γε τῷ ὄντι χρὴ θείαν καλεῖν καὶ τέχνης κρείττω; μέχρι μέντοι τῶν νῦν τούτων ὑπ’ αὐτῶν τῶν λόγων ἐξελέγχεσθαι Πλάτωνα φαίη τις ἄν· βούλομαι δ’ αὐτὸν καὶ ὑπὸ τῶν αὑτοῦ λόγων ἐξελεγχόμενον φανῆ‐
15ναι. τρόπον μὲν οὖν τινα καὶ τοῦτ’ ἤδη γέγονεν. ἐν οἷς γὰρ αὐτὸν ἐδείκνυμεν καταφεύγοντα ἐπὶ τὴν Πυθίαν πολ‐ λαχοῦ τῶν Νόμων οὐ διέφυγε τοῦτον τὸν ἔλεγχον. οὐ μὴν ἀλλὰ καὶ παντελῶς διὰ πάντων ἑξῆς ὧν εἴρηκα βούλομαι
δεῖξαι ταὐτὰ φθεγγόμενον. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς14
20λέγομεν αὐτὸς πρόσθεν εἰρηκὼς, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασι μηδ’ εἰς τοσοῦτον τῆς ἀναγκαίας ἀποδείξεως, ἀλλ’ οὖν τῷ γε ὅλῳ λόγῳ. ὑπομνήσω δ’ αὐτὸν Φαίδρου τοῦ καλοῦ. ὃ γὰρ αὐτὸς ἐκεῖ ποιεῖ τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ, τοῦτο κἀγὼ νῦν ποιήσω, αὐτὰ τἀκείνου πα‐
25ρέξομαι καθάπερ νόμον. ποῦ δή μοι, φησὶν, ὁ παῖς; ποῦ δή μοι καὶ ὁ λόγος ὁ πρὸς τὸν παῖδα; οὑτοσὶ μάλα πλη‐ σίον. φέρε δὴ τί λέγει; „Εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μα‐ νίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει

14

διδομένης. ἥ τε γὰρ ἐν Δελφοῖς προφῆτις αἵ τ’ ἐν Δω‐ δώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βρα‐ χέα ἢ οὐδέν. καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους
5ὅσοι δὴ μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προ‐ λέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες. τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τεθειμένοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδ’ ὄνειδος μανίαν. οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ
10μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανι‐ κὴν ἐκάλεσαν, ἀλλ’ ὡς καλοῦ ὄντος ὅταν θείᾳ μοίρᾳ γί‐ γνηται, οὕτω νομίσαντες ἔθεντο. οἱ δὲ νῦν ἀπειροκάλως
τὸ ταῦ ἐπεμβαλόντες μαντικὴν ἐκάλεσαν. ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμέ‐15
15νων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰω‐ νιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος τό τε ἔργον τοῦ ἔργου, τόσῳ κάλ‐
20λιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρὰ ἀνθρώπων γινομένης. ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν, ἡ μανία ἐγγενομένη καὶ προ‐ φητεύσασα, οἷς ἔδει, ἀπαλλαγὴν εὕρετο, καταφυγοῦσα
25πρὸς θεῶν εὐχάς τε καὶ λατρείας. ὅθεν καὶ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν αὐτὴν ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν

15

εὑρομένη. τρίτη δὲ ἀπὸ Μουσῶν κατοχή τε καὶ μανία λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἐγείρουσα κἀναβακ‐ χεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα, τοὺς ἐπιγιγνομένους παιδεύει.
5ὃς δ’ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφί‐ κηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμε‐ νος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινο‐
μένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη. τοσαῦτα μέν σοι καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν16
10καλὰ ἔργα.“ Εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμεί‐ νων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύνα‐
15μίν γέ τιν’ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλ‐ λίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι, τὴν δ’ ἁπλῶς οὐδ’ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλ’ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δ’ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιη‐
20τὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλ’ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ
25δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστ’ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δ’ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ
τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις,17
30ἀλίσκει. καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δ’ ἐκ

16

Μουσῶν, οὐδ’ ὁ τῶν μὲν ἀδελφὸς, τοῦ δὲ παῖς Ἑρμῆς ἀπορήσει λόγων περὶ τῆς αὑτοῦ δωρεᾶς, ἀλλ’ αὑτῷ τε καὶ τῷ πατρὶ προστιθεὶς τοὺς λόγους ἀληθῆ τε καὶ δίκαια ἐρεῖ. οἶμαι δὲ καὶ οἱ λογίους τούτους προσειπόντες τοὺς
5θεοὺς, καὶ παλαιοὶ καὶ νέοι, καὶ οὐδὲ περὶ ἓν γράμμα διενεχθέντες, πολλῷ σαφέστερον ἢ περὶ μανίας μαρτυροῦ‐ σιν ὅτι εἰς ἀξιόχρεως ἀνοίσομεν, ἄν τι μετῇ λόγων ἡμῖν, εἰ καὶ μηδεμιᾷ προσφύγοιμεν τέχνῃ. εἶεν. τίνα δὴ τὰ ἐφε‐ ξῆς ἦν; „Ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα; μηδέ τις
10ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινη‐ μένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον.“ ὅρα δὴ καὶ τάδε. ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς οὐ τὸν φύσει καὶ θείᾳ μοίρᾳ κατορθοῦντα δεῖ νικᾶν, ἀλλ’ ὅστις τεχνικὸς μικρῶς
15ἐστίν. „Ἀλλὰ τόδε“ φησὶ „πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπ’ ὠφελείᾳ ὁ ἔρως τῷ ποθοῦντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται.“ καὶ τόδε τοίνυν πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπ’ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώ‐
20ποις γίγνονται. ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον φησὶν, ὡς ἐπ’ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; εἰ δ’ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ, ἀλλ’ ἡμῖν γε ἀποδεικτέον ὡς ἐπ’ εὐτυχίᾳ τῇ μεγίστῃ καὶ τὸ ἐξ ἀρχῆς ἡ τῶν λόγων δύ‐18
25ναμις παρὰ θεῶν ἧκεν εἰς ἀνθρώπους, καὶ νῦν ἐν καλοῦ μοίρᾳ τῇ πρώτῃ καὶ εἰς τὸν ἔπειτα χρόνον καὶ δίδονται καὶ δοθήσονται. καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, οὗτος

17

αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα· εἰ δ’ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; ἐγὼ δ’ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δ’ ἂν ἐροίμην τοὺς πρὸς ἐκεί‐
5νου πότερ’ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ ’κεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθ’ αὑτῷ μήθ’ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατ’
10αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν. φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντ’ εἰκό‐
νος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχί‐ νης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος „Ἐγὼ δ’ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυ‐19
15τοῦ μωρίαν κατεγίγνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπ’ Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι.“ ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δ’ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ,
20φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτη‐ σάμενος οἷός τ’ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐ‐
25τοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι,

18

ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυ‐ ρεῖ Πλάτωνι ταῦθ’ ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ
5πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται· τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόν‐
10των ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτ’
οὐδ’ ἐφ’ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης ἢ τῷ ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδ’ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι20
15μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτ’ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτ’ Αἰσχίνης ὁ Λυσανίου οὔτ’ ἄλλος οὐδεὶς, εἰ φαίην
20αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρ’ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλ’ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων
ἐπωνύμοις τετελεσμένοι παρ’ αὐτῶν τῶν θεῶν ἔχω τὸ μά‐ θημα, ὑφ’ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ21

19

προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτ’ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτ’ ἄλλαις παραμυθίαις τε καὶ συμ‐ βουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. πολλοὶ δ’ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ
5μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τ’ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατ’ Αἴγυπτον θεῷ συνεγένοντο. καί‐ τοι τέχνης μὲν ἡμῶν οὐδ’ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχε‐
10δὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν· ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν οὔθ’ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας ὅ τι μέλλομεν
15ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν ᾧ παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδ’ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν
20ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε
καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι πολλὰ τῶν ἔργων. πότερ’ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνα‐ κεῖσθαι τἀνθρώπεια, ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ δι’ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν22
25οἶμαι τοῦτο. τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνί‐ δων, ἔφη Κρατῖνος, ποιῶν ἔσθ’ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέ‐ ροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; ἢ σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ
30ἕτερον σῶσαι δι’ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δ’ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτ’ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτ’ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν ἀκροω‐

20

μένων; καὶ ταυτὶ μὲν ὑπ’ αὐτοῦ τοῦ λόγου κινηθεὶς καὶ τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου ἐπὶ πλεῖον ἴσως ἐξή‐ γαγον· καί μοι συγγνώμη καὶ παρ’ αὐτοῦ τοῦ Πλάτωνος ἔστω καὶ παρ’ ἄλλου παντὸς τοῦτ’ αὐτὸ παθόντι ὅπερ
5ἐν τοῖς λόγοις ἐνῆν· οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε. διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ, ἐπάνειμι δ’ αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας „Ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν
10Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι
γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ δύ‐ νανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρω‐ πον ὠφελήσαιμ’ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ23
15ἐρᾶν βελτίω ποιῆσαι.“ ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ δι’ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλ’ ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιη‐ κώς. εἰ τοίνυν ὄνειροι μὲν τὰς Ἀσκληπιοῦ συμμορίας τῆς τῶν ἰατρῶν τέχνης ἀπαλλάττουσι, Βάκχαι δὲ αἱ Διονύσου
20καὶ τὰ τῶν Νυμφῶν δῶρα μεταβάλλουσιν ἡνίκ’ ἂν ἔνθεοι γένωνται, τί τῶν αἰσχρῶν ἢ τί τῶν ἔξω τῆς φύσεως καὶ τοὺς ἐν τοῖς λόγοις ἐνθέους παραδέχεσθαι καὶ νομίζειν εἰς προστάτας ἔχειν ἀνενεγκεῖν τούς γέ που κρείττονας; καὶ μὴν οὐδὲ τοῦτ’ ἔστ’ εἰπεῖν ὡς ἄρ’ ὁ μάρτυς οὐδενὸς
25ἄξιος, ἢ πόρρω τῶν πραγμάτων, ἢ καταφεύγομεν εἰς ὄνομα αὐτὸ δὴ τοῦτο. ἀλλ’ εἴ γέ τινας ὥσπερ παῖδας οὕτως καὶ ἑταίρους χρὴ λέγειν γνησίους, γνήσιον Αἰσχίνην Σωκρά‐ τους παρειλήφαμεν. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα τῶν αὐτοῦ Σωκράτους εἶναι τὰ γράμματα ταῦτα ὑπειλη‐
30φότων· οἷς εἰ μὴ τὸ ὅλον πιστεύειν ἄξιον, ὥσπερ ἐγὼ πρῶτος οὐκ ἂν φαίην, ἀλλ’ οὖν οὐκ ἐπὶ πάσης γε τῆς ἀλογίας ἡ πλάνη συμβέβηκεν, ἀλλ’ οὕτω σφόδρα ταῦτ’

21

οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζε‐ ται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτ’ Αἰσχίνου24
5τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλ’ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δ’ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτ’ ἔχει; οὐ γὰρ τόν
10γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην
15κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκρά‐ τους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρη‐ κολούθει τὸ δαιμόνιον. ὅτι δ’ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε,
20λέγων δ’ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτ’ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γ’ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτ’ ἀληθῆ λέγων, εἰ
25τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σω‐ κράτης τε δι’ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ, καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ

22

θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρ’ αὑτοῦ βεβαιοῖ. μάθοι δ’ ἄν τις καὶ παρ’ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους25
5λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώ‐ πων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, δι’ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφο‐
10τέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψη‐ φίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέ‐ σθαι, ὅμως δ’ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας
15εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλ’ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος
20Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν „Ὧι
καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε“ λέγει. τὸν δὲ τῶν Φαιά‐ κων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεο‐ φιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν Ἀλκίνοος δὲ τότ’ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς.26
25μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς δι‐ δάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δ’ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ Τὸν πέρι Μοῦς’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε·
30 ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν· καὶ πάλιν Μοῦς’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.

23

ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι
Τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν, τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
5ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπου‐ θεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτ’ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλ’ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ
10τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλ’ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν
ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν,
Ἔξοχα δή σε βροτῶν αἰνίζομ’ ἁπάντων·
27
15 ἢ σέ γε Μοῦς’ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γ’ Ἀπόλλων ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις. οὐδὲ τοῦτο πάρεργον, οὐδ’ εἰκῆ προσθεὶς, οὐδ’ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλ’ ἐνδεικνύμενος καὶ πρὸς ἓν ση‐
20μαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλ’ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δ’ ὥσπερ ἐπισφρα‐ γιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται,
25 Αἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς, αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοί‐ νυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε
30ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχό‐ μενον τὸν Ὀδυσσέα καὶ λέγονθ’ οὕτω Πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ’ ἄρα σφᾶς
35οἴμας Μοῦς’ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν.

24

ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρ’
ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρ’ αὐτῶν τῶν Μου‐ σῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλ’28
5οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσιν Ὣς φάθ’· ὁ δ’ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ’ ἀοι‐
δήν·
10ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα Αὐτοδίδακτος δ’ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν
15 ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδι‐
20κῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. δι’ ἃ τούτοις αὐ‐ τὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ
25συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως
τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλ’ οὐδ’ αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τού‐ του. κατακέκλεικε γοῦν αὐτὸ τοῦτ’ εἰς ἔπος ἐξ ἀρχῆς εἰς29
30τέλος Οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν. ὁ δ’ αὐτὸν παραμυθεῖται καὶ λέγει, Μηδείς σε τῶν σο‐ φιστῶν ἐξαπατάτω, μηδ’ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας,
35
Ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε, συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆς

25

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πά‐ λιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδ’ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ
5περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑ‐ ρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς, καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθ’ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον,
10ἐπαινεῖ τε καὶ φησὶν Ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι· καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι
ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ·30
15ἀλλ’ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δ’ ἧκεν ἐκ τῆς Πύ‐ λου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέ‐ στορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν
20 Αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷ’ ἀγορεύεις· οὐδὲν ἀλλ’ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρ’ ἑτέροις τοιούτοις εὐδο‐ κιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τιν’ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω δι’ ὅλου τοῦ δράματος ὥσπερ
25ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυ‐ ρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρα‐ σκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς
30τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρ‐ ρησιάζεται, Ἄλλος μὲν γάρ τ’ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,

26

ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δ’ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι
5ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι Κεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ·
ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·31
10 ὃς δέ γε μήτ’ αὐτὸς νοέῃ μήτ’ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὁ δ’ αὖτ’ ἀχρήιος ἀνήρ. πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχα‐ τον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι
15πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθ’ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών· εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ· προσθεὶς γὰρ „ὃς αὐτὸς πάντα νοήσῃ“ μετείληφεν ἐν τῷ δευτέρῳ
20ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν, ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν·
25ὁ δ’ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρ’ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶ

27

φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος. ἐπεὶ
καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς.32
5οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλ’ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδ’ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ κατα‐
10δεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρ’ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλ’ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκά‐ λων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ
15κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀν‐ θρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δ’, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα
20ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δ’ ἀκούσαντα καὶ μαθόντα δεύ‐ τερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυ‐ ται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν.
25εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδ’ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρ’
ἑτέρου. ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ33
30μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύ‐ τερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν· ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, ἢ πῶς ἄλλῳ γ’ ἂν εἰπόντι πεισθείη;

28

οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα δι’ αὐτὸ τοῦτ’ ἐπαινού‐ μενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δω‐ ρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ
5λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαν‐ τος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφ’ οἷς ὁ λαβὼν ἄρι‐ στος πῶς οὐ πρῶτος ὁ ταῦτ’ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς
10ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλ’ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεν‐ τόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας
15Σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·
μαθόντες δὲ λάβροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον. κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρ’34
20ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δ’ αὖ βραχύτερον μὲν, γνωρίμως δ’ οὐχ ἧττον διαμαρτύρεται Τὸ δὲ φυᾷ κράτιστον ἅπαν. πολλοὶ δὲ διδακταῖς
25 ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν αἱρεῖσθαι, σφόδρ’ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολ‐ λοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ
30τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων „Ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαί‐ μονα ἄνδρες ἐγένοντο,“ ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς,
35προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·

29

εἰκότως· εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφ’ ἑτέρου εἰρημένα καὶ προκατειλημμένα κλέπτοντας καὶ διεξιόντας ὡς αὑτῶν οὐδεὶς οὕτω μαίνεται ὥστε βελτίους ἡγεῖσθαι τῶν οἴκοθεν εὐπόρων καὶ γονίμων εἰς τοὺς λόγους, ἀλλ’ οὗτος
5κράτιστος παρ’ ὅτῳ πλεῖστον ἔστιν εὑρεῖν τὰ δέοντα, πῶς οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρ’ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτ’ ἔμπροσθεν τοῦ φύσει κρείττονος. οὐκ ἔξω δ’ ἵσταται τῆς ὅλης μαρτυρίας οὐδὲ τόδε „Ἐν ἔργμασι δὲ νικᾷ τύχα,35
10οὐ σθένος·“ τὸ μὲν σθένος πρὸς τῆς τύχης τῆς ἀνθρω‐ πίνης, τὴν δὲ τύχην πρὸς τῆς θείας μοίρας εἰ λάβοις. καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνῃ ποιοῦντες, ὥς φησιν ὁ Πλάτων, ἀλλ’ ἐκ θεοῦ τυγχάνοντες κάτοχοι παιδεύουσι τοὺς ἐπιγιγνομένους, οὐ μόνον τοὺς καθ’ ἑαυτοὺς, παι‐
15δεύοντες δὲ μαρτύρονται καὶ διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην πρὸς τὸ τῆς φύσεως κράτος καὶ τὰ ἀπὸ τῶν θεῶν· καὶ ἐν ἔργοις καὶ ἐν λόγοις διὰ τῶν ποιητῶν μαρτυρεῖ Πλάτων, προσθήσω δ’ ὅτι καὶ δι’ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ
20καλὸν καὶ θεῖον, εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις μὴ παρα‐ γίγνεται, φύσεως δ’ ἐστὶν ἔργον ἀνδρείας καὶ βλεπούσης νικᾶν. εἰ τοίνυν μήτε ποιητῶν μηδένα μηδὲν εἰρηκέναι τοιοῦτον μήτ’ αὐτὸν Πλάτωνα μαρτυρεῖν ἡμῖν θείη τις μήτε δι’ αὑτοῦ μήτε διὰ τῶν ποιητῶν, ὃ σαφῶς οὑτωσὶ
25φαίνεται ποιῶν, εἰς αὐτόν γ’ ἄν τις βλέψας τὸν τοῦ πράγματος λόγον οὐ χαλεπῶς ἴδοι συκοφαντίαν, ἀλλ’ οὐκ
ἔλεγχον οὐδὲ πίστιν ἐνοῦσαν τῇ παρ’ αὐτοῦ βλασφημίᾳ. τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν οὔτε τὸ κάλλος οὔτε τὸ μέγεθος οὔτε ἡ χάρις τέχνης ἔργον ἢ ποίημά36
30ἐστιν, οὐδ’ ἀπὸ χειρῶν ἢ λόγου τινὸς, ὡς ἂν εἴποιμεν, ἀπαντᾷ; ἀλλ’ ἐπαλεῖψαι μὲν ταῦτα καὶ θεραπεῦσαι τῆς τέχνης εἶναι δοκεῖ, συστήσασθαι δ’ ἐξ ἀρχῆς οὐδεμία οὕτω τέχνη ἂν εἴη δεινή. οὐκοῦν διακόνου καὶ θεραπαίνης

30

τάξιν ἔχειν προσήκει τῇ τέχνῃ, τὴν φύσιν δ’ ἐν σχήματι δεσποίνης τετάχθαι, εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν. ἀλλ’ οὐκ ἄξιον. πῶς γὰρ οὐκ ἄτο‐ πον τοὺς μὲν γονέας τιμᾶν καὶ τοῖς πρεσβυτέροις ὑπανί‐
5στασθαι νομίζειν, τὴν δὲ φύσιν τὴν τοσοῦτον προτέραν φαύλου λόγου νομίσαι παρὰ τὴν τέχνην, ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν, τὴν δ’ ἐσθῆτα τοῦ σώματος κρίνοι τιμιωτέραν; καὶ ὡς ἔοικε τὰ μὲν χρήματα τῶν ποριζόντων αὐτὰ καὶ κτωμένων ἀτιμότερα ἡγούμεθα,
10ἡ δὲ τέχνη κρείττων τῆς εὑρούσης φύσεως καὶ ἧς ἔργον ἐστὶ νομισθήσεται. ἄλογον μέντἂν εἴη κατ’ αὐτὸ τὸ παρά‐ δειγμα ἐπὶ μὲν τῶν κτημάτων καὶ τῶν οὐσιῶν βελτίω νομίζειν χρηματιστὴν τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον, ἐν δὲ τοῖς λόγοις καὶ τοῖς
15πράγμασι μὴ τὸν φύσει προέχοντα πρεσβεύειν, ἀλλ’ ὅστις παρ’ ἄλλου φαίνεται μετειληφὼς, καὶ μηδ’ ἐκεῖν’ ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο, ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παρα‐37
20πλησίους εἶναι τοὺς ταὐτὰ μαθόντας, οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρ’ ἑτέρου λαμβάνοντα, ἀλλ’ ἔδει διαφυγεῖν ἀεί τι· ῥώμῃ δὲ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρα‐
25τήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατ’ ἀρχὰς εἰς μεῖζον καὶ τελεώ‐ τερον αἱ τέχναι κατέστησαν. αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως
30τετιμῆσθαι. οὔκουν προελθεῖν γ’ ἂν αὐταῖς ἦν; οὐδὲ τυ‐ χεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. ἀλλ’ οἶμαι, οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλ’ οἱ τῇ δυνά‐ μει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μεί‐ ναντες ἐφ’ ὧν παρέλαβον. εἰ δὲ τοῦθ’ ἅπασιν εὔδηλον,

31

εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγι‐ στοι γεγόνασιν, ἀλλ’ ᾧ τὴν τέχνην παρεληλύθασι. διὰ ταῦτα καὶ συμφοιτητῶν οἱ μὲν χείρους, ἀλλὰ καὶ κρείτ‐
5τους, ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης, ὅντινα βούλεται θαυμάζειν τις. οὐ γὰρ ὥσπερ ὅροις τακτοῖς ἐνέμειναν, οὐδ’ ἐν μικρῷ τὰ σφέτερ’ αὐτῶν ἤγαγον, οὐδ’
ὡμολόγησαν ὑπὸ τῆς τέχνης ἄρχεσθαι, ἀλλ’ ἐνιδόντες τῇ φύσει τῶν λόγων, οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ38
10αὑτῶν ἀπέδειξαν, καὶ μάλ’ ἀναγκαίως καὶ κατ’ αὐτὴν τὴν φύσιν. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων καὶ θεῶν καὶ ἀνθρώπων ἡγεμών ἐστι φύσις, οὐ τέχνη, καὶ τὰ πράγματα οὕτως ἔχει, ὡς ἡ φύσις αὐτῶν ἔχει, οὐχ ὡς ἡ τέχνη. ἀλλὰ καὶ ἡ τέχνη τῆς φύσεώς ἐστιν, οὐχ
15ὡς ἡ φύσις τῆς τέχνης ἔργον· νὴ Δί’ ἔγωγ’ ἂν εἴποιμι καὶ εὕρημα καὶ κτῆμα τὴν τέχνην εἶναι τῆς φύσεως. ἅ τις εἰ μὴ παραδέξεται, τοὺς πρώτους εὑρόντας αὐτὰς τὰς τέχνας τοῦ μηδενὸς ἀξίους εἶναι κρινεῖ. καὶ πρεσβεύων τὴν τέχνην ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν. διὰ τί;
20ὅτι οὐ χαλκευτικὴ χαλκευτικὴν εὗρεν οὐδ’ ἰατρικὴ ἰατρι‐ κὴν, οὐδὲ ἁπλῶς εἰπεῖν οὐδεμί’ εὗρε τέχνη τέχνην, ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην
25εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; εἰ δ’ αὖ τὸ φύσει γιγνόμενον φαυλότερον τῆς τέχνης, πάντες ἂν οἱ πρῶτοι τὰς τέχνας εὑρόντες ἦσαν φαυλότατοι· πάντες γὰρ φύσει τὰς τέχνας εὗρον τὸ ἐξ ἀρχῆς. οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἡ
30φύσις νικᾷ. καὶ μὴν εἴ τις ἐξετάζοι τί ποτ’ ἐστὶν ᾧ στρα‐ τηγὸς στρατιώτου διαφέρει, καὶ ὅλως ἄρχων ἰδιώτου, τοῦτ’
ἂν εὕροι προφαινόμενον, ὅτι ἄρχοντος μέν ἐστι προστάξαι, ἀρχομένου δ’ ἀκούσαντα ποιῆσαι. οὐκοῦν προστάττει μὲν39

32

ὁ εὑρὼν, ὁ δ’ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι ὅ τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν ἃ χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν ἃ χρὴ ποιεῖν, πείσεται πρότερον ἢ προστάξει. τοῦτο δ’, ἕως ἂν ἄρχων
5ᾖ, τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχον‐ τος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον ἢ καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον ἡ μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, ἡ δ’ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ
10κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λα‐ βόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρη‐ σάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ θεοὺς μὲν εὑρεῖν ἕκαστα
15τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δ’ ἀρχῆς ἴδιον φα‐ μὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δ’ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθ’ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρ‐ χουσιν οἱ θεοὶ πάντων, οὔτ’ ἀρχῇ τοῦ προστάξαι προσή‐
20κοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ ὁ κρείττων ἀεί. εἶεν. δεσπότης δ’ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπό‐ του μὲν προστάξαι, δούλου δ’ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν ὁ μὲν οἶδεν ἐφ’ ἑαυτοῦ τί χρὴ ποιεῖν,
25ὁ δὲ ἀκούσας μανθάνει. τί δὲ ὁ τῶν παρθένων ἐπαινέτης
τε καὶ σύμβουλος λέγει ὁ Λακεδαιμόνιος ποιητής; Πολλὰ λέγων ὄνυμ’ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα. πολλὰ, φησὶν, ὁ ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρ’ οὖν οὐκ εὔδηλον ὡς ὁ μὲν αὐτὸς εὑρηκὼς40
30καὶ προειδὼς ἐρεῖ πολλὰ, ᾗ δ’ ἄρχεσθαι προσήκει, στέρ‐

33

ξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦ‐ σαι περιμένων, εἶτ’ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν· οὐδ’ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλ’ εἴπερ διδάξει, προσ‐
5τάξει· εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δ’ ἰδιώτου, δεσπότης δ’ οἰκέτου, γυναικὸς δ’ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖτ‐ τον καὶ ἱκανώτερον φύσις ἢ τέχνη, ἢ κομιδῆ πάντ’ ἄνω καὶ
10κάτω γένοιτ’ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, ἢ πᾶσαν πάντως τέχνην ἀγα‐ θὸν, τάχ’ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον
15τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορ‐ ράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης; καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσ‐ παίζων, ἀλλ’ ὑμέτερος, ὦ Πλάτων, καὶ τοῦ σοῦ νὴ Δί’
ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς41
20ἐπ’ αὐτῶν ἀνδραποδώδεις εἶναι. οὐκοῦν ἄτοπον καὶ περι‐ φανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτ’ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ
25τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, ὅ τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτε‐ ρον, εἴποι δικαίως ἂν ἡ ῥητορικὴ, ἢ καὶ τοὺς χειροτέχνας
30ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, ἢ τούς γε ῥήτορας μὴ ψέγειν,

34

εἰ μὴ τέχνην κέκτηνται περὶ ὧν λέγουσιν. ἆρ’ ἔχει τινὰ καὶ ἡ ῥητορικὴ τὸν ἐροῦνθ’ ὑπὲρ αὐτῆς παρασχέσθαι, ἢ ταῦτα ἴσα ἀντ’ ἴσων; οὐκ ἂν, οἶμαι, φήσειεν ὁ Ὁμη‐ ρικὸς Ἰδομενεύς. ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίη‐
5μεν αὐτὴν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά ἐστιν. ἴσως δέ τις οἰή‐ σεται τούτων οὕτως ἀποδεδειγμένων τὸ φαυλότερον σπεύ‐ δειν ἡμᾶς λοιπὸν, ἐὰν ὅτι καὶ τέχνη διδάσκειν πειρώμεθα. ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι οὔτε Πλά‐
10τωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλ’ ὅσον αὐτῇ τέχνης, χρήσομαι γὰρ τοῖς Πλάτωνος αὐτοῦ ῥήμασι, τοῦτ’ ἐπέξειμι. ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀν‐ ταῦθα ποιήσω, αὐτοῖς οἷς εἴρηκε Πλάτων ἀκολουθῶν
ἐπιδείξω μετέχουσαν τέχνης. καίτοι τί ἂν ἄλλο τις βού‐42
15λοιτο; φησὶ γὰρ δή που διαβάλλων αὐτὴν ὅτι στοχάζεται καὶ προάγει τοὺς λόγους οὕτως ὅπως ἂν στοχάζηται. καί‐ τοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι, λέγειν δ’ ὡς οὐ χρῆται λόγῳ δι’ αὐτὸ τοῦτο; πάντες γὰρ οἱ στοχαζόμενοι δή που τῷ λόγῳ προσάγοντες αὑτοὺς οὕτως
20στοχάζονται. οὐ γάρ ἐστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλ’ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχά‐ ζεσθαι. οἷον οἱ τῶν πόρρωθεν ὁρωμένων στοχαζόμενοι καὶ τυγχάνοντες ἀναφέροντες οἶμαι πρὸς τὴν φύσιν οὕτως στοχάζονται, καὶ τούτῳ χρώμενοι τῷ λόγῳ, καὶ ὡσπερεὶ
25σκοπῷ τούτῳ στοχάζονται. ὡς οἵ γ’ ἀποτυγχάνον‐ τες ἀρχὴν οὐδὲ στοχάζονται, ἀλλ’ αὐτὸ τοὐναντίον τῷ στοχάζεσθαι ποιοῦσι. τὸ γὰρ στοχάζεσθαι τοῦτ’ ἐστὶ τυχεῖν τοῦ πράγματος. οὐκοῦν οὐχ ᾧ στοχά‐ ζεται ἁμαρτάνει τις, ἀλλ’ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο.
30εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλ’ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. ὁ γὰρ λόγος ταύτην εἶχε τὴν δύναμιν, μὴ διαμαρτάνειν, καὶ τοῦθ’ οὕτως ἀληθές ἐστιν ὥστε οἱ φρονιμώτατοι τῶν ἀνθρώπων

35

καὶ λόγου πλείστου μετέχοντες ἄριστα στοχάζονται. ὥστ’ εἰ τὸ στοχάζεσθαι τῆς ῥητορικῆς ἐστιν, ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον. τοῦτο μὲν οὖν ἐξ αὐτῶν ὧν εἴρηκε
συγκρουόμενον οὕτω φαίνεται. θαυμάζω δὲ ὅπως οὔτ’43
5ἔγνω οὔτ’ ἐστοχάσατο ὅτι καὶ χωρὶς τοῦ τἀναντία συν‐ θεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι, δι’ ἑνὸς καὶ μόνου τού‐ του δώσει λαβὴν, εἰ δοίη τῆς ῥητορικῆς εἶναι τὸ στοχά‐ ζεσθαι. φέρε γὰρ πρὸς θεῶν εἴ τις αὐτὸν ἤρετο ὡδὶ λέγων
10κατ’ αὐτὸν ἐκεῖνον, Τοξικὴν δέ τινα, ὦ Πλάτων, οἶσθα τέχνην, ὅσον εἰπεῖν, ἢ καλεῖς; τὴν μὲν γὰρ πολιτικὴν ἐπιστήμην πᾶσαν διελήλυθας καὶ τὰ μόρια αὐτῆς εὕρηκας ἀκριβῶς. Ἔγωγε, εἶπεν ἂν, οἶδα καὶ καλῶ. Τίς οὖν ἐστιν αὕτη καὶ τί ἐπαγγέλλεται; Τοῦ σκοποῦ τυχεῖν ἐν τῇ τῶν
15βελῶν ἀφέσει. Καλῶς. οὐκοῦν ὁπόταν στοχάσηται, τότε τυγχάνει. Πῶς γὰρ οὔ; Πότερον οὖν οὐκ ἔστι τέχνη διὰ τὸ στοχάζεσθαι, ἢ τούτου καὶ ἔστι τέχνη τοῦ στοχάζε‐ σθαι; Ἐγὼ μὲν οἶμαι τούτου. Εἶεν. τί δ’ ἡ κυβερνητική; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῦτο ὅπερ ἡ τοξικὴ καὶ αὐτὴ πράτ‐
20τειν; κατὰ γοῦν τὸν λόγον ᾧ χρῆται. στοχάζεται γὰρ, οὐ μὴν ὡς βέλει τυχεῖν, οἶμαι, ἀλλ’ ὡς ἐκ τῆς θαλάττης σῶσαι. ὅσα μὲν γὰρ δεῖ μαθεῖν ἐν παιδείᾳ τὸν κυβερνή‐
την οἶδε καὶ ἀκήκοε. σώζει δὲ οὐ τούτοις τὸ σύμπαν εἰπεῖν τὴν ναῦν, ἀλλ’ οἷς εὖ τίθεται τὸ παρόν. τοῦτο δὲ44
25ἀμήχανον αὐτῷ χωρὶς τοῦ στοχάζεσθαι. σκόπει γὰρ πρῶ‐ τον μὲν, εἰ βούλει, τοὺς εἰς Αἴγιναν διακομίζοντας, ὅτι ὁρῶσι τὴν Αἴγιναν· πρὸς ὃ οὖν ὁρῶσι στοχάζονται· ἔπειτα τοὺς εἰς τὸν Πόντον, εἰ δὲ βούλει, τοὺς εἰς Αἴγυπτον καὶ τὴν οὐδὲ σοί ποτε ἀήθη Σικελίαν· τούτους γὰρ καὶ
30παντάπασιν εὑρήσεις στοχαζομένους. πρῶτον μὲν γὰρ αὐ‐

36

τοῦ δεῖ τοῦ ποῦ ποθ’ ὁ σκοπὸς στοχάσασθαι, καὶ ὃ τότ’ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτ’ εἰκάσαι τῷ λογισμῷ· ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν
5ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπ’ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθ’ ἕκαστα καὶ δι’ ὧν εἶσιν ἡ ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι· πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπ’ ἀρι‐
στερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δ’ αὖ καὶ ἐπὶ δεξί’,45
10ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου· ἀλλ’ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόν‐ τες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας; οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, ἢ τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν
15ἐντυχόντων ποῦ θαλάττης εἰσὶν ἢ πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δ’ ἀνθρώ‐ πων ἀκριβὴς ἢ διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερ‐
20νᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζη‐ ται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρ’ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ
25τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δ’ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἴ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων· οὐ γὰρ παρὰ τοῦ γε
30Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης ἢ τοῦ Γαργάρου, ἀλλ’ οἶμαι
ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰ φθή‐46

37

σονται πάντων ὡς ἔπος εἰπεῖν. ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται. πρὸς Διὸς, ἡ δὲ τῇ δικαιοσύνῃ ἀντίστροφος ἰατρική σοι καὶ δεύτερον ἀγαθὸν τῷ σώματι, εἰ δὲ βούλει, καὶ ἡ
5γυμναστικὴ, πότερον οὐ στοχάζονται τῆς φύσεως τῶν σω‐ μάτων; νὴ Δία, ἐάν τε εἴπῃς γε, ἐάν τε μή. ἢ πρόοιδεν ὁ γυμναστὴς εὐθὺς ἐξ ἀρχῆς ὅπως ἡμῶν ἕκαστος ἔχει σώ‐ ματος, οὐ παρὰ τῆς πείρας μανθάνει; τί δ’ ἐπειδὰν πρὸς τοῦτο γυμνάζῃ, πρὸς ὃ πειρᾶται, πότερ’ ὥσπερ ὁ Ἀπόλ‐
10λων ὁ ἐν Δελφοῖς, οὕτως ἐξεπίσταται τὸ μέλλον, καὶ διισχυ‐ ρίζεται τὸν ἄνδρα τόνδε ἐκ τῶνδε πανταχῆ καὶ πάντως ἀπαθῆ καταστήσειν ἢ καθάπαξ ἢ ποσόν τι χρόνου; οὐκοῦν ἢ μὴ στοχαζόμενον μαινόμενον τὸν γυμναστὴν λέγεις, ἢ σωφρονῶν αὐτὸς ὁμολογήσει στοχάζεσθαι τοῦ βελτίστου,
15τοιοῦτον δ’ οὐδὲν ἔχειν προειπεῖν οὐδ’ ἐπαγγείλασθαι. εἶεν.
ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς φαρ‐ μάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς, ὅπως δ’ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρ’ οὐ στοχαζόμενος προσάγει πάνθ’ ὅσα ἂν ποιῇ περὶ47
20τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός; ἐγὼ μὲν οἶμαι. ἢ δύναιτ’ ἄν τις αὐτῶν ἀποτόμως εἰπεῖν ὅτι τούτοις οὑτοσὶ χρώμενος ἔξω παντὸς ἔσται κινδύνου καὶ δυσχερὲς οὐδ’ ὁτιοῦν πείσεται; οὐ μέντἂν τοσοῦτον ἐλείποντο τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ, φαίης ἂν, καὶ μάλα ἐμοὶ γοῦν
25κατὰ νοῦν. ἀλλ’ ἀπὸ τῶν πολλῶν καὶ κοινῶν, οἶμαι, καὶ τὰ ἴδια εἰκάζουσιν. εἰ δ’ ἄρα καὶ ἰδίᾳ τισὶ παρηκολούθη‐ σαν, πρὸς αὐτὴν τὴν πεῖραν στοχάζονται, τὸ μέλλον ἑκά‐ στῳ συνοίσειν ἐκλέγοντες. καὶ ταῦτα, ὦ Πλάτων, ταῖς

38

σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ τοῖς σώμασιν οὔτε νοσοῦσιν οὔτε ὑγιαίνουσι λέγω, ἀλλ’ ὥσπερ οὐ ταὐτὰ νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οὕτω καὶ ἔτι μᾶλλον οὔτε ἐν ταῖς νόσοις
5ἅπασι ταὐτὰ οὔτ’ ἐπὶ τῆς ὑγιείας αὐτῶν πεύσει τῶν ἰατρῶν. τὰς δ’ ἁπάντων αὖ διελέσθαι φύσεις ἀδύνατον. ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐν πᾶσιν ἀνθρώ‐
ποις ἐστὶν, οὕτως κἀν τῇ δι’ ὅλου φύσει τοῦ σώματος ἄλλος ἄλλου κεχώρισται διὰ παντὸς τοῦ γένους. ἀλλὰ μὴν τόν48
10γε συντυχόντα καὶ δεηθέντα κελεύει θεραπεύειν ἡ τέχνη, κἂν ἐκ περάτων ἥκῃ τις ἀρτίως. τί οὖν δεῖ λοιπὸν ἢ στο‐ χάζεσθαι; εἰ γὰρ μήτ’ εἴσεται πάντας καὶ θεραπεύσει τὸν προσελθόντα, καὶ τοσοῦτον εἴσεται δή που, μὴ πᾶσι δεῖν τῶν αὐτῶν, ὃ λέγω λείπεται. ἢ σὺ τἀναντία δείξας μὴ
15σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον, ἀλλὰ καὶ πομ‐ πείου τυχὼν Παναθηναίοις τοῖς μεγάλοις περίιθι. σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς, ἣν εἰ καλεῖς τέχνην, οὐκέτ’ ἐρήσομαι· καλεῖς γὰρ ἐν αὐτοῖς γε τούτοις τοῖς Γοργιείοις λόγοις. ἆρ’ οὖν ἄλλο τι ταύτης κεφάλαιόν ἐστι πλὴν στο‐
20χάζεσθαι τῶν ἀεὶ παρόντων καὶ ὧν ἂν τὴν μίμησιν δέῃ ποιήσασθαι; καὶ μὴν εἰ μὴ τοῦτο, τί ἕτερον; αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι· αἱ γὰρ τῶν γραφέων εἰκόνες εἰκάζειν ἐποίησαν καὶ περὶ τῶν ἄλλων λέγεσθαι. εἰ δ’ ἄρα πρότερον ἦν τὸ ῥῆμα τῆς τέχνης, ἔτι
25κάλλιον μαρτυρεῖται μόνου τοῦ εἰκάζειν εἶναι τὴν τέχνην, εἴπερ τὸ ἔργον αὐτῆς εἰκὼν εἶναι κρατεῖ. οὐ μὴν οἶμαι λόγου χωρὶς εἰκάζει, ἀρχὴν γὰρ οὐδ’ ἂν εἴκαζεν, εἰ μὴ εἶχε δι’ ὅτου, ἀλλ’ εἰκάζει πρὸς τὸν τῆς φύσεως λόγον.
εἰ δέ σοι φίλον καὶ περὶ τούτου φιλονεικεῖν, ἔχε τἄλλα49
30ἡμετέραν χάριν, ἀλλ’ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης, καὶ οὐ τέχνης μόνον, ἀλλὰ καὶ φύσεως ἱκανῆς. ταυτὶ μόνον δείξας καταγέλα τῆς ῥητο‐

39

ρικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτα‐ τον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει, τοῦτ’ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτ’
5ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτ’ εἶναι μόνον εἰκάσαι· καί‐ τοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν
10εἰκάζειν ἁπάντων, τὸ δ’ ἐπίστασθαι τοῦ μάντεως εἶναι· ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτ’ ἐπίστασθαι εἰκάσαι, πλέον δ’ οὐδ’ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις
15τισὶ δράμασιν ἢ λόγοις, ἀλλ’ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ δια‐ νοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνό‐
20μασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι κα‐ λοῦσιν. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δ’ ὅταν50
25προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματ’ αὐτοῖς ὥσπερ ἐν
30ὀφθαλμοῖς. διὰ τοῦτο „Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστα‐ τος,“ οἱ δ’ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ „καὶ τέλος αὐτὸς ἔχει.“ οἱ δ’ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δ’ οὐδὲν ἔχουσι

40

προειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλ’ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδ’ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα
5αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσά‐ γων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτ’ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν
ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα.51
10νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδ’ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλ’ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλ’ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δ’ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γ’ ἂν ἢ
15φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλ’ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει, αὐτὰ δ’ ἕκαστα οὐ συνεί‐ ληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ
20δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δ’ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. παν‐ ταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλ’ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ
25πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ
στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ52

41

τῶν ὑπηρετῶν ἅττ’ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μη‐ δὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ. πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ
5μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, ὦ θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο ἢ στο‐ χάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρα‐ τιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρ’ οὖν τοῦ μη‐
10δενός εἰσιν ἄξιοι χρῆσθαι; οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶν—τὰς γὰρ πλείους ἀφίημι—τὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; ἢ πῶς ὃ μόνον κοινόν ἐστι τῶν τεχνῶν
15ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητο‐ ρικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο ἢ τοῖς συμβόλοις, δι’ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχά‐ ζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλ’ εἰ καὶ μὴ
20δι’ ἓν τῶν ἄλλων πάντων, δι’ ἓν τοῦτο μέτεστι τὸ στο‐ χάζεσθαι, εἰ τοῦτ’ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχά‐ ζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλ’ αὐτὴν τὴν πολυτί‐ μητον εἴτ’ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐ‐ τὸς, ὦ πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς,
25ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλ’ ἀφίης τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλ’ ἐγὼ, τοῦτ’ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι ᾖ, ἡ δὲ ἐπιστήμη καθ’ Ὅμηρον53
30ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸ

42

φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλ’ ὅστις γ’ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτ’ ἐν τῇ τῆς ῥητορικῆς φύσει
5πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθ’ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέ‐
10σιν καὶ τὴν τύχην· καὶ τοῦτ’ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, ὃ Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλ’ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δ’ ἂν προε‐
15δρίας ἢ τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς
διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώ‐ μην προστίθησιν. ἔπειτα τίς ἢ κήρυξ ἢ πρεσβεία δεηθή‐ σεσθαί ποτ’ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς54
20πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν ἢ πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θερα‐ πεύειν εἵλετο, ἢ πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττ’ ἂν ὁ δῆμος βούλοιτο, ταῦτα συμβού‐
25λεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμέ‐ νειν, ἀλλ’ ὁ ῥήτωρ ἐπεῖχεν ἕως ἂν ὁ δῆμος ἐπισημήνῃ. τίς δ’ ἂν ἰδίαν ἢ δημοσίαν δίκην φεύγων δι’ ὅτου νική‐
30σει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτ’ ἐρεῖν ἔμελλεν ὁ ῥήτωρ καὶ μηδ’ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν
35ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰ

43

δὲ ἃ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτ’ ἔργον ἐπεποίηντο λέ‐ γειν οἱ ῥήτορες καὶ ταῦτ’ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε ῥήτορα πρὸς τοιοῦ‐ τον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν.
5ἆρ’ οὖν ταῦθ’ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλ’ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων55
10φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυ‐ γῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονει‐ κίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημέ‐ νοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτ’ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο
15ἔμελλον—ἀλλ’ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς ἡ τῶν πραγμά‐ των τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δ’ ἄρα καὶ τῆς τῶν ἀκροω‐ μένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδ’
20ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλ’ ὅσα βέλτιον εἰπεῖν, ταῦτ’ εἰπόντας πεῖσαι δυνηθῆναι· ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σω‐ μάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλ’ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλ’ ὡς
25μάλιστ’ ἂν ὁ κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλ’ οὐ δουλεύων οἶμαι τοῖς πλή‐ θεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον
30εἴποι. „Ἐγὼ δ’ οὐχ ὅ τι χρὴ λέγειν περὶ τῶν παρόντων
ἀπορῶ“ φησὶν „ἀλλ’ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν.“ εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡς ἐγᾦ‐56

44

μαι, λαμπρῶς. „Πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δεόντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι.“ εἰ τοῦτ’ ἔστιν, ὦ Πλάτων, τὸ στοχάζεσθαι καὶ προσομιλεῖν
5τὰς φύσεις τηροῦντα, οὐκ ἐκφεύγομεν τὰς αἰτίας, πάντες ἐροῦσιν οἱ ῥήτορες. εἰ δ’ εἴκειν αὐτοὺς τοῖς πλήθεσι φῂς καὶ ποιεῖν τὰ κελευόμενα, ἀλλ’ οὐ κελεύειν, τὴν θεράπαι‐ ναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέ‐ γων δοκεῖς τοὺς ῥήτορας. ἀλλ’ οὔθ’ οἱ δημόσιοι μέγα φρο‐
10νοῦσιν ἐφ’ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βου‐ λήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλ’ ἃ δοκοῦ‐ σιν αὐτοὶ βέλτιστα εἶναι. εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδη‐
15μηγόρουν, οὐδ’ ἂν παρρησιάσασθαί ποτ’ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν. ἀλλ’ οἶμαι συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τὰς ἐπιθυμίας σωφρονίζουσιν, οὐδ’ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ τοῖς πολλοῖς ὁρῶσιν εἰς τούτους, οὐδ’ ἀρχομένοις ὑπὸ τῶν
20ἰδιωτῶν, ἀλλ’ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν· καὶ τὴν ἐπω‐ νυμίαν διὰ τοῦτο εἰλήφασι παρ’ αὐτῶν ἀντ’ ἄλλου συμ‐
βόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντ’ ἄνω καὶ κάτω ποιῶν, ἀλλ’ ὅτι τοὺς δήμους ἄγουσιν· ὥσπερ γε δὴ57
25καὶ τοὺς παιδαγωγοὺς, οἶμαι, καλοῦμεν, οὐκ ἐπειδήπερ ὑποπεπτώκασι τοῖς παισὶν, ἀλλ’ ὅτι αὐτοῖς ἡγοῦνται. ὅ τι γὰρ ἂν φαίης ἁρμόττει τὸ τοιοῦτον ἀκοῦσαι τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος, πάντα ταῦτ’ ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. ὅπερ γάρ εἰσι τοῖς παισὶν οἱ διδάσκα‐
30λοι, τοῦτο τοῖς δήμοις εἰσὶν οἱ ῥήτορες· δεικνύουσιν ἃ χρὴ πράττειν καὶ παιδεύουσι ταῖς γνώμαις καὶ τοῖς ψηφίσμασι. καὶ ἡ φύσις οὕτω ταῦτ’ ἔταξεν. οὐ δουλεύει ταῖς τῶν χο‐ ρευτῶν ἐπιθυμίαις ὁ κορυφαῖος, ἀλλ’ εἴ τί που καὶ χαρί‐ ζεται, τὸ μηδὲν ἀπᾷσαι συμπαρατηρῶν τῷ χαρίζεσθαι.

45

ἀλλ’ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδ’ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρ’ ἐκεί‐ νων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυ‐
5βερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλ’ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλ’ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ
τῶν ναυτῶν. πανταχοῦ πάντ’ ἐστὶ πρὸς τοὺς ἡγεμόνας, καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκου‐58
10σίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφ’ αὑτοῖς· εἰ δέ τις μετ’ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν
15στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφ’ αὑτῷ, οὗτος ἐκεῖ‐ νός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλ’ εἰ μετὰ τοῦ βελ‐
20τίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτ’ ἀπό‐ δος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρί‐ ζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις; ἐγὼ μὲν γὰρ παρ’ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχο‐
25μαι. εἰ γὰρ μήθ’ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυ‐
μασθήσεσθαι μήθ’ ὑπὸ τῶν ἰδιωτῶν μήθ’ ὑπὸ τῶν πο‐ λιτῶν μήθ’ ὑπὸ τῶν ξένων μήτ’ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δ’ εἰπεῖν, εἰ μήτ’ εὐδοξήσειν μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχω‐59
30ρεῖ τοιαύτην αἰτίαν κατ’ αὐτῶν παραδέξασθαι, δι’ ἧς ταῦτ’ ἀπήντησεν ἄν; ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέ‐

46

κληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρ’ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλ’ οὐδὲ καθ’ ἕνα οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν· δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι
5διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δ’ οὐδ’ ἔσται· ἀλλ’ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι με‐ μερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε
10γιγνώσκειν χρὴ καλεῖν τὸ μηδ’ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δί’ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δ’ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δ’ οὐδέποτε ἃ πρὸ τοῦ. ποίαις οὖν ἐπιθυ‐ μίαις ὁ ῥήτωρ μέλλει δουλεύσειν, ἢ τὰ τίσι δοκοῦντα ἐρεῖν,
15ἢ τίνων στοχάσεσθαι, οἵ γ’ οὕτως ἀτόπως ἔχουσιν, ὥστ’ οὐδ’ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτ’ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστ’ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος
20χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυ‐ μίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δ’ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ὁ ῥήτωρ θεραπεύσει τὰς60
25ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀη‐ δίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγ‐ χωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δο‐ κοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν
30τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω. δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι δημιουρ‐

47

γὸν τὴν ῥητορικήν· εἰ δὲ πισιευτικῆς ἢ διδασκαλικῆς οὐ διαφέρομαι τὰ νῦν εἶναι, ἀλλ’ οὖν τό γε πείθειν αὐτῷ προστίθησιν. ὅτε τοίνυν τὸ πείθειν ἐστὶ τῆς ῥητορικῆς, οὐ λέγουσι τὰ δοκοῦντα τοῖς πολλοῖς οἱ ῥήτορες. εἰ γὰρ
5τὰ δοκοῦντα λέγουσιν, οὐ πείθουσιν· οὐδεὶς γὰρ ἐφ’ αὑτοῦ γιγνώσκων ἑτέρῳ περὶ τούτου πείθεται. ἀλλὰ τούτῳ κεχώ‐ ρισται τό τ’ ἐφ’ αὑτοῦ βεβουλεῦσθαι καὶ τὸ πεισθῆναι. ἀλλ’ εἰ καὶ τοῦτ’ ἄρα εἰπεῖν δεῖ, αὑτοῖς, οὐ τοῖς ῥήτορσι πείθονται οἱ τὰ δοκοῦντα αὑτοῖς ποιοῦντες. πείθει δὲ
10οὐδεὶς ὅστις μὴ τὴν αὑτοῦ γνώμην εἰπὼν ἐνίκησεν. ὥστ’ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ συμβαίνει, εἰ τὰ τοῖς
πολλοῖς δοκοῦντα λέγουσιν οἱ ῥήτορες. ἃ γὰρ οἱ βουλό‐ μενοι λέγουσι, ταῦτα πείθονται λέγειν. οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων,61
15οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολ‐ λοῖς, ἀλλὰ πείθουσιν· εἰ δ’ οἱ ῥήτορες τὰ δοκοῦντα λέ‐ γουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλ’ οὐ πείθοντας παρέ‐ χεται. πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων
20γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρω‐ θεν, ἀλλ’ ἐκ τῶν αὐτῶν καὶ τοῖς αὐτοῖς λόγοις ἀναμίξ. ὡς τοίνυν οὔτ’ ἄλογον ἡ ῥητορικὴ οὔθ’ οἷον, ὡς οὑτωσὶ φάναι, στοχάζεσθαι, οὐδ’, εἰ μετέχει τέχνης, εὕρημα ποιεῖσθαι, οὐδὲ μεθ’ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν
25πολλῶν, ἀλλὰ καὶ πλεῖστον λόγου μετέχον, μᾶλλον δὲ ἅπαν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώ‐
ποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τ’ εἰπεῖν, εὐχῆς62

48

ἄξιον δεῖξαι. γνοίη δ’ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατ’ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀν‐
5θρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δ’ οὐκ ἀρετῇ βελτιόνων, ἀλλ’ ἰσχυροτέρων, τὴν δ’ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτ’
10οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, ἢ θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον
15ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπ’ ἄλ‐ λων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφ’ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ
20μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ
τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δ’ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθ’ Ἑρμοῦ μελῆ‐ σαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδ’ αὐτοῖς τοῖς ὑπερέ‐63
25χουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν ἡ δο‐ κοῦσα κατ’ ἀρχὰς εὐτυχία, ἀλλ’ ὑφ’ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δ’ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐ‐ τοῖς ἀπολωλέναι, ὥστ’ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώ‐ πων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυ‐
30τὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν· ὡς τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων,

49

ἢ παρ’ αὐτὰ τιμωρήσασθαι, τοῖς δ’ ἄδειαν τοῦ βίου πα‐ ρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου
5τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδ’ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλ’ ὁ λόγος τὸ δίκαιον ἐφ’ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώ‐
10πους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πε‐ ποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθ’ αὑτὴν ἄγουσα καὶ τὸ διδά‐ ξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλο‐
15γίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα. Σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτ’ ἐστὶ τὸ ποιῆσαν, κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλ’ οὐχὶ τὴν
αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων,64
20νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, ἢ τὸ μηδὲν ὑπ’ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρα‐ σεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύ‐ λων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύ’ ἔστιν ὡς εἰπεῖν
25τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδ’ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν
30γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθ’ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθ’ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτ’ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δ’ οὐκ ἦν

50

ἄλλως τῶν ἴσων τυχεῖν, τοῦ πείθοντος ἔδει λόγου· τοῦτο δ’ αὖ εὐθὺς ὑπὲρ τῆς δικαιοσύνης. ὁ μὲν γὰρ αὑτῷ καὶ ταῖς παρασκευαῖς ἐπιτρέπων τὸ δοκοῦν ἑαυτῷ ἀξιοῖ κρατεῖν, ὁποῖόν ποτ’ ἂν ᾖ, ὁ δ’ ἀφ’ ὧν καὶ τοὺς ἔξω δεῖ πεῖσαι
5ταῦθ’ ὁρῶν καὶ ταῦτ’ ἀξιῶν μελετᾶν, οὐ φεύγει τὴν τοῦ ποῖ’ ἄττ’ ἐστὶν ἃ βούλεται βάσανον. φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς φύσεως μετειληφυῖα, εἴπερ τό γε ἀκριβὲς ἐπ’ ἀμφοτέρων δεῖ θεωρεῖν, μᾶλλον δὲ μέρος οὖσα τῆς ῥητορικῆς ἡ νομοθετικὴ καὶ τοῖς πᾶσι
10δευτέρα πως, πρῶτον μὲν ὅτι καὶ περὶ αὐτῶν ἔδει τῶν νόμων λόγου τοῦ πείθοντος. εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δ’ οἱ τῇ χειρὶ κρείττους οὐκ ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πεί‐65
15σοντος ἤδη; οὐ γὰρ βιάσασθαί γε ἐνῆν τοὺς πρὸς αὐτὸ τοῦτο πεφυκότας, οὐδ’ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτ’ ἦν πρῶτον παρὰ τοὺς νόμους. ἔδει δὴ πεῖσαι μάλιστα μὲν καὶ τοὺς ἀντιπράτ‐
20τοντας αὐτοὺς, καὶ βελτίους γε εὐθὺς αὐτῷ τούτῳ ποιῆ‐ σαι· εἰ δὲ μὴ, τούς γε πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις. οἱ μὲν γὰρ τῇ σφετέρᾳ φύσει χρώμενοι πρὸς τοὺς πολλοὺς ἀδικεῖν ἔμελλον τοὺς ἄλλους, οἱ δὲ τῇ τῆς ῥητορικῆς καὶ σφετέρᾳ πρὸς ἐκείνους εὖ ποιήσειν ἔμελλον κἀκείνους, εἴπερ
25σωφρονεῖν ἔμελλον. εἰ δ’ ἄρα ἐκεῖνοι μὴ ἐδέχοντο, λοιπὸν ἦν πεῖσαι τοὺς πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις αὐτὸ τοῦτο, ὅτι ὑπὲρ αὑτῶν τίθησιν. ἔδει δὴ λόγων καὶ πειθοῦς. δι’ ἓν μὲν τοῦθ’ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότε‐ ρον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐ‐
30τοὺς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης μαρ‐

51

τυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθ’ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν66
5ταῖς πόλεσιν. οὐκοῦν ταῦθ’ ἃ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθ’ οἱ νόμοι λέγουσι, πλὴν ὅσον οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ δι’ αἰῶνος ῥητο‐ ρεύουσιν, ἅτ’ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ
10γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν, εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γ’ ἐστὶ τῶν
15ῥητόρων, ὥσθ’ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς. Φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθ’ ἡμῖν βούλεται. ἢ τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικου‐ ρεῖ· τοὺς γὰρ παραβαίνοντας ἃ προστάττουσιν ἐκεῖνοι,
20τούτους ἀναζητεῖ καὶ τιμωρεῖται· καὶ οὐδ’ αὐτὸ τοῦθ’ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δι‐ καστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον ἢ παρὰ τῆς ῥητορικῆς; ἡ μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, ἡ δ’ ἐπὶ
25τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα ἡ ῥη‐ τορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ ἡ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοη‐ θῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ67
30ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι· τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερον

52

καὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου. ὁ μὲν γὰρ ἐλέγχει τἀδικήματα ὁ ῥήτωρ καὶ παραδίδωσι τῷ δικαστῇ, ὁ δ’ ἀκούσας καὶ μαθὼν παραδίδωσιν αὖ τοῖς ὑπηρέταις, καὶ μέσος ἔσθ’ ὁ δικα‐
5στὴς διακόνου καὶ ῥήτορος. αὖθις δὲ ἐπειδὰν τέλος ἡ δίκη λάβῃ, τῇ μὲν δικαστικῇ πλέον οὐδ’ ὁτιοῦν περίεστιν, ἀλλ’ ὥσπερ ἡ νομοθετικὴ θεῖσα τοὺς νόμους ἀπήλλακται, οὕτως ὁ δικαστὴς μετὰ τὴν κρίσιν. εἰσδεξαμένη δὲ ἡ ῥητορικὴ τοὺς ἤτοι δι’ ἄγνοιαν ἢ δι’ ἀγνωμοσύνην ἀγανακτοῦντας
10τοῖς δεδικασμένοις καὶ πρὸς θορύβους ἢ στάσεις τὰ πράγματα ἐξάγοντας κατέχει καὶ νουθετεῖ, πείθουσα στέρ‐ γειν τοῖς νόμοις καὶ τῇ ψήφῳ τῶν δικαστῶν, οὐ τὸν Πιν‐ δάρου νόμον τιμῶσα, ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς, οὐδὲ ταῦτ’ ἐπᾴδουσα „Νόμος ὁ πάντων βα‐
15σιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότα‐ τον ὑπερτάτᾳ χειρί. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος, ἐπεὶ ἀπριάτας.“ οὐ γὰρ φῂς ὅλου μεμνῆσθαι, ἐχρῆν δὲ ἴσως οὐδὲ τούτων, μὴ οὖν ἐπὶ ῥητορικήν γε. ἀλλ’ ἄχρι μὲν τούτου καὶ ἡ ῥητορικὴ λέγει, νόμος ὁ πάντων βασιλεὺς68
20θνατῶν τε καὶ ἀθανάτων· τὰ δὲ ἑξῆς οὐκέτι ταὐτὰ— πόθεν; οὐδέποτε ἡμέρα καὶ νὺξ ταὐτὰ συμφήσουσιν—
ἀλλὰ πᾶν τοὐναντίον ἄγει τὰ δίκαια πρεσβεύων καὶ τοὺς ἐν ὕβρει θρασεῖς νουθετῶν. εἰ γὰρ ἀξιώσει τὸ βιαιότατον νόμον εἶναι τὸν δικαιοῦντα καὶ τὴν ὑπερτάτην χεῖρα κρα‐69
25τεῖν Ἡρακλέους, ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν, αὐτὴ τοῖς ἑαυτῆς λόγοις ἀπολεῖται. τίς γὰρ τόπος λοιπὸν

53

ἢ χρεία ῥητορικῆς ἢ λόγων, εἰ τὸ δίκαιον ἡ χεὶρ ὁριεῖ καὶ μηδὲν πλέον ἔσται τῷ δυναμένῳ διδάξαι περὶ τοῦ πράγματος; ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι κρατήσει; καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι;
5δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾄσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλ’ ὡσπερεὶ σχετλιάζων. τεκμαί‐ ρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι καὶ ἑτέρωθι μεμνημένος περὶ αὐτῶν ἐν διθυράμβῳ τινὶ „Σὲ δ’ ἐγὼ
10παρ’ ἁμὶν“ φησὶν „αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. οὐ γὰρ εἰκὸσ“ φησὶν „ἁρπαζο‐ μένων τῶν ὄντων καθῆσθαι παρ’ ἑστίᾳ καὶ κακὸν εἶναι.“ καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου,
15οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. αὐτὸς γοῦν τὸ τοιοῦτον κέκληκεν „Ὀλισθηρὸν οἶμον“ καὶ κελεύει φυλάτ‐ τεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν; εἴτε γὰρ δο‐ κοῦντα Πινδάρῳ ταῦτ’ ἦν εἴτε μὴ, ἀλλ’ οὐ τῇ γε ῥητο‐ ρικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκα‐70
20στον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλ’ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐν‐ αντίον παρανομίαν. τοῦτ’ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τη‐
25ροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σω‐ φρονίζουσα. μέγιστον δὲ μαρτύριον· οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δ’ ὑπερ‐ τέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητο‐ ρικῇ διοικούμενον. ἀλλ’ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύ‐
30σεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δ’ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥη‐ τορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆς νομο‐

54

θετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δ’ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτ’ αὖ τὴν δικαστικὴν ὡσαύτως διχό‐ θεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται,
5ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δ’ ἄμφω μέσας αὑ‐ τῆς καθιστᾶσα, ὡς μάλιστ’ ἔμελλον ἅπασαι συμμένειν,
ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι. πότερον οὖν πολι‐ τικῆς μορίου εἴδωλον ἡ ῥητορικὴ, ἢ τὰ τῆς πολιτικῆς ὡς σὺ φῂς μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; ἐμοὶ μὲν γὰρ71
10ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλ’ οὕτως ὥσπερ εἴ‐ δωλον ῥητορικῆς ἀπειληφὼς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δ’ οὐδ’ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. διαφέροι δ’ ἂν
15τοσοῦτον, ὅτι οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον. ἀλλὰ μὴν τῆς γε ἀρετῆς τέτταρα δή πού φασιν εἶναι μόρια, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει καὶ ὑπὲρ δικαιοσύνης, σω‐ φροσύνη δὲ τῶν ἐχόντων καὶ ἀνδρεία τὰς πόλεις σώζει·
20σωφροσύνη μὲν, ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται, ἀνδρεία δ’ ὅτι τοῖς ἐναντίοις οὐχ ὑπείκουσιν. ἂν γὰρ εἴξωσιν, οὐ φυλάξουσι τὴν ῥητορικὴν, ὥστε ἕως ἂν φυλάττωσιν, οὐκ εἴκουσιν. οὐκοῦν οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιο‐
25σύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν, ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς ἅπαντα δι’ αὐτῆς πεποίηται, καὶ ὅπερ ἐν σώματι γυμναστικὴ καὶ ἰατρικὴ, συναμφότε‐
ρον λέγω, τοῦτ’ ἐν τῇ ψυχῇ καὶ τοῖς τῶν πόλεων πράγμασι ῥητορικὴ φαίνεται. τὰ μὲν γὰρ ἄδηλα εἰ καὶ γενήσεται72

55

προορᾷ, ἐπειδὰν δημηγορῇ· τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ· τὰ δὲ διατηρεῖ καθ’ ὅσον δύναται· τὰ δὲ πραχθέντα ἐπαναρθοῖ, ἐπειδὰν τοὺς ἀδι‐ κοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν
5αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, ἢ τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, ἢ μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτ’ ἐστὶ πρὸς ῥη‐ τορικὴν, ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινη‐
10κὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσή‐ κοντα ἐπεισόδια; οὐ γὰρ ἔγωγε ταῦτ’ ἔπειθον, φήσειεν ἂν ἡ ῥητορική. οὐδ’ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτ’ ἄλλ’ οὐδ’ ὁτιοῦν ἂν διε‐ πράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν
15αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων, φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλ’ εὐθὺς ἂν εἰσήγαγον οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα73
20ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ἡ ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ· νῦν δ’ ἀπούσης ἐμοῦ ὁ μὲν ἠδίκει, οἱ δ’ ἠτύχησαν οἵ τε διαφθα‐ ρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστ’ εἰ μηδα‐ μόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς
25καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖ‐ ναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶς δου‐

56

λεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλ’ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα
5μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ
10τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς
ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτ’ ἐστὶ πρὸς ἔπος; ἢ πότ’ ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθ’ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥη‐74
15τορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτ’ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλ’ ἐῶ τοῦτο. ἀλλ’ οἶμαι γέ‐ λως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαί‐
20νοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι, τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δ’ ἀντικείμενον λόγον

57

οὐχ ὁρᾷ, οὐδ’ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθ’ ὅσα πώποτ’ ἐπράχθη χρηστὰ κατ’ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵν’ εἰ μὲν εἴη
5τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δ’ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφ’ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ
10τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅς’ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν εἰς τοὺς κατ’ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ
καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δί’75
15ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατ’ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρ‐ μάκῳ τινὰς ἤδη καί τιν’ ἴσως ἄλλον τρόπον, ἀλλ’ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν
20ἀνθρώπους ὥστ’ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφ’ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπά‐ ζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέ‐ φυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης
25αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώ‐ πους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτ’ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆς

58

τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστι‐ κήν. ὥσθ’ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολα‐ κεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον
5τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμε‐ νος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλ’ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές
10τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλ’ ἕως μὲν
ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γ’ ἄλλο τι αἰσχρὸν οὐδέν ἐστι παρ’ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδι‐ κοῦντας ἐξελέγχουσι, τοὺς δ’ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δ’ ἔξω τούτων τε καὶ τῆς ῥητορι‐76
15κῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπό‐ ταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσον‐ περ τοῦ δικαίου, ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γ’ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος
20καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλ’ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄν‐ θρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώ‐ τατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν
25γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρή‐
σοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δ’ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατ’ ἐπωνυμίαν. καὶ τοσοῦτόν γ’77

59

ἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης, ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ,
5ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατ’ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξε‐ πίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλ’ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔ‐
10νειδος. καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλ’ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομο‐ θετικὴ καὶ κατ’ αὐτὸν ἐκεῖνον καὶ καθ’ ἡμᾶς καὶ κατὰ
15πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ
καταριθμεῖσθαι τοῦτ’ αὐτὸ δή που τὸ δικαίως οὐκ ἐκπε‐ φευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, Πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντ’ ἔχοντας τὰ δεινότατα; πόσοι δ’78
20ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέν‐ τας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ
25δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρ’ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ
30πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρ

60

ὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δ’ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν
παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτ’ εἶναι79
5νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορι‐ κῆς ἔστω πρὸς Πλάτωνα. ἣν δ’ ἂν τότε κοινὴν ἐποιησά‐ μεθ’ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω.
10οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συ‐ κοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δι‐ καίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλ’ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμέ‐
15νους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφ’ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλ’ ἂν ἔχοι πα‐ ράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ
20πρότερον γενομένοις ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δ’ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν, ὅτι οὐκ, εἴ τινες φιλοσο‐
25φίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν
πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν, οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλ’ αὐτοῖς τούτοις τεκμη‐ ρίοις χρηστέον κατ’ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.80

61

οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν ἢ συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλ’ ἡμαρτηκότας αὐτοὺς ῥητορι‐ κῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν, ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν
5ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δ’ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλ’ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δ’ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ
10τἀναντία πραττόντων οἷς ἡ ῥητορικὴ βούλεται. ναί. ἀλλ’ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν. ἔστω ταῦτα. ἆρ’ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέ‐ τερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγού‐ μενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ
15Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτ’ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκρά‐ της ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, Σὺ δ’ ἄρα ἀδικεῖ‐ σθαι βούλοιο ἂν μᾶλλον ἢ ἀδικεῖν; καὶ ὃς ἀμείβεται,
20Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδι‐ κεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ81
25μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώ‐ λυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδ’ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδι‐ κεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαι

62

κρεῖττον ἢ ἀδικεῖν. εἰ δ’ οὔτ’ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατ’ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγα‐ θὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος
5μετείληφεν, ἀλλ’ οὐ τοῦ χείρονος, εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κα‐ κουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθ’
10ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτε‐ ρος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδι‐
15κεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλο‐ σοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δ’ αὖ πρὸ τούτου τίθησι τὸ
μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ82
20τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι, μηδενὸς ὄντος ἐφ’ ὃν τοῦτ’ ἔρχεται. ὥσθ’ ἡ ῥητορικὴ τὸ ἀδικεῖ‐ σθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ
25ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δ’ ἀδικεῖν βεβαιώσει, ἀλλ’ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύ‐
30σει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλ’ ὅπως μηδ’ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.

63

ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐ‐ τὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς
5οὐκ ἀδικήσει, ἀλλ’ οὐδ’ ἕτερον ἐάσει· οὐδ’ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλ’ οὐδ’ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτ’ ἀδικήσει μήθ’ ἕτερον ἐάσει, κατὰ πάν‐
τας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθ’ ὃν αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθ’ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι83
10ἢ ἀδικεῖν καὶ καθ’ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθ’ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦ‐ τοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγα‐
15θὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτ’ ἄγει. οὐ μὴν ἀλλ’ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδ’ ἀξίαν σπου‐ δῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τη‐ λικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί
20κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅταντας τοῖς αὐτοῖς τού‐ τοις διαγράφειν; οὐ γὰρ ἄλλο γ’ οὐδὲν ἢ τοῦτο βούλον‐ ται, μάλιστα μὲν μηδένα μηδὲ ὑφ’ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστ’ οὐ μόνη ἄπεισιν ἐκ τῶν πό‐
25λεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλ’ ὥσπερ ἑται‐ ρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νό‐ μων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι κα‐ λῶς ἡμῖν ἔχῃ. πότ’ οὖν τοῦτ’ ἂν γένοιτο; τίς ὁ καιρὸς

64

αὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδή‐ περ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδ’ ἐν‐ ταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται
5μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν διαλέξομαι, οὐδ’ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλ’ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδ’ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδ’ ὁπόσα ἐστὶ καὶ γίγνε‐84
10ται μηδὲν χρηστὸν, ἀλλ’ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστ’ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφ’ ἧς μηδ’ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρύσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα
15μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γ’ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πα‐
20τρὸς αὐτοῦ, τοὺς δ’ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι
25πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυ‐ τῶν πλεονεξίας, ἵν’ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς με‐ γίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην, ἀλλὰ τοσοῦτον ἀπέ‐
χεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις, βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται·85
30κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομί‐ ζεις. καίτοις κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς

65

προδότας ἔδει τιμᾶν, ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵν’ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαν‐ τες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τερα‐
5στίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τ’ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας ἃ δεῖ πάσχειν λέγουσι· καὶ ῥητο‐ ρεύεις καθ’ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοί‐
10μια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν. εἰ γὰρ, ὦ τᾶν, τὸ δίκην λαμ‐ βάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μη‐ δεὶς ἀδικήσεται; οὐκοῦν ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆ‐
15θος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδ’ ἐκείνοις ἐξελήλεγκται. καὶ μὴν ἐν μὲν οἷς
ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ Πλά‐ τωνι πρόσεστιν· ἃ δ’ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλά‐86
20τωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δ’ εἰ δοίημεν κρα‐ τεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλά‐
25τωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν. ἡγοῦ‐

66

μαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέ‐ χεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λό‐ γοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντί‐ παλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλ’
5ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνων‐ ται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἷον εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον,
10ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς; ἢ εἰ μὴ τότε, ἀλλ’ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀπο‐
δημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσ‐87
15σεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ; εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβη‐ τοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί; ὅτι, οἶμαι, ** φῆσαι, μᾶλλον δ’ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου
20καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτ’ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, —οὐ γὰρ προεδρία γ’ ἦν Ἀθη‐ ναίοις ἐν Συρακούσαις, ἀλλ’ ἃ μηδ’ εἰπεῖν ἔστ’ ἀδακρυτὶ,
25ταῦθ’ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρό‐ τερον χρόνοις ἐπεπόνθεσαν—ἀλλ’ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρ’ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις
30οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα· καὶ τὸ τυράννῳ συνεῖ‐ ναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρα‐
τεῖν ἦν. τὴν δ’ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις88

67

καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτ’ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τ’ εἴη κωλῦσαι καὶ παρελέσθαι
5λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτ’ οὐδὲν σπουδαῖον τοῦτ’ εἶναι φήσομεν, οὐδ’ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δί’ ἓν μέγα τοῦτ’ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν; ἆρά γε καὶ μει‐
10ζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπού‐ μενος ἐξ ὅτου τρόπου μηδ’ ἄλλος δίκην παρ’ αὐτοῦ λή‐ ψεται; καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματ’ ἂν εἴποι τις ταῦτ’ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γ’, οὐ τὸν
15εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλ’ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν
ἦν αὐτῶν. Φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δ’ ἐκ τῆς μακρᾶς89
20ἐπιστολῆς. „Ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλ’ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν
25τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγο‐ νότος οὐ μικροῖς, εἴτ’ οὖν πάθοι τι εἴτ’ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύ‐ γων καὶ ἀνέροιτο εἰπὼν, Ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι

68

τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπι‐ στάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν
5ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει· φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετ’ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν,
10ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφ’ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δ’ ἄρα τὸ μῆ‐
κος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι90
15ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι.“ ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκεί‐ νου γνώμην, ἀλλ’ ὁ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχ‐ θέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε
20πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, ὦ Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδ’ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς· ταῦτα δ’ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, ὦ Πλά‐ των, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτ’ εἰπεῖν ἂν νο‐
25μίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν ἢ παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δ’ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δ’ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτ’ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδική‐
30σεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρ’ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,

69

εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους. ἔτι δ’ αὖ τὸ πλέον τῷ παντὶ πεποίηκας, εἴ γε μὴ μόνον δῆμον μηδὲ δικα‐
στὰς, ἀλλὰ καὶ τυράννους ὑπὲρ τούτων μὴ δεῖ φεύγειν μεταπείθειν καὶ τοσοῦτον ὑπερορίους. αὐτὴν τοίνυν ὅλως91
5τὴν ἐπιστολὴν τοῦ χάριν ἢ πειθοῦς γέγραφε; καὶ μὴν αὐτό γε δηλοῖ τὸ πρᾶγμα καὶ τῆς ἐπιστολῆς αὐτὸς πολ‐ λαχοῦ. καὶ γὰρ τὸ ὧν χάριν ἦλθε διεξιέναι καὶ προσομο‐ λογεῖν ὅτι διὰ τοῦτο διεξέρχεται ὅπως τὴν ἀληθῆ δόξαν περὶ αὑτοῦ παραστήσειε πείθοντός ἐστιν. οὐκοῦν καὶ ἵνα
10πείσῃ γέγραφε καὶ γράφων τοῦ πεῖσαι χάριν φησὶν ἀπελ‐ θεῖν, μή τι πάθοι Δίων ἔρημος λόγων. πῶς οὖν αἰσχρὰ ποιοῦσιν οἱ ῥήτορες; ἢ καθ’ ὁπότερον τούτων φαῦλον ἡ ῥητορική; πότερον καθ’ ὃ τοῖς ἀδικουμένοις πέφυκε βοη‐ θεῖν, κἂν ἀδοξία τις καὶ κίνδυνος προσῇ; ἀλλ’ ὅτι τοῦ
15γε λόγῳ πείθειν καταφρονητέον; ἀλλ’ αὐτὸς ὡς λόγῳ πεί‐ σων, ἔργῳ φῂς κινδυνεῦσαι. καὶ Μεγαροῖ μὲν εἰ κατοι‐ κοῦντες ἐτυγχάνομεν, ὁ Δίων σοι λέγει, ἦλθες δή που ἄν μοι βοηθὸς ἐφ’ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλό‐ τατον ἡγοῦ σαυτόν· νῦν δ’ ἄρα τὸ μῆκος τῆς πορείας καὶ
20τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. τί οὖν; εἴ τις μεταστρέψας ὡδὶ φαίη πρὸς αὐτόν σε, Καὶ πλεῖν μὲν εἰς Σικελίαν καὶ πάσχειν ὁτιοῦν οἴει δεῖν ὑπὲρ τοῦ τινὰ πεῖσαι ὡς χρή τινα τῶν ἐπιτηδείων οἴκοι
25μένειν· εἰ δέ τις μηδ’ ὅσον Ἀθήνηθεν Μέγαράδε, ἀλλὰ μηδ’ ἐλθεῖν ποι τὸ παράπαν δέον, ἀλλ’ οἴκοι μένοντα τοὺς ἑαυτοῦ σῶσαι, τὴν ἐπὶ τούτῳ δύναμιν μεταχειρίζεται,
οὐκ οἴει τοῦτον δόξαν κακίας ἀποπεφευγέναι πᾶσαν; πάλαι γε καὶ παρ’ αὐτῷ σοι, εἴπερ γέ τι τῶν προειρημένων ὄφε‐92
30λος. πῶς οὖν ὁμοῦ μὲν ὁ μὴ βοηθῶν τῷ λόγῳ δόξαν κα‐ κίας ἐξοίσεται, ὁμοῦ δ’ ὁ βοηθῶν δόξαν κακίας οὐ φεύ‐ ξεται; οὐ τοίνυν τοῦτο λέγεις ὅταν καλῇς κολακείαν τὴν

70

ῥητορικὴν ᾗ ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δ’ ἃ νῦν ἡμεῖς ἐρωτῶ‐ μεν, τίς ὦ πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος,
5ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτ’ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθ’ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθ’ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ το‐
10σούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλ’ ἃ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα
συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστ’ εἰ δεῖ καὶ τοῦτ’ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦ‐93
15μαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλ’ ἐκ τοῦ βίου καὶ τῶν ἔργων ἃ μεθ’ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθ’ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀπο‐ φαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράτ‐
20τοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρ’ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστ’ ἀδικῶν ἐν τοῖς ἐσχάτοις ᾖ κακοῖς, ἢ πολὺ τοὐναντίον προτρέπων καὶ
25θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράτ‐ τοντας ἐπ’ αὐτὸν ἔχοι· καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκο‐ πεῖν καὶ τό γ’ ἐφ’ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος· ὡς ἐπειδήπερ αὐτὸν
30ἔχων ὁ Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ94

71

καλῶς ἔχον ἐλθεῖν ἐπ’ αὐτόν; καίτοι εἴ γε τοὺς ἐχθροὺς καὶ οὓς καθ’ ὑπερβολὴν μισεῖ τις ἐατέον ἦν ἀδικοῦντας, καὶ ἡ ῥητορικὴ φαῦλον καὶ ἄχρηστον ἡ δίκην ποιοῦσα παρ’ αὐτῶν εἶναι λαμβάνειν καὶ μὴ ἐῶσα προχωρεῖν ὡς
5ἐπὶ πλεῖστον, χρῆν δήπουθεν αὐτὸν μάλιστα μὲν διακω‐ λύειν τὸν Δίωνα, ἑταῖρόν γε αὐτοῦ καὶ μαθητὴν ὄντα, καὶ ὑπομιμνήσκειν ὧν ποτ’ ἤκουσεν, εἴπερ ἤκουσεν, εἰ δὲ μὴ, τότε ἐπὶ τῶν ἔργων διδάσκειν ὅτι χρὴ φέρειν σιγῇ καὶ σκοπεῖν ὅπως μὴ μόνον αὐτὸς στερήσεται τῆς πατρίδος
10καὶ τῶν αὑτοῦ ὑπὸ Διονυσίου, ἀλλὰ καὶ ἄλλοι πολλοὶ καὶ ταῦτα καὶ τοιαῦθ’ ἕτερα πείσονται διὰ τέλους καὶ μὴ διαλείψει πάντας ἀνθρώπους ἀδικῶν Διονύσιος· καὶ ὅπως γε μὴ μόνον Σικελίας ἔσται τύραννος, ἀλλὰ καὶ Καρχη‐ δόνος καὶ Λιβύης, εἰ οἷόν τε, καὶ συμπάσης νὴ Δία τῆς
15γε Εὐρώπης, εἰ δέ τις εἴη μηχανὴ, καὶ τῆς Ἀσίας συν‐ εύξασθαι· καὶ μὴ μόνον αὐτὸν μηδὲν ἐνθυμεῖσθαι περὶ καταλύσεως τοῦ τυράννου, ἀλλ’ ὅπως μηδ’ ἄλλος μηδεὶς ἐπιθήσεται μήτ’ ἐπ’ ἀναιρέσει μήθ’ ὥστ’ ἐκβαλεῖν, ἀλλὰ τοὐναντίον φυλακὴν τοῦ σώματος Διονυσίῳ φροντίσαι,
20ὅπως ἀθάνατος ᾖ πονηρὸς, καὶ πάντας πάντ’ ἀδικῶν ἐν ἅπασι τοῖς χρόνοις ἐν ἅπασι τοῖς κακοῖς ᾖ. μάλιστα μὲν
ταῦτ’ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι· ὃ πολλοῦ δεῖ95
25ποιήσας, ἔργῳ μάρτυς ἡμῖν περὶ ὧν ἀπιστοῦμεν γεγένηται τοῦ μὴ ληρεῖν. βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γ’ ἐπὶ Δηλίῳ καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ
30πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖς

72

ἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς ἀντερεῖ δή‐ πουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν, οὐ ταῦτ’
5ἐστὶν ἰσχυρὰ τεκμήρια τῆς ἐκείνου γνώμης, ἀλλ’ ἃ κω‐ λύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφα‐ λῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ,
ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. τουτὶ96
10γὰρ προσγέγονε πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ· τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς ἀμύνε‐
15σθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δ’ ὑπείκοντας διώκουσιν. ὥστ’ εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους. ὥστ’ εἰ μηδὲ δι’ ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν,
20ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτ’ αὐτὸν ἀδικεῖσθαι μήθ’ ἕτερον ἀδικεῖν ἐᾶν. ὁ τοίνυν καὶ μέχρι τοῦ Βαβυλωνίου πεδίου Κύρῳ συνανιὼν Ξενο‐ φῶν ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ στρατεύοντι ἀδικήσαντα πρό‐ τερον, πῶς οὐ καὶ οὗτος οἴκοθεν ὢν Πλάτωνι μάρτυς
25ἡμῖν ἐστιν εἰς τοὺς παρόντας τουτουσὶ λόγους; οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις καὶ ὑπὲρ τῶν ἀλλοτρίων εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖν ἐπι‐

73

χειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλί‐ ζειν, κἂν ὑπὲρ ὧν αὐτὸς πέπονθεν ἐπεξίῃ· οὐδέ γ’ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν, ὡς τὸ μὲν τοῖς ὅπλοις ἀμύνεσθαι τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τῶν προσηκόντων ἐστὶ, τὸ
5δὲ αὐτοῖς τοῖς λόγοις ἀμύνεσθαι ἐν ἀλογίᾳ θετέον. οὐδ’
ἂν εἷς εἴποι ταῦτα. καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀν‐ δρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, ὡς μὴ μόνον αὐτὸς97
10ἔρδειν τὰ βέλτιστα, ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι. ἡγοῦ‐ μαι μὲν τοίνυν καὶ ταῦτ’ ἔχειν πίστεις ἱκανὰς τῆς ἀλη‐ θείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν. Εἶμι δ’ ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν Πλάτω‐ νος, ὡς ἄν τις εἴποι, ῥημάτων. οὐ γὰρ μόνον ἐξ ὧν
15ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντ’ αὐτὸν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ „Τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήτε ἀδικεῖν ἄλλους μήτε ὑφ’ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι
20κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τε‐ λέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν.“ ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ δι’ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ κα‐
25λὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κεκτῆσθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτ’ ἀδικεῖν μὲν οὐκ ἐπηνάγ‐ καζεν, ἀδικεῖσθαι δ’ οὐκ ἐᾷ, ὡς δ’ ἐκ τοῦ λόγου συνέ‐ βαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτ’ ἀδικεῖν οὔτ’ ἀδικεῖσθαι,

74

εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσο‐ φία τις οὖσα ἡ ῥητορικὴ φαίνεται. εἰ δ’ ἐξαρκεῖ τῇ φιλο‐
σοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλε‐ πώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως98
5μηδ’ αὐτὸς ὑπ’ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δ’ ἔσχατον τῶν κακῶν καὶ κολακεία; καὶ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύνα‐ μιν, τοῦτ’ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν.
10εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τὸ δ’ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. εἶτ’ ἐλέγχειν μὲν βούλεται ῥητορικὴν, κατηγορεῖ δὲ τῶν τυράν‐ νων καὶ δυναστῶν, τὰ ἄμικτα μιγνὺς, ὥσπερ ἂν εἰ ὁ Ἡρα‐
15κλῆς, ἵλεως δ’ εἴη τῷ παραδείγματι, προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα, εἶτ’ ὄνῳ συμπλακεὶς καὶ πνίγων τὸν λέοντα ἄγχειν ᾤετο καὶ τοῦθ’ ὅπερ προὔθετο πράττειν. τοσοῦτον δὲ λείπεται τὸ παράδειγμα ὅσον οὗτός γε οὐχ ἕτερον ἀνθ’ ἑτέρου ποιεῖ τοῦτον τὸν τρόπον τῷ
20λόγῳ χρώμενος, ἀλλὰ καὶ τοῖς ἐναντίοις περιπίπτει. τίς γὰρ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλή‐ λων κεχώρισται ὅσον τὸ πείθειν τοῦ βιάζεσθαι; ἀλλὰ μὴν ταῦτά γε οὐδείς ἐστιν ὅστις ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη. ὥστ’ εἰ δεινὸν τὸ βιάζεσθαι καὶ πλεον‐
25εκτεῖν, τό γε πείθειν καὶ τοῦ δικαίου προεστάναι καλὸν
καὶ προσῆκον. οὐκοῦν οὐχ οὕτω ῥητορικὴ κακὸν ὡς τυραν‐ νὶς, ἀλλ’ εἰ κακὸν ἡ τυραννὶς, ἡ ῥητορικὴ χρηστὸν ἐκ τῶν αὐτῶν· ἡ μὲν γὰρ βιάζεσθαι πανταχοῦ ζητεῖ, ἡ δὲ τὸ πείθειν τετίμηκεν. ὥσθ’ ὅμοιον ποιεῖ τούτοις ἐκεῖνό γ’99
30ἐλέγχειν νομίζων ὥσπερ ἂν εἴ τις τὸν ἐν τῇ νυκτὶ σκότον

75

καταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητο‐ ρικὴν, πάλιν δ’ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτο‐ ρας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ
5λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα. πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δ’ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων
10πάντη θεραπευταί· εἰσὶ δ’, οἶμαι, καὶ τῶν τυχόντων τι‐ νές· ὥσθ’ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει· οἱ δ’ αὖ τύραννοι τοσοῦτον ἀπέ‐ χουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρ’ αὐτῶν τυχεῖν, μή τί γε δὴ
15τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· ὥσθ’ ὁ τύραννος μι‐ κροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλα‐
κος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδ’ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν, τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώ‐ τερον οὐδ’ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν.100
20ὥστ’ εἰ μὲν κολακεία ἡ ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δ’ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο,
25εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα· τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λεί‐ πεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δ’ οὐδέ‐ τερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ
30κολακεία δείξαντες, πάλιν δ’ ὡς οὐ κοινωνεῖ τῇ τυραν‐ νίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρου

76

λόγῳ καὶ τῷ καθ’ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθ’ ἕτερον αὐτὸς αὖ μαρ‐ τυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρ’
5αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων κατηγο‐ ροῦντα παρ’ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτ’ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρ’ αὐ‐ τοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διά‐101
10φορον τούτων ἑκατέρου, καὶ καθ’ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθ’ ὅπου ῥητορικὴ σώζεται τύραν‐ νος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτ’ αὖ ῥητο‐ ρικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλ’ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε
15αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατ’ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πεί‐ θειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος
20καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτ’ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τ’ εἰπεῖν,
25φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντ’ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα
30δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοή‐ θεια ἀφίξεται. οἱ δ’ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου
ποτ’ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους ὑπο‐102

77

ληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας, ἵνα μὴ μάτην ἡ παροιμία τὰς ἐρήμους τρυγᾶν ἀγορεύῃ. εἶθ’ ἃ τοῖς ἀδικεῖν ἐπιχειροῦσι λυσιτελεῖ, πῶς ταῦτα συγχωρητέον τοῖς τὰ δίκαια τιμῶσι; πῶς οὖν τἀναντία λέγουσιν ἀλλή‐
5λοις οἱ ῥήτορες; —ἔστι μὲν οὐκέτι τοῦτ’ ἐν τοῖς εἰρη‐ μένοις ὑπὸ Πλάτωνος, ὅμως δὲ ὑπὲρ τοῦ πανταχῆ διακα‐ θᾶραι τὸν λόγον μηδὲ τοῦθ’ ἡμῖν ἀνεξέταστον ἀφείσθω, καὶ ταῦτ’ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν. —ὅτι, οἶμαι, καὶ ἡμῖν αὐτοῖς ἀπαν‐
10τῶμεν ἐν τοῖς λόγοις, αὐτὸ τοῦτο ὃ κἀγὼ νῦν πεποίηκα· ἀλλ’ οὐδὲν μᾶλλον ὅ γ’ ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λό‐ γοις ἅπαντες δή που χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντιωτά‐ τοις ἀλλήλοις. ἀλλ’ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας
15τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλὸν, οὐ δή που διπλοῦν ἐστιν οὐδ’ ἐναντίον αὐτὸ ἑαυτῷ. πῶς οὖν ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας; ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην; ἴδοις δ’ ἂν καὶ κυβερνήτας ἐναντία ἀλλήλοις ναυμαχοῦντας, ἀλλ’ ὅμως
20τῆς κυβερνητικῆς ἐστι σώζειν τὴν ναῦν. οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἐναντία ἀλλήλοις, ὡς ἄν τις φαίη, λέγω‐ σιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν μεμνημένους ὧν
ἕνεχ’ εὑρέθη. ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.103

78

Ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθή‐ ψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κα‐ τεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ
5δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δ’, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνω‐
10μόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλο‐ νεικῶν. τοῦτ’ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθη‐ σιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο
15μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δ’ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δ’ εἰς ἡμᾶς ἧκεν, εὔ‐ νοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχό‐ μεθα, ὥσθ’ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις104
20καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδ’ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς
25τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δ’ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκα‐
30μεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατ’ ἀνθρώπους ἐγένετο; ἀλλ’ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδ’ ἐκο‐

79

λακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα δι’ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτ’ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα,
αὐτοὺς σῶσαι, οὐδ’ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται παρ‐105
5εδίδου τόθ’ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλα‐ κες τοῦ πλήθους εἶναι ὥστ’ οὐδὲ βουλομένοις ἡμῖν κολα‐ κεύειν ἐνῆν. ἀλλ’ οὔτε προῃρούμεθα οὔτ’ ἦν δυνατὸν οὔθ’ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχα‐ γωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλ’
10ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προ‐ φέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα
15μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι δι’ ἡμᾶς ἐν ἐλευθε‐ ρίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυ‐ ρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε
20γένοιτ’ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι. διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ „Δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει
25κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτ’ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέ‐ ρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσι

80

τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πά‐ λιν ἐρῶσι τυχεῖν· ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστ’ ἐξεῖναι περὶ πολιτείας
νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ’106
5ἐλπὶς ἐλείπετ’ ἂν οὐδαμῆ οὐδαμῶς.“ ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλ’ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐ‐ τῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης
10οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστ’ ἐξεῖναί σοι περὶ πο‐ λιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρ‐ ρουσι δὲ τότε οὔτε λόγος οὔτ’ ἐλπὶς ἐλείπετ’ ἂν οὐδαμῆ οὐδαμῶς. „Νῦν οὖν“ φησὶν ὁ Δίων „τοῖς μὲν ἐλευθερία
15γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βα‐ σιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα
20διττῶν, τῆς τε παρ’ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός· ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρ‐ τυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ
25Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρό‐ που· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευ‐
θεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος ἐφη‐ μέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πό‐107
30λεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ

81

πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φι‐ λονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.“ Εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων
5τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστ’ αὐτοὺς γίγνε‐ σθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλή‐ νων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδ’ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ
10τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασι‐ λέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθερα‐ πευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ
15ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐ‐ τῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθ’ ἡ Ἑλλὰς δι’ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτ’ ἄξια τοῖς
20ἀνδράσιν; εἶθ’ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κό‐ λακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν;
οὐ μέντἂν δίκαια ποιοῖμεν.108
25 Τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τού‐ τους ὄντας ῥήτορας, πάλιν δ’ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γ’ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. κἀν τούτοις οὖν ἀνάγκη θάτερον
30ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλα‐ κας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ

82

οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκεί‐ νων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζε‐
5σθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγό‐ νασιν, ἀλλ’ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμα‐ σιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλη‐
10σιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκα‐ λος καὶ ἑταῖρος Σωκράτης; οὐδ’ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον κα‐ θάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ
15τοῦτο μὲν οὐδ’ ἐπ’ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ
μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδ’ ἐπ’ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δ’ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσε‐ κρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων109
20αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐ‐ δὲν οὔτ’ εἶπας οὔτ’ ἔπραξας, ἀλλ’ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δ’ ὅσον ἧκεν ἐφ’ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλ’ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν
25λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτ’ ἰσχὺν πλουσίων κατε‐ δείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθ’ ὅλως τὰ τῆς τύ‐

83

χης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δ’ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτ’ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δ’
5εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελ‐ τίους δ’ ἔστιν ᾗ; τί δ’ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπ’ ἐκείνων λόγοις κα‐ τείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις
10ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλ‐ τιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγον‐ τες τὰ πράγματα ἔσθ’ ἃ καὶ προσέπταισαν, τοῦτο θαυ‐ μάζεις;
Ἐνθυμοῦμαι δ’ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτ’ Ἀλκι‐110
15βιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύ‐ τας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδ’ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν
20τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδ’ εἶναι τἀκείνων ἁμαρτήματα οὐδ’ ὁτιοῦν πρὸς Σω‐ κράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δ’ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγά‐ λοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρι‐
25σεν ἔσθ’ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτ’ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρ‐ πανδρος οὐχ οἷός τ’ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδ’ Ἀρίων, οὐδ’ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιή‐
30σατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαί‐ δευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτ’ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν

84

εἴ τις καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστ’ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ
5προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημ‐ μελοῦντες ὧν ἄρχουσιν ἢ μὴ δικαίως ὑπ’ ἐνίων ἀμελεῖ‐ σθαι; οὔκουν οἵ γ’ ἵπποι τοὺς μὲν οὐδεπώποθ’ ἁψαμέ‐
νους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δ’ ἐφεστῶτας μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις111
10ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δ’ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰ‐ νει καὶ τιθασεύει καὶ τελευτῶν ἐπ’ αὐτῶν ἀσφαλῶς καὶ
15κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσού‐ του, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐ‐ τῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδ’ ἂν εἷς ὑγιαίνων εἴποι
20σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδ’ οἱ θεοὶ πώ‐ ποτε πεποιήκασι, μηδὲ παρ’ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιά‐ δος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Πε‐ ρικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλ’
25οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μετα‐ ποιῆσαι οὐδ’ ἀφανίσαι· ἔστι δ’ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδ’ ἀναμάρτητον· ὅσα δ’ ἢ κινδυνεύον‐ τας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατ’ ἐξουσίαν πράτ‐
30τοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλά‐ χιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτ’ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρ’ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλά‐
των αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθα μάρ‐112

85

τυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον
5αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπ’ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν
10τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφα‐ νιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλα‐ μῖνι, κεφάλαιον δ’ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.
15 Οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαν‐ τας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυ‐ λίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα,
20ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δ’ ἐξεπί‐
25τηδες καὶ καθ’ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδ’ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ113

86

λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν
5διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλ’ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν
10πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπ’ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενο‐ μένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ
15ἀποκρίνεται ἀναμὶξ ὡδὶ „Πότερόν σοι δοκοῦσι πρὸς τὸ
βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημέ‐ νοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοι‐114
20νοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; Οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. Ἐξαρκεῖ.
25εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον κα‐ λόν.“ οὐκοῦν καὶ παρ’ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δ’ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δί’ οἱ μὲν οὕτως, οἱ δὲ ἐκεί‐
30νως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευ‐ τῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐ

87

γὰρ ὑφ’ ἡμῶν γε ταῦτα παρεμβέβληται „Ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι
5τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρί‐
10ζειν ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοὶ, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν.“ ἐν‐ ταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μό‐ νον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα115
15γε αὐτὸς ὠνόμακε, Γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι· ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν
20γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλ’ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ’ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλ’ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς ἃ θεὶς
25ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν, ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δ’ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτ’ Ἀθήνησι μήτ’116

88

ἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδ’ ἔξω τῆς τοῦ κο‐ λακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό
5γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντο‐ ρος φωνὴν κτησαίμεθα, φθεγξαίμεθ’ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλ’ εἰ δυνα‐ τὸν ἢ μὴ καὶ φύσιν ἔστ’ ἔχον συμβῆναι, τοῦτ’ ἦν ἐκ τοῦ
10λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυ‐ μούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύ‐
15δετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν
μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δ’ οὗτος ἐμφα‐ νὲς παράδειγμα ὑπάρχει, μήθ’ ὡς γενομένου τούτου μήθ’117
20ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδ’ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτ’ ἂν ποιεῖ‐ σθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολο‐ γουμένου δ’ ὑπ’ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ
25ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτ’ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσω‐ μολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, —
30οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν

89

ἀδικεῖν δύνασθαι κατ’ αὐτόν σε, δυνατὸν δ’ ἐστὶ καὶ δι‐ καίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιο‐ σύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν
5ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ
τοῦ Ὁμήρου συμβαίνειν Καί τι ἔπος προέηκεν ὅπερ τ’ ἄρρητον ἄμεινον. τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ118
10Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθο‐ ρώς. ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκεί‐ νων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν
15ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδ’ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, δι’ αὐτὸ τοῦτο οὐδ’ ἐκείνους
20ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπ’ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπ’ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους ὑφ’ ὧν μηδ’ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δ’ οὕτω

90

θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπ’ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθη‐
5ναίων προστῆναί ἐστιν, οὐδ’ Ἀριστείδης προὔστη καλῶς· οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλ’ ἐξέπεσε, προσθήσω δ’ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχή‐ σας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδ’ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλ’ ἐξοστρακισθεὶς ὑπ’119
10αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβο‐ λον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐ‐ στήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδ’ εἴ τις ἄλλος, ἅμα τ’ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο· εἰ δ’ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδ’ Ἀρι‐
15στείδην ἐλλόγιμον μηδ’ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστ’ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, ὅ γε Ἀριστείδης ὑπεναντίως ὑπ’ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτ’ ἄγει τὸν
20κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώ‐ πους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως
25ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον ὁ κυβερνήτης ἐκεῖνον ἔσωζεν ὁ σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελα‐ γῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλ’ ἐῶ ταῦτα.
30ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν ὁ κυβερ‐ νήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδ’ ἀμφισβη‐

91

τεῖ, σὺ δὲ χρῇ τούτῳ παραδείγματι, ὥσπερ ταπεινοτέρους τι ταύτῃ ποιήσων τοὺς ῥήτορας, εἰ πάντες εἴκουσιν αὐ‐ τοῖς. καὶ μὴν ὅτι γε οὐχ ὑπ’ ἀνοίας ὁ κυβερνήτης ὑπο‐ χωρεῖ τῷ ῥήτορι οὐδὲ ἔχοι τις ἂν αὐτὸν νουθετῶν εἰπεῖν,120
5ὥσπερ ἐν ἀγῶνι παρ’ ἀξίαν εἴκοντα. ὦ οὗτος, ὅρα τί ποιεῖς· ὁ ῥήτωρ οἰχήσεται τὸν στέφανον λάβων· οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι. καὶ γὰρ οἶδε καὶ οὐ δεῖται τοῦ διδάξοντος, τοσοῦτόν γε νοῦ μετέχων, ὅτι αὐτὸς τῶν μὲν ναυτῶν ἐστιν ἄρχων, τῶν δὲ ἐμπλεόντων
10διάκονος καὶ ὑπηρέτης. καὶ τῶν γε καιρῶν τοσοῦτον αὐτῷ μέτεστιν, ὅσον τοῖς ἐγνωκόσι πλεῖν σημῆναι, καὶ νὴ Δία ὁρμοῦντας ἐπ’ ἀκτῆς ἀναστῆσαι προσάγοντος τοῦ πνεύμα‐ τος· τὸ δὲ ὁπότε πλεῖν ἄμεινον καὶ ὁπότε οἴκοι μένειν καὶ ὅποι καὶ ὑπὲρ ὧν πλεῖν οὐδὲν οὔτε ἰδεῖν ὢν ἑτέρου μᾶλ‐
15λον δυνατὸς οὔτε συμβουλεῦσαι κύριος. τὸ δὲ τοῦ ῥήτο‐ ρος οὐ τοιοῦτόν ἐστιν, ἀλλ’ ὥσπερ οἱ κυβερνῆται τῶν ναυτῶν ἄρχουσιν, οὕτως αὖ τῶν κυβερνητῶν οἱ ῥήτορες ἄρχουσιν, ὅταν τὰ κράτιστα δεήσῃ νεῶν. καὶ τοσούτῳ γέ τι τῶν κυβερνητῶν οἱ ῥήτορες κυριώτεροι ἢ τῶν ναυτῶν
20ἐκεῖνοι, ὅσον οἱ μὲν πλεόντων εἰσὶ κύριοι τῶν ναυτῶν, οἱ δὲ καὶ αὐτοῦ τοῦ πλεῖν ἢ μὴ τοὺς κυβερνήτας· μᾶλλον δὲ ἀμφοτέρων εἰσὶ κύριοι, καὶ τῶν κυβερνητῶν καὶ τῶν ἐμπλεόντων, οἱ ῥήτορες. διδάσκουσί γε καὶ πείθουσιν ἐξ
ἀρχῆς πότε καὶ ποῖ πλευστέον· καὶ πάλιν ἡνίκα ἂν τού‐121
25του δέῃ κωλύουσιν. ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, οὐδὲ τοὺς ἐν τῇ νηὶ σκοπεῖν οἴεται δεῖν ὁ κυβερνήτης, ἀλλὰ τὸ σχῆμα προσεξετάζειν τοῦ πράγματος, ὥσπερ ὁ δήμιος οὐκ ἀξιοῖ μεῖζον τοῦ δικαστοῦ φρονεῖν οὐδὲ ἴσον,

92

ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλ’ ὅτι καὶ αὐτὸς, ἀλλ’ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετ’ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ ὁ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ
5σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλ’ ἐάν τινες καὶ ναυαγίας συμβά‐ σης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. ὁ δὲ ῥή‐ τωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον· ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κρά‐
10τος τῷ ῥήτορι. καὶ ὁ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλ’ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ἢ ζῆν· ὁ δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα
σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ122
15παράδειγμα, ὅταν δυοῖν ὄντοιν ὁ μὲν ἀμφοῖν ᾖ σὺν τῷ δικαίῳ κύριος, ὁ δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα ὁ κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰ‐ γίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, ἢ τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ
20τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον.
25ἀλλ’ ὁ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶ

93

κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόους οὐκ ἔσωσεν ὑπὲρ χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σώζει οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες αὐτοὶ καὶ123
5πόλεις, οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαὶ τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. καὶ ὁ μέν γε κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ, τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χω‐ ρίον ἐξαίρετον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς
10τοῖς λόγοις. ποίοις, ὦ Γοργεία κεφαλή; μέχρι μὲν γὰρ ἁπλῶς μηχανοποιός ἐστι, μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλ’ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες· εἰ δὲ μέλλει καταχώσειν τοῖς λόγοις, τίς ἡ τούτων προεστηκυῖα δύναμις; οὐκοῦν ὅτε καὶ μη‐
15χανοποιῷ ῥητορικὴ χρήσιμον, εἴ γέ τι μέλλει περὶ τῆς τέχνης ἕξειν εἰπεῖν, πῶς οὐ πανταχῆ ῥητορικὴ χρήσι‐ μον; ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα, ἀκόλουθα δὲ ὅμως ποιεῖ καὶ παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων. εἰ μὲν γὰρ οὐ ταύτην λέγεις γυμναστικὴν, ἀλλ’ ἁπλῶς τὴν
20ὁπωσοῦν τὸ σῶμα κινοῦσαν, πάντες ἄνθρωποι μετέχουσι γυμναστικῆς· πάντες γὰρ ὁπωσοῦν κινοῦνται. καίτοι θαυ‐
μάσαιμ’ ἂν εἰ πάντας ἀμείνους εἶναι συγχωρητέον τῶν ἰατρῶν καὶ τεχνικωτέρους χρῆσθαι σώματι. εἰ δὲ ἧς οἱ παιδοτρίβαι προεστᾶσι περὶ ταύτης λέγει, πῶς γε ἔνι ταύ‐124
25την εἰς ταυτὸν ἄγειν ἰατρικῇ; πᾶσι γὰρ ὑπάρχει ἰδεῖν τοῦθ’ ὅτι χωρὶς μὲν παιδοτριβῶν πολλὰ γένη τῶν ἀν‐

94

θρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δ’ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλ’ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρ‐ κέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ
5ἡ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, ὦ βέλτιστε—οὐδὲν γὰρ οὐδ’ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν—ὁ μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δ’ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν
10αὑτῷ, ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα. ὁ δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλ‐
15λαν εἴποις· οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης ἢ τῆς λίμνης ἢ τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ· τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυ‐ νατὸν τῇ τέχνῃ· καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζό‐ μενος καὶ βαδίζων ὁ αὐτός ἐστιν. ἆρ’ ἴσα πρὸς ἴσα ἀμει‐
20βόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, ὦ θαυμάσιε, νεῖν μὲν καὶ σύες
καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπι‐ νεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην125
25καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δυνάμιν οὐ λαγωοῖς καὶ πι‐ θήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν ὁ πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέ‐ σιν, οὔθ’ ὅσα ἐν θαλάττῃ οὔθ’ ὅσα κατ’ ἤπειρον οὔθ’
30ὅσα ὑπερπέταται, ἀλλ’ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυ‐ ται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευ‐ τέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, δι’ ἓν τοῦτο ὃ

95

ῥητορικὴ παραλαβοῦσα ἄγει καὶ κοσμεῖ τὸν ἔχοντά τε καὶ τοὺς χρωμένους αὔξουσα τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ. καίτοι εἰ τοσαῦτα Πλάτων ἐπέδειξεν ὑπὲρ τοῦ κολακείαν εἶναι ῥητορικὴν, ὅσα νῦν ἡμεῖς ὑπὲρ παν‐
5τὸς τοῦ ἐναντίου δείκνυμεν, οὐκ οἶδ’ ὅπως ἄμεινον ἐπι‐ στώσατο τὸν λόγον. εἰ δὲ οἴεται παραδειγμάτων φαυλότητι καταισχύνειν αὐτῆς τὴν ἀξίαν, ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τού‐ τοις ῥητά· δύναιτο δ’ ἄν τις τὸ τοῦ Ὁμήρου σώζων ἔπος πρὸς ἔπος τὸ ὅμοιον ἀνταποδιδοὺς ὑπολαμβάνειν, τί δαί;
10οὐχὶ καὶ αἱ τιτθαὶ τοῖς παιδαρίοις ταῦτα λέγουσι καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδαγωγοί; ὑπερεμπίπλασθαί σε οὐ
χρὴ καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς ὅτι χρὴ κοσμίως καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι καὶ τοὺς γονέας φιλεῖν καὶ μὴ θορυβεῖν μηδὲ κυβεύειν μηδ’ ἴσχειν, εἰ βούλει, τὼ πόδ’126
15ἐπαλλάξ· ἀλλ’ ὅμως οὐ διὰ ταῦτα μέγα φρονοῦσιν αἱ τιτθαὶ οὐδὲ ἀξιοῦσι πρὸ τῶν φιλοσόφων εἶναι. ὥστε ἣν ἂν πλείστου θῇς ἀξία δυοῖν ἴσως ἢ τριῶν μνῶν. οἱ δὲ παιδαγωγοὶ καὶ ὑποβαρβαρίζοντες ταῦτα νουθετοῦσιν οἱ πολλοὶ καὶ φέρουσιν ἐνίοτε ἀντὶ παιδαγωγῶν θυρωροὶ
20γιγνόμενοι τοῖς αὐτῶν δεσπόταις, ὁπόταν καταλύσωσι τὴν τέχνην· καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἔξουσι δυσκολαίνουσιν, οὐδέ γε ἐκεῖνο λέγουσι, τί δή ποτε αὐτοὶ μὲν ὁσημέραι βοῶντες καὶ κονδυλίζοντές γε ἐνίοτε καὶ οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες οὐκ ἀνεσπάκασι τὰς
25ὀφρῦς, οὐδὲ εἰς τὴν προεδρίαν ὠθίζονται, οὐδὲ τὴν τοῦ τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων ἐπίστασθαι δόξαν οὐδέπω καὶ νῦν εἰλήφασιν· οἱ δὲ φιλόσοφοι σεμνύνονται καὶ γαυριῶσι καὶ πρωτείων ἀντιποιοῦνται καὶ μεγάλους
αὑτοὺς ἄγουσι καὶ ταῦτα λέγοντες ἐν αὑτοῖς, καὶ οὔτε127
30τοῖς ῥήτορσιν ὑπείκουσιν οὔτε τοῖς παιδαγωγοῖς ἴσον οἴον‐ ται δεῖν φρονεῖν. ἀλλ’ οὔτε ταῦτα ἔχει λόγον ὑγιᾶ κἀκεῖνα

96

τούτοις ἔοικεν. ἔγραφον δ’ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μει‐ ρακιῶδες. οὐ μὴν ἀλλ’ ἔν γε τοῖς ἄνω λόγοις ἐπειρώμην δεικνύειν ὅτι ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιο‐
5σύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους αὐτῆς ἰδεῖν ἔστιν. ἔστι μὲν γὰρ δή που ῥητορεύειν τὸ τὰ δέοντα ἐξευρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα,
10εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν, ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· ἀντὶ δὲ αὖ τῆς δικαιοσύνης τὸ πρέπον τίθει. τοῦτο δέ ἐστιν ὁποῖα ἄττα καὶ ὁπόσα ἑκάστῳ προσήκει τῷ πράγματι σῶ‐
15σαι. ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέ‐ χειν ὡς ὁ λόγος βούλεται. τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει καὶ ὑπερφρονεῖ. εἶεν. ἐχόν‐ των δὴ τούτων οὕτως τίνος ὧν εἶπον λαβόμενον κακίζειν ἔνεστι τὴν ῥητορικήν; ἢ τίς ἄμεινον καὶ καθαρώτερον ἐκ
20τῶν εἰκότων ἀνθρώπῳ προσφέροιτ’ ἂν ἢ ὅστις δύναιτο ὁποίους χρὴ καὶ ὁπόσους καὶ πρὸς ὁποίους καὶ οὕστινας δεῖ ποιεῖσθαι τοὺς λόγους, ἢ πῶς ἔξω τῆς τοιαύτης δυνά‐ μεως ἔνεστιν ἢ πολλοῖς ἢ ὀλίγοις ὀρθῶς διαλεχθῆναι; ἢ πῶς ἀδελφῷ προσομιλεῖν, νεωτέρῳ ἢ πρεσβυτέρῳ λέγω,128
25ἢ πῶς γονεῦσιν, ἢ πῶς ἑταίροις, ἢ πῶς εἰδόσιν, ἢ πῶς ἀγνοοῦσιν, ἢ πολεμίοις, ἢ συμμάχοις, ἢ τρυφῶσιν, ἢ δεο‐ μένοις, ἢ μυρία ἄν τις ἕτερα ἐπιδιαιροῖ; ὁ γὰρ τὸ πρέ‐ πον τῶν λόγων ἐξητακὼς πανταχοῦ καὶ τὸν καιρὸν εἰδὼς καὶ δυνάμενος ταῦθ’ ὥσπερ οἶδε καὶ περαίνειν, οὗτός ἐστιν
30ὁ μόνος πᾶσιν οἷς εἶπον χρῆσθαι δυνάμενος, οὗτος ὁ νου‐ θετῶν ἀνύτειν, οὗτος ὁ κατηγορῶν πιστεύεσθαι, οὗτος ὁ πανταχοῦ κρείττων τοῦ κατὰ ταῦτα ἀπολειπομένου. καὶ μὴν ὅ γε εἰδὼς τί δεῖ λέγειν οἶδε τί δεῖ σιωπῆσαι καὶ πότ’

97

ἄμεινον εἰπεῖν καὶ πότ’ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθ’ ὁρμεῖν· ὅστις δὲ λό‐ γου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατ’ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ
5τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσό‐ φου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ
μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰ‐ πεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν129
10ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνά‐ μενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.
15 Ταῦτ’ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλ’ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτηρά τε ἔργων, ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμει‐
20νον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
οὔπω εἰδόθ’ ὁμοιίου πολέμοιο, οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσιν, τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δ’ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς,
25μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ „ἵνα τ’ ἄνδρες ἀριπρε‐ πέες τελέθουσι“ ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλ‐ τιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλ‐
30τιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος
γίγνεται, ὁ δὲ ἀνθ’ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,130

98

οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖ‐ πεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ
5μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν·
Ὁ δ’ ἀσφαλέως ἀγορεύει, αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν. εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέ‐
10ρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κο‐ λακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδο‐ νῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυνα‐
15μένων, ἀλλ’ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλ’ αἰδούμενος. τοῦ γὰρ τοιού‐
20του καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δ’ αὖ φησι καὶ τοὺς βασι‐ λέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη
καὶ βασιλεῦσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ.
25ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο,
γιγνομενόν τ’ ἐσίδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν, τοῦ δ’ ἔπε’ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας131
30 ἰθείῃσι δίκῃσιν· ὁ δ’ ἀτρεκέως ἀγορεύων αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε· σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρό‐ τερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότ’ οὐ μόνον
35πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα

99

τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι Τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι,
5 ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι· δύ’ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρο‐ νος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν
10βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς „Τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες,“ ὥστε διαι‐ ρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν
ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν αὖθις ὡς οὐχ ὑπ’ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέ‐132
15φρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δ’ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βα‐ σιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρ’ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρο‐
20νες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵν’ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλ’ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ
25δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτε‐ ρον ὡσαύτως. οὕτω καὶ τοῖς παρ’ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμά‐
30των μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρ’ ἡμῖν τἀληθές ἐστιν. Εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευ‐
35τῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται

100

πίστις, ἵν’ ὡς ἀληθῶς καὶ τὴν τοῦ Ἀμφίονος ῥῆσιν ἀν‐
ταποδῶ καὶ τὸν Ζῆθον ἀναμνησθῶμεν εἰπεῖν, εἰ μὴ κατὰ τὸν Εὐριπίδην εἷς ἀμφοτέρους ποιήσει τοὺς λόγους, ἀλλὰ κατ’ αὐτοὺς ἐκείνους διελώμεθα. νεωστὶ γὰρ τῶν ἀνθρώ‐133
5πων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή. οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται, οὐδὲ γὰρ ἦν οὐδὲν τὸ συνάγον, ἀλλ’ οἱ μείζους τοὺς ἐλάττους ἦγον, οὔτε τοῖς ἄλλοις ζώοις εἶχον ἀνταρκεῖν· πᾶσι γὰρ πάντων ἀπελείποντο ἄλλοτε ἄλ‐
10λων, τάχει μὲν τῶν πτηνῶν ἁπάντων—ὅπερ οὖν Ὅμη‐ ρος ἔφη τοὺς Πυγμαίους πάσχειν ὑπὸ τῶν γεράνων, πᾶσι τοῖς τότε ὑπὸ πάντων συνέβαινε τῶν ἀλκίμων ὀρνίθων— κατ’ ἰσχὺν δ’ αὖ πόρρω καὶ τῶν λεόντων καὶ τῶν κά‐ πρων καὶ πολλῶν ἄλλων ἦσαν· ὥστ’ ἀπώλλυντο σιγῇ. καὶ
15μὴν τῇ γε κατασκευῇ τοῦ σώματος οὐ μόνον τῶν προ‐ βάτων, ἀλλὰ καὶ τῶν κοχλιῶν ἀπελείποντο, οὐδεὶς αὐτῶν ὑπάρχων αὐτάρκης. φθειρομένου δὲ οὕτω τοῦ γένους καὶ κατὰ μικρὸν ὑπορρέοντος κατιδὼν ὁ Προμηθεὺς ἀεί πως ὢν φιλάνθρωπος ἀνέρχεται πρεσβευτὴς ὑπὲρ τῶν ἀνθρώ‐
20πων, οὐχ ὑπὸ τῶν ἀνθρώπων πεμφθεὶς, οὐδὲ γὰρ πρέσβεις πέμπειν ἦν πω τότ’ εἰδέναι, ἀλλ’ αὐτὸς ἀφ’ ἑαυτοῦ. ὁ δὲ Ζεὺς τοῦ τε Προμηθέως ἀγασθεὶς δίκαια λέγοντος καὶ ἅμα καθ’ ἑαυτὸν εἰληφὼς λογισμὸν τοῦ πράγματος, τῶν αὑτοῦ παίδων Ἑρμῆν κελεύει ῥητορικὴν ἔχοντα ἐλθεῖν εἰς134
25ἀνθρώπους. ὁ μὲν οὖν Προμηθεὺς καθ’ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τἄλλα μέλη τοῦ σώματος ἦν συμ‐ πεπλακὼς πρότερον, τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν, ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν,
30ἀλλ’ ἐπιλεξάμενον τοὺς ἀρίστους, καὶ γενναιοτάτους καὶ

101

τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵν’ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν. ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαι‐
5ταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δ’ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατ’ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθη‐
10σαν οὐχ ὥσπερ πρότερον ὡς ἕτυχεν, ἀλλ’ εἴς τε συντάξεις
κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λό‐ γων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος135
15αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρ‐ ξεν ἐντεῦθεν. οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατ’ ἀρχὰς, καὶ πρόσθεν καταφρονού‐ μενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι, πρόβλημα ποιησάμενος
20ἀντ’ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ ὁ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δ’ οὐκ ἄλλως μῦθος ταῦτα οὐδ’ ὄναρ, ἀλλ’ ὕπαρ, καὶ ὁ τῶν· πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις
25διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, ἡ μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ ἡ δικαστικὴ
30μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, ἡ δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλ’ ἐκεί‐ ναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθ’ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη,

102

πρεσβεύουσα, ἀεὶ τὸ παρὸν συντιθεμένη· καὶ οὐδ’ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικα‐
στῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος· ἀλλὰ ἕως ἂν136
5ᾖ τὸ χρῆσθαι καὶ καθ’ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρό‐ τεροι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρ’ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος
10ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρ‐ κοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἴη πλουσιώτερος· εἰ δὲ καὶ τεττάρων, ἀλλ’ οὐ δὶς
15τοσούτων· εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλ’ οὐ πάντων τῶν ἐν τῇ πόλει· εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλ’ οὐ δή που καὶ τῶν ἀστυγειτόνων· εἰ δὲ κἀκείνων, ἀλλ’ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμή‐
20χανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθ’ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ
25μέν γε κατ’ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἴη κρείττων,
ὑπὸ δυοῖν γ’ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. εἰ δ’ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴ‐ διον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. „Συμ‐ φερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν“ ἔφη Ὅμηρος, τὴν κατ’137
30ἰσχὺν ὀνομάζων. ἀλλ’ οὐχὶ λόγους γ’ ἂν ἀμείνους σύμ‐

103

παντες παράσχοιντο ἑνὸς τοῦ καθ’ ἕκαστον ὑπερφέροντος, οὐδὲ συμφερτῇ ἀρετῇ τοῦτο κρίνεται, ἀλλ’ εἷς καὶ πολλοὶ τὸ ἴσον δύνανται, τὸ ἐπιβάλλον τῆς ἥττης σώζων ἕκαστος ὥσπερ ἐν κάλλει. ἕως γὰρ ἂν μὴ παρ’ αὐτοῦ τὸ κρεῖττον
5παρέλθῃ, ἥ γε κοινωνία καὶ τὸ πλῆθος οὐδενὸς ἄξιον, οὐδ’ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς. ᾧ καὶ μεγίστῳ δεί‐ κνυται ὅση τις ἡ τῷ λόγῳ πρὸς τὸ καλὸν συγγένεια, καὶ ὅτι τοῦτ’ ἐν ψυχῇ λόγοι, ὅπερ κάλλος ἐν σώματι. καίτοι καὶ περὶ τούτου τοῦ μέρους ἔχοι τις ἂν εἰπεῖν ὅτι κάλλος
10μὲν χρόνος ἐξελέγχει ῥᾳδίως, ἀμέλει καὶ τὸ τῆς ὥρας ὄνομα αὐτῷ συγκεκλήρωται· οἱ δὲ λόγοι τῷ χρόνῳ συμπροβαί‐ νουσι, καὶ τούς γε βελτίστους αὐτῶν οὐδὲν οὕτως ὡς χρό‐ νος δείκνυσιν, ὥσπερ τὸν δίκαιον ἄνδρα ἔφη Σοφοκλῆς
μόνῳ τῷ χρόνῳ φαίνεσθαι· τὸ τῆς προσθήκης ἀφαιρῶ,138
15ὅτι οὐ μόνον τῷ χρόνῳ οἵ γε δὴ λόγοι, ἀλλὰ καὶ παρα‐ χρῆμα ἅπτεσθαι πεφύκασι, καὶ μόνων τούτων τὴν ὥραν ἀθάνατον εἶναι συμβέβηκε. καὶ ὁ μὲν χρήματα κεκτημένος οὓς ἂν εὖ ποιεῖν οἴηται δεῖν, ἀφαιρῶν ὧν ἔχει ποιεῖ, ὥστ’ ἐλάττω τὰ λοιπὰ καθίστησι τοῖς προειμένοις· εἰ δὲ δὴ
20καὶ συνεχῶς ἐμμείναι τῇ τοιαύτῳ φιλονεικίᾳ, ταχὺ δή που τοῦ ταῦτα ἐπικουρήσοντος αὐτῷ προσδεήσεται· ἡ δὲ τῶν λόγων κτῆσις καὶ δύναμις παρὰ τὴν χρῆσιν οὐκ ἀναλίσκε‐ ται, ἀλλ’ εἰ οἷόν τε εἰπεῖν, καὶ μάλιστα τούτῳ αὔξεσθαι πέφυκε. τὸ δὲ αἴτιον ὅτι χρήματα μὲν κάτωθεν λαμβάνο‐
25μεν ἐκ τῶν μετάλλων καὶ λιθοτομιῶν καὶ παρὰ σκυθρω‐ πῶν τῶν ἔργων, λόγοι δὲ ἡμῖν παρὰ τῶν οὐδὲν ἀπολλύν‐ των δι’ ὧν ἡμᾶς εὖ ποιοῦσιν ἥκουσι. τῆς οὖν θείας φύ‐ σεως εἰκότως μετέχουσι μόνοι. καὶ μὴν νόσους μὲν εἴ τις ἐξ ἀνθρώπων ἀνέλοι τῷ λόγῳ, μηδὲν δεῖν ἰατρικῆς ἔστ’
30εἰπεῖν, ὥσπερ μηδὲν δεῖν κυβερνήτου μὴ πλέοντι· ῥητο‐

104

ρικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτή‐ ματα, ἀλλ’ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις
5καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρ’ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφη‐
μίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ139
10τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδ’ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρ’ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί
15κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμά‐ κων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖ
20 Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου καὶ Ὣς ἔφαθ’, οἱ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν καὶ Τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
25 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. τοιαῦτ’ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος βεβαιοῖ, ποιήσας τὸν Ἀγα‐ μέμνονα τῶν μὲν ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίας
30τὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον Τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέ‐
στορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν.140
35Τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν,
Ἀχαιῶν· τῷ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·

105

θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ· εἰκό‐ τως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλ’ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ
5ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κα‐ τέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημά‐ των καὶ σκευῶν; ἀλλ’ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτ’ ἐφάνη τότε πᾶσα οὖσα παρα‐
10σκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυ‐ βερνήτης δ’ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν πα‐ ρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνη‐ τικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ
15οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δ’ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητο‐ ρικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἢ ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο
Ὅμηρος μαρτυρεῖν141
20 Οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες, ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέ‐ γομεν
25 Ἄλλος μὲν γάρ τ’ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οὐκ ἀργῶς οὐδ’ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλ’ ἐνδεικνύ‐ μενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ ὁ στέφανος νίκης ἐστὶ
30σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι, τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶ μᾶλ‐

106

λον θαυμασθῆναι παρὰ τοὺς λόγους. Πίνδαρος δὲ τοσαύ‐ την ὑπερβολὴν ἐποιήσατο ὥστε ἐν Διὸς γάμῳ καὶ τοὺς θεοὺς αὐτούς φησιν ἐρομένου τοῦ Διὸς εἴ του δέοιντο αἰτῆσαι ποιήσασθαί τινας αὑτῷ θεοὺς, οἵτινες τὰ μεγάλα
5ταῦτ’ ἔργα καὶ πᾶσάν γε δὴ τὴν ἐκείνου κατασκευὴν κατα‐ κοσμήσουσι λόγοις καὶ μουσικῇ. καὶ ταῦτα οὐ ποιηταὶ μόνοι, ἀλλὰ καὶ πάντες ἄνθρωποι προσομολογοῦσιν· ὡς τὰ μὲν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν ὡς ἐπὶ πλεῖστον εἰ‐
πεῖν ἔχει, μόνον δὲ τοῦτο μάλιστά γε ἄμφω πληροῖ καὶ142
10μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἅνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀπο‐ πέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξ‐ αιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς
15ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθε. καὶ ἡ μὲν ἐν τοῖς ὅπλοις ἕξις ἄχρηστος ἐπ’ εἰρήνης, ἡ δ’ ἐν τοῖς λόγοις δύναμις ἐν τοῖς πολέμοις οὐκ ἄτιμος, ἀλλὰ καὶ πο‐ λίταις χρήσιμος καὶ πολεμίοις αἰδέσιμος, καὶ τῶν ὅπλων πολλάκις ἐν τῷ τῶν ὅπλων καιρῷ περιγίγνεται. δοκοῦσι δ’
20ἔμοιγε καὶ τὸν Ἑρμῆν οἱ ποιηταὶ τὸν τῆς σοφίας ταύτης ἡγεμόνα καὶ προστάτην τούτου χάριν τῷ κοινῷ τῶν θεῶν
μόνον καλεῖν ὀνόματι. κοινῇ μὲν γὰρ ἅπαντας δωτῆρας ἐάων ὀνομάζουσιν, ἰδίᾳ δ’ οὕτως μόνον τοῦτον· καὶ ἀκά‐ κητά γε καὶ ἐριούνιον, ὅτι κακὸν μὲν οὐδὲν ἡ παρ’ αὐτοῦ143
25δωρεὰ, ἀγαθὰ δ’ ἑξῆς ἅπαντα πορίζει τοῖς ἀνθρώποις, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν γῇ, ἐν θαλάττῃ, ἐν δυσκολίαις, ἐν εὐφροσύναις πανταχοῦ. δοκεῖν δ’ ἔμοιγε καὶ τὸ τῶν δαιμόνων γένος, εἰ δεῖ Πλάτωνι πιστεύειν, διαγγέλλον τε τοῖς θεοῖς τὰ παρ’ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ
30θεῶν ταύτῃ κεχρῆσθαι φημί. ὥστε καὶ σύνδεσμον τὴν ῥητορικὴν τοῦ παντὸς ὀρθῶς ἂν καὶ κατὰ τοῦτο εἴποι τις.

107

μέγιστον δὲ καὶ τοῦτ’ ἔστιν εἰπεῖν ὑπὲρ ταύτης τῆς δυνά‐ μεως, ὅτι οὐδὲν ὁμοῦ τοῖς τε πολλοῖς οὕτω κοινόν ἐστι καὶ τοσοῦτον αὖ τὴν τῶν πολλῶν ἕξιν καὶ φύσιν ἐκπέφευ‐ γεν· ἀεὶ δὲ ὂν ὡς εἰπεῖν ἐν ἀνθρώποις χαλεπώτατα εὑ‐
5ρίσκεται τό γε παντελές. ὥσπερ γὰρ οἱ λέοντες καὶ ὅσα ἐντιμότερα τῶν ζωῶν σπανιώτερα τῶν ἄλλων ἐστὶ τῇ φύ‐ σει, οὕτω καὶ κατ’ ἀνθρώπους οὐδὲν οὕτω σπάνιον ὅσον ἄξιον προσειπεῖν ῥήτορα· εἷς δὲ ἀγαπητῶς καὶ δεύτερος ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ἐν Αἰγυπτίοις ἡλίου περιόδοις φύε‐
10ται. οἱ δὲ πολλοὶ μορίοις τισὶ τῆς τέχνης περιτυχόντες
Ὁμήρου δέονται προσαγορεύοντος αὐτοὺς, ὥσπερ ἐκεῖνος „ἔσκεν ὑφηνίοχοσ“ φησὶ καὶ πάλιν „Ποσειδῶνος ὑπο‐ δμώς.“ τὸ μὲν ἀρχή που, τὸ δὲ ἀκροτελεύτιον ἔπους ἐστίν. οὕτω πολλοῦ δέουσι κατὰ Μίθαικον καὶ Θεαρίωνα οἱ τῷ144
15ὄντι ῥήτορες εἶναι τὴν φύσιν. καὶ ὅσα τοίνυν εἴδη λόγων ἕτερα, ἵνα μηδὲ τοῦτο παρέλθωμεν, ταυτὸν πέπονθα πρὸς τοὺς τῆς ῥητορικῆς λόγους ὅ τί περ τὰ πέμματα πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα. ὥστε καὶ τῶν περὶ ἕκαστα οὗτοι μάλιστα εὐδοκιμοῦσιν οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσε‐
20νέγκωνται, καὶ τούτων αὐτῶν μάλιστα ὃς ἂν ἐγγύτατα ἥκῃ ῥητορικῆς. Ὅμηρος καὶ τῶν Ὁμήρου ταῦτα, Σοφο‐ κλῆς καὶ τῶν Σοφοκλέους ταῦτα. Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἡμεῖς μὲν γὰρ αὐτὸν οὐκ ἀγνοοῦμεν, ἀλλ’ ἐν τῷ καλλίστῳ τοῦ χοροῦ τάττειν ἕτοιμοι. τί δῆτα αὐτή γε καθ’ ἑαυ‐
25τὴν ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ; ἐγὼ μὲν γὰρ οὐκ ἀποκνήσαιμ’
ἂν φάναι τοῦτον ἄριστον εἶναι περὶ λόγους ὅστις ἀνὴρ ἄρι‐145

108

στος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολι‐ τείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν
5ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφ’ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμη‐ κὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων, οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλά‐ τωνα ἀντειπεῖν, ἀλλ’ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ
10δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, ὦ θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδ’ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν
15διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαι‐ μονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλ’ ὑπ’ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί
20οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κο‐ λακεύειν ὥστε οὐδ’ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλ’ ὥσπερ ὁ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ ὁ παιδεραστὴς καὶ ὁ
25φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθ’ ἑτέρων χρώ‐ μενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν· ὥστε μηδ’ ἂν τῶν γειτόνων μοι συν‐146
30ειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντα

109

τὴν ἰατρικὴν ἐπιστήμην ἰατρὸν καλεῖς, κἂν μὴ δημοσιεύῃ τὴν τέχνην, καὶ πολιτικόν γε τὸν ταύτην τὴν ἐπιστήμην ἔχοντα, κἂν τὰ αὑτοῦ πράττων ** τοιοῦτον εἶναι. διὰ ταῦτα οὐκ ἐγχωρεῖ φῆσαι σοί γε μᾶλλον ἢ ἐμοὶ κολακείαν
5γε ἐπιτηδεύειν οὕτω διακείμενον πῶς ἔνεστιν εἰπεῖν, ἢ πῶς τῶν αἰσχρῶν τινος εἶναι προστάτην, ὃν εἰ μηδὲ δι’ ἕτε‐ ρον, δι’ αὐτά γε ταῦτα ἃ τιμᾷ καὶ διώκει πλεῖστον ἀνάγκη πάντων τῶν αἰσχρῶν ἀπηλλάχθαι. ἀγαπητὸν γὰρ, εἰ πάντα τἄλλα παριδών τις καὶ πόρρω θέμενος καὶ ταύ‐
10την μίαν ἡδονὴν προστησάμενος, μηδεμιᾷ δὲ ἑτέρᾳ δου‐ λεύσας, εἶτα δύναιτο ταύτης σὺν θεῷ βοηθῷ κατατυχεῖν. ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορι‐
κῆς ὅδε φήσει καὶ λόγων πολὺ μᾶλλον εἰπεῖν ἁρμόττειν, ὅτι οὐκ ἔστιν ὡς ἂν τύχῃ ταῦτα ἐκ παρέργου μελετᾶν,147
15ἀλλὰ μᾶλλον μηδὲν τούτοις πάρεργον ἄλλο τι γίγνεσθαι. οὐ μόνον δὴ κολακείας αὐτὸν ἐφ’ αὑτοῦ καθαρεύειν ἀνάγκη καὶ μηδ’ ὁτιοῦν ἔχειν κίβδηλον τῇ ψυχῇ, ἀλλὰ καὶ πόρρω κολάκων ἁπάντων εἶναι καὶ πασῶν αἰσχρῶν συνόδων τε καὶ ὁμιλιῶν. τί οὖν οὐ ποιεῖς, ὦ βέλτιστ’, ἐρεῖ, παλινῳ‐
20δίαν, εἴ τί σοι μέλει τῆς ἀληθείας; οὐκοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς λόγους καὶ κατὰ τοὺς δευτέρους τούτους καὶ ὅποι στρέφοι τις ἂν καλὸν καὶ γενναῖον κτῆμα καὶ ἔργον ἀνδρὸς ἡ ῥητορικὴ καὶ φιλοτιμίαν δικαίαν ἔχον καὶ τῷ κεκτη‐ μένῳ καὶ ὅσοι τούτῳ χρῶνται, καὶ οὐ μόνον παρὰ ἀν‐
25θρώποις, ἀλλὰ καὶ παρὰ θεοῖς πλείστης ὤρας καὶ τιμῆς ἐξ ἀρχῆς τε τυχὸν καὶ διὰ παντὸς δικαίως τυγχάνον. Λοιπὸν ἕν μοι δεῖξαι, ὅτι καὶ Πλάτων αὐτὸς ταὐτὰ ἐμοὶ περὶ ῥητορικῆς φθέγγεται. λέγει γὰρ ἐν μὲν τῷ Πο‐ λιτικῷ δή που λόγῳ ταυτὶ „Κατὰ ταυτὸν τοίνυν ἔοικε καὶ
30νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ

110

τὰ τίμια καὶ ξυγγενῆ. τούτων δέ ἐστι δή που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πεί‐ θουσα τὸ δίκαιον συγκυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πρά‐ ξεις.“ ἃ μικρῷ πρόσθεν ἡμῖν Ἡσίοδος λέγων ἐφαίνετο,
5ταῦτα ἄντικρυς καὶ σχεδὸν τὸ μέτρον λύσας ἐν τούτοις Πλάτων ὁμολογεῖ, κοινωνὸν τῆς βασιλικῆς τὴν ῥητορικὴν
ἀποφαίνων ὑπὲρ τοῦ δικαίου. ἐν δὲ τῇ Σωκράτους ἀπο‐ λογίᾳ ταυτὶ πάλιν αὖ λέγει „Δικαστοῦ μὲν γὰρ αὕτη ἀρετὴ, ῥήτορος δὲ τἀληθῆ λέγειν.“ εἰπὲ δή μοι πρὸς θεῶν,148
10εἴτε Πλάτων εἴτε ἄλλος τις ὑπὲρ ἐκείνου βούλεται, ἔσθ’ ὅ τι ἀλλοτριώτερόν ἐστι τῷ κόλακι ἢ τἀληθῆ λέγειν; τί δαί; τῷ τἀληθῆ λέγοντι ἄλλο τι τοῦ κόλακος ἐχθρότερον; καὶ μὴν αὐτό γε τοῦτ’ ἐστὶν ἡ κολακεία, μὴ τἀληθῆ λέ‐ γειν· οὐκοῦν ἡ παλινῳδία καὶ δὴ φανερά. ἣν γὰρ ἐνταῦθα
15εἶναι κολακείαν φησὶν, ἐκεῖ μὴ κολακείαν εἶναι, ἀλλὰ τοῦ τἀληθῆ λέγειν προεστάναι σαφῶς οὑτωσὶ διορίζεται. ταὐτὰ ἄρα Πλάτωνι νῦν ἡμεῖς λέγομεν περὶ ῥητορικῆς, δοκοῦν‐ τες ἐναντία. ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως καὶ
20οὔτε ἔννοιαν οὔτε ἐλπίδα ἐλέγχων ἰσχυροτέρων οὐδ’ ἂν εἷς ἔτι δή που λάβοι. οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγ‐ γράμματι διαρρήδην ὁμολογεῖ τῇ ῥητορικῇ τὰ κάλλιστα εἶναι πράττειν, καὶ μὴ τὴν αὐτὴν χώραν ἔχειν αὐτὴν τῶν
25αἰσχρῶν μηδενὶ, προσθεὶς ἐπὶ τελευτῆς τὸ βραχὺ τοῦτο καὶ εὐμνημόνευτον „Καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί.“ εἶεν ὦ γενναῖος, ἔστιν ὅπου ἐγχωρεῖ κο‐ λακείᾳ χρῆσθαι πρὸς τὸ δίκαιον ἀεί; οὐκ ἔστιν οὐδέποτε. καὶ μὴν ὑπὲρ καλοῦ χρώμενοι τῇ ῥητορικῇ, καλὸν ἄν τι
30πράττοιμεν ὑπ’ αὐτῆς. οὐκοῦν καλὸν ἡ ῥητορικὴ μετὰ τοῦ δικαίου γιγνομένη. καὶ μὴν κολακεία γε σαφῶς αἰσχρὸν

111

ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον
πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος149
5ἰόντας λόγους καὶ ὅσα τοιαῦτ’ ἄλλα ἄλλοθι ῥητορικὴν εἴ‐ ρηκεν ἐπικοσμῶν. Εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακί‐
10ζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύ‐ λως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναν‐ τίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ
15τοὺς παρ’ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτ’ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθ’ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτ’ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ
20προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δ’ ἔγωγε τί ἄν ποτ’ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν
25φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνε‐ ται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διτ‐
τόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατ’ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν150
30αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ δια‐

112

λεκτικὴ διττὴ καὶ οὐχὶ μία ἐστὶν ἁπλῶς, ἀλλ’ ἡ μὲν οἵα παρακρούεσθαι καὶ ἐξαπατᾶν καὶ χρόνους τρίβειν καὶ εἰς ὑγιὲς οὐδὲν πάντη τὴν γλῶτταν ἄγουσα, ψυχρά τις καὶ ἀγεννὴς καὶ κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀνελεύθερος, ἡ
5δὲ οἵα χαρίεντας παρέχεσθαι καὶ δεξιούς; καὶ δὴ καὶ φαίη τις ἂν εἴτ’ οὖν ὀρθῶς εἴτε μὴ ὅτι καὶ μέρος εἶναι κινδυ‐ νεύει τῆς ῥητορικῆς ἡ διαλεκτικὴ, ὥσπερ τὰ ἐρωτήματα τοῦ λόγου παντός. ἀλλ’ ἔστω ταῦτα χωρίς. ὁ δ’ οὖν αὐ‐ τὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας, καὶ περί γε τῶν
10τῆς ἀρετῆς μερῶν, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δ’ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφρο‐ σύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικὴν, τὴν δὲ νωθρῶν τε καὶ ὑπτίων, ἔτι δ’ αὖ δικαιοσύνην ὀρθὴν
15καὶ ἑτέραν ταπεινὴν, καὶ διπλῆν ἀνδρείαν, τὴν μὲν σὺν νῷ καὶ φρεσὶ, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. ἀλλ’ οἶμαι πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης, οὐδέ‐
20τερον δέ γε οὔτε καλὸν οὔτε προσῆκον, οὔτε τὰς κακίας
ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι οὔτε τὰς ἀρετὰς φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατιθέντα. οὕτω τοίνυν καὶ ῥητορικὴν κατὰ τοὺς ὀρθῶς μεταχειριζομένους καὶ τῷ ὄντι τυγχάνοντας αὐτῆς, ἀλλ’ οὐ κατὰ τοὺς πρόσχημα151
25ποιησαμένους τῆς ἑαυτῶν πλεονεξίας ἢ φαυλότητος ἐξετά‐ ζειν εἰκὸς, κατ’ αὐτόν γε τὸν τοῦ πράγματος λόγον, εἰ καὶ μηδεὶς τετύχηκε, καὶ διαιρεῖν συκοφαντίαν καὶ κολα‐ κείαν ἀπὸ τῆς ῥητορικῆς, ὥσπερ δὴ καὶ μαγγανείαν καὶ

113

τερατείαν ἀπὸ πάσης φιλοσοφίας. οὐκοῦν κολακείας, οὐ ῥητορικῆς, Πλάτων ἐν τούτοις κατηγόρηκε, καὶ συκοφαν‐ τίας, οὐ ῥητορικῆς. οὔτ’ οὖν εἰ τὴν τῷ ὄντι ῥητορικὴν κακῶς εἴρηκεν οὔτ’ εἰ τὴν δοκοῦσαν, ἔστι τοῦτο πρὸς λό‐
5γον, ὡς ὀρθῶς ῥητορικήν γε εἰρήκει καλῶς, εἴπερ ἔσθ’ ἕτερον τὴν δοκοῦσαν εἶναι ῥητορικὴν κακῶς εἰπεῖν. μὴ γὰρ εἶναι τὸ τοιοῦτον ῥητορικὴν, οὐκ αἰσχρὸν εἶναι ῥητορικὴν χρῆν αὐτὸν λέγειν, ὥσπερ ἐκεῖνό πού φησιν αὐτὸς, ὅτι εἰ μὲν θεῶν παῖδες, οὐ φιλοχρήματοι· εἰ δὲ φιλοχρήματοι,
10οὐ θεῶν παῖδες. ἀμφότερα δὲ οὐκ ἔδει λέγειν. οὐκοῦν οὐδὲ
ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται· ἐπεὶ καὶ αὐτὸ τοῦτο ὑπὲρ αὐτοῦ Πλάτωνος ἡμεῖς νῦν ποιοῦμεν. εἰ γὰρ ὅτι μάλιστα οὕτω διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλ’ ὑπεξήρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικὴν,152
15ἄξιον μὴ παρακρουσθῆναι μηδὲ ἀγνοῆσαι τοῦτο αὐτὸ τοὺς πολλοὺς, μηδὲ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ τῶν τηλικούτων. περὶ τοίνυν αὐτοῦ πάλιν τοῦ μέρους αὐτὸς ὡδὶ μαρτυρεῖ „Οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι οἱ μὲν πολλοὶ φαῦλοι καὶ οὐ‐
20δενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλόν σοι δοκεῖ εἶναι καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; Ἔμοιγε πάντως δή που. Τί οὖν; ἐν ἑκάστῳ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; Νὴ τὸν Δία καὶ μάλα ἀληθῆ
25λέγεις. Τί οὖν τούτου ἕνεκα αὐτός τε φεύξει πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ υἱεῖ οὐκ ἐπιτρέψεις;“ οὐκοῦν χρὴ, ὦ Πλάτων, οὐδὲ τὴν ῥητορικὴν ἀπὸ τῶν φαύλως μετα‐ χειριζομένων κρίνειν, ἀλλ’ ἀπὸ τῶν ὡς ἄριστα προϊσταμέ‐ νων, ἢ γελοῖόν γε ἂν εἴη, μᾶλλον δὲ ὑπερφυὲς, εἰ δι’ ὧν
30παραδειγμάτων οὐκ ἀξιοῖς φιλοσοφίαν φαῦλον ἡγεῖσθαι,

114

ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, ἃ μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν
Πλάτωνος δείξομεν. „Τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε153
5ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δ’ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει· ὅσον δ’ αὐτοῦ τέχνη“—ἀλλ’ ἐῶ τό γε ἐφεξῆς.
10 Εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ὁ ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτε‐ λής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ ὁ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτε‐
15λής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. ὃ δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, ἢ πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου
20ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχε‐ σθαι; πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος· καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλά‐ τωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι,
25δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα
αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας ὅ τι μαθὼν καλλωπίζεται. εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλ‐ λον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλ‐ καῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον,154

115

οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστί‐ θησιν, ἀλλ’ οἷς γε χρώμενοι ταῦτα σοφίζονται, τοσοῦτόν μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων
5πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι καὶ προὔπιεν· ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λο‐ γίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιού‐
10μεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν
ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.155