TLG 0284 041 :: Aelius ARISTIDES :: Ἐπιστολὴ περὶ Σμύρνης

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Ἐπιστολὴ περὶ Σμύρνης

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 762–767.

Citation: Jebb page — (line)

5Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σε‐ βαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ
σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν.
— — — Πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λό‐
10γους ἐκ διατριβῶν καὶ τοιαῦθ’ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα. ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέ‐ ξατε, ὅσην ὑμῖν πρέπει. Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλ‐
15λάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων. ἓν δὲ ὅμως αὐτῇ κἀν τού‐ τοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σω‐
τηρίας· εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν. ἀναμνήσθητε762
20ὧν ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διε‐ θήκατε. οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμε‐ ρωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε. ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε; τί τῶν πάντων ἐθεά‐

513

σασθε σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας; ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε. ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ
5διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν· ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυ‐ μος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφαν‐ ται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν. ζέφυροι δὲ ἐρήμην ἐπι‐ πνέουσι. τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναπο‐
10βλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δ’ ἔλεον παρ’ ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος. παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι. εἰ γὰρ καὶ ἀβού‐ λητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέ‐
15γονε, δούσης ἀφορμὴν ἐφ’ ἧς κάλλιστα δὴ καὶ φανερώ‐ τατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε. μὴ γάρ μοι Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλ’ ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀπο‐
20δείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ δι’ ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα
εἴθ’ ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν. τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε; ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθ’763
25ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθ’ ἑνὸς οἰκισμοῦ ποιήσαν‐ τες γενέσθαι; καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδ’ ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ Νῦν αὖτέ με φῖλαι

514

Ἀθήνη. ἐν ᾧ τοίνυν τρόπῳ τοῖς θεοῖς διαλεγόμεθα, ἐν τούτῳ καὶ ὑμῖν ἐπιστέλλειν ἀνεπίφθονον. καὶ μὴν τοῖς μὲν θεοῖς εὐχόμεθα ὑπὲρ τούτων, ὑμῶν δὲ τῶν θειοτά‐ των ἀρχόντων δεόμεθα. καλὸν δέ που καὶ πρὸς θεῶν καὶ
5πρὸς ἀνθρώπων δεῖσθαι τὰ τοιαῦτα. Ὅπως δὲ αὐτὸς ἐξέφυγον ποθεῖτε ἴσως ἀκοῦσαι. ἡμέ‐ ραις τισὶ πρότερον τῶν συμβάντων ἐκίνησέ με ὁ θεὸς καὶ κατέστησεν εἰς χωρίον τι, καὶ προσέταξε κατὰ χώραν μέ‐ νειν, οὗ δὴ καὶ διατρίβων τὰ συμβάντα ἐπυθόμην. πυ‐
10θόμενος δὲ οὐκ εἶχον ὅπως ἡσυχάζοιμι ἐλείπετο δὲ ἄλλο μὲν οὐδὲν, οἶμαι, θεοὺς δὲ καὶ ὑμᾶς καλεῖν. διὰ ταῦτα οὔτε πρεσβείαν κοινὴν ἀνέμεινα οὔτ’ εἰς ἕτερον βλέπειν ἠξίουν ὅ τι πράξειεν, ἀλλ’ ἡγούμενος εἴ τινι τῶν πάντων κἀμοὶ διαλέγεσθαι τὸ πρᾶγμα, ἐμαυτὸν ἔταξα διάκονον,
15ἀξιόχρεων εἶναι νομίσας εἰ μή τι ἄλλο, ἀλλ’ ἀνακλαύ‐ σασθαι τὰς τῆς πόλεως συμφοράς. ἕτεροι μὲν οὖν παρὰ βασιλεῦσιν ἰσχύσαντες δωρεὰς εὕροντο ἑαυτῶν πατρίσιν εὖ πραττούσαις, ἐγὼ δ’ εἴ τι καὶ τοὐμόν ἐστι παρ’ ὑμῖν,
αἰτῶ καὶ δέομαι ταύτην γενέσθαι τῇ πόλει τὴν χάριν, μὴ764
20καθάπερ σκεῦος συντριβὲν ἐκριφῆναι καταγνωσθὲν ἀχρη‐ στίαν, ἀλλ’ ἀναβιῶναι δι’ ὑμῶν. εἰσῄει δέ μοι καὶ τὸ τοῦ Σόλωνος, ὅν φασι τῆς πολιτείας καταλυθείσης λαβόντα ἀσπίδα καὶ δόρυ καθῆσθαι πρὸ τῆς οἰκίας, βοηθεῖν μὲν οὐκ ἔχοντα, οἶμαι, ἐνδεικνύμενον δὲ ὡς ἔχει γνώμης. τὸ
25δ’ ἐμὸν καὶ πλέον. εἰ γὰρ καὶ μηδὲν ἔργῳ συντελεῖν εἶχον, τό γε τὴν ὑμετέραν φιλανθρωπίαν παρακαλεῖν εἰς ἔργον ᾔδειν μοι καθιστάμενον, ὥστ’ οὐχὶ μάταια σπουδάσασθαι. καὶ μὴν ὅσα μὲν ἔξω πυλῶν οὐ πάνυ θράττει με, ἐπεὶ οὐδὲ τοῖς προστάταις συνέχαιρον, ἡνίκα περιειργάζοντο·
30δείσθω δ’ ὑπὲρ αὐτῶν ὁ βουλόμενος, οὐδὲν τό γε ἐμὸν κωλύει· ὅσα δ’ εἴσω περιβόλου καὶ παλαιὰ καὶ καινὰ τῆς τε εἰς ὑμᾶς τιμῆς καὶ ἅμα τῆς παρ’ ὑμῶν ὑπομνήματα καὶ τῇ πόλει φιλοτιμίαν ἔχοντα πρός τε τοὺς ὁμοτίμους

515

καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεά‐ σομαι. ὅταν γε μὴν ἐνθυμηθῶ κατ’ ἐμαυτὸν ὅτι τῶν πά‐
5λαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτ’ ἂν ὑφ’ ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγ‐ ξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν
10ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμε‐ νοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι
βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ ποθοῦ‐ μεν δείξετε. ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλ’ ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν.765
15ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πό‐ λεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.
20ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπο‐ μείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν
25ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα. ἔτι δὲ ἐσθῆτος δεῆ‐ σαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμέ‐ νου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτου‐ σιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς. τοιοῦτοι μὲν τὰ πρὸς
30τοὺς ἄρχοντας ὑμᾶς· πρὸς δὲ τοὺς ὁμοφύλους τίνες; πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν. ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόπον

516

τοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους,
5Ἁλικαρνασσέας. εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία
δὴ πόλις οὐδ’ ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι. ἡ δὲ παρ’ ὑμῶν ἐλπὶς λείπεται. καὶ μὴν πρότερον μὲν ἀρι‐ στεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λά‐ φυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφο‐766
10ρῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις. ὃ δ’ ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν. τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστ’ ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δ’ ἐν τῇ Ἀσίᾳ
15πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ. τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομί‐ σαιτ’ ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθω‐ σις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν.
20ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντ’ ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ. οἶμαι μὲν οὖν
25οὐχ οὕτω τοῦτ’ ἔχειν· εἰ δ’ ἄρα, συγγνώσεσθε οἶδ’ ὅτι. πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ φίσιν ἄνθρωπος φθέγγεται
συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτ’ ἂν ἤλπισεν.767