TLG 0284 036 :: Aelius ARISTIDES :: Λευκτρικὸς δʹ (ὑπὲρ Θηβαίων δεύτερος)

Aelius ARISTIDES Rhet.
(Mysius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN AELIUM ARISTIDEM (5008)

Λευκτρικὸς δʹ (ὑπὲρ Θηβαίων δεύτερος)

Source: Dindorf, W. (ed.), Aristides, vol. 1. Leipzig: Reimer, 1829 (repr. Hildesheim: Olms, 1964): 684–695.

Citation: Jebb page — (line)

Εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ
10τὰ Θηβαίων, ἀλλ’ ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος. ἐγὼ δ’ εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φί‐ λους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν
15εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι. ὥστ’ εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαι‐ μονίοις ἰσχυρὸν τὸ μηκέθ’ ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι. ἐκείνους μὲν οὖν μηκέτ’ ἐχθροὺς νο‐
20μίζειν παραινοῦσιν οὗτοι, τούτους δ’ ὁρῶ φίλους ὑπάρ‐ χοντας πρὶν καὶ καλεῖν ἡμᾶς. εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστ’ εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗ‐ τοι σπουδάζουσι, ποῦ θήσομεν; καὶ οὐκ ὀφείλειν, ὦ Ἀθη‐
25ναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτ’ εἶναί φημι καὶ προσήκοντα. θαυμάζω δ’ εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νο‐
30μίζων ἰσχυροὺς εἶναι, τὸ δ’ ἐχθροὺς καὶ πολεμίους κα‐684

458

ταστῆναι συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολε‐ μοῦντας δέδοικεν αὐτοὺς, ἐφ’ ὑμᾶς δ’ ὅπως ἥξουσι δια‐ πράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθ’ ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέ‐
5πει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δ’ ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστά‐ των συμμαχίας μάλιστ’ ὠφελούσας, ἀλλ’ οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι. ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι
10τοῦ Θηβαίους ἐφ’ ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δ’ ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφ’ αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται. Καὶ μὴν τὸ μέλλον μὲν ἄδηλον, ᾧ πολλῷ χρῶνται κατὰ τῶν Θηβαίων, εἰ δὲ δεῖ τὸ προχείρως βλασφημεῖν
15καὶ φιλονεικεῖν ἀφιέντας αὐτὰ τἀληθῆ σκοπεῖν, πολὺ πλείων πίστις ἐστὶ Θηβαίοις ἢ Λακεδαιμονίοις· καὶ τού‐ του μάρτυρας ὑμῖν αὐτοὺς τοὺς ἀντιλέγοντας παρέξομαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο, εἰπέ μοι, καλῶς ἐποίησαν Λα‐ κεδαιμόνιοι τὴν Καδμείαν καταλαβόντες, εἰ φυλάττουσι τὸ
20ἀρτίως σχῆμα τὸ πλαστόν; οὐ καλῶς, ἐροῦσι δή που. διὰ τί, εἴ τις αὐτοὺς ἐπανέροιτο, παρεσπόνδησαν, φήσουσι. τί γὰρ ἄλλο; οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι, τούτοις ἥν φημι μαρτυρίαν παρέχονται. ἴστε γὰρ δή που τοῦθ’ ὅτι ἐν εἰρήνῃ καὶ
25σπονδαῖς μάλιστα οἱ τὰ δίκαια ποιεῖν βουλόμενοι κρίνον‐ ται· ἐν γὰρ τοῖς πολέμοις οὐχ ὁ τρόπος κύριος, ἀλλ’ ὅς’ ἂν ἡ τύχη δῷ καὶ ὁ καιρὸς, ταῦθ’ ἕκαστοι μεταλαμβά‐ νουσιν. ὁπότ’ οὖν ὅτ’ ἦσαν ἀμφότεροι κύριοι γνώμης, Θηβαῖοι μὲν τὰ αὑτῶν πράττειν οἰόμενοι δεῖν ἐφάνησαν,
30Λακεδαιμόνιοι δ’ ἐπιόντες καὶ πλεονεκτοῦντες, πῶς οὐ τῷ παντὶ δεῖ νομίζειν πιστοτέρους Θηβαίους, καὶ τὸν φόβον τοῦτον ἐπὶ τοὺς Λακεδαιμονίους μεταθεῖναι, μή ποτε εὐ‐ πορήσαντες δυνάμεως ταυτὸν καὶ πρὸς ἡμᾶς πράξωσι; καὶ γὰρ οὐδὲ ἐκείνῳ ἔγωγ’ ἂν πεισθείην, ὡς διὰ Βοιωτίας685
35μὲν διεξιόντες τότ’ εἰσῆλθον εἰς Θηβαίους τῷ καιρῷ χρη‐ σάμενοι, ὑμῶν δ’ εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντ’

459

ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπο‐ λεμηκότες ἦτε. ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθ’ ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαί‐
5νεται, μηδὲν ἧττον φυλάττεσθε. ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἡ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν. ὥσθ’ ὅσῳπερ ἂν τοῖς Θη‐ βαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν ὃ νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται. ἔτι τοίνυν Θηβαίους μὲν
10οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρ’ ἑκόν‐ των τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπ’ αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δ’ ὕστε‐ ρον δυνάμει κατασχόντας· λέγουσι δ’ ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς
15τὸν Πέρσην πολέμῳ κατ’ ἀμφότερα ἡγοῦντο, τοῦτο δ’ ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν. ταῦτ’ οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδ’ ὅσην οἴεταί τις εὐμάρειαν ἔχει. Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδ’ ἐμβαίνειν
20εἰς τὴν θάλατταν, ἣ πᾶσι μᾶλλον ἢ ’κείνοις προσήκει. ἃ γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτ’ οὐδὲ ζητεῖν
ἀξιώσουσι· Λακεδαιμονίοις δ’ ἐπεξιόντες καὶ τἀκείνων καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν. εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις,686
25οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δ’ ὑμῖν πολὺ μᾶλλον ἢ Θηβαίοις, πῶς οὐ κατ’ ἀμφότερα τὰ Θηβαίων αἱρετώ‐ τερα; αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μι‐ σοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμ’ αὐτοῖς;
30 Ἔστι τοίνυν καὶ παρ’ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρ’ ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν·

460

οὗ τί γένοιτ’ ἂν μεῖζον σύμβολον τοῦ πιστῶς ἔχειν ὑμῖν; ἆρ’ οὐκ ἐξ ἁπάντων ἀδεέστερα καὶ ἀδολώτερα φαίνεται; εἰ δὲ δεῖ πρὸς ἀναιδῆ διαβολὴν εὐγνωμοσύνης ὑπερβολῇ χρήσασθαι, τὸ μὲν μέλλον ἀφῶμεν· πολλὰ γὰρ ἐν τῷ
5παντὶ χρόνῳ γένοιτ’ ἂν ἃ καὶ προειδέναι ἀμήχανον καὶ προπιστεύειν οὐκ ἔνεστιν· ἐκ δὲ τῶν ἤδη γεγενημένων καὶ περὶ ὧν οὐδεμία τίς ἐστιν ἀμφισβήτησις, Θηβαίους αἱρού‐ μενοι τὰ δίκαια ποιήσοντες ἐσμὲν δῆλοι, τοῦτο μὲν ἀνθ’ ὧν ὑπῆρξαν εἰς ὑμᾶς εὐεργεσιῶν, τοῦτο δὲ ἀνθ’ ὧν διὰ
10ταῦτα καὶ πρότερον αὐτοὺς προσηκάμεθα, τοῦτο δὲ ἀνθ’ ὧν Λακεδαιμόνιοι καὶ ἡμῖν ἀμέτρως κἀκείνοις ἀδίκως κέχρηνται. εἰ δ’ ὑπὲρ μὲν τοῦ μέλλοντος οὐκ ἐνέσται διισχυρίσασθαι, τὰ παρελθόντα δὲ ἀφ’ ὧν τὸ δίκαιον κρίνεται σιωπᾶν ἡμῖν προστάξουσιν οἱ μέχρι τοσούτου
15φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον, ἄλλο τι λοιπὸν ἢ νεύματι τὴν βοήθειαν δεήσει δεικνύναι; οὐ γὰρ εἰπεῖν γε δήπουθεν οὐδὲν ἐξέσται. καὶ τίς ἂν ταύτης τῆς ἀλογίας ἀνάσχοιτο; ἄξιον δ’ ἐτά‐ σαι τὴν Λακεδαιμονίων δεινότητα καὶ τὸν τρόπον ὅντινα687
20ἀεὶ χρῶνται τοῖς πράγμασιν. οὗτοι πολεμήσαντες ἡμῖν πο‐ λέμους δύο, τόν τε Δεκελεικὸν τὸν πρότερον καὶ τὸν ὕστε‐ ρον τουτονὶ τὸν Κορινθιακὸν, πῶς ἐχρήσαντο ἀμφοτέροις; ἐπ’ ἐκεῖνόν τε βασιλέα σύμμαχον ἐκάλεσαν, δι’ οὗ μά‐ λιστα ἡγοῦντο ἡμᾶς καταλύσειν, καὶ τοῦτον διὰ τοῦ αὐ‐
25τοῦ τούτου κατέθεντο πέμψαντες Ἀνταλκίδην, ὃς ἐξέδωκε τοὺς Ἕλληνας αὐτῷ, μισθὸν τῆς εἰρήνης, καὶ ταύτην τε‐ λευτὴν ἀμφοτέροις ἐπέθηκαν. εἶτα Λακεδαιμονίους μὲν οὐδὲν κωλύσει δι’ ὅτου ποτ’ ἂν οἴωνται τρόπου πλέον ἕξειν, τούτῳ χρῆσθαι, ἡμεῖς δ’ εἴ τινας τῶν ὑπαρχόντων
30ἰσχυροὺς ἡ τύχη πεποίηκε, τούτους ἐγκαταλείψομεν; καὶ μὴν οὐ τηλικοῦτόν ἐστι τὸ Ἀθηναίους Θηβαίοις προσθέ‐ σθαι κατὰ Λακεδαιμονίων, ἡλίκον τὸ Λακεδαιμονίους τῷ Πέρσῃ προσθεμένους ἐκδοῦναι τοὺς Ἕλληνας. ἢ ὅμοιον Ἴωνας καὶ Αἰολέας καὶ Δωριέας προέσθαι διαπραττομένους
35αὐτούς τι καὶ μηδένας ἀνθρώπων προδιδόντας τοῖς ἀστυγεί‐

461

τοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι; ἢ δέδιμεν μή τιν’ ἔχωμεν ἰσχυρὸν σύμμαχον; καὶ τί γένοιτ’ ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν
συμμάχων εὐτυχεῖν; καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν688
5φευξόμεθα, τίνας εὐξόμεθ’ ὑμῖν ὑπάρχειν; ἡμεῖς Κερκυ‐ ραίους ποτ’ ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρί‐ ναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδ’ ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοι‐ νὸν πρὸς τὴν πόλιν, ἄλλως δ’ ἔχοντες δύναμιν ἑωρῶντο,
10πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφ’ ἡμᾶς ἀγαγεῖν καὶ δι’ ἡμῶν ποιή‐ σασθαι. νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται. καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκα‐
15ταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθ’ ὡς εἰπεῖν ὅς’ ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δ’ ἑκούσιος, μέχρι ἂν τῶν δι‐ καίων τυγχάνῃ, διαρκέστατόν ἐστι. Σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην
20οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρ’ ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν. εὔδηλον τοῦτ’ ἔστιν. εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθ’ ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως,
25ὅτε καὶ τοῦτ’ αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι; εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπ’ αὐτοὺς βοηθητέον; οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν
ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον689
30αὐτοῖς, ἵν’ ἰσχυροὺς ποιήσωσιν, οὐδ’ ἵνα ταῦθ’ ἃ νῦν πάθωσιν ὑπ’ αὐτῶν—καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτ’ ἐσπούδαζον—ἀλλ’ οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δ’ ἐκείνων βούλευμα ἕτερον ἦν· ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν
35ἔχει λόγον. μάθοιτε δ’ ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλ’ ἐφ’ ὑμᾶς ἦλθον καὶ κατέ‐

462

λαβον τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε; συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν; ἃ γὰρ παρὰ τούτων τότ’ ἂν δικαίως ἀπῃτήσατε, ταῦθ’ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ
5βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπου‐ δάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας,
10τί ἐπείγονται; ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολε‐ μηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδ’ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλ’ ἀπολέσθαι μᾶλλον αἱροῦνται.
15εἰ δ’ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦ‐ σαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶ‐ σαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο δι’ ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρή‐
20σασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι; τί δ’ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακε‐ δαιμόνιοι; καὶ πῶς τοῦτο γένοιτ’ ἄν; εἰ πάντες νὴ Δία690
25παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτ’ ἂν τοῦτο γέ‐ νοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖ‐ κας μεθ’ αὑτῶν ἐξαγάγοιεν. ἔπειτ’ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις; οὐχ ὑπερβεβηκότες τὸν ὅρον
30τῆς βοηθείας ἐσόμεθα; πότερον οὖν ἀναιρήσομεν αὐτούς; καὶ πῶς ἀνεκτόν; ἀλλὰ πάλιν μετ’ αὐτῶν ἐσόμεθα; καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζό‐ νως ἀμυνώμεθα; οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ
35τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοι‐ χοῦντας ἀεί. Ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν

463

πόλεμον κοινόν ἐστιν ἐπ’ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλο‐ μένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει. φέρε δὴ πρὸς τοῦ Πλα‐ ταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε
5πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμο‐ νίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη
τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότ’691
10ἐποιήσασθε συμμάχους; εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλ’ ὑπὲρ Θηβαίων τότ’ ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πά‐ λιν τοῦτο, ὃ τότ’ ἂν τούτοις; ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς
15νῦν μεταθήσεσθε, ὁπότ’ εἰ καὶ μετ’ ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε; καὶ μὴν εἴ γε ἀπή‐ λαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαν‐ τες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττε‐ σθαι συνεβούλευον ἂν ὑμῖν. εἰ τοίνυν ἔχονται, ποθοῦσι,
20καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτ’ αὖ παρ’ οὐδὲν θήσομεν; ἀλλ’ οὐκ ἄξιον. πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ; τουτὶ γὰρ ἀρτίως ἐλέγετο. ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυ‐ μάζειν λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι
25τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ ’κείνως τότ’ ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλ’ ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότ’ ἐφ’ οἷστισιν ἔσται κοινῇ γνώ‐ μῃ σκοπεῖν. ἔπειτ’ ἔγωγε πρόχειρον ἔχω τοῦτ’ ἀποκρί‐ νασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφ’ οἷσπερ πρότερον.
30καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ
συγχωρήσουσιν; ἀλλ’ εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν. πολὺ γὰρ τὸ ἐκεί‐ νων χαλεπώτερον εὑρήσομεν ὄν. εἰ γὰρ ἐφ’ οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ692
35κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται. ἱκέτας δὲ καὶ προ‐

464

στάτας τοὺς αὐτοὺς μὰ τοὺς θεοὺς ἔγωγε οὐκ ἐπινοῶ. ἀλλὰ κἂν ἐξ ἴσου δέῃ τὴν συμμαχίαν ποιεῖσθαι, θαρρῶν ἂν εἴποιμι Θηβαίους μᾶλλον αἱρεῖσθαι, οὓς ὅτι κρείττους Λακεδαιμονίων αὐτοὶ λέγουσιν οὗτοι. τὸ δὲ τοῖς κεκρατη‐
5μένοις καὶ τοῖς ἠτυχηκόσιν εἰς ἴσον ἐλθεῖν οὐδ’ ὑπερβο‐ λὴν αἰσχύνης ἀπολιπεῖν νομίζω. πότε γὰρ πλεῖον, ὦ Ἀθη‐ ναῖοι, Λακεδαιμονίων ἔξομεν, εἰ νῦν ὅτ’ εἰς χρείαν ἡμῶν ἐληλύθασιν, ἐξ ἴσου γιγνόμενοι στέρξομεν; εἰ δ’ ἐπωνυ‐ μίας σεμνότητα σκοποῦσιν, ἢ πρὸς δόξαν ὀνόματος τὰ
10τοιαῦτα κρίνουσιν, ἀρχηγέται Θηβαῖοι τούτων εἰσὶν οὓς θαυμάζουσι. μὴ οὖν ὡς φαυλοτέρους ἀναινέσθων, ἐπεὶ ὅτι γε εὐπρέπεια ταῦτ’ ἐστὶ ῥημάτων καὶ οὐδὲν οἷον ἂν δόξειέ τις ἐγὼ δείξω ῥᾳδίως ἐπ’ αὐτοφώρῳ. εἰ γὰρ ἠτυ‐ χήκασι Λακεδαιμόνιοι καὶ καταπεπτώκασι καὶ οὐδ’ ὁτιοῦν
15αὐτοῖς καταλείπεται, παραδόντες αὑτοὺς καὶ εἰσαγαγόντες ὑμᾶς εἰς τὴν πόλιν, ὥσπερ εἰς τὴν ἡμετέραν αὐτοί ποτ’ εἰσῆλθον, οὕτως εὑρισκέσθων τὴν σωτηρίαν· καὶ μὰ τὸν Δί’ οὐ πολλοί με φθάσουσιν, ἀλλὰ πρῶτος ἀναστὰς κε‐ λεύσω τοῖς Θηβαίοις ἀνταίρειν, ἂν μὴ πείθωνται λόγῳ
20μηδ’ ἀπέχωνται τῶν ἀνδρῶν. ἀλλ’ οὐ ποιήσουσιν οὐδέποτ’, οἶμαι, ταῦτα Λακεδαιμόνιοι· πόθεν; ἐπεὶ καλῶ τοὺς πρέ‐ σβεις, καὶ θεωρεῖτε. μικρὸν οὖν ὕστερον ὑμῖν ἐξέσται τού‐ του πεῖραν λαβεῖν· νῦν δ’ ἔτι μοι μικρὸν προσθεῖναι
δότε. ὑπῆλθε γάρ με λέγοντα μεταξὺ τὸ τῆς παλαιᾶς693
25βοηθείας, ἣν ἐν τοῖς ἐσχάτοις καιροῖς λαβόντες παρ’ ἡμῶν αἰτήσαντες αὐτοὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν ἐλθόντες κατέπεμψαν, συνεστηκότος μὲν τοῦ πολέμου καὶ ἀκμάζον‐ τος αὐτοῖς, ὄντες δ’ ἐν χρείᾳ συμμάχων, τοῖς δ’ ἄλλοις ἅπασι τοῖς παροῦσι χρώμενοι, καὶ οὐδ’ ἂν αὐτῶν αἰτου‐
30μένων συγχωρήσαντες ἀπελθεῖν ἐκείνων οὐδέσιν. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ποιήσωσι καὶ φῶσι μηκέτι χρῄζειν ὑμῶν. ἤτοι νὴ Δί’ ὑποπτεύσαντες ἢ καὶ ὁπωσοῦν δόξαν αὐτοῖς, οἱ δ’ ἄνδρες ὑβρισταὶ καὶ κρυψίνοι, ἦ που χαρίεντα πεπονθότες ἄπιμεν καὶ ὑπ’ ἐκείνων ὑβρισμένοι
35καὶ τούτους παρεορακότες, ἐχθροὺς δ’ ἀμφοτέρους ἔχον‐ τες τὸ λοιπόν.

465

Ἐμοὶ δὲ καὶ τοῦτο θαυμαστὸν φαίνεται, εἴ τις τὸ μὲν Θηβαίους μόνους ἀντιπάλους ἡμῖν καταλειφθῆναι δέδιε, τὸ δὲ πρὸς ἀμφοτέρους ἡμῖν εἶναι τὸν λόγον οὐ‐ δενὸς ἄξιον κρίνει φόβου. νὴ Δί’ ἀλλ’ ὄντων τῶν τρο‐
5παίων οὐκ ἄξιον καταπολεμῆσαι Λακεδαιμονίους. ἡμεῖς δὲ αὐτοὺς τοὺς εἰσηγησαμένους ἡμῶν πολίτας, δι’ ὧν ταῦτα ἀνεστήσαμεν, οὐκ ἀφήκαμεν διὰ ταῦτα, ὅτ’ ἠδικηκότας ὕστερον εὕρομεν, ἀλλὰ τοῦτο μὲν Μιλτιάδην ἐν τῷ δεσμω‐ τηρίῳ τελευτήσαντα οὐκ ἐκρίναμεν παρ’ ἀξίαν ἀπολωλέναι,
10τοῦτο δὲ τὸν τῶν καλλίστων ἔργων σύμβουλον καὶ στρα‐ τηγὸν γενόμενον Θεμιστοκλέα φυγάδα ἐποιήσαμεν, ἀπο‐ κτεῖναι παρόντα λαβεῖν οὐ δυνηθέντες. πῶς οὖν οὐ δεινὸν αὐτοῖς μὲν ὑμῖν οὕτω κεχρημένους ὑμᾶς ὑπάρχειν δι’ ὧν ὁστισοῦν τὰς τότε πράξεις. κατωρθῶσθαι μᾶλλον ἂν ἢ
15διὰ Λακεδαιμονίων εἴποι, Λακεδαιμονίους δ’ ἀφεῖναι δι’ ἐκείνας καθελεῖν, εἰληφότας καιρόν; καὶ μὴν ὅτι καὶ τὸ σχῆμα βέλτιον τοῦ πρὸς αὐτοὺς πολέμου ἤπερ τοῦ ὑπὲρ
αὐτῶν εἴσεσθε ῥᾳδίως. ἐν ἐκείνῳ μὲν γάρ ἐστι τὸ μετὰ τῶν ἀσθενεστέρων εἶναι δοκεῖν, ὅπερ εἶναι γενναῖον οὗ‐694
20τοί φασιν· ἐν τούτῳ δ’ ἀντὶ μὲν τούτου σὺν τοῖς ἠδικη‐ μένοις εἶναι, μεῖζον ὂν εἰς σεμνότητα· ὃ δὲ σφαλερὸν πρόσεστιν ἐκείνῳ, τοῦτ’ ἐκπεφευγέναι διὰ τὸ βελτίους τοὺς κοινωνοὺς ἔχειν. ὃ δ’ ἀσφαλείᾳ νικᾷ δόξῃ παρισούμενον, πῶς οὐ κάλλιον ὁστισοῦν ἂν κρίνοι σωφρονῶν; δείκνυμι
25μὲν δὴ ταῦτα· λέγειν δὲ καὶ κάλλιον καὶ δικαιότερον τὸ δόξαν ὑμῖν ἀνάγκη κἀμοὶ, καὶ μὴ λέγειν μόνον, ἀλλὰ καὶ
συμπράττειν προθύμως.695