TLG 0284 038 :: Aelius ARISTIDES :: Συμμαχικὸς αʹ

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Συμμαχικὸς αʹ

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 711–731.

Citation: Jebb page — (line)

477

Οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος· πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθ’ ὑμῶν ἐλπίζων πάρε‐ στιν· ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ
5καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δ’ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δ’ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδ’ ὅσα μὲν καθ’ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι
10κύρια, ἃ δ’ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστε‐ ρον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσ‐ βεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι· οὐ γὰρ ἂν ἐν‐ ταῦθ’ ἔληγεν οὐδ’ ᾔτει ταῦθ’ ἅπερ νυνί. ὑμεῖς δ’ εἰ μὲν
15ἴσα ἀντ’ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλ’
ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον· εἰ δ’ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθ’ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθ’ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθε‐711
20λοντὰς δοῦναι δίκην. σκέψασθε δ’ εὐθὺς ἀπ’ αὐτοῦ τού‐ του τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δ’ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δ’ οὐδὲν καινὸν οὐδ’ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν
25τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φι‐ λίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλ’ ἐκεῖνοι,

478

ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάν‐ των Ἑλλήνων οὐδεὶς, οὔθ’ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθ’ ὅσοι τὴν Ἀσίαν, μεθ’ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί· τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν
5παρόν. τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσα‐ μεν, νυνὶ δ’ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρ’ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειλη‐ φότες. τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φό‐ βων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ
10προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθε‐ λῆσαι σωθῆναι. καὶ ταῦτ’ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τ’ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυ‐ νόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι.
15 Πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βρα‐ χὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ
τοὺς ὁπλίτας κατελείπομεν· πρὸς δὲ τοὺς οὔπω τοῦ μέλ‐ λοντος οὐδὲν ἐνθυμουμένους, ἀλλ’ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους712
20αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθ’ ὅσα καιρὸς ἤδη δίειμι. εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημ’ ἂν ἦν· τοῦτο δ’ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδ’ ἑορακόσιν ἔξω τὸν τρόπον
25αὐτοῦ. νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρ’ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε. ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπ’ ἀλλήλων παρα‐ δείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετ’ εὐδαιμονίας τὰς
30πόλεις οἰκεῖν. τὸ δὲ μηδ’ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαι‐ δεῦσθαι πᾶσα ἂν εἴη συμφορά. ἦν ὅτ’ ἦσαν Ὀλύνθιοι. τούτοις πῶς ἐχρῆτο Φίλιππος; ἐγὼ μὲν οἶμαι φιλανθρω‐ πότερον ἢ ’κείνοις ἦν δεομένοις. καὶ πάντα μὲν τίς ἂν εἴποι; ἀλλ’ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώ‐
35ρας, οὗ μηδ’ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν. οὕτω δὲ πλείω

479

λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δ’ ἆθλον ἐκείνων ἐποιή‐ σατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; ἦ καλούς
5τινας ἤνεγκε τοὺς καρπούς; ἀλλ’ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλ’ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλ’ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα
10πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴ‐ κης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτ’ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκ’ ἀπώλλυντο καὶ
τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι ταῦθ’ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ713
15τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλ’ ἅμ’ ἐγίγνω‐ σκον καὶ ἀπολώλεσαν. ὑμεῖς δ’ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθ’ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλ’ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν
20Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθ’ ὅσα τοιαῦτ’ ἂν εἴποι τις ἀντι‐ θέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρό‐
25κειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δ’ ἐπὶ τοιούτῳ τῷ τέλει χαρι‐ ζομένοις καὶ τοσαῦτ’ ἀνταπαιτοῦσι μὴ μῖσος μηδ’ ἀπι‐ στίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ
30τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερ’ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλ’ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνή‐ νεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε;
35 Φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατ’ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα
Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν,714

480

ἐμίσουν, οὐδ’ ὄνομ’ ἠνείχοντο. τί οὖν; ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν; οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθ’ ἡμᾶς. ἀλλ’ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη
5τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας. οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπ’ αὐτῶν, ἡνίκ’ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντ’ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν
10χώραν· καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται. ἆρ’ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν; καὶ μὴν οὐδ’ ἐκεῖνό γ’ ἔστ’ εἰπεῖν ὡς ὑμεῖς τι
15τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτ’ ἂν ὑμῶν. οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθ’ ὑπερβάλλοισθ’ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον
20δεικνύναι. ἀλλ’ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκ’ αὐτῶν ἦν διακορὴς, τοὺς δ’ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον. καίτοι μὴ νομίζετ’ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν,
25οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν,
ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν οἱ τῶν Ἑλλήνων ποτ’ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγ‐ καν μηδένα ποιεῖσθαι λόγον, ἀλλ’ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ’κείνῳ συμφέρει· οὐχ οὕτω ταπεινὸν οὐδὲν715
30σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτ’ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλ’ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολε‐ μίους. ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς

481

εἰκότως ἡγεῖται. εἰ μὲν οὖν οὐδ’ ἐφ’ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει· εἰ δ’ οἷς γε ὡμο‐ λόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν
5ἔξαρνός ἐστιν ἐλέγχεται. ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δ’ οὐκ ἀξιώσετε δουλεύειν, πο‐ λεμήσετε. καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτ’ ἀφῆκε καὶ
10φιλίας συνέθετο· εἰ δ’ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας; οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλ’ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγ‐ μασιν, οὐδ’ ἵν’ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλ’ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ
15τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει,
καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵν’ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν δι’ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι716
20καὶ σφαγὰς ποιεῖν, ἵν’ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵν’ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτ’ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπ’ Ἀθηναίους ὑπὲρ
25ὑμῶν ἔρχεται· πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται. Τί ποτ’ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθ’ ὑμῶν, ἀλλ’ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θη‐ βαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι,
30πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτ’ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νό‐
35σημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας717

482

παριὼν τὴν τοῦ φίλος αὐτοῖς ἔρχεσθαι δόξαν προκαθίει. εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἷός τ’ ἦν σιωπῇ προσ‐ ελθεῖν, πλείστου τοῦτ’ ἂν ἐτιμήσατο, ἐπεὶ δ’ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ
5μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφ’ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵν’ ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλ’ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι. ἂν δὲ δὴ καὶ τοῦτ’ αὐτῷ
10προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθ’ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὕρημα. διὰ ταῦτ’ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δ’ ἀρνεῖται. πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ
15διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους. πράτ‐ τει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλ’ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθ’ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται· ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε
20πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δ’ ὡς φίλους προσέ‐ μενος. τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζε‐
25σθαι. ἀλλ’ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεο‐ νεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν. ὃς γὰρ ἀνθ’ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθ’ ἁπλῶς ὑμᾶς ἀφαι‐
ρησόμενος, τίν’ αὑτῷ λέλοιπε παρ’ ὑμῖν χάριν; ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαι‐718
30τεῖν. οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθ’ ὑμῖν εὐ‐ μενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλ’ ὅτι καὶ Φω‐ κέας ἀνεῖλε καθ’ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότ’ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ δι’ ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλ’ ἐκ τῶν νῦν τούτων κἀκεῖνα
35μισῆσαι.

483

Ἀλλὰ μὴν πρός γε τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐχρήσαντο καθ’ ἡμῶν οἱ πρέσβεις, ἐνθυμεῖσθ’ ὅτι πρῶτον μὲν ἑαυτοῖς περιπίπτουσιν, εἰ τἀληθῆ λέγουσιν. εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτ’
5ἂν εἴη πρὸς ἀλλήλους διαφορὰ, ἀλλ’ οὐ τοῦ μηδὲν μετέ‐ χοντος τῶν ἐγκλημάτων. ὥστ’ οὐκ ἐκεῖνον πέμπειν ὡς ὑμᾶς παροξυνοῦντα προσῆκεν, ἀλλ’ ὑμᾶς εἴπερ ᾤεσθε δεῖν μνησικακεῖν, κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθ’ ἐφ’ ἡμᾶς καλεῖν. ὅτε δ’ αὐτοὶ καθ’ ὑμᾶς αὐτοὺς σωφρονεῖν
10ἐπίστασθε, πῶς ἐκείνῳ γε ταράττοντι προσέξετε; εἰ μὴ τοῦτό τις εἴποι, ὡς ὑπὲρ μὲν ὑμῶν αὐτῶν πράως οἴσετε, ὑπὲρ δ’ ἐκείνου μνησικακήσετε, καὶ ταῦτ’ ἐν οἷς ὑμεῖς, οὐκ ἐκεῖνος, ὕβρισθε, εἴ γε δεῖ τι τούτων εἰπεῖν. ἔπειτα κἀκεῖνο σκοπεῖτε, ὅπως μὴ ἅμα θ’ ὑμεῖς ὀργιζόμενοι
15φανήσεσθε καὶ τὴν δίκην παρ’ ὑμῶν αὐτῶν εἰληφότες, καὶ τοσούτῳ χείρους ἡμῶν περὶ ὑμᾶς αὐτοὺς γεγενημένοι, ὥσθ’ ἡμεῖς μὲν ἥκομεν συσσώζειν ὑμῖν ὄντες ἕτοιμοι τὰ πράγματα, ὑμεῖς δὲ—τί δ’ ἄν τις λέγοι τὸ βλάσφημον; καὶ γὰρ εἰ μὲν τούτων ἕνεκα ὅσα πώποθ’ ὑμεῖς ἐμέμψα‐
20σθε καὶ δι’ ἅ φασι δεῖν ὑμᾶς ἀγανακτεῖν ὁ Φίλιππος
ἐπέρχεται, δῶμέν τι λέγειν τούτοις· εἰ δ’ ὑπὸ τοῦ μὴ δύνασθαι κατέχειν ἑαυτὸν, δειξάτω Πύθων, εἰ καὶ ὑμῶν αὐτῶν τι τοσοῦτον κατεγνώκατε, ὥστε μνησικακοῦντες ὑμῖν αὐτοῖς ὀρθῶς ἂν ἡγεῖσθαι βουλεύεσθαι. χωρὶς δὲ719
25τούτων ἅπαντας ἂν οἶμαι συμφῆσαι τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας καὶ ὁμοφύλους ἐρίζειν πρὸς ἀλλήλους ὑπὲρ ἀρχῆς καὶ τάξεως ἀνεπίφθονον εἶναι καὶ τῶν νενομισμένων, τὸν δ’ ὅλως ἀλλότριον μηδεμιᾶς ὀργῆς μηδ’ ἔριδος χρῆναι προσίεσθαι, ἀλλὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ δύ’
30ἀδελφοὶ πρωτείων ἠμφισβήτουν ἐν σφίσιν αὐτοῖς, ἕν γ’ ἂν ἐκεῖνο ταυτὸν ἐγίγνωσκον, εἴ τις ξένος καὶ μηδὲν προσήκων ἐβιάζετο, κοιναῖς ταῖς θύραις ἀποκλείειν, οὕτως ἐπὶ τῶν Ἑλληνικῶν μηδενὶ τῶν ἔξωθεν λαβὴν εἶναι τὰ καθ’ ἡμᾶς αὐτοὺς ἀπόρρητα· —οὕτω γὰρ καὶ λέγειν
35ἄξιον περὶ αὐτῶν—ἀλλὰ νομίζειν τοὺς μὲν τῶν Ἑλλή‐ νων πρὸς ἀλλήλους πολέμους καὶ τὰ ἐγκλήματα ταῖς

484

στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἷόν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δ’ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν
5εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλ’ ἀθανάτους ἑστά‐ ναι τούτων τοὺς ὅρους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται. ὅλως δ’ εἰ μὲν ἔξεστι μνησικακεῖν, δίκαιον μὲν οὒ, χρῆσθε δ’, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ κρείττων ὁ καιρὸς τῆς τοιαύτης μικροψυχίας, ἐπὶ θάτερα συμβούλῳ τῷ Φιλίππῳ
10χρησώμεθα καὶ νομίσωμεν ἥκειν αὐτὸν οἷον ἀκούσιον διαλ‐
λακτήν. ἡμῖν μέν γε εἰ μηδὲν ἄλλο, μέμψασθαί γε τὸ κοινὸν τοῦτο ἔχοι τις ἄν. Φίλιππος δὲ οὐδαμοῦ καταλείπει τὸν οἷα πέπονθεν ἐροῦνθ’ ὑφ’ αὑτοῦ οὕτω κακῶς ἀπο‐ λογεῖσθαι περὶ τούτων μελετᾷ.720
15 Καὶ μὴν εἰ μὲν ἐν αὐτοῖς τοῖς καιροῖς τῶν ἐγκλη‐ μάτων ἐμέλλετε ἀγνωμονήσειν τι πρὸς ἡμᾶς, τάχ’ ἄν τις ἦν συγγνώμη· νῦν δὲ σκέψασθε οἷα παιδεύουσιν ὑμᾶς, ὡς οὔτε δίκαια οὔθ’ ὑμῖν συμφέροντα. εἰ γὰρ ἡνίκα μὲν δι’ ἀπεχθείας ἀλλήλοις ἦμεν, κατείχετε ὑμᾶς αὐτοὺς, ὅτε
20δ’ ἔργῳ πάντα ὑφ’ ἡμῶν λέλυται καὶ συστρατεύεσθαι βουλόμενοι πάρεσμεν, τηνικαῦτα ὀργιεῖσθε, σκοπεῖσθε μὴ θάτερον οὗ βούλεσθε ποιήσητε. οὐ γὰρ τοῖς ἀδικοῦσι δόξετε μνησικακεῖν, ἀλλὰ τοῖς εὖ ποιεῖν προῃρημένοις ὀρ‐ γίζεσθαι. καὶ μὴν ἀμφοτέροις οὕτω γ’ ἂν ἐναντίως τοῦ
25δέοντος χρήσαισθε, [καὶ ὑμῖν ἀμφοτέρως τοῦ δέοντος ἐναντίως] τὸν μὲν καθ’ ὑμῶν ἥκοντα τῶν ὑπὲρ ὑμῶν προκρίναντες, ἡμῖν δ’ αὖ μετριώτερον ἐχθροῖς οὖσιν ἢ φίλοις χρώμενοι. πάντων δ’ ἀτοπώτατον τὰ μὲν ἐγκλήματα κοινὰ ἑκατέρωθεν εἶναι, τὸ δ’ ὀργίζεσθαι παρ’ ὑμῖν μό‐
30νοις, καὶ ταῦτα τοῦ στρατεύματος ὄντος οὐκ ἐπὶ ζωστῆρι οὐδ’ ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἀλλ’ ἐν μεθορίοις τῆς Φωκίδος καὶ τῆς ὑμετέρας, ἐν προθύροις οὑτωσὶ τῶν Θηβῶν, ὥστε με φρίττειν νυνὶ περὶ ταῖς πύ‐ λαις. τί ποτ’ οὖν ὑμετέρου τοῦ πράγματος ὄντος ἡμεῖς
35ἥκομεν τεταραγμένοι; μάλιστα μὲν οἶμαι τύχη τις ἀμφοῖν ταῖν πόλεσιν ἀγαθὴ στρατηγεῖ, ἔπειτ’ αἴσχιστον ἦν ἔργῳ

485

μὲν σώζειν ὑμᾶς ἐγνωκέναι, λόγῳ δ’ ὀκνῆσαι διδάξαι τὰ δέοντα, ἄλλως τε καὶ προσδοκίας οὔσης ἐγχειριεῖν ἐκεῖνον διαστρέφειν τἀληθὲς, ὅπερ εὑρήκαμεν. πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρ’ ἐκείνου πρέσβεων ἡμετέρων
5ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται. εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφ’ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι. μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθ’ ὑμῶν ἰσχυρὸν ποιήση‐721
10τε, ὃ δ’ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε. ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δ’ Εὐβοέας καὶ Χαλκιδέας, τό γ’ ἐφ’ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθ’ ἡμᾶς ἐδεδρά‐
15κεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκ’ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας· ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι; θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρ’ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δ’ εἰς οἰκειότητα καὶ πίστιν
20φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις. ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθ’ ἡμεῖς καὶ ὡς Διόνυσος παρ’ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ
25τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθ’ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθ’ ὅσα τοιαῦτα, ἐάσο‐ μεν· ἀλλ’ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτ’ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρ’ ἐλθόντες πατρίδα τὰς
30Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσα‐
σθε, τοῦτο δ’ ὑμεῖς, ἡνίκ’ αὖθις ἐφ’ ὑμᾶς ἐβάδιζον Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετ’ ἐκείνων, ὥστ’ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσά‐722
35μενοι καὶ μάχῃ νικήσαντες μεθ’ ὑμῶν ἠλευθερώσαμεν τὴν

486

Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δ’ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι. καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλα‐ βόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων
5ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις. Οὐ τοίνυν μόνον πόλει πρὸς πόλιν ἡμῖν πλεῖστα
10ὑπάρχει πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν ἰδίων φιλιῶν τὰς παρ’ ὑμῶν τε καὶ ἡμῶν ἰσχυροτάτας εἶναι συμβέβηκε. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ Θησέως ἑταιρίας, ἢ τί μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ; οἳ σκευήν τε τὴν αὐτὴν ἐφόρησαν καὶ ταὐτὰ γνόντες ἡμέρουν τὴν γῆν. καὶ
15ὅτε τοίνυν Ἡρακλεῖ φίλου ἐδέησε, Θησεὺς αὐτὸν Ἀθήναζε ἀγαγὼν ἀνακτᾶται. ὡς ἔδει γε, ὦ Ζεῦ καὶ Πόσειδον καὶ πάντες θεοὶ, νῦν ὡς ἀληθῶς, νῦν τῆς ἐκείνων συστάσεως καὶ μελέτης καὶ φιλοτιμίας. οἶμαι γὰρ οὔτε τὴν ἐπ’ Ἀμα‐ ζόνας στρατείαν οὔτ’ ἄλλον οὐδένα ἂν αὐτοὺς προελέσθαι
20πόλεμον, πρὶν μίαν ταυτηνὶ κεφαλὴν κοινῇ συνεξελεῖν, ἧς οὔτε Ἰσθμὸς ἀπείρατος οὔτε ἔθνος οὐδὲν, ἀλλὰ καὶ γῆ καὶ θάλαττα ἐπιλείπει λῃστευομένη. νῦν τοίνυν ἐκεῖνοι μὲν ἀθλοθέται τοῦ πολέμου, ἀγωνισταὶ δ’ ἡμεῖς ἐξ ἁπάντων
προὐκρίθημεν. τί οὖν οὐ μιμούμεθα τοὺς ἀρχηγέτας;723
25καλὴν μὲν οὖν, ὦ ἄνδρες Θηβαῖοι, κἀκείνην κοινωνίαν συνέστημεν, ἧς μικρῷ πρόσθεν ἐμνήσθην, ἡνίκα Λακε‐ δαιμονίους γῆς καὶ θαλάττης ἄρχοντας οὐ κατεδείσαμεν· οὐ μὴν ἐγένετο ἡμέρα τῆς ἐπιούσης ταύτης ἀναγκαιοτέρα οὐδὲ καιρὸς ἀμείνων οὐδ’ ἐν ᾧ μᾶλλον ἔδει συστῆναι καὶ
30πόλεις καὶ ἥρωας καὶ θεοὺς αὐτούς. ἀνὴρ ὑβριστὴς ἐκ τοῦ βαράθρου τῆς γῆς ὁρμώμενος κακῇ μοίρᾳ τῶν Ἑλ‐ λήνων, μᾶλλον δ’ αὑτοῦ τραφεὶς, κωμάζει συχνὸν ἤδη χρόνον οὐ φορητὰ, πόλεις ἀναιρῶν, πολιτείας μετατιθεὶς, φυγὰς ἐναλλάττων, ἐμβατεύων εἰς τὰ τῶν Ἑλλήνων πρά‐
35γματα, ὥσπερ εἰληφὼς ὑπερήμερον τὴν Ἑλλάδα, κωλύει

487

δ’ οὐδεὶς οὐδὲ κινεῖται, ἀλλ’ ὥσπερ ἄνω καταρρακτῶν ἢ περὶ τὴν ἐρυθρὰν τούτων γιγνομένων, ἢ πρὸς ἅπαντας ἀνθρώπους μᾶλλον ἢ πρὸς ἡμᾶς ὄντων, ὕπνος θαυμαστὸς ἅπασι καὶ ῥᾳθυμία κατακέχυται, καὶ καθάπερ τὰ ἐν ταῖς
5ἱστορίαις παράδοξα οὕτως ἀκούομεν, θαυμάζοντες τὰ γιγνόμενα, οὐχ ὅπως παύσεται ζητοῦντες· καὶ γέγονε πάνθ’ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῶν Ἑλλήνων πράγματα, νύκια καὶ ἡμέραν ἄνω καὶ κάτω στρεφόμενα, καὶ κατέχει συνήθης ἀκοὴ τῶν κακῶν, ἐν πορθμῷ Φίλιππος, ἐν Με‐
10γάροις Φίλιππος, Ἀρκαδία νοσεῖ, Χαλκιδεῖς ἀπολώλασι,
Θετταλία δεδούλωται, πολιορκεῖ Βυζάντιον, Ἦλιν εἴλη‐ φεν, Ὁμήρου κατάλογος ἁρπαζομένων γέγονε τῶν Ἑλλή‐ νων. καὶ τοσούτων χρημάτων καὶ σωμάτων καὶ τόπων ἀπολωλότων καὶ πάντων πάντα σεσυλημένων οὐδέν ἐστι724
15τῶν πάντων φοβερώτερον οὐδ’ ἐφ’ ᾧ μεῖζον ἄν τις στε‐ νάξειεν ἢ ὅτι τὰς γνώμας ἡμῶν καὶ τὸ λογίζεσθαι σεσύ‐ ληκε, καὶ τοσαύτῃ φαρμάκων περιουσίᾳ καὶ γοητείᾳ κέ‐ χρηται ὥστε πάντας ἅπαντ’ αὐτῷ καθ’ αὑτῶν συμπράτ‐ τειν ἀναπέπεικεν, ὥσπερ ἐὰν ἀπόλωνται κερδανοῦντας, καὶ
20γέγονε τῶν Ἑλλήνων ἔρις ὅστις πρότερος ἐκείνου γένηται, καὶ περίεστι τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἐκ πληγῆς ἤ τινος ἄλλου κακοῦ σφαλλομένοις βαδίζουσιν οἷς τὸ μὲν κατε‐ νεχθήσεσθαι πρόδηλον, τὸ δὲ μέλλειν ἔτι, τοῦτ’ ἐστὶν ἡ δύναμις. ὁ δ’ ὥσπερ τυφὼς ἢ πρηστὴρ ἐμπεσὼν ἐλαύνει
25κατάκρας αἰγίδι λαμπρᾷ πάντα τὰ πράγματα, οὐδὲν παριεὶς, τοῖς μὲν ὅπλα, τοῖς δὲ λόγους προσφέρων, μόνον οὐκ ἐπαναγκάζων ἅπαντας ἀναστῆναι. ἀλλ’ ὅμως οὐδείς πω τοῦθ’ ὑπήκουσεν αὐτῷ, ἀλλ’ ὥσπερ ὁμίχλης ἢ ζόφου πάντα κατειληφότος οὔθ’ ἡμᾶς αὐτοὺς οὔτ’ ἐκεῖνον γνῶναι
30δυνάμεθα, ἀλλ’ εἰδότες μὲν τὸ μέλλον, οὐ βουλόμενοι δὲ εἰδέναι δοκεῖν, ἑκούσιοι τὰς ἀνάγκας ἀναμένομεν. καὶ φάσματος μὲν ἄλλου του συμβάντος οἷα κατ’ οὐρανὸν, ἢ σεισμῶν ἢ πνευμάτων ἔξω τοῦ μετρίου κατασχόντων, ἔδει μὲν δεδιέναι πάντας, ἔδει δ’ ἀλλήλους συγκαλεῖν,
35ἰέναι δὲ θεωροὺς εἰς Δελφοὺς καὶ Δωδώνην καὶ παρ’

488

Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δ’ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦν‐ τος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέ‐
5πουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλ’ ὥσπερ νεφέλῃ κε‐ καλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμε‐ νος, δρᾶσαι φανερὸς, παθεῖν δ’ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις725
10ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος. σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων; ἅπαντα ταῦθ’ ἕν ἐστι, δεινὸν πλεο‐ νάζων Φίλιππος. τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι; τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον; ἡμῖν
15τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι. Σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι. τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φί‐
20λιππον. ἀλλ’ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται. ὅτι τοίνυν οὐκ ἔστιν ἐφ’ ὑμῖν, οὐδ’ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε. νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι. διέντες μὲν τοί‐ νυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δ’ οὐχ ὅσον
25βούλεται χαρίζεσθε. ὥσθ’ ἥ τε παρ’ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρ’ ἐκείνου προσγίγνεται. ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστ’ ἐφ’ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς; ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δ’ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν726
30δ’ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δ’ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοι‐ βίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότ’ ἐκεῖνος παριὼν ὡς ἐπ’ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν,

489

ἀξιοῖ τὰς Θήβας ἔχειν, κλητεύσετ’ αὐτὸν εἰς τοὺς Ἕλλη‐ νας, ἢ τί χρήσεσθε; τί δ’ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπ’ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθ’ ὑμᾶς
5θήσετε; εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δ’ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε; εἶεν. διεῖναι μὲν δὴ
διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δ’ ἐστὶ συνεισβαλεῖν καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν727
10μέλλετε. σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἴητε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευ‐ θερίας τῆς θ’ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι. ἡγοῦμαι δ’ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπί‐
15δας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν. ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φί‐ λιππος δ’ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί. καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί· Φιλίππῳ δ’
20ἀκολουθεῖν ἀνάγκη. τοῦτο δὲ ὅσον διαφέρει γνῶτε. εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδ’ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθ’ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν; οὐδ’ ἂν εἷς εἴποι. οὐκοῦν οὐ μικρόν
25τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθ’ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρα‐ τάξασθαι πρὸς ἡμᾶς. εἶθ’ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν
30ἐστι πέρας, τοῦτ’ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε; μηδαμῶς· ἀλλ’ ἐνθυμηθέντες παρ’ ὑμῖν αὐτοῖς
ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ728
φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια729
35ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα

490

τῆς Ἑλλάδος καὶ νῦν ἐφ’ ὑμᾶς ἥκοντα, ἡμᾶς δ’ οἰκειού‐ μενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτ’ ἀστυ‐ γείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψά‐
5μενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκα‐ τέρας σχῆμα. ἡμεῖς μὲν τοίνυν ἐν ἐλευθερίᾳ καὶ νόμοις τραφέντες παραπλησίοις ὑμῖν ἥκομεν αὐτοί τε ὑπὲρ τού‐ των ἕτοιμοι παρατάττεσθαι καὶ ὑμᾶς ἀξιοῦντες τοιούτους ἑτέρους εἶναι· τούτων δ’ οἱ μὲν προδόται τῶν ἑαυτῶν
10πατρίδων ἥκουσιν, αἰσχρὸν παράδειγμα πᾶσι τοῖς Ἕλλη‐ σιν, οἱ δ’ ὑπ’ ἀνάγκης ἀπεσταλμένοι, ἥδιστ’ ἂν εἰ κύριοι νεύματος ἦσαν, αὐτὰ τἀναντία ὑμῖν προδείξοντες. καίτοι πότερ’ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελ‐ τίους ἂν εἴητε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν
15ἑαυτοῖς συνεμβῆναι; σκέψασθε δὴ κἀκεῖνο, εἰ περιῆν Ἐπαμεινώνδας, πότερ’ ἂν τούτων ὑμῖν συνεβούλευε, πό‐ τερον συγκαταδουλοῦσθαι τοὺς Ἕλληνας Φιλίππῳ καὶ ζῆν ἐν προσθήκης μέρει τούτῳ, ὅς ποθ’ ὡμήρευε παρ’ ὑμῖν, ἢ τἀναντία τούτων; νῦν τοίνυν ἀντ’ ἐκείνου τὴν ἐκείνου
20δόξαν αἰσχυνθέντες καὶ τὴν ἐν Λεύκτροις μάχην, εὐξά‐ μενοι τῷ Διὶ τῷ ἐλευθερίῳ καὶ Ἡρακλεῖ τῷ ἀλεξικάκῳ καὶ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ Ἰσμηνίῳ καὶ θεοῖς καὶ ἥρωσι τοῖς κοινοῖς τῶν Ἑλλήνων, ἀξιώσατε ὑμᾶς αὐτοὺς μεθ’ ἡμῶν ὀφθῆναι· καὶ πειραθῶμεν τοῖς μεθ’ ἡμᾶς
25ἀρετῆς παραδείγματα μὴ χείρω καταλιπεῖν ἢ παρὰ τῶν προτέρων αὐτοὶ παρελάβομεν. οὕτως εἰ προσθῇ τις ἀπὸ τῆς στρατείας, θαρρῶμεν, ἐπειγώμεθα· εἰ δέ τις ᾤετο τοῖς πωλοῦσι τὰς πατρίδας μόνοις εἶναι θαρρεῖν, οὐκ ὀρ‐730
θῶς ἐγίγνωσκεν.731