TLG 0284 042 :: Aelius ARISTIDES :: Περὶ ὁμονοίας ταῖς πόλεσιν

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 768–796.

Citation: Jebb page — (line)

517

Οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμε‐ νοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δ’ ἀπο‐ λείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο
5φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνου‐ μένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτ’ αὐτοὶ φαίνονται δήπουθεν οὔτ’ ἐκείνους ποιεῖν
10ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπ’ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος, ἀλλ’ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλή‐ λους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους,
15καὶ μάλα γενναίαν, ὥς γ’ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δ’ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθ’ ὁρῶ και‐ ρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς
20γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσε‐
σθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπ’ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνε‐768
25χοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτ’ εἴποιμεν τῶν χρησίμων μη‐ δὲν, διὰ τοῦτ’ ἀεὶ μελετῶμεν, ἀλλ’ ὅστις τὰ δέοντα λέ‐ γειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην
30δεικνὺς ὡς οὐχὶ μάτην οὐδ’ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ κατα‐

518

φυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν ἀεὶ καὶ ἐν οἷς ἂν λέ‐ γωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πό‐ λεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γέ‐ νωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλή‐
5λας διαφορά. ἐγὼ δ’ οὔτ’ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμ’ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθ’ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δ’ ἑτέρας φύ‐
10γοιμ’ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδ’ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλ’ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι
15πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κα‐ κῶς προσήκειν, ἀλλὰ πασῶν ἐπ’ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτ’ ἤδη τι τῶν εἰς τὴν ὁμό‐ νοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαι‐
20νούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφ’ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ769
25πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ δια‐ φθείροντος τὴν ὑπόθεσιν, καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐ‐
30τῆς ἐπεξελθεῖν. Πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυ‐ μηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πε‐ πίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς
35ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ

519

τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν
5ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτ’ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλ’ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφ’ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ
10ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλ‐ λήβδην κληθείσης Ἀσίας ὑφ’ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔ‐
νομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων770
15αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχο‐ μένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς
20αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν. φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρ’ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γ’ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι
25περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθ’ ὅσον δύ‐ ναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτ’ ἂν αὐτὸς ποιή‐ σαιμι οὔθ’ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε
30ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος. Ἄρξομαι δ’ ἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἢ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς
35ὕστερον αὐτὰ ταῦτα ἐφ’ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δ’ εὐθὺς εἰς ὀφθαλμοὺς

520

ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρω‐ θεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δ’ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατ’ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορ‐
5φάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγε‐ νημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπ’ ἀλλήλους ἀεί. κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πό‐771
10λεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δ’ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνή‐ μης ἐμοὶ τίς ἂν οἷός τ’ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίω‐
15ται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητή‐ ριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο
20ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποι‐ κιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθι‐
25νὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοι‐ τῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλ‐ λίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς772
30ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παν‐ τοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων· ἀνθ’ ὧν ἔγωγ’ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀν‐
35θρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμενα φή‐

521

σαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλ’ ἐκεῖνο ὀρθότατον καὶ δι‐ καιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώ‐ τατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γα‐ λήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ
5ἐπίγυια τῆς σωτηρίας ἤρτηται. ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τ’ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δι‐
10καίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν. Εἶεν. ἀλλὰ τὸ τῆς Σμύρνης πρᾶγμα φαῦλόν τι καὶ
τὸ τυχὸν, ἢ τοιοῦτον οἷον πολλαχόθεν λαβεῖν εἶναι τὸ παράδειγμα· ἣν ὅσοι μὲν οὐκ εἶδον οὐδ’ ἂν ἐφικέσθαι773
15δυνηθεῖεν εἰκάζοντες, οἱ δ’ ἰδόντες θεῶν ἔργον ἂν φή‐ σαιεν εἶναι, ὥσπερ Ὅμηρος ἔφη τὴν τοῦ Ἀχιλλέως ἀσπίδα Ἡφαίστου ποίημα εἶναι καὶ τὰς ἐν ἐκείνῃ δὴ πόλεις. πρόσοψις μὲν ἐκ γῆς καὶ θαλάττης πολλὴν ἂν ἔριν πα‐ ρασχοῦσα τοῖς τε εἰσπλέουσι καὶ τοῖς ἐξελαύνουσιν ὁπότε‐
20ροι μᾶλλον ἥσθησαν αὐτῶν. ἀνέχει γὰρ ἐν πλαισίῳ, βά‐ σιν μὲν τὴν ἠιόνα ποιουμένη, κορυφὴν δὲ τὸ ἐπίπεδον τῆς ἄνω πλευρᾶς, ἐκ πεδίου τε καὶ τεμπῶν ὑψουμένη κατὰ μικρὸν ἀεὶ δι’ ὁμοίου τοῦ σχήματος. ταῦτα δὲ οὐκ ὄψις ἄρ’ ἦν μόνον, ἀλλὰ νικᾷ τἄνδοθεν. ὅσος γὰρ κόσμος
25χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δ’ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκον‐ τας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων. ὥστ’ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν, τῇ περιουσίᾳ
30τοῦ κάλλους γεγοητευμένος. θάλαττα δὲ καὶ ποταμοὶ καὶ προάστεια ἀλλήλων τε καὶ τῆς πόλεως ἄξια, ὥσπερ οὐ τύχῃ μᾶλλον ἢ ψήφῳ τῇ πόλει συγκεκληρωμένα. φαίης ἂν τὸ τοῦ Σμυρναίου ποιητοῦ, Ἀφρήτωρ, ἀθέμιστος, ἀνέ‐ στιός ἐστιν ἐκεῖνος, ὅστις οὐ πρότερον τοῦ τῆς Σμύρνης
35κάλλους ἐρᾷ, ἔπειθ’ οὕτως ὅτου δὴ τύχοι. τὸ δ’ αὖ μέ‐ γιστον ἁπάντων καὶ ἐντιμότατον εἰπεῖν, οἱ Μουσῶν καὶ

522

Χαρίτων χοροὶ δι’ αἰῶνος τὴν πόλιν ἐμβατεύοντες, δι’ οὓς οὐχ ἡδίους μόνον, ἀλλὰ καὶ βελτίους πέφυκεν ἀπαλ‐ λάττειν τοὺς εἰσαφικνουμένους. ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ
ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ774
5βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λό‐ γους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δ’ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν;
10 Φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημο‐ νεύσωμεν· λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν· μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτ’ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσού‐
15των δ’ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπε‐ σθαί τι καὶ περὶ ταύτης ἅμα τ’ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι. οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρα‐ κλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμέ‐
20νων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδ’ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν· οὐδέ
25γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὅρους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βα‐ δίζοντι, πολλὴ δ’ ἐπ’ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται
30καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρ’ αὐτῆς εἶναι, τὴν δ’ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν
πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δ’ ἅπαν‐ τας ὁμοίως τὴν πόλιν εὐθενεῖν; καὶ κατὰ μὲν τοὺς χρό‐775
35νους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δ’ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμα

523

σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμ‐ βάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρ’ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων
5μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδ’ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλή‐ σιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γ’ ἔχει
10παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθό‐ νων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται
15διὰ πάσης βραχύτητος, ὥς γ’ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ
τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δ’ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροά‐776
20σεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τ’ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μνήμῃ.
25 Ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφ’ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδ’ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφ’ οἷς
30ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίν’ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμ’ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρ‐
35χουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν

524

ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθ’ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων
5ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον
δ’ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς, λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε777
10ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθο‐ νῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων,
15καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτι‐ κοῖς, καὶ πάνθ’ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκ’ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλ‐
20λήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστ’ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξε‐ στι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευα‐ σαμένων καὶ παρ’ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ
25τοὺς αὐτοὺς χρόνους, οἱ δ’ ὕστερον γενόμενοι. τὸ δ’ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βου‐ λομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δ’ ὥσπερ οἰκίαν ἄρι‐ στα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλ’ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται,
30οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις
35αὐτοῖς καθ’ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν.

525

Ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλ‐
λιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθ’ ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυ‐ τὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε778
5κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτ’ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλ’ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν
10μηδ’ ἂν εἷς φήσειε, ταῦθ’ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν, καὶ μὴ καθ’ ὅσον δύνανται φυ‐ λάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δ’ ὃ κα‐ τασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι
15δή που, φαίνοιντο δ’ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δ’ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάν‐ τως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβου‐ λεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολ‐
20λῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλ’ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυ‐ τοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατη‐
25γῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στρά‐ τευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δ’ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος
30ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δ’ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι,
εἰ μετ’ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδ’ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, το‐ σούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ779
35πράγματ’ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατ’ ἀμφότερ’ ἀσφαλής. καὶ γὰρ

526

νικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος
5γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρα‐ τήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δ’ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα
10αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν
15ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότ’ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δ’ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων, ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν,
20γιγνομένη. ὥσθ’ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελ‐ τίονος μοίρας σώζειν πρᾶγμα. εἰ δ’ αὖ τοῦθ’ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθ’
25ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντ’ εὐφημίας, δυσπραξίας δὲ ἀντ’ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον780
30σώζεται. Καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλη‐ σίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς, ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας
35ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν

527

ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστ’ οὐδ’ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ
5τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς, οὐδ’ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσ‐ ήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ.
10ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν
ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως781
15ἔχειν τάχ’ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδ’ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δ’ ἂν ἐξετά‐ σαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδ’ οἱ καιροὶ παραπλή‐
20σιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλ’ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ
25μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε
30τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι, οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μετα‐ βάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον
35τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦ

528

τοὺς θεωροὺς τοὺς εἰς Δελφοὺς ἀφικομένους ἐξελαύνοντος μετ’ ἀπειλῶν δεινῶν καὶ φόβων οὐκ ἐξεπλάγησαν, οὐδ’ ἡττήθησαν τῶν ἐπιόντων πραγμάτων, ἀλλὰ καὶ μέρους τῆς Ἑλλάδος οὐκ ὀλίγου νοσήσαντος, καὶ τῶν μὲν εὐπρε‐
5πῶς ἐκποδὼν στάντων, εἰ δὴ τοῦτό γε εὐπρεπῶς δεῖ καλεῖν, τῶν δὲ ἐκ τοῦ φανεροῦ μηδισάντων, ἔδειξαν ὅσου τινὸς ἄξιον εἴη πρᾶγμα αἱ πρῶται πόλεις ταυτὸν φρονή‐ σασαι. ἰσχύοντες γὰρ οἱ μὲν ταῖς ναυσὶν, οἱ δὲ τῷ πεζῷ, πρῶτον μὲν τὴν ἀπ’ ἀμφοῖν ὠφέλειαν κοινὴν ἑαυτοῖς τε782
10καὶ τοῖς ἄλλοις Ἕλλησι παρέσχοντο, ἔπειθ’ ὃ πολλῷ μειζόνως ἄν τις ἀγασθείη, οὐ γὰρ διείλοντο τὴν ἡγεμο‐ νίαν, ἀλλ’ ὥσπερ ἂν εἰ πόλις μία ἄμφω ταῦτα παρείχετο, τὴν μὲν προθυμίαν κοινὴν, τὴν δὲ ἡγεμονίαν μίαν ἠξίω‐ σαν ποιήσασθαι. καὶ οὐδέν γε ἔλαττον ἐνέγκασθαι συνέβη
15τοῖς παραχωρήσασιν αὐτῆς ἢ τοῖς ἀξιωθεῖσιν, οὐδ’ ἀτι‐ μοτέρου γενέσθαι λόγου οὔτε ἐν τῷ παραχρῆμα τοῖς Ἕλλησιν οὔτ’ ἐν τῷ μετὰ ταῦτα χρόνῳ τοῖς πᾶσιν ἀν‐ θρώποις. ἀλλ’ ἔδοξαν οἵ γε Ἀθηναῖοι δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι, τὴν μὲν τῆς παρασκευῆς τῆς
20ἐπὶ τοὺς πολεμίους, τὴν δὲ τῆς ἐπιεικείας τῆς πρὸς ἀλλή‐ λους, οἵτινες τῶν συμπασῶν τριήρων τὼ δύο μέρη μόνοι πληροῦντες Λακεδαιμονίοις οὐδ’ εἰς δέκατον τελοῦσιν ἑαυτῶν παρεῖσαν ἡγεῖσθαι, νομίζοντες εἰ μὴ πρότερον τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους παράσχοιντο, οὐδ’ ἂν δὶς
25τοσαύτας γενομένας τὰς ναῦς οὐδὲν ὠφελῆσαι τὰ πράγ‐ ματα. οὕτω δὲ ὁμιλήσαντες ἀλλήλοις καὶ πάντα κοινω‐ σάμενοι καὶ τοὺς αὐτοὺς ὅρους θέμενοι τοῦ συμφέροντος, ἐξείλοντο μὲν αὐτὰς τὰς Ἀθήνας ἐχομένας ἤδη καὶ οἰκου‐ μένας ὑπὸ Περσῶν, ἐρρύσαντο δὲ τὴν Ἑλλάδα ὑποβρύ‐
30χιον φερομένην καὶ μικροῦ δέουσαν ἤδη πᾶσαν οἴχεσθαι, γῆν δὲ καὶ θάλατταν ἐκόσμησαν πεζομαχίαις καὶ ναυμα‐ χίαις, ὅσον εὔχοντο νικῶντες. τὸν δ’ ἐξισοῦντα τῇ τοῦ Διὸς ἀρχῇ τὴν ἑαυτοῦ πρὸς τοσοῦτον δέους καὶ ταπεινό‐ τητος κατέστησαν ὥστ’ ἀναπηδήσας ἐκ τοῦ θρόνου φεύγων
35ᾤχετο γῆν πρὸ γῆς, ἑτέραν δὲ φυγὴν ἔφευγον αἱ νῆες

529

πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγ‐783
5ματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετε‐ λάμβανον, ἀνθ’ ὧν τότε εἶξαν ἐν καιρῷ, παρ’ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθ’ ἑκόντες παρεῖσαν, οἱ δ’ αὖ τὰς ὁμοίας ἀπε‐ δίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσ‐
10βήτησαν, ἀλλ’ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυ‐ τικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρ’ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφα‐
15μίλλων πάνθ’ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες. Ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δ’ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δ’
20ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομί‐ σαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρ’ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθ’
25ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δ’ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο
30αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς
ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότε‐ ρον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας784

530

πείρας προελθόντες, ἃ μηδ’ εἰπεῖν ἔστ’ ἀδακρυτὶ, ταῦθ’ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ
5πράγματα ἀπολλύμενα οὐδ’ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κα‐ τεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμ‐ φοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς
10Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδ’ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλ’ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δ’ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δ’ ἐλακώ‐ νιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν
15οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλε‐ μοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγ‐ ματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπα‐ τρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ
20ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διά‐ φορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται;
εἰ δ’ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφ’ αὑτῶν θεωρῆσαι,785
25οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννη‐ σίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σι‐ κελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφ’ ἑνὸς τούτου μόνον ἐξη‐
30λέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν. ἐλθόντες δ’ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκου‐ σαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς.

531

Οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθ’ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι
5γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγ‐ μάτων. εἰ δ’ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγ‐ μασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δ’ ὑπαρχούσης τοῖς
10τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δ’ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθ’
15ἑκόντας αἱρεῖσθαι. τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώ‐ τερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστ’ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος
20δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος· ἀρχὴν δὲ οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δ’ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ786
25ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλ’ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ κα‐ ταλύεσθαι, ὑπὲρ στάσεως δ’ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι
30μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γ’ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρο‐ νήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴν

532

αὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλ’ οὐδ’ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό
5ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλι‐ γίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως
10εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρ‐ ρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη Ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει. ἐγὼ δ’ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ·
15δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δ’ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς
ὅρους. Ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον787
20νομίζειν οὔθ’ ὑπὸ γῆς οὔτ’ ἐν φανερῷ κατακείμενον ὥστ’ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δ’ ἄρα δεῖ καὶ τοῦτ’ εἰπεῖν, ἐνθυμεῖσθ’ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γ’ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων
25καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρ’ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονει‐ κίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δ’ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δ’ εἶχέ τινα νοῦν ὡς
30εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθ’ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρι‐ νεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμ‐
35μάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,

533

ἢ τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶν—καί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλ’ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας.
5φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλ’ ὁσονοῦν— ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τιν’ ἔχοιεν τὸν προεστῶτα ἑαυ‐ τῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθη‐
ναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν788
10βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπ’ Ἀθηναίων, αὖθις δ’ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν ἢ πρεσβύτης
15ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις ἡ πρώτη καὶ μεγίστη πᾶσαν ὑφ’ αὑτῇ τὴν γῆν ἔχει, εἷς δ’ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δ’ ἡμῖν ἐκ νόμου φοι‐ τῶσι καθ’ ἕκαστον ἔτος, τούτοις δ’ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτ’ ἂν αὐτοῖς
20δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες εἰπέ μοι πράγμα‐ τα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων
25ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς ὅ τι χρη‐ σόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλ’ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδ’ ὅπως αὐθάδειαν τῇ κολα‐
30κείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θερα‐ πεύειν αὐτοὺς ἀξιῶσιν ἢ ’κεῖνοι δέονται, χρόνον δὲ τάτ‐ τωσιν ὅσον χρὴ μένειν παρ’ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δ’ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δ’ αὐτοῖς μόνοις

534

ἢ μάλιστά γε προστάττωσι, κυρίους δὲ μὴ δεῖν οἴωνται ποιεῖν ὅ τι γιγνώσκοιεν, τί τις εἶναι φῇ τὸ τοιοῦτον ἢ δυοῖν πραγμάτων ἀνομοίων κρᾶσιν, ἧς οὐκ ἄρξασθαι θαυ‐ μαστότερον ἢ μὴ βουλομένους παύσασθαι φανεροὺς γε‐789
5νέσθαι; ἄρχουσι μὲν γὰρ τῶν τοιούτων οἱ φαυλότατοι δή που, καταπαύουσι δ’ οἱ βέλτιστοι. ὥστ’ ἐκείνοις μὲν προσέχειν ἐθέλειν διὰ τέλους, ἡμῖν δὲ μηδ’ ὅσον τὸ μέρος νέμειν, πῶς οὐχ ἅπασα ἂν εἴη συμφορά; θαυμάζω δ’ ὅτι σεμνύνεσθε μὲν οὐχ ἥκιστα τοῖς ναοῖς καὶ τοῖς ἀγῶ‐
10σιν, οὓς κοινοὺς νομίζετε, ὑπὲρ δὲ αὐτῶν τούτων διεστή‐ κατε. καίτοι ὅταν οἷς ὡς κοινοῖς ἀγάλλεσθε, ὑπὲρ τούτων ἐρίζητε, ὑπὲρ τοῦ λοιπὸν ταὐτὰ φρονήσετε; ἐγὼ μὲν γὰρ οἶμαι τούτῳ τό τε κοινὸν καὶ τὸ ἴδιον κεχωρίσθαι καὶ τὸν τῶν σοφῶν λόγον τοῦτο βούλεσθαι, ὡς ἄρα χρὴ κοινὰ
15πάντ’ εἶναι τοῖς μέλλουσιν ὡς κάλλιστα πράξειν. οὗ μὲν γὰρ χωρίς τι ἕκαστος κέκτηται, καὶ τὸ συμφέρον χωρὶς ἑκάστου. ἐκ δὲ τούτου στάσεις καὶ μάχαι καὶ διαφοραί. τὸ γὰρ οὐ σὸν τοῦτο, ἀλλ’ ἐμὸν, ἄρχει πάσης τῆς φιλο‐ νεικίας. οὗ δ’ ἅπαντες κοινὰ τὰ ὄντα ἡγοῦνται, κοινὴν
20περὶ αὐτῶν καὶ τὴν γνώμην ἔχουσιν. Ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στά‐ σεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθ’ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη
25θάτερα ἁμαρτάνειν; εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλο‐ τιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτ’ ἐρίζοντας; εἰ δ’ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς
εἰκὸς μέγ’ ἐπ’ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν τοῦθ’ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς790
30προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστ’ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπ’ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δ’

535

αὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέ‐ ρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων
5ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παρα‐ πλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάτ‐ τοιεν, ἀλλὰ καὶ διαφθείροιντο; μηδαμῶς, ὦ χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ
10ὑπάρχοντα κοσμεῖν οὐδ’ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ’ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μι‐ κρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν
15οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ’ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δ’ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντ’ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν;
20ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτ’ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν
καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δ’ ὅτι κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυ‐791
25λωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσ‐ θήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθ’ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ
30τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δ’ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλ’ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάν‐ τως ἐθέλειν κρατεῖν, τῶν δ’ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς

536

ἡττᾶσθαι. οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδ’ ἐκ θεῶν ἀν‐ θρώποις παραγίγνεται. μεστὴ δὲ καὶ ἡ τραγωδία τῶν ταῦτα παραινούντων. ὁ μέν γέ τις αὐτῶν που λέγει Φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις,
5ὁ δ’ αὖ φησι
Κρατεῖς τοι τῶν φίλων ἡσσώμενος. Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν
10γονέων υἱεῖς ἡττῶνται, ὃ καὶ πολῖται συγχωροῦσιν ἀλλή‐ λοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστ’ ἀντ’ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδ’ ὅστις κάλλιστος ἑαυτοῦ πώποτ’ ἠράσθη, ἀλλ’
15ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευο‐ μένοις παρ’ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπ’ ἀδείας ταῦθ’
ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθ’ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας792
20καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθ’ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δ’ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφ’ ὧν μὲν οὐδ’ ὁτιοῦν χρηστὸν πείσε‐
25σθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δ’ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρ’ οὐδὲν ποιούμεθα, καὶ ταῦθ’, ὥς γ’ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελ‐ θόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ
30κατ’ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι. νῦν δ’ ὅταν μὲν σεισμὸς ἤ τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν
35ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφ’ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν ἃ βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,

537

ὥσπερ δὲ ἐν τρυτάνῃ φορτίων ἐξαιρεθέντων ἄνω καὶ κάτω κινούμεθα τὴν διὰ κενῆς, οὕτως ἔοικέ τι καὶ τρυφῆς ἐνεῖναι τῷ πράγματι. Οὐ παύσεσθε, ὦ θαυμάσιοι, καὶ γνώσεσθε ὅτι ταῦτα
5μὲν οἷς προσκείμεθα εἰ καὶ πολλοῦ τινος ἄξια, ἀλλ’ οὖν θνητὰ καὶ τῆς δευτέρας μερίδος, γνώμη δὲ ἀγαθὴ πάν‐ των οἰκειότατον τοῖς κρείττοσιν, ἧς οὐκ ἐλάχιστον μέρος τὸ πρὸς φιλίαν ἐπιτηδείως ἔχειν; μὴ γὰρ οἴεσθε ἐν μὲν
ταῖς πολιορκίαις τὸ διεσπάσθαι ταῖς φυλακαῖς ἁπάντων793
10ἀλυσιτελέστατον εἶναι, ἐν δὲ ταῖς πολιτείαις καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις τὰ πολλὰ μέρη λυσιτελεῖν, ἀλλὰ τὴν ἁρμονίαν εἴπερ που κἀνταῦθα κρατεῖν. οὗτος ὁ τῶν πό‐ λεων κόσμος ἀληθινὸς, τοῦτο μέγιστον φυλακτήριον, τοῦτο σχῆμα κάλλιστον. ταῦτ’ ἐστὶν ἄνω βλεπόντων, οὐκ εἰς
15ὀρύγματα καὶ πέτρας, ταῦθ’ ὡς ἀληθῶς ἑορακότων τὴν φύσιν, οὐ τὴν τῶν λίθων οὐδὲ τῶν ξύλων, ἀλλ’ ὑφ’ ᾗ πάντα ἄγεται, ταῦτα ὃ τῆς θείας πολιτείας μέρος ἡμῖν ἐπιβάλλει μετειληφότων, ἐπεὶ καὶ τὸν πάντα οὐρανὸν καὶ κόσμον, ὃς τὸ κάλλιστον ἁπάντων σχῆμα καὶ πρόσρημα
20εἴληφε, μία δή που γνώμη καὶ φιλίας δύναμις διοικεῖ· καὶ μετὰ ταύτης ἥλιός τε πορεύεται τὴν αὑτοῦ χώραν φυλάττων δι’ αἰῶνος καὶ σελήνης φάσματα καὶ ἀστέρων φορὰ χωρεῖ καὶ ὡρῶν περίοδοι καὶ τάξεις ἑκάστων πρὸς ἄλληλα καὶ ἀποστάσεις τε αἱ καθήκουσαι καὶ πάλιν ἁρ‐
25μονίαι φυλάττονται, νικώσης τῆς ὁμολογίας, διαφορᾶς δὲ οὐδεμιᾶς ἐνούσης οὐδὲ ἐγγιγνομένης, ἀλλὰ τῷ θεσμῷ πάντων συγκεχωρηκότων καὶ μιᾷ γνώμῃ περὶ παντὸς τοῦ προσήκοντος χρωμένων. ὥστ’ εἰ τὸ μιμεῖσθαι τοὺς κρείτ‐ τους εὖ φρονούντων ἐστὶν, εὖ φρονούντων ἂν εἴη καὶ τὸ
30ὡς οἷόν τε μάλιστα ἕν τι τοὺς σύμπαντας αὐτοὺς ἡγεῖσθαι. ὑπάρχει δ’ ὑμῖν καὶ τῶν ἀνθρωπείων παράδειγμα ἐν ὀφθαλμοῖς τὸ μέγιστον, οἱ πάντα ἄριστοι βασιλεῖς, οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων κάλλιστον εἶναι δοκεῖ ἡ
πρὸς ἀλλήλους ὁμόνοια καὶ σπουδή. ἐκεῖνοι μέντοι πασῶν794
35πόλεων ἄρχοντες καὶ μειζόνων καὶ ἐλαττόνων ἁπάσαις

538

κεκοίνωνται. καίτοι πῶς οὐκ ἄτοπον μακαρίζειν μὲν αὑτοὺς ὑπὸ τοιούτων ἀρχομένους, τούτους δ’ εἰς ὅσον ἔξεστι μὴ ἐθέλειν μιμεῖσθαι; καὶ μὴν βασιλεῖς μὲν ἄριστ’ ἂν ἄγοιεν τὰ τῶν ἀνθρώπων πράγματα τοῖς τῶν ὅλων κυρίοις
5ὁμοιοῦντες ἑαυτοὺς τοῖς θεοῖς, πόλεις δ’ ἄριστ’ ἂν ἄγοιντο ἐγγυτάτω τῆς τῶν ἀρχόντων γνώμης ἰοῦσαι. ἡμῖν δ’ ὅσῳ καὶ διαφερόντως τῶν ἄλλων ὑπάρχει τιμᾶσθαι καὶ ὑπὸ τῶν βασιλέων καὶ ὑπὸ τῶν κατ’ ἐνιαυτὸν ἐπισκόπων ἀφικνουμένων—ὅθεν γὰρ ἠρξάμην ἐνταῦθα καὶ λήξω—
10πῶς οὐ καὶ τὴν πρόνοιαν εἰκὸς εἶναι πλείω τοῦ μή τι φαίνεσθαι ποιοῦντας ὃ μὴ τούτοις ἂν δόξειεν οὐ καλῶς ἔχειν; μηδαμῶς. ἀλλὰ καὶ τῶν θεῶν ἕνεκ’ αὐτῶν καὶ τῶν θείων βασιλέων καὶ πάντων τῶν ὄντων καλῶν καὶ νενο‐ μισμένων βουληθῶμεν καταστῆναι καὶ μίαν ταύτην εἰ
15οἷόν τ’ εἰπεῖν φιλονεικίαν φιλονεικῆσαι πρὸς ἀλλήλους οἵτινες ἄρξουσι πρῶτοι τῆς ὁμονοίας καὶ οἵτινες πλείω καὶ σαφέστερα τῆς εἰς τοὺς ἑτέρους ἀρετῆς ἔργα ἀπο‐ δείξονται. ἐγὼ μὲν οὖν καὶ βούλομαι ταῦτα καὶ προσδοκῶ, καὶ τοὺς λόγους τούτους εἰρῆσθαί μοι δεξαίμην ἂν μᾶλλον
20ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν οἰκοδομημάτων ἀνεστακὼς ὑμῖν εἶναι, πλὴν ἱερῶν λέγω. ὑμεῖς δὲ ἂν μὲν πείθησθε, ἔργῳ δῆλον ποιήσετε ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι μέχρι τούτου μνησθῆναι περὶ τούτων πρὸς ὑμᾶς· ἂν δὲ ἑτέρως, ὃ μὴ γένοιτο, σχῆτε, καλὴν αὐτοῖς
25τὴν ἀπολογίαν ποιήσετε. δόξουσι γὰρ ὀρθῶς σεσιωπηκέναι, συνειδότες ὡς ὑμῶν μὲν οὐδένα βελτίω ποιήσειν ἔμελλον,
αὐτοὶ δ’ ἅπασιν ὑμῖν προσκρούσειν. ὥστ’ ἀμφότεροι φιλο‐ τιμηθῶμεν, κἀμοί τε πρὸς ὑμᾶς εἰρήσθω μετὰ πάσης εὐνοίας ἅμα καὶ ἀνδρείας τὰ βέλτιστα, ὑμεῖς τε ὅτι οὐ795
30μάτην ταῦτ’ ἐστὶ λέγειν πρὸς ὑμᾶς, ἀλλ’ ἴστε χρῆσθαι
τοῖς τὰ βέλτιστα συμβουλεύουσι, τοῦτ’ ἐπιδείξατε.796