TLG 0284 040 :: Aelius ARISTIDES :: Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 751–761.

Citation: Jebb page — (line)

Ἔστι μὲν οὐ σμικρὸν, ὦ ἄνδρες Σμυρναῖοι, πλεονέκτημα
30τῷ μέλλοντι πείσειν τὸ πρὸς ἡδονὴν εἶναι τοὺς λόγους τοῖς ἀκούουσι· τῶν δ’ ἐθελόντων νουθετεῖν μὴ ὅτι χρῶν‐ ται ταῖς γνώμαις οἱ πολλοὶ ῥᾳδίως, ἀλλ’ οὐδ’ ἀνέχονται

505

τὸ παράπαν. οὐ μὴν ἀλλ’ ὅσα μὲν τῶν πραγμάτων αὐτὰ ἐφ’ αὑτῶν παρακαλεῖ σπουδάζειν, οὐ δεῖ συμβούλου περὶ τούτων, ἀλλ’ ἡ φύσις πρὸς τὸ ἴδιον ἄγει πανταχοῦ, ἃ δὲ τῷ λόγῳ δεῖ διδαχθέντας ἢ διώκειν ἢ φυλάττεσθαι,
5ταῦτα δὲ τῷ συμβούλῳ καταλείπεται. ὥστ’ ἄν τις ἀκούειν μὴ βούληται, τὸ συμβουλεύειν ἀναιρεῖ τῷ καθ’ αὑτὸν μέρει. ἔτι δ’ ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ συνέσει καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέ‐ χειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς
10ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ,
μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν ἀτοπωτάτων, ὥς γ’ ἐμοὶ κρῖναι. εἰ μὲν οὖν ἢ πόνους τινὰς ἢ πραγματείας ἔμελλον εἰσηγήσεσθαι, πρῶτον μὲν ἀγῶνος ἴσως ἂν ἔδει, ἔπειτα διδάσκειν ἐπειρώμην ἂν ὡς751
15τῆς παραχρῆμα ψυχαγωγίας αἱρετώτερον τὸ συνοῖσον τοῖς ὅλοις. νῦν δὲ τοσοῦτον ἀπέχω τοῦ δυσχερὲς εἰσηγεῖσθαί τι, ὡς ταὐτὰ δὴ ταῦτα καὶ συμβουλεύσων ἥκω, μήτε λέ‐ γειν μήτ’ ἀκούειν δυσχερὲς μηδὲν, οὕτω πολλοῦ δέω πράτ‐ τειν γέ τι ἢ συμβουλεύειν τῶν δυσχερῶν. ἄρξομαι δὲ ὅθεν
20καὶ ὑμεῖς ἄριστ’ ἂν ἀκολουθήσαιτε καὶ ἀπὸ τῆς ἐμαυτοῦ συνηθείας. φημὶ δὴ χρῆναι τῷ μὲν Διονύσῳ τὴν ἑορτὴν ποιεῖν καὶ νὴ Δία τῇ γε Ἀφροδίτῃ καὶ τοῖς ἄλλοις ἅπασι θεοῖς, σπένδοντας καὶ θύοντας καὶ παιωνίζοντας καὶ στε‐ φανηφοροῦντας καὶ τῶν εἰς εὐσέβειαν μηδὲν ἐλλείποντας. ἓν
25δὲ τούτοις ὃ πρόσεστι τοῖς μὲν πολλοῖς ἐπιεικῶς κεχα‐ ρισμένον, τοῖς δ’ ἐπιεικέσι πάντων ἀνιαρότατον, τοῦτ’ ἐκ‐ ποδὼν ἀνελεῖν, λέγω τὰς βλασφημίας καὶ τοὺς κώμους τουτουσὶ τοὺς μεθημερίνους, καὶ νὴ Δία γε τοὺς ἐπὶ ταῖς παννυχίσι, καὶ μήτε ποιητὰς εἶναι τούτων μήτε ἀγωνιστὰς,
30μηδὲ παίζειν ἃ μὴ βέλτιον. ὡς ἔχει γε οὕτως, κακηγορίας ἄκοντας μὲν ἀκούειν οὐ τερπνὸν, ἑκόντας δὲ ἀνέχεσθαι μελέτη κακοηθίας· τοῦτο δὲ τῶν πρώτων εἰς μοχθηρίαν

506

καὶ οὔτε ἰδιώτου μεῖζον οὐδὲν ἄν τις κατηγορήσειεν οὔτε πόλεως ἢ ὅτι χαίρει κακοῖς. ὃ γὰρ ἔσχατον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ὁ φθόνος, οὐκ ἔχων παραί‐ τησιν, τούτου μετέχειν ἀνάγκη, καὶ τοῦτον αὔξειν ἐν αὑτῷ
5τὸν τῆς ἐπιθυμίας ταύτης ἐλάττω, σημεῖον δέ· οὐδεὶς γοῦν οὓς ἀγαπᾷ καὶ οἷς ἀγαθόν τι συμβούλεται, τούτοις κα‐
κῶς ἀκούουσιν ἐφήδεται. Περὶ μὲν οὖν αἰκίας καὶ βλάβης καὶ τῶν τοιούτων ἔξεστιν εἰπεῖν ὡς ἄκων τις ἔπραξε, τὸ δὲ τῆς κακοηθίας752
10τοσοῦτον διενήνοχεν ὥστε πρῶτον μὲν ἐπώνυμόν ἐστι τῆς κακίας, ὡς οὐδεμίαν συγγνώμην ἐνδεχόμενον, ἔπειτ’ οὐ‐ δενὸς πράγματός ἐστι πρόσρημα, ἀλλὰ φύσεως μηδὲν ἄν τῳ χρηστὸν εἶναι συμβουλομένης. ὥσπερ δ’ αὐτὸ πλεῖστον μετέχει κακίας ἀπὸ τῆς προσηγορίας ἀρξάμενον, οὕτως ἡ
15κακηγορία πάλιν αὐτοῦ πλεῖστον μετέχει μέρος ἐκ τῆς παρισώσεως ἀρξάμενον τῆς περὶ τοὔνομα· οὕτως ἄμφω κακῶν καὶ φαύλων ἐστὶν ἀνθρώπων. ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν
20εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτά‐ την, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθή‐ ματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κε‐
25χαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα. καὶ μὴν τοῦ γε αἰδεῖσθαι τοὺς θεοὺς τί μεῖζον ἂν εἴη σύμβολον ἢ μηδὲν ἀπηχὲς μήτε λέγειν μήτε ἀκούειν ἐναντίων αὐτῶν; ἢ φίλου μὲν αἰδεσίμου παρόντος πολλὰ ἂν ὀκνήσαιμεν εἰ‐
30πεῖν, κἂν εἴ τῳ δικαίως ἔχοιμεν λοιδορήσασθαι, τὰς δὲ τῶν θεῶν ἀκοὰς προστησάμενοι ῥᾳδίως οἱ μὲν ἐροῦμεν,
οἱ δὲ ἀκουσόμεθα ἃ μηδ’ αὐτοὶ φαῖμεν ἂν εἶναι τῶν κα‐ λῶν, ἀλλ’ ὡς αἰσχρῶς ἔχοντα οὕτω διασύρομεν; ἵνα δὲ753

507

εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμο‐ λόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐν‐ θυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων
5καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δ’ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. καίτοι τίν’ ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δ’ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν; καὶ θύοντας μὲν οὕτω κοσμίους
10εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δ’ ὧν κα‐ κῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι; καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν
15αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δ’ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα; ἢ πῶς διὰ τούτων τιμῶ‐ μεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν; Θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνί‐
20θων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρ’ ἡμῶν αὐτῶν οὐδ’ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βου‐ λοίμεθ’ ἂν ὡς εὐφημότατ’ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ
25τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν· καὶ τοὺς μὲν παῖ‐ δας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατ’
οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυ‐754
30ναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρα‐ σκευάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω

508

περιρραντηρίων παριέναι, ταῦτ’ ἐν μέσοις ἱεροῖς ᾄδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δ’ αἰσχρῶν
5ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα. κἂν μὲν εἷς τις ἀπᾴδῃ τῶν χορευ‐ τῶν, τοῦτον ἐκβάλλομεν, ἂν δ’ ἅπας ὁ χορὸς οὕτως ἀμού‐ σως ᾄδῃ, ποιούμεθα κέρδος. κἂν μὲν ὑπ’ ἄλλων οὕτως κακῶς ἀκούωμεν, ὀργιζόμεθα, ἂν δ’ ἡμᾶς αὐτοὺς τοῦτο
10ποιῶμεν, ἑορτὴν ἡγούμεθα ἀληθινὴν, οὕτω καὶ πρὸς τοὺς θεοὺς ἀλλοκότως καὶ πρὸς ἡμᾶς αὐτοὺς πολὺ τἀναντία ἢ προσῆκε διακείμεθα. καίτοι τολμῶσί τινες λέγειν ὡς ἀγαθὸν τὸ κακῶς ἐξεῖναι λέγειν ἐν τῷ θεάτρῳ, τούς τε γὰρ κακῶς βεβιωκότας ἐξελέγχεσθαι καὶ τοὺς ἄλλους φόβῳ
15τοῦ κωμῳδεῖσθαι σώφρονας παρέχειν αὑτούς. ἐγὼ δὲ πολ‐ λοῦ σφόδρα ἂν ἡγούμην ἀξίαν εἶναι τὴν μέθην, εἰ παι‐ δεύειν οἵα τε ἦν ἀνθρώπους, ἀλλὰ μὴ τῶν χαλεπῶν ᾖ μεθύοντας αὐτοὺς ἑτέρους ποιεῖν σωφρονεῖν, καὶ πρὶν αὐ‐ τοὺς καταπαῦσαι, τοῖς ἄλλοις ᾄδειν ὅπως εἰς κάλλος βιώ‐
20σονται. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι πρῶτον μὲν οὐ πολ‐ λῶν τὰ τοιαῦτα παιδεύειν, οὐ μᾶλλόν γε ἢ νόμους τιθέναι καὶ γνώμας ἐν δήμῳ λέγειν; ἢ τὸν μὲν εἰς Κόρινθον
πλοῦν οὐ παντὸς ἀνδρὸς εἶναι πιστεύσομεν, τὴν δὲ τοῦ βίου τοῦ παντὸς πορείαν ἥντινα καὶ δι’ ὧν δεῖ τῶν ἐπι‐755
25τηδευμάτων ποιήσασθαι πᾶς ἀνὴρ εἴσεται καὶ πᾶς ἐπὶ τούτοις τοῖς οἴαξι καθεδεῖται τῇδε κἀκεῖσε κομίζων τοὺς νέους ὡς ἂν αὐτῷ δοκῇ; καὶ τῶν μὲν ἀθλητῶν ἐγκρίσεις ποιοῦμεν, ὅπως αὐτῶν ὅστις φαῦλος ἑαυτὸν καταισχύνας ἀπίῃ καὶ δίκην ἅμα δοὺς ἐκ τοῦ σώματος, τοὺς δὲ τῶν
30σπουδαιοτάτων ἡγεμόνας καὶ διδασκάλους ἀπὸ πάντων μὲν ἐργαστηρίων, πάντων δὲ τῶν σπουδαιοτάτων οὑτωσὶ φαύ‐ λως ἐγκρινοῦμεν; διδασκάλων ἄρα αὐτοὶ δεῖσθαι δόξομεν. καὶ θυρωροῖς μὲν οὐ πᾶσιν, ἀλλὰ τοῖς πιστοτάτοις χρώ‐ μεθα, ἵνα μή τις αἰσχύνη συμβαίνοι περὶ τὴν οἰκίαν, παῖ‐
35δας δὲ καὶ γυναῖκας καὶ πάντα τὰ τῆς πόλεως πληρώμα‐

509

τα καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομέ‐ νοις μεταχειρίζεσθαι δώσομεν· καὶ ὧν νηφόντων κατεγνώ‐ καμεν, τούτοις μεθύουσι πιστεύσομεν; Καὶ μὴν οὐδ’ ὁ καιρὸς παιδευόντων, ἀλλὰ παιζόν‐
5των εἰ μὲν βούλεσθε ὁ τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, ὁ τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων. ὥστε πῶς εἰκὸς ἐν ᾧ τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρ’ αὐτοῦ τοῦ τόπου756
10δύνασθαι μαθεῖν ὅτι ἄλογος ἡ προσποίησις. δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν· ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνά‐ κειται· ἀλλ’ εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρή‐ ματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδ’ ἐν τούτοις τοῦτον,
15οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύον‐ τα, ἀλλ’ ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προ‐ διδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυ‐ λάττεσθαι. καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦν‐ τες τῶν ἄλλων ἀπείχοντο, τάχ’ ἄν τις λόγος ἦν· νῦν δὲ
20ἄρχεται μὲν τὸ πρᾶγμα ἀπ’ ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς. πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δ’ οἳ καὶ μηδένα λανθάνον‐ τες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι. διὰ τί; ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν
25βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χά‐ ριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόν‐ τες, τοῦ δ’ ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς
30ζῶντας φανεροὺς καθιστᾶσι. σκέψασθε δ’ οὑτωσὶ, τίνας μάλιστ’ εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας; ἆρ’ οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητ’ ἄν; τίνας δ’ ὡς ἥκιστα τούτων φροντίζειν; ἆρ’ οὐχ οἵτινες αὑτοῖς καὶ
τοῖς βεβιωμένοις θαρροῦσι; δῆλόν που. οὐκοῦν τἀναντία757
35τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεὶς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δ’ οὓς ἥκιστα δεῖ. φέρε δὴ

510

θῶμεν ἀμφοτέρους ἀναμὶξ ἀκούειν κακῶς, —οὐ γὰρ ἐκεῖνό γ’ ἂν σὺ φαίης, ὡς οὐδεὶς μή ποτ’ ἀκούσῃ κακῶς ἐπιεικὴς ὢν τοὺς τρόπους—οὐκοῦν οἱ μὲν δόξης ἠμελη‐ κότες καὶ διεφθαρμένοι καθάπαξ ὑπὸ τῶν αἰσχρῶν ἐπι‐
5θυμιῶν οὐδ’ ὁτιοῦν δή που ζημιοῦνται, ἀλλὰ καὶ κέρδος ἂν θεῖντο ἀγαλλόμενοι τῷ φανεροὶ πᾶσι γίγνεσθαι, οἱ δὲ παρ’ ἀξίαν ἀγωνιζόμενοι πῶς οὐ πολὺ τῶν ἄθλων ἃ τῆς σωφροσύνης εἶναι χρὴ διαμαρτάνουσιν; ὥστ’ οὐχ ἵνα βελ‐ τίους ὑμῖν ὦσιν οἱ νέοι, διὰ τοῦτο κωμῳδητέον, ἀλλ’ εἰ
10μηδενὸς ἄλλου χάριν, τούτου γε παυστέον τοῦ κωμῳδεῖν. ἵν’ ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω. τοὺς μὲν γὰρ δὴ φαύλους ἔνι δή που καὶ ἄλλως ἀμύνασθαι, τοὺς δ’ ἐπιεικεῖς ὅταν τοιαῦθ’ ὑβρίζωμεν, τίν’ ἐροῦμεν λόγον; οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν, πῶς ἀνυπευ‐
15θύνως γε ἀτιμοῦν τῷ βουλομένῳ δεδόσθαι προσήκει; εἰ τοίνυν κἀκεῖνό τις ὑμῶν ὑπείληφεν, ὅτι καὶ τῶν ἐπιεικῶν πολλοῖς αἱρετώτερον εἶναι δόξει ἀργύριον τοῦ μὴ κακῶς ἀκούειν προΐεσθαι, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν αἰ‐ σχυντηλότεροι τοὺς τρόπους ὦσι, πῶς οὐ πανταχόθεν δῆ‐
20λον ὡς δυσχερὲς ἡ κωμῳδία καὶ βέλτιον εἰσάπαξ ὑφ’ ὑμῶν κωλυθῆναι; εἴ γε οἱ μὲν χρηστοὶ δυοῖν θάτερον, ἢ οὐ δόντες ἀκούσονται κακῶς, ἢ ὑπὲρ τοῦ μὴ ἀκοῦσαι κακῶς ζημιώσονται, χρήμασι τὰς βλασφημίας ὠνούμενοι· εἰ δὲ μηδὲν φροντίζουσιν ἀκούοντες κακῶς, τί ἔσθ’ ὃ πείσονται;
25ὅλως δ’ οὐκ ἔνεστι μὴ τῆς τῶν ἰδιωτῶν δόξης ἀπολαύειν κοινῇ τὴν πόλιν. ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ κωμῳδού‐ μενοι, τοιοῦτοι πολλάκις οἱ σύμπαντες ἔδοξαν εἶναι. σκέ‐ ψασθε δὲ καὶ εἰς τοὺς πατέρας ὑμῶν τοὺς Ἀθηναίους ἀνενεγκόντες, οὓς αἱ μὲν ἄλλαι συγγραφαὶ κοσμοῦσι σχε‐758
30δὸν ὡς εἰπεῖν ἅπασαι, μόνη δὲ ἡ κωμῳδία διέσυρε καὶ παρέσχε τοῖς βουλομένοις βλασφημεῖν ἔτι νυνὶ λαβάς· ἔδο‐ ξαν γὰρ αὐτοὶ παρ’ αὑτῶν ἐξελέγχεσθαι. καὶ ὅσον μὲν, ὦ γῆ καὶ θεοὶ, τὸ μέσον τῆς τε νῦν κιβδηλίας καὶ ὁπόση τις ἔν γε ταῖς καλουμέναις παραβάσεσι νουθεσία καὶ παί‐
35δευσις ἐνῆν ἐῶ λέγειν. ἀλλ’ οὖν τό γε τῆς παροιμίας ἐξ ἀξίου τοῦ ξύλου καὶ πάσχειν ὑπῆρχεν, εἴ τῳ συμβαίνοι·

511

τοῦ δὲ τοσαύτη μὲν λέξεως μοχθηρία, τοσαύτη δὲ μελῶν ἀσέλγεια, ἔτι δὲ σχημάτων αἰσχύνη, κωμῳδία δ’ οὐδεμία ἐφίκοιτ’ ἂν τῶν τούτοις προσόντων κακῶν, τίς τρόπος ἡδονῆς; καὶ πότερον ὡς καλὰ ταῦτα ἀνέξεσθε; καὶ τί τού‐
5των αἴσχιον; ἀλλ’ ὡς συμφέροντα ἀκούειν ἢ θεωρεῖν; καὶ μὴν διαφθορᾶς γέ ἐστι συνθήματα· ὅταν γὰρ εἰς συνήθειαν καταστῇ τοῦ κακῶς ἀκούειν ἀνὴρ ἢ γυνὴ καὶ τὰ χείριστα φέρειν τῶν ὀνειδῶν, εὐχερῶς ἀνίησιν ἡ γνώμη καὶ διδάσκεται πᾶς τις φαῦλος εἶναι, εἰ καὶ μὴ πρόσθεν
10ἦν, ἄλλως τε τούτων ὧν οὐδὲν πρὸς τὸν Διόνυσόν ἐστιν. ἀλλ’ ἔμοιγε καὶ τὸ τῆς παροιμίας εἰς τὰς τοιαύτας ἀβελ‐ τηρίας οὐχ ἥκιστα ἔχειν δοκεῖ. εἶεν· ἀλλ’ εἰς δόξης λόγον θαυμαστὰ, ὅταν ἐν τοῖς βαλανείοις, ὅταν ἐν τοῖς στενω‐ ποῖς, ὅταν κατ’ ἀγορὰν, ὅταν ἐν ταῖς οἰκίαις γύναια,759
15παιδάρια, πᾶς τις ἐφεξῆς τοιαῦτα ἐπιμελῳδῇ; καὶ πότερον τοὺς πολίτας μόνον ἐξέσται κωμῳδεῖν; οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δ’ αὐτῶν οὐ τολμήσετε, ἀλλ’ οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστ’ ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν,
20ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθ’ ὑμῶν τοῖς βουλομένοις δώσετε. ἀλλὰ νὴ Δία καὶ τῶν ξένων ἐπιληψό‐ μεθα; πολλὴν ἄρα τὴν εὐποιίαν παρὰ πάντων καὶ τὴν ἐπιμιξίαν ἕξομεν· ἦ που ῥᾳδίως μὲν οἱ πατέρες τοὺς υἱεῖς, ῥᾳδίως δὲ ἀδελφοὶ πρεσβύτεροι νεωτέρους κομιοῦσι
25δεῦρ’ ἐπὶ παιδείαν, παρ’ οἷς τοιαῦτ’ ἐστὶ τὰ ᾀδόμενα. οὐ παύσεσθε στηλιτεύοντες ὑμᾶς αὐτούς; νὴ Δί’, ἀλλ’ ἀστεῖον τὸ τοῦ σκώμματος. οὐκοῦν τοσούτῳ μᾶλλον οὐ πολλῶν, εἴπερ γε μὴ πολλοὺς τοὺς ἀστείους εἶναι δεῖ δοκεῖν. ἡδέως δ’ ἂν ἐροίμην τοὺς χαίροντας τῷ λοιδορεῖν πότερον παίζου‐
30σιν ἢ σπουδάζουσιν. εἰ μὲν γὰρ παίζουσι, τί προσποιοῦν‐ ται νουθετεῖν; εἰ δὲ σπουδάζουσιν, αὖθις αὖ πυθέσθαι καλὸν αὐτῶν πότερόν ποτ’ ἀληθῆ ταῦτα λοιδοροῦσιν ἢ ψευδῆ. εἰ μὲν γὰρ ἀληθῆ, τί μαθόντες οὐ χρῶνται τοῖς
νόμοις; ἀλλ’ οὗ μὲν δεῖ λέγειν σιωπῶσιν, οὗ δὲ δεῖ σιω‐760
35πᾶν λέγουσιν. ἀλλὰ μὴν εἴ γε καταψεύδονται, ἀγαπᾶν εἰ‐ κὸς ἦν μὴ πάσχοντας κακῶς, οὐκ ἀγανακτεῖν, εἰ μὴ λέγειν

512

κακῶς αὐτοῖς ἐξέσται. οἶμαι τοίνυν ἐγὼ πᾶσι μὲν ταῦτα συμβουλεύων ὀρθῶς ἂν ποιεῖν, οὐχ ἥκιστα δ’ ὑμῖν. ὅσῳ γὰρ παιδείᾳ καὶ φιλανθρωπίᾳ προέχειν δοκεῖτε, τοσῷδε
αἴσχιον ἃ μὴ χρὴ φαίνεσθαι διώκοντας.761