TLG 0284 039 :: Aelius ARISTIDES :: Συμμαχικὸς βʹ (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Συμμαχικὸς βʹ (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 732–750.

Citation: Jebb page — (line)

30Ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλ’ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι. πολλῷ δ’ ἔτι νυνὶ σαφέστερον, ὦ

491

ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλα‐ βήθημεν. τὸ γὰρ εἰς τοῦθ’ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵν’ ὑμᾶς τε ἀμαχεὶ
5λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τ’ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον. τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφο‐ βημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν
10βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δ’ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερ’ αὐτῶν καὶ μὴ παρ’ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι. εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς
15ὑπάρχειν ὑπεναντία, πάντα ταῦτ’ ἀνελόντες ἥκομεν συσ‐
σώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δ’ οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντ’ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε; ἔστι δ’ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλ’ εἰς ἔσχατον732
20ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δ’ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοι‐
25νῆς ἐλευθερίας προστάντας μεθ’ ἡμῶν. ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγου‐ μένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δ’ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθί‐ στησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζον‐
30τες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χεί‐ ριστα καθ’ ὑμῶν βεβαιοῖ. εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμ‐ φέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον. ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν,
35εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.

492

ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοι‐ τε; οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δ’
ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλ’ ἃ βουλοίμεθ’ ἂν ἡμῖν γενέσθαι ταῦτα πρὸς ὑμᾶς κοινούμεθα. ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν733
5πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συν‐ ευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι. τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶ‐ σθαι· εἰκότως, μᾶλλον δ’ ἀναγκαίως. ἅμα γὰρ τῶν ἴσων
10ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτ’ ἀπολώλεκε. δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δ’ ἀμφότερ’ οὐ ταυτὸν βούλεται. καὶ ταῦτ’ οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται. τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πο‐
15λεμίων; τοὺς μὲν οὖν ἐν μέρει πολέμους δι’ ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφ’ ὑμᾶς ἥκει συγ‐ κρύπτων ὡς οἷόν τε τἀληθές· ἣν δ’ ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει δι’ ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ. ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς
20αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρ‐ ρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυ‐ μούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν; οὐ γὰρ οὕτω γ’ ἀναίσθητος οὐδεὶς οὐδ’ ἔξω τοῦ φρονεῖν, ὅστις
25ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντ’ αὐτὸν ἡγεῖται, τῆς δ’ Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτ’ ἔσχεν αὑτῆς κύριον, ταύτης δ’ οὔτ’ ἐπι‐ θυμεῖν βασιλέα κληθῆναι οὔθ’ ἃ πράττει πρὸς ἄλλο τι
30τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτ’ ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος. μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί. θάτερα γὰρ καλλίω καὶ δικαιό‐ τερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους. εἶτα λέγουσιν ὡς
τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει, κα‐734
35θάπερ χρησμούς τινας ἐξηγούμενοι. Φίλιππος δέ γε οἶδε

493

μὴ ὅτι τἀκ τῆς Ἀττικῆς, ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι. γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατ’ ἀρχάς. εἶτά γ’ οἶμαι μεγάλους ἀνταπαιτεῖ
5τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντ’ ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας. διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα
10συμβαίνει νῦν, ἀλλ’ οὗτος ταῦτ’ ἐπιορκῶν ἐργάζεται. καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μα‐ κεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις
15αὐτῶν προεῖτο. ἀλλ’ ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων, ἀλλ’ ἀνθ’ ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος. καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον
20τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθ’ ὅ τι ἐβούλετο ἐχρῆτο. Ταῦτ’ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορί‐
25σαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ
τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμ‐ φορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν.735
30οὐκοῦν ταῦτ’ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστ’ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλ’ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ
35συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλ’ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φα‐ νήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ

494

ταῦτ’ ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχ’ ἄν τις ἔφη συμφέρονθ’ ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δ’ ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵν’ ἐφ’ ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπ’ ἐκείνης
5τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφ’ ἧς τοὺς Φωκέας προανεῖλεν; οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφ’ ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖ‐ ται. καὶ γὰρ οὐδ’ ἐκεῖνό γ’ ἔστ’ εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς,
10ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοη‐
θέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας, τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθ’ ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο δι’ αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν. τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς736
15λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφ’ ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ δι’ ἄμφω ταῦτα ἐλάτ‐ τονος αὐτῷ λόγου, τὴν δ’ ἡμετέραν οὐδ’ αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δ’ ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτ’ ἀναγκαία προλαβεῖν, καὶ τύχης
20ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδ’ ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι. διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται. οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τού‐ τοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ
25οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον δι’ αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν. ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθ’ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δ’ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει
30μεθ’ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρ’ ἐλπίδας ἐξάγων. Θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ
παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτ’ ἐποίησεν ὑμᾶς737
35εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα

495

ἐφ’ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθ’ ὁ μὲν εἰ καὶ μὴ τοῦτ’ ἐβούλετο, ἀλλ’ οὖν τινά γ’ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δ’ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθ’ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς
5ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖ‐ νον, ὥσθ’ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δ’ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πο‐ λεμίοις παραδώσετε. τίνος οὖν ἕνεκ’ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει;
10ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι. εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δ’ αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθ’ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν,
15οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τ’ ἐπ’ ἐκείνων φενα‐ κίζειν καὶ τοῦ νῦν μεθ’ ὅπλων ἐπέρχεσθαι. ὥστ’ οὐ δι’ ἐκεῖνα ταῦθ’ ὑπακουστέον, ἀλλ’ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκ’ εἴληπται. εὖ δ’ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξα‐
20σθαι. οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολω‐ λέναι, ἀλλ’ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος. ἀλλ’ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθ’ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δ’ εἰς Φί‐ λιππον οὐκ ὀρθῶς. ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδ’
25ὑμῶν, ἀλλ’ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δ’ οὐχὶ δικαίως ἀνῄρηκε. μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερ’ αὐτῶν
εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν738
30ἅπερ Φωκεῖς. καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δ’ ἀνθ’ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισ‐ μεν ἡμεῖς γε. δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατέ‐

496

λαβον, ὁ δ’ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλ’ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ
5τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλ’ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀνα‐ θήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ
10ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δ’ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δ’ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλ’ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθ’ ὑφ’ ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλ‐ τιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα
15Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελ‐ θόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχ’ ὑμῶν οὗτος ἡγεῖτο το‐ σαῦτα χαριζόμενος, δι’ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δ’ εἰ κατ’ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν
20ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παρα‐ δοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν. Μὴ τοίνυν ἅ γ’ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντ’ ἐκείνων δῶτε, ἀλλ’ ἐνθυμεῖσθ’ ὅτι πρῶτον μὲν
25οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν
σφόδρα τούτου δεῖν ἔτι· ἔπειτ’ εἰ καὶ δυοῖν αἵρεσις ἦν, ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθ’ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθ’ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τιν’ ἄλλον739
30ἴσως τρόπον· εἰ δ’ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδ’ ὅ τι μεῖζον παρ’ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δ’ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι δι’ αὑτοὺς ἢ δι’ ἄλλους αὑτοὺς ἀξιοῦν
35ἀπολωλέναι. οὐ τοίνυν οὐδ’ ὅς’ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ

497

κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκο‐ λον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους; εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν; εἰ δ’
5ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γ’ ἔξεστι, προ‐ αιρούμεθα; ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γ’ ἐναντία τοῦ κρείττονός ἐστι λόγου. ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν
10τε δι’ ἀσφαλείας, ἃ δ’ οὐδ’ ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστ’ ἀκολουθεῖν. οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλ’ ἐξ ἀρχῆς τὰ δέοντα βουλεύε‐ σθαι, τούτων δ’ ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι. καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω
15καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ἢ ὑμῶν ταῦτα κατηγορήκασιν; εἰ δ’ οὐδὲν πώποτ’ εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν ᾧ καὶ τὰ ὑμέτερ’ αὐτῶν συμπροήσεσθε; θαυμάζω δ’ εἰ παρ’ αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων
20ἡμεῖς τε παρ’ ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δ’ ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτ’ ἐπ’
ἐκείνοις γεγένηται, εἶτ’ ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δ’ ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα. ἀλλ’ εἰ μέν τις τοῖς740
25ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθ’ ἂν δεῖν προσέχειν, παρ’ ἡμῶν δ’ αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα; καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτ’ ἀνακινοῦσιν; εἰ δ’ ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ
30βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων. ἡγοῦμαι δ’ εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφ’ οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθ’ ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι. ὁ μὲν γὰρ ἐφέστη‐
35κεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δ’ ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον. ὥστ’ εἴπερ

498

ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γ’ οὐκ εἴα. Ἡδέως δ’ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτ’ ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ
5μὲν παρ’ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντ’ ἐστὶ τὰ κάλλιστα· τὰ δ’ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κε‐ φαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γ’ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθ’ ὅσα πώποτ’ ἔπραξε
10Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρ’ ὅμοια ταῦτα τῷ πρὸς Φω‐ κέας βοηθῆσαι; οὐκ ἴσθ’ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περι‐
15ουσίας ἠγωνίζεσθε, ἐν αἷς δ’ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ
Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δ’ οὐ‐ δένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαι‐741
20μόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτ’ ἀτείχιστον ὂν τὸ κατ’ ἀρχάς· Φιλίππῳ δ’ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλ’ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ
25παρελθόντος—τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖ‐ ρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπ’ αὐτοῦ, τὸ δὲ μέλ‐ λον ἐπέρχεται—ἡμεῖς δ’ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστ’ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείτ‐ τους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος
30ὑμῖν ἀπόκειται μεθ’ ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδ’ ἡντινοῦν ἐλπίδ’ ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοί‐
35νυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλ’ ἐπικεῖσθαι καὶ παρελέσθαι

499

τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι. οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτ’ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλ’ ἵν’ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτ’ ἀναζητεῖ. ὥσθ’ ὅσῳ ἂν
5πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ. οὕτω τοίνυν οὐδ’ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστ’ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχου‐
σιν, ἀλλ’ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ συνεμβα‐ λεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δι‐742
10καίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ ’κεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θ’ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱ‐
15ρῆσθε, ὃ προστίθετ’ οἶμαι, τοῦτ’ εἰς ὑπερβολὴν φαυλό‐ τητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδ’ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτ’ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφ’ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται
20τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλ’ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δ’ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρ’ αὐτῶν τῶν
25ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θη‐ βαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτ’ ἐγκαλέσαντες τὸ μὴ συν‐ εισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν
30κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνή‐ σθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέ‐ μουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολε‐ μεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δ’ ἔπραξαν ἃ ἐβούλοντο, ἐπ’ αὐτοὺς τοὺς συμμάχους πρώ‐
35τους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.

500

Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφ’ ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρεί‐ λοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε743
5εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου τα‐ λαιπωρίας· βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δ’ ἐφ’ ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν. Ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ
10τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμο‐ νίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαί‐ ρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπι‐ χειρῇ, πότερον καθ’ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθ’
15ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθ’ ὑμῶν αὐτῶν; ποτέρως δ’ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφ’ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφ’ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχει‐
20ροῦντι; καὶ μὴν τοσοῦτόν γ’ ἐπίστασθε, ὅτι εἰ τότ’ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μη‐ λόβοτον, οὐκ ἂν ὅθ’ οἱ Λακεδαιμόνιοι τὴν ἐφ’ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ
25σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέ‐ στη. οὐκοῦν εὔδηλον ὡς οὐδ’ εἰ νῦν τι πάθοιμεν, τὰ καθ’ ὑμᾶς ἀκίνδυνα, οὐδ’ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ
μί’ ἡμέρα τά τ’ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ τἀν‐744
30ταῦθ’ εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθ’ ἡμῶν εἰ‐ πεῖν, ὑμεῖς δ’ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλ’ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστ’ οὔτ’ ἐγκαλεῖν εἴχομεν ἔτι,
35βοηθεῖν τ’ ἐψηφισάμεθα. ἆρ’ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι

501

δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δ’ ὃν ἴστε καθ’ ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθ’ ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι; καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λό‐
5γους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεν‐ αντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθ’ ὑμῖν αὐτοῖς ἀναθήσετε. μὴ τοίνυν ἐξὸν καὶ τότ’ ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτ’ ἀνθέλησθε
10τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπί‐ τηδες πονηρεύεσθαι, μηδ’ ἀνθ’ ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέ‐ λοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφ’ ἡμᾶς φανεροὶ γένησθε. οὔτε γὰρ τῶν
15ἀρχαίων κοινωνιῶν ἄξιον οὔθ’, ἵνα πάντα τἄλλ’ ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν. Ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε.
εἰ γάρ τις ἔροιθ’ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος745
20πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδ’ ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτ’ ἄδηλον εἰ κρατησόμε‐ θα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γ’, ἂν πρόσθη‐
25σθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γ’ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθ’ ὑμεῖς ἐν
30τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γ’ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες
35τὰ χείριστα κατεγνωκέναι. ὥσθ’ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δ’ αὑτοὺς τῶν χειρίστων

502

ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ. καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλ’ ὑπὲρ
5αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ
10δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν, ὦ Ζεῦ; τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας; εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι; εἰ δ’ ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρ’ ὑμῖν746
15φύντες ὑφ’ ἡμῶν πρῶτον ἐθαυμάσθησαν; οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτ’ ἂν μεθ’ ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθ’ ὑμῶν αὐτῶν καὶ τῶν ὑπ’ ἐκείνων προκριθέντων. κἀκεῖνο μέμνησθε ὅτι νῦν Φί‐ λιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ
20διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλ’ εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας. οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε. καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτ’ αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς
25τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτ’ εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλ’ αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε· ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτ’ ἀνέπειθεν, ὅτι δι’ αὐτοῦ τὸ σιδήριον
30ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται. [καὶ ἐφ’ ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δ’ ἐπ’ ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μά‐
35λιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν

503

Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον λει‐ τουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ747
5μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φι‐ λίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθ’ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη
10ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα. Καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προ‐ τρέπει. εἰ γὰρ καὶ νῦν μεθ’ ἡμῶν γιγνομένοις ἔνι τις φό‐ βος, ἦ που κομιδῆ καθ’ ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλ‐ λως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται.
15ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλ’ εἰς τὸ προθύμως ἃ γένοιτ’ ἂν, εἰ ῥᾳ‐ θυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλε‐ πὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων. πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων
20κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ δι’ ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον δια‐ βαίνειν, καὶ μηδ’ ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις με‐ ταγνῶναι, ἀλλ’ ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίν‐
25δυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμή‐
30νασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφ’ ὧν βεβόησθε. πολλὰ δὲ
λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς λό‐ γοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ δι‐ δόασι δίκην, ὥστ’ οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ συνάχθε‐748

504

σθαι καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους. ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις. οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δ’ οὐδένα
5δεσπότην πλὴν τῶν νόμων εἰδότες. καὶ μὴν καὶ κατ’ αὐ‐ τοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δ’ ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε. ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα. οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι,
10Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύ‐ σιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλ’ ἀπ’ αὐτῆς τῆς τούτου πατρίδος. οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δ’ ἐπὶ Βυζάντιον ἐλθόντος
15Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν. οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολί‐ ταις εἰσηγεῖται τὸ καθ’ αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ,
δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι μέρει· ἡμεῖς δ’ ἃ τοῖς τούτου πολίταις δι’ ἡμῶν ἐγένετο,749
20ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μει‐ ζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλ‐ λησιν ἐν καιρῷ. ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δ’, ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ
25ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πρά‐ ξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵν’ εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπί‐
ζωσιν.750